Τῌ ΚΘ´ ΤΟΥ ΜΗΝΟΣ ΜΑΡΤΙΟΥ

Μνήμη τῶν Ἁγίων Μαρτύρων Μάρκου, Ἐπισκόπου Ἀρεθουσίων, Κυρίλλου Διακόνου καὶ τῶν σὺν αὐτοῖς· καὶ τῶν Ἁγίων Μαρτύρων, Ἰωνᾶ, Βαραχησίου καὶ τῶν σὺν αὐτοῖς.

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εἰς τὸ, Κύριε ἐκέκραξα, Στιχηρὰ Προσόμοια.

Ἦχος α´. Σταυρὸς κατεπάγη ἐν Κρανίῳ.

Ἐνστάσει γενναίᾳ Ἱεράρχα, κατέβαλες ἐχθροῦ τὰς παρατάξεις, καὶ λαοὺς ἐκ τῆς πλάνης τῶν εἰδώλων ἐῤῥύσω.

Ἐκτάσει χειρῶν σου Ἱεράρχα, κρατύνας τοὺς συνάθλους σου ἐν πόνοις, ὡς ἀνίσχυρον ἐχθροῦ ἀνέδειξας τὸ κράτος.

Ὡς Μύστης καὶ Μάρτυς τοῦ Δεσπότου, καὶ Διδάσκαλος σοφὸς τῆς Ἐκκλησίας, Ἱεράρχα δυσώπει ὑπὲρ ἡμῶν ἀπαύστως.

Ἕτερα Στιχηρὰ Προσόμοια τῶν Μαρτύρων.

Ἦχος α´. Πανεύφημοι Μάρτυρες.

Μάρτυς Βαραχήσιε πολλῶν, πόνων ἐπιδόσεσι, φωτοειδὴς ἐχρημάτισας· πυρὸς νικήσας γάρ, τὴν φλογώδη φύσιν, τῇ θερμῇ πρὸς Κύριον, ἀγάπῃ ἐκρεμάσθης μετέωρος, καὶ πιεζόμενος, τὰ ὀστᾶ πάντα συντέτριψαι· διὰ τοῦτο, πίστει σε γεραίρομεν.

Ἰωνᾶ θεσπέσιε δεθείς, ῥαβδισμοὺς ὑπήνεγκας, καὶ τῶν δακτύλων ἀφαίρεσιν, γλωσσοτομούμενος, καὶ βραζούσῃ πίσσῃ, συγκατακαιόμενος, καὶ πριστῆρσί τε δεινῶς μεριζόμενος· διὸ ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.

Ὕμνοις Βαραχήσιον Πιστοί, Λάζαρον καὶ Ἄβιβον, καὶ Ἰωνᾶν εὐφημήσωμεν, Ναρσῆν Ἠλίαν τε, Μάρην Σηβεήθην, Μαρουθᾶν τὸν ἔνδοξον, καὶ Σάββαν Ζανιθᾶν τε, αἰτούμενοι, τούτων δεήσεσι, τῶν κακῶν λαβεῖν συγχώρησιν, καὶ εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Δόξα... Καὶ νῦν... Θεοτοκίον.

Ἁμαρτωλῶν τὰς δεήσεις προσδεχομένη, καὶ θλιβομένων στεναγμὸν μὴ παρορῶσα, πρέσβευε τῷ ἐξ ἁγνῶν λαγόνων σου, σωθῆναι ἡμᾶς παναγία Παρθένε.

Ἢ Σταυροθεοτοκίον.

Πανεύφημοι Μάρτυρες.

Σταύρωσιν τὴν ἄδικον Χριστέ, ἡ Παρθένος βλέπουσα, ὀδυρομένη ἐβόα σοι· Τέκνον γλυκύτατον, πῶς νεκρὸς ὁρᾶσαι; πῶς τῷ ξύλῳ κρέμασαι, ὁ πᾶσαν γῆν ἑδράσας τοῖς ὕδασι; Μὴ οὖν ἐάσῃς με, εὐεργέτα μόνην εὔσπλαγχνε, τὴν σὴν δούλην, καὶ Μητέρα δέομαι.

Ἀπολυτίκιον. Ἦχος πλ. δ´.

Τὸ προσταχθέν.

Δι᾿ ἐγκρατείας τῶν παθῶν τὰς πυριφλέκτους, ἀπονεκρώσαντες ὁρμὰς καὶ τὰς κινήσεις, τοῦ Χριστοῦ οἱ Μάρτυρες ἔλαβον τὴν χάριν, τὰς νόσους ἀποδιώκειν τῶν ἀσθενῶν, καὶ ζῶντες καὶ μετὰ τέλος θαυματουργεῖν, ὄντως θαῦμα παράδοξον! ὅτι ὀστέα γυμνά, ἐκβλύζουσιν ἰάματα· Δόξα τῷ μόνῳ Θεῷ ἡμῶν.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Οἱ συνήθεις Κανόνες, καὶ τῶν Ἁγίων εἰς ἠ´.

Ὁ Κανὼν τῶν Ἁγίων, οὗ ἡ Ἀκροστιχὶς ἐν τοῖς Θεοτοκίοις, Γεωργίου.

ᾨδὴ α´. Ἦχος α´. Ὁ Εἱρμός.

«Τῷ βοηθήσαντι Θεῷ, ἐν Αἰγύπτῳ τῷ Μωσεῖ, καὶ δι᾿ αὐτοῦ τὸν Φαραώ, πανστρατὶ βυθίσαντι, ἐπινίκιον ᾠδὴν ᾄσωμεν, ὅτι δεδόξασται».

Τῆς Ἐκκλησίας τοῦ Χριστοῦ, τὸν λαμπτῆρα τὸν φαιδρόν, ἀνευφημήσωμεν πιστοί, ὡς τῆς πίστεως φωτί, καταυγάσαντα λαούς, δοξάζοντας τὸν Ποιητὴν τοῦ παντός.

Ἐν τῷ λειμῶνι νοητῶς, τῷ τῆς Πίστεως Χριστοῦ, ἀνατραφεὶς καὶ αὐξηθείς, Ἱεράρχα πρὸς αὐτόν, τῷ τῆς ἀθλήσεως ὕψει, ἀνέδραμες μάκαρ φαιδρότατος.

Κήρυξ καὶ Μύστης τοῦ Χριστοῦ, καθαρός τε λειτουργός, ὑπάρχων Μάρκε τὴν ψυχήν, ὑπὲρ τούτου τέθεικας, καὶ προσήνεγκας αὐτῷ, ὡς θύματα τοὺς συνανθλοῦντάς σοι.

Θεοτοκίον.

Γένος ἀνθρώπων διὰ σοῦ, τῆς φθορᾶς ἀπαλλαγήν, καὶ ἀφθαρσίας καὶ ζωῆς, ἀκηράτου ἐν Χριστῷ, κληρωσάμενον τιμήν, δοξάζει σε Θεοχαρίτωτε.

Ἕτερος Κανὼν τῶν Μαρτύρων, οὗ ἡ Ἀκροστιχίς·

Αἶνον προσοίσω τοῖς Θεῷ παραστάταις. Ἰωσήφ.

ᾨδὴ α´. Ἦχος α´. Ὁ Εἱρμός.

«Σοῦ ἡ τροπαιοῦχος δεξιά, θεοπρεπὼς ἐν ἰσχύϊ δεδόξασται· αὕτη γάρ, Ἀθάνατε, ὡς πανσθενὴς ὑπεναντίους ἔθραυσε, τοῖς Ἰσραηλίταις, ὁδὸν βυθοῦ καινουργήσασα».

Αἴγλῃ φωτιζόμενοι ἀεί, τῆς Τρισηλίου λαμπάδος Μακάριοι, ὅλον μὲ φωτίσατε, καὶ τὴν ἀχλὺν τῆς ἀγνωσίας λύσατε, ὅπως τὴν φωσφόρον, ὑμῶν ὑμνήσω πανήγυριν.

Ἱερολογοῦντες Ἱερῶς, τὰ τοῦ Θεοῦ Ἱερώτατα λόγια, πᾶσαν τὴν ἀνίερον, τῶν διωκτῶν κακίαν ἀπεκρούσασθε, καὶ ἱερωτάτως, ἀθλήσαντες ἐδοξάσθητε.

Νόμοις ἀσεβέσιν ἀθληταί, τοὺς εὐσεβεῖς ἀνδρικῶς ἀντεθήκατε· τῶν παρανομούντων τε, τὰ χαλεπὰ ὑπενεγκόντες βάσανα, Μάρτυρες νομίμως, παρὰ Κυρίου ἐστέφθητε.

Θεοτοκίον.

Ὄρος σε κατάσκιον ποτέ, ὁ Ἀββακοὺμ ἐλλαμφθεὶς ἐθεάσατο, Μήτηρ ἀπειρόγαμε, ἐξ ἧς Θεὸς σωματωθεὶς ἐπέφανεν, ἀρετῇ καλύψας, ὡς ἀληθῶς τὰ οὐράνια.

ᾨδὴ γ´. Ὁ Εἱρμός.

«Στερέωμά μου γενοῦ, ὁ θεμελιώσας τὴν γῆν ἐπὶ τῶν ὑδάτων, ὅτι οὐκ ἔστιν Ἅγιος πλήν σου Κύριε».

Ἐξήρανας θολερούς, χειμάῤῥους τῆς πλάνης πυρὶ τῶν σῶν λόγων, καὶ νάματα γνώσεως Χριστοῦ, Μάρκε ἐπήγασας.

Ἐχθρῶν τὴν παρεμβολήν, ἐσκέδασας Μάρκε Χριστοῦ ἐπικλήσει, καὶ ἤθροισας λόγοις σου λαούς, εἰς τὴν ἀγάπην αὐτοῦ.

Μαρτύρων συνασπισμός, ἔχων στρατηγοῦντα Χριστὸν τὸν Σωτῆρα, τῆς πλάνης τὸν πόλεμον, τὸν ἄσπονδον ἐνίκησε.

Θεοτοκίον.

Ἐν θλίψεσι πλατυσμόν, ἔχοντες Παρθένε τὴν σὴν μεσιτείαν, οἱ πόθῳ τιμῶντές σε, ἐκ κινδύνων λυτρούμεθα.

Τῶν Μαρτύρων.

Εἱρμὸς ἄλλος.

«Ὁ μόνος εἰδὼς τῆς τῶν βροτῶν, οὐσίας τὴν ἀσθένειαν, καὶ συμπαθῶς αὐτὴν μορφωσάμενος, περίζωσόν με ἐξ ὕψους δύναμιν, τοῦ βοᾶν σοι· Ἅγιος ὁ ναὸς ὁ ἔμψυχος, τῆς ἀφράστου σου δόξης Φιλάνθρωπε».

Νευρούμενοι πόθῳ θεϊκῷ, ἀσκήσει ὑπετάξατε, τὸ τῆς σαρκὸς Μακάριοι φρόνημα· ἀθλήσαντες δὲ κατεπαλαίσατε, δυσμενῆ ἀσώματον, πόνων ἐπιδόσεσι, καὶ νομίμως ἐστέφθητε Ἅγιοι.

Ποθῶν τὸ παθεῖν ὑπὲρ Χριστοῦ, ὑπήνεγκας στεῤῥότατα, τοὺς ῥαβδισμοὺς παμμάκαρ τοῦ σώματος, τυπτόμενός τε καὶ συντριβόμενος, καὶ κατατεινόμενος, Ἰωνᾶ πανόλβιε, τῶν Ἁγίων Ἀγγέλων συνόμιλε.

Ῥωννύμενος σθένει θεϊκῷ, πυρούμενος ἐν χάριτι, τοῦ παντουργοῦ πανόλβιε Πνεύματος, τὰς ἀναρτήσεις, τὸ πῦρ, τὰς μάστιγας, ἀνδρικῶς ὑπήνεγκας, Μάρτυς Βαραχήσιε, ὑπὸ πάντων πιστῶν θαυμαζόμενος.

Θεοτοκίον.

Ὁ μόνος οἰκῶν τοὺς οὐρανούς, τὴν μήτραν σου κατῴκησεν, ὑπερβολῇ Παρθένε χρηστότητος, καὶ σὰρξ ὡράθη ἐκ σου τικτόμενος· ἀλλ᾿ αὐτὸν ἱκέτευε, πάσης Περιστάσεως, Παναγία ῥυσθῆναι τοὺς δούλους σου.

Κάθισμα. Ἦχος α´.

Ὁ μόνος εἰδώς.

Ἀθλήσεως καύχημα, καὶ στεφάνων ἀξίωμα, οἱ ἔνδοξοι Ἀθλοφόροι περιβέβληνταί σε Κύριε· καρτερίᾳ γὰρ αἰκισμῶν, τοὺς ἀνόμους ἐτροπώσαντο, καὶ δυνάμει θεϊκῇ, ἐξ οὐρανοῦ τὴν νίκην ἐδέξαντο. Αὐτῶν ταῖς ἱκεσίαις, δώρησαι ἡμῖν ὁ Θεός, τὸ μέγα σου ἔλεος.

Δόξα... Ἦχος ὁ αὐτός.

Τὸν τάφον σου Σωτήρ.

Μαρτύρων καρτερούς, ὑπομείναντες πόνους, πρὸς ἄπονον ζωήν, μετηνέχθητε ὄντως· καὶ νῦν ταῖς εὐχαῖς ὑμῶν, πάντα πόνον κουφίζετε. Μεγαλώνυμοι, ἐκ τῶν πιστῶς προσιόντων, τῇ σορῷ ὑμῶν· ἣν ἀσπαζόμενοι πόθῳ, ὑμᾶς μακαρίζομεν.

Καὶ νῦν... Θεοτοκίον.

Συλλαβοῦσα ἀφλέκτως, τὸ πῦρ τῆς θεότητος, καὶ τεκοῦσα ἀσπόρως πηγὴν ζωῆς τὸν Κύριον, Κεχαριτωμένη Θεοτόκε, περίσωζε τοὺς σὲ μεγαλύνοντας.

Ἢ Σταυροθεοτοκίον.

Οἱ τὴν σὴν προστασίαν κεκτημένοι Ἄχραντε, καὶ ταῖς σαῖς ἱκεσίαις τῶν δεινῶν ἐκλυτρούμενοι, τῷ Σταυρῷ τοῦ Υἱοῦ σου ἐν Παντὶ φρουρούμενοι, κατὰ χρέος σε πάντες, εὐσεβῶς μεγαλύνομεν.

Τοῦ Ἱεράρχου.

ᾨδὴ δ´. Ὁ Εἱρμός.

«Κατενόησα παντοδύναμε τὴν σὴν οἰκονομίαν, καὶ μετὰ φόβου ἐδόξασά σε Σωτήρ».

Ἐξήρανας θολεροὺς χειμάῤῥους τῆς πλάνης, καὶ τὸ ψεῦδος Μάκαρ σὺ Κατεπολέμησας.

Ἐν πελάγει τῆς σοφίας σου τὴν Ἑλλήνων μωρίαν, Ἱερομάρτυς Μάρκε κατέδυσας.

Τῶν συνάθλων σου τὴν παράταξιν, Ἱεράρχα Κυρίου, στεῤῥῶς καθώπλισας τοῖς διδάγμασιν.

Θεοτοκίον.

Ὡς ὑπέρμαχος οὖσα Ἄχραντε ἡμῶν τῶν σὲ ὑμνούντων, τῶν πολεμίων θράση κατάβαλε.

Τῶν Μαρτύρων.

Εἱρμὸς ἄλλος.

«Ὄρος σε τῇ χάριτι, τῇ θείᾳ κατάσκιον, προβλεπτικοῖς ὁ Ἀββακούμ, κατανοήσας ὀφθαλμοῖς, ἐκ σοῦ ἐξελεύσεσθαι, τοῦ Ἰσραὴλ προανεφώνει τὸν Ἅγιον, εἰς σωτηρίαν ἡμῶν καὶ ἀνάπλασιν».

Συμφώνως Ἠλίαν, Σηβεήθην καὶ Ἄβιβον, Λάζαρον Μάρην Μαρουθᾶν, Ναρσῆν καὶ Σάββαν Ζανιθᾶν, καὶ τὸν Βαραχήσιον καὶ Ἰωνᾶν, θεοπρεπῶς ἀνυμνήσωμεν, ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ ἐναθλήσαντας.

Ὁσίως παμμάκαρ, Ἰωνᾶ σε γεραίρομεν· μετὰ γὰρ πλείστους αἰκισμούς, εἰς παγετὸν ἀποῤῥιφείς, γενναίως ὑπέμεινας, τῇ τοῦ Θεοῦ καταθαλπόμενος χάριτι, καὶ τὸν χειμῶνα τῆς πλάνης τροπούμενος.

Ἰσχύϊ παμμάκαρ, θεϊκῇ Βαραχήσιε, τὰς πυρακτώσεις ἐνεγκών, τὰς ἐκ μολύβδου ἀνδρικῶς, τὸ ὄμμα ἀνέτεινες, πρὸς τὸν Χριστόν, ἀναψυχὴν εἰσδεχόμενος, σωτηριώδη· διό σε γεραίρομεν.

Σοφίας οἱ Μάρτυρες, πλησθέντες τοῦ Πνεύματος, πάντας σοφοὺς καὶ δυνατούς, πυρσολατρῶν τῶν δυσμενῶν, σαφῶς ἐτροπώσαντο, τὸ τοῦ Θεοῦ ἀνακηρύττοντες ὄνομα· οὕς ἐν αἰνέσει πιστοὶ μακαρίσωμεν.

Ὡραῖοι τοῖς στίγμασι, τοῖς θείοις ἐδείχθητε, Μάρτυρες ἔνδοξοι Χριστοῦ· ὅθεν τὰ στίγματα βροτῶν, καὶ πάθη ἀνίατα, ἀνελλιπῶς ἰᾶσθε καὶ θεραπεύετε, τὰς ἀσθενείας καὶ νόσους ἐν χάριτι.

Θεοτοκίον.

Τὸ Ὄρος Προφήτης, Δανιὴλ ὃ τεθέαται, ἐξ οὗ ὁ λίθος ὁ Χριστός, ἐτμήθη ἄνευθεν χειρός, συντρίψας τὰ εἴδωλα, καὶ καθελὼν τὰ τῶν δαιμόνων φρυάγματα, σὺ εἶ Παρθένε· διό σε δοξάζομεν.

ᾨδὴ ε´. Ὁ Εἱρμός.

«Ἐκ νυκτὸς ὀρθρίζοντες, ἀνυμνοῦμεν σε Χριστὲ ὁ Θεός, τὸν δι᾿ ἡμᾶς πτωχεύσαντα, καὶ σταυρὸν καὶ θάνατον, ἐν τῇ σαρκί σου ὑπομείναντα».

Ἐν θυμῷ ἀντέστησας, πολεμίων Χριστοῦ ὡς μιμητῆς, μακροθυμίαν Ὅσιε· δι᾿ ἧς ἐταπείνωσας, τούτων τὰ θράση καὶ ἐνίκησας.

Ταῖς πυκναῖς πληττόμενος, τῶν βελῶν αἰκίσεσιν Ὅσιε, τοὺς βάλλοντας κατέτρωσας· σὺ δὲ ἀπαράτρωτος, χάριτι θείᾳ συντετήρησαι.

Ὡς στεῤῥοὶ τῆς πίστεως, καὶ ἀήττητοι ὑπέρμαχοι σοφοί, γενναίως ἀντετάξασθε, τοῖς ἀπειθοῦσιν Ἅγιοι, καὶ πολεμοῦσι τὴν ἀλήθειαν.

Θεοτοκίον.

Ῥυπωθείσαν πάθεσι, τῶν ἀνθρώπων Ἄχραντε, ἐκ σοῦ τὴν φύσιν, ὁ Κτίστης προσλαβόμενος, ἀπέπλυνεν ἐκαίνισε, καὶ θείᾳ χάριτι ἐθέωσεν.

Τῶν Μαρτύρων.

Εἱρμὸς ἄλλος.

«Ὁ φωτίσας τῇ ἐλλάμψει, τῆς σῆς παρουσίας Χριστέ, καὶ φαιδρύνας τῷ Σταυρῷ σου, τοῦ κόσμου τὰ πέρατα, τὰς καρδίας φώτισον φωτί, τῆς σῆς θεογνωσίας, τῶν ὀρθοδόξως ὑμνούντων σε».

Ὁμιλήσας τῷ φωτί, τῷ μεγάλῳ φῶς δεύτερον, ἐγνωρίσθης ἀμαυροῦν, δυσσεβούντων προστάγματα, Ἰωνᾶ θεσπέσιε· δεθεὶς σχοινίῳ δέ, τὴν πλάνην πᾶσαν, διέλυσας χάριτι.

Ἰώμενος τὰ ἡμῶν, ὁ Χριστὸς παραπτώματα, ἐκρεμάσθη ἐπὶ ξύλου Σταυροῦ ἀγαθότητι· τοῦτον δὲ μιμούμενος, ὁ Βαραχήσιος κρεμᾶται, πάθει σεπτῷ καλλυνόμενος.

Στρεβλούμενος, Ἰωνᾶ, καὶ δακτύλους κοπτόμενος, ἀνέμελπες τῷ Θεῷ, ὑμνῳδίαν γηθόμενος, τῷ ἐνδυναμοῦντί σε, μετὰ σαρκὸς ἐχθροὺς ἀσάρκους, καταπατεῖν διὰ πίστεως.

Θεοτοκίον.

Θαυμάζουσα τὸν ἐκ ταύτης, ἀῤῥήτως τικτόμενον, ἡ Πάναγνος κατεπλήττετο, καὶ ἐμεγάλυνε, καὶ βοῶσα ἔλεγε· Πῶς ἐν ἀγκάλαις σε κατέχω, τέκνον, τὸν πάντα κατέχοντα;

Τοῦ Ἱεράρχου.

ᾨδὴ Ϛ´. Ὁ Εἱρμός.

«Τὸν Προφήτην διέσωσας, ἐκ τοῦ κήτους Φιλάνθρωπε· Κἀμέ τοῦ βυθοῦ τῶν πταισμάτων, ἀνάγαγε δέομαι».

Ἀθεΐας ἐξήλεγξας, τὴν ἀπάτην Ἀοίδιμε, καὶ θεογνωσίας τῷ φέγγει, ἀνθρώπους ἐφώτισας.

Τῶν εἰδώλων κατέσεισας, τὰ τεμένη Μακάριε, καὶ σαλευομένους ἀνθρώπους, εἰς Χριστὸν ἐστήριξας.

Τοὺς συνάθλους καθώπλισας, καὶ ἐχθροὺς ἐπολέμησας, Μάρκε σὺν Κυρίλλω, καὶ νίκης, βραβεῖα εἰλήφατε.

Θεοτοκίον.

Γηγενεῖς ἀνυψώθημεν, ὁ ἐχθρὸς τεταπείνωται, διὰ τοῦ ἀφράστου καὶ θείου, τόκου σου Ἄχραντε.

Τῶν Μαρτύρων.

Εἱρμὸς ἄλλος.

«Ἐκύκλωσεν ἡμᾶς ἐσχάτη ἄβυσσος, οὐκ ἔστιν ὁ ῥυόμενος· ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς· σῶσον τὸν λαόν σου ὁ Θεὸς ἡμῶν· σὺ γὰρ ἰσχύς, τῶν ἀσθενούντων καὶ ἐπανόρθωσις».

Ἐνεύρου σε Χριστὸς ἀγωνιζόμενον· δορὰν γὰρ ἀφαιρούμενος, παναοίδιμε τῆς κάρας Ἰωνᾶ, ἔφερες ἀνδρείως τὴν τοῦ ὄφεως, καταπατῶν, δολίαν κάραν καὶ νοῦν ἀλάστορα.

Ὁ νοῦς σου ἀκλινὴς ἀποτμηθείσης σου, τῆς γλώττης μένει Ὅσιε· καὶ τοῖς αἵμασιν ἠγίασται ἡ γῆ, τοῖς ἐκκενωθεῖσι δι᾿ ἀγάπησιν, τοῦ ἐν Σταυρῷ, τὸ θεῖον Αἷμα κενώσαντος.

Ὑμνήσωμεν πιστοὶ Ἠλίαν Ἀβιβον, Ναρσῆν καὶ Μάρην Λάζαρον, Σηβεήθην Μαρουθᾶν καὶ Ζανιθᾶν, Σάββαν καὶ τὸν μέγαν Βαραχήσιον, καὶ Ἰωνᾶν, τοὺς καλλινίκους καὶ Μάρτυρας.

Θεοτοκίον.

Παλάτιον Θεοῦ ἐδείχθης Δέσποινα, τοῦ πάντων βασιλεύοντος· ὃν ἱκέτευε, λῃστῶν με πονηρῶν, ἤδη γεγονότα καταγώγιον, ἀποκαθᾶραι, καὶ σῶσαί με ἄχραντε.

Ὁ Εἱρμός.

Ἐκύκλωσεν ἡμᾶς ἐσχάτη ἄβυσσος, οὐκ ἐστιν ὁ ῥυόμενος, ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς· σῶσον τὸν λαόν σου ὁ Θεὸς ἡμῶν, σὺ γὰρ ἰσχύς, τῶν ἀσθενούντων καὶ ἐπανόρθωσις.

Τὸ Μαρτυρικὸν τοῦ Ἤχου.

Συναξάριον.

Τῇ ΚΘ´ τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων Μάρκου Ἐπισκόπου Ἀρεθουσίων, Κυρίλλου Διακόνου, καὶ ἑτέρων πολλῶν.

Στίχοι.

Ἐπαγρυπνήσας πρῶτα πολλαῖς αἰκίαις,

Ὕπνωσε Μάρκος, θεῖον εἰρήνης ὕπνον.

Γαστὴρ Κυρίλλου Λευΐτου διὰ ξίφους,

Ὡσεὶ πάχος γῆς, εἶπε Δαυΐδ, ἐῤῥάγη.

Κεῖνται γύναια βρώσεως χοίροις σκάφαι,

Γαστρὸς παθοῦσαι ῥῆξιν ἐκ χοιροφρόνων.

Εἰκάδι ἠδ᾿ ἐνάτῃ Ἀθληταὶ εἰς πόλον ἷκον.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἰωνᾶ, Βαραχησίου καὶ τῶν σὺν αὐτοῖς ἐννέα Μαρτύρων.

Στίχοι.

Ἔχεις Ἰωνᾶν καὶ σύ, γῆ, πάντως μέγαν,

Κατ᾿ οὐδὲν ἐνδέοντα τοῦ θαλαττίου.

Διψῶν Βαραχήσιος Ἀθλητῶν τέλους,

Χανδὸν ζεούσης ἐκπίνει πίσσης σκύφον.

Χριστοῦ ὑπετμηθέντες ἄνδρες ἐννέα,

Σύνεισιν ἤδη τάξεσι ταῖς ἐννέα.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ Ὁμολογητοῦ Εὐσταθίου Βιθυνίας.

Στίχοι.

Τὸν πηλὸν ἐκδύς, Εὐστάθιε παμμάκαρ.

Χριστῷ παρέστης τῷ δι᾿ ἡμᾶς πηλίνῳ.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Τοῦ Ἱεράρχου.

ᾨδὴ ζ´. Ὁ Εἱρμός.

«Ὁ ἐν τῇ βάτῳ ὀφθείς, ἐν πυρὶ τῷ Νομοθέτῃ, καὶ τὸν τόκον τῆς ἀειπαρθένου ἐν αὐτῇ προτυπώσας, εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν».

Οἱ τῶν αἱμάτων κρουνοί, τῆς ἀθλήσεώς σου Μάρκε, ἀπέπνιξαν τοὺς τριστάτας τῆς ἀπάτης, καὶ θεῖον ἴαμα πᾶσιν ἔβλυσαν, τοῖς ὑμνοῦσι Χριστὸν τὸν Θεόν.

Αἱ προσβολαὶ τοῦ ἐχθροῦ, ἐξησθένησαν εἰς τέλος, αἱ κατὰ σοῦ μηχανώμεναι, ἀήττητε Μάρκε· σὺ δὲ θεόθεν δύναμιν, ἀπροσμάχητον εἴληφας.

Θῦμα σαυτὸν λογικόν, ἱερούργησας Κυρίῳ, τῇ μαχαίρᾳ τῆς ἀθλήσεως τυθείς, καὶ ἐνθέου Κύριλλε τελειώσεως, πυρὶ δειχθεὶς ὁλοκαύτωμα.

Θεοτοκίον.

Ἰσχὺν καὶ κράτος ἡμᾶς, ἱκεσίαις σου Παρθένε, τοὺς ἀπαύστως σε Κυρία, ὡς Θεοτόκον ὑμνοῦντας, κατὰ παθῶν ἐπένδυσον, καὶ προσβολῶν νοουμένων ἐχθρῶν.

Τῶν Μαρτύρων.

Εἱρμὸς ἄλλος.

«Σὲ νοητὴν Θεοτόκε κάμινον, κατανοοῦμεν οἱ πιστοί· ὡς γὰρ Παῖδας ἔσωσε τρεῖς, ὁ ὑπερυψούμενος, κόσμον ἀνεκαίνισεν ἐν τῇ ὁ γαστρί σου ὁλόκληρον, ὁ αἰνετὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος».

Ἀποσκοπῶν εἰς τὸν μόνον Κύριον, σώζειν δυνάμενον σοφέ, οὐκ ἐφλέχθης προσομιλῶν, πίσσης πυρακτώσεσι, δρόσον θείας χάριτος, ὦ Ἰωνᾶ κομιζόμενος, ὥσπερ οἱ τρεῖς Νεανίαι ποτέ· ὅθεν ὑμνοῦμέν σε.

Ῥώμῃ Θεοῦ, Ἰωνᾶ ῥωννύμενος, ἤνεγκας βάσανα πικρά· Ἡσαίας δὲ ὡς τὸ πρίν, ἔχαιρες πριζόμενος, τέλος τὸ μακάριον, ἀναβοῶν καὶ δεχόμενος· ὁ αἰνετὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

Ἄδει τὰ σά, Μάρτυς προτερήματα, ἡ Ἐκκλησία τοῦ Θεοῦ, μεγαλύνουσα τοὺς μακρούς, ἄθλους οὓς ὑπήνεγκας, θάνατον τὸν τίμιον, καὶ προσκυνεῖ τῶν λειψάνων νῦν, τὴν σορὸν ἐξ ἧς βρύει, ἡμῖν ψυχῶν ἰάματα.

Σὺ ἀνδρικῶς, Μάρτυς Βαραχήσιε, καταπατῶν τοῦ πονηροῦ, ἀκανθώδεις ἐπιβουλάς, ἔφερες συρόμενος, καὶ κατακεντούμενος, τοῖς ἀκανθώδεσι βέλεσι, τὸν αἰνετὸν ἀναμέλπων, Θεὸν τὸν ὑπερένδοξον.

Θεοτοκίον.

Τὴν ἐν ἐμοί, ῥᾳθυμίαν Δέσποινα, καὶ νυσταγμὸν τὸν χαλεπόν, ταῖς ἀγρύπνοις σοῦ Πρὸς Θεόν, ταῖς σεπταῖς δεήσεσιν, Ἄχραντε ἀπέλασον, καὶ μελῳδοῦντα με οἴκτειρον· Ὁ αἰνετὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

Τοῦ Ἱεράρχου.

ᾨδὴ η´. Ὁ Εἱρμός.

«Ὕμνον σοι προσφέρομεν τῶν Ἀσωμάτων, ὥσπερ οἱ παῖδες ἐν τῇ καμίνῳ, καὶ ὑμνοῦντες λέγομεν· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον».

Λόγοις κατεκόσμησας τὴν Ἐκκλησίαν, καὶ αἱμάτων τοῖς ῥείθροις, φαιδρῶς κατηγλάϊσας Ἱεράρχα, Χριστὸν ὑμνοῦσαν τὸν σὲ ἐνισχύσαντα.

Ἄγρυπνα τὰ ὄμματα τῆς ψυχῆς σου ἔχων, τὴν ποίμνην τοῦ Χριστοῦ, ἀσινῆ φυλάττεις Ἱεράρχα, τὴν ἀπαύστως ἐν ὕμνοις σε δοξάζουσαν.

Μύρα εὐωδέστατα οἱ Ἀθλοφόροι, τὰ τῶν αἱμάτων ῥεῖθρα, προσῆξαν τῷ Δεσπότῃ λέγοντες· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον.

Θεοτοκίον.

Ὁλάγαθον ἔχοντες σὲ προστασίαν, Θεογεννῆτορ ἀγαθότητος, διὰ σοῦ τυγχάνομεν βοηθείας, παρὰ τοῦ ἀγαθοδότου Θεοῦ.

Τῶν Μαρτύρων.

Εἱρμὸς ἄλλος.

«Ἐν καμίνῳ παῖδες Ἰσραήλ, ὡς ἐν χωνευτηρίω, τῷ κάλλει τῆς εὐσεβείας, καθαρώτερον χρυσοῦ, ἀπέστιλβον λέγοντες· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Ἀκαθέκτοις χρώμενος Ὁρμαῖς, ἐχθρὸς ὁ δολιόφρων, καλάμοις σου περιάπτει, παναοίδιμε πλευρᾶς, δεσμῶν καὶ συνθλίβων σε, καὶ τὰς σάρκας ξαίνων καὶ τέμνων, καὶ Μάρτυρα δεικνύων, τοῦ Παμβασιλέως, Χριστοῦ εἰς τοὺς αἰῶνας.

Τοῖς δεσμοῖς σου λύεις πονηρά, δεσμὰ τῆς ἀθεΐας, ταθεὶς καὶ συντριβεὶς σου, τὰ τοῦ σώματος Ὀστᾶ, Μάρτυς Βαραχήσιε, τὴν ἀπάτην πᾶσαν συντρίβεις, καὶ ὡς χοῦν λεπτύνεις, μέλπων· Σὲ δοξάζω, Χριστὲ εἰς τοὺς αἰῶνας.

Ἀπορήσας σοῦ τῇ καρτερᾷ, ἐνστάσει ὁ παράφρων, βραζούσαις σε καταφλέγει, Καταπόσεσι θερμῶς, Μάρτυς Βαραχήσιε, μελῳδοῦντα· Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ἱερεῖα τέλεια Θεῷ, καὶ θύματα εὐώδη, ὁλόκληροι Προσφοραί τε, προσηνέχθητε ὁμοῦ, κραυγάζοντες Μάρτυρες· Εὐλογεῖτε πάντα τὰ ἔργα, τὸν κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.

Συντριβεῖσαν φύσιν τῶν βροτῶν, τῇ πάλαι παραβάσει, ἀνέπλασας ὑπὲρ φύσιν, καὶ ἐθέωσας Ἁγνή, τῷ τόκῳ σου ψάλλουσαν· Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ὁ Εἱρμός.

Ἐν καμίνῳ παῖδες Ἰσραήλ, ὡς ἐν χωνευτηρίω, τῷ κάλλει τῆς εὐσεβείας, καθαρώτερον χρυσοῦ, ἀπέστιλβον λέγοντες· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Τοῦ Ἱεράρχου.

ᾨδὴ θ´. Ὁ Εἱρμός.

«Σὲ τὴν ὁραθεῖσαν πύλην, ὑπὸ Ἰεζεκιὴλ τοῦ Προφήτου, ἐν ᾗ οὐδεὶς διῆλθεν, εἰ μὴ Θεὸς μόνος, Θεοτόκε Παρθένε, ἐν ὕμνοις τιμῶμέν σε.

Σὺ τὰς λογικὰς λατρείας, καὶ θυσίας Πάτερ ἀναιμάκτους, προσφέρων Κυρίῳ, καρδίᾳ ἁγνοτάτῃ, καθαρὸν Ἱερεῖον, προσήχθης δι᾿ ἀθλήσεως.

Σὺ τῇ νοητῇ μαχαίρᾳ τῶν λόγων σου, τοῦ ψεύδους Κεφαλὰς πολυμόρφους, Μάρκε τεμών, ἀνθρώποις τὴν ἀλήθειαν πᾶσι, κηρύξας ἐμεγάλυνας.

Σοῦ τῶν ἀθλητῶν πρεσβείαις, καὶ Μυσταγωγῶν σου ἱκεσίαις εὐεργέτα, Μάρκου τε καὶ Κυρίλλου, καὶ τῶν συναθλοφόρων, καὶ ἡμᾶς τῶν θείων χαρίτων καταξίωσον.

Θεοτοκίον.

Ὑπὸ οἰκτιρμῶν οἰκείων, καὶ φιλανθρωπίας ἀποῤῥήτου, καμφθεὶς ὁ πάντων Κτίστης, ἐκ σοῦ Ἁγνὴ ἐτέχθη· καὶ φθαρέντας ἀνθρώπους, ἀνέπλασε καὶ ἐκαινούργησε.

Τῶν Μαρτύρων.

Εἱρμὸς ἄλλος.

«Τύπον τῆς ἁγνῆς λοχείας σου, πυρπολουμένη βάτος ἔδειξεν ἄφλεκτος· καὶ νῦν καθ᾿ ἡμῶν τῶν πειρασμῶν ἀγριαίνουσαν, κατασβέσαι αἰτοῦμεν τὴν κάμινον· ἵνα σε Θεοτόκε, ἀκαταπαύστως μεγαλύνωμεν».

Ἴδε φωταυγὴς πανήγυρις, φωτοειδὼν Μαρτύρων ἔλαμψε σήμερον, νέφη πονηρὰ τῆς ἁμαρτίας σκεδάζουσα, καὶ φωτίζουσα θείῳ ἐν Πνεύματι, πιστῶν τὰς διανοίας· ταύτην προθύμως ἑορτάσωμεν.

Ὥσπερ δύο ἀνατέλλοντες, φωτοειδεῖς ἀστέρες πᾶσαν φωτίζετε, τὴν ὑπ᾿ οὐρανόν, ταῖς τῶν ἀγώνων λαμπρότησιν, Ἰωνᾶ καὶ σοφὲ Βαραχήσιε· διό με τὸν ἐν σκότει τῆς ἁμαρτίας καταυγάσατε.

Στῦλοι Ἐκκλησίας ὤφθητε, ἀπεριτρέπτως ταύτην διαβαστάζοντες, Ἄβιβος ὁμοῦ, Ναρσῆς καὶ Μάρης Ἠλίας τε, Ἰωνᾶς Σηβεήθης καὶ Λάζαρος, καὶ Ζανιθᾶς καὶ Σάββας, καὶ Μαρουθᾶς καὶ Βαραχήσιος.

Ἤδη, μετ᾿ Ἀγγέλων Ἅγιοι, παρεστηκότες θρόνῳ τῆς δόξης πάντοτε, καὶ ταῖς ἀστραπαῖς, τῆς Τρισηλίου λαμπρότητος, αὐγαζόμενοι πάντας φωτίσατε, τοὺς πίστει τὴν φωσφόρον, ὑμῶν γεραίροντας πανήγυριν.

Θεοτοκίον.

Φεῖσαι τοῦ λαοῦ σου Κύριε, καὶ ἧς ἐκτήσω ταύτης κληρονομίας σου, ταῖς ὑπὲρ ὑμῶν, τῆς σὲ τεκούσης Θεόπαιδος, παρακλήσεσιν ἐπικαμπτόμενος, ἵνα σὲ ὡς Δεσπότην, καὶ Πανοικτίρμονα δοξάζωμεν.

Ὁ Εἱρμός.

Τύπον τῆς ἁγνῆς λοχείας σου, πυρπολουμένη βάτος ἔδειξεν ἄφλεκτος, καὶ νῦν καθ᾿ ἡμῶν τῶν πειρασμῶν ἀγριαίνουσαν, κατασβέσαι αἰτοῦμεν τὴν κάμινον, ἵνα σὲ Θεοτόκε, ἀκαταπαύστως μεγαλύνωμεν.

Комментарии для сайта Cackle