Τῌ Ι´ ΤΟΥ ΜΗΝΟΣ ΜΑΡΤΙΟΥ

Μνήμη τοῦ Ἁγίου Μάρτυρος Κοδράτου τοῦ ἐν Κορίνθῳ, καὶ τῶν σὺν αὐτῷ.

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εἰς τὸ, Κύριε ἐκέκραξα ψάλλομεν Στιχηρὰ Προσόμοια.

Ἦχος α´. Πανεύφημοι Μάρτυρες.

Κοδράτε πανάριστε ζωῆς, θείας ἐφιέμενος, ζωῆς φθαρτῆς κατεφρόνησας· τῆς τῶν ῥεόντων γάρ, προτιμήσας ὕλης, τὴν ἄϋλον ὕπαρξιν, τὴν ἄληκτον ἐκτήσω ἀπόλαυσιν· διὰ θανάτου γάρ, πρὸς ἀθάνατον μετέβης τρυφήν, καὶ πρὸς δόξαν τὴν μὴ διαπίπτουσαν.

Κοδράτε θεόληπτε ὁδόν, Μαρτυρίου ἔδραμες, ἀνεπιστρόφῳ φρονήματι· τὰ διαβήματα, ἐπλατύνθη γὰρ σου, τῆς ψυχῆς καὶ ἴχνη σου, οὐδόλως τῆς ἀνδρείας ἠσθένησαν·, ἐν οἷς γενόμενος ὁδηγὸς τῶν συναθλούντων σοι, πρὸς τὴν ἄνω Μητρόπολιν ἔφθασας.

Κοδράτε καλλίνικε στρατόν, εἰς Θεοῦ παράταξιν, νεανικῶς ἀριθμούμενον, συνεπαγόμενος, τῶν σῶν συμμαρτύρων, στρατηγὸς ὡς ἄριστος, κατὰ τῶν ἀντιθέων ἠρίστευσας· καὶ νίκης τρόπαια, εἰληφὼς ἐν μυριάσι Χριστῷ, στεφηφόρος σὺν αὐτοῖς παρέστηκας.

Δόξα... Καὶ νῦν... Θεοτοκίον.

Χαῖρε ξένον ἄκουσμα Ἁγνή· χαῖρε ξύλον ἅγιον, τοῦ Παραδείσου Θεόφυτον· χαῖρε ἐξάλειψις, πονηρῶν δαιμόνων· χαῖρε ξίφος δίστομον, ἐχθροῦ τὴν κεφαλὴν ἀποτέμνουσα, τῷ ξένῳ τόκῳ σου, Παναγία ὑπεράμωμε, ξενωθέντας ἡμᾶς ἀνακάλεσαι.

Ἢ Σταυροθεοτοκίον.

Σφαγήν σου τὴν ἄδικον Χριστέ, ἡ Παρθένος βλέπουσα, ὀδυρομένη ἐβόα σοι· Τέκνον γλυκύτατον, πῶς ἀδίκως πάσχεις; πῶς τῷ ξύλῳ κρέμασαι, ὁ πᾶσαν γῆν κρεμάσας τοῖς ὕδασι; Μὴ λίπῃς μόνην με, Εὐεργέτα πολυέλεε, τὴν Μητέρα καὶ δούλην σου δέομαι.

Εἰς τὸν Στίχον, τὸ Ἰδιόμελον τῆς ἡμέρας, καὶ τὸ Μαρτυρικόν.

Δόξα... Καὶ νῦν... Θεοτοκίον.

Ἢ Σταυροθεοτοκίον.

Τὸ, Θεοτόκε Παρθένε.

Καὶ τὰ λοιπά, ὡς σύνηθες, καὶ Ἀπόλυσις.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Ἡ συνήθης Στιχολογία, τὰ Καθίσματα κατὰ τὴν τάξιν, καὶ οἱ Κανόνες τῶν Ἁγίων, καὶ τοῦ Τριῳδίου κατὰ τὴν τάξιν.

Ὁ Κανὼν τῶν Ἁγίων.

Ποίημα Ἰωσήφ.

ᾨδὴ α´. Ἦχος δ´. Ὁ Εἱρμός.

«Τριστάτας κραταιούς, ὁ τεχθεὶς ἐκ Παρθένου, ἀπαθείας ἐν βυθῷ, ψυχῆς τὸ τριμερές, καταπόντισον δέομαι, ὅπως σοι ὡς ἐν τυμπάνῳ, τῇ νεκρώσει τοῦ σώματος, ἐπινίκιον, ᾄσω μελῴδημα».

Μαρτύρων Ἱερῶν, ἱερῶς ἀθλησάντων, Ἱερὰ καὶ θαυμαστή, ἐπέστη ἑορτή, φωταυγείᾳ τοῦ Πνεύματος, ἅπαντας φωταγωγούσα· συνελθόντες φιλέορτοι, κατὰ χρέος αὐτοὺς μακαρίσωμεν.

Ὡς ἥλιος φαιδρός, ἀρετῶν δᾳδουχία, ἀνατέταλκας ἡμῖν, Κοδράτε ἀθλητά, φεγγοβόλοις σου λάμψεσι, σκότος τῆς πολυθεΐας, ἐκδιώκων μακάριε, καὶ φωτίζων πιστῶν τὰ συστήματα.

Τὴν πέτραν τῆς ζωῆς, Ἰησοῦν τὸν Σωτῆρα, καταγγέλλοντες Θεόν, ἠθλήσατε στεῤῥῶς· καὶ πηγὴν ἁγιάσματος, πέτραν ὑποδεξαμένην, τῶν αἱμάτων τὰ ῥεύματα, φωταυγῆ ἀπειργάσασθε Μάρτυρες.

Θεοτοκίον.

Ἰλύος ἐκ παθῶν, λογισμῶν τρικυμίας, ἐκ βελῶν τοῦ πονηροῦ, ἐκ πάσης προσβολῆς, ἐναντίας διάσωσον, ἄχραντε Θεοκυῆτορ, τὰς ψυχὰς τῶν ὑμνούντων σου, τὸν ἀνέκφραστον τόκον Πανάμωμε.

ᾨδὴ γ´. Ὁ Εἱρμός.

«Ὅτι στεῖρα ἔτεκεν, ἡ ἐξ ἐθνῶν Ἐκκλησία, καὶ ἡ πολλὴ ἐν τέκνοις ἠσθένησε Συναγωγή, τῷ θαυμαστῷ Θεῷ ἡμῶν βοήσωμεν· Ἅγιος εἶ Κύριε».

Οἱ στεῤῥοὶ ἀδάμαντες, τυμπανιζόμενοι ξίφει, καὶ ἀλγεινῶν ἰδέαις, προσομιλοῦντες καρτερῶς, τῷ θαυμαστῷ Θεῷ ἡμῶν ἐκραυγαζον· Ἅγιος εἶ Κύριε.

Τῇ σοφίᾳ Κοδράτος, τῇ θεοδότῳ κατήργει, Ἑλληνικῆς σοφίας ἐρεσχελίας ἐναθλῶν, καὶ τοῖς οἰκείοις αἵμασιν, ἐν Πνεύματι θείῳ καλλυνόμενος.

Σὺν Κοδράτῳ Ἀνεκτόν, καὶ σὺν τῷ Παύλῳ Κρήσκεντα, Κυπριανὸν τὸν θεῖον, καὶ Διονύσιον ὁμοῦ, εὐσεβοφρόνως μέλψωμεν, τοῖς ᾄσμασι, πίστει ἐναθλήσαντας.

Θεοτοκίον.

Νοῦς οὐδὲ οὐράνιος, τὴν ὑπὲρ νοῦν σου λοχείαν, διερμηνεῦσαι Κόρη δύναται· Νοῦ γὰρ τοῦ πρώτου ἐν γαστρί, Λόγον Ἁγνὴ συνέλαβες, τὸν τὰ πάντα λόγῳ συστησάμενον.

Κάθισμα. Ἦχος δ´.

Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τῇ καρτερίᾳ τῶν δεινῶν θανατώσας, τὸν ὑπερήφανον ἐχθρὸν Ἀθλοφόρε, τὸν διὰ ξίφους θάνατον ὑπέμεινας, ἅμα τοῖς συνάθλοις σου, τοῖς πανσόφοις Κοδράτε· ὅθεν ἑορτάζομεν, τὴν σεπτὴν ὑμῶν μνήμην, ἀναβοῶντες, Μνήσθητε ἡμῶν, πρὸς τὸν Δεσπότην, ἀήττητοι Μάρτυρες.

Θεοτοκίον.

Οὐ σιωπήσομεν ποτὲ Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ἢ Σταυροθεοτοκίον.

Τὸν ἐξ ἀνάρχου τοῦ Πατρὸς γεννηθέντα, ἡ ἐπ᾿ ἐσχάτων σε σαρκὶ τετοκυῖα, ἐπὶ Σταυροῦ κρεμάμενον ὁρῶσα Χριστέ, Οἴμοι ποθεινότατε Ἰησοῦ! ἀνεβόα· πῶς ὁ δοξαζόμενος, ὡς Θεὸς ὑπ᾿ Ἀγγέλων, ὑπὸ ἀνόμων νῦν βροτῶν Υἱέ, θέλων σταυροῦσαι; Ὑμνῶ σε μακρόθυμε.

ᾨδὴ δ´. Ὁ Εἱρμός.

«Ὁ καθήμενος ἐν δόξῃ, ἐπὶ θρόνου θεότητος, ἐν νεφέλῃ κούφῃ, ἦλθεν Ἰησοῦς ὁ ὑπέρθεος, τῇ ἀκηράτῳ παλάμῃ καὶ διέσωσε, τοὺς κραυγάζοντας· Δόξα Χριστὲ τῇ δυνάμει σου».

Τῆς σοφίας σου τῷ λόγῳ, τοὺς ἀσόφους κατῄσχυνας· καὶ τῇ παραινέσει, τῶν θεοπειθῶν διδαγμάτων σου Μάρτυς Κοδράτε ζωγρήσας θεῖον, Ἄνεκτον, τῷ Δεσπότῃ σου, καρτερικὸν φέρεις Μάρτυρα.

Ἐκ σπαργάνων ᾠκειώθης, τῷ τὰ πάντα ποιήσαντι· ἐκ παιδὸς τελείου, φρόνημα ἀνδρὸς ἐπιδέδειξαι· καὶ τὴν σοφίαν ποθήσας, ὅλος γέγονας, καθαρώτατον, Μάρτυς Χριστοῦ ἐνδιαίτημα.

Ἡ ἐξάφωτος λυχνία, τῶν Μαρτύρων σου Κύριε, μυστικῷ ἐλαίῳ, ἐπαρδευομένη ἐμείωσε, πολυθεΐας τὴν νύκτα καὶ κατηύγασε, τοὺς κραυγάζοντας· Δόξα Χριστὲ τῇ δυνάμει σου.

Θεοτοκίον.

Ἡ ἁγία Θεοτόκος, ἣν οἰκῆσαι ηὐδόκησεν ὡς εὐώδη οἶκον, Λόγος τοῦ Πατρὸς Ὁμοοῦσιος, οὐ κατεφλέχθη τὴν μήτραν, οὐκ ὠδίνησε, καὶ γὰρ τέτοκεν, Ἐμμανουὴλ τὸν Θεάνθρωπον.

ᾨδὴ ε´. Ὁ Εἱρμός.

«Τὸν φωτισμόν σου Κύριε, κατάπεμψον ἡμῖν, καὶ τῆς ἀχλύος ἡμᾶς τῶν πταισμάτων λῦσον ἀγαθέ, τὴν σὴν εἰρήνην οὐρανόθεν δωρούμενος».

Τῷ φωτισμῷ τῆς γνώσεως, ἀγνοίας τὴν ἀχλύν, ἀποδιώκων Κυρίῳ προσάγεις, δῆμον Ἀθλητῶν σοφὲ Κοδράτε, σὺν αὐτοῖς στεφανούμενος.

Ἀσκητικῶς τὸ πρότερον, νικήσας τῶν παθῶν, ἐπαναστάσεις τὸ δεύτερον, εἷλες κράτος δυσσεβῶν, Κοδράτε Μάρτυς, ἐναθλήσας στεῤῥότατα.

Ἀναστομοῦται ἄνικμος, ἡ πέτρα προχοαῖς, σεπτῶν αἱμάτων καὶ ῥεῖθρον διαυγές, δίδωσι, πιστοὺς καθαγιάζον, θεϊκαῖς ἐπινεύσεσι.

Θεοτοκίον.

Ὁ πλαστουργήσας ἄχραντε, τὴν Εὔαν ἐκ πλευρᾶς, σοῦ ἐκ νηδύος Ἁγνὴ πλαστουργεῖται, σῶσαι τὸν Ἀδὰμ δι᾿ εὐσπλαγχνίαν, βουληθεὶς ὡς φιλάνθρωπος.

ᾨδὴ Ϛ´. Ὁ Εἱρμός.

«Ἐβόησε, προτυπῶν τὴν ταφὴν τὴν τριήμερον, ὁ Προφήτης, Ἰωνᾶς ἐν τῷ κήτει δεόμενος· Ἐκ φθορᾶς με ῥῦσαι, Ἰησοῦ Βασιλεῦ τῶν Δυνάμεων».

Ἐξάριθμος, Ἀθλοφόρων χορὸς ἡμῖν ἔλαμψεν, ὡς ἀστέρων, Ἐκκλησίας σεπτῷ στερεώματι, τοὺς πιστοὺς φωτίζων, καὶ τῆς πλάνης σκεδάζων σκοτόμαιναν.

Τὸ πέλαγος, τῶν βασάνων διήλθετε Μάρτυρες, ἀκυμάντως, καὶ τῆς ἄνω γαλήνης ἐτύχετε, τῶν πιστῶν λιμένες, γεγονότες καὶ πρέσβεις θερμότατοι.

Αἰνέσωμεν, σὺν Ἀνέκτῳ Κοδρὰτον τὸν ἔνδοξον, καὶ σὺν Παύλῳ, Κυπριανὸν Διονύσιον Κρήσκεντα, τῆς Χριστοῦ ἀμπέλου, τὰ καλὰ καὶ κατάκαρπα κλήματα.

Θεοτοκίον.

Οὐράνωσας, γεωθεῖσαν τὴν φύσιν Πανάμωμε, τῶν ἀνθρώπων, καὶ φθαρεῖσαν αὐτὴν ἐθεούργησας· διὰ τοῦτο πάντες, ἀσιγήτοις φωναῖς σὲ δοξάζομεν.

Τὸ Μαρτυρικὸν τοῦ ἤχου.

Συναξάριον.

Τῇ Ι´ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Μάρτυρος Κοδράτου τοῦ ἐν Κορίνθῳ, καὶ τῶν σὺν αὐτῷ, Ἀνέκτου, Παύλου, Διονυσίου, Κυπριανοῦ καὶ Κρήσκεντος.

Στίχοι.

Τῶν δυσσεβῶν τὴν πίστιν ὕβρεσι πλύνας

Τμηθεὶς Κοδράτε σῶν ἀφ᾿ αἱμάτων πλύνῃ.

Γνωστοῖς Ἄνεκτον σὺν δυσὶ κτείνει ξίφος,

Οἷς οὐκ ἀνεκτὸν μὴ θανεῖν Θεοῦ χάριν.

Ὁρῶν καταθνήσκοντα Κρήσκεντα ξίφει,

Σπεύδει σὺν αὐτῷ Κυπριανὸς τεθνᾶναι.

Ἄμφηκες δεκάτῃ Κοδράτον ξίφος ἐγκατέπεφνε.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Ἀναστασίας τῆς Πατρικίας.

Στίχοι.

Ἡ Πατρικία πάντα λιποῦσα τάδε,

Πάντων κατέστη κυρία ἐν τῷ πόλῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μαρκιανὸς ξύλοις θλασθεὶς τελειοῦται.

Στίχοι.

Ἐθαύμασαν βροτοὶ σὲ θλασθέντα ξύλοις,

Ἀμήν λέγω σοι, Μαρκιανέ, καὶ νόες.

Ὁ Ἅγιος Νεομάρτυς Μιχαὴλ ὁ Μαυρουδῆς, ὁ ἐν Θεσσαλονίκῃ μαρτυρήσας ἐν ἔτει ᾳφμδ´ (1544), πυρὶ τελειοῦται.

Στίχοι.

Οὐ Μάρτυς ἁπλοῦς, ἀλλὰ καὶ θείων λόγων

Ῥήτωρ ἐδείχθης, ὦ Μιχαὴλ παμμάκαρ.

Ταῖς τῶν Ἁγίων σοῦ πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ´. Ὁ Εἱρμός.

«Ὁ διασώσας ἐν πυρί, τοὺς Ἀβραμιαίους σου Παῖδας, καὶ τοὺς Χαλδαίους ἀνελών, οἷς ἀδίκως δικαίους ἐνήδρευσαν· ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητὸς εἶ».

Ἐν τῷ πυρὶ τῶν αἰκισμῶν, ἄνωθεν δεχόμενοι δρόσον, ὑπομονῆς σὺν τοῖς Παισίν, οἱ γενναῖοι ἐκραύγαζον Μάρτυρες· Ὑπερύμνητε, Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητὸς εἶ.

Τῇ ἐπομβρίᾳ τοῦ σεπτοῦ, αἵματος ὑμῶν Ἀθλοφόροι, πέτρα ἡ ἄνικμος τὸ πρίν, ἀνεστόμωται ῥεῖθρα προχέουσα, ἰαμάτων, τοῖς μέλπουσιν· ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητὸς εἶ.

Ὡς μυροθήκη νοητή, μύρα ἰαμάτων Κοδράτε, ἡ τῶν λειψάνων σου σορός, ἀναβλύζει παθῶν ἀπελαύνουσα, τὸ δυσῶδες καὶ φλέγουσα, τῶν δαιμόνων παρατάξεις θείᾳ προνοίᾳ.

Θεοτοκίον.

Εὐλογημένος ὁ καρπός, τῆς εὐλογημένης γαστρός σου, ὃν εὐλογοῦσιν οὐρανῶν αἱ Δυνάμεις, βροτῶν τε συστήματα, ὁ ἡμᾶς λυτρωσάμενος, τῆς κατάρας τῆς ἀρχαίας εὐλογητὸς εἶ.

ᾨδὴ η´. Ὁ Εἱρμός.

«Λυτρωτὰ τοῦ παντὸς Παντοδύναμε, τοὺς ἐν μέσῳ φλογὸς εὐσεβήσαντας, συγκαταβὰς ἐδρόσισας, καὶ ἐδίδαξας μέλπειν· Πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον».

Λαμπρυνθεὶς ταῖς τῶν ἄθλων λαμπρότησι, στεφηφόρος Κυρίῳ παρίστασαι, σὺν τοῖς συνάθλοις ἔνδοξε, ἀναμέλπων Κοδράτε· Πάντα τὰ ἔργα εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.

Ἀρετῶν τῷ φωτὶ καλλυνόμενος, ἐπὶ τέλει Μαρτύρων λαμπρότητα, κατεκληρώσω πάνσοφε, ἀναμέλπων Κοδράτε· Πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.

Προτειχίσματα Κόρινθος κέκτηται, τῶν Ἁγίων τε τίμια λείψανα, καὶ ἰατρεῖον ἄμισθον, τὸν ναόν· ἔνθα πίστει, πᾶς ὁ προστρέχων, ἀλγεινῶν καὶ παθῶν ἀπαλλάττεται.

Θεοτοκίον.

Λυτρωθέντες ἀρᾶς τῆς Προμήτορος, διὰ σοῦ τῆς Ἁγνῆς Θεομήτορος, εὐλογημένη Δέσποινα, εὐλογοῦμεν σε πίστει, καὶ μελῳδοῦμεν· Εὐλογεῖτε τὰ ἔργα τὸν Κύριον.

ᾨδὴ θ´. Ὁ Εἱρμός.

«Εὔα μὲν τῷ τῆς παρακοῆς νοσήματι, τὴν κατάραν εἰσῳκίσατο· σὺ δὲ Παρθένε Θεοτόκε, τῷ τῆς κυοφορίας βλαστήματι, τῷ κόσμῳ τὴν εὐλογίαν ἐξήνθησας· ὅθεν σὲ πάντες μεγαλύνομεν».

Ἰχῶρες ἡμῖν μαρτυρικοὶ ἐκπέμπουσιν, εὐωδίαν πλήρη χάριτος· αἵματα τούτων ἰαμάτων, προχέουσι κρουνοὺς θείῳ Πνεύματι, καὶ πάθη τῶν ψυχῶν θεραπεύουσιν· οὓς ἐπαξίως μακαρίσωμεν.

Ὡραῖος στιγμάτων καλλοναῖς γενόμενος, τοῖς Ἀγγέλοις ἐξωμοίωσαι· αἵματι δὲ τῷ ἐκχυθέντι, Κοδράτε ἐπιβὰς ὡς ἐν ἅρματι, ἀνέπτης πρὸς τὰ ἄνω βασίλεια, γέρα τῶν πόνων κομισόμενος.

Σταλάζων τὸν θεῖον γλυκασμὸν ἐκ στόματος, Ἀθλοφόρων δῆμον ἔπεισας, Μάρτυς Κοδράτε, συναθλεῖν σοι τὸν, Ἄνεκτον καὶ Παῦλον καὶ Κρήσκεντα, Κυπριανόν τε καὶ σοφὸν Διονύσιον, οἷς συγχορεύεις ἀξιάγαστε.

Ἡμέραν ἑόρτιον ὑμῶν τὴν ἄθλησιν, Ἀθλοφόροι πάντες ἄγομεν· ταύτῃ γὰρ στέφος ἀφθαρσίας, ἀράμενοι υἱοὶ χρηματίζετε, φωτός τε καὶ ἡμέρας χορεύοντες, περὶ τὸν θρόνον τοῦ Παντάνακτος.

Θεοτοκίον.

Φανεῖσα τοῦ πάντων Ποιητοῦ λοχεύτρια, ὑπὲρ πάντα νοῦν πανάμωμε, τῶν οὐρανῶν ὑψηλοτέρα ἐδείχθης καὶ τῶν ὅλων δεσπόζουσα, Θεοτόκε πανύμνητε· ὅθεν Παρθένε σὲ πάντες μεγαλύνομεν.

Τὸ Φωταγωγικόν, τὸ Ἰδιόμελον τῆς ἡμέρας σὺν τῷ Μαρτυρικῷ, καὶ Θεοτοκίον, ἢ Σταυροθεοτοκίον.

Αἱ μετάνοιαι, ἡ α´ Ὥρα, ὡς σύνηθες καὶ Ἀπόλυσις.

Комментарии для сайта Cackle