Τῌ Ζ´ ΤΟΥ ΜΗΝΟΣ ΙΟΥΝΙΟΥ

Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Θεοδότου Ἀγκύρας.

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εἰς τό, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια.

Ἦχος α´.

Τῶν οὐρανίων ταγμάτων.

Ἀγαλλομένῃ καρδίᾳ, καὶ σταθερῷ λογισμῷ, πρὸς τοὺς ἀγῶνας Μάρτυς, ηὐτομόλησας ὄντως, μὴ πτήξας τῶν βασάνων τὰ ἀλγεινά, οὐ τὸν βίαιον θάνατον· ὅθεν νομίμως ἀθλήσας περιφανῶς ἐστεφάνωσαι Θεόδοτε.

Τοῖς σπαραγμοῖς τῆς σαρκός σου κατετραυμάτισας, τοὺς πολεμίους Μάκαρ, καὶ κατέξανας τούτων, ἐλέγχοις τὰς καρδίας· τοῖς δὲ κρουνοῖς, τῶν χυθέντων αἱμάτων σου, τὰς διεκχύσεις ἐξήρανας παντελῶς, τῆς ἀθεΐας παμμακάριστε.

Καρτερικῶς ταῖς λαμπᾶσι περικαιόμενος, καὶ ταῖς πληγαῖς τὸν νῶτον, συντριβόμενος Μάρτυς, ὑπέμεινας κραυγάζων· Τῆς τοῦ Χριστοῦ, ἀγαπήσεως ὅλως με, οὐδὲν χωρίσει οὐ θάνατος, οὐ ζωή, οὐδὲ πᾶσα ἄλλη βάσανος.

Δόξα... Καὶ νῦν... Θεοτοκίον.

Αὐτόμελον.

Τῶν οὐρανίων ταγμάτων τὸ ἀγαλλίαμα, τῶν ἐπὶ γῆς ἀνθρώπων, κραταιὰ προστασία, ἄχραντε Παρθένε, σῶζε ἡμᾶς, τοὺς εἰς σὲ καταφεύγοντας, ὅτι ἐν σοὶ τὰς ἐλπίδας μετὰ Θεόν, Θεοτόκε ἀνεθέμεθα.

Ἢ Σταυροθεοτοκίον.

Σὲ τὸν ἀμνὸν καὶ ποιμένα, ἐπὶ τοῦ ξύλου Σωτήρ, ἡ σὲ ἀγνῶς τεκοῦσα, ὡς ἑώρα Θεέ μου, θρηνοῦσα ἀνεβόα· Τέκνον ἐμόν, φῶς τοῦ κόσμου γλυκύτατον, πῶς ἐπὶ ξύλου ὁρῶ σε τοῦ σταυρικοῦ, ὡς κακοῦργον ἀναρτώμενον;

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Ἡ συνήθης Στιχολογία, καὶ οἱ Κανόνες τῆς Ὀκτωήχου, καὶ τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχίς·

Θεοῦ δόσις πέφυκας εἰκότως μάκαρ. Ἰωσήφ.

Ὠδὴ α´. Ἦχος πλ. β´.

Ὡς ἐν ἠπείρῳ πεζεύσας.

Θεολαμπῆ σε ἀστέρα ὁ νοητός, ἀναδείξας ἥλιος, ἐν τῷ ὕψει τῆς αὑτοῦ, Ἐκκλησίας ἅπασαν τὴν γῆν, ἀστραπαῖς μάκαρ τῶν σῶν, ἄθλων ἐφαίδρυνεν.

Ἐκ νεαρᾶς ἡλικίας ἀνατεθείς, τῷ Θεῷ Θεόδοτε, θεοδότοις ἀρεταῖς, τὴν ψυχὴν ἐλάμπρυνας σαφῶς, καὶ τὸν κόσμον τοῖς σεπτοῖς ἄθλοις ἐφαίδρυνας.

Ὁ περιώνυμος Μάρτυς κατανοῶν, τὰ τῆς πλάνης δίκτυα, ἐφαπλούμενα ἐν γῇ, πανταχοῦ διήρχετο ψυχάς, διδαχαῖς τῶν εὐσεβῶν στηρίζων χάριτι.

Θεοτοκίον.

Ὑπερβολῇ εὐσπλαγχνίας τοὺς οὐρανούς, κλίνας καταβέβηκεν, ὁ Υἱὸς ὁ τοῦ Θεοῦ, καὶ ἐκ σοῦ σεσάρκωται Ἁγνή, διασώζων τοὺς βροτοὺς πλάνης τοῦ ὄφεως.

Ὠδὴ γ´.

Οὐκ ἔστιν Ἅγιος ὡς σύ.

Διόλου νεύων πρὸς Θεόν, ὀφθαλμοῖς διανοίας, παναοίδιμε Μάρτυς, οὐκ ᾐσθάνου ταῖς πληγαῖς τοῦ σώματος ὁμιλῶν, καὶ βασάνοις, πάντοθεν κυκλούμενος.

Οὐδόλως Μάρτυς προσβολαῖς, ἀλγεινῶν ἐσαλεύθης, οὐ θωπείαις ἀνόμων, ἐπὶ πέτραν ἀσφαλῆ, τῆς πίστεως τοῦ Χριστοῦ, ἡδρασμένος, ἔνδοξε Θεόδοτε.

Συντρίβει σῶμα ταῖς πολλαῖς, ὁ διώκτης αἰκίαις, οὐκ ἰσχύει δὲ ὅλως, σοῦ τὸν τόνον τῆς ψυχῆς, χαυνῶσαι θείᾳ στοργῇ, τοῦ Σωτῆρος, μάκαρ κρατυνόμενον.

Θεοτοκίον.

Ἱδών σου πόῤῥωθεν χορός, Προφητῶν θεηγόρων, μυστηρίου τὸ βάθος, πολυτρόποις ἐν φωναῖς, Θεοῦ Μητέρα ἁγνή, σὲ κηρύττει, πάναγνε Θεόνυμφε.

Ὁ Εἱρμός.

«Οὐκ ἔστιν Ἅγιος ὡς σύ, Κύριε ὁ Θεός μου, ὁ ὑψώσας τὸ κέρας, τῶν πιστῶν σου Ἀγαθέ, καὶ στερεώσας ἡμᾶς, ἐν τῇ πέτρᾳ, τῆς ὁμολογίας σου».

Κάθισμα. Ἦχος α´.

Τὸν τάφον σου Σωτήρ.

Πολύφωτος ἀστήρ, δᾳδουχίαις θαυμάτων, καὶ ἄθλων ἱερῶν, καταυγάζων τὴν κτίσιν, Θεόδοτε μακάριε, ἀληθῶς ἐχρημάτισας· ὅθεν σήμερον, τὴν φωτοφόρον σου μνήμην, ἑορτάζομεν, ἐν κατανύξει καρδίας, Χριστὸν μεγαλύνοντες.

Θεοτοκίον.

Μητέρα σε Θεοῦ, ἐπιστάμεθα πάντες, Παρθένον ἀληθῶς, καὶ μετὰ τόκον φανεῖσαν, οἱ πόθῳ καταφεύγοντες, πρὸς τὴν σὴν ἀγαθότητα· σὲ γὰρ ἔχομεν, ἁμαρτωλοὶ προστασίαν· σὲ κεκτήμεθα, ἐν πειρασμοῖς σωτηρίαν, τὴν μόνην πανάμωμον.

Ἢ Σταυροθεοτοκίον.

Ὁρῶσα σε Χριστέ, ἡ Πανάμωμος Μήτηρ, νεκρὸν ἐπὶ Σταυροῦ, ἡπλωμένον ἐβόα· Υἱέ μου συνάναρχε, τῷ Πατρὶ καὶ τῷ Πνεύματι, τίς ἡ ἄφατος, οἰκονομία σου αὕτη, δι´ ἧς ἔσωσας, τὸ τῶν ἀχράντων χειρῶν σου, σοφὸν δημιούργημα.

Ὠδὴ δ´.

Χριστός μου δύναμις.

Σοφίᾳ λόγων σου, καὶ ἔργων χάριτι, τὸν τοῦ σκότους προστάτην περιφανῶς, ᾔσχυνας Θεόδοτε, καὶ νίκην ᾖρας κατ´ αὐτοῦ, εὐκλεῶς ἀγωνισάμενος.

Πυρὶ τῶν ἄθλων σου, σαφῶς ἐνέπρησας, τὴν πολύθεον πλάνην καὶ ὡς λαμπάς, ἐν Ἁγίῳ Πνεύματι, Μάρτυς ἀνάψας μυστικῶς, τὴν ὑφήλιον ἐφώτισας.

Εὐτόνως ἔνδοξε, πλευρὰς ξεόμενος, καὶ σφοδραῖς ἀλγηδόσιν ὡς ἀληθῶς, πάντοθεν κυκλούμενος, ἀπαρασάλευτος τὸν νοῦν, ἐγνωρίσθης διὰ πίστεως.

Θεοτοκίον.

Φυλάξας ἄφθορον, σὲ μετὰ κύησιν, ὡς πρὸ τόκου Παρθένον ὁ πλαστουργός, ᾤκησεν ἐν μήτρᾳ σου, καὶ τοὺς φθαρέντας τῇ πλάνῃ, ἐκαινούργησεν ὡς εὔσπλαγχνος.

Ὠδὴ ε´.

Τῷ θείῳ φέγγει σου.

Ὑπομονῇ σου Μάρτυς σοφέ, τῶν παρανομούντων τὰς ὁρμάς, καὶ τῶν βασάνων τὴν κάκωσιν, καὶ τὰς πυρακτώσεις σαφῶς ὑπήνεγκας, τῇ θείᾳ συμμαχίᾳ περιφραττόμενος.

Κηρύττων λόγον τὸν εὐσεβῆ, τὰς ὁδοιπορίας τὰς μακράς, Μάρτυς θέοφρον διώδευσας, καὶ τοὺς πλανωμένους πρὸς φῶς ἐπέστρεψας, τὸ σκότος ἀφεμένους τῆς ματαιότητος.

Ἀναρτηθεὶς οἷά περ ἀμνός, Μάρτυς ἐπὶ ξύλου σιδηρῶν, ὀνύχων φέρεις σπαράγματα, ἄσαρκος καθάπερ μακαριώτατε, νεκρώσεως τὸ πάχος ἀποδυσάμενος.

Θεοτοκίον.

Σωματωθέντα τὸν ἀληθῆ Λόγον, τοῦ Πατρὸς ἐκ τῶν σεπτῶν, ἁγνὴ Παρθένε αἱμάτων σου, τέτοκας ἐν δύο τελείαις φύσεσι, μιᾷ δὲ ὑποστάσει Θεοχαρίτωτε.

Ὠδὴ ς´.

Τοῦ βίου τὴν θάλασσαν.

Ἐπήλειψας λόγοις σου, ἱεροῖς τὰ ἱερά, πρὸς τοὺς ἀγῶνας γύναια· καὶ καθελόντα Μάρτυς τὸν δυσμενῆ, ἀνδρείοις παλαίσμασιν, ἀφθαρσίας στεφάνους ἀνεπλέξαντο.

Ἰσχύϊ τοῦ Πνεύματος, τὴν ψυχὴν πε ῥιφραχθείς, τῆς πονηρίας πνεύματα, ὑπομονῇ κατέβαλες αἰκισμῶν, καὶ νίκης διάδημα, ἐκ Θεοῦ ἐκομίσω ἀξιάγαστε.

Κρουνοῖς τῶν αἱμάτων σου, τῶν εἰδώλων τὴν πυράν, Μάρτυς Χριστοῦ κατέσβεσας, καὶ δροσισμῷ τῶν πόνων σου εὐσεβῶς, ψυχὰς κατεδρόσισας, ἐκ φλογὸς τῆς ἀπάτης λυτρωσάμενος.

Θεοτοκίον.

Ὁ πάσης ἐπέκεινα, νοουμένης ἀληθῶς, καὶ ὁρωμένης κτίσεως, μήτραν τὴν σὴν ὑπέδυ παναληθῶς, καὶ σὰρξ ἐχρημάτισε, τοὺς βροτοὺς ἀναπλάττων Ἀειπάρθενε.

Ὁ Εἱρμός.

«Τοῦ βίου τὴν θάλασσαν, ὑψουμένην καθορῶν, τῶν πειρασμῶν τῷ κλύδωνι, τῷ εὐδίῳ λιμένι σου προσδραμών, βοῶ σοι· Ἀνάγαγε, ἐκ φθορᾶς τὴν ζωήν μου Πολυέλεε».

Συναξάριον.

Τῇ Ζ´ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Θεοδότου τοῦ ἐν Ἀγκύρᾳ.

Στίχοι.

Χεὶρ Θεόδοτον, ἣν Θεοῦ χεὶρ ξηράνοι,

Θεῷ δοτὸν τίθησι, πλήξασα ξίφει.

Θεόδοτος ἑβδομάτῃ τυθεὶς ἕλεν οὐρανὸν εὐρύν.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας Μάρτυρος Ζηναΐδος τῆς θαυματουργοῦ.

Στίχοι.

Ἡ Ζηναῒς καὶ ζῶσα καὶ μετὰ τέλος

θαύματα βρύει. Ὢ μεγίστης ἀξίας!

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων γυναικῶν, Αἰσίας καὶ Σωσάννης, μαθητριῶν Παγκρατίου Ἐπισκόπου Ταυρομενίου. Τελεῖται δὲ ἡ αὐτῶν σύναξις ἐν τῷ ἁγιωτάτῳ αὐτῶν Μαρτυρείῳ, ἐν τοῖς Βασιλίσκου.

Στίχοι.

Ὡς Παρθενῶνα, τὴν ἀναφθεῖσαν φλόγα,

εἰσῆλθον ἄμφω παρθενεύουσαι κόραι.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Λυκαρίωνος.

Στίχοι.

Ἄφωνος ἥκει πρὸς ξίφος Λυκαρίων,

Ἔναντι τοῦ κείροντος οἷον ἀρνίον.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Ταράσιος καὶ Ἰωάννης ξίφει τελειοῦνται.

Στίχοι.

Ἰωάννην τέμνουσι σὺν Ταρασίῳ.

Οὐ πρὸς τὸ τέμνον ἐκταραχθέντας ξίφος.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Στέφανος ἐν εἰρήνῃ τελειοῦται.

Στίχοι.

Ἐπώνυμος Στέφανος οὗ φορεῖ στέφους,

Ὁ πρακτικὴ χεὶρ ἀρετῶν οἶδε πλέκειν.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ. Ὅσιος Ἄνθιμος ἐν εἰρήνῃ τελειοῦται.

Στίχοι.

Ἄνθην ἐνεγκὼν Ἄνθιμος χρηστοῦ βίου,

Πρὸ τῆς τελευτῆς ἀρετῶν καρπὸν φύει.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Σεβαστιανὴ ἐν εἰρήνῃ τελειοῦται.

Στίχοι.

Σεβαστιανῆς, ὡς τὰ λοιπὰ τοῦ βίου,

Σεβαστὰ πᾶσι, καὶ τὸ τοῦ βίου τέλος.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Ὠδὴ ζ´.

Δροσοβόλον μὲν τὴν κάμινον.

Τῷ πυρὶ θεομακάριστε τῶν πόνων σου, πυρὰν εἰδώλων ἔσβεσας· τῶν αἱμάτων δέ, τοῖς κρουνοῖς ἐβύθισας ἐχθρούς, ἀσάρκους Θεόδοτε βοῶν· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Ὡς θυμίαμα εὐῶδες προσενήνεξαι, σοφὲ τῷ ἀθλοθέτῃ σου, θείᾳ χάριτι, τὴν δυσώδη πλάνην καθελών· διὸ μελῳδεῖς περιχαρώς· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Συντηρήσας σου τοὺς λόγους φόρτος Ἅγιος, τῷ θεοφόρῳ Φρόντωνι ἀποδέδοσαι, εἰς ναοῦ ἀνέγερσιν σεπτοῦ, εἰς κάθαρσιν πάντων εὐσεβῶν, εἰς περιποίησιν ψυχῶν, Μάρτυς Θεόδοτε.

Θεοτοκίον.

Μίαν φέροντα ὑπόστασιν ἐκύησας, τὸν Λόγον Μητροπάρθενε, διπλᾶς ἔχοντα, τὰς θελήσεις καὶ τὰ φυσικά, αὑτοῦ ἰδιώματα σαφῶς· Θεὸς γάρ ἐστι καὶ βροτός, ὁ δι´ ἡμᾶς σαρκωθείς.

Ὠδὴ η´.

Ἐκ φλογὸς τοῖς Ὁσίοις.

Ἀδιάσειστος στῦλος πύργος ἀκλόνητος, ἀπερίτρεπτον τεῖχος βάσις τῆς πίστεως, δόσις θεϊκή, εὐσεβείας ὑπέρμαχος πλάνης καθαιρέτης, ἐδείχθης Ἀθλοφόρε.

Κυβερνήσει τῆς θείας χάριτος Πάνσοφε, τῶν βασάνων παρῆλθες τὸ μέγα πέλαγος, καὶ τοὺς γαληνούς, ἀγαλλόμενος ἔφθασας, ἔνδοξε λιμένας, τῆς ἄνω βασιλείας.

Αἱ πορεῖαι καὶ τρίβοι σου κατευθύνθησαν, πρὸς Χριστὸν τὸν τῶν ὅλων Θεὸν καὶ Κύριον, οὗ ἐν ταῖς χερσί, σοῦ τὸ πνεῦμα παρέδωκας, Μάρτυς ἀθλοφόρε, Θεόδοτε τρισμάκαρ.

Θεοτοκίον.

Ῥητορεύουσα γλῶσσα τοῦ μυστηρίου σου, τὸ ἀπόῤῥητον βάθος εἰπεῖν οὐ δύναται· Λόγον γὰρ Θεοῦ, ὑπὲρ λόγον ἐκύησας, πάναγνε Παρθένε, εἰς πάντων σωτηρίαν.

Ὁ Εἱρμός.

«Ἐκ φλογὸς τοῖς Ὁσίοις δρόσον ἐπήγασας, καὶ Δικαίου θυσίαν ὕδατι ἔφλεξας· ἅπαντα γὰρ δρᾷς Χριστέ,, μόνῳ τῷ βούλεσθαι. Σὲ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας».

Ὠδὴ θ´.

Ἀπορεῖ πᾶσα γλῶσσα.

Ἵνα τῆς δόξης τύχῃς, τῆς ἐκεῖ Ἀθλοφόρε, τῆς ὁρωμένης χαίρων κατεφρόνησας, καὶ θείᾳ ἐπινεύσει, πρὸς τοὺς αἰκισμοὺς ἐχώρησας μὴ δειλιάσας, κολαστηρίων εἴδη καὶ θάνατον πικρόν· ὅθεν μετὰ Μαρτύρων ἐστέφθης ἀγωνισάμενος.

Ὡράθης οἶκος Μάρτυς, καθαρὸς τῆς Τριάδος, οἰκοδομίᾳ πράξεων Θεόδοτε, πανόλβιε ἐνθέων, ἄθλων τε λαμπρῶν φαιδρότησι κεκοσμημένος· δι´ ὧν ναοὺς δαιμόνων, καὶ ξόανα σοφέ, θείᾳ τοῦ Παρακλήτου δυνάμει, σαφῶς κατέστρεψας.

Σταλάζον ὄρος θεῖον, γλυκασμὸν ἀνεφάνης, πηγὴ θαυμάτων πέλαγός τε ἔνδοξε, ἐνθέων χαρισμάτων, ῥεῖθρον διαυγὲς τοῦ Πνεύματος, ψυχὰς ἀρδεῦον, καὶ κατακλύζον πάθη, καὶ πᾶσι προξενοῦν, Μάρτυς τοῖς σὲ ὑμνοῦσι τὴν ἀγαλλίασιν.

Θεοτοκίον.

Φωνὴ Ἀγγέλου τέτοκας, τὸν ἄναρχον Λόγον, λαβόντα σάρκα ἔννουν τε καὶ ἔμψυχον, Παρθένε Παναγία, ἐκ τῶν καθαρῶν αἱμάτων σου, καὶ τοὺς ἀσάρκους ἐχθροὺς καταβαλόντα, καὶ σώσαντα ἡμᾶς, πάντας τοὺς ἀληθῆ Θεοτόκον ὁμολογοῦντας σε.

Ὁ Εἱρμός.

Ἀπορεῖ πᾶσα γλῶσσα, εὐφημεῖν πρὸς ἀξίαν, ἰλιγγιᾶ δὲ νοῦς καὶ ὑπερκόσμιος, ὑμνεῖν σε Θεοτόκε· ὅμως ἀγαθὴ ὑπάρχουσα, τὴν πίστιν δέχου, καὶ γὰρ τὸν πόθον οἶδας, τὸν ἔνθεον ἡμῶν· σὺ γὰρ Χριστιανῶν εἶ προστάτις, σὲ μεγαλύνομεν».

Ἡ λοιπὴ Ἀκολουθία, ὡς σύνηθες, καὶ Ἀπόλυσις.

Комментарии для сайта Cackle