Τῌ ΙΒ´ ΤΟΥ ΜΗΝΟΣ ΜΑΪΟΥ

Μνήμη τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν, Ἐπιφανίου Ἐπισκόπου Κύπρου, καὶ Γερμανοῦ, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως.

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εἰς τὸ, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια ἀμφοτέρων ἀνὰ τρία.

Στιχηρὰ τοῦ Ἁγίου Ἐπιφανίου.

Ἦχος δ´. Ἔδωκας σημείωσιν.

Νόμος ὁ ἐν γράμματι, παιδαγωγός σοι γεγένηται, εἰς Χριστὸν Ἐπιφάνιε, δεικνὺς τὴν ἀστράψασαν, τοῦ Σωτῆρος χάριν, τῆς θεογνωσίας, προγραφομένην μυστικῶς, καὶ τυπουμένην διαφανέστατα, ἥνπερ καὶ ἐφανέρωσας, ταῖς διδαχαῖς σου πανεύφημε, τηλαυγῶς ἐκτιθέμενος, τὰ θεόπνευστα δόγματα.

Νόμου τοῦ τῆς χάριτος, καταγγελεὺς ἐχρημάτισας, Θεοφάντορ μακάριε, φωτίζων τὰ πέρατα, ταῖς τῶν σῶν δογμάτων, θείαις δαδουχίαις, καὶ τῶν αἱρέσεων θερμῶς, τὰς γλωσσαλγίας καταστρεψάμενος, πανσόφως ἐστηλίτευσας, διδασκαλίας πανόσιε, καὶ τὸ κάλλος τὸ ἄχραντον, τὸ τῆς πίστεως ἔδειξας.

Ὁ βίος ὁ ἔνθεος, τῷ ὀρθοδόξῳ φρονήματι, συνδραμὼν παρεσκεύασε, τελεῖν τὰ θαυμάσια, καὶ δαιμόνων θράσος, Πάτερ ἀπελαύνειν, καὶ νοσημάτων χαλεπῶν, τὰς ἀλγηδόνας παύειν ἐντεύξεσι, καὶ χάριτι κοσμούμενον, Ἱεραρχίας σε ἔδειξεν, Ἰησοῦς ὁ φιλάνθρωπος, καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

Τοῦ Ἁγίου Γερμανοῦ.

Ἦχος α´. Πανεύφημοι Μάρτυρες.

Λεόντιον φρόνημα στεῤῥῶς, Γερμανὲ κατέβαλες, τὸ δυσσεβείας ἀνάμεστον· τὴν γὰρ προσκύνησιν, τῶν σεπτῶν εἰκόνων, τοῦ Χριστοῦ ὁ δείλαιος, καὶ πάντων τῶν Ἁγίων ἠρνήσατο· ἀλλὰ τοῖς λόγοις σου, θεοφάντορ ἐξελήλεγκται, καὶ ὡς ἄνους, ἀνόητος ἔμεινεν.

Ὁ Λέων ὁ ἄθεος, ὁ θήρ, ὁ Θεῷ μισούμενος, τοῦ Ἀντιχρίστου ὁ πρόδρομος, ὁ τὴν προσκύνησιν, τῆς Χριστοῦ εἰκόνος, ἀθετήσας Ὅσιε, τοῦ κλήρου τῶν πιστῶν ἐξωστράκισται· διὸ αἰτοῦμεν σε· Ὡς ἐκεῖνον ταῖς πρεσβείαις σου, τὸν παρόντα, κατεύνασον τάραχον.

Ἐφέσεως ἔτυχες τῆς σοί, θεοφάντορ πόῤῥωθεν, πεποθημένης σαφέστατα· τῷ γὰρ Δεσπότῃ σου, μετὰ παῤῥησίας, Γερμανὲ μακάριε, νῦν ἱεροπρεπῶς προσεχώρησας· ᾧ παριστάμενος, ἀπολαύεις τῆς θεώσεως, τὴν εἰρήνην, τῷ κόσμῳ αἰτούμενος.

Δόξα... Τοῦ Ἁγίου Ἐπιφανίου.

Ἦχος β´.

Εἰ καὶ Μωσαϊκοῖς νόμοις ὑπέκυψας, τῆς Ἰουδαϊκῆς λατρείας ὑπάρχων βλάστημα, ἀλλ᾿ ἡ χάρις Πάτερ ἡ τοῦ Χριστοῦ, ἐν σοὶ ἐπιλάμψασα, μαθητὴν τῆς εἰρήνης τοῦ Εὐαγγελίου σαφῶς ἀπειργάσατο· ἐντεῦθεν ὡς ἀγχίνους, τοῖς ἀμφοῖν διαθηκῶν, κατὰ νοῦν εἰληφὼς ἔκβασιν, ἀπὸ δουλείας, εἰς ἐλευθείαν μεταβέβηκας. Διὸ ἱκέτευε ὑπὲρ ἡμῶν, λυτρωθῆναι τῆς τυραννίδος τοῦ ἐχθροῦ, καὶ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν... Τῆς Ἑορτῆς.

Εἰς τὸν Στίχον Στιχηρὰ τῆς Ἑορτῆς.

Δόξα... Τοῦ Ἁγίου Ἐπιφανίου.

Ἦχος πλ. α´.

Τῆς ὀρθοδόξου πίστεως, διὰ τὴν πνευματικὴν σοφίαν, διδάσκαλος ὤφθης, Ἐπιφάνιε μακάριε· καὶ Χριστὸν εὑρὼν ποδηγέτην, τὰς βουλὰς τῶν κακοδόξων αἱρετικῶν διεσκέδασας. Διὸ αἰτοῦμεν σε Ἅγιε, πρεσβεύειν ἄχρι τέλους, τὴν ὑπὸ σοῦ βεβαιωθεῖσαν ὀρθὴν πίστιν, ἀσάλευτον φυλαχθῆναι ἡμῖν, καὶ τὸ μέγα ἔλεος παρ᾿ αὐτοῦ τοῦ Σωτῆρος τῶν ὅλων, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν.

Καὶ νῦν... Τῆς Ἑορτῆς.

Ἀπολυτίκιον. Ἦχος α´.

Τοῦ λίθου σφραγισθέντος.

Ξυνωρίδα τῆς θείας Ἐκκλησίας τὰς σάλπιγγας, Γερμανὸν σοφὸν Ἱεράρχην, καὶ κλεινὸν Ἐπιφάνιον, τιμήσωμεν προφρόνως οἱ πιστοί· τὸν μὲν ὡς ἐν φρονήματι στεῤῥῷ ὑπὲρ τῆς Χριστοῦ εἰκόνος, τὸν θεομάχον Λέοντα ἐλέγξαντα· ὡς μάστιγα δὲ αἱρέσεων δεινήν, τὸν ἅγιον Ἐπιφάνιον. Οὔτοι γὰρ ἐκτενῶς ὑπὲρ ἡμῶν, ἀεὶ πρεσβεύουσι.

Καὶ τῆς Ἑορτῆς, καὶ Ἀπόλυσις.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν συνήθη Στιχολογίαν, τὰ Καθίσματα τῆς Ἑορτῆς, καὶ οἱ Κανόνες τῆς Ἑορτῆς, καὶ τῶν Ἁγίων.

Κανὼν τοῦ Ἁγίου Ἐπιφανίου, οὗ ἡ Ἀκροστιχὶς (ἄνευ τῶν Θεοτοκίων).

Ἐπιφανίου τὸ κῦδος ἔπλησε χθόνα.

Ἰωάννου τοῦ Δαμασκηνοῦ.

ᾨδὴ α´. Ἦχος α´.

Σοῦ ἡ τροπαιοῦχος.

Ἐν τῷ τοῦ θεράποντος πιστῶς, πολιτευσάμενος νόμῳ τοῦ γράμματος, τῷ δεσποτικῷ ὑποκύψας ζυγῷ, διέπρεψας Πανόλβιε, καὶ φωστὴρ ἐδείχθης, τῆς γῆς φωτίζων τὰ πέρατα.

Πόθῳ θείου νόμου συσχεθείς, καὶ τοῦ ἀδίκου προκρίνας τὸ δίκαιον, Πάτερ Ἐπιφάνιε, συμβολικῶς ἐδέξω τὴν σωτήριον, πίστιν τῆς Τριάδος, ἐκ θείας ὥσπερ προγνώσεως.

Ἰατὴρ σαρκός τε καὶ ψυχῆς, θεοειδής σοι ἐγένετο ἄνθρωπος, τῷ ὑποζυγίῳ σου, τὸ τῶν παθῶν συναποκτείνας ὅρμημα, καὶ συνθεραπεύσας, ψυχῆς τὸ ἄπιστον φρόνημα.

Θεοτοκίον.

Ὅλην τὴν μορφήν μου προσλαβών, ὁ ἐν μορφῇ Θεοῦ πρὶν καθορώμενος, ὅλην ἀνεκαίνισε, τῇ σῇ γαστρί θεοπρεπῶς σκηνώσας Ἁγνή· ὅθεν Θεοτόκον πιστοί σε πάντες δοξάζομεν.

Ἕτερος Κανὼν τοῦ Ἁγίου Γερμανοῦ οὗ ἡ Ἀκροστιχίς·

Τοῦ ποιμενάρχου Γερμανοῦ μέλπω κλέος.

ᾨδὴ α´.

Ἦχος καὶ Εἱρμὸς ὁ αὐτός.

Τῆς Ἱερωσύνης τῇ στολῇ, κατακοσμούμενος Μάκαρ διέπρεψας· λόγῳ δὲ τῆς χάριτος, τὰ τῶν πιστῶν πανευσεβῶς συστήματα, ὤφθης θεοφάντορ, καταφωτίζων τοῖς δόγμασιν.

Ὄχημα ὑπῆρξας ἀρετῶν, οὗ ἐπιβὰς τῷ Θεῷ προσεχώρησας, κόσμου τὴν τερπνότητα, καταλιπών, καὶ τὸ σαθρὸν δοξάριον, καὶ οὐρανοφοίτης, τῇ σῇ σοφίᾳ γενόμενος.

Ὑπὸ τῆς προνοίας προγνωσθείς, ὡς Ἱερεὺς θεηγόρος ἐσόμενος, Πάτερ ὑπεξέφυγας, τυραννικὴν μιαιφονίαν Ὅσιε, τοῦ Θεοῦ φρουροῦντος, σὲ δεξιᾷ παντοκράτορι.

Θεοτοκίον.

Ποίαν σοὶ ἐπάξιον ᾠδήν, ἡ ἡμετέρα προσοίσει ἀσθένεια, εἰμὴ τὴν χαρμόσυνον, ἣν Γαβριὴλ ἡμᾶς ἐμυσταγώγησε; Χαῖρε Θεοτόκε, Παρθένε Μῆτερ ἀνύμφευτε.

Τοῦ Ἐπιφανίου.

ᾨδὴ γ´.

Ὁ μόνος εἰδώς.

Φαιὸν περιβόλαιον ἰδών, αἰτήσαντι τὸν ἔλεον, μεταδοθὲν τοῖς σώματος ὄμμασι, λαμπρὰν ἐσθῆτα περιβαλλόμενον, νοητῶς τεθέασαι, καὶ τῇ θείᾳ χάριτι, ἐφωτίσθης πρὸς πίστιν ἀμώμητον.

Ἀκούσας ῥημάτων εὐσεβῶν, τὴν ὕλην ἐβδελύξω μέν, καὶ βίον ἐπόθησας ἄϋλον, ὡς αἵματος δὲ συμμετασχούσάν σοι, καὶ τῆς γνώμης μέτοχον, προσλαβὼν τὴν ὅμαιμον, ἀνεδείχθητε ζεῦγος μακάριον.

Νεκροὺς λογισμοὺς ἀποστραφείς, Παμμάκαρ Ἐπιφάνιε, ἐπιποθήσας ζῶντι λατρεύειν Θεῷ, τῷ θείῳ δρόμῳ πιστῶς προσέδραμες, καὶ ἐδέξω σύμβολον, τηλαυγὲς πανόλβιε, τῶν νεκρῶν σοῦ πεδίλων τὴν ἔκπτωσιν.

Θεοτοκίον.

Ἁγίων τὸν Ἅγιον Χριστόν, ἁγίως ἀπεκύησας, ἁγιωσύνης ἅγιον σκήνωμα, τὸν ἐν Ἁγίοις ἀναπαυόμενον, ᾧ βοῶμεν· Ἅγιος, ὁ ναὸς ὁ ἔμψυχος, τῆς ἀφράστου σου δόξης φιλάνθρωπε.

Τοῦ Γερμανοῦ.

Ὁ αὐτός.

Ὁ θείᾳ προγνώσει προειδώς, σῆς γνώμης τὸ ἐλεύθερον, καὶ τῆς ψυχῆς Σοφὲ τὴν εὐγένειαν, χερσὶν ἀνόμοις ἀναιρεθῆναι σε, ὡς Θεὸς ἐκώλυσε, καὶ παρθένων τάγματι, εὐνουχίᾳ πανσόφως κατέλεξεν.

Ἰδεῖν ἐφιέμενος σαφῶς, Παμμάκαρ τὴν λαμπρότητα, τὴν νοητὴν τῆς θείας θεώσεως, ἱεραρχίαν τὴν σὴν ἐκόσμησας, πολιτείᾳ σώφρονι, καὶ σοφοῖς διδάγμασιν, ὀρθοδόξως ἰθύνας τὸ ποίμνιον.

Μεγάλης καθέδρας ἐπιβάς, μεγάλως κατελάμπρυνας, τῆς Ἐκκλησίας Πάτερ τὸ πλήρωμα, διδασκαλίαις καὶ μελῳδήμασι, Γερμανὲ πανεύφημε, Ἱεράρχα Ὅσιε, καὶ φωστὴρ οἰκουμένης ὑπέρτιμε.

Θεοτοκίον.

Ἐκ σοῦ ἀνεβλάστησεν Ἁγνή, τὸ ἄνθος τὸ ἀμάραντον, εὐωδιάζον τὴν ἀνθρωπότητα, τῷ θείῳ μύρῳ τῆς αὑτοῦ φύσεως, ὁ Πατρὶ συνάναρχος, καὶ ἐκ σοῦ γενόμενος, ὑπὸ χρόνον, Παρθένε πανάμωμε.

Ὁ Εἱρμός.

«Ὁ μόνος εἰδὼς τῆς τῶν βροτῶν, οὐσίας τὴν ἀσθένειαν, καὶ συμπαθῶς αὐτὴν μορφωσάμενος, περίζωσόν με ἐξ ὕψους δύναμιν, τοῦ βοᾶν σοι· Ἅγιος, ὁ ναὸς ὁ ἔμψυχος, τῆς ἀφράστου σου δόξης φιλάνθρωπε».

Κάθισμα. Τοῦ Ἐπιφανίου.

Ἦχος γ´.

Θείας πίστεως.

Θείοις δόγμασι, τὴν Ἐκκλησίαν, Πάτερ ἔπλησας, ὀρθοδοξίας· ταῖς διδαχαῖς σου αἱρέσεις τρεψάμενος, τῆς εὐσεβείας τὸν δρόμον ἐπλήρωσας, καὶ σὺν τῷ Παύλῳ τὴν πίστιν ἐτήρησας, Ἐπιφάνιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Δόξα... Τοῦ Γερμανοῦ.

Ἦχος πλ. δ´.

Τῇν Σοφίαν καὶ Λόγον.

Ἱερὰν ἀμπεχόμενος τὴν στολήν, ἀνεδείχθης ὑπέρμαχος τοῦ Χριστοῦ, μὴ πτήξας παράνομον, Βασιλέα, Πατὴρ ἡμῶν, τὸν αὐχένα μὴ κλίνας, ἀθέῳ προστάγματι, ῥαπισμοὺς ὑποφέρων, ὀνείδη καὶ σκώμματα· ὅθεν ὁ ἀλάστωρ, τῷ θυμῷ ὑπερζέσας, φρουρᾷ σε κατέκλεισε, μέχρι τέλους μακάριε· διὰ τοῦτο βοῶμέν σοι· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Καὶ νῦν... Τῆς Ἑορτῆς.

Τοῦ Ἐπιφανίου.

ᾨδὴ δ´.

Ὄρος σε τῇ χάριτι.

Ἱκέτης ὡς δοῦλος προσελθὼν τῷ Βαπτίσματι, υἱοθετήθης δι᾿ αὐτοῦ, καὶ κληρονόμος ἀληθῶς, Θεοῦ Ἐπιφάνιε, καὶ τοῦ Χριστοῦ συγκληρονόμος γεγένησαι, θεοπρεπῶς αὐτῷ πολιτευσάμενος.

Ὁρᾷ σου πολλῇ ἠγλαϊσμένον τὸ πρόσωπον, καὶ ἀποῤῥήτῳ ὁ ποιμήν, δόξῃ καὶ στέφει εὐπρεπεῖ, τὴν ἔνδοξον κάραν σου ὑπερφυῶς, κατεστεμμένην ἀοίδιμε, τῆς καθαρᾶς σου καρδίας τὰ σύμβολα.

Ὑπῆρξας δοχεῖον θείας χάριτος Ὅσιε, καὶ διεσκόρπισας σαφῶς πλοῦτον τὸν πρόσκαιρον Χριστῷ καὶ ὄλβον αἰώνιον, ἐν οὐρανοῖς ἀσύλητον ἐθησαύρισας, ὥσπερ ἀγχίνους κριτὴς Ἐπιφάνιε.

Τῶν νέων ἀμείψας ἐν νεότητι φρόνημα, στοιχειωθείς δε πρεσβυτῶν, παρὰ σοφῶν καὶ συνετῶν, τῷ φόβῳ Μακάριε, τῷ θεϊκῷ, μελέτῃ λόγων τοῦ Πνεύματος, σὺ ἐραστὴς τῆς σοφίας γεγένησαι.

Θεοτοκίον.

Ἁγία Ἁγίων Θεοτοκε πανύμνητε, ἡ προσδοκία τῶν ἐθνῶν, καὶ σωτηρία τῶν πιστῶν, ἐκ σοῦ ἀνεβλάστησεν, ὁ λυτρωτὴς καὶ ζωοδότης καὶ Κύριος, εἰς σωτηρίαν ἡμῶν τῶν ὑμνούντων σε.

Τοῦ Γερμανοῦ.

Ὁ αὐτός.

Νεκρώσας πανσόφως τῆς σαρκὸς τὰ σκιρτήματα, Ἱερομύστα Γερμανέ, φιλοσοφίας φωτισμῷ, τὸν νοῦν κατελάμπρυνας, πνευματικῇ μυσταγωγίᾳ κοσμούμενος, Χριστῷ κραυγάζων· Δόξα τῇ δυνάμει σου.

Ἀρνεῖσθαι τὸ πάνσεπον Χριστοῦ ἐξεικόνισμα, ὁ δυσμενέστατος ἐχθρός, παραφροσύνῃ προκληθείς, ταῖς σαῖς ἐξελήλεγκται, περιφανῶς διδασκαλίαις ἀοίδιμε, ἀλλ᾿ ἀνιάτως νοσῶν οὐκ ᾐσθάνετο.

Ῥημάτων τὸν ἔλεγχον τῶν σῶν ὑφορώμενος, ὁ θηριώνυμος, Σοφέ, καὶ θηριότροπος τὸν νοῦν, τοῦ θρόνου κατάγει σε, τοῦ ἱεροῦ· ἀλλ᾿ ἀντὶ τούτου ἐπλούτησας, ἱερουργίαν Παμμάκαρ οὐράνιον.

Θεοτοκίον.

Χαράν σοι σαφῶς ἀπ᾿ οὐρανοῦ ἀφικόμενος, ὁ Ἀρχιστράτηγος Ἁγνή, εὐηγγελίσατο, εἰπών· Θεὸς ἐξελεύσεται, μετὰ σαρκός, ἐκ σοῦ Παρθένε πανάχραντε, εἰς σωτηρίαν τῶν πόθῳ ὑμνούντων σε.

Τοῦ Ἐπιφανίου.

ᾨδὴ ε´.

Ὁ φωτίσας τῇ ἐλλάμψει.

Ὁσίως σου τὴν γαστέρα, ἐν ἄρτῳ καὶ ὕδατι, ἐστένωσας, κεχρημένος ὡς ὄψῳ τῷ ἅλατι, καὶ παθῶν ἐκράτησας σαρκός, ἐν σώματι τὸν βίον, τῶν Ἀσωμάτων μιμούμενος.

Κατώκτιρας τρυχομένους, τῷ δίψει ἐν καύσωνι, καὶ ἤμειψας εὐπρεπῶς τῶν σημείων ἀρχόμενος ὡς θεράπων ἄριστος, τὸν σὸν μιμούμενος Δεσπότην οἶνον εἰς ὕδωρ Μακάριε.

Ὑπέδρασας τὸν κενόν, τῶν ἀνθρώπων δοξάριον, καὶ ἔρημον, ὥσπερ ὁ σὸς Δεσπότης κατῴκησας, πειρασμοῖς δὲ ἐχώρησας δαιμονικήν, πρὸς πάλην ἀοράτως, τὸ ἀσθενές σου νευρούμενος.

Θεοτοκίον.

Λόγον θεῖον, διὰ λόγου ἐν μήτρᾳ ἐχώρησας, ὑπὲρ λόγον Θεοτόκε· αὐτὸν οὖν δυσώπησον, ἐξ ἀλόγων πράξεων, καὶ ἡδονῶν θανατηφόρων, ἐλευθερῶσαι τοὺς δούλους σου.

Τοῦ Γερμανοῦ.

Ὁ αὐτός.

Ὁλοκλήρως τὸν Χριστόν, ἀγαπήσας Θεόληπτε, ἠγαπήθης παρ᾿ αὐτοῦ, ἐπαξίως καὶ εἴληφας, χαρισμάτων πέλαγος, καὶ γὰρ σοφῳς ταῖς διδαχαῖς, σου, τὴν Ἐκκλησίαν ἐφώτισας.

Ὑμνῳδίαις Γερμανέ, θεοπνεύσοις ἐφαίδρυνας, τὰς χορείας τῶν πιστῶν, καὶ τὰ θεῖα πληρώματα, ἡ γὰρ παναρμονιος νευρά, Πάτερ τῆς σῆς καρδίας, τοὺς Ὀρθοδόξους ἐλάμπρυνε.

Γηθόμενος, τῶν Μαρτύρων τοὺς ἄθλους καὶ τρόπαια, στηλιτεύσας ἐγκωμίων καὶ λόγων συνθέσεσι· καὶ αὖθις Ἀοίδιμε, εἰκονικαῖς χρωματουργίαις, εἰς ἓν συνάπτων ἀμφότερα.

Θεοτοκίον.

Εὐφραίνονται, οὐρανῶν αἱ δυνάμεις ὁρῶσαι σε· ἀγάλλονται, σὺν αὐτοῖς τῶν βροτῶν τὰ συστήματα· τῷ γὰρ τόκῳ ἣνωνται τῷ σῷ, Παρθένε Θεοτόκε, ὃν ἐπαξίως δοξάζομεν.

Τοῦ Ἐπιφανίου.

ᾨδὴ Ϛ´.

Ἐκύκλωσεν ὑμᾶς.

Δαιμόνων σε οἱ μιμηταὶ ἐκύκλωσαν, τῆς Ἄγαρ οἱ ἀπόγονοι, τὸν Δεσπότην δ᾿ ἐκμιμούμενος τὸν σόν, τὸν ἀντιδικοῦντα εὐηργέτησας, καὶ διφαῆ, ἔδειξας Πάτερ τὸν ἐτερόφθαλμον.

Ὁ Πλάστης σου ἐν σοὶ ἀναπαυσάμενος, τοῦ Πνεύματός σε ὄργανον, καὶ Θεὸν ὡς Μωϋσὴν τῷ Φαραῶ, ἔδειξεν Ἀράβων τοῖς σκηνώμασι· παναληθῶς, ὤφθης τὸν τρόπον τούτου μιμούμενος.

Συνέσεισε τῶν Ἀσσυρίων ἄνακτα, τὸ πνεῦμα διωκόμενον· ἐχρημάτισε δὲ ἄγγελος τῆς σῆς, Πάτερ ἀρετῆς καὶ θείας χάριτος, τοὺς γὰρ αὐτὸν οἶδε δοξάζειν Θεὸς δοξάζοντας.

Θεοτοκίον.

Εὐφραίνονται ἐν σοὶ Παρθένε ἄχραντε, τοῦ γένους οἱ προπάτορες, τὴν Ἐδὲμ ἀπολαβόντες δια σοῦ· ἣν ἐκ παραβάσεως ἀπώλεσαν· σὺ γὰρ ἁγνή, καὶ πρὸ τόκου καὶ μετὰ γέννησιν.

Τοῦ Γερμανοῦ.

Ὁ αὐτός.

Ῥυθμίζεται ταῖς διδαχαῖς σου Πάνσοφε, καὶ λόγοις τὸ βασίλειον ἱεράτευμα, λαός τε τοῦ Χριστοῦ, ὁ ἡγιασμένος καὶ θεόκλητος, καὶ πρὸς Θεόν, καθοδηγεῖται ταῖς ὑποθήκαις σου.

Μνημόνευε τῶν σὲ ὑμνούντων Ὅσιε, Θεῷ νῦν παριστάμενος, καὶ πληρούμενος τῆς θείας καλλονῆς, καὶ τῆς ἀκηράτου ὡραιότητος, πρὸς τὴν ζωήν, καθοδηγῆσαι ταῖς ἱκεσίαις σου.

Ἀνάβασιν σοφῶς τοῦ βίου τέθεικας, ἐκ δόξης καὶ δυνάμεως, πρὸς οὐράνιον σὺ δόξαν καὶ ἰσχύν, Ἔνδοξε προβαίνων ταῖς ἀσκήσεσιν, ἕως Χριστῷ, τῷ ποθουμένῳ χαίρων ὡμίλησας.

Θεοτοκίον.

Νῦν Πάναγνε τὸν σὸν οἰκέτην λύτρωσαι, ἐκ πάσης περιστάσεως, τρικυμίας τε καὶ ζάλης τῶν παθῶν, καὶ πρὸς σὸν λιμένα καθοδήγησον· σὺ γὰρ ἐμοῦ, καὶ προστασία καὶ ἐπανόρθωσις.

Ὁ Εἱρμός.

«Ἐκύκλωσεν ἡμᾶς ἐσχάτη ἄβυσσος, οὐκ ἐστιν ὁ ῥυόμενος· ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς σῶσον τὸν λαόν σου ὁ Θεὸς ἡμῶν· σὺ γὰρ ἰσχύς, τῶν ἀσθενούντων καὶ ἐπανόρθωσις».

Κοντάκιον κοινόν.

Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Ἱεραρχῶν τὴν θαυμαστὴν ξυνωρίδα, ἀνευφημήσωμεν πιστοὶ κατὰ χρέος, σὺν Γερμανῷ τὸν θεῖον Ἐπιφάνιον· οὖτοι γὰρ κατέφλεξαν, τῶν ἀθέων τὰς γλώσσας, δόγματα σοφώτατα, διαθέμενοι πᾶσι, τοῖς ὀρθοδόξως μέλπουσιν ἀεί, τῆς εὐσεβείας τὸ μέγα μυστήριον.

Ὁ Οἶκος.

Ὡς Ἱερέων καλλονήν, καὶ δόξαν ὀρθοδόξων, δυάδα τὴν ἁγίαν τιμήσωμεν ἀξίως· οὖτοι γὰρ ὤφθησαν ἡμῖν πύργοι ἀσφαλείας, κατ᾿ ἐχθρῶν τῶν ὁρατῶν καὶ ἀοράτων πάντοτε, τῆς πίστεως στῦλοι ἀκλόνητοι, καὶ τῆς Ἐκκλησίας θεῖος κόσμος, ὃν φοροῦσα ὀρθοτομεῖ, εὐθύμως βοῶσα· Εὐφράνθη ἐν ἐμοὶ τὸ πνεῦμά μου ὄντως, τὴν στολήν μου ὥσπερ πρὶν ἀπολαβούσῃ, ἣν αἱρετικοὶ διέῤῥηξαν, μὴ ὑμνοῦντες τῆς εὐσεβείας τὸ μέγα μυστήριον.

Συναξάριον.

Τῇ ΙΒ´ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἐπιφανίου, Ἐπισκόπου Κωνσταντίας τῆς Κύπρου.

Στίχοι.

Φανεὶς Ἐπιφάνιος ἐν Κύπρῳ μέγας,

Κλέος παρ᾿ αὐτῇ καὶ θανὼν ἔχει μέγα.

Τῇ δυοκαιδεκάτῃ Ἐπιφάνιον μόρος εἶλε.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Γερμανοῦ, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως.

Στίχοι.

Χαίρων ἀφεὶς γῆν Γερμανὸς καὶ γῆς θρόνον,

Γῆς Δημιουργοῦ τὸν θρόνον χαίρει βλέπων.

Ὁ Ὅσιος Πατὴρ ἡμῶν Θεόδωρος ὁ ἐν Κυθήροις, ἐν εἰρήνῃ τελειοῦται (919–948).

Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ἅγιος Νεομάρτυς Ἰωάννης Βλάχος, ὁ ἐν Κωνσταντινουπόλει μαρτυρήσας, ἀγχόνῃ τελειοῦται.

Στίχοι.

Σώφρων ὑπάρχων, ὦ Ἰωάννῃ Βλάχε,

Ἀθλεῖς ἄριστα δι᾿ ἀγάπην Κυρίου.

Ταῖς αὐτῶν ἁγίαις, πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Τοῦ Ἐπιφανίου.

ᾨδὴ ζ´.

Σὲ νοητήν, Θεοτόκε κάμινον.

Ἐκ θεϊκῆς, δεδεγμένος χάριτος, τὴν τῶν θαυμάτων δωρεάν, τοῖς αἰτοῦσι σε δωρεάν, Πάτερ τὰ ἰάματα, ἅπασι διένειμας, ὡς ὁ Δεσπότης προσέταξεν, ὁ αἰνετὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

Πίπτει ποδῶν, σοῦ προκυλινδούμενος, ὁ Ἀσσυρίων βασιλεύς· εὐλαβεῖσθε γὰρ ἀρετήν, οἶδε καὶ πολέμιος· ἅπας ὑποπίπτει δέ, οἷς ἐνοικῶν Χριστὸς ἀναπαύεται, ὁ αἰνετὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

Λόγος σιγᾷ, τῶν κατορθωμάτων σου, καὶ τῶν θαυμάτων τὴν πληθύν, τὸ κατ᾿ ἔπος οὐ δυνηθείς, φράσαι Παμμακάριστε· ψάμμον ὑπερέβη γάρ, ὧν ὁ Χριστός σοι δεδώρηται, ὁ αἰνετὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

Τριαδικόν.

Ἡ τριφεγγής, ἑνιαία ἄληπτος, ἀπείρου ἄβυσσος φωτός, ἐποπτεύοις σοὺς ὑμνητάς, ὁ ὑπερυψούμενος, ἄναρχος ἀρχή, Πατήρ, Υἱὸς καὶ Πνεῦμα συναΐδιον, ὁ αἰνετὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

Θεοτοκίον.

Σὲ Ἰακώβ, Θεοτόκε κλίμακα, προφητικῶς κατανοεῖ· διὰ σοῦ γὰρ ἐπὶ τῆς γῆς, ὁ ὑπερυψούμενος, ὤφθη τοῖς ἀνθρώποις τε, συνανεστράφη ὡς ηὐδόκησεν, ὁ αἰνετὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

Τοῦ Γερμανοῦ.

Ὁ αὐτός.

Ὅλην ἐν σοί, τὴν αὐγὴν τοῦ Πνεύματος, εἰσδεδεγμένος ἀληθῶς, ἀναβρύεις ὡς ποταμός, Πάτερ ἀξιάγαστε, δόγματα σωτήρια, θεοτερπῆ τε διδάγματα, τὸν αἰνετὸν μεγαλύνων, Θεὸν καὶ ὑπερένδοξον.

Ὑμνολογῶν, εὐσεβῶς ἐφαίδρυνας, τὰς τοῦ Δεσπότου ἑορτάς, ἀναμέλπων μελῳδικῶς, ἔνθεος, γενόμενος· πάντας τοὺς Ἁγίους τε, σαῖς μουσικαῖς ἐμεγάλυνας, πρὸς ἀρετὴν ἐπαλείφων, σοφῶς τοὺς πίστει ψάλλοντας.

Τριαδικόν.

Μίαν ἀρχήν, ἑνιαίαν ἄτμητον, ἐν ὑποστάσεσι τρισί, θεολόγῳ γλώσσῃ βοῶν, πᾶσιν ἀνεκήρυξας, ἄναρχον Γεννήτορα, Μονογενῆ τε συνάναρχον, καὶ συμφυὲς θεῖον Πνεῦμα, τρανῶς καὶ ὁμοοῦσιον.

Θεοτοκίον.

Ἐν σοὶ ἁγνή, Θεοτόκε τίθημι, πᾶσαν ἐλπίδα, καὶ πρὸς σέ, καταφεύγω διὰ παντός. Σῶσον με πανάμωμε, ῥῦσαι ταῖς πρεσβείαις σου, τῆς κατεχούσης συγχύσεως, καὶ ταραχῆς, τῶν δεινῶν μου παθῶν καὶ παραπτώσεων.

Τοῦ Ἐπιφανίου.

ᾨδὴ η´.

Ἐν καμίνῳ παῖδες.

Σὺ τῷ λόγῳ ἤλεγξας σαφῶς, αἰρέσεων τὴν πλάνην, καὶ φέγγει τῆς εὐσεβείας, ἐφυγάδευσας αὐτήν, βοῶν Ἐπιφάνιε· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Ἐπὶ θρόνου ἤρθης ὑψηλοῦ· παθῶν γὰρ βασιλεύσας, σαρκός τε ἐπικρατήσας, σὺ ἐποίμανας Χριστοῦ, κραυγάζων τὸ ποίμνιον· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Χορευέτω πᾶσα νοερά, καὶ λογικὴ οὐσία, τῇ μνήμη τοῦ Ἱεράρχου, καὶ θεράποντος Χριστοῦ, πιστῶς ἀνακράζουσα· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Θεαρέστως σὺ θεολογῶν, ὡς ἄγκυραν δογμάτων, τοῖς πᾶσι θεολογίαν, καταλέλοιπας τὴν σήν, δι᾿ ἧς ἀναμέλπομεν· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.

Χαῖρε θρόνε ἔνδοξε Θεοῦ· πιστῶν χαῖρε τὸ τεῖχος· δι᾿ ἧς φῶς τοῖς ἐν σκότει, ἐξανέτειλε Χριστός, τοῖς σὲ μακαρίζουσι καὶ βοῶσιν· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Τοῦ Γερμανοῦ.

Ὁ αὐτός.

Λαμπηδόσι καὶ μαρμαρυγαῖς, φωτὸς τῆς τρισηλίου, λαμπάδος Ἱεροφάντορ, ἐνηδόμενος τανῦν, κραυγάζεις γηθόμενος· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Πολυφώτου καὶ πλησιφαοῦς, Πάτερ ἠξιωμένος, χορείας ἐπουρανίου, ἐν σκηνώμασιν ἡμῶν, βοώντων μνημόνευε· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ὡς τηρήσας τὸ θεοειδές, καὶ Θεοῦ κατ᾿ εἰκόνα, εἰκόνας τὰς τῶν Ἁγίων, ἀνεστήλωσας εἰδώς, ἐπὶ τὸ πρωτότυπον, διαβαίνειν πᾶσαν τιμήν τε καὶ δόξαν, πανεύφημε καὶ γέρας· Κύριον ὑμνεῖτε, βοῶν εἰς τοὺς αἰῶνας.

Θεοτοκίον.

Καινῷ τρόπῳ καὶ ὑπερφυεῖ, Παρθένε συλλαβοῦσα, τὸν Λόγον τὸν τῷ Πατρί, συγκαθορώμενον Υἱόν, Παρθένος διέμεινας. Σὲ ὑμνοῦμεν πάντα τὰ ἔργα, τὸ Χαῖρε σοι βοῶντες, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Ὁ Εἱρμός.

«Ἐν καμίνῳ Παῖδες Ἰσραήλ, ὡς ἐν χωνευτηρίῳ, τῷ κάλλει τῆς εὐσεβείας, καθαρώτερον χρυσοῦ, ἀπέστιλβον λέγοντες· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Τοῦ Ἐπιφανίου.

ᾨδὴ θ´.

Τύπον ἁγνῆς.

Ὄρος πρακτικῆς ὁ βίος σου, καὶ θεωρίας θείας Πάτερ οἱ λόγοι σου, τῷ θεόφρονι, ὄντως λαῷ κατελείφθησαν, Ἐπιφάνιε μάκαρ ἀοίδιμε· διό σε ἐπαξίως, ἀνευφημοῦντες μακαρίζομεν.

Νύμφης τοῦ Χριστοῦ προΐστασο, τῆς Ἐκκλησίας ἔνδοξε Ἐπιφάνιε, καὶ κατεύνασον, τὸν κατ᾿ αὐτῆς ἐγειρόμενον, ταῖς πρεσβείαις σου ἄγριον κλύδωνα, ὡς ἔχων παῤῥησίαν, πρὸς τὸν Δεσπότην καὶ φιλάνθρωπον.

Ἄναξ τῶν ἀνάκτων Ἅγιε, μοναρχικὴ Τριάς, ἡ πάντων δεσπόζουσα, τοῖς ὑμνοῦσι σε, τὴν τῶν πταισμάτων συγχώρησιν, καὶ τοῦ βίου παντὸς τὴν κατάστασιν, ἀπείραστον παράσχου, Ἐπιφανίου ταῖς ἐντεύξεσι.

Θεοτοκίον.

Ἅπας ἐγκωμίων πάναγνε, νόμος ἡττᾶται τῷ μεγέθει τῆς δόξης σου· ἀλλὰ Δέσποινα, παρ᾿ οἰκετῶν ἀναξίων σου, ἐξ εὐνοίας δὲ σοὶ προσφερόμενον, προσδέχου Θεοτόκε, μετ᾿ εὐμενείας τὸ ἐφύμνιον.

Τοῦ Γερμανοῦ.

Ὁ αὐτός.

Λύειν καὶ δεσμεῖν τὰ πταίσματα, τὴν ἐξουσίαν οὐρανόθεν δεξάμενος, ἐννομώτατος, ὡς ἱερεὺς παμμακάριστε, τοῖς ὑμνοῦσι σε Πάτερ τὴν ἄφεσιν, πρεσβείαις σου παράσχου, ἵνα σε πάντες μακαρίζωμεν.

Εὗρες ἀμοιβὰς τῶν πόνων σου, Ἱεροφάντορ Γερμανὲ παμμακάριστε, τὸ μακάριον, ἀπειληφὼς ἐνδιαίτημα, καὶ ζωῆς αἰωνίου λαβόμενος, καὶ θείας θεωρίας, ἀκαταπαύστως ἐμφορούμενος.

Ὅλον σεαυτὸν ἀνέθηκας, τῷ παντεπόπτῃ Λόγῳ καὶ παντοκράτορι, καλλιέρημα, ἀναδειχθεὶς ἱερώτατον, καὶ θυσίαν δεκτὴν καὶ εὐάρεστον, προσάγων τῷ Κυρίῳ, σῶν πονημάτων τὰ ἐφύμνια.

Θεοτοκίον.

Στῆσον τῆς σαρκὸς τὸ φρόνημα, καὶ τῶν παθῶν Παρθένε παῦσον τὸν τάραχον, τοῦ προσφεύγοντος, Θεογεννῆτορ τῇ σκέπῃ σου, καὶ ἐλπίδος κρηπῖδα σὲ ἔχοντος, καὶ θείαν προστασίαν, πεπλουτηκότος καὶ ἀντίληψιν.

Ὁ Εἱρμός.

«Τύπον τῆς ἁγνῆς λοχείας σου, πυρπολουμένη βάτος ἔδειξεν ἄφλεκτος, καὶ νῦν καθ᾿ ἡμῶν, τῶν πειρασμῶν ἀγριαίνουσαν, κατασβέσαι αἰτοῦμεν τὴν κάμινον, ἵνα σε Θεοτόκε, ἀκαταπαύστως μεγαλύνωμεν».

Ἐξαποστειλάριον κοινόν.

Γυναῖκες ἀκουτίσθητε.

Δεῦτε πιστοὶ τιμήσωμεν, τὴν θείαν καὶ πανίερον, Ἱεραρχῶν ξυνωρίδα, ἐν ὑμνῳδίαις ᾀσμάτων· τὸν θεῖον Ἐπιφάνιον, καὶ Γερμανὸν τοὺς λύσαντας, αἱρέσεων σκοτόμαιναν, καὶ εὐσεβείας ἀκτῖσι, φωτίσαντας πᾶσαν κτίσιν.

Καὶ τῆς Ἑορτῆς.

Εἰς τὸν Στίχον τῶν Αἴνων, Στιχηρὰ τῆς Ἑορτῆς.

Δόξα... τοῦ Ἁγίου Γερμανοῦ.

Ἦχος πλ. δ´.

Τῇ μελέτῃ τῶν θείων Γραφῶν σεαυτὸν παρασχόμενος, καὶ ταῖς ἐκεῖθεν ἀκτῖσι τὸν νοῦν καταυγασθείς, τῆς ἱερωτάτης Ἱεραρχίας σκεῦος καθαρόν, καὶ φωτὸς ἔμπλεων ἀνεδείχθης, Γερμανὲ Πατὴρ ἡμῶν. Ὅθεν καὶ ταῖς σοφαῖς σου διδασκαλίαις, τὸ τοῦ Χριστοῦ ποίμνιον, εἰς νομὰς ζωηφόρους ὁδηγήσας, καὶ Γραφικαῖς ἀποδείξεσι, τὴν τῶν Εἰκονομάχων αἵρεσιν στηλιτεύσας, τῆς Ὀρθοδόξου πίστεως πρόμαχος ἐγένου, καὶ φυλακαῖς καὶ θλίψεσι προσεπάλαισας· καὶ νῦν παριστάμενος Χριστῷ, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν... Τῆς Ἑορτῆς.

Καὶ ἡ λοιπὴ Ἀκολουθία, ὡς σύνηθες, καὶ Ἀπόλυσις.

Комментарии для сайта Cackle