Τῌ ΚΕ´ ΤΟΥ ΜΗΝΟΣ ΜΑΡΤΙΟΥ

Ὁ Εὐαγγελισμὸς τῆς Ὑπεραγίας Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας.

Εἰ τύχοι ὁ Εὐαγγελισμὸς ἐν Κυριακῇ.

ΕΝ ΤΩ ΜΙΚΡΩ ΕΣΠΕΡΙΝΩ

Στιχηρὰ Προσόμοια.

Ἦχος δ´. Ὁ ἐξ ὑψίστου κληθείς.

Κατοικτειρήσας τὸ ποίημα ὁ Πλάστης, σπλάγχνοις τοῖς οἰκείοις τε κατακαμπτόμενος, Κόρης ἐν μήτρᾳ θεόπαιδος, οἰκῆσαι σπεύδει, πρὸς ἣν ὁ μέγας ἦλθεν Ἀρχάγγελος, Χαῖρε προσφθεγγόμενος, Θεοχαρίτωτε· νῦν μετὰ σοῦ ὁ Θεὸς ἡμῶν· μὴ πτοηθῇς με, τοῦ Βασιλέως τὸν Ἀρχιστράτηγον· εὗρες γὰρ χάριν, ἣν ἀπώλεσεν, Εὔα τὸ πρὶν ἡ Προμήτωρ σου, καὶ συλλήψῃ καὶ τέξῃ, τοῦ Πατρὸς τὸν ὁμοοῦσιον.

Ξένος ἔστι σου ὁ λόγος καὶ ἡ θέα, ξένα σου τὰ ῥήματα καὶ τὰ μηνύματα, ἡ Μαριὰμ πρὸς τὸν Ἄγγελον· μὴ μὲ πλανήσῃς, Κόρη ὑπάρχω γάμου ἀμύητος· λέγεις ὡς συλλήψομαι τὸν ἀπερίληπτον· καὶ πῶς χωρήσει ἡ μήτρα μου, ὃν τὰ μεγέθη, τῶν οὐρανῶν χωρῆσαι οὐ δύνανται; Τοῦ Ἀβραὰμ σὲ διδαξάτω πρίν, ἡ καλύβη, Θεὸν ἡ χωρήσασα, Προτυποῦσα Παρθένε, τὴν Θεόδεκτον γαστέρα σου.

Εἰς Ναζαρὲτ νῦν τὴν Πόλιν ἐπιφθάσας, Πόλιν σε τὴν ἔμψυχον τοῦ Βασιλέως Χριστοῦ, ὁ Γαβριὴλ κατασπάζεται, βοῶν σοι· Χαῖρε, εὐλογημένη Θεοχαρίτωτε· ἕξεις ἐν νηδύϊ σου Θεὸν σαρκούμενον, καὶ διὰ σοῦ τὸ ἀνθρώπινον, πρὸς τὸ ἀρχαῖον, δι᾿ εὐσπλαγχνίαν ἀνακαλούμενον, Εὐλογημένος τῆς κοιλίας σου, θεῖος καρπὸς ὁ ἀθάνατος, ὁ παρέχων τῷ κόσμῳ, διὰ σοῦ τὸ μέγα ἔλεος.

Δόξα... Καὶ νῦν... Ἦχος α´.

Τῷ ἕκτῳ μηνί, ὁ Ἀρχιστράτηγος ἀπεστάλη πρὸς σὲ τὴν Παρθένον Ἁγνήν, μηνύσαι σοὶ τὸν λόγον τῆς σωτηρίας, ἅμα δὲ καὶ καλέσαι σε· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ· τέξῃ Υἱόν, τὸν πρὸ αἰώνων ἐκ Πατρός, ὃς σώσει τὸν λαὸν αὑτοῦ, ἐκ τῶν πταισμάτων αὐτῶν.

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια.

Ἦχος πλ. δ´. Ὢ τοῦ παραδόξου θαύματος.

Ἄρχων τῶν ἄνω Δυνάμεων, ὁ Γαβριὴλ καταπτάς, τὴν Παρθένον ἀσπάζεται, Χαῖρε λέγων ὄχημα, καθαρὸν τῆς Θεότητος· σὲ ἐξ αἰῶνος Θεὸς ἠγάπησεν, εἰς κατοικίαν τε ᾑρετίσατο· δοῦλος Δεσπότου σου, παρουσίαν πάρειμι, ἀναβοῶν· τέξῃ οὖν τὸν Κύριον, ἄφθορος μένουσα.

ΕΣτίχ. Εὐαγγελίζεσθε ἡμέραν ἐξ ἡμέρας τὸ σωτήριον τοῦ Θεοῦ ἡμῶν.

Τί σου τὸ εἶδος τὸ πύρινον; τῷ Γαβριὴλ ἡ Σεμνή, μετ᾿ ἐκπλήξεως ἔφησε· τί σου τὸ ἀξίωμα, καὶ τῶν λόγων ἡ δύναμις; παιδοποιΐαν προσεπαγγέλλῃ μοι, ἐγὼ δὲ πεῖραν ἀνδρὸς οὐ κέκτημαι· ἄπιθι πόῤῥωθεν, μὴ πλανήσῃς ἄνθρωπε, ὥς περ τὸ πρίν, Εὔαν τὴν Προμήτορα, ὄφις ὁ δόλιος.

ΕΣτίχ. Ἄσατε τῷ Κυρίῳ ᾆσμα καινόν.

Πνεῦμα Θεοῦ τὸ πανάγιον, ἥξει ἁγνὴ ἐπὶ σέ, Θεοχώρητε Δέσποινα, καὶ ἐπισκιάσει σοι, τοῦ Ὑψίστου ἡ δύναμις, καὶ τέξῃ παῖδα διατηρούντά σου, τὴν παρθενίαν ἀπαρασάλευτον· οὗτος Υἱός ἐστιν, ἀγενεαλόγητος· οὗτος ὀφθείς, σώσει τὸν λαὸν αὑτοῦ, καθὼς ηὐδόκησε.

Δόξα... Καὶ νῦν... Ἦχος δ´.

Τῷ ἕκτῳ μηνί, ἀπεστάλη ὁ Ἀρχάγγελος πρὸς Παρθένον ἁγνήν· καὶ χαίρειν αὐτὴ προσειπών, εὐηγγελίσατο ἐξ αὐτῆς τὸν Λυτρωτὴν προελθεῖν. Ὅθεν δεξαμένη τὸν ἀσπασμόν, συνέλαβέ σε τὸν προαιώνιον Θεόν, τὸν ἀφράστως εὐδοκήσαντα ἐνανθρωπῆσαι, εἰς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

ΕἈρχόμεθα τοῦ Μεγάλου Ἑσπερινοῦ, ἄνευ μετανοιῶν καὶ Στιχολογίας.

ΕΕἰς δὲ τό, Κύριε ἐκέκραξαΕ, ἱστῶμεν στίχους Ϛ´ καὶ ψάλλομεν Στιχηρὰ προσόμοια γ´ δευτεροῦντες αὐτά.

Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι.

Βουλὴν προαιώνιον, ἀποκαλύπτων σοι Κόρη, Γαβριὴλ ἐφέστηκε, σὲ κατασπαζόμενος, καὶ φθεγγόμενος· Χαῖρε γῆ ἄσπορε· χαῖρε βάτε ἄφλεκτε· χαῖρε βάθος δυσθεώρητον· χαῖρε ἡ γέφυρα, πρὸς τοὺς οὐρανοὺς ἡ μετάγουσα· καὶ κλίμαξ ἡ μετάρσιος, ἣν ὁ lακωβ ἐθεάσατο· χαῖρε θεία στάμνε τοῦ Μάννα· χαῖρε λύσις τῆς ἀρᾶς· χαῖρε Ἀδὰμ ἡ ἀνάκλησις, μετὰ σοῦ ὁ Κύριος.

Φαίνῃ μοι ὡς ἄνθρωπος, φησὶν ἡ ἄφθορος Κόρη, πρὸς τὸν Ἀρχιστράτηγον, καὶ πῶς φθέγγῃ ῥήματα ὑπὲρ ἄνθρωπον; μετ᾿ ἐμοῦ ἔφης γάρ, τὸν Θεὸν ἔσεσθαι, καὶ σκηνώσειν ἐν τῇ μήτρᾳ μου· καὶ πῶς γενήσομαι, λέγε μοι χωρίον εὐρύχωρον, καὶ τόπος ἁγιάσματος, τοῦ τοῖς Χερουβὶμ ἐπιβαίνοντος; Μὴ μὲ δελεάσης ἀπάτῃ· οὐ γὰρ ἔγνων ἡδονήν· γάμου ὑπάρχω ἀμύητος, πῶς οὖν παῖδα τέξομαι;

Θεὸς ὅπου βούλεται, νικᾶται φύσεως τάξις, φησὶν ὁ Ἀσώματος, καὶ τὰ ὑπὲρ ἄνθρωπον διαπράττεται. Τοῖς ἐμοῖς πίστευε, ἀληθέσι ῥήμασι, Παναγία ὑπεράμωμε. Ἡ δὲ ἐβόησε· Γένοιτό μοι νῦν ὡς τὸ ῥῆμά σου, καὶ τέξομαι τὸν ἄσαρκον, σάρκα ἐξ ἐμοῦ δανεισάμενον, ὅπως ἀναγάγῃ τὸν ἄνθρωπον, ὡς μόνος δυνατός, εἰς τὸ ἀρχαῖον ἀξίωμα, διὰ τῆς συγκράσεως.

Δόξα... Καὶ νῦν...

Ἦχος πλ. β´. Ἰωάννου Μοναχοῦ.

Ἀπεστάλη ἐξ οὐρανοῦ, Γαβριὴλ ὁ Ἀρχάγγελος, εὐαγγελίσασθαι τῇ Παρθένῳ τὴν σύλληψιν· καὶ ἐλθὼν εἰς Ναζαρέτ, ἐλογίζετο ἐν ἑαυτῷ, τῷ θαῦμα ἐκπληττόμενος· ὅτι, Πῶς ὁ ἐν ὑψίστοις ἀκατάληπτος ὤν, ἐκ παρθένου τίκτεται! ὁ ἔχων θρόνον οὐρανόν, καὶ ὑποπόδιον τὴν γῆν, ἐν μήτρᾳ χωρεῖται γυναικός! ᾧ τὰ Ἐξαπτέρυγα καὶ Πολυόμματα ἀτενίσαι οὐ δύνανται, λόγῳ μόνῳ ἐκ ταύτης σαρκωθῆναι ηὐδόκησε. Θεοῦ ἐστι Λόγος ὁ παρών. Τὶ οὖν ἵσταμαι, καὶ οὐ λέγω τῇ Κόρῃ; Χαῖρε Κεχαριτωμένη ὁ Κύριος μετὰ σοῦ· χαῖρε ἁγνὴ Παρθένε· χαῖρε Νύμφη ἀνύμφευτε· χαῖρε Μήτηρ τῆς ζωῆς· εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου.

Εἴσοδος τὸ Φῶς ἱλαρόν, τὸ Προκείμενον, καὶ τὰ Ἀναγνώσματα.

Γενέσεως τὸ Ἀνάγνωσμα. (Κεφ. 28, 10–17).

Ἐξῆλθεν Ἰακὼβ ἀπὸ τοῦ φρέατος τοῦ ὅρκου καὶ ἐπορεύθη εἰς Χαῤῥάν. Καὶ ἀπήντησε τόπῳ, καὶ ἐκοιμήθη ἐκεῖ· ἔδυ γὰρ ὁ ἥλιος· καὶ ἔλαβεν ἀπὸ τῶν λίθων τοῦ τόπου, καὶ ἔθηκε πρὸς κεφαλῆς αὑτοῦ, καὶ ἐκοιμήθη ἐν τῷ τόπῳ ἐκείνῳ, καὶ ἐνυπνιάσθη. Καὶ ἰδοὺ κλίμαξ ἐστηριγμένη ἐν τῇ γῇ, ἧς ἡ κεφαλὴ ἀφικνεῖτο εἰς τὸν Οὐρανόν· καὶ οἱ Ἄγγελοι τοῦ Θεοῦ ἀνέβαινον καὶ κατέβαινον ἐπ᾿ αὐτήν. Ὁ δὲ Κύριος ἐπεστήρικτο ἐπ᾿ αὐτῆς, καὶ εἶπεν· Ἐγώ εἰμι ὁ Θεὸς Ἀβραὰμ τοῦ Πατρός σου, καὶ ὁ Θεὸς Ἰσαάκ, μὴ φοβοῦ· ἡ γῆ, ἐφ᾿ ἧς σὺ καθεύδεις ἐπ᾿ αὐτῆς, σοὶ δώσω αὐτήν, καὶ τῷ σπέρματί σου. Καὶ ἔσται τὸ σπέρμα σου ὡσεὶ ἄμμος τῆς γῆς καὶ πλατυνθήσεται ἐπὶ θάλασσαν, καὶ λίβα, καὶ βοῤῥᾶν, καὶ ἐπὶ ἀνατολάς· καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς, καὶ ἐν τῷ σπέρματί σου. Καὶ ἰδοὺ ἐγώ εἰμι μετὰ σοῦ, διαφυλάσσων σε ἐν τῇ ὁδῷ πάσῃ, οὗ ἐὰν πορευθῇς· καὶ ἐπιστρέψω σε εἰς τὴν γῆν ταύτην· ὅτι οὐ μὴ σε ἐγκαταλείπω, ἕως τοῦ ποιῆσαί με πάντα ὅσα ἐλάλησά σοι. Καὶ ἐξηγέρθη Ἰακὼβ ἐκ τοῦ ὕπνου αὐτοῦ καὶ εἶπεν· Ὅτι ἐστὶ Κύριος ἐν τῷ τόπῳ τούτῳ, ἐγὼ δὲ οὐκ ᾔδειν. Καὶ ἐφοβήθη, καὶ εἶπεν· Ὡς φοβερὸς ὁ τόπος οὗτος! Οὐκ ἔστι τοῦτο, ἀλλ᾿ ἢ οἶκος Θεοῦ, καὶ αὕτη ἡ πύλη τοῦ οὐρανοῦ.

Προφητείας, Ἰεζεκιὴλ τὸ Ἀνάγνωσμα. (Κεφ. 43, 27 & 44, 1–4).

Ἔσται ἀπὸ τῆς ἡμέρας τῆς ὀγδόης καὶ ἐπέκεινα, ποιήσουσιν οἱ Ἱερεῖς ἐπὶ τὸ Θυσιαστήριον τὰ ὁλοκαυτώματα ὑμῶν, καὶ τὰ τοῦ σωτηρίου ὑμῶν· καὶ προσδέξομαι ὑμᾶς, λέγει Κύριος (μδ´ 1). Καὶ ἐπέστρεψέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῶν Ἁγίων τῆς ἐξωτέρας, τῆς βλεπούσης κατὰ ἀνατολάς, καὶ αὕτη ἦν κεκλεισμένη. Καὶ εἶπε Κύριος πρὸς με· Ἡ πύλη αὕτη κεκλεισμένη ἔσται, οὐκ ἀνοιχθήσεται, καὶ οὐδεὶς οὐ μὴ διέλθῃ δι᾿ αὐτῆς· ὅτι Κύριος ὁ Θεός, Ἰσραὴλ εἰσελεύσεται δι᾿ αὐτῆς, καὶ ἔσται κεκλεισμένη. Διότι ὁ Ἡγούμενος οὗτος κάθηται ἐπ᾿ αὐτὴν τοῦ φαγεῖν ἄρτον ἐνώπιον Κυρίου· κατὰ τὴν ὁδὸν τοῦ Αἰλὰμ τῆς πύλης εἰσελεύσεται, καὶ κατὰ τὴν ὁδὸν αὐτοῦ ἐξελεύσεται. Καὶ εἰσήγαγέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῶν Ἁγίων τῆς πρὸς βοῤῥᾶν, κατέναντι τοῦ οἴκου· καὶ εἶδον καὶ ἰδοὺ πλήρης δόξης ὁ οἶκος Κυρίου.

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. 9, 1–11).

Ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον καὶ ὑπήρεισε στύλους ἑπτά. Ἔσφαξε τὰ ἑαυτῆς θύματα, καὶ ἐκέρασεν εἰς κρατῆρα τὸν ἑαυτῆς οἶνον, καὶ ἡτοιμάσατο τὴν ἑαυτῆς τράπεζαν. Ἀπέστειλε τοὺς ἑαυτῆς δούλους, συγκαλοῦσα μετὰ ὑψηλοῦ κηρύγματος, ὡς ἐπὶ κρατῆρα, λέγουσα· Ὅς ἐστιν ἄφρων, ἐκκλινάτω πρός με· καὶ τοῖς ἐνδεέσι φρενῶν εἶπεν· Ἔλθετε φάγετε τὸν ἐμὸν ἄρτον, καὶ πίετε οἶνον, ὃν κεκέρακα ὑμῖν· ἀπολίπετε ἀφροσύνην, καὶ ζήσεσθε· καὶ ζητήσατε φρόνησιν, ἵνα βιώσητε, καὶ κατορθώσητε σύνεσιν ἐν γνώσει. Ὁ παιδεύων κακούς, λήψεται ἑαυτῷ ἀτιμίαν· ἐλέγχων δὲ τὸν ἀσεβῆ, μωμήσεται ἑαυτόν· (οἱ γὰρ ἔλεγχοι τῷ ἀσεβεῖ, μώλωπες αὐτῷ). Μὴ ἔλεγχε κακούς, ἵνα μὴ μισήσωσί σε· ἔλεγχε σοφὸν καὶ ἀγαπήσει σε. Δίδου σοφῷ ἀφορμήν, καὶ σοφώτερος ἔσται· γνωρίζε δικαίῳ, καὶ προσθήσει τοῦ δέχεσθαι. Ἀρχὴ σοφίας, φόβος Κυρίου, καὶ βουλὴ Ἁγίων, σύνεσις· (τὸ γὰρ γνῶναι Νόμον, διανοίας ἐστὶν ἀγαθῆς). Τούτῳ γὰρ τῷ τρόπῳ πολὺν ζήσεις χρόνον, καὶ προστεθήσεταί σοι ἔτη ζωῆς.

Εἰς τὴν Λιτήν, ψάλλομεν τὰ παρόντα Ἰδιόμελα Στιχηρά.

Ἦχος α´. Βύζαντος.

Τῷ ἕκτῳ μηνί, ὁ Ἀρχιστράτηγος ἀπεστάλη πρὸς σὲ τὴν Παρθένον καὶ Ἁγνήν, μηνῦσαί σοι τὸν λόγον τῆς σωτηρίας, ἅμα δὲ καὶ καλέσαι σε· Χαῖρε Κεχαριτωμένη ὁ Κύριος μετὰ σοῦ· τέξῃ Υἱόν, τὸν πρὸ αἰώνων ἐκ Πατρός, ὃς σώσει τὸν λαὸν αὐτοῦ, ἐκ τῶν πταισμάτων αὐτῶν.

Ὁ αὐτός. Ἀνατολίου.

Ἐν τῷ μηνὶ τῷ ἕκτῳ, ἀπεστάλη οὐρανόθεν Γαβριὴλ ὁ Ἀρχάγγελος, ἐν πόλει τῆς Γαλιλαίας Ναζαρέτ, κομίσαι τῇ Κόρῃ χαρᾶς εὐαγγέλια· καὶ προσελθὼν πρὸς αὐτὴν ἐβόησε λέγων· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ· χαῖρε δοχεῖον τῆς ἀχωρήτου φύσεως· ὃν γὰρ οὐρανοὶ οὐκ ἐχώρησαν, ἡ νηδύς σου κεχώρηκεν εὐλογημένη. Χαῖρε σεμνή, τοῦ Ἀδὰμ ἡ ἀνάκλησις, καὶ τῆς Εὔας ἡ λύτρωσις, καὶ χαρὰ τοῦ κόσμου, καὶ ἀγαλλίασις τοῦ γένους ἡμῶν.

Ὁ αὐτός.

Ἀπεστάλη Ἄγγελος Γαβριήλ, οὐρανόθεν ἐκ Θεοῦ, πρὸς Παρθένον ἀμόλυντον, εἰς πόλιν τῆς Γαλιλαίας Ναζαρέτ, εὐαγγελίσασθαι αὐτῇ τοῦ ξένου τρόπου τὴν σύλληψιν. Ἀπεστάλη δοῦλος ἀσώματος, πρὸς ἔμψυχον πόλιν καὶ πύλην νοεράν, μηνύσαι Δεσποτικῆς παρουσίας τὴν συγκατάβασιν. Ἀπεστάλη στρατιώτης οὐράνιος, πρὸς τὸ ἔμψυχον τῆς δόξης Παλάτιον, προετοιμάσαι τῷ Κτίστῃ κατοικίαν ἄληκτον· καὶ προσελθὼν πρὸς αὐτὴν ἐκραύγαζε· Χαῖρε θρόνε πυρίμορφε, τῶν τετραμόρφων ὑπερενδοξοτέρα· Χαῖρε καθέδρα, Βασιλικὴ οὐράνιε· χαῖρε Ὄρος ἀλατόμητον, δοχεῖον πανέντιμον· ἐν σοὶ γὰρ πᾶν τὸ πλήρωμα κατῴκησε, τῆς Θεότητος σωματικῶς, εὐδοκίᾳ Πατρὸς ἀϊδίου, καὶ συνεργείᾳ τοῦ Ἁγίου Πνεύματος. Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.

Δόξα... Καὶ νῦν...

Ἦχος β´. Κοσμᾶ Μοναχοῦ.

Εὐαγγελίζεται ὁ Γαβριὴλ τῇ Κεχαριτωμένῃ σήμερον· Χαῖρε ἀνύμφευτε Κόρη καὶ ἀπειρόγαμε· μὴ καταπλαγῇς τῇ ξένῃ μου μορφῇ, μηδὲ δειλιάσῃς· Ἀρχάγγελος εἰμί· ὄφις ἐξηπάτησεν Εὔαν ποτέ· νῦν εὐαγγελίζομαί σοι τὴν χαράν, καὶ μένεις ἄφθορος, καὶ τέξῃ τὸν Κύριον Ἄχραντε.

Εἰς τὸν Στίχον Στιχηρὰ Ἰδιόμελα.

Ἦχος δ´.

Τῷ ἕκτῳ μηνί, ἀπεστάλη ὁ Ἀρχάγγελος πρὸς Παρθένον ἁγνήν· καὶ χαίρειν αὐτῇ προσειπών, εὐηγγελίσατο ἐξ αὐτῆς τὸν Λυτρωτὴν προελθεῖν. Ὅθεν πιστῶς δεξαμένη τὸν ἀσπασμόν, συνέλαβέ σε τὸν προαιώνιον Θεόν, τὸν ἀφράστως εὐδοκήσαντα ἐνανθρωπῆσαι, εἰς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

ΕΣτίχ. Εὐαγγελίζεσθε ἡμέραν ἐξ ἡμέρας τὸ σωτήριον τοῦ Θεοῦ ἡμῶν.

Γλῶσσαν ἣν οὐκ ἔγνω, ἤκουσεν ἡ Θεοτόκος· ἐλάλει γὰρ πρὸς αὐτὴν ὁ Ἀρχάγγελος, τοῦ Εὐαγγελισμοῦ τὰ ῥήματα· ὅθεν πιστῶς δεξαμένη τὸν ἀσπασμόν, συνέλαβέ σε τὸν προαιώνιον Θεόν. Διὸ καὶ ἡμεῖς ἀγαλλόμενοι βοῶμέν σοι· Ὁ ἐξ αὐτῆς σαρκωθεὶς ἀτρέπτως Θεός, εἰρήνην τῷ κόσμῳ δώρησαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

ΕΣτίχ. Ἄσατε τῷ Κυρίῳ ᾆσμα καινόν.

Ἰδοὺ ἡ ἀνάκλησις νῦν ἐπέφανεν ἡμῖν· ὑπὲρ λόγον ὁ Θεὸς τοῖς ἀνθρώποις ἑνοῦται· Ἀρχαγγέλου τῇ φωνῇ ἡ πλάνη ἐκμειοῦται· ἡ Παρθένος γὰρ δέχεται τὴν χαράν· τὰ ἐπίγεια γέγονεν οὐρανός· ὁ κόσμος λέλυται τῆς ἀρχαίας ἀρᾶς., Ἀγαλλιάσθω ἡ κτίσις καὶ φωναῖς καὶ ἀνυμνείτω. Ὁ ποιητὴς καὶ λυτρωτὴς ἡμῶν, Κύριε δόξα σοι.

Δόξα... Καὶ νῦν... Ἦχος δ´.

Ἀνδρέου Ἱεροσολυμίτου.

Σήμερον χαρᾶς Εὐαγγέλια· παρθενικὴ πανήγυρις· τὰ κάτω τοῖς ἄνω συνάπτεται· ὁ Ἀδὰμ καινουργεῖται· ἡ Εὔα τῆς πρώτης λύπης ἐλευθεροῦται· καὶ ἡ σκηνὴ τῆς καθ᾿ ἡμᾶς οὐσίας τῇ θεώσει τοῦ προσληφθέντος φυράματος, ναὸς Θεοῦ κεχρημάτικεν. Ὢ Μυστήριον! ὁ τρόπος τῆς κενώσεως ἄγνωστος, ὁ τρόπος τῆς συλλήψεως ἄφραστος. Ἄγγελος λειτουργεῖ τῷ θαύματι· παρθενικὴ γαστὴρ τὸν Υἱὸν ὑποδέχεται· Πνεῦμα Ἅγιον καταπέμπεται· Πατὴρ ἄνωθεν εὐδοκεῖ, καὶ τὸ συνάλλαγμα, κατὰ κοινὴν πραγματεύεται βούλησιν· ἐν ᾧ, καὶ δι᾿ οὗ σωθέντες, συνῳδὰ τῷ Γαβριήλ, πρὸς τὴν Παρθένον βοήσωμεν· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σου, ἐξ ἧς ἡ σωτηρία, Χριστὸς ὁ Θεὸς ἡμῶν, τὴν καθ᾿ ἡμᾶς προσλαβόμενος φύσιν, πρὸς ἑαυτὸν ἐπανήγαγεν. Αὐτὸν ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος δ´. ἐκ τρίτου.

Σήμερον τῆς σωτηρίας ἡμῶν τὸ Κεφάλαιον, καὶ τοῦ ἀπ᾿ αἰῶνος Μυστηρίου ἡ φανέρωσις· ὁ Υἱὸς τοῦ Θεοῦ, Υἱὸς τῆς Παρθένου γίνεται, καὶ Γαβριὴλ τὴν χάριν εὐαγγελίζεται. Διὸ καὶ ἡμεῖς σὺν αὐτῷ τῇ Θεοτόκῳ βοήσωμεν· Χαῖρε Κεχαριτωμένῃ, ὁ Κύριος μετὰ σοῦ.

Ἀπόλυσις.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α´ Στιχολογίαν.

Κάθισμα. Ἦχος α´.

Τὸν τάφον σου Σωτήρ.

Ὁ μέγας Στρατηγός, τῶν ἀΰλων ταγμάτων, εἰς πόλιν Ναζαρέτ, ἐπιστὰς Βασιλέα, μηνύει σοὶ Ἄχραντε, τῶν αἰώνων καὶ Κύριον, Χαῖρε, λέγων σοι, Εὐλογημένη Μαρία, ἀκατάληπτον, καὶ ἀνερμήνευτον θαῦμα, βροτῶν ἡ ἀνάκλησις.

Δόξα... Καὶ νῦν... πάλιν τὸ αὐτό.

Μετὰ τὴν β´ Στιχολογίαν.

Κάθισμα. Ἦχος γ´.

Τὴν ὡραιότητα.

Σήμερον ἅπασα κτίσις ἀγάλλεται, ὅτι τὸ χαῖρε σοὶ φωνεῖ Ἀρχάγγελος. Εὐλογημένη σὺ Σεμνή, καὶ Ἄχραντε πανάμωμε. Σήμερον τοῦ ὄφεως, ἀμαυροῦται τὸ φρύαγμα· ἀρᾶς γὰρ διαλέλυται, τοῦ Προπάτορος σύνδεσμος. Διὸ καὶ κατὰ πάντα βοῶμέν σοι· Χαῖρε ἡ Κεχαριτωμένη.

Μετὰ δὲ τὸν Πολυέλεον.

Κάθισμα. Ἦχος δ´.

Κατεπλάγη Ἰωσήφ.

Γαβριὴλ ἐξ οὐρανοῦ, τὸ Χαῖρε κράζει τῇ σεμνῇ, ὅτι συλλήψῃ ἐν γαστρί, τὸν προαιώνιον Θεόν, τὸν διὰ λόγου τὰ πέρατα συστησάμενον· ὅθεν Μαριὰμ ἀπεφθέγγετο· Ἄνανδρος εἰμί, καὶ πῶς τέξω Υἱόν; ἄσπορον γονὴν τίς ἑώρακε; καὶ ἑρμηνεύων ἔλεγεν ὁ Ἄγγελος, τῇ Θεοτόκω καὶ Παρθένῳ· Ἐλεύσεταί σοι, Ἅγιον Πνεῦμα, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι.

Δόξα... τὸ αὐτό.

Καὶ νῦν... ὅμοιον.

Ἀπεστάλη Γαβριήλ, πρὸς τὴν Παρθένον καὶ ἁγνήν, καὶ ἐμήνυσεν αὐτῇ, τὴν ἀνεκλάλητον χαράν, ὅτι ἀσπόρως συλλήψῃ καὶ οὐ φθαρήσῃ· τέξῃ γὰρ Υἱόν, τὸν πρὸ αἰώνων Θεόν, ὃς σώσει τὸν λαόν, ἐκ τῶν πταισμάτων αὐτῶν· καὶ μαρτυρεῖ ὁ πέμψας με εἰπεῖν σοι, Εὐλογημένη τὸ Χαῖρε. Παρθένος τίκτεις, καὶ μετὰ τόκον, πάλιν μένεις Παρθένος.

Οἱ Ἀναβαθμοί, τὸ α´ Ἀντίφωνον τοῦ δ´ Ἤχου.

Οἱ Ἀναβαθμοί. Ἀντίφωνον Α´.

Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ᾿ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.

Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.

Δόξα... Καὶ νῦν...

Ἁγίῳ Πνεύματι πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.

Προκείμενον. Ἦχος δ´.

Εὐαγγελίζεσθε ἡμέραν ἐξ ἡμέρας τὸ σωτήριον τοῦ Θεοῦ ἡμῶν.

ΕΣτίχ. Ἄσατε τῷ Κυρίῳ ᾆσμα καινόν.

Τὸ, Πᾶσα πνοή.

Εὐαγγέλιον ἐκ τοῦ κατὰ Λουκᾶν.

Ἀναστᾶσα Μαριὰμ ἐπορεύθη...

Ὁ Ν´.

Δόξα... Ταῖς τῆς Θεοτόκου...

Καὶ νῦν... τὸ αὐτό.

ΕΣτίχ. Ἐλέησον μὲ ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου...

Ἦχος β´. Κοσμᾶ Μοναχοῦ.

Εὐαγγελίζεται ὁ Γαβριὴλ τῇ Κεχαριτωμένῃ σήμερον· Χαῖρε ἀνύμφευτε Κόρη καὶ ἀπειρόγαμε· μὴ καταπλαγῇς τῇ ξένῃ μου μορφῇ, μηδὲ δειλιάσης, Ἀρχάγγελος εἰμί· ὄφις ἐξηπάτησεν Εὔαν ποτέ, νῦν εὐαγγελίζομαί σοι τὴν χαράν, καὶ μενεῖς ἄφθορος, καὶ τέξῃ τὸν Κύριον Ἄχραντε.

Ὁ Κανών, οὗ ἡ Ἀκροστιχίς, κατὰ Ἀλφάβητον.

Ποίημα Ἰωάννου Μοναχοῦ.

ᾨδὴ α´. Ἦχος δ´. Ὁ Εἱρμός.

«Ἀνοίξω τὸ στόμα μου καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὴν Σύλληψιν».

Ἀδέτῳ σοὶ Δέσποινα, κινῶν τὴν λύραν τοῦ Πνεύματος, Δαυΐδ ὁ Προπάτωρ σου· Ἄκουσον θύγατερ, τὴν χαρμόσυνον, φωνὴν τὴν τοῦ Ἀγγέλου· χαρὰν γὰρ μηνύει σοι, τὴν ἀνεκλάλητον.

Ὁ Ἄγγελος.

Βοῶ σοι γηθομενος· κλῖνον τὸ οὖς σου καὶ πρόσχες μοι, Θεοῦ καταγγέλλοντι, σύλληψιν ἄσπορον· εὗρες χάριν γάρ, ἐνώπιον Κυρίου, ἣν εὗρεν οὐδέποτε, ἄλλη τὶς Πάναγνε.

Ἡ Θεοτόκος.

Γνωσθήτω μοι Ἄγγελε, τῶν σῶν ῥημάτων ἡ δύναμις· πῶς ἔσται ὁ εἴρηκας; λέγιε σαφέστατα, πῶς συλλήψομαι, Παρθένος οὖσα Κόρη; πῶς δὲ καὶ γενήσομαι, Μήτηρ τοῦ Κτίστου μου;

Ὁ Ἄγγελος.

Δολίως με φθέγγεσθαι, διαλογίζῃ ὡς ἔοικε· καὶ χαίρω θεώμενος, τὴν σὴν ἀσφάλειαν· θάρσει Δέσποινα, Θεοῦ γὰρ βουλομένου, ῥᾳδίως περαίνεται, καὶ τὰ παράδοξα.

Καταβασία.

Ἀνοίξω τὸ στόμα μου καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὴν Σύλληψιν.

ᾨδὴ γ´. Ὁ Εἱρμός.

«Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθορος πηγή, θίασον συγκροτήσαντας πνευματικὸν στερέωσον, κἄν τῇ σεπτῇ Συλλήψει σου, στεφάνων δόξης ἀξίωσον».

Ἡ Θεοτόκος.

Ἐξέλιπεν Ἄρχων ἐξ Ἰούδα, ὁ χρόνος ἐφέστηκε λοιπόν, καθ᾿ ὃν ἀναφανήσεται, ἡ τῶν ἐθνῶν ἐλπὶς ὁ Χριστός· σὺ δέ πῶς τοῦτον τέξομαι, Παρθένος οὖσα, σαφήνισον.

Ὁ Ἄγγελος.

Ζητεῖς παρ᾿ ἐμοῦ γνῶναι Παρθένε, τὸν τρόπον συλλήψεως τῆς σῆς, ἀλλ᾿ οὗτος ἀνερμήνευτος· τὸ Πνεῦμα δὲ τὸ Ἅγιον, δημιουργῷ δυνάμει σοι, ἐπισκιάσαν ἐργάσεται.

Ἡ Θεοτόκος.

Ἡ ἐμὴ Προμήτωρ δεξαμένη, τὴν γνώμην τοῦ ὄφεως Τρυφῆς, τῆς θείας ἐξωστράκισται· διό περ κἀγὼ δέδοικα, τὸν ἀσπασμὸν τὸν ξένον σου, εὐλαβουμένη τὸν ὄλισθον.

Ὁ Ἄγγελος.

Θεοῦ παραστάτης ἀπεστάλην, τὴν θείαν μηνύσων σοι βουλήν· τί με φοβῇ Πανάμωμε, τὸν μᾶλλόν σε φοβούμενον; τί εὐλαβῇ με Δέσποινα, τὸν σὲ σεπτῶς εὐλαβούμενον;

Καταβασία.

Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθορος πηγή, θίασον συγκροτήσαντας πνευματικὸν στερέωσον, κἄν τῇ σεπτῇ Συλλήψει σου, στεφάνων δόξης ἀξίωσον.

Κάθισμα. Ἦχος πλ. δ´.

Αὐλῶν ποιμενικῶν.

Ὁ Λόγος τοῦ Θεοῦ, ἐπὶ γῆς νῦν κατῆλθεν· ὁ Ἄγγελος βοῶν, τῇ Παρθένῳ ἐπέστη· Χαῖρε Εὐλογημένη, ἡ τὴν σφραγῖδα μόνη φυλάξασα, ἐν μήτρᾳ δεξαμένῃ, τὸν Πρὸ αἰώνων Λόγον καὶ Κύριον, ἵνα ἐκ πλάνης σώσῃ ὡς Θεός, τὸ γένος τῶν ἀνθρώπων.

Δόξα... Καὶ νῦν... τὸ αὐτό.

ᾨδὴ δ´. Ὁ Εἱρμός.

«Ὁ καθήμενος ἐν δόξῃ, ἐπὶ θρόνου Θεότητος, ἐν νεφέλῃ κούφῃ, ἦλθεν Ἰησοῦς ὁ ὑπέρθεος, τῇ ἀκηράτῳ παλάμῃ καὶ διέσωσε, τοὺς κραυγάζοντας· Δόξα Χριστὲ τῇ δυνάμει σου».

Ἡ Θεοτόκος.

Ἱεράν τινα Παρθένον, τεξομένην ἀκήκοα, τοῦ Προφήτου πάλαι, τὸν Ἐμμανουὴλ προθεσπίσαντος· ἐπιποθῶ δὲ τοῦ γνῶναι, πῶς θεότητος, τὴν ἀνάκρασιν, φύσις βροτῶν ὑποστήσεται;

Ὁ Ἄγγελος.

Κατεμήνυσεν ἡ βάτος, ἀκατάφλεκτος μείνασα, δεξαμένη φλόγα, Κεχαριτωμένη ἀνύμφευτε, τοῦ κατὰ σὲ Μυστηρίου τὸ ἀπόῤῥητον· μετὰ τόκον γάρ, μενεῖς Ἁγνή, ἀειπάρθενος.

Ἡ Θεοτόκος.

Λαμπρυνόμενος τῷ φέγγει, τοῦ Θεοῦ παντοκράτορος, ἀληθείας κήρυξ, λέγε, Γαβριήλ, ἀληθέστατα· πῶς, ἀκηράτου μενούσης τῆς ἁγνείας μου; Λόγον τέξομαι, μετὰ σαρκὸς τὸν ἀσώματον.

Ὁ Ἄγγελος.

Μετὰ δέους σοι ὡς δοῦλος, τῇ Κυρίᾳ παρίσταμαι· μετὰ φόβου Κόρη, νῦν κατανοεῖν εὐλαβοῦμαί σε· ὡς ὑετὸς ἐπὶ πόκον καταβήσεται, ἐπὶ σὲ Λόγος, ὁ τοῦ Πατρὸς ὡς ηὐδόκησε.

Καταβασία.

Ὁ καθήμενος ἐν δόξῃ, ἐπὶ θρόνου Θεότητος, ἐν νεφέλῃ κούφῃ, ἦλθεν Ἰησοῦς ὁ ὑπέρθεος, τῇ ἀκηράτῳ παλάμῃ καὶ διέσωσε, τοὺς κραυγάζοντας· Δόξα Χριστὲ τῇ δυνάμει σου.

ᾨδὴ ε´. Ὁ Εἱρμός.

«Ἐξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου· σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσι σέ, σωτηρίαν βραβεύοντα».

Ἡ Θεοτόκος.

Νοεῖν σοῦ οὐ δύναμαι, τῶν λόγων τὴν ἀκρίβειαν· θαύματα γὰρ γέγονε πολλάκις, θεῖᾳ δυνάμει τερατουργούμενα, σύμβολα καὶ τύποι νομικοί, τέτοκε Παρθένος δέ, ἀπειράνδρως οὐδέποτε.

Ὁ Ἄγγελος.

Ξενίζῃ Πανάμωμε, καὶ ξένον γὰρ τὸ θαῦμά σου· μόνη γὰρ τὸν πάντων Βασιλέα, δέξῃ ἐν μήτρᾳ σαρκωθησόμενον· καὶ σὲ προτυποῦσι Προφητῶν, ῥήσεις καὶ αἰνίγματα, καὶ τοῦ Νόμου τὰ σύμβολα.

Ἡ Θεοτόκος.

Ὁ πᾶσιν ἀχώρητος, καὶ πᾶσιν ἀθεώρητος, πῶς οὗτος δυνήσεται Παρθένου, μήτραν οἰκῆσαι, ἣν αὐτὸς ἔπλασε; πῶς δὲ καὶ συλλήψομαι Θεόν, Λόγον τὸν συνάναρχον, τῷ Πατρὶ καὶ τῷ Πνεύματι;

Ὁ Ἄγγελος.

Πρὸς τὸν σὸν Προπάτορα, Δαυΐδ ἐπαγγειλάμενος, θήσειν ἐκ καρποῦ τοῦ τῆς κοιλίας, ἐπὶ τὸν θρόνον τῆς Βασιλείας αὐτοῦ, τὴν τοῦ Ἰακὼβ σὲ καλλονήν, μόνην ἐξελέξατο, λογικὸν ἐνδιαίτημα.

Καταβασία.

Ἐξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου, σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσι σέ, σωτηρίαν βραβεύοντα.

ᾨδὴ Ϛ´. Ὁ Εἱρμός.

«Ἐβόησε, προτυπῶν τὴν ταφὴν τὴν τριήμερον, ὁ Προφήτης Ἰωνᾶς, ἐν τῷ κήτει δεόμενος· Ἐκ φθορᾶς με ῥῦσαι, Ἰησοῦ, Βασιλεῦ τῶν δυνάμεων».

Ἡ Θεοτόκος.

Ῥημάτων σου, τὴν φωνὴν Γαβριήλ, τὴν χαρμόσυνον, δεξαμένη, εὐφροσύνης ἐνθέου πεπλήρωμαι· χαρὰν γὰρ μηνύεις, καὶ χαρὰν καταγγέλλεις τὴν ἄληκτον.

Ὁ Ἄγγελος.

Σοὶ δέδοται, ἡ χαρὰ Θεομῆτορ ἡ ἔνθεος, σοὶ τὸ Χαῖρε, πᾶσα κτίσις κραυγάζει Θεόνυμφε· σὺ γὰρ μόνη Μήτηρ, τοῦ Υἱοῦ τοῦ Θεοῦ προωρίσθης Ἁγνή.

Ἡ Θεοτόκος.

Τῆς Εὔας νῦν, δι ἐμοῦ καταργείσθω κατάκριμα· ἀποδότω, δι᾿ ἐμοῦ τὸ ὀφείλημα σήμερον· δι᾿ ἐμοῦ τὸ χρέος, τὸ ἀρχαῖον δοθήτω πληρέστατον.

Ὁ Ἄγγελος.

Ὑπέσχετο, ὁ Θεός, Ἀβραὰμ τῷ προπάτορι, εὐλογεῖσθαι, ἐν τῷ σπέρματι τούτου τὰ Ἔθνη Ἁγνή· διὰ σοῦ δὲ πέρας, ἡ ὑπόσχεσις δέχεται σήμερον.

Καταβασία.

Ἐβόησε, προτυπῶν τὴν ταφὴν τὴν τριήμερον, ὁ Προφήτης Ἰωνᾶς, ἐν τῷ κήτει δεόμενος· Ἐκ φθορᾶς με ῥῦσαι, Ἰησοῦ, Βασιλεῦ τῶν δυνάμεων.

Κοντάκιον. Ἦχος πλ. δ´.

Τῇ ὑπερμάχῳ στρατηγῷ τὰ νικητήρια, ὡς λυτρωθεῖσα τῶν δεινῶν εὐχαριστήρια, ἀναγράφω σοι ἡ Πόλις σου Θεοτόκε. Ἀλλ᾿ ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον, ἐκ παντοίων μὲ κινδύνων ἐλευθέρωσον, ἵνα κράζω σοι· Χαῖρε νύμφη ἀνύμφευτε.

Ὁ Οἶκος.

Ἄγγελος πρωτοστάτης, οὐρανόθεν ἐπέμφθη, εἰπεῖν τῇ Θεοτόκω τὸ Χαῖρε· καὶ σὺν τῇ ἀσωμάτῳ φωνῇ, σωματούμενόν σε θεωρῶν Κύριε, ἐξίστατο καὶ ἵστατο, κραυγάζων πρὸς αὐτὴν τοιαῦτα·

Χαῖρε, δι᾿ ἧς ἡ χαρὰ ἐκλάμψει· χαῖρε, δι᾿ ἧς ἡ ἀρὰ ἐκλείψει.

Χαῖρε, τοῦ πεσόντος, Ἀδὰμ ἡ ἀνάκλησις· χαῖρε τῶν δακρύων τῆς Εὔας ἡ λύτρωσις.

Χαῖρε, ὕψος δυσανάβατον ἀνθρωπίνοις λογισμοῖς· χαῖρε, βάθος δυσθεώρητον καὶ Ἀγγέλων ὀφθαλμοῖς.

Χαῖρε, ὅτι ὑπάρχεις Βασιλέως καθέδρα· χαῖρε, ὅτι βαστάζεις τὸν βαστάζοντα πάντα.

Χαῖρε, ἀστὴρ ἐμφαίνων τὸν Ἥλιον· χαῖρε, γαστὴρ ἐνθέου σαρκώσεως.

Χαῖρε, δι᾿ ἧς νεουργεῖται ἡ κτίσις· χαῖρε, δι᾿ ἧς βρεφουργεῖται ὁ Κτίστης.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Συναξάριον.

Τῇ ΚΕ´ τοῦ αὐτοῦ μηνός, ὁ Εὐαγγελισμὸς τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας.

Στίχοι.

Ἤγγειλεν Υἱὸν Ἄγγελος τῇ Παρθένῳ,

Πατρὸς μεγίστης Βουλῆς μέγαν.

Γήθεο τῇ Μαρίῃ ἒφατ᾿ Ἄγγελος εἰκάδι πέμπτῃ.

ᾨδὴ ζ´. Ὁ Εἱρμός.

«Οὐκ ἐλάτρευσαν, τῇ κτίστει οἱ θεόφρονες, παρὰ τὸν Κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ».

Ἡ Θεοτόκος.

Φῶς τὸ ἄϋλον, μηνύων ὕλῃ σώματος, ἑνωθησόμενον, δι᾿ εὐσπλαγχνίαν πολλήν, φαιδρὸν Εὐαγγέλιον, θεῖα κηρύγματα, νῦν κραυγάζεις μοι· Εὐλογημένος Πάναγνε, ὁ καρπὸς τῆς σῆς κοιλίας.

Ὁ Ἄγγελος.

Χαῖρε δέσποινα, Παρθένε χαῖρε πάναγνε· χαῖρε δοχεῖον Θεοῦ, χαῖρε λυχνία φωτός· Ἀδὰμ ἡ ἀνάκλησις· Εὔας ἡ λύτρωσις· ὄρος ἅγιον, περιφανὲς ἁγίασμα, καὶ νυμφὼν ἀθανασίας.

Ἡ Θεοτόκος.

Ψυχὴν ἥγνισε, καὶ σῶμα καθηγίασε, ναὸν εἰργάσατο, χωρητικὸν με Θεοῦ, σκηνὴν θεοκόσμητον, ἔμψυχον τέμενος, ἡ ἐπέλευσις, τοῦ Παναγίου Πνεύματος, καὶ ζωῆς ἁγνὴν Μητέρα.

Ὁ Ἄγγελος.

Ὡς πολύφωτον, λαμπάδα καὶ θεότευκτον, παστάδα βλέπω σε· νῦν ὡς χρυσῆ Κιβωτός, τοῦ Νόμου τὸν πάροχον, δέχου Πανάμωμε, εὐδοκήσαντα, τὴν τῶν ἀνθρώπων ῥύσασθαι, διὰ σοῦ φθαρτὴν οὐσίαν.

Καταβασία.

Οὐκ ἐλάτρευσαν, τῇ κτίστει οἱ θεόφρονες, παρὰ τὸν Κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

Ἰστέον ὅτι αὖται αἱ β´ ᾠδαὶ περιέχουσιν Ἀκροστιχίδα τὴν κατὰ Ἀλφάβητον, ἡ μὲν η´ ὀρθῶς, ἡ δὲ θ´ ἀντιστρόφως.

ᾨδὴ η´. Ὁ Εἱρμός.

Ὁ Ἄγγελος.

«Ἄκουε Κόρη Παρθένε ἁγνή· εἰπάτω δὴ ὁ Γαβριήλ, Βουλὴν Ὑψίστου ἀρχαίαν ἀληθινήν. Γενοῦ πρὸς ὑποδοχὴν ἑτοίμη Θεοῦ· διὰ σοῦ γὰρ ὁ ἀχώρητος, βροτοῖς ἀναστραφήσεται· διὸ καὶ χαίρων βοῶ· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον».

Ἡ Θεοτόκος.

Ἔννοια πᾶσα ἡττᾶται βροτῶν, ἀντέφησεν ἡ Παρθένος, Ζητοῦσα ἅπερ μοι φθέγγῃ παράδοξα· Ἥσθην σου τοῖς λόγοις, ἀλλὰ δέδοικα, θαμβηθεῖσα μὴ ἀπάτῃ με, ὡς Εὔαν πόῤῥω πέμψῃς Θεοῦ· ἀλλ᾿ ὅμως ἴδε βοᾷς· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Ὁ Ἄγγελος.

Ἴδε σοι τὸ ἄπορον λέλυται, φησὶ πρὸς ταῦτα ὁ Γαβριήλ· Καλῶς γὰρ ἔφης τὸ πρᾶγμα δυστέκμαρτον. Λόγοις σῶν χειλέων πειθαρχοῦσα λοιπόν, μὴ ἀμφίβαλλε ὡς πλάσματι, ὡς πράγματι δὲ πίστευε· ἐγὼ γὰρ χαίρων βοῶ· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Ἡ Θεοτόκος.

Νόμος οὗτος θεόθεν βροτοῖς, ἡ ἄμεμπτος αὔθις φησί, Ξυνοῦ ἐξ ἔρωτος τόκον προέρχεσθαι. Οὐκ οἶδα συζύγου παντελῶς ἡδονήν. Πῶς οὖν λέγεις ὅτι τέξομαι; φοβοῦμαι μὴ ἀπάτῃ λαλῇς· ἀλλ ὅμως ἴδε βοᾷς· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Ὁ Ἄγγελος.

Ῥήματα ἅπερ μοι φθέγγῃ Σεμνή, ὁ Ἄγγελος πάλιν βοᾷ, Συνήθους πέλει λοχείας ἀνθρώπων θνητῶν. Τὸν ὄντως Θεόν σοι ἐπαγγέλλομαι, Ὑπὲρ λόγον τε καὶ ἔννοιαν, σαρκούμενον ὡς οἶδεν ἐκ σοῦ· διὸ καὶ χαίρων βοῶ· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Ἡ Θεοτόκος.

Φαίνῃ μοι ἀληθείας ῥήτωρ, κατέθετο ἡ Παρθένος· χαρᾶς κοινῆς γὰρ ἐλήλυθας Ἄγγελος. Ψυχὴν οὖν ἐπὶ καθήγνισμαι Πνεύματι, Ὡς τὸ ῥῆμά σου γενέσθω μοι· σκηνούτω ἐν ἐμοὶ ὁ Θεός, πρὸς ὃν βοῶ μετὰ σοῦ· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Καταβασία.

Ἄκουε Κόρη Παρθένε ἁγνή, εἰπάτω δὴ ὁ Γαβριήλ, Βουλὴν Ὑψίστου ἀρχαίαν ἀληθινήν. Γενοῦ πρὸς ὑποδοχὴν ἑτοίμη Θεοῦ· διὰ σοῦ γὰρ ὁ ἀχώρητος, βροτοῖς ἀναστραφήσεται, διὸ καὶ χαίρων βοῶ· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

ᾨδὴ θ´.

Μεγαλυνάριον.

Εὐαγγελίζου γῆ χαρὰν μεγάλην, αἰνεῖτε οὐρανοὶ Θεοῦ τὴν δόξαν.

Ἀλφάβ. ἀντιστρόφως. Ὁ Εἱρμός.

«Ὡς ἐμψύχῳ Θεοῦ κιβωτῷ, ψαυέτω μηδαμῶς χεὶρ ἀμυήτων· Χείλη δὲ πιστῶν τῇ Θεοτόκῳ ἀσιγήτως, Φωνὴν τοῦ Ἀγγέλου ἀναμέλποντα, ἐν ἀγαλλιάσει βοάτω· Χαῖρε Κεχαριτωμένη· ὁ Κύριος μετὰ σοῦ».

Εὐαγγελίζου γῆ χαρὰν μεγάλην, αἰνεῖτε οὐρανοὶ Θεοῦ τὴν δόξαν.

Ὑπὲρ ἔννοιαν συλλαβοῦσα Θεόν, τῆς φύσεως θεσμοὺς ἔλαθες Κόρη· σὺ γὰρ ἐν τῷ τίκτειν τὰ μητέρων διέδρας, Ῥευστὴ φύσις περ καθεστηκυῖα· ὅθεν ἐπαξίως ἀκούεις· Χαῖρε Κεχαριτωμένη· ὁ Κύριος μετὰ σοῦ.

Εὐαγγελίζου γῆ χαρὰν μεγάλην, αἰνεῖτε οὐρανοὶ Θεοῦ τὴν δόξαν.

Πῶς πηγάζεις γάλα Παρθένε ἁγνή; Οὐ φέρει ἐξειπεῖν γλῶσσα βροτεία· Ξένον γὰρ φύσεως ἐπιδείκνυσαι πρᾶγμα, Νομίμου γονῆς ὅρους ὑπερβαῖνον· ὅθεν ἐπαξίως ἀκούεις· Χαῖρε Κεχαριτωμένη· ὁ Κύριος μετὰ σοῦ.

Εὐαγγελίζου γῆ χαρὰν μεγάλην, αἰνεῖτε οὐρανοὶ Θεοῦ τὴν δόξαν.

Μυστικῶς ταῖς Ἱεροτεύκτοις Γραφαῖς, Λαλεῖται περὶ σοῦ, Μῆτερ Ὑψίστου· Κλίμακα γὰρ πάλαι Ἰακὼβ σε προτυποῦσαν, Ἰδὼν ἔφη· Βάσις Θεοῦ αὕτη· ὅθεν ἐπαξίως ἀκούεις· Χαῖρε κεχαριτωμένη· ὁ Κύριος μετὰ σοῦ.

Εὐαγγελίζου γῆ χαρὰν μεγάλην, αἰνεῖτε οὐρανοὶ Θεοῦ τὴν δόξαν.

Θαυμαστὸν τῷ Ἱεροφάντῃ Μωσεῖ, Ἡ βάτος καὶ τὸ πῦρ ἔδειξε τέρας· Ζητῶν δὲ τὸ πέρας εἰς διάβασιν χρόνου, Ἐν Κόρῃ ἁγνῇ, ἔφῃ, κατοπτεύσω· ᾗ ὡς Θεοτόκῳ λεχθείη· Χαῖρε κεχαριτωμένη· ὁ Κύριος μετὰ σοῦ.

Εὐαγγελίζου γῆ χαρὰν μεγάλην, αἰνεῖτε οὐρανοὶ Θεοῦ τὴν δόξαν.

Δανιὴλ σὲ ὄρος καλεῖ νοητόν· Γεννήτριαν Θεοῦ ὁ Ἡσαίας· Βλέπει δὲ ὡς πόκον Γεδεών· ὁ Δαυΐδ δέ, Ἁγίασμα φάσκει· πύλην δὲ σε ἄλλος· ὁ δὲ Γαβριήλ σοι κραυγάζει· Χαῖρε κεχαριτωμένη· ὁ Κύριος μετὰ σοῦ.

Καταβασία.

Ὡς ἐμψύχῳ Θεοῦ κιβωτῷ, ψαυέτω μηδαμῶς χεὶρ ἀμυήτων· Χείλη δὲ πιστῶν τῇ Θεοτόκω ἀσιγήτως, Φωνὴν τοῦ Ἀγγέλου ἀναμέλποντα, ἐν ἀγαλλιάσει βοάτω· Χαῖρε Κεχαριτωμένη· ὁ Κύριος μετὰ σοῦ.

Ἐξαποστειλάριον.

Τοῖς Μαθηταῖς συνέλθωμεν.

Ἀγγελικῶν δυνάμεων, Στρατηγὸς ἀπεστάλη, ἐκ Θεοῦ Παντοκράτορος, πρὸς Ἁγνὴν καὶ Παρθένον, εὐαγγελίσασθαι ξένον, καὶ ἀπόῤῥητον θαῦμα· ὅτι Θεὸς ὡς ἄνθρωπος, ἐξ αὐτῆς βρεφουργεῖται, ἄνευ σπορᾶς, ἀναπλάττων βρότειον ἅπαν γένος. Λαοὶ εὐαγγελίζεσθε, τὴν ἀνάπλασιν κόσμου.

Ὅμοιον.

Χαῖρε κατάρας λύτρωσις, τοῦ Ἀδὰμ Θεοτόκε· χαῖρε σεμνὴ Μητρόθεε· χαῖρε ἔμψυχε βάτε· χαῖρε λαμπάς· χαῖρε θρόνε· χαῖρε κλίμαξ καὶ πύλη· χαῖρε τὸ θεῖον ὄχημα· χαῖρε κούφη νεφέλη· χαῖρε ναέ· χαῖρε στάμνε πάγχρυσε· χαῖρε ὄρος· χαῖρε σκηνὴ καὶ τράπεζα· χαῖρε Εὔας ἡ λύσις.

Εἰς τοὺς Αἴνους ἱστῶμεν Στίχους δ´ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.

Ἦχος α´. Τῶν οὐρανίων ταγμάτων.

Τῶν οὐρανίων ἁψίδων, ὁ Γαβριὴλ καταπτάς, εἰς Ναζαρὲτ ἐπέστη, πρὸς Παρθένον Μαρίαν, βοῶν αὐτῇ τὸ Χαῖρε· συλλήψῃ Υἱόν, τοῦ Ἀδὰμ ἀρχαιότερον, τὸν ποιητὴν τῶν ἁπάντων καὶ λυτρωτήν, τῶν βοώντων σοι τὸ Χαῖρε Ἁγνή. Ε(Δίς)

Ὁ Γαβριὴλ τῇ Παρθένῳ, τὸ Εὐαγγέλιον, ἐξ οὐρανοῦ κομίσας, ἀνεβόα τὸ Χαῖρε· συλλήψῃ ἐν γαστρί σου τόν σοὶ χωρητόν, καὶ τῷ κόσμῳ ἀχώρητον, καὶ κυοφόρος ὀφθήσῃ τοῦ ἐκ Πατρός, πρὸ ἑωσφόρου ἀνατείλαντος.

Ὁ συναΐδιος Λόγος, τοῦ προανάρχου Πατρός, μὴ χωρισθεὶς τῶν ἄνω, νῦν ἐπέστη τοῖς κάτω, δι᾿ ἄκραν εὐσπλαγχνίαν οἶκτον λαβών, τοῦ καθ᾿ ἡμᾶς ὀλισθήματος· καὶ τοῦ Ἀδὰμ τὴν πτωχείαν ἀναλαβών, ἐμορφώθη τὸ ἀλλότριον.

Δόξα... Καὶ νῦν...

Ἦχος β´. Θεοφάνους.

Τὸ ἀπ᾿ αἰῶνος μυστήριον, ἀνακαλύπτεται σήμερον, καὶ ὁ Υἱὸς τοῦ Θεοῦ, Υἱὸς ἀνθρώπου γίνεται, ἵνα τοῦ χείρονος μεταλαβών, μεταδῷ μοι τοῦ βελτίονος. Ἐψεύσθη πάλαι Ἀδάμ, καὶ Θεὸς ἐπιθυμήσας οὐ γέγονεν· ἄνθρωπος γίνεται Θεός, ἵνα Θεὸν τὸν Ἀδὰμ ἀπεργάσηται. Εὐφραινέσθω ἡ κτίσις, χορευέτω ἡ φύσις, ὅτι Ἀρχάγγελος Παρθένῳ, μετὰ δέους παρίσταται, καὶ τὸ Χαῖρε κομίζει, τῆς λύπης ἀντίθετον. Ὁ διὰ σπλάγχνα ἐλέους ἐνανθρωπήσας, Θεὸς ἡμῶν δόξα σοι.

Δοξολογία μεγάλη.

ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Τὰ Τυπικὰ καὶ ἐκ τοῦ Κανόνος, ᾨδὴ γ´ καὶ Ϛ´. Εἰ δὲ βούλει, λέγε τὰ παρόντα Ἀντίφωνα.

Ἀντίφωνον Α´.

ΕΣτίχος α´. Ὁ Θεὸς τὸ κρῖμα σου τῷ Βασιλεῖ δός, καὶ τὴν δικαιοσύνην σου τῷ υἱῷ τοῦ βασιλέως.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου...

ΕΣτίχος β´. Ἀναλαβέτω τὰ ὄρη εἰρήνην τῷ λαῷ, καὶ οἱ βουνοὶ δικαιοσύνην.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου...

ΕΣτίχος γ´. Εὐαγγελίζεσθε ἡμέραν ἐξ ἡμέρας, τὸ σωτήριον τοῦ Θεοῦ ἡμῶν.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου...

ΕΣτίχος δ´. Ὤμοσε Κύριος τῷ Δαυΐδ ἀλήθειαν καὶ οὐ μὴ ἀθετήσει αὐτήν.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου...

Δόξα... Καὶ νῦν...

Ταῖς πρεσβείαις τῆς Θεοτόκου...

Ἀντίφωνον Β´.

ΕΣτίχος α´. Καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον, καὶ ὡσεὶ σταγὼν ἡ στάζουσα ἐπὶ τὴν γῆν.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ δι᾿ ἡμᾶς σαρκωθείς...

ΕΣτίχος β´. Ἡγίασε τὸ σκήνωμα αὑτοῦ ὁ Ὕψιστος.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ δι᾿ ἡμᾶς...

ΕΣτίχος γ´. Ὁ Θεὸς ἐμφανῶς ἥξει, ὁ Θεὸς ἡμῶν καὶ οὐ παρασιωπήσεται.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ δι᾿ ἡμᾶς...

ΕΣτίχος δ´. Ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη, καὶ πλῆθος εἰρήνης.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ δι᾿ ἡμᾶς...

Δόξα... Καὶ νῦν...

Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος,..

Ἀντίφωνον Γ´.

ΕΣτίχος α´. Ἔσται τὸ ὄνομα αὐτοῦ εὐλογημένον εἰς τοὺς αἰῶνας.

Ἦχος δ´.

Σήμερον τῆς σωτηρίας ἡμῶν τὸ Κεφάλαιον, καὶ τοῦ ἀπ᾿ αἰῶνος Μυστηρίου ἡ φανέρωσις, ὁ Υἱὸς τοῦ Θεοῦ, Υἱὸς τῆς Παρθένου γίνεται, καὶ Γαβριὴλ τὴν χάριν εὐαγγελίζεται. Διὸ καὶ ἡμεῖς σὺν αὐτῷ τῇ Θεοτόκω βοήσωμεν· Χαῖρε Κεχαριτωμένη· ὁ Κύριος μετὰ σοῦ.

ΕΣτίχος β´. Εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ Ἰσραήλ, ὁ ποιῶν θαυμάσια μόνος.

Σήμερον τῆς σωτηρίας ἡμῶν τὸ Κεφάλαιον, καὶ τοῦ ἀπ᾿ αἰῶνος Μυστηρίου ἡ φανέρωσις, ὁ Υἱὸς τοῦ Θεοῦ, Υἱὸς τῆς Παρθένου γίνεται, καὶ Γαβριὴλ τὴν χάριν εὐαγγελίζεται. Διὸ καὶ ἡμεῖς σὺν αὐτῷ τῇ Θεοτόκω βοήσωμεν· Χαῖρε Κεχαριτωμένη· ὁ Κύριος μετὰ σοῦ.

ΕΣτίχος γ´. Εὐλογημένον τὸ ὄνομα αὐτοῦ εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

Σήμερον τῆς σωτηρίας ἡμῶν τὸ Κεφάλαιον, καὶ τοῦ ἀπ᾿ αἰῶνος Μυστηρίου ἡ φανέρωσις, ὁ Υἱὸς τοῦ Θεοῦ, Υἱὸς τῆς Παρθένου γίνεται, καὶ Γαβριὴλ τὴν χάριν εὐαγγελίζεται. Διὸ καὶ ἡμεῖς σὺν αὐτῷ τῇ Θεοτόκω βοήσωμεν· Χαῖρε Κεχαριτωμένη· ὁ Κύριος μετὰ σοῦ.

Εἰσοδικόν.

Εὐαγγελίζεσθε ἡμέραν ἐξ ἡμέρας τὸ σωτήριον τοῦ Θεοῦ ἡμῶν.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ δι᾿ ἡμᾶς σαρκωθείς.

Ἀπολυτίκιον. Ἦχος δ´.

Σήμερον τῆς σωτηρίας ἡμῶν τὸ Κεφάλαιον, καὶ τοῦ ἀπ᾿ αἰῶνος Μυστηρίου ἡ φανέρωσις, ὁ Υἱὸς τοῦ Θεοῦ, Υἱὸς τῆς Παρθένου γίνεται, καὶ Γαβριὴλ τὴν χάριν εὐαγγελίζεται. Διὸ καὶ ἡμεῖς σὺν αὐτῷ τῇ Θεοτόκω βοήσωμεν· Χαῖρε Κεχαριτωμένη· ὁ Κύριος μετὰ σοῦ.

Κοντάκιον. Ἦχος πλ. δ´.

Τῇ ὑπερμάχῳ στρατηγῶ τὰ νικητήρια, ὡς λυτρωθεῖσα τῶν δεινῶν εὐχαριστήρια, ἀναγράφω σοι ἡ Πόλις σου Θεοτόκε. Ἀλλ᾿ ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον, ἐκ παντοίων μὲ κινδύνων ἐλευθέρωσον, ἵνα κράζω σοι, Χαῖρε νύμφη ἀνύμφευτε.

Εἰς τὸ, Ἐξαιρέτως.

Εὐαγγελίζου γῆ χαρὰν μεγάλην, αἰνεῖτε οὐρανοὶ Θεοῦ τὴν δόξαν.

«Ὡς ἐμψύχῳ Θεοῦ κιβωτῷ, ψαυέτω μηδαμῶς χεὶρ ἀμυήτων. Χείλη δὲ πιστῶν τῇ Θεοτόκῳ ἀσιγήτως, Φωνὴν τοῦ Ἀγγέλου ἀναμέλποντα, ἐν ἀγαλλιάσει βοάτω· Χαῖρε Κεχαριτωμένῃ ὁ Κύριος μετὰ σοῦ».

Κοινωνικόν.

Ἐξελέξατο Κύριος τὴν Σιών, ἠρετίσατο αὐτὴν εἰς κατοικίαν ἑαυτῷ. Ἀλληλούϊα.

ΔΟΞΟΛΟΓΙΑ ΕΠΙ Τῌ ΕΘΝΙΚΗ ΕΟΡΤΗ

ΕὉ Ἱερεύς· Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀπολυτίκιον. Ἦχος δ´.

Σήμερον τῆς σωτηρίας ἡμῶν τὸ Κεφάλαιον, καὶ τοῦ ἀπ᾿ αἰῶνος Μυστηρίου ἡ φανέρωσις, ὁ Υἱὸς τοῦ Θεοῦ, Υἱὸς τῆς Παρθένου γίνεται, καὶ Γαβριὴλ τὴν χάριν εὐαγγελίζεται. Διὸ καὶ ἡμεῖς σὺν αὐτῷ τῇ Θεοτόκω βοήσωμεν· Χαῖρε Κεχαριτωμένη· ὁ Κύριος μετὰ σοῦ.

Κοντάκιον. Ἦχος πλ. δ´.

Τῇ ὑπερμάχῳ στρατηγῷ τὰ νικητήρια, ὡς λυτρωθεῖσα τῶν δεινῶν εὐχαριστήρια, ἀναγράφω σοι ἡ Πόλις σου Θεοτόκε. Ἀλλ᾿ ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον, ἐκ παντοίων μὲ κινδύνων ἐλευθέρωσον, ἵνα κράζω σοι· Χαῖρε νύμφη ἀνύμφευτε.

ΕΕὐθὺς ἡ Δοξολογία·

Δόξα σοι τῷ δείξαντι τὸ φῶς.

Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.

Ὑμνοῦμεν σε, εὐλογοῦμεν σε, προσκυνοῦμεν σε, δοξολογοῦμεν σε, εὐχαριστοῦμεν σοι, διὰ τὴν μεγάλην σου δόξαν.

Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ· Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.

Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.

Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.

Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.

Καθ᾿ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.

Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.

Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ᾿ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.

Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματα σου Ε(ἐκ γ´).

Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα· Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.

Κύριε, πρὸς σὲ κατέφυγον· δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.

Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς· ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.

Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς Ε (ἐκ γ´).

Δόξα... Καὶ νῦν... Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ΕΕἶτα ψάλλεται ἰσχυροτέρᾳ τῇ φωνῇ·

Ἅγιος ὁ Θεός. Ἅγιος Ἰσχυρός. Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ΕΕἶτα αἱ ἑξῆς αἰτήσεις τῆς λιτανευτικῆς (ἐκτενοῦς) ἱκεσίας, τῶν χορῶν ψαλλόντων ἐκ περιτροπῆς μεθ᾿ ἑκάστης τῶν αἰτήσεων ἀνὰ ἓν τριπλοῦν «Κύριε, ἐλέησονΕ», ἐξαιρέσει τῆς πέμπτης «ὑπὲρ Εμακαρίας μνήμηςΕ», μεθ᾿ ἣν ψάλλουσιν «Κύριε, ἐλέησονΕ» (γ´) καὶ τῆς ἕκτης «ὑπὲρ τοῦ διαφυλαχθῆναι», μεθ᾿ ἣν ψάλλουσιν αὐτὸ ἀνὰ δέκα ἀμοιβαδὸν τετράκις ἤ, κατ᾿ ἐπικρατήσασαν συνήθειαν, ἐκφωνουμένης τῆς αἰτήσεως ταύτης, κατ᾿ ἐπανάληψιν πραείᾳ τῇ φωνῇ.

Ἐλέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.

Ἔτι δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν καὶ Ὀρθοδόξων Χριστιανῶν.

Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν Ε(δεῖνος), καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.

Ἔτι δεόμεθα ὑπὲρ τοῦ εὐσεβοῦς ἡμῶν Ἔθνους καὶ πάσης Ἀρχῆς καὶ ἐξουσίας ἐν αὐτῷ, τοῦ κατὰ ξηράν, θάλασσαν καὶ ἀέρα φιλοχρίστου ἡμῶν Στρατοῦ, καὶ ὑπὲρ τοῦ Κύριον τὸν Θεὸν ἡμῶν ἐπὶ πλέον συνεργῆσαι καὶ κατευοδῶσαι αὐτοὺς ἐν πᾶσιν.

Ἔτι δεόμεθα ὑπὲρ μακαρίας μνήμης καὶ αἰωνίου ἀναπαύσεως πάντων τῶν ἐν τοῖς ἱεροῖς ἡμῶν ἀγῶσιν ὑπὲρ πίστεως καὶ πατρίδος ἀγωνισαμένων καὶ πεσόντων καὶ ὑπὲρ τοῦ συγχωρηθῆναι αὐτοῖς πᾶν πλημμέλημα ἑκοῦσιόν τε καὶ ἀκοῦσιον.

Ἔτι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν πόλιν Ε(ἢ κώμην, ἢ χώραν, ἢ νῆσον) ταύτην, καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου, καὶ αἰφνιδίου θανάτου· ὑπὲρ τοῦ ἵλεων, εὐμενῆ καὶ εὐδιάλλακτον γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καὶ διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον, τὴν καθ᾿ ἡμῶν κινουμένην· καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς, καὶ ἐλεῆσαι ἡμᾶς.

Ἔτι δεόμεθα καὶ ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν, καὶ ἐλεῆσαι ἡμᾶς.

Ἐπάκουσον ἡμῶν, ὁ Θεός, ὁ Σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακράν, καὶ ἵλεως, ἵλεως γενοῦ ἡμῖν, Δέσποτα ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν, καὶ ἐλέησον ἡμᾶς.

Τοῦ Κυρίου δεηθῶμεν.

Ὁ Ἱερεὺς τὴν εὐχήν·

Κύριε ὁ Θεὸς ἡμῶν, ὁ τὰ σύμπαντα τῷ σῷ κράτει συνέχων τῇ θείᾳ σου καὶ πανσθενεῖ βουλῇ κυβερνών, ὁ ἑκάστῳ ἔθνει τὰς ἰδίας ὁροθεσίας θέμενος, τὸ δὲ εὐσεβὲς ἡμῶν Ἔθνος ἐξαιρέτως εὐεργέτησας, τὴν ἐπίγνωσιν τῆς σῆς ἀληθείας αὐτῷ χαρισάμενος, καὶ πρὸς τὸ φῶς τῆς ἀληθοῦς ἡμῶν θρησκείας καθοδηγήσας, ἐξ αὐτοῦ δὲ μεγάλους τῆς Ἐκκλησίας πατέρας καὶ διδασκάλους ἀναδείξας, καὶ ἐλεύθερον μὲν αὐτὸ ἐπὶ αἰῶνας διατηρήσας τῇ θείᾳ σου χάριτι· δουλωθὲν δὲ στηρίξας καὶ διασώσας καὶ εἰς ἐλεύθερον αὔθις βίον αὐτὸ ἐξαναστήσας, Αὐτός, πανάγιε Δέσποτα, πρόσδεξαι τὰς εὐχαριστηρίους ἡμῶν δεήσεις ἐπὶ τῇ ἀπελευθερώσει καὶ τῇ παλιγγενεσίᾳ αὐτοῦ. Καὶ τὰς μὲν ψυχὰς τῶν ὑπὲρ Πίστεως καὶ Πατρίδος ἠρωϊκῶς ἀγωνισαμένων καὶ ἐνδόξως ἐν τοῖς ἱεροῖς ἡμῶν ἀγῶσι πεσόντων ἢ ὑπὸ τῶν πολεμίων ἀναιρεθέντων πατέρων καὶ ἀδελφῶν ἡμῶν μετὰ τῶν ἀπ᾿ αἰῶνός σοι εὐαρεστησάντων ἀνάπαυσον. Ἡμᾶς δὲ πάντας ἀξίους τῆς ἐλευθερίας ἀνάδειξον, ἐν εἰρήνῃ καὶ ὁμονοίᾳ διατήρησον καὶ εἰς πᾶν ἔργον ἀγαθὸν καὶ σοὶ εὐάρεστον καθοδήγησον, τοὺς πιστοὺς ἄρχοντας ἡμῶν ἐν εἰρήνῃ καὶ ὁμονοίᾳ διατήρησον καὶ λάλησον ἀγαθὰ ἐν ταῖς καρδίαις αὐτῶν ὑπὲρ τῆς Ἐκκλησίας σου καὶ παντὸς τοῦ λαοῦ σου. Σὺ γὰρ εἶ ὁ Βασιλεὺς τῆς εἰρήνης καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ἀπόλυσις.

Στιχηρὸν Ἰδιόμελον, ψαλλόμενον ὅταν Τυπικὴ διάταξις ἀπαιτήσῃ αὐτό.

Ἦχος πλ. δ´. Ἰωάννου Μοναχοῦ.

Εὐφραινέσθωσαν οἱ οὐρανοί, καὶ ἀγαλλιάσθω ἡ γῆ· ὁ γὰρ τοῦ Πατρὸς συναΐδιος καὶ συνάναρχος καὶ σύνθρονος Υἱός, οἶκτον λαβὼν καὶ φιλάνθρωπον ἔλεον, ἑαυτὸν καθῆκεν εἰς κένωσιν κατ᾿ εὐδοκίαν καὶ βούλησιν Πατρικήν, καὶ μήτραν ᾤκησε Παρθενικήν, προαγνισθεῖσαν τῷ Πνεύματι. Ὢ τοῦ θαύματος! ὁ Θεὸς ἐν ἀνθρώποις, ὁ ἀχώρητος ἐν μήτρᾳ, ὁ ἄχρονος ἐν χρόνῳ· καὶ τὸ παράδοξον, ὅτι καὶ ἡ σύλληψις ἄσπορος, καὶ ἡ κένωσις ἄφραστος, καὶ τὸ μυστήριον ὅσον! Ὁ Θεὸς γὰρ κενοῦται, καὶ σαρκοῦται καὶ πλάττεται, Ἀγγέλου πρὸς τὴν Ἁγνήν, τὴν σύλληψιν λέξαντος· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ, ὁ ἔχων τὸ μέγα ἔλεος.

Комментарии для сайта Cackle