Τῌ ΚΖ´ ΤΟΥ ΜΗΝΟΣ ΜΑΡΤΙΟΥ

Μνήμη τῆς Ἁγίας Μάρτυρος Ματρώνης τῆς ἐν Θεσσαλονίκῃ.

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εἰς τὸ, Κύριε ἐκέκραξα, Στιχηρὰ Προσόμοια.

Ἦχος δ´. Ὡς γενναῖον ἐν Μάρτυσιν.

Ἰουδαίων φρυάγματι, καὶ θρασείᾳ ὠμότητι, λογισμὸν ἀντέθηκας ἀνδρειόφρονα, τὴν τῶν μελλόντων προσβλέπουσα, θέοφρον ἀπόλαυσιν, διαμενοῦσαν ἀεί, δι᾿ αἰῶνος ἀσάλευτον· ἧς ἐπέτυχες, ἀπὸ γῆς μεταστᾶσα πρὸς νυμφῶνας, οὐρανίους καὶ χορείαν, τὴν ἀκατάλυτον ἔνδοξε.

Βασιλείας εὐπρέπειαν, καὶ τερπνὴν ὡραιότητα, κατιδεῖν ἠξίωσαι τοῦ Νυμφίου σου, ὡραϊσμένη τοῖς στίγμασι, στεῤῥάς σου ἀθλήσεως, καὶ πηγὴ τῶν ἀγαθῶν, ἐπαξίως προσήγγισας, τῆς ἐπέκεινα, θεϊκῆς εὐφροσύνης μετουσίαν, καρπουμένη Μακαρία, καὶ τὴν ἀθάνατον εὔκλειαν.

Οὐ ζυγὸς τῆς δουλείας σε, οὐ τὸ χαῦνον τοῦ θήλεως, οὐ λιμὸς οὐ μάστιγες ἐνεπόδισαν, τὴν τῶν Μαρτύρων στεῤῥότητα, μιμεῖσθαι Πανένδοξε· προθυμίᾳ γὰρ ψυχῆς, τὰς βασάνους ὑπέμεινας· ὅθεν ἔτυχες, οὐρανίων θαλάμων, καὶ στεφάνῳ, τῶν χαρίτων ἐκοσμήθης, περισταμένη τῷ Κτίστῃ σου.

Δόξα... Καὶ νῦν... Θεοτοκίον.

Μετανοίας τὸ ἄριστον, καὶ σωτήριον φάρμακον, ἡ Θεὸν κυήσασα τὸν Σωτῆρα μου, καὶ τῶν δακρύων τὰ ῥεύματα, καὶ ὥρας τὴν ἔννοιαν, τῆς φρικτῆς καὶ φοβερᾶς, ἀδεκάστου τε κρίσεως, σὺ μοι δώρησαι, καὶ φυγεῖν ταῖς εὐχαῖς σου, ὦ Παρθένε, τῶν κολάσεων τὸν τρόμον, καὶ θείας τεύξασθαι χάριτος.

Ἢ Σταυροθεοτοκίον.

Ὡς ἑώρακε Κύριε, ἡ Παρθένος καὶ Μήτηρ σου, ἐν Σταυρῷ κρεμάμενον ἐξεπλήττετο, καὶ ἀνακράζουσα ἔλεγε· Τί σοι ἀνταπέδωκαν, οἱ πολλῶν σου δωρεῶν, ἀπολαύσαντες Δέσποτα; ἀλλὰ δέομαι, μὴ μὲ μόνην ἐάσῃς ἐν τῷ κόσμῳ, ἀλλὰ σπεῦσον ἀναστῆναι, συνανιστῶν τοὺς Προπάτορας.

Ἀπολυτίκιον. Ἦχος δ´.

Ἡ ἀμνάς σου Ἰησοῦ, κράζει μεγάλῃ τῇ φωνῇ· Σὲ Νυμφίε μου ποθῶ καὶ σὲ ζητοῦσα ἀθλῶ, καὶ συσταυροῦμαι καὶ συνθάπτομαι τῷ βαπτισμῷ σου, καὶ πάσχω διὰ σέ, ὡς βασιλεύσω σὺν σοι, καὶ θνῄσκω ὑπὲρ σοῦ, ἵνα καὶ ζήσω ἐν σοί· ἀλλ᾿ ὡς θυσίαν ἄμωμον, προσδέχου τὴν μετὰ πόθου τυθεῖσαν σοι· Αὐτῆς πρεσβείαις ὡς ἐλεήμων, σῶσον τὰς ψυχὰς ἡμῶν.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Οἱ Κανόνες ὡς σύνηθες.

Ὁ Κανὼν τῆς Ἁγίας, οὗ ἡ Ἀκροστιχίς·

Τὸ τῆς Ματρώνης ἔνθεον μέλπω κλέος. Θεοφάνους.

ᾨδὴ α´. Ἦχος δ´.

Ὁ Εἱρμός.

«Θαλάσσης, τὸ ἐρυθραῖον πέλαγος, ἀβρόχοις ἴχνεσιν, ὁ παλαιὸς πεζεύσας Ἰσραήλ, σταυροτύποις Μωσέως χερσί, τοῦ Ἀμαλὴκ τὴν δύναμιν, ἐν τῇ ἐρήμῳ ἐτροπώσατο».

Ταῖς θείαις, τῶν Ἀσωμάτων τάξεσι, περιχορεύουσα, περὶ τῶν πάντων αἴτιον Θεόν, καὶ τρανῶς ἁπαλαύουσα, θεαρχικὴς ἐλλάμψεως, τοὺς σὲ ὑμνοῦντας καταφαίδρυνον.

Ὁ δούλου, καταξιώσας δέξασθαι, μορφὴν Χριστὸς ὁ Θεός, ἐλευθερῶσαι ταύτην βουληθείς, ἐκ φθορᾶς καὶ θανάτου δεσμῶν, ἀπὸ ζυγοῦ δουλείας σε, Μάρτυρα Νύμφην ἐμνηστεύσατο.

Τὸ θῆλυ, ἀῤῥενωθὲν τῇ χάριτι, τὴν ἐπηρμένην ὀφρύν, καὶ καυχωμένην ἄμετρα τὸ πρίν, ἐξαλείφειν τὴν θάλασσαν, δι᾿ ἀσθενείας σώματος, θείᾳ, δυνάμει καταβέβληκε.

Θεοτοκίον.

Ἡ πύλη, τῆς πρὸς ἡμᾶς σου Κύριε, συγκαταβάσεως, Ἀνατολὴν καὶ Ἥλιον καὶ φῶς, μυστικῶς σε καλούμενον, ὑπερφυῶς ἐξήστραψε, διπλοῦν τὴν φύσιν τὸν φιλάνθρωπον.

ᾨδὴ γ´. Ὁ Εἱρμός.

«Εὐφραίνεται ἐπὶ σοί, ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα, σὺ μου ἰσχὺς Κύριε, καὶ καταφυγὴ καὶ στερέωμα».

Στεῤῥότητι λογισμοῦ, τῆς παρανόμου καὶ δεινῆς ἤνεγκας, τὴν χαλεπὴν βάσανον, φρουρὰς ὦ Ματρώνα πανόλβιε.

Μαστίγων ὀδυνηρῶν, αἰσθανομένη καρτερῶς ἔφερες· ψηλαφητοῦ σκότους δέ, θείαν λαμπηδόνα ἀντείληφας.

Αἱμάτων σου οἱ κρουνοί, τῆς ἀσεβείας τὴν πυρὰν ἔσβεσαν, τοὺς δὲ πιστοὺς ἤρδευσαν, τῆς θεοσεβείας τοῖς νάμασι.

Θεοτοκίον.

Τὴν Πλάκα, τὴν Κιβωτόν, τὴν δεξαμενὴν ἐν γαστρὶ Πάναγνε, Λόγον Θεοῦ τὸν ἄναρχον, θεηγορικῶς εὐφημοῦμεν σε.

Κάθισμα. Ἦχος δ´.

Ταχὺ προκατάλαβε.

Ἐπέστη φιλέορτοι, λαμπρὰ πανήγυρις, ἡ μνήμη ἡ ἔνδοξος, τῆς Ἀθληφόρου Χριστοῦ, εὐφραίνουσα τὰ σύμπαντα, λάμπουσα ταῖς ἀκτῖσι, τῶν θαυμάτων ἐν κόσμῳ, φέρουσα τοῖς ἀνθρώποις, τὴν ἀέναον χάριν. Αὐτῆς ταῖς ἱκεσίαις Σωτήρ, σῶσον τὸν κόσμον σου.

Θεοτοκίον.

Ἐκαίνισας Ἄχραντε, τῷ θείῳ τόκῳ σου, φθαρεῖσαν τοῖς πάθεσι, τῶν γηγενῶν τὴν θνητήν, οὐσίαν καὶ ἤγειρας, πάντας ἐκ τοῦ θανάτου, πρὸς ζωὴν ἀφθαρσίας· ὅθεν σε κατὰ χρέος, μακαρίζομεν πάντες, Παρθένε δεδοξασμένη, ὡς προεφήτευσας.

Ἢ Σταυροθεοτοκίον.

Παρθένε Πανάμωμε, Μῆτερ Χριστοῦ τοῦ Θεοῦ, ῥομφαία δίηλθε σου, τὴν Παναγίαν ψυχήν, ἡνίκα σταυρούμενον, ἔβλεψας ἑκουσίως, τὸν Υἱὸν καὶ Θεόν σου· ὅν περ εὐλογημένη, δυσωποῦσα μὴ παύσῃ, συγχώρησιν πταισμάτων ἡμῖν δωρήσασθαι.

ᾨδὴ δ´. Ὁ Εἱρμός.

«Ἐπαρθέντα σε ἰδοῦσα ἡ Ἐκκλησία, ἐπὶ Σταυροῦ τὸν Ἥλιον τῆς δικαιοσύνης, ἔστη ἐν τῇ τάξει αὐτῆς, εἰκότως κραυγάζουσα· Δόξα τῇ δυνάμει σου Κύριε».

Ῥώμη τῇ θείᾳ Ματρώνα δυναμουμένη, νῦν τῆς πικρᾶς Δεσποίνης ἐξέφυγες δουλείαν· γνώμην ἀταπείνωτον, ψυχῆς γὰρ ἐκέκτησο, μόνῳ τῷ Δεσπότῃ δουλεύουσα.

Ὠρυομένη καὶ μέθῃ βεβακχευμένη, καὶ τῷ θυμῷ, σφαδάζουσα ἡ δυσσεβεστάτη, μάστιξι κατέτεμνεν, Ἑβραίων ὠμότητι, Μάρτυς Ἀθληφόρε τὸ σῶμά σου.

Νεανικὴν ἐπεδείξω τὴν καρτερίαν, ἐν ἀφεγγέσι τόποις ἐγκατακλειομένη, Μάρτυς καὶ λιμώττουσα· ἀλλ᾿ εὗρες ἀντίδοσιν, τῆς ἀθανασίας τὴν τράπεζαν.

Θεοτοκίον.

Ἡ χρυσήλατος λυχνία προδιετύπου, τὴν τὸν Θεὸν βαστάσασαν σεσωματωμένον, αἴγλῃ τῆς θεότητος, τὰ πάντα φωτίζοντα, σὲ τὴν ἀληθῆ Θεομήτορα.

ᾨδὴ ε´. Ὁ Εἱρμός.

«Σὺ Κύριέ μου φῶς, εἰς τὸν κόσμον ἐλήλυθας· φῶς ἅγιον ἐπιστρέφον, ἐκ ζοφώδους ἀγνοίας, τοὺς πίστει ἀνυμνοῦντάς σε».

Σὲ στέφανον λαμπρόν, ἡ θεόφρων καυχήσεως, ἐκτήσατο Ζωοδότα, καὶ ἐκ σκότους πρὸς φέγγος, τὸ θεῖον ἐξεδήμησεν.

Ἐστήριξε Χριστός, ἐπὶ πέτραν τῆς πίστεως, τοὺς πόδας σου Μακαρία, πρὸς αὐτὸν κατευθύνων, σοφὼς τὰ διαβήματα.

Νοῦν θεῖον ἀληθῶς, καὶ σοφὸν καὶ θεόφρονα, σὺ ἔχουσα διαλάμπεις, ἐν χορείᾳ Μαρτύρων, Ματρώνα παμμακάριστε.

Θεοτοκίον.

Θεότητος μορφήν, καὶ μορφὴν ἀνθρωπότητος, ἐγέννησας Θεομῆτορ, ἡνωμένας ἀφύρτως, καθ᾿ ἕνωσιν ἀσύγχυτον.

ᾨδὴ Ϛ´. Ὁ Εἱρμός.

«Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι, ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι᾿ οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι».

Εὔας νῦν, Ἀθληφόρε τὸν πόθον ἐτρύγησας, ἐπιτηδείως Ματρώνα, θεουμένη νεύσει τῇ ἀνενδότῳ, καὶ δικαίως, τῆς ἀϊδίου δόξης ἠξίωσαι.

Οὐ δοῦλος, ἐν Χριστῷ οὐκ ἐλεύθερος κρίνεται, ἀλλ᾿ ἀρετῆς εὐμορφία, εὐσεβείας τρόποις κεκοσμημένη· ἧς ἐδείχθης, πλαστουργός, Ἀθληφόρε ἀήττητε.

Θεοτοκίον.

Ναὸν σε, τοῦ Θεοῦ καὶ Παστάδα γινώσκομεν, Στάμνον Λυχνίαν καὶ Πλάκα, κεκτημένην ἔνδον ἐγγεγραμμένον, τὸν δι᾿ οἶκτον, σωματωθέντα Λόγον πανάμωμε.

Τὸ Μαρτυρικὸν τοῦ Ἤχου.

Συναξάριον.

Τῇ ΚΖ´ τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Μάρτυρος Ματρώνης, τῆς ἐν Θεσσαλονίκῃ.

Στίχοι.

Οὐκ ἄξιον λαθεῖν σε, Μάρτυς Ματρώνα,

Κὰν ἔνδον εἱρκτῆς ἐκπνέῃς κεκρυμμένη.

Εἰκάδι ἑβδομάτῃ θάνε Ματρώνα ἑνὶ εἱρκτῇ.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Κήρικος, ὁ ἐν τῷ Ἄπρῳ, ἐν εἰρήνῃ τελειοῦται.

Στίχοι.

Ἐγώ, Πάτερ Κήρικε, καὶ τεθνηκότα,

Κἂν καρδία φέρειν σε, κἂν γλώττῃ θέλω.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Φιλητοῦ τοῦ Συγκλητικοῦ, καὶ Λυδίας τῆς αὐτοῦ γυναικός, καὶ τῶν τέκνων αὐτῶν, Μακεδόνος, Θεοπρεπίου, Κρονίδου, Κομενταρησίου, καὶ Ἀμφιλοχίου Δουκός.

Στίχοι.

Ὥσπερ Φιλητοῦ καὶ Λυδίας σὰρξ μία,

Οὕτως ἐν αὐτῶν καὶ μετ᾿ εἰρήνης τέλος.

Θνῄσκει Θεοπρέπιος σὺν Μακεδόνι,

Θεοπρεπῶς ἄδοντες ὕμνους Κυρίῳ.

Δοὺξ συντελευτᾷ τῷ Κομενταρησίῳ,

Ἐξουσιάζων ἐξυπηρετουμένῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες, Ἰωάννης καὶ Βαρούχιος ξίφει τελειοῦνται.

Στίχοι.

Οὐ θάρσος ἧττον Ἰωάννου πρὸς ξίφος,

Βαρουχίω ὑπῆρχεν, ἀλλὰ καὶ πλέον.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Προφήτης Ἀνανὶ ἐν εἰρήνῃ τελειοῦται.

Στίχοι.

Τριὰς τρίπους σός, Ἀνανὶ θεοπρόπε,

Δι᾿ ἧς τὸ μέλλον προὔλεγες πρὸ τοῦ τέλους.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Παύλου, Ἐπισκόπου Κορίνθου, ἀδελφοῦ Πέτρου τοῦ Ἁγιωτάτου Ἐπισκόπου Ἄργους τοῦ σημειοφόρου· καὶ τοῦ Ὁσίου Πατρὸς ἡμῶν Εὐτυχίου.

Στίχοι.

Φύσει ἀδελφὸς ὢν ὁ Παῦλος τοῦ Πέτρου,

Πόλει σὺν αὐτῷ ἐγκατοικεῖ τῇ ἄνω.

Εὐτυχὲς Εὐτύχιος ἦλθεν εἰς πέρας,

Γῆθεν μεταστὰς καὶ κατοικήσας πόλον.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ´. Ὁ Εἱρμός.

«Ἐν τῇ καμίνῳ, Ἀβραμιαῖοι Παῖδες τῇ Περσικῇ, πόθῳ εὐσεβείας μᾶλλον ἢ τῇ φλογί, πυρπολούμενοι ἐκραύγαζον· Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε».

Μετ᾿ εὐμενείας, καὶ παῤῥησίας προσεχώρησας, ὄντως πρὸς τὸν σὸν Πανεύφημε ἐραστήν, εὐχαρίστως ἀνακράζουσα· Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε.

Ἐν εὐφροσύνῃ, καὶ χαρμοσύνῃ μεταβέβηκας, πλήρης ἀρετῶν Ματρώνα παντοδαπῶν, ἀπὸ γῆς πρὸς ἐπουράνιον, χορείαν ἔνδοξε, κληρουχίαν λαχοῦσα ἀθάνατον.

Θεοτοκίον.

Λελαμπρυσμένη, πεποικιλμένη πάσαις ταῖς ἀρεταῖς, Λόγον ὑπὲρ λόγον τέτοκας τοῦ Πατρός, σαρκωθέντα Μητροπάρθενε· Εὐλογημένη σύ, ἐν γυναιξὶ πανάμωμε Δέσποινα.

ᾨδὴ η´. Ὁ Εἱρμός.

«Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκῳ ἔφραξε· πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί, Παῖδες κραυγάζοντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον».

Πλουσίου φωτὸς μαρμαρυγάς, κατηξιώθης ἰδεῖν, ἀπαλλαγεῖσα σαρκός· καὶ ἐπουράνιον σκήνωμα, κατοικεῖν ἀντὶ σκηνώματος, τοῦ σκοτεινοῦ καὶ ζοφεροῦ, οὗ Κατεκλείσθης Σεμνή, Εὐλογεῖτε, πάντα τὰ ἔργα βοῶσα τὸν Κύριον.

Ὡραῖος ὁ στέφανος, ὃν νῦν ἐστέφθης Ἔνδοξε, ζωαρχικῇ δεξιᾷ, τοῦ Παντοκράτορος· Νύμφην γάρ, καθορῶν πεφοινιγμένην σε, ταῖς τῶν αἱμάτων σου ῥοαῖς, χαίρων ἐλάμπρυνεν· Ὧ βοῶμεν· Πάντα τὰ ἔργα ὑμνοῦμεν σε Κύριε.

Θεοτοκίον.

Κυρίως γεννήσασα Θεόν, κυρίως πάναγνε, Μήτηρ ἐδείχθης Θεοῦ, ἐπαληθεύουσαν φέρουσα, καταλλήλως τῷ γεννήματι, θεωνυμίαν· οἱ πιστοί, ὅθεν δοξάζομεν, Θεοτόκον, σὲ θεοφρόνως πανάμωμε Δέσποινα.

ᾨδὴ θ´. Ὁ Εἱρμός.

«Λίθος ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συνάψας τὰς διεστώσας φύσεις· διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτόκε μεγαλύνομεν».

Λάμπει νοηταῖς φωταυγείαις, ἡ φωτοφόρος σου ἡμέρα, ταῖς φαεινοτάταις ἀστραπαῖς, τῆς τρισηλίου Μάρτυς ἐλλάμψεως· ἐν ᾗ νῦν ἐκδυσώπησον, καταυγασθῆναι τοὺς ὑμνοῦντάς σε.

Εὗρες ἀμοιβὰς Ἀθληφόρε, τῆς τῶν μαστίγων ἀλγηδόνος, τὴν τῶν οὐρανῶν κληρουχίαν, ἐν Ἐκκλησίᾳ τῶν πρωτοτόκων νῦν· ἐν ᾗ πανηγυρίζουσα, ταῖς σαῖς πρεσβείαις ἡμᾶς φρούρησον.

Ὄντως τῷ Χριστῷ νῦν συνήφθης, τῷ ἀθανάτῳ σοῦ Νυμφίῳ, περιηνθισμένη τηλαυγῶς, τοῖς θείοις τούτου Πάνσεμνε στίγμασι, καὶ τῷ τιμίῳ αἵματι, τοῦ Μαρτυρίου περιλάμπουσα.

Θεοτοκίον.

Σειρὰς τῶν ἐμῶν νῦν πταισμάτων, λῦσον Παρθένε Θεοτόκε, ἡ τῆς εὐσπλαγχνίας τὴν πηγήν, τεκοῦσα μόνη Θεομακάριστε· καὶ θυμηδίας ἔμπλησον, ὅπως ἀξίως μεγαλύνω σε.

Τὸ Φωταγωγικόν.

Καὶ τὰ λοιπά, ὡς σύνηθες, ἡ Α´ Ὥρα, καὶ Ἀπόλυσις.

Комментарии для сайта Cackle