Τῌ ΙΕ´ ΤΟΥ ΜΗΝΟΣ ΜΑΡΤΙΟΥ

Μνήμη τῶν Ἁγίων Μαρτύρων, Ἀγαπίου καὶ τῶν σὺν αὐτῷ.

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εἰς τὸ, Κύριε ἐκέκραξα, Στιχηρὰ Προσόμοια.

Ἦχος πλ. δ´. Ὢ τοῦ παραδόξου θαύματος.

Μάρτυρες Χριστοῦ ἑπτάριθμοι, τῶν διωκτῶν τὰς ὁρμάς, καὶ τὸν βίαιον θάνατον, εἰς οὐδὲν ἡγήσασθε, ἀλλ᾿ ἑτοίμως ἐσπεύσατε, ἀνδρειοφρόνως πρὸς τὰ παλαίσματα· καὶ νίκης στέφος ἀναδησάμενοι, συνηριθμήθητε, τοῖς δικαίοις ἅπασι, μεθ᾿ ὧν ὑμᾶς, πάντοτε γεραίρομεν καὶ μακαρίζομεν.

Μάρτυς ἀθλητὰ Ἀγάπιε, τῶν ἀγαθῶν τὴν πηγήν, ὀρεκτῶν τὸ ἀκρότατον, ἀγαπήσας ἔσπευσας, τοῦ πιεῖν τὸ ποτήριον, τοῦ μαρτυρίου ἐπικαλούμενος, Θεοῦ τοῦ ζῶντος τὸ θεῖον ὄνομα. Ὢ τῆς ἀνδρείας σου! ὢ τῆς καρτερίας σου! δι᾿ ἧς τυχεῖν, δόξης καὶ λαμπρότητος, σαφῶς ἠξίωσαι.

Μάρτυρες ἀξιοθαύμαστοι, ἐθελουσίῳ σφαγῇ, ἑαυτοὺς ἐξεδώκατε, καὶ τὴν γῆν τοῖς αἵμασι, τοῖς ὑμῶν ἡγιάσατε, καὶ τὸν αἰθέρα κατελαμπρύνατε, τῇ διαβάσει· καὶ νῦν οἰκίζεσθε, εἰς τὰ οὐράνια, πρὸς φῶς τὸ ἀνέσπερον, ὑπὲρ ἡμῶν, πάντοτε δεόμενοι, θεοειδέστατοι.

Δόξα... Καὶ νῦν... Θεοτοκίον.

Χαῖρε φωτὸς θεῖον ὄχημα· χαῖρε Κυρίου ναέ, καὶ σκηνὴ ἁγιάσματος· φῶς ἡμῖν ἀνέτειλας, ἐξ ἀχράντου νηδύος σου, καταφωτίζον κόσμου τὰ πέρατα, καὶ ἁγιάζον ἡμᾶς χρηστότητι· χαῖρε κεφάλαιον, σωτηρίας Ἄχραντε, χαῖρε φρικτόν, ἄκουσμα καὶ λάλημα, τῶν πεποιθότων εἰς σέ.

Ἢ Σταυροθεοτοκίον.

Ἥλιος Τέκνον ἠμαύρωται, καὶ ἡ σελήνη τὸ φῶς, εἰς ζοφῶδες ἱμάτιον, ζοφερῶς μετέβαλε· γῆ κλονεῖται· καὶ ῥήγνυται, φρικτῶς ναοῦ σου τὸ καταπέτασμα· κἀγώ πῶς Τέκνον μὴ διαῤῥήξομαι, σπλάγχνα καὶ ὄμματα; πῶς δὲ μὴ τὸ πρόσωπον καταξανῶ, ἀδίκως σε θνήσκοντα, βλέπουσα Σῶτέρ μου;

Ἀπολυτίκιον. Ἦχος δ´.

Τοὺς Μάρτυρας Χριστοῦ ἱκετεύσωμεν πάντες, αὐτοὶ γὰρ τὴν ἡμῶν σωτηρίαν αἰτοῦνται, καὶ πόθῳ προσέλθωμεν πρὸς αὐτοὺς μετὰ πίστεως, Οὗτοι βρύουσι τῶν ἰαμάτων τὴν χάριν, οὗτοι φάλαγγας ἀποσοβοῦσι δαιμόνων, ὡς φύλακες τῆς πίστεως.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν συνήθη στιχολογίαν, οἱ Κανόνες.

Ὁ Κανὼν τῶν Ἁγίων, οὗ ἡ Ἀκροστιχίς·

Ἑπτὰ προσάξω μάρτυσι μελῳδίαν. Ἰωσήφ.

ᾨδὴ α´. Ἦχος πλ. δ´. Ὁ Εἱρμός.

«Ἄσωμεν τῷ Κυρίῳ, τῷ διαγαγόντι τὸν λαὸν αὐτοῦ, ἐν Ἐρυθρᾷ θαλάσσῃ, ὅτι μόνος ἐνδόξως δεδόξασται».

Ἐν τοῖς ἐπουρανίοις, Μάρτυρες ὑπάρχοντες σκηνώμασι, τοὺς ὑμᾶς εὐφημοῦντας, ἐπὶ γῆς φωτισμοῦ ἀξιώσατε.

Πύργοι τῆς Ἐκκλησίας, ὤφθητε τὰ τείχη καταστρέφοντες, τῆς εἰδωλομανίας, Ἀθλοφόροι Χριστοῦ γενναιότατοι.

Τέτρωσαι τῇ ἀγάπῃ, Μάρτυς ἀξιάγαστε Ἀγάπιε, τοῦ Δεσπότου τῶν ὅλων, καὶ θανεῖν δι᾿ αὐτὸν προτεθύμησαι.

Θεοτοκίον.

Αἴγλῃ φαεινοτάτῃ, τοῦ ἐκ σοῦ Παρθένε ἀνατείλαντος, τῆς ψυχῆς μου τὰς κόρας, φωταγώγησον ὅπως δοξάζω σε.

ᾨδὴ γ´. Ὁ Εἱρμός.

«Οὐκ ἔστιν Ἅγιος, ὡς ὁ Κύριος ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος, ὡς ὁ Θεὸς ἡμῶν, ὃν ὑμνεῖ πᾶσα κτίσις· οὐκ ἔστιν Ἅγιος πλήν σου Κύριε».

Πυρὶ ἀναπτόμενος, τῆς ἀγάπης τοῦ Χριστοῦ, τὴν πυρὰν ἐναπέσβεσας, Μάρτυς Ἀγάπιε τῆς εἰδωλομανίας, ῥοαῖς τῶν αἱμάτων σου· ὅθεν εὐφημοῦμέν σε.

Ῥομφαῖαι ὡράθητε, διακόπτουσαι τομῶς, μυριάδας μακάριοι, δαιμόνων ἐν χάριτι· καὶ νῦν ταῖς μυριάσιν, ἡνώθητε χαίροντες, τῶν νοερῶν Δυνάμεων.

Ὁδὸν διανύοντες, μαρτυρίου ἀνδρικῶς, ἀποθέσει τοῦ πνεύματος, τὴν ἄνω ἐφθάσατε Βασιλείαν, ἐν ᾗπερ ἐκέκτησθε, Μάρτυρες θεῖοι τὸ πολίτευμα.

Θεοτοκίον.

Σαρκὸς Ὁμοιώματι, ἐμφανισθέντα ἐκ τῆς σῆς φωτοφόρου νηδύος, τὸν Κτίστην ἐπέγνωμεν, διὰ σπλάγχνα ἐλέους, ἡμῖν τοῖς ὑμνοῦσί σε, Μῆτερ ἀειπάρθενε.

Κάθισμα. Ἦχος α´.

Τὸν τάφον σου.

Ἑπτάριθμος χορός, τῶν Μαρτύρων ὑμνείσθω· αὐτοὶ γὰρ τὴν ἡμῶν ἐκδιώκουσι βλάβην, ὡς φύλακες τῆς Πίστεως, Ἐκκλησίας προπύργια, οὗτοι φάλαγγας, ἀποσοβοῦσι δαιμόνων, καὶ πρεσβεύουσιν, ὑπὲρ ἡμῶν τὸν Δεσπότην, εἰρήνην βραβεύοντες.

Θεοτοκίον.

Μητέρα σε Θεοῦ, ἐπιστάμεθα πάντες, Παρθένον ἀληθῶς, καὶ μετὰ τόκον ὀφθεῖσαν, οἱ πόθῳ καταφεύγοντες, πρὸς τὴν σὴν ἀγαθότητα· σὲ γὰρ ἔχομεν, ἁμαρτωλοὶ προστασίαν, σὲ κεκτήμεθα, ἐν πειρασμοῖς σωτηρίαν, τὴν μόνην πανάμωμον.

Ἢ Σταυροθεοτοκίον.

Ἡ ἄσπιλος Ἀμνάς, τὸν Ἀμνὸν καὶ Ποιμένα, κρεμάμενον νεκρόν, ἐπὶ ξύλου ὁρῶσα, θρηνοῦσα ἐφθέγγετο, μητρικῶς ἀλαλάζουσα· Πῶς ἐνέγκω σου, τὴν ὑπὲρ λόγον Υἱέ μου, συγκατάβασιν, καὶ τὰ ἑκοῦσια Πάθη, Θεὲ ὑπεράγαθε;

ᾨδὴ δ´. Ὁ Εἱρμός.

«Ἐξ ὄρους κατασκίου Λόγε ὁ Προφήτης, τῆς μόνης Θεοτόκου μέλλοντος σαρκοῦσθαι, θεοπτικῶς κατενόησε, καὶ ἐν τρόμῳ ἐδοξολόγει σου τὴν δύναμιν».

Ἄγαν τὸν Χριστὸν Ἀγάπιε ποθήσας, πάθη τὰ αὐτοῦ ἀνδρείως ἐμιμήσω, σφαγιασθεὶς ὡς ἀρνίον ἐθελουσίως, Μεγαλομάρτυς ἀξιάγαστε.

Ξίφει ἑαυτοὺς ἐνδόντες ὁλοψύχως, Μάρτυρες σοφοὶ ῥανίσι τῶν αἱμάτων, ἐπορφυρώσατε χλαῖναν, ἣν στολισθέντες, τοὺς οὐρανοὺς περιπολεύετε.

Ὢ τῆς πρὸς Θεὸν ὑμῶν θερμῆς ἀγάπης! δι᾿ ἧς ἑαυτοὺς ἠρνήσασθε τελείως, καὶ βιαιότατον θάνατον ὑποστάντες, ἀθανασίας ἠξιώθητε.

Θεοτοκίον.

Μύρον ἐν γαστρὶ τὸν Λόγον ὑπεδέξω, ἄχραντε Ἁγνὴ τὸν κόσμον δυσωδίας, ἀποκαθαίροντα πάσης τῶν ἐπταισμένων· ὅθεν πιστῶς σὲ μακαρίζομεν.

ᾨδὴ ε´. Ὁ Εἱρμός.

«Ὁ ἐκ νυκτὸς ἀγνοίας, θεογνωσίᾳ φαιδρύνας τὰ σύμπαντα, φώτισόν με πρὸς ὄρθρον, τῆς δοξολογίας σου Κύριε».

Ἀγαπητὸς τῇ πράξει, ὡς καὶ τῇ κλήσει γενόμενος Ἔνδοξε, ἤθλησας δι᾿ ἀγάπην, τοῦ παμβασιλέως Θεοῦ ἡμῶν.

Ῥῆμα δεινοῦ τυράννου, ἐξεφαυλίσατε Ἅγιοι Μάρτυρες, καὶ Χριστῷ στρατευθέντες, φάλαγγας δαιμόνων ὠλέσατε.

Τοῖς Ἱεροῖς ἀγῶσι, καταβαλόντες ἀνόμων τὸ φρύαγμα, στέφος ἀθανασίας, Μάρτυρες Χριστῷ ἀνεδήσασθε.

Θεοτοκίον.

Ὑμνολογίαις θείαις, τὴν Θεοτόκον πιστοὶ μακαρίσωμεν, Χαῖρε λέγοντες, πύλη, μόνος ἣν διώδευσε Κύριος.

ᾨδὴ Ϛ´. Ὁ Εἱρμός.

«Ἱλάσθητί μοι Σωτήρ, πολλαὶ γὰρ αἱ ἀνομίαι μου, καὶ ἐκ βυθοῦ τῶν κακῶν, ἀνάγαγε δέομαι· πρὸς σὲ γὰρ ἐβόησα, καὶ ἐπάκουσόν μου, ὁ Θεὸς τῆς σωτηρίας μου».

Σὺν Ἀλεξάνδροις δυσί, Διονυσίοις τε μέλψωμεν, Ἀγάπιον τὸν κλεινόν, Τιμόλαον Ῥώμυλον, στεῤῥῶς ἐναθλήσαντας, καὶ τὰς μυριάδας, τοῦ ἐχθροῦ καταπαλαίσαντας.

Ἰάσεων ποταμούς, ἀναπηγάζοντες Μάρτυρες, τὰ πάθη τῶν γηγενῶν, ἐνθέως καθαίρετε· διὰ τοῦτο χαίροντες, τὰ ὑμῶν ἐν πίστει, εὐφημοῦμεν προτερήματα.

Νομίμως τὸν ἱερόν, ἀγῶνα διατελέσαντες, νομίμως παντουργικῇ, παλάμῃ ἐστέφθητε, ἑπτάριθμοι Μάρτυρες, οὐρανοπολῖται, τῶν Ἀγγέλων ἰσοστάσιοι.

Θεοτοκίον.

Μαράνασα τὰ φυτά, τῆς ἀθεΐας Πανάμωμε, τῷ σῷ Ἁγίῳ βλαστῷ, τὴν ἀναβλαστάνουσαν, ἐν ἐμοὶ ἑκάστοτε, τοῦ ἐχθροῦ κακίαν, ἀπομείωσον Θεόνυμφε.

Τὸ Μαρτυρικὸν τοῦ Ἤχου.

Συναξάριον.

Τῇ ΙΕ´ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀγαπίου, καὶ τῶν σὺν αὐτῷ Πλησίου, Ῥωμύλου, Τιμολάου, Ἀλεξάνδρων δύο, καὶ δύο Διονυσίων.

Στίχοι.

Ἔσπευδεν Ἀγάπιος εἰς μαρτυρίαν·

Θεοῦ γὰρ αὐτὸν ὑπέθαλπεν ἀγάπη.

Μετὰ τριῶν Πλήσιος ἐκτμηθεὶς ξίφει,

Θεοῦ σὺν αὐτοῖς ἵσταται νῦν πλησίον.

Ὡς Ἀλεξάνδροις κλῆσις ἐκτομή, στέφος,

Καὶ Διονυσίοις τε κοινὰ ἦν τάδε.

Πέμπτῃ καὶ δεκάτῃ τμηθῇ Ἀγάπιος, ἑταῖροι.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἀποστόλου Ἀριστοβούλου, Ἐπισκόπου Βρεττανίας, ἀδελφοῦ Βαρνάβα τοῦ Ἀποστόλου.

Στίχοι.

Ἔπου, Ἀριστόβουλε, Παύλῳ ἐνθάδε

Ὡς ἂν χορεύσῃς, ἅμα Παύλῳ ἐν πόλῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος Νικάνδρου τοῦ ἐν Αἰγύπτῳ.

Στίχοι.

Νίκανδρον ἐκδαίρουσιν, ὥσπερ ἀρνίον,

Χεῖρας βαλόντες οἱ μάγειροι τῆς πλάνης.

Ὁ Ἅγιος Νεομάρτυς Μανουὴλ ὁ Κρής, ὁ ἐν Χίῳ μαρτυρήσας ἐν ἔτει 1792, ξίφει τελειοῦται.

Στίχοι.

Πρόβατον ὥσπερ σφαγιασθείς, παμμακαρ,

Μάνδρᾶ προσήχθης, ὦ Μανουήλ, τῇ ἄνω.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ´. Ὁ Εἱρμός.

«Οἱ ἐκ τῆς Ἰουδαίας, καταντήσαντες Παῖδες ἐν Βαβυλῶνι ποτέ, τῇ πίστει τῆς Τριάδος, τὴν φλόγα τῆς καμίνου, κατεπάτησαν ψάλλοντες· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ».

Ἑαυτοὺς ἑκουσίως, πρὸς σφαγὴν ὡς ἀρνία παραδεδώκατε, μὴ πτήξαντες βασάνους, πανεύφημοι ὁπλῖται, ἀλλ᾿ εὐθύμως κραυγάζοντες· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Λαμπρυνθεὶς τῇ ἀγάπῃ, τοῦ τῶν ὅλων Δεσπότου, Μάρτυς Ἀγάπιε, ὑπέκλινας αὐχένα, τῷ ξίφει καὶ Μαρτύρων, ἠριθμήθης στρατεύμασιν· Ὁ τῶν Πατέρων βοῶν, Θεὸς εὐλογητὸς εἶ.

Ὡς λυχνία ὁρᾶσθε, ἐν τῷ οἴκῳ Κυρίου Μάρτυρες ἔνδοξοι, ἑπτάφωτος τῷ κόσμῳ, φωτίζουσα βοῶντας, τοὺς ἐν πίστει προφθάνοντας· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.

Δεδεμένον σειραῖς με, ἀμυθήτων πταισμάτων λῦσον Πανάμωμε, παρέχουσά μοι ὄμβρους, δακρύων μελῳδοῦντι, τῷ ἐκ σοῦ ἀνατείλαντι· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ η´. Ὁ Εἱρμός.

«Τὸν ἐν ὄρει ἁγίῳ δοξασθέντα, καὶ ἐν βάτῳ πυρὶ τὸ τῆς ἀειπαρθένου, τῷ Μωϋσεῖ Μυστήριον γνωρίσαντα, Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας».

Ἰατῆρες ποικίλων νοσημάτων, χειρουργίᾳ τοῦ Πνεύματος δειχθέντες, πάσας ἡμῶν τὰς νόσους θεραπεύετε, ὅπως εὐφημῶμεν, καὶ δοξολογῶμεν, ὑμῶν τὴν θείαν μνήμην.

Ἀγαπήσας Θεόν, πρὸς τοῦτο Μάρτυς ἠγαπήθης· διό σε τὸν ἀγῶνα, τὸν θεῖον ἐκτελέσαντα προσήκατο, σὺν τοῖς ὁμοζήλοις, ἐν ἐπουρανίοις, Ἀγάπιε θαλάμοις.

Νευρωθέντες τῇ πίστει τοῦ Δεσπότου, δυναστείαν καθείλετε τοῦ πλάνου, καὶ εὐκλεῶς ταῖς νίκαις κλεϊζόμενοι, εἰς ἐπουρανίους, Μαοτυρες Κυρίου, οἰκεῖτε καταπαύσεις.

Θεοτοκίον.

Ἴασαί μου τὰ πάθη τῆς καρδίας, ἀπαθείας πηγὴν ἡ τετοκυῖα, καὶ πρὸς ζωήν με θείαν καθοδήγησον, ἵνα σὲ δοξάζω, Μῆτερ τοῦ Σωτῆρος, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ´. Ὁ Εἱρμός.

«Κυρίως Θεοτόκον, σὲ ὁμολογοῦμεν, οἱ διὰ σοῦ σεσωσμένοι Παρθένε ἁγνή, σὺν Ἀσωμάτων χορείαις σὲ μεγαλύνοντες».

Ὡραῖοι γεγονότες, θείαις εὐμορφίαις, τῆς μαρτυρίας Κυρίῳ παρέστητε, καὶ σὺν αὐτῷ Ἀθλοφόροι ἀεὶ εὐφραίνεσθε.

Στρατὸς ὑμᾶς Ἀγγέλων, ἐπανακομίζει, διαζευχθέντας τοῦ σώματος Μάρτυρες, πρὸς τὴν οὐράνιον πόλιν, πρὸς φῶς ἀνέσπερον.

Ἡμῶν τῶν ἐκτελούντων, σήμερον τὴν μνήμην, τὴν Ἱερὰν ὑμῶν Μάρτυρες ἔνδοξοι, πρὸς τὸν Θεὸν μνημονεύειν μὴ διαλίπητε.

Θεοτοκίον.

Φωτὶ με μετανοίας, τὸν ἐσκοτισμένον, τῇ ἀμελείᾳ Πανάμωμε λάμπρυνον, ὅπως ὑμνῶ καὶ δοξάζω τὰ μεγαλεῖα σου.

Τὸ Φωταγωγικόν, τὸ Ἰδιόμελον εἰς τὸν Στίχον καὶ τὸ Μαρτυρικόν.

Δόξα, καὶ νῦν. Θεοτοκίον.

Ἢ Σταυροθεοτοκίον.

Καὶ τὰ λοιπά, ὡς σύνηθες, καὶ Ἀπόλυσις.

Комментарии для сайта Cackle