Τῌ ΙΘ´ ΤΟΥ ΜΗΝΟΣ ΜΑΪΟΥ

Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Πατρικίου, Ἐπισκόπου Προύσης, καὶ τῶν σὺν αὐτῷ, Ἀκακίου, Μενάνδρου καὶ Πολυαίνου.

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εἰς τὸ, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς γ´ καὶ τῶν Ἁγίων γ´.

Στιχηρὰ τῶν Ἁγίων.

Ἦχος β´. Ὅτε, ἐκ τοῦ ξύλου.

Θείᾳ, τετρακτὺς Ἱεραρχῶν, δέδεικται πληθὺς ὥσπερ στύλων, ἀμεταθέτων Χριστοῦ, ὧν τῇ ἑδραιότητι, Σοφίᾳ οἶκτον ὑψοῖ, τῶν δογμάτων τὰ θύματα, προτίθησι πᾶσιν, οἶνον τὸν εὐφρόσυνον, κιρνᾷ κρατῆρι σεπτῷ, νέμει τὴν τροφὴν καὶ τὴν χάριν, τοῖς πιστῶς τελοῦσι τὴν μνήμην, τῶν Ἱεραρχῶν καὶ ἀθλοφόρων Χριστοῦ.

Μύσται, καὶ θεράποντες Χριστοῦ, καὶ Ἱερομάρτυρες θεῖοι, κόσμον φρουρήσατε, μέγιστε Πατρίκιε, σὺν Ἀκακίῳ ὁμοῦ, ἱερώτατε Μένανδρε, Πολύαινε μάκαρ, στῖφος ἰσοστάσιον, τῶν τετραμόρφων νοῶν, θείαν, ὡς τελοῦντες χορείαν, καὶ Θεοῦ παρόντες τῷ θρόνῳ, συντηρεῖτε πίστει τοὺς τιμῶντας ὑμᾶς.

Ὄντως, ὦ Πατρίκιε ποθῶν, ἐπὶ θαλασσῶν τὸν ἀφράστως, θεμελιώσαντα γῆν, καὶ τὸν ποταμοῖς αὐτὴν προετοιμάσαντα, σοῦ τοῖς θείοις προσρήμασι, διδάσκεις ὑδάτων, τῶν θερμῶν μυστήριον, τὸ ὑπερθαύμαστον· οὗπερ, προχοαῖς νῦν ἐνθέοις, δίδου καὶ ἡμῖν σαῖς πρεσβείαις, ἰαμάτων ἄνωθεν τὰ νάματα.

Δόξα... Καὶ νῦν... Τῆς Ἑορτῆς.

Εἰ τύχοι ἡ νηστεία τῶν Ἀποστόλων.

Δόξα... Καὶ νῦν... Θεοτοκίον.

Ἦχος β´. Ὅτε, ἐκ τοῦ ξύλου σε νεκρόν.

Χαῖρε, ἠλιόμορφε ἀστήρ· χαῖρε ἡ αἰτία ἁπάντων, καλῶν Πανάμωμε· χαῖρε ἡ χωρήσασα, Θεὸν ἀχώρητον, ἡ τὸν στάχυν βλαστήσασα, τῆς ἀθανασίας· χαῖρε θεῖον ὄχημα, πύλη ἡ πάμφωτος· χαῖρε, ἡ ἀρᾶς ἀναιρέτις, τῆς προγονικὴς ἡμῶν· χαῖρε, ἀγαθῶν ἡ πρόξενος ὑπάρχουσα.

Ἢ Σταυροθεοτοκίον.

Βότρυν, τὸν παμπέπειρον Ἁγνή, ὃν ἀγεωργήτως ἐν μήτρᾳ, ἐκυοφόρησας, ξύλῳ ὡς ἑώρακας, τοῦτον κρεμάμενον, θρηνῳδοῦσα ἠλάλαζες, καὶ ἔκραζες· Τέκνον, γλεῦκος ἐναπόσταξον, δι᾿ οὗ ἡ μέθη ἀρθῇ, πᾶσα, τῶν παθῶν εὐεργέτα, δι᾿ ἐμοῦ τῆς σὲ τετοκυΐας, σοῦ τὴν εὐσπλαγχνίαν ἐνδεικνύμενος.

Εἰς τὸν Στίχον Στιχηρὰ τῆς Ἑορτῆς. Ὁμοίως καὶ Ἀπολυτίκιον καὶ Ἀπόλυσις.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Οἱ Κανόνες τῆς Ἑορτῆς, καὶ τῶν Ἁγίων.

Ὁ Κανὼν τῶν Ἁγίων, οὗ ἡ Ἀκροστιχίς·

Πατρίκιον τὸν ἄριστον ἐν ἀθλοφόροισιν ἀείδω.

Ποίημα Θεοφάνους.

ᾨδὴ α´.

Ἦχος πλ. δ´. Ἁρματηλάτην.

Παντοδαπαῖς κεκοσμημένην χάρισιν, Ἱερωσύνης στολήν, καὶ ταῖς βαφαῖς αὖθις, μαρτυρίου αἵματος, ὡραϊσθεῖσαν Ἔνδοξοι περιθέμενοι πάντες, τῆς εὐσεβείας ἐδείχθητε, πρόμαχοι στεῤῥοὶ καὶ τῆς πίστεως.

Ἀγωνοθέτης ὁ Χριστὸς καθήμενος, ἐν δεξιᾷ τοῦ Πατρός, τοῖς Ἀθληταῖς πᾶσι, τῶν ἀγώνων στάδιον, ἀναπετάσας ἤθροισε, προσφυῶς ἡρμοσμένον, χορὸν Μαρτύρων τετράριθμον, ᾄσμασιν αὐτὸν μεγαλύνοντα.

Τῆς Ἐκκλησίας προεστὼς Πατρίκιε, οἷα ποιμὴν ἀγαθός, ὑπὲρ αὐτῆς μάκαρ, τὴν ψυχήν σου τέθεικας, σὺν Ἀκακίῳ Μένανδρον, Πολύαινόν τε τὸν θεῖον, σοφοὺς πλουτήσας συλλήπτορας, ᾆσμα τῷ Θεῷ ἀναπέμποντας.

Θεοτοκίον.

Ῥήσεσι θείων Προφητῶν ἑπόμενοι, καθωμολόγησαν, τὸν τοῦ Θεοῦ Λόγον, σάρκα προσλαβόμενον, οἱ θεηγόροι Μάρτυρες, ἐξ ἀχράντου Παρθένου, ἣν Θεοτόκον δοξάζοντες, ᾄσμασιν ἀεὶ μακαρίζομεν.

ᾨδὴ γ´.

Ὁ στερεώσας κατ᾿ ἀρχάς.

Τοὺς πορευθέντας ἀνδρικῶς, τὴν τρίβον τοῦ μαρτυρίου, καὶ τελέσαντας τὸν κάλλιστον δρόμον, μακαρίσωμεν πιστοί, ὡς νικηφόρους μάρτυρας, καὶ στεφανίτας θείους, καὶ ἱεράρχας θεόφρονας.

Ὁ θεηγόρος πυρωθείς, τῷ ζήλῳ τῆς εὐσεβείας, κατεμάρανε τὴν φλόγα τῆς πλάνης, ῥητορεύων ἀσφαλῶς, θεολογίας δόγματα, καὶ συνετίζων πάντας, πρὸς θείαν ὄντως ἐπίγνωσιν.

Νενεκρωμένον καθορῶν, τῷ κάρῳ τῆς ἀσεβείας, ὁ Πατρίκιος δεινὸν ἡγεμόνα, εἰσεπήδησε βοῶν, θεογνωσίας ῥήματα, καὶ διασπείρων πᾶσι, τὸν θεῖον λόγον τῆς πίστεως.

Θεοτοκίον.

Ἀπειρογάμως τοῦ Θεοῦ, τὸν Λόγον ὦ Θεοτόκε, ἀπεγέννησας ἐκ σοῦ σαρκωθέντα, ὃν οἱ Μάρτυρες Θεοῦ, ἀνδρείως ὡμολόγησαν, ὡς στρατιῶται τούτου, καὶ στεφανῖται γενόμενοι.

Ὁ Εἱρμός.

«Ὁ στερεώσας κατ᾿ ἀρχάς, τοὺς οὐρανοὺς ἐν συνέσει, καὶ τὴν γῆν ἐπὶ ὑδάτων ἑδράσας, ἐν τῇ πέτρᾳ με Χριστέ, τῶν ἐντολῶν σου στήριξον· ὅτι οὐκ ἔστι πλήν σου, Ἅγιος μόνε φιλάνθρωπε».

Κάθισμα. Ἦχος πλ. δ´.

Τὴν Σοφίαν καὶ Λόγον.

Σὺν Μενάνδρῳ Ἀκάκιον τὸν σοφόν, καὶ Πολύαινον πίστει τὸν ἱερόν, τιμήσωμεν ᾄσμασι, καὶ τὸν μέγαν Πατρίκιον· ἱερεῖς γὰρ οὖτοι, Θεοῦ παντοκράτορος, γεγονότες πίστει, αὐτῷ εὐηρέστησαν· ὅθεν μαρτυρίου, ἐπὶ τέλει τοῦ βίου, λαμπρῶς ἠξιώθησαν, καὶ Ἀγγέλοις συνήφθησαν, οἷς ἐκ πόθου βοήσωμεν· Πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν.

Καὶ τῆς Ἑορτῆς.

Εἰ τύχοι ἡ νηστεία τῶν Ἀποστόλων.

Δόξα... Καὶ νῦν... Θεοτοκίον.

Ἦχος πλ. δ´. Τὴν Σοφίαν καὶ Λόγον.

Χαριστήριον αἶνον χρεωστικῶς, ὡς ἡ χήρα ἐκείνη δύο λεπτά, προσφέρω σοὶ Δέσποινα, ὑπὲρ πασῶν τῶν χαρίτων σου· σὺ γὰρ ὤφθης σκέπη, ὁμοῦ καὶ βοήθεια, πειρασμῶν καὶ θλίψεων, ἀεὶ με ἐξαίρουσα· ὅθεν ὡς ἐκ μέσου, φλογιζούσης καμίνου, ῥυσθεὶς τῶν θλιβόντων με, ἐκ καρδίας κραυγάζω σοι· Θεοτόκε βοήθει μοι, πρεσβεύουσα τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δοθῆναί μοι· σὲ γὰρ ἔχω ἐλπίδα, ὁ ἀνάξιος δοῦλος σου.

Ἢ Σταυροθεοτοκίον.

Τὸν Ἀμνὸν καὶ Ποιμένα καὶ Λυτρωτήν, ἡ Ἀμνὰς θεωροῦσα ἐν τῷ Σταυρῷ, ὠλόλυζε δακρύουσα, καὶ πικρῶς ἀνεκραύγαζεν· Ὁ μὲν κόσμος ἀγάλλεται, δεχόμενος τὴν λύτρωσιν, τὰ δὲ σπλάγχνα μου φλέγονται, ὁρώσης σοῦ τὴν σταύρωσιν, ἥνπερ ὑπομένεις διὰ σπλάγχνα ἐλέους, Θεὲ ὑπεράγαθε, ἀνεξίκακε Κύριε. Ἧ πιστῶς ἐκβοησωμεν· Σπλαγχνίσθητι Παρθένε ἐφ᾿ ἡμᾶς, καὶ πταισμάτων δώρησαι τὴν ἄφεσιν, τοῖς προσκυνοῦσιν ἐν πίστει, αὐτοῦ τὰ παθήματα.

ᾨδὴ δ´.

Σὺ μου ἰσχύς, Κύριε.

Ῥώμην Χριστοῦ, περιεβάλου Πατρίκιε· ἱερεὺς γάρ, τούτου ἐχρημάτισας, καὶ τοῖς αὐτοῦ, ἴχνεσι σαφῶς, κατακολουθήσας, διὰ βασάνων προσήνεξαι, τῷ μόνῳ εὐεργέτῃ, εὐσεβῶς ἀνακράζων· Τῇ δυνάμει σου δόξα φιλάνθρωπε.

Ἱερουργός, θεῖος ἐδείχθης Ἀκάκιε, θείας αἴγλης, Πάτερ ἐμφορούμενος, καὶ τοῦ Χριστοῦ, Μάρτυς ἀληθής, ἀναδεδειγμένος, εἰδώλων πλάνην κατέπτυσας· διὸ καὶ γεγηθότι, συνειδότι κραυγάζεις· Τῇ δυνάμει σου δόξα φιλάνθρωπε.

Στίφει Χριστέ, τῶν σῶν Μαρτύρων ὁ Μένανδρος, συγχορεύων, καὶ συναγαλλόμενος, μαρμαρυγαῖς, λάμπει νῦν ταῖς σαῖς, καὶ φωτοχυσίαις, ὡραίαις ἀγλαϊζόμενος, κἀκεῖ σοι τῷ Δεσπότῃ, γεγηθὼς ἀνακράζει· Τῇ δυνάμει σου δόξα φιλάνθρωπε.

Τῆς ἱερᾶς, στάσεως Σῶτερ Πολύαινος, ἠξιώθη ὡς ἀκαταγώνιστος, Μάρτυς φανείς· ὅθεν καὶ φωτός, νῦν τοῦ ἀκηράτου, ἀξίως ἀναπιμπλάμενος, βοᾷ σοι τῷ Δεσπότῃ, τῶν ἁπάντων καὶ κτίστῃ· Τῇ δυνάμει σου δόξα φιλάνθρωπε.

Θεοτοκίον.

Ὅπλον Χριστέ, τὴν σὲ τεκοῦσαν Πανάμωμον, κεκτημένοι, πλάνης ἐτροπώσαντο, τὰς μηχανάς, Μάρτυρες οἱ σοί, καὶ τὰς τῶν τυράννων, θωπείας σαφῶς διέλυσαν, καὶ νῦν στεφανηφόροι, δεδειγμένοι βοῶσι· Τῇ δυνάμει σου δόξα φιλάνθρωπε.

ᾨδὴ ε´.

Ἵνα τί με ἀπώσω.

Νεκρωθέντες τῷ κόσμῳ, Μάρτυρες θεόφρονες πόνοις ἀσκήσεως, τῷ Χριστῷ προθύμως, προσηνέγκατε θύματα τέλεια, ἑαυτοὺς τυθέντες, ὥσπερ ἀμνοὶ τοῖς τοῦ Δεσπότου, πειθαρχοῦντες ἐνθέοις προστάγμασιν.

Ἐναθλοῦντες νομίμως, Μάρτυρες πανεύφημοι ἐστεφανώθητε· καρτερήσαντες γάρ, τὰς πικρὰς ἀλγηδόνας καὶ μάστιγας, τὰς τῶν παρανόμων, ἐν οὐρανοῖς κατατρυφῆσαι, τῆς ἀφθάρτου ζωῆς ἠξιώθητε.

Νοερῶς σὺν Ἀγγέλοις, νῦν ἐνδιαιτώμενος μάκαρ Πατρίκιε, τῶν ἐπιτελούντων, τὴν σεβάσμιον μνήμην σου μέμνησο, πρὸς τὸν σὸν Δεσπότην, ἐν προσευχαῖς καθικετεύων, ἐκ κινδύνων ῥυσθῆναι πανεύφημε.

Θεοτοκίον.

Ἀληθῆ Θεοτόκον, πάντες ἐπιγνόντες σε Μάρτυρες ἔνδοξοι, τὸν ἐκ σοῦ τεχθέντα, Θεὸν Λόγον εἰδότες ἐκήρυξαν, πρὸς τὴν ἁμαρτίαν, νεανικῶς μέχρι θανάτου, ἀνθιστάμενοι Κόρη πανύμνητε.

ᾨδὴ Ϛ´.

Ἄβυσσος ἁμαρτιῶν.

Θίασον ἀθλητικόν, ἐκ τεσσάρων συνεστῶτα Μαρτύρων ἱεραρχῶν ἀξίως, εὐπρεπῶς φαιδρυνόμενον, ὁ λαὸς ὁ εὐσεβής, νῦν συστησάμενοι τὰς χορείας, χαρμονικῶς ἀνευφημήσωμεν,.

Λύουσι σωματικῶν, ἀλγηδόνας οἱ στεῤῥοὶ νοσημάτων, ταῖς τῶν θερμῶν ὑδάτων, αὐτομάτοις ἐκβλύσεσι, καὶ παθῶν τῶν ψυχικῶν, θείαις ἐντεύξεσι, τοὺς ἐν πίστει, προσερχομένους ἁπαλλάττουσιν.

Ὄρθρον μοι τὸν νοητόν, τῷ ἐν σκότει τῶν πταισμάτων κειμένῳ καὶ μοχθηρῶς ἐντεῦθεν, τὴν ζωὴν διανύοντι, προσευχαῖς μάκαρ ταῖς σαῖς, νῦν ἐξανάτειλον, ἱκετεύων, τὸν Λυτρωτὴν Χριστὸν Πατρίκιε.

Θεοτοκίον.

Φώτισόν μου τὴν ψυχήν, ἡ τεκοῦσα τὸ ἀπαύγασμα δόξης, τῆς τοῦ Πατρὸς Παρθένε, Θεοτόκε πανύμνητε· τὴν σὴν γὰρ οἱ ἀθληταί, χάριν κατέχοντες, τῶν τυράννων, τὰς γλωσσαλγίας ἀπεκρούσαντο.

Ὁ Εἱρμός.

«Ἄβυσσος ἁμαρτιῶν, καὶ πταισμάτων καταιγίς με ταράττει, καὶ πρὸς βυθὸν βιαίως συνωθεῖ ἀπογνώσεως· ἀλλὰ σὺ τὴν κραταιάν, χεῖρά μοι ἔκτεινον, ὡς τῷ Πέτρῳ, καὶ ἐκ φθορᾶς με ἀνακάλεσαι».

Κοντάκιον. Ἦχος πλ. δ´.

Ὡς ἀπαρχὰς τῆς φύσεως.

Ὡς ἱερὸν κειμήλιον, τοῦ Ἰησοῦ Πατρίκιε, ἡ Ἐκκλησία λαβοῦσα τὸ σῶμά σου, ἀγαλλομένη κράζει σοι· Διὰ σοῦ ἅπας κόσμος, ἐν εἰρήνῃ βαθείᾳ διαφυλάττεται, ἐξ αἱρέσεως πάσης ἀλώβητος καὶ ἀήττητος.

Συναξάριον.

Τῇ ΙΘ´ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Πατρικίου, Ἐπισκόπου Προύσης καὶ τῶν σὺν αὐτῷ, Ἀκακίου, Μενάνδρου καὶ Πολυαίνου,.

Στίχοι.

Ἔφευρε Πατρίκιος ἐκτμηθεὶς κλέος,

Ὑπὲρ κλέος πᾶν γηΐνων πατρικίων.

Ἐννεακαιδεκάτῃ τάμε Πατρίκιον ξίφος ὀξύ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μέμνονος τοῦ θαυματουργοῦ.

Στίχοι.

Ὑπνοῖ τι μικρὸν ἁρπαγὴν τὴν ἐσχάτην,

Τὴν εἰς ἀπαντὴν τοῦ Θεοῦ Μέμνων μένων.

Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀκολούθου.

Στίχοι.

Ὁ Μάρτυς Ἀκόλουθος ὡς πρὸς παστάδα,

Ἐπηκολούθει τοῖς ἄγουσι πρὸς φλόγα.

Ἡ Ἁγία νέα Μάρτυς Κυριακὴ πυρὶ τελειοῦται.

Στίχοι.

Αἰώνιον φεύγουσα πῦρ ἐχεφρόνως,

Κυριακὴ πρόσκαιρον ἡδέως φέρει.

Ἡ Ἁγία Μάρτυς Θεοτίμη ξίφει τελειοῦται.

Στίχοι.

Τιμὴ Θεὸς πέφυκε τῇ Θεοτίμῃ,

Ἦν τιμίαν τίθησι Μάρτυρα ξίφος.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ´.

Θεοῦ συγκατάβασιν.

Οἱ ἔνδοξοι Μάρτυρες, ἱερωσύνης κεκοσμημένοι στολῇ, τῷ σφῶν αἵματι ταύτην, ἱερωτέραν ἀπεργασάμενοι, ἐν θεοπτίᾳ χορεύοντες ψάλλουσιν· Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Ῥητόρων δεινότητας, φωτὶ τῷ θείῳ καταυγαζόμενος, ἐξεφαύλισας μάκαρ, ὡς ἐν καμίνῳ τοῖς αὐτομάτοις θερμοῖς, οἷς οὐκ ἐφλέχθης βληθείς, ἀλλ᾿ ἐκραύγαζες· Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Οὐ φέρει Πατρίκιε, σοφοὺς σου λόγους, οἷς ἐθριάμβευσας, Ἡγεμὼν ὁ ἀλάστωρ, μιαρωτάτους καὶ ψευδωνύμους θεούς, ὧν καταπτύσας ἐβόας γηθόμενος· Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Θεοτοκίον.

Ἰδού νῦν πεπλήρωται, Δαυῒδ τοῦ θείου ἡ θεία πρόῤῥησις· λιτανεύει γὰρ πόθῳ, τετρὰς Μαρτύρων τῷ σῷ προσώπῳ Ἁγνή, τῷ σαρκωθέντι ἐκ σοῦ ἀνακράζουσα· Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

ᾨδὴ η´.

Ἑπταπλασίως κάμινον.

Στεφανηφόρους Μάρτυρας, Ἱεράρχας θεόφρονας, δεῦτε γεγηθότες, οἱ πιστοὶ τιμήσωμεν, Χριστὸν μεγαλύνοντες, τὸν παρασχόντα τούτοις ἰσχύν, τὰς τῶν δυσμενῶν, μὴ δεδοικέναι βασάνους, ὃν Παῖδες εὐλογοῦσιν, ἱερεῖς ἀνυμνοῦσι, λαοὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.

Ἱερωσύνης χρίσματι, μαρτυρίου τε αἵματι, ἡ τῶν καλλινίκων, τετρακτὺς κεκόσμηται, καὶ λάμπει τοῖς θαύμασι, δι᾿ ἑκατέρων μάλα λαμπρῶς, τὸν Δημιουργόν, καὶ Λυτρωτὴν ἐκβοῶσα· Οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Νενικηκότες ἔνδοξοι, τῶν δαιμόνων τὰς φάλαγγας, καὶ τὰς τῶν τυράννων, ἀπειλὰς μὴ πτήξαντες, στεφάνους ἐδέξασθε, παρὰ Χριστοῦ πανεύφημοι, καὶ ὡς νικηφόροι ἀθληταὶ μελῳδεῖτε· Οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.

Ἀγαλλιάσθω Μένανδρος, εὐφημείσθω Ἀκάκιος, καὶ σὺν Πολυαίνῳ, ὁ φαιδρὸς Πατρίκιος, χορείαν στησάμενοι, τὸν σαρκωθέντα Λόγον Πατρός, ἐκ παρθενικῆς ἀπειρογάμου νηδύος, ὑμνείτωσαν ἀπαύστως, ἱερεῖς δεδειγμένοι, αὐτὸν ὑπερυψοῦντες, εἰς πάντας τοὺς αἰῶνας.

Ὁ Εἱρμός.

«Ἑπταπλασίως κάμινον, τῶν Χαλδαίων ὁ τύραννος, τοῖς θεοσεβέσιν, ἐμμανῶς ἐξέκαυσε, δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών, τὸν Δημιουργὸν καὶ Λυτρωτὴν ἀνεβόα· Οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

ᾨδὴ θ´.

Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός.

Ἐξέστησαν ὁρῶντες τοὺς ἀθλητάς, κεφαλὰς τεμνομένους οἱ τύραννοι, καὶ τὰς ψυχάς, πόθῳ προδιδόντας καρτερικῶς· ὁ δὲ Χριστὸς ἐδέξατο, τούτους καταπαύσας ἐν ἑαυτῷ, δι᾿ ὧν καὶ τὰς ἰάσεις, πηγάζει ὡς ἐκ κρήνης, ἀδιαλείπτως τοῖς προστρέχουσιν.

Ἰδεῖν ἐσπουδακότες τῶν ὀρεκτῶν, τὴν πηγὴν Ἱεράρχαι καὶ Μάρτυρες, ἐν οὐρανοῖς, πάσας εὐκληρίας τὰς ἐν τῇ γῇ, καταλιπόντες ἤρθητε, πρὸς ὑψηλοτάτην περιωπήν, τῆς θείας βασιλείας, τρυφᾶν ἀξιωθέντες, τῆς ὑπὲρ νοῦν μακαριότητος.

Διήλθετε τὸ ὕδωρ τῶν πειρασμῶν, καὶ τὸ πῦρ τῶν βασάνων διέβητε, καὶ νῦν τρανῶς, τὴν διαιωνίζουσαν, Ἀθληταί, ἀναψυχὴν εἰλήφατε, τῶν ἐπουρανίων ἐν ταῖς σκηναῖς· ἐν αἷς στεφανηφόροι, χορεύοντες ἀπαύστως, ἐκ τῶν κινδύνων ὑμᾶς ῥύσασθε.

Θεοτοκίον.

Ὡς ἥλιος ἡ μνήμη τῶν ἀθλητῶν, τοὺς πιστοὺς περιλάμπει τοῖς θαύμασιν· ὁ γὰρ ἐκ σοῦ, ἄχραντε Παρθένε τεχθεὶς Θεός, ὃν εὐσεβῶς ἐκήρυξαν, τούτους κατελάμπρυνεν ἐμφανῶς, δοξάζων τοὺς ἐν πίστει, αὐτοῦ τὴν παρουσίαν, τετιμηκότας ὡς ὑπέσχετο.

Ὁ Εἱρμός.

«Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός, καὶ τῆς γῆς κατεπλάγη τὰ πέρατα, ὅτι Θεός, ὤφθη τοῖς ἀνθρώποις σωματικῶς, καὶ ἡ γαστήρ σου γέγονεν, εὐρυχωροτέρα τῶν οὐρανῶν· διὸ σὲ Θεοτόκε, Ἀγγέλων καὶ ἀνθρώπων, ταξιαρχίαι μεγαλύνουσιν.

Ἐξαποστειλάριον τῆς Ἑορτῆς.

Εἰς τὸν Στίχον τῶν Αἴνων, Στιχηρά Προσόμοια τῆς Ἑορτῆς.

Καὶ τὰ λοιπά, ὡς σύνηθες, καὶ Ἀπόλυσις.

Комментарии для сайта Cackle