Τῌ Ζ» ΤΟΥ ΜΗΝΟΣ ΙΑΝΟΥΑΡΙΟΥ

Ἡ Σύναξις τοῦ τιμίου ἐνδόξου Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου.

ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους ς» καὶ ψάλλομεν Στιχηρὰ ἰδιόμελα τῆς Ἑορτῆς τρία.

Στιχηρὰ Ἰδιόμελα

Ἦχος β«

Ἰωάννου Μοναχοῦ

Τὸν φωτισμὸν ἡμῶν, τὸν φωτίσαντα πάντα ἄνθρωπον, ἰδὼν ὁ Πρόδρομος, βαπτισθῆναι παραγενόμενον, χαίρει τῇ ψυχῇ, καὶ τρέμει τῇ χειρί· δείκνυσιν αὐτόν, καὶ λέγει τοῖς λαοῖς· Ἴδε ὁ λυτρούμενος τὸν Ἰσραήλ, ὁ ἐλευθερῶν ἡμᾶς ἐκ τῆς φθορᾶς. Ὦ ἀναμάρτητε, Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Ἦχος β»

Τοῦ Λυτρωτοῦ ἡμῶν, ὑπὸ δούλου βαπτιζομένου, καὶ τῇ τοῦ Πνεύματος παρουσίᾳ μαρτυρουμένου, ἔφριξαν ὁρῶσαι Ἀγγέλων στρατιαί, φωνὴ δὲ οὐρανόθεν ἠνέχθη ἐκ Πατρός. Οὗτος ὃν ὁ Πρόδρομος χειροθετεῖ, Υἱός μου ὑπάρχει ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησα, Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Ἦχος β«

Τὰ Ἰορδάνια ῥεῖθρα, σὲ τὴν πηγὴν ἐδέξατο, καὶ ὁ Παράκλητος, ἐν εἴδει περιστερᾶς κατήρχετο, κλίνει κορυφήν, ὁ κλίνας οὐρανούς, κράζει καὶ βοᾷ, πηλὸς τῷ πλαστουργῷ· Τί μοι ἐπιτάττεις τὰ ὑπὲρ ἐμέ; ἐγὼ χρείαν ἔχω τοῦ σοῦ Βαπτισμοῦ. Ὦ ἀναμάρτητε, Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Ἕτερα Στιχηρὰ Προσόμοια τοῦ Προδρόμου

Ἦχος α»

Πανεύφημοι Μάρτυρες ὑμᾶς

Πανεύφημε Πρόδρομε Χριστοῦ, Βαπτιστὰ θεόληπτε σὲ εὐσεβῶς μακαρίζοντες, Χριστὸν δοξάζομεν, τὸν ἐν Ἰορδάνῃ, κλίναντα τὴν κάραν σοι, καὶ φύσιν τῶν βροτῶν ἁγιάσαντα. Αὐτὸν οὖν πρέσβευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Ἦχος α«

Ὑψόθεν προσέβλεψας σοφέ, Ἰωάννη Πρόδρομε, Πατρὸς τὴν δόξαν τὴν ἄρρητον, Υἱὸν ἐν ὕδατι, καὶ τὸ Πνεῦμα εἶδες, ἀπελθὸν ὡς πέλειαν, καθαῖρον καὶ φωτίζον τὰ πέρατα· διὸ Τριάδος σε, μυστιπόλον ἀναμέλποντες, σοῦ τιμῶμεν, τὴν θείαν πανήγυριν.

Ἦχος α»

Ῥωσθεὶς θείᾳ χάριτι Χριστοῦ, Βαπτιστὰ καὶ Πρόδρομε, σὺ τόν Ἀμνὸν ἡμῖν ἔδειξας, τὸν κόσμου αἴροντα, ἁμαρτίας πάσας· καὶ αὐτῷ προσήρμοσας, δυάδα Μαθητῶν χαίρων σήμερον· ὃν καθικέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Δοξαστικὸν

Ἦχος πλ. β«

Ἔνσαρκε Λύχνε, Πρόδρομε τοῦ Σωτῆρος, βλάστημα Στείρας, φίλε τοῦ ἐκ Παρθένου, ὃν σκιρτήμασι νηδύος προσεκύνησας, καὶ ἐβάπτισας νάμασι τοῦ Ἰορδάνου, τούτῳ πρέσβευε δεόμεθα Προφῆτα, τάς τῶν μελλόντωνἡμᾶς ἐκφυγεῖν τρικυμίας.

Θεοτοκίον

Ἦχος πλ. β»

Θεὸς Λόγος ἐπεφάνη ἐν σαρκί, τῷ γένει τῶν ἀνθρώπων, ἵστατο βαπτισθῆναι ἐν Ἰορδάνῃ, καὶ ἔλεγε πρὸς αὐτὸν ὁ Πρόδρομος· Πῶς ἐκτείνω χεῖρα, καὶ ἅψωμαι κορυφῆς κρατούσης τὰ σύμπαντα; Εἰ καὶ ἐκ Μαρίας ὑπάρχεις βρέφος, ἀλλ» οἶδα σε Θεὸν προαιώνιον, ἐπὶ τῆς γῆς βαδίζεις, ὁ ὑμνούμενος ὑπὸ τῶν Σεραφὶμ καὶ δοῦλος Δεσπότην, βαπτίζειν οὐ μεμάθηκα. Ἀκατάληπτε Κύριε, δόξα σοι.

Προκείμενον Ἦχος βαρὺς Ὁ Θεὸς ἡμῶν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ, πάντα ὅσα ἠθέλησεν ὁ Κύριος ἐποίησεν. Στίχ. Ἐν ἐξόδῳ Ἰσραὴλ ἐξ Αἰγύπτου, οἴκου Ἰακώβ. Ὁ Θεὸς ἡμῶν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ, πάντα ὅσα ἠθέλησεν ὁ Κύριος ἐποίησεν. Στίχ. Ἡ θάλασσα εἶδε καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω. Ὁ Θεὸς ἡμῶν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ, πάντα ὅσα ἠθέλησεν ὁ Κύριος ἐποίησεν. Στίχ. Τὶ σοί ἐστι θάλασσα, ὅτι ἔφυγες; καὶ σοὶ Ἰορδάνη, ὅτι ἐστράφης εἰς τὰ ὀπίσω; Ὁ Θεὸς ἡμῶν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ, πάντα ὅσα ἠθέλησεν ὁ Κύριος ἐποίησεν.

Εἰς τὸν Στίχον Στιχηρὰ Προσόμοια. Ἦχος δ'Ἔδωκας σημείωσιν Ὡς εἶδέ σε Δέσποτα, ὁ Ἰωάννης ὁ Πρόδρομος, πρὸς αὐτὸν ἀφικόμενον, ἔκθαμβος γενόμενος, ὡς εὐγνώμων δοῦλος, σὺν φόβῳ ἐβόα· Τὶς ἡ ταπείνωσις Σωτήρ; τὶς ἡ πτωχεία, ἣν περιβέβλησαι; ὁ πλούτῳ ἀγαθότητος, ταπεινωθέντα τὸν ἄνθρωπον, ἀνυψώσας ὡς εὔσπλαγχνος, ὡς αὐτὸν ἐνδυσάμενος. Στίχ. Ἡ θάλασσα εἶδε καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω. Δεῦρο δή μοι σήμερον, ἐπιτελοῦντι μυστήριον, τῷ Προδρόμῳ ἀντέφησε, φρικτῶς διακόνησον, ὁ Σωτὴρ τῶν ὅλων, καὶ μὴ δειλιάσῃς· τὸν συντριβέντα γὰρ Ἀδάμ, τῇ ἁμαρτίᾳ καινοποιούμενος, βαπτίζομαι ὡς ἄνθρωπος, ὁ κατὰ φύσιν ἀμόλυντος, Ἰορδάνου τοῖς ὕδασιν, ἐν οἷς βλέπεις παρόντα με. Στίχ. Τὶ σοί ἐστι θάλασσα, ὅτι ἔφυγες; καὶ σοὶ Ἰορδάνη ὅτι ἐστράφης εἰς τὰ ὀπίσω; Ἥλιον ῥυπτόμενον, τὶς γηγενῶν ἐθεάσατο; Ἰωάννης ἀντέφησε, καὶ τὸν ἐπενδύοντα, οὐρανὸν νεφέλαις, γυμνούμενον ὅλον; καὶ τὸν πηγὰς καὶ ποταμούς, δημιουργοῦντα ὕδασι βαίνοντα; ἐκπλήττομαι τὴν ἄφατον, οἰκονομίαν σου Δέσποτα! μὴ βαρύνῃς τὸν δοῦλον σου, φοβεροῖς ἐπιτάγμασιν.

Δοξαστικὸν

Ἦχος δ«

Ὡς τοῦ Πνεύματος ἐραστής,καὶ τῆς χάριτος θεοφθόγγος χελιδών, τρανῶς τὴν οἰκονομίαν τοῦ Βασιλέως, βροτῶν τῷ γένει ἐξ Ἁγνῆς φαεινῶς ἀνατείλαντος, εἰς μερόπων ἀνάκλησιν, κατεμήνυσας Πρόδρομε, τῶν σκυθρωπῶν ἠθῶν, ἀπελαύνων τὸ τέρμα, καὶ ζωῆς ἀϊδίου ἐπιβαλέσθαι ἰθύνων, τάς καρδίας τῶν ἐν μετανοίᾳ βαπτιζομένων, μάκαρ θεόληπτε.

Θεοτοκίον

Ἦχος δ»

Δεῦτε μιμησώμεθα τάς φρονίμους Παρθένους· δεῦτε ὑπαντήσωμεν τῷ φανέντι Δεσπότῃ· ὅτι προῆλθεν ὡς νυμφίος πρὸς τὸν Ἰωάννην, ὁ Ἰορδάνης ἰδὼν σε ἔπτηξε καὶ ἔμεινεν· ὁ Ἰωάννης ἐβόα· Οὐ τολμῶ κρατῆσαι κορυφῆς ἀθανάτου· τὸ Πνεῦμα κατήρχετο, ἐν εἴδει περιστερᾶς, ἁγιάσαι τὰ ὕδατα· καὶ φωνὴ οὐρανόθεν· Οὗτός ἐστιν ὁ Υἱός μου, ὁ ἐλθὼν εἰς τὸν κόσμον, σῶσαι γένος ἀνθρώπων, Κύριε δόξα σοι.

Ἀπολυτίκιον τοῦ Ἁγίου

Ἦχος β«

Μνήμη δικαίου μετ᾽ ἐγκωμίων, σοὶ δὲ ἀρκέσει ἡ μαρτυρία τοῦ Κυρίου Πρόδρομε· ἀνεδείχθης γὰρ ὄντως καὶ Προφητῶν σεβασμιώτερος, ὅτι καὶ ἐν ῥείθροις βαπτίσαι κατηξιώθης τὸν κηρυττόμενον. Ὅθεν τῆς ἀληθείας ὑπεραθλήσας, χαίρων εὐηγγελίσω καὶ τοῖς ἐν ᾄδῃ, Θεὸν φανερωθέντα ἐν σαρκί, τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ παρέχοντα ἡμῖν τὸ μέγα ἔλεος.

Ἀπολυτίκιον τῆς ἑορτῆς

Ἦχος α»

Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις· τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητόν σε Υἱὸν ὀνομάζουσα· καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α» Στιχολογίαν, Κάθισμα

Ἦχος α"

Τοῦ λίθου σφραγισθέντος

Τοῦ Ἰησοῦ γεννηθέντος ἐκ Παρθένου Μαρίας, καὶ ἐν Ἰορδάνῃ βαπτισθέντος ὑπὸ Ἰωάννου, τὸ πνεῦμα κατῆλθεν ἐπ᾽αὐτόν, ὁρώμενον ἐν εἴδει περιστερᾶς· διὰ τοῦτο ὁ Προφήτης, σὺν τοῖς Ἀγγέλοις ἔλεγε κραυγάζων· Δόξα τῇ παρουσίᾳ σου Χριστέ, δόξα τῇ βασιλείᾳ σου, δόξα τῇ οἰκονομίᾳ σου, μόνε φιλάνθρωπε. Δόξα... Καὶ νῦν... Τὸ αὐτὸ

Μετὰ τὴν β» Στιχολογίαν, Κάθισμα

Ἦχος δ«

Ἐπεφάνης σήμερον

Ἐν τοῖς ῥείθροις βλέψας σε τοῦ Ἰορδάνου, βαπτισθῆναι θέλοντα, ὁ μέγας Πρόδρομος Χριστέ, ἐν εὐφροσύνῃ ἐκραύγαζεν· Ἦλθες ἐφάνης τὸ φῶς τὸ ἀπρόσιτον. Δόξα... Καὶ νῦν... Τὸ αὐτὸ

Κανὼν τοῦ Κυρίου Κοσμᾶ οὗ ἡ Ἀκροστιχίς. Βάπτισμα ῥύψις γηγενῶν ἁμαρτάδος. ᾨδὴ α»

Ἦχος β»

Ὁ Εἱρμὸς

«Βυθοῦ ἀνεκάλυψε πυθμένα, καὶ διὰ ξηρᾶς οἰκείους ἕλκει, ἐν αὐτῷ κατακαλύψας ἀντιπάλους, ὁ κραταιός, ἐν πολέμοις Κύριος, ὅτι δεδόξασται.». Ἀδὰμ τὸν φθαρέντα ἀναπλάττει, ῥείθροις Ἰορδάνου καὶ δρακόντων, κεφαλὰς ἐμφωλευόντων διαθλάττει, ὁ Βασιλεὺς τῶν αἰώνων Κύριος, ὅτι δεδόξασται. Πυρὶ τῆς θεότητος ἀΰλῳ, σάρκα ὑλικὴν ἠμφιεσμένος, Ἰορδάνου περιβάλλεται τὸ νᾶμα, ὁ σαρκωθεὶς ἐκ Παρθένου Κύριος• ὅτι δεδόξασται. Τὸν ῥύπον ὁ σμήχων τῶν ἀνθρώπων, τούτοις καθαρθεὶς ἐν Ἰορδάνῃ, οἷς θελήσας ὡμοιώθη ὃ ἦν μείνας, τοὺς ἐν σκότει φωτίζει Κύριος, ὅτι δεδόξασται.Ἕτερος Κανὼν Ἰαμβικός, τοῦ Ἁγίου Ἰωάννου τοῦ Δαμασκηνοῦ, οὗ ἡ Ἀκροστιχὶς διὰ Στίχων Ἡρωελεγείων. Σήμερον ἀχράντοιο βαλών, Θεοφεγγέϊ πυρσῷ, Πνεύματος, ἐνθάπτει νάμασιν, ἀμπλακίην, Φλέξας παμμεδέοντος ἐΰς Πάϊς· Ἠπιόων δέ, Ὑμνηταῖς μελέων τῶν δε δίδωσι χάριν.Ἰαμβικὸς Ὁ Εἱρμὸς «Στείβει θαλάσσης, κυματούμενον σάλον, Ἤπειρον αὖθις, Ἰσραὴλ δεδειγμένον. Μέλας δὲ πόντος, τριστάτας Αἰγυπτίων, Ἔκρυψεν ἄρδην, ὑδατόστρωτος τάφος, Ῥώμῃ κραταιᾷ, δεξιᾶς τοῦ Δεσπότου.» Ὄρθρου φανέντος τοῖς βροτοῖς σελασφόρου, Νῦν ἐξ ἐρήμου, πρὸς ῥοὰς Ἰορδάνου Ἄναξ ὑπέσχες, ἡλίου σὸν αὐχένα, Χώρου ζοφώδους, τὸν Γενάρχην ἁρπάσαι, Ῥύπου τε παντός, ἐκκαθᾶραι τὴν κτίσιν. Ἄναρχε ῥείθροις, συνταφέντα σοι Λόγε, Νέον περαίνεις, τὸν φθαρέντα τῇ πλάνῃ, Ταύτην ἀφράστως, πατρόθεν δεδεγμένος, Ὄπα κρατίστην• Οὗτος ἠγαπημένος, Ἴσος τέ μοι Παῖς, χρηματίζει τὴν φύσιν.

Ὁ Κανὼν τοῦ Προδρόμου, οὗ ἡ Ἀκροστιχίς. Βαπτιστὰ Χριστοῦ, τοὺς ἐπαίνους μου δέχου Θεοφάνους. ᾨδὴ α"

Ἦχος β»

Ὁ Εἱρμὸς

«Τῷ τὴν ἄβατον, κυμαινομένην θάλασσαν, θείῳ αὐτοῦ προστάγματι, ἀναξηράναντι, καὶ πεζεῦσαι δι» αὐτῆς, τὸν Ἰσραηλίτην λαὸν καθοδηγήσαντι, Κυρίῳ ᾄσωμεν· ἐνδόξως γὰρ δεδόξασται». Βαπτιζόμενον, τῷ τῶν παθῶν μου κλύδωνι, Πρόδρομε ταῖς πρεσβείαις σου, φθάσας διάσωσον· ἀπαθείας γὰρ αὐτός, γέγονας δοχεῖον σεπτόν, καὶ καθαρώτατον, Κυρίῳ ἄνωθεν, ἐκ βρέφους ἀνακείμενος. Ἀγαλλόμενος, ὁ Θεῷ παριστάμενος, Ἄγγελος τὸν ἰσάγγελον, εὐηγγελίσατο, Ζαχαρία τῷ σεπτῷ, σοῦ ἱεραρχοῦντι Πατρί, σὲ παμμακάριστε, Κυρίου Πρόδρομον, καὶ φίλον γενησόμενον. Πλήρης γέγονας, τοῦ Παναγίου Πνεύματος, ἔτι κοιλίᾳ σῆς Μητρός, ἒνδον φερόμενος, καὶ σκιρτήματι τερπνῷ, τὸν τῆς Παρθενίας καρπόν, χαίρων ἐμήνυσας, καὶ προσεκύνησας, Προφῆτα πανσεβάσμιε. Τὸν τὴν ἄβατον, πᾶσιν ἀνθρώποις πρότερον, ξένην ὁδὸν βιώσεως, ἀποτεμόμενον, καὶ βαπτίσαντα Χριστόν, ἐν ταῖς Ἰορδάνου ῥοαῖς, ἀνευφημήσωμεν, Κυρίου Πρόδρομον, τὸν θεῖον καὶ θεόφρονα. Θεοτοκίον Ἱερώτατον, τῆς Παρθενίας τέμενος, ἡ ἐν γαστρὶ Θεὸν Λόγον, κυοφορήσασα, τοὺς προστρέχοντας εἰς σέ, καὶ προσκαλουμένους Ἁγνή, σῷζε πρεσβείαις σου, κινδύνων λύουσα, τὴν ἔφοδον πανάμωμε. Καταβασία, Ἰαμβικὸς «Στείβει θαλάσσης, κυματούμενον σάλον, Ἤπειρον αὖθις, Ἰσραὴλ δεδειγμένον· Μέλας δὲ πόντος, τριστάτας Αἰγυπτίων, Ἔκρυψεν ἄρδην, ὑδατόστρωτος τάφος, Ῥώμῃ κραταιᾷ δεξιᾶς τοῦ Δεσπότου».

ᾨδὴ γ», Κανών τῆς Ἐορτῆς

Ἦχος β»

Ὁ Εἱρμὸς

«Ἰσχὺν ὁ διδούς, τοῖς Βασιλεῦσιν ἡμῶν Κύριος, καὶ κέρας χρηστῶν αὐτοῦ ὑψῶν, Παρθένου ἀποτίκτεται, μολεῖ δὲ πρὸς τὸ Βάπτισμα· διὸ πιστοὶ βοήσωμεν• Οὐκ ἒστιν ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἒστι δίκαιος, πλὴν σου Κύριε.» Στειρεύουσα πρίν, ἠτεκνωμένη δεινῶς σήμερον, εὐφραίνου Χριστοῦ ἡ Ἐκκλησία• δι᾽ ὕδατος καὶ Πνεύματος· υἱοὶ γὰρ σοι γεγέννηνται, ἐν πίστει ἀνακράζοντες• Οὐκ ἔστιν ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἒστι δίκαιος, πλὴν σου Κύριε. Μεγάλῃ φωνῇ, ἐν τῇ ἐρήμῳ βοᾷ Πρόδρομος• Χριστοῦ ἑτοιμάσατε ὁδούς, καὶ τρίβους τοῦ Θεοῦ ἡμῶν, εὐθείας ἀπεργάσασθε, ἐν πίστει ἀνακράζοντες• Οὐκ ἒστιν ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἒστι δίκαιος, πλὴν σου Κύριε. Ἰαμβικὸς Ὁ Εἱρμὸς «Ὅσοι παλαιῶν, ἐκλελύμεθα βρόχων, Βορῶν λεόντων, συντεθλασμένων μύλας, Ἀγαλλιῶμεν, καὶ πλατύνωμεν στόμα, Λόγῳ πλέκοντες, ἐκ λόγων μελῳδίαν, ᾯ τῶν πρὸς ἡμᾶς, ἥδεται δωρημάτων.» Νέκρωσιν ὁ πρίν, ἐμφυτεύσας τῇ κτίσει, Θηρὸς κακούργου, σχηματισθεὶς εἰς φύσιν, Ἐπισκοπεῖται, σαρκικῇ παρουσίᾳ· Ὄρθρῳ φάναντι, προσβαλὼν τῷ Δεσπότῃ, Φλᾶν τὴν ἑαυτοῦ, δυσμενεστάτην κάραν. Ἕλκει πρὸς αὐτὸν τὴν θεόδμητον φύσιν, Γαστρὸς τυράννου, συγκεχωσμένην ὂροις. Γεννᾷ τε αὖθις, γηγενῶν ἀναπλάσει, Ἔργον φέριστον, ἐκτελῶν ὁ Δεσπότης. Ἷκται γὰρ αὐτήν, ἐξαλεξῆσαι θέλων.

Κανών β», ᾨδὴ γ», τοῦ Προδρόμου

Ἦχος β»

Ὁ Εἱρμὸς

«Ἐν πέτρᾳ με τῆς Πίστεως στερεώσας, ἐπλάτυνας τὸ στόμα μου ἐπ» ἐχθρούς μου· ηὐφράνθη γὰρ τὸ πνεῦμά μου ἐν τῷ ψάλλειν. Οὐκ ἒστιν ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἒστι δίκαιος πλὴν σου Κύριε». Στειρώσεως τὸ ὄνειδος διαλύσας, ἐπέγνως τῆς Παρθένου τὸν θεῖον Τόκον, σκιρτήσας ἀγαλλόμενος ἐν κοιλίᾳ,Μητρὸς πανεύφημε, Ἀγγέλων σύσκηνε, τοῦ Κυρίου Πρόδρομε, μύστα τῆς χάριτος. Τάς τρίβους προητοίμασας τοῦ Κυρίου, βαδίσας πρὸ προσώπου αὐτοῦ Προφῆτα· ὡς λύχνος πᾶσι φαίνων γὰρ τὸ τῆς δόξης, Πατρὸς ἀπαύγασμα, φανὲν σώματι, δι᾽ ὕδατος ὑπέδειξας, πάντων πρόκριτε. Ἀνέτειλας ὡς ὄρθρος δικαιοσύνης, τὸν Ἥλιον μηνύων τοῖς ἐν τῷ σκότει· τῆς πάντων σωτηρίας σὺ γὰρ ἐγένου,κήρυξ καὶ Πρόδρομος, καὶ πᾶσιν ἔλεγες· Τῷ Χριστῷ προσέλθετε, πίστει καὶ σῴζεσθε. Θεοτοκίον Χαρὰν τὴν ἀνεκλάλητον δεξαμένη, συνέλαβες ἀσπόρως τὸν σὸν Δεσπότην, τὸν πᾶσαν τὴν ὑφήλιον Θεομῆτορ, ἀνακαλούμενον· ᾧ καὶ κραυγάζομεν· Ὡς οὐκ ἒστιν Ἅγιος, πλὴν σου Κύριε. Καταβασία. Ἰαμβικὸς «Ὅσοι παλαιῶν ἐκλελύμεθα βρόχων, Βορῶν λεόντων, συντεθλασμένων μύλας. Ἀγαλλιῶμεν καὶ πλατύνωμεν στόμα, Λόγῳ πλέκοντες ἐκ λόγων μελῳδίας· ᾯ τῶν πρὸς ἡμᾶς ἥδεται δωρημάτων».

Κάθισμα

Ἦχος α«

Τὸν τάφον σου Σωτὴρ

Ὁ μέγας ὑετός, πρὸς ποτάμια ῥεῖθρα, προέρχεται σαρκί, βαπτισθῆναι θελήσας· πρὸς ὃν ὁ θεῖος Πρόδρομος, ἐκθαμβούμενος ἔλεγε· Πῶς βαπτίσω σε, ῥύπον μὴ ἔχοντα ὅλως; πῶς ἐκτείνω μου, τὴν δεξιὰν ἐπὶ κάραν, ἣν τρέμει τὰ σύμπαντα; Δόξα... Καὶ νῦν... Ἦχος δ» Κατεπλάγη Ἰωσὴφ Ἑκὼν κατῆλθε ἐπὶ γῆς, καὶ ἐσαρκώθη δι᾽ ἡμᾶς, ὡς ηὐδόκησεν αὐτός, ὁ ἀκατάληπτος Θεός, καὶ βαπτισθῆναιἠνέσχετο ὁ φωτισμὸς ἡμῶν· ὅθεν πρὸς αὐτὸν ἀπεφθέγγετο, ὁ Πρόδρομος βοῶν· Οὐ τολμῶ σου Σωτήρ, τῆς κορυφῆς ἐφάψασθαι, ὁρῶν σου, τὸ ἀκατάληπτον Κύριε, ὁ πάντα Λόγε, πρὸς τὸ συμφέρον, οἰκονομήσας δόξα σοι.

ᾨδὴ δ», Κανών τῆς Ἐορτῆς

Ἦχος β»

Ὁ Εἱρμὸς

«Ἀκήκοε Κύριε φωνῆς σου, ὃν εἶπας· Φωνὴ βοῶντος ἐν ἐρήμῳ ὅτε ἐβρόντησας πολλῶν ἐπὶ ὑδάτων, τῷ σῷ μαρτυρούμενος Υἱῷ, ὅλος γεγονὼς τοῦ παρόντος, Πνεύματος δὲ ἐβόησε• Σὺ εἶ Χριστός, Θεοῦ σοφία καὶ δύναμις». Ῥυπτόμενον ἥλιον τίς εἶδεν, ὁ Κήρυξ βοᾷ, τὸν ἔκλαμπρον τῇ φύσει, ἵνα σε Ὕδασιν Ἀπαύγασμα τῆς δόξης, Πατρὸς χαρακτὴρ ἀϊδίου ἐκπλύνω· καὶ χόρτος ὤν, πυρὶ ψαύσω τῆς σῆς Θεότητος; σὺ γὰρ Χριστός, Θεοῦ σοφία καὶ δύναμις. Ὑπέφηνεν ἔνθεον ἣν εἶχεν, εὐλάβειαν Μωσῆς περιτυχὼν σοι• ὡς γὰρ τῆς βάτου σε φωνήσαντα ᾐσθήθη, εὐθὺς ἀπεστράφη τάς ὄψεις· ἐγὼ δὲ πῶς βλέψω σε τρανῶς, ἢ πῶς χειροθετήσω σε; σὺ γὰρ Χριστός, Θεοῦ σοφία καὶ δύναμις. Ψυχῆς τελῶν ἔμφρονος, καὶ λόγῳ τιμώμενος, ἀψύχων εὐλαβοῦμαι· εἰ γὰρ βαπτίσω σε, κατήγορόν μοι ἔσται, πυρὶ καπνιζόμενον ὄρος, φυγοῦσα δὲ θάλασσα διχῇ, καὶ Ἰορδάνης οὗτος στραφείς· σὺ γὰρ Χριστός, Θεοῦ σοφία καὶ δύναμις. Ἰαμβικὸς Ὁ Εἱρμὸς «Πυρσῷ καθαρθεὶς μυστικῆς θεωρίας, Ὑμνῶν Προφήτης τὴν βροτῶν καινουργίαν, Ῥήγνυσι γῆρυν, Πνεύματι κροτουμένην, Σάρκωσιν ἐμφαίνουσαν ἀρρήτου Λόγου, ᾯ τῶν δυναστῶν τὰ κράτη συνετρίβη». Πεμφθεὶς ὁ Πατρὸς παμφαέστατος Λόγος, Νυκτὸς διῶσαι τὴν καχέσπερον σχέσιν, Ἔκριζον ἥκεις, καὶ βροτῶν ἁμαρτίας, Υἷας συνελκύσαι τε τῇ σῇ Βαπτίσει, Μάκαρ φαεινούς, ἐκ ῥοῶν Ἰορδάνου. Αὐτὸν προσιδὼν τὸν περίκλυτον Λόγον, Τρανῶς ὁ κήρυξ ἐκβοᾶται τῇ κτίσει, Οὗτος προών μου, δεύτερος τῷ σαρκίῳ, Σύμμορφος ἐξέλαμψεν ἐνθέῳ σθένει, Ἔχθιστον ἡμῶν ἐξελεῖν ἁμαρτίαν. Νομὴν πρὸς αὐτὴν τὴν φερέσβιον φέρων, Θηρᾷ δρακόντων φωλεοῖς ἐπιτρέχων. Ἄπλητα κύκλα καββαλὼν Θεὸς Λόγος, Πτέρνῃ τε τὸν πλήττοντα παμπήδην γένος, Τοῦτον καθειργνύς, ἐκσαῴζει τὴν κτίσιν.

Κανών β», ᾨδὴ δ», τοῦ Προδρόμου

Ἦχος β»

Ὁ Εἱρμὸς

«Ὑμνῶ σε ἀκοῇ γὰρ Κύριε, εἰσακήκοα καὶ ἐξέστην· ἕως ἐμοῦ ἥκεις γάρ, ἐμὲ ζητῶν τὸν πλανηθέντα. Διὸ τὴν πολλὴν σου συγκατάβασιν, τὴν εἰς ἐμὲ δοξάζω Πολυέλεε». Ῥυπῶντας ἀποπλύνειν ὕδατι, ἀπεστάλης πρὸς τοῦ Δεσπότου, εὐτρεπίζων δέχεσθαι, τὸν αἴροντα τὴν ἁμαρτίαν Χριστόν, καὶ τὴν πλάνην ἀπελαύνοντα, θεογνωσίας αἴγλῃ πανσεβάσμιε. Ἰοῦ με δρακοντίου δήγματος, ἰαθῆναι μάκαρ δυσώπει, ὁ τὸν Χριστὸν νάμασι, βαπτίσας τοῖς τοῦ Ἰορδάνου·ἐν ᾧ τῶν δρακόντων ἐμφωλεύουσαν, τὴν πονηρίαν ὁ Σωτὴρ συνέθλασε. Σοφίᾳ τοῦ Θεοῦ κοσμούμενος, προελήλυθας Χριστοκήρυξ· βοῶντος γὰρ γέγονας, κραυγάζουσα Μετανοεῖτε φωνή·ὡς Προφήτης προηγόρευσας, τὸν ὑπὲρ πάντας ἀνθρώπους σε δεικνύοντα. Τὴν ξένην καὶ ἀνθρώποις ἄτριπτον, ἐπαγόμενος πολιτείαν, ἐπέστης τοῖς ὕδασι, πανάριστε τοῦ Ἰορδάνου,φωνῆς τοῦ Πατρὸς ἀκροασόμενος, καὶ παρουσίαν Πνεύματος ὀψόμενος. Θεοτοκίον Ὁ πάντα πλαστουργήσας Κύριος, καθ᾽ ἡμᾶς αὐτὸς πλαστουργεῖται· ὑποδὺς γὰρ Πάναγνε τὴν μήτραν σου τὴν Παναγίαν, μορφὴν τῶν ἀνθρώπων ἠμφιάσατο, καὶ τὴν αὐτοῦ εἰκόνα διεσώσατο. Καταβασία. Ἰαμβικὸς «Πυρσῷ καθαρθείς, μυστικῆς θεωρίας, Ὑμνῶν Προφήτης τὴν βροτῶν καινουργίαν, Ῥήγνυσι γῆρυν, Πνεύματι κροτουμένην, Σάρκωσιν ἐμφαίνουσαν ἀρρήτου Λόγου, ᾯ τῶν δυναστῶν, τὰ κράτη συνετρίβη».

ᾨδὴ ε», Κανών τῆς Ἐορτῆς

Ἦχος β»

Ὁ Εἱρμὸς

«Ἰησοῦς ὁ ζωῆς ἀρχηγός, λῦσαι τὸ κατάκριμα ἥκει, Ἀδὰμ τοῦ πρωτοπλάστου• καθαρσίων δέ, ὡς Θεὸς μὴ δεόμενος, τῷ πεσόντι καθαίρεται ἐν τῷ Ἰορδάνῃ· ἐν ᾧ τὴν ἔχθραν κτείνας, ὑπερέχουσαν πάντα νοῦν, εἰρήνην χαρίζεται». Συνελθόντων ἀπείρων λαῶν, ὑπὸ Ἰωάννου βαπτισθῆναι, αὐτὸς ἐν μέσῳ ἔστη, προσεφώνει δὲ τοῖς παροῦσι• Τὶς ἔδειξεν ἀπειθεῖς, τὴν ὀργὴν ὑμῖν ἐκκλῖναι τὴν μέλλουσαν; καρποὺς ἀξίους Χριστῷ ἐκτελεῖτε• παρὼν γὰρ νῦν, εἰρήνην χαρίζεται. Γεωργὸς ὁ καὶ Δημιουργός, μέσος ἑστηκὼς ὡς εἰς ἁπάντων, καρδίας ἐμβατεύει• καθαρτήριον δὲ πτύον χειρισάμενος, τὴν παγκόσμιον ἅλωνα πανσόφως διΐστησι, τὴν ἀκαρπίαν φλέγων, εὐκαρποῦσιν αἰώνιον, ζωὴν χαριζόμενος. Ἰαμβικὸς Ὁ Εἱρμὸς «Ἐχθροῦ ζοφώδους καὶ βεβορβορωμένου, Ἰὸν καθάρσει Πνεύματος λελουμένοι, Νέαν προσωρμίσθημεν ἀπλανῆ τρίβον, Ἄγουσαν ἀπρόσιτον εἰς θυμηδίαν, Μόνοις προσιτήν, οἷς Θεὸς κατηλλάγη». Ἀθρῶν ὁ Πλάστης ἐν ζόφῳ τῶν πταισμάτων, Σειραῖς ἀφύκτοις, ὂν διαρθροῖ δακτύλοις, Ἵστησιν ἀμφ᾽ ὤμοισιν ἐξάρας ἄνω, Νῦν ἐν πολυρρύτοισι δίναις ἐκπλύνων, Αἴσχους παλαιοῦ τῆς Ἀδὰμ καχεξίας. Μετ᾽ εὐσεβείας προσδράμωμεν εὐτόνως, Πηγαῖς ἀχράντοις ῥεύσεως σωτηρίου, Λόγον κατοπτεύσοντες ἐξ ἀκηράτου, Ἄντλημα προσφέροντα δίψης ἐνθέου, Κόσμου προσηνῶς ἐξακεύμενον νόσον.

Κανών β», ᾨδὴ ε», τοῦ Προδρόμου

Ἦχος β»

Ὁ Εἱρμὸς

«Ὁ φωτισμός, τῶν ἐν σκότει κειμένων ἡ σωτηρία, τῶν ἀπεγνωσμένων Χριστὲ Σωτήρ μου, πρὸς σὲ ὀρθρίζω Βασιλεῦ τῆς εἰρήνης, φώτισόν με τῇ ἐπιλάμψει σου· ἄλλον γὰρ ἐκτός σου, Θεὸν οὐκ ἐπίσταμαι». Ὑπερφυοῦς, ἀρετῆς λαμπηδόσιν ἠγλαϊσμένος, ὡς ἐξ οὐρανίου μυσταγωγίας, ῥείθροις ἐπέστης,, Ἰορδάνου βαπτίζων, καὶ καθαίρων διὰ τοῦ ὕδατος, Πρόδρομε τοὺς πίστει, ψυχῆς προσιόντας σοι. Τὸ καθαρόν, καὶ ἀκήρατον φέγγος μέλλων βαπτίζειν, σκεῦος καθαρότητος ἀνεδείχθης· μείζων γὰρ πάντων, ὑπ» αὐτοῦ προεκρίθης. Προφητῶν τε σεβασμιώτερος· τὸν προφητευθέντα, ἰδεῖν γὰρ ἠξίωσαι. Ὁ προσταλείς, πρὸ προσώπου Κυρίου καὶ τάς εὐθείας, τρίβους τοῖς ἀνθρώποις ὑποδεικνύων, ἅπτεται τρέμων κορυφῆς τοῦ Δεσπότου, καὶ βαπτίζει λέγων ὁ Πρόδρομος· Ἕτερον ἐκτός σου, Θεὸν οὐκ ἐπίσταμαι. Θεοτοκίον Υἱὸς Θεοῦ, ὁ Υἱός σου Παρθένε σαφῶς ἐδείχθη, ἔργα ὡς Θεὸς τελῶν βουλήσει μόνῃ· ὅθεν σε πάντες ἀληθῶςΘεοτόκον, καὶ κυρίως ἐπονομάζομεν· ἄλλην γὰρ Μητέρα, Θεοῦ οὐ γινώσκομεν. Καταβασία. Ἰαμβικὸς «Ἐχθροῦ ζοφώδους καὶ βεβορβορωμένου, Ἰὸν καθάρσει, Πνεύματος λελουμένοι, Νέαν προσωρμίσθημεν, ἀπλανῆ τρίβον, Ἄγουσαν ἀπρόσιτον εἰς θυμηδίαν, Μόνοις προσιτήν, οἷς Θεὸς κατηλλάγη».

ᾨδὴ ς», Κανών τῆς Ἐορτῆς

Ἦχος β»

Ὁ Εἱρμὸς

«Ἡ φωνὴ τοῦ Λόγου, ὁ λύχνος τοῦ Φωτός, ὁ Ἑωσφόρος, ὁ τοῦ Ἡλίου Πρόδρομος, ἐν τῇ ἐρήμῳ. Μετανοεῖτε, πᾶσι βοᾷ τοῖς λαοῖς, καὶ προκαθαίρεσθε· ἰδοὺ γὰρ πάρεστι Χριστός, ἐκ φθορᾶς τὸν κόσμον λυτρούμενος». Γεννηθεὶς ἀρρεύστως, ἐκ Θεοῦ καὶ Πατρός, ἐκ τῆς Παρθένου, δίχα σαρκοῦται ῥύπου Χριστός• οὗ τὸν ἱμάντα, τὴν ἐξ ἡμῶν τοῦ Λόγου συνάφειαν, λύειν ἀμήχανον (διδάσκει ὁ Πρόδρομος), γηγενεῖς ἐκ πλάνης λυτρούμενος. Ἐν πυρὶ βαπτίζει, τελευταίῳ Χριστός, τοὺς ἀπειθοῦντας, καὶ μὴ Θεὸν φρονοῦντας αὐτόν· ἐν Πνεύματι δὲ καινοποιεῖ, δι᾽ ὕδατος χάριτι, τοὺς ἐπιγνώμονας αὐτοῦ τῆς Θεότητος, τῶν πλημμελημάτων λυτρούμενος. Ἰαμβικὸς Ὁ Εἱρμὸς «Ἱμερτὸν ἐξέφηνε σὺν πανολβίῳ, Ἤχῳ Πατήρ, ὃν γαστρὸς ἐξηρεύξατο. Ναί φησιν, Οὗτος, συμφυὴς γόνος πέλων, Φώταυγος ἐξώρουσεν ἀνθρώπων γένους, Λόγος τέ μου ζῶν, καὶ βροτὸς προμηθείᾳ». Ἐκ ποντίου λέοντος ὁ τριέσπερος, Ξένως Προφήτης ἐγκάτοις φλοιδούμενος, Αὖθις προῆλθε, τῆς παλιγγενεσίας, Σωτηρίαν δράκοντος ἐκ βροτοκτόνου, Πᾶσι προφαίνων, τῶν χρόνων ἐπ᾽ ἐσχάτων. Ἀνειμένων Πόλοιο παμφαῶν πτυχῶν, Μύστης ὁρᾷ πρὸς Πατρὸς ἐξικνούμενον, Μένον τε Πνεῦμα τῷ παναχράντῳ Λόγῳ, Ἐπελθὸν ὡς πέλειαν ἀφράστῳ τρόπῳ, Δήμοις τε φαίνει, προσδραμεῖν τῷ Δεσπότῃ.

Κανών β», ᾨδὴ ς», τοῦ Προδρόμου

Ἦχος β»

Ὁ Εἱρμὸς

«Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας σου ἐπικαλοῦμαι ἄβυσσον· Ἐκ φθορᾶς ὁ Θεὸς με ἀνάγαγε» Σὺ τοῦ Λόγου φωνὴ προελήλυθας, καὶ ὡς Ἑωσφόρος ἀστὴρ ἀνατέταλκας, προκαταγγέλλων Πρόδρομε, σαφῶς Δικαιοσύνης τὸν Ἥλιον. Ἐπιγείους φροντίδας ἠγνόησας, καὶ τάς οὐρανίους ἐλπίδας ἐπλούτησας, ἐπὶ τῆς γῆς ὡς Ἄγγελος, τὴν ζωὴν διανύσας πανόλβιε. Προφητῶν σε σφραγῖδα γινώσκομεν, ὡς τῇ Παλαιᾷ καὶ Καινῇ μεσιτεύσαντα, καὶ Βαπτιστὴν καὶ Πρόδρομον, τοῦ Σωτῆρος Χριστοῦ καταγγέλλομεν. Θεοτοκίον Ἀνερμήνευτος ὄντως ἡ σύλληψις, ἄφραστος ὁ τόκος σου καὶ ἀκατάληπτος, πᾶσι πιστοῖς γνωρίζεται, καὶ πιστεύεται μόνη Θεονυμφε. Καταβασία. Ἰαμβικὸς «Ἱμερτὸν ἐξέφηνε σὺν πανολβίῳ, Ἤχῳ Πατήρ, ὃν γαστρὸς ἐξηρεύξατο. Ναί φησιν, Οὗτος συμφυὴς γόνος πέλων, Φώταυγος ἐξώρουσεν ἀνθρώπων γένους, Λόγος τέ μου ζῶν, καὶ βροτὸς προμηθείᾳ».

Κοντάκιον

Ἦχος πλ. β"

αὐτομέλον

Τὴν σωματικὴν σου παρουσίαν δεδοικὼς ὁ Ἰορδάνης, τρόμῳ ὑπεστρέφετο, τὴν πνευματικὴν δὲ λειτουργίαν ἐκπληρῶν ὁ Ἰωάννης, φόβῳ ὑπεστέλλετο· τῶν Ἀγγέλων αἱ τάξεις ἐξεπλήττοντο, ὁρῶσαί σε ἐν ῥείθροις σαρκὶ βαπτιζόμενον, καὶ πάντες οἱ ἐν τῷ σκότει κατηυγάζοντο, ἀνυμνοῦντές σε τὸν φανέντα, καὶ φωτίσαντα τὰ πάντα.

Ὁ Οἶκος

Τῷ τυφλωθέντι Ἀδὰμ ἐν Ἐδέμ, ἐφάνη Ἥλιος ἐν Βηθλεέμ, καὶ ἤνοιξεν αὐτοῦ τάς κόρας, ἀποπλύνας αὐτὰς Ἰορδάνου τοῖς ὕδασι τῷ μεμελανωμένῳ καὶ συνεσκοτισμένῳ φῶς ἀνέτειλεν ἄσβεστον· οὐκ ἔτι αὐτῷ νύξ, ἀλλὰ πάντα ἡμέρα· τὸ πρὸς πρωῒ πρωΐ, δι᾽ αὐτὸν ἐγεννήθη· δειλινὸν γὰρ ἐκρύβη ὡς γέγραπται· εὗρεν αὐγήν, ἐγείρουσαν αὐτόν· ὁ πρὸς ἑσπέραν πεσών, ἀπηλλάγη τοῦ γνόφου, καὶ ἔφθασε πρὸς Ὄρθρον τὸν φανέντα, καὶ φωτίσαντα τὰ πάντα.

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν

Τῇ Ζ» τοῦ αὐτοῦ μηνός, Ἡ Σύναξις τοῦ Ἁγίου ἐνδόξου Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου. Συνέδραμε δὲ καὶ ἡ τῆς παντίμου καὶ ἁγίας αὐτοῦ Χειρὸς πρὸς τὴν Βασιλεύουσαν μετένεξις. Στίχοι Ἐμὴ σε γλῶσσα Κήρυξ πῶς ἂν αἰνέσῃ, Ὃν γλῶσσα Χριστοῦ γηγενῶν μείζω λέγει; Μνήμη ἐβδομάτη Προδρόμου λάχεν αἰδοίοιο. Ταῖς τοῦ σοῦ Προδρόμου πρεσβείαις, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ», Κανών τῆς Ἐορτῆς

Ἦχος β»

Ὁ Εἱρμὸς

«Νέους εὐσεβεῖς, καμίνῳ πυρὸς προσομιλήσαντας, διασυρίζον πνεῦμα δρόσου, ἀβλαβεῖς διεφύλαξε, καὶ θείου Ἀγγέλου συγκατάβασις• ὅθεν ἐν φλογὶ δροσιζόμενοι, εὐχαρίστως ἀνέμελπον• Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ». Ὥσπερ οὐρανῷ, σὺν τρόμῳ καὶ θαύματι παρίσταντο, ἐν Ἰορδάνῃ αἱ Δυνάμεις τῶν Ἀγγέλων σκοπούμεναι, τοσαύτην Θεοῦ τὴν συγκατάβασιν, ὅπως ὁ κρατῶν τὴν ὑπέρῳον τῶν ὑδάτων ὑπόστασιν, ἐν τοῖς ὕδασι, σωματοφόρος ἕστηκεν, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν. Νεφέλη ποτέ, καὶ θάλασσα θείου προεικόνιζε, Βαπτίσματος τὸ θαῦμα, ἐν οἷς ὁ πρὶν βαπτίζεται, διεξοδικῶς τῷ Νομοθέτῃ λαός, θάλασσα δὲ ἦν τύπος ὕδατος, καὶ νεφέλη τοῦ Πνεύματος, οἷς τελούμενοι· Εὐλογητὸς εἶ κράζομεν, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν. Ἅπαντες πιστοί, ἐν ᾧ τὴν τελείωσιν ἐλάβομεν, θεολογοῦντες ἀσιγήτως, σὺν Ἀγγέλοις δοξάσωμεν, Πατέρα Υἱὸν καὶ Πνεῦμα Ἅγιον· τοῦτο γὰρ Τριὰς ὑποστάσεσιν ὁμοούσιος, εἷς δὲ Θεός, ᾧ καὶ ψάλλομεν• Ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ. Ἰαμβικὸς Ὁ Εἱρμὸς «Ἔφλεξε ῥείθρῳ τῶν δρακόντων τάς κάρας, Ὁ τῆς καμίνου τὴν μετάρσιον φλόγα, Νέους φέρουσαν εὐσεβεῖς κατευνάσας, Τὴν δυσκάθεκτον ἀχλὺν ἐξ ἁμαρτίας, Ὅλην πλύνει δέ, τῇ δρόσῳ τοῦ Πνεύματος». Σὲ ζωγραφοῦσαν τὴν Ἀσσύριον φλόγα, Ἐκστῶσαν ἵστης, εἰς δρόσον μετηγμένην. Ὕδωρ ὅθεν νῦν ἀμφιέσσαο φλέγον, Σίντην κάκιστον Χριστὲ προσκεκευθμένον, Πρὸς τὴν ὄλισθον ἐκκαλούμενον τρίβον. Ἀπορραγέντος τοῦ Ἰορδάνου πάλαι, Ἰσθμῷ περᾶται λαός, Ἰσραηλίτης, Σὲ τὸν κράτιστον ἐμφοροῦντα τὴν κτίσιν, Ἠπειγμένως νῦν ἐν ῥοαῖς διαγράφων, Πρὸς τὴν ἄρρευστον καὶ ἀμείνονα τρίβον. Ἴδμεν τὸ πρῶτον τὴν πανώλεθρον κλύσιν, Οἰκτρῶς σε πάντων εἰς φθορὰν παρεισάγειν, Ὦ τρισμέγιστα χρηματίζων καὶ ξένα. Νῦν δὲ κλύσαντα Χριστὲ τὴν ἁμαρτίαν, Δι᾽ εὐπάθειαν, καὶ βροτῶν σωτηρίαν.

Κανών β», ᾨδὴ ζ», τοῦ Προδρόμου

Ἦχος β»

Ὁ Εἱρμὸς

«Βάτος ἐν ὄρει πυράφλεκτος, καὶ δροσοβόλος κάμινος Χαλδαϊκή, σαφῶς προγράφει σε Θεόνυμφε· τὸ γὰρ θεῖον ἄϋλον, ἐν ὑλικῇ γαστρί, πῦρ ἀφλέκτως ἐδέξω· διὸ τῷ ἐκ σοῦ τεχθέντι ψάλλομεν· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν». Ἱερουργήσας τὸ Βάπτισμα, καὶ τελειώσας Πρόδρομε τὰ πρὸς Θεόν, σαφῶς δοθέντα σοι Μυστήρια, ὡς ἀρνίον ἄκακον ἱερουργούμενος, προσηνέχθης θυσία· διὸ μετὰ σοῦ συμφώνως ψάλλομεν· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Νέος Ἠλίας γενόμενος, σὺν παρρησίᾳ Πρόδρομε καὶ βασιλεῖς σαφῶς ἐλέγχεις ἀνομήσαντας, σοῦ τὸν βίον ἄϋλον ἐπιδεικνύμενος, ὡς ἐκεῖνος τρισμάκαρ· διὸ μετὰ σοῦ Προφῆτα ψάλλομεν· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Ὁ προφητῶν περισσότερος, καὶ Ἀποστόλων Πρόδρομε τῶν τοῦ Χριστοῦ, τὸ θεῖον γέρας κληρωσάμενος, σὺ τοῦ Νόμου πλήρωμα, καὶ ἀπαρχὴ σαφῶς, νέας χάριτος ὤφθης· διὸ μετὰ σοῦ τρισμάκαρ ψάλλομεν· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Θεοτοκίον Ὑμνολογίαις τὴν πανάγιον, καὶ θεοδόχον Δέσποιναν πανευσεβῶς, ἀξίως πάντες ἀνυμνήσωμεν, ὡς Θεὸν κυήσασαν, μονογενῆ ἡμῖν, τοῖς ἀνθρώποις ὀφθέντα, πρὸς ὃν οἱ πιστοὶ συμφώνως ψάλλομεν· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Καταβασία. Ἰαμβικὸς «Ἔφλεξε ῥείθρῳ τῶν δρακόντων τάς κάρας, Ὁ τῆς καμίνου, τὴν μετάρσιον φλόγα, Νέους φέρουσαν εὐσεβεῖς κατευνάσας. Τὴν δυσκάθεκτον, ἀχλὺν ἐξ ἁμαρτίας, Ὄλην πλύνει δέ, τῇ δρόσῳ τοῦ Πνεύματος».

ᾨδὴ η», Κανών τῆς Ἐορτῆς

Ἦχος β»

Ὁ Εἱρμὸς

«Μυστήριον παράδοξον, ἡ Βαβυλῶνος ἔδειξε κάμινος, πηγάσασα δρόσον, ὅτι ῥείθροις ἔμελλεν, ἄϋλον πῦρ εἰσδέχεσθαι ὁ Ἰορδάνης, καὶ στέγειν σαρκί, βαπτιζόμενον τὸν Κτίστην, ὅν εὐλογοῦσι Λαοί, καὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας». Ἀπόθου φόβον ἅπαντα, ὁ Λυτρωτὴς τῷ Προδρόμῳ ἔφησεν· ἐμοὶ δὲ πειθάρχει, ὡς Χριστῷ μοι πρόσελθε• τοῦτο γὰρ φύσει πέφυκα• ἐμῷ προστάγματι εἶξον, καὶ βάπτισόν με συγκαταβάντα, ὅν εὐλογοῦσι Λαοί, καὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας. Ῥημάτων ὡς ἀκήκοεν, ὁ Βαπτιστὴς τοῦ Δεσπότου, σύντρομος παλάμην ἐκτείνει, χειραπτήσας ὅμως δέ, τὴν κορυφὴν τοῦ Πλάστου αὐτοῦ, τῷ βαπτισθέντι ἐβόα• Ἁγίασόν με· σὺ γὰρ Θεός μου, ὅν εὐλογοῦσι Λαοί, καὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας. Τριάδος ἡ φανέρωσις, ἐν Ἰορδάνῃ γέγονεν· αὔτη γὰρ ὑπέρθεος φύσις, ὁ Πατὴρ ἐφώνησεν. Οὗτος ὁ βαπτιζόμενος, Υἱὸς ὁ ἀγαπητός μου, τὸ Πνεῦμα συμπαρῆν τῷ ὁμοίῳ• ὅν εὐλογοῦσι Λαοί, καὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας. Ἰαμβικὸς Ὁ Εἱρμὸς «Ἐλευθέρα μὲν ἡ κτίσις γνωρίζεται. Υἱοὶ δὲ φωτός, οἱ πρὶν ἐσκοτισμένοι. Μόνος στενάζει, τοῦ σκότους ὁ προστάτης. Νῦν εὐλογείτω συντόνως τὸν αἴτιον, Ἡ πρὶν τάλαινα τῶν Ἐθνῶν παγκληρία». Τριττοὶ θεουδεῖς ἐμπύρως δροσούμενοι, Αἰγλῆντα τριτταῖς παμφαῶς ἁγιστείαις, Σαφῶς ἐδήλουν τὴν ὑπέρτατον φύσιν, Μίξει βροτείᾳ πυρπολοῦσαν ἐν δρόσῳ, Εὐκτῶς ἅπασαν τὴν ὀλέθριον πλάνην. Λευχειμονείτω πᾶσα γήϊνος φύσις, Ἐκπτώσεως νῦν οὐρανῶν ἐπηρμένη• ᾯ γὰρ τὰ πάντα συντετήρηται Λόγῳ Νάουσι ῥείθροις ἐκπλυθεῖσα πταισμάτων, Τῶν πρὶν πέφευγε παμφαῶς λελουμένη.

Κανών β», ᾨδὴ η», τοῦ Προδρόμου

Ἦχος β»

Ὁ Εἱρμὸς

«Κάμινός ποτε, πυρὸς ἐν Βαβυλῶνι, τάς ἐνεργείας διεμέριζε, τῷ θείῳ προστάγματι, τοὺς Χαλδαίους καταφλέγουσα, τοὺς δὲ πιστοὺς δροσίζουσα ψάλλοντας· εὐλογεῖτε, πάντα τὰ ἔργα τὸν Κύριον». Σὲ τὸν ἐπὶ γῆς, ἰσάγγελον φανέντα, παρηλλαγμένῳ πολιτεύματι, καὶ πάντων ἀνώτερον, Ἰωάννη παμμακάριστε, χαρμονικῶς γεραίρομεν, κράζοντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα τὸν Κύριον. Μίαν ἐν τρισί, Θεότητος οὐσίαν, ὁμοουσίοις ὑποστάσεσι, Προφῆτα μεμύησαι· τῇ φωνῇ γὰρ τοῦ Γεννήτορος, καὶ παρουσίᾳ Πνεύματος, ἔγνως τὸν βαπτισθέντα, Λόγον Θεοῦ τὸν ἀΐδιον. Ὄρθρος νοητός, τὸν Ἥλιον μηνύων, τὸν ἐκ Παρθένου ἀνατείλαντα, ἐκ στείρας προέδραμες, Ἰωάννη πανσεβάσμιε· καὶ τὸν Ἀμνὸν ἐκήρυξας, κόσμου τὴν ἁμαρτίαν, φιλανθρωπίᾳ τὸν αἴροντα. Ὓπερθεν ἡμᾶς, νῦν μάκαρ ἐποπτεύων, ταῖς σαῖς πρεσβείαις διαφύλαξον, τῷ θείῳ κηρύγματι, ἑπομένους σου πανόλβιε, καὶ διδαχαῖς ἐμμένοντας, Πρόδρομε τοῖς ἐνθέοις, καὶ σωτηρίοις σου δόγμασι. Θεοτοκίον Δόξης τοῦ Πατρός, συνέλαβες ἀφράστως, τὸ προαιώνιον ἀπαύγασμα, καὶ Λόγον τὸν ἄναρχον, ἐν ἀρχῇ ὄντα νοούμενον, καὶ νῦν ἐκ σοῦ πρωτότοκον, Πάναγνε γεγονότα, ἀναλλοιώτως τῆς κτίσεως. Καταβασία. Ἰαμβικὸς «Ἐλευθέρα μὲν ἡ κτίσις γνωρίζεται. Υἱοὶ δὲ φωτός, οἱ πρὶν ἐσκοτισμένοι· Μόνος στενάζει τοῦ σκότους ὁ προστάτης· Νῦν εὐλογείτω συντόνως τὸν αἴτιον· Ἡ πρὶν τάλαινα τῶν Ἐθνῶν παγκληρία»

ᾨδὴ θ», Κανών τῆς Ἐορτῆς

Ἦχος β»

Ἡ Τιμιωτέρα: Οὐ στιχολογεῖται, ἀντ’ αὐτῆς ἡ θ΄ ᾨδή ἀμφοτέρων τῶν Κανόνων τῆς Ἑορτῆς, ὡς ἑξῆς: Ὁ Εἱρμὸς

Μεγάλυνον, ψυχή μου, τήν τιμιωτέραν τῶν ἄνω στρατευμάτων. «Ἀπορεῖ πᾶσα γλῶσσα, εὐφημεῖν πρὸς ἀξίαν, ἰλιγγιᾷ δὲ νοῦς καὶ ὑπερκόσμιος, ὑμνεῖν σε Θεοτόκε• ὅμως ἀγαθὴ ὑπάρχουσα, τὴν πίστιν δέχου• καὶ γὰρ τὸν πόθον οἶδας, τὸν ἔνθεον ἡμῶν• σὺ γὰρ Χριστιανῶν εἶ προστάτις, σὲ μεγαλύνομεν.» Μεγάλυνον, ψυχή μου, τόν ἐν Ἰορδάνῃ ἐλθόντα βαπτισθῆναι. Δαυῒδ πάρεσο, Πνεύματι τοῖς φωτιζομένοις• Νῦν προσέλθετε, ᾆδε πρὸς Θεόν, ἐν πίστει λέγων φωτίσθητε• οὗτος ὁ πτωχὸς ἐκέκραξεν Ἀδὰμ ἐν πτώσει• καὶ γὰρ αὐτοῦ εἱσήκουσε Κύριος ἐλθών, ῥείθροις τοῦ Ἰορδάνου, φθαρέντα δὲ ἀνεκαίνισεν. Μεγάλυνον, ψυχή μου, τόν ὑπό Προδρόμου τό βάπτισμα λαβόντα. Ὁ Ἡσαΐας λούσασθε, καὶ καθάρθητε φάσκει• τάς πονηρίας ἔναντι, ἀφέλεσθε Κυρίου• οἱ διψῶντες, ὕδωρ ἐπὶ ζῶν πορεύεσθε• ῥανεῖ γὰρ ὕδωρ καινοποιὸν Χριστός, τοῖς προστρέχουσιν αὐτῷ ἐν πίστει, καὶ πρὸς ζωὴν τὴν ἀγήρω, βαπτίζει Πνεύματι. Μεγάλυνον, ψυχή μου, τόν ἐκ τῆς πατρῴας φωνῆς μαρτυρηθέντα. Συντηρώμεθα χάριτι, πιστοὶ καὶ σφραγῖδι• ὡς γὰρ ὄλεθρον ἔφυγον, φλιᾶς Ἑβραῖοι πάλαι αἱμαχθείσης· οὕτω καὶ ἡμῖν, ἐξόδιον τὸ θεῖον τοῦτο, τῆς παλιγγενεσίας λουτήριον ἔσται• ἔνθεν καὶ τῆς Τριάδος, ὀψόμεθα φῶς τὸ ἄδυτον. Ἰαμβικὸς Ὁ Εἱρμὸς Σήμερον ὁ Δεσπότης, κλίνει τόν αὐχένα χειρί τῇ τοῦ Προδρόμου. «Ὢ τῶν ὑπὲρ νοῦν, τοῦ τόκου σου θαυμάτων! Νύμφη πάναγνε, Μῆτερ εὐλογημένη• Δι᾽ ἧς τυχόντες παντελοῦς σωτηρίας, Ἐπάξιον κροτοῦμεν ὡς εὐεργέτῃ, Δῶρον φέροντες ὕμνον εὐχαριστίας.» Σήμερον Ἰωάννης, βαπτίζει τόν Δεσπότην ἐν ῥείθροις Ἰορδάνου. «Ὢ τῶν ὑπὲρ νοῦν, τοῦ τόκου σου θαυμάτων! Νύμφη πάναγνε, Μῆτερ εὐλογημένη• Δι᾽ ἧς τυχόντες παντελοῦς σωτηρίας, Ἐπάξιον κροτοῦμεν ὡς εὐεργέτῃ, Δῶρον φέροντες ὕμνον εὐχαριστίας.» Δόξα... Μεγάλυνον, ψυχή μου, τῆς τρισυποστάτου καί ἀδιαιρέτου Θεότητος τό κράτος. Ἴδμεν τὰ Μωσεῖ τῇ βάτῳ δεδειγμένα, Δεῦρο ξένοις, θεσμοῖσιν ἐξειργασμένα. Ὡς γὰρ σέσωσται, πυρφοροῦσα Παρθένος, Σελασφόρον τεκοῦσα τὸν εὐεργέτην, Ἰορδάνου τε, ῥεῖθρα προσδεδεγμένα. Καί νῦν... Μεγάλυνον, ψυχή μου, τήν λυτρωσαμένην ἡμᾶς ἐκ τῆς κατάρας. Χρίεις τελειῶν, τὴν βρότειον οὐσίαν, Ἄναξ ἄναρχε, Πνεύματος κοινωνία, Ῥοαῖς ἀχράντοις, ἐκκαθάρας καὶ σκότους, Ἰσχὺν θριαμβεύσας τε, τὴν ἐπηρμένην, Νῦν εἰς ἄληκτον, ἐξαμείβεαι βίον.

Κανών β», ᾨδὴ θ», τοῦ Προδρόμου

Ἦχος β»

Ὁ Εἱρμὸς

Ἐκ τῆς ἐρημίας, ἡ Πρόδρομος φωνή, τὸν Λόγον δείκνυσι, σωματικῶς ἡμῖν ἐπιδημήσαντα, καὶ παρόντα περιχαρῶς, βαπτίζειν εὐτρεπίζεται, τὸν τάς ψυχὰς καθαίροντα, τῆς ἁμαρτίας διὰ πίστεως. Χάρις τε καὶ Νόμος, μεσίτην σε σεπτόν, σαφῶς προβάλλεται, τὸν μὲν σφραγίζοντα, τῆς δὲ ἀρχόμενον, τὸν ἁπάντων τῶν Προφητῶν, τῷ Λόγῳ προτιμώμενον, τὸν ὑπὲρ τὰ ὁρώμενα, νῦν βεβηκότα Πανσεβάσμιε. Ὁ τοῖς ἀσωμάτοις, ἐφάμιλλον ζωὴν ἐπιδειξάμενος, Ἀγγελικαῖς χορείαις συνευφραίνεται, καὶ τῷ θρόνῳ παρεστηκώς, τοῦ Δεσπότου ἀγάλλεται, τοῖς εὐφημοῦσιν ἄφεσιν, καὶ σωτηρίαν ἐξαιτούμενος Θεοτοκίον Ὑπὲρ εὐσπλαγχνίαν, ὁ πάντων Λυτρωτής, ἄνθρωπος γίνεται, καὶ σαρκικὴν καταδέχεται γέννησιν, φιλάνθρωπος ὑπὲρ ἀνθρώπων, ὁ φύσει ὢν φιλάνθρωπος, παρθενικῆς ἐκ μήτρας σου, Θεογεννῆτορ παμμακάριστε. Καταβασία. Ἰαμβικὸς «Ὢ τῶν ὑπὲρ νοῦν τοῦ τόκου σου θαυμάτων! Νύμφη Παναγνέ, Μῆτερ εὐλογημένη. Δι» ἧς τυχόντες, παντελοῦς σωτηρίας· Ἐπάξιον κροτοῦμεν, ὡς εὐεργέτῃ· Δῶρον φέροντες, ὕμνον εὐχαριστίας».

Ἐξαποστειλάριον

Ἦχος β«

Γυναῖκες ἀκουτίσθητε

Προφήτην σε προέφησε, τῶν Προφητῶν ὑπέρτερον, ἐν γεννητοῖς ὁ Δεσπότης, γυναικῶν μείζονα πάντων· ὃν γὰρ Προφῆται ἅπαντες, καὶ Νόμος προκατήγγειλαν, Χριστὸν σαρκὶ ἑώρακας, ὃν καὶ βαπτίσας ἐδείχθης, σεβασμιώτερος πάντων.

Ἐξαποστειλάριον τῆς Ἑορτῆς

Ἦχος γ»

Ἐπεσκέψατο ἡμᾶς

Ἐπεφάνη ὁ Σωτήρ, ἡ χάρις ἡ ἀλήθεια, ἐν ῥείθροις τοῦ Ἰορδάνου, καὶ τοὺς ἐν σκότει καὶ σκιᾷ, καθεύδοντας ἐφώτισε· καὶ γὰρ ἦλθεν ἐφάνη, τὸ φῶς τὸ ἀπρόσιτον.

Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους ς» καὶ ψάλλομεν Στιχηρὰ Ἰδιόμελα.

Στιχηρὰ Ἰδιόμελα

Ἦχος α«

Φῶς ἐκ φωτός, ἔλαμψε τῷ κόσμῳ, Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ ἐπιφανεὶς Θεός, τοῦτον λαοὶ προσκυνήσωμεν. (Δὶς)

Ἦχος α»

Πῶς σὲ Χριστέ, δοῦλοι τὸν Δεσπότην, ἀξίως τιμήσωμεν; ὅτι ἐν τοῖς ὕδασι, πάντας ἡμᾶς ἀνεκαίνισας.

Ἦχος α«

Σὺ ἐν Ἰορδάνῃ, βαπτισθεὶς ὁ Σωτὴρ ἡμῶν, τὰ ῥεῖθρα ἡγίασας, τῇ παλάμῃ τοῦ δούλου χειροθετούμενος, καὶ τὰ πάθη τοῦ κόσμου ἰώμενος· Μέγα τὸ μυστήριον τῆς οἰκονομίας σου! φιλάνθρωπε Κύριε, δόξα σοι.

Ἦχος α»

Τὸ ἀληθινὸν φῶς ἐπεφάνη, καὶ πᾶσι τὸν φωτισμὸν δωρεῖται, βαπτίζεται Χριστὸς μεθ» ἡμῶν, ὁ πάσης ἐπέκεινα καθαρότητος· ἐνίησι τὸν ἁγιασμὸν τῷ ὕδατι, καὶ ψυχῶν τοῦτο καθάρσιον γίνεται∙ ἐπίγειον τὸ φαινόμενον, καὶ ὑπὲρ τοὺς οὐρανοὺς τὸ νοούμενον∙ διὰ λουτροῦ σωτηρία∙ δι» ὕδατος τὸ Πνεῦμα, διὰ καταδύσεως, ἡ πρὸς Θεὸν ἡμῶν ἄνοδος γίνεται∙ Θαυμάσια τὰ ἔργα σου Κύριε! δόξα σοι.

Ἦχος α«

Ὁ περιβάλλων τὸν οὐρανὸν ἐν νεφέλαις, ῥεῖθρα περιβάλλεται σήμερον τὰ Ἰορδάνια∙ καὶ τὴν ἐμὴν καθαίρεται κάθαρσιν, ὁ τοῦ κόσμου αἴρων τὴν ἁμαρτίαν∙ καὶ ὑπὸ τοῦ συγγενοῦς ἄνωθεν μαρτυρεῖται Πνεύματος, Υἱὸς μονογενὴς ὑπάρχων τοῦ ὑψίστου Πατρός, πρὸς ὃν βοήσωμεν∙ Ὁ ἐπιφανεὶς καὶ σώσας ἡμᾶς, Χριστέ, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Δοξαστικὸν

Ἦχος πλ. β»

Ἄγγελος ἐκ στειρωτικῶν ὠδίνων, προῆλθες Βαπτιστά, ἐξ αὐτῶν τῶν σπαργάνων τὴν ἔρημον οἰκήσας, σφραγίς τε πάντων τῶν Προφητῶν ἐδείχθης· ὂν γὰρ ἐκεῖνοι πολυτρόπως ἐθεάσαντο, καὶ αἰνιγματωδῶς προεκήρυξαν, τοῦτον βαπτίσαι ἐν Ἰορδάνῃ κατηξιώθης· φωνῆς τε ἀκήκοας, Πατρικῆς οὐρανόθεν, μαρτυρούσης αὐτοῦ τὴν Υἱότητα· καὶ τὸ Πνεῦμα εἶδες περιστερᾶς ἐν εἴδει, τὴν φωνὴν ἕλκον ἐπὶ τὸν βαπτιζόμενον. Ἀλλ» ὦ πάντων τῶν Προφητῶν ὑπέρτερε, μὴ διαλίπῃς πρεσβεύειν ὑπὲρ ἡμῶν, τῶν πιστῶς σου τελούντων τὰ μνημόσυνα.

Θεοτοκίον

Ἦχος β"

Σήμερον ὁ Χριστός, ἐν Ἰορδάνῃ ἦλθε βαπτισθῆναι. Σήμερον Ἰωάννης ἅπτεται κορυφῆς τοῦ Δεσπότου. Αἱ Δυνάμεις τῶν οὐρανῶν ἐξέστησαν, τὸ παράδοξον ὁρῶσαι μυστήριον. Ἡ θάλασσα εἶδε καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἰδὼν ἀνεστρέφετο. Ἡμεῖς δὲ οἱ φωτισθέντες βοῶμεν· Δόξα τῷ φανέντι Θεῷ, καὶ ἐπὶ γῆς ὀφθέντι, καὶ φωτίσαντι τὸν Κόσμον.

Μεγάλη Δοξολογία

Εἰς τὴν Λειτουργίαν ψάλλομεν, ἀντὶ τῶν Τυπικῶν, τὰ Ἀντίφωνα.

Ἀντίφωνον Α᾽ Ἦχος β« Στίχ. α». Ἐν ἐξόδῳ Ἰσραὴλ ἐξ Αἰγύπτου, οἴκου Ἰακώβ. Στίχ. β». Ἐγενήθη Ἰουδαία ἁγίασμα αὐτοῦ, ἐκ λαοῦ βαρβάρου. Στίχ. γ». Ἡ θάλασσα εἶδε, καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω. Στίχ. δ». Τὶ σοί ἐστι θάλασσα ὅτι ἔφυγες; καὶ σοὶ Ἰορδάνη, ὅτι ἐστράφης εἰς τὰ ὀπίσω;Ἀντίφωνον Β᾽ Ἦχος β» Στίχ. α». Ἠγάπησα, ὅτι εἰσακούσεται Κύριος τῆς φωνῆς τῆς δεήσεώς μου. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν Ἰορδάνῃ ὑπὸ Ἰωάννου βαπτισθείς, ψάλλοντάς σοι, Ἀλληλούϊα. Στιχ. β». Ὅτι ἔκλινε τὸ οὖς αὐτοῦ ἐμοί, καὶ ἐν ταῖς ἡμέραις μου ἐπικαλέσομαι. Στίχ. γ». Περιέσχον μοι ὠδῖνες θανάτου, κίνδυνοι ᾅδου εὓροσὰν με. Στίχ. δ». Ἐλεήμων ὁ Κύριος καὶ δίκαιος, καὶ ὁ Θεὸς ἡμῶν ἐλεεῖ.Ἀντίφωνον Γ᾽ Ἦχος α« Στίχ. α». Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Ἦχος α» Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις• τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητόν σε Υἱὸν ὀνομάζουσα• καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι. Στίχ. β». Εἰπάτω δὴ οἶκος Ἰσραήλ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Στίχ. γ». Εἰπάτω δὴ οἶκος Ἀαρών, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Στίχ. δ». Εἰπάτωσαν δὴ πάντες οἱ φοβούμενοι τὸ Κύριον, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.

Εἰς τό, Ἑξαιρέτως

Ἦχος β"

Μεγαλυνάριον

Σήμερον ὁ Δεσπότης, κλίνει τόν αὐχένα χειρί τῇ τοῦ Προδρόμου.

«Ὢ τῶν ὑπὲρ νοῦν τοῦ τόκου σου θαυμάτων! Νύμφη Πάναγνε, Μῆτερ εὐλογημένη. Δι» ἧς τυχόντες, παντελοῦς σωτηρίας, Ἐπάξιον κροτοῦμεν, ὡς εὐεργέτῃ, Δῶρον φέροντες, ὕμνον εὐχαριστίας».

Κοινωνικὸν Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ, ἡ σωτήριος πᾶσιν ἀνθρώποις. Ἀλληλούϊα. Εἰς μνημόσυνον αἰώνιον ἔσται Δίκαιος. Ἀλληλούια.

Комментарии для сайта Cackle