Τῌ ΚΓ´ ΤΟΥ ΜΗΝΟΣ ΙΟΥΝΙΟΥ

Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀγριππίνης.

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εἰς τὸ, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια.

Ἦχος δ´.

Ἔδωκας σημείωσιν.

Ῥώμη σε προβάλλεται, ὥσπερ λειμὼν ῥόδον εὔοσμον, Ἀγριππίνα πολύαθλε, πιστῶν τὴν διάνοιαν, κατευωδιάζον, ὀδμαῖς ἐναρέτοις, καὶ τὸ δυσῶδες τῶν παθῶν, ἀποδιῶκον χάριτι πάντιμε, Μαρτύρων ἐγκαλλώπισμα, τῆς Ἐκκλησίας ἑδραίωμα, τῶν παρθένων τὸ καύχημα, τῶν θαυμάτων τὸ πέλαγος.

Ὄλβον ὡς πολύτιμον, τῇ Σικελία σε δίδωσιν, ἐν τῇ Ῥώμῃ ἀθλήσασαν, Χριστὸς ὁ Θεὸς ἡμῶν, ἔνθα γενομένη, ἀοίδιμε Μάρτυς, τὴν τῶν δαιμόνων πονηράν, πληθὺν διώκεις ἐπιστασίᾳ σου· διό σε μακαρίζομεν, καὶ τὴν ἁγίαν σου σήμερον, ἑορτάζομεν ἄθλησιν, Ἀγριππίνα πολύαθλε.

Ἔφερον ἐπ᾿ ὤμων σε, Βάσσα καὶ Παῦλα προστάξεσι, τοῦ τὰ σύμπαντα φέροντος, τόπους διαμείβουσαι, καὶ μακρὰ πελάγη, Μάρτυς Ἀγριππίνα, θαυματουργίας φοβεράς, ἐπιτελοῦσαν τῇ θείᾳ χάριτι, κατέπαυσας ἐν τόπῳ δέ, ἐν ᾧ Θεὸς ᾠκονόμησε, κεκμηκότων ἀνάπαυσις, γενομένη πανεύφημε.

Δόξα... Καὶ νῦν... Θεοτοκίον.

Σὲ τὸ καθαρώτατον, τοῦ Βασιλέως παλάτιον, δυσωπῶ πολυΰμνητε· Τὸν νοῦν μου καθάρισον, τὸν ἐσπιλωμένον, πάσαις ἁμαρτίαις, καὶ καταγώγιον τερπνόν, τῆς ὑπερθέου Τριάδος ποίησον, ὅπως τὴν μεσιτείαν σου, καὶ τὸ ἀμέτρητον ἔλεος, μεγαλύνω σωζόμενος, ὁ ἀχρεῖος ἱκέτης σου.

Ἢ Σταυροθεοτοκίον.

Σὲ ὡς ἐθεάσατο, ἐπὶ Σταυροῦ ἀνυψούμενον, ἡ τεκοῦσα Φιλάνθρωπε, κραυγάζουσα ἔλεγε· Πῶς ἐθελουσίως, πάθος ὑπομένεις, ὁ ἀπαθῶς ἐκ τῆς ἐμῆς, γαστρὸς ἐκλάμψας ὡς παντοδύναμος, καὶ λύσας τὴν κατάκριτον, φύσιν βροτῶν κατακρίσεως; Ἀνυμνῶ σου τὴν ἄμετρον, νῦν Υἱὲ συγκατάβασιν.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Οἱ Κανόνες τῆς Ὀκτωήχου, καὶ τῆς Ἁγίας ὁ παρώων, οὗ ἡ Ἀκροστιχὶς (ἄνευ τῶν Θεοτοκίων).

Τὴν Χριστονύμφην Ἀγριππίνην αἰνέσω.

Ὠδὴ α´. Ἦχος δ´.

Ἀνοίξω τὸ στόμα μου.

Τῷ φέγγει τῆς χάριτος, τῆς ἀστραψάσης σοι ἄνωθεν, τὸν ζόφον ἀπέλασον τῆς ἀγνωσίας μου, καὶ παράσχου μοι, εὐχαῖς σου Ἀγριππίνα, χάριν ἀνυμνῆσαί σου, Μάρτυς τὰ θαύματα.

Ἡλίου φαιδρότερον, ὡς ἀληθῶς ἐξανέτειλας, ἐν τῷ στερεώματι τῆς Ἐκκλησίας Χριστοῦ, καὶ κατηύγασας, ἀκτῖσι τῶν ἀγώνων, Μάρτυς καὶ θαυμάτων σου, κόσμου τὰ πέρατα.

Νυμφίον ἀθάνατον, τὸν ζωοδότην ποθήσασα, ὡς μνῆστρα τὴν ἄθλησιν, τούτῳ προσήνεγκας, καὶ ἀντέλαβες, οὐρανῶν Βασιλείαν, καὶ στέφανον ἄφθαρτον, Μάρτυς ἀοίδιμε.

Χειρὶ τοῦ Δεσπότου σου, κυβερνωμένη διέπλευσας, τὴν ἄστατον θάλασσαν, τῆς ἀσεβείας σεμνή, καὶ προσώρμισας, λιμένι Ἀγριππίνα, τῆς ἄνω λαμπρότητος, θεομακάριστε.

Θεοτοκίον.

Παρθένε πανάμωμε, ἡ τὸν Σωτῆρα κυήσασα, καὶ τοῦτον ἀγκάλαις σου, θείαις κατέχουσα, κυριώνυμε, διάλυσον τὸν γνόφον, ψυχῆς μου καὶ φώτισον, ταύτην γεραίρειν σε.

Ὠδὴ γ´.

Τόξον δυνατῶν.

Ῥάβδοις τυπτομένη ἔχαιρε, τούτοις τὰ ὀστᾶ τῆς ἀσεβείας συντρίβουσα, καὶ βοῶσα· Τῆς σῆς οὐδέν με, ἀγαπήσεως χωρίσει Χριστέ.

Ἵνα τῶν ἐχθρῶν τὴν γύμνωσιν, Μάρτυς στηλιτεύσῃς, τοῦ χιτῶνος γεγύμνωσαι· διὰ τοῦτο τῆς ἀφθαρσίας, τὴν στολὴν Χριστός σοι δίδωσι.

Στόμα τὸ λαλοῦν παράνομα, τῆς εὐνομωτάτης, κατὰ σοῦ Χριστομάρτυρος, ἐνεφράγη, τὰ μεγαλεῖα τοῦ Σωτῆρος κηρυττούσης σου.

Τείνας ἐπὶ γῆς τὸ σῶμά σου, ὁ τῆς ἀσεβείας ὑπουργὸς μεματαίωται, τεταμένην πρὸς τὸν Δεσπότην, τὴν διάνοιαν ἐχούσης σου.

Θεοτοκίον.

Ῥῆσις εὐσεβὴς πεπλήρωται, ἡ τοῦ Ἡσαΐου, Παρθένος γὰρ τέτοκε, σαρκωθέντα τὸν ζωοδότην, καὶ Σωτῆρα τῶν ψυχῶν ἡμῶν.

Ὁ Εἱρμός.

«Τόξον δυνατῶν ἠσθένησε, καὶ οἱ ἀσθενοῦντες, περιεζώσαντο δύναμιν· διὰ τοῦτο ἐστερεώθη, ἐν Κυρίῳ ἡ καρδία μου».

Κάθισμα. Ἦχος δ´.

Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τὸν ὡραιότατον Χριστὸν ἀγαπήσασα, καὶ παρθενίᾳ τὴν ψυχὴν ὡραΐσασα, διὰ παντοίων πόνων τε καὶ θλίψεων, τούτῳ κατηγγύησαι, ὡς Παρθένος καὶ Μάρτυς· ὅθεν σε ἠξίωσεν, οὐρανίων θαλάμων, ὑπὲρ ἡμῶν πρεσβεύουσαν αὐτῷ, τῶν σὲ τιμώντων, σεμνὴ παμμακάριστε.

Θεοτοκίον.

Τῇ Θεοτόκῳ ἐκτενῶς νῦν προσδράμωμεν, ἁμαρτωλοὶ καὶ ταπεινοὶ καὶ προσπέσωμεν, ἐν μετανοίᾳ κράζοντες ἐκ βάθους ψυχῆς· Δέσποινα βοήθησον, ἐφ´ ἡμῖν σπλαγχνισθεῖσα, σπεῦσον ἀπολλύμεθα, ὑπὸ πλήθους πταισμάτων, μὴ ἀποστρέψῃς σοὺς δούλους κενούς, σὲ γὰρ καὶ μόνην, ἐλπίδα κεκτήμεθα.

Ἢ Σταυροθεοτοκίον.

Τὸν ἐξ ἀνάρχου τοῦ Πατρὸς γεννηθέντα, ἡ ἐπ᾿ ἐσχάτων σὲ σαρκὶ τετοκυῖα, ἐπὶ Σταυροῦ κρεμάμενον ὁρῶσα σε Χριστέ, Οἴμοι! ποθεινότατε, Ἰησοῦ ἀνεβόα· πῶς ὁ δοξαζόμενος, ὡς Θεὸς ὑπ´ Ἀγγέλων, ὑπὸ ἀνόμων νῦν βροτῶν Υἱέ, θέλων σταυροῦσαι; Ὑμνῶ σε μακρόθυμε.

Ὠδὴ δ´.

Ὁ καθήμενος ἐν δόξῃ.

Ὁ τὸ θέλημα τῶν τοῦτον, φοβουμένων ποιούμενος, δι´ Ἀγγέλου Μάρτυς, λύει σε δεσμῶν καὶ στρεβλώσεων, τὴν διαλύσασαν πᾶσαν τὴν ἀσέβειαν, τῷ δεσμῷ τῆς ἀγάπης Χριστοῦ τοῦ νυμφίου σου.

Νεκρωθεῖσα δι´ ἀγάπην, τοῦ νεκρώσαντος ἅπασαν, τὴν ἰσχὺν θανάτου, χάριν ἀναβλύζεις ἀείζωον, τοὺς ἐκ παθῶν νεκρωθέντας θεραπεύουσα, Ἀγριππίνα, Μαρτύρων Χριστοῦ ἐγκαλλώπισμα.

Ὑπερβᾶσα τῇ ἀγάπῃ, τοῦ νυμφίου σου ἅπαντα, τῆς σαρκὸς τὸν πόθον, ἔφερες στεῤῥῶς ἐν τῷ τύπτεσθαι, τὰς ἀλγηδόνας βοῶσα· Οὐ χωρίσει με, τῆς στοργῆς σου Χριστέ, τῶν παθῶν ἡ ἐπίτασις.

Μακαρίας ξυνωρίδος, τῆς Τριάδος τῷ ἔρωτι, ὑπεραθλησάσης, Βάσσης Ἀγριππίνης τε σώφρονος, τίς τὴν ἀνδρείαν ἐξείποι; ὅπως ἔδειξαν, ἀδρανῆ τῶν εἰδώλων ἰσχὺν κραταιότατα.

Θεοτοκίον.

Ἡ Βασίλισσα Παρθένος, διαχρύσῳ στολίσματι, ὡραϊζομένη, Υἱῷ Βασιλεῖ νῦν παρίσταται, ἡ ἀσυγκρίτως Ἀγγέλους ὑπερέχουσα, τοὺς κραυγάζοντας· Δόξα Χριστὲ τῇ δυνάμει σου.

Ὠδὴ ε´.

Σὺ Κύριέ μου φῶς.

Φῶς ἄδυτον τῷ σῷ, ἐνσκηνῶσαν σκηνώματι, ἐδείκνυ σε τοῖς ὁρῶσιν, ἐν νυκτὶ ὡς ἡμέραν, βολὰς θαυμάτων πέμπουσαν.

Ἡ ἄσπιλος ἀμνάς, τοῦ ποιμένος τοῖς ἴχνεσι, βαδίζουσα ἱερεῖον, ὥσπερ ἄμωμον τούτῳ, ἐνθέως προσενήνεκται.

Νοῦν ἔχουσα φωτός, προφητείας ἀνάπλεων, τὰ μέλλοντα, ὡς παρόντα, ἡ ἀοίδιμος Βάσσα, προλέγειν κατηξίωται.

Θεοτοκίον.

Ὦ Μῆτερ τοῦ Θεοῦ, τῆς ψυχῆς μου τὴν κάκωσιν, θεράπευσον ἡ τεκοῦσα, τὸν πανάγαθον Λόγον, τὸν πάντας ἀγαθύνοντα.

Ὠδὴ ς´.

Θύσω σοι, μετὰ φωνῆς.

Ἀστράψαν, ἐκ τῆς Ῥώμης ὡς ἄδυτον ἥλιον, ἡ Σικελία τὸ σῶμα, τῆς Ἁγίας Μάρτυρος δεξαμένη, τῆς ζοφώδους, τῶν δαιμόνων λυτροῦται δεινότητος.

Γενναίως, αἱ τρισόλβιοι Ἅγιαι Μάρτυρες, αἱ πρὸ θανάτου θανοῦσαι, ἐν τῇ προσδοκίᾳ τοῦ μαρτυρίου, νεκρωθέν σου, ζωηφόρον τὸ σῶμα κομίζουσι.

Ῥομφαῖαι, τοῦ ἐχθροῦ ἐπὶ σὲ ἐξησθένησαν· καὶ γὰρ ὡς πόλεις καθεῖλες, ἀθεμελιώτους τούτου τὰ θράση, Ἀγριππίνα, τῷ μοχλῷ τῶν ἐνδόξων ἀγώνων σου.

Ἰᾶται, τῇ προσψαύσει αἱμόῤῥους τοῦ σκήνους σου· λεπροὶ καθαίρονται πίστει· δραπετεύει ἄλλη δὲ πᾶσα νόσος, τῇ προσκλήσει, τοῦ Ἁγίου σου Μάρτυς ὀνόματος.

Θεοτοκίον.

Ῥήμασι, τοῦ Γαβριὴλ Παρθένε πανάμωμε, νῦν κεχρημένοι βοῶμεν· Χαῖρε Μήτηρ μόνη εὐλογημένη· Χαῖρε πύλη, δικαιοσύνης ἥλιον ἔχουσα.

Ὁ Εἱρμός.

«Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι, ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι´ οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι».

Συναξάριον.

Τῇ ΚΓ´ τοῦ αὐτοῦ μηνός, μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀγριππίνης.

Στίχοι.

Πλησθεῖσα δεινῶν τραυμάτων ἐκ τυμμάτων,

Πολλῶν μετέσχε στεμμάτων Ἀγριππίνα.

Εἰκάδι θεινομένη τριτάτῃ θάνεν Ἀγριππίνα,

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων, Ἀριστοκλέους Πρεσβυτέρου, καὶ Δημητρίου Διακόνου καὶ Ἀθανασίου Ἀναγνώστου.

Στίχοι.

Ἀριστοκλῆς ἄριστος ὅντως ὁπλίτης,

Πάντς γὰρ ἠρίστευσε τμηθεὶς κάραν.

Ἀθανάσιος εὗρεν ἀθανασίαν,

Δημητριανῷ συνθανὼν ἀπὸ ξίφους.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις,Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Ὠδὴ ζ´.

Ὁ διασῴσας ἐν πυρί.

Περιστερὰ οἷα χρυσῆ, ὅπλῳ τοῦ Σταυροῦ φραττομένη, Ἀγαρηνοὺς τοὺς ἐν νυκτί, τῷ φρουρίῳ τῷ σῷ προσεγγίσαντας, ἐξηφάνισας σώσασα, τοὺς πιστοὺς μιαιφονίας, τῆς τούτων Μάρτυς.

Πολυειδεῖς διά, Χριστόν, πόνους ὑπομείνασα Μάρτυς, ἄπονον εὗρες ἐν αὐτῷ, καὶ ἀθάνατον λῆξιν κραυγάζουσα· Ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητὸς εἶ.

Ἱερουργὸς ὁ θαυμαστός, καὶ θαυματουργίαις ἐκλάμπων, σοῦ τὰ θαυμάσια ὁρῶν, Ἀγριππίνα Θεὸν ἐμεγάλυνε, καὶ γηθόμενος ἔψαλλεν· Ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητὸς εἶ.

Νενευρωμένῳ λογισμῷ, σοῦ τὸ ῥωστικὸν παθημάτων, διακομίζουσαι σῶμα, γυναικείας οὐδόλως ἠσθάνοντο, ἀσθενείας κραυγάζουσαι, αἱ παρθένοι τῷ Δεσπότῃ· Εὐλογητὸς εἶ.

Θεοτοκίον.

Κυοφορήσασα Θεόν, μένεις μετὰ τόκον παρθένος, καὶ γαλουχεῖς μητροπρεπῶς, τὸν τροφέα τοῦ κόσμου Πανάμωμε· ὃν ὑμνοῦντες κραυγάζομεν· Ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητὸς εἶ.

Ὠδὴ η´.

Παῖδας εὐαγεῖς.

Ἡ νῦξ ὡς ἡμέρα καθωρᾶτο, τοῖς φέρουσι Μάρτυς σου τὸ λείψανον, τόπος εὐωδίαστος, ἅπας σὲ δεχόμενος, δαιμονικὴ παράταξις, σφοδρῶς ἠλαύνετο, ἰάσεων ἀπέῤῥει πλημμύρα, τοῖς ὑπερυψοῦσι, Χριστὸν εἰς τοὺς αἰῶνας.

Νυμφίον ἀθάνατον ποθοῦσα, ὀπίσω τῶν μύρων τούτου ἔδραμες, τούτου τὰ παθήματα, Μάρτυς καὶ τὸν θάνατον, ἐκμιμουμένη ἔνδοξε, καὶ ἀνακράζουσα· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ἀνύστακτον ἔχουσα τὴν πίστιν, ἐλαίῳ τε φαιδρυνθεῖσαν τῶν αἱμάτων σου, Μάρτυς τὴν λαμπάδα σου, ἔνδον εἰσελήλυθας, εἰς τὸν νυμφῶνα χαίρουσα, τῆς οὐρανίου χαρᾶς, Τὸν Κύριον ὑμνεῖτε βοῶσα, καὶ ὑπερυψοῦτε, αὐτὸν εἰς τοὺς αἰῶνας.

Ἰδεῖν τὴν τερπνότητα Κυρίου, τὸν τούτου ναόν τε ἐπισκέψασθαι, ποθοῦσα ὡς ἅρματι, αἵματι οἰκείῳ σύ, ἐποχουμένη ψάλλουσα πρὸς τοῦτον ἔφθασας· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.

Ἡ βάτος τὸ πρὶν προδιετύπου, τὸ ξένον τοῦ τόκου σου μυστήριον, ἄκαυστος τῷ φλέγεσθαι, μένουσα πανάμωμε· καὶ γὰρ τὸ πῦρ ἐκύησας, τὸ τῆς Θεότητος, καὶ ἄφλεκτος διέμεινας Κόρη· ὅθεν σε ὑμνοῦμεν, πιστοὶ εἰς τοὺς αἰῶνας.

Ὁ Εἱρμός.

«Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσῳσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Ὠδὴ θ´.

Λίθος ἀχειρότμητος.

Νεύσει τοῦ τὰ πάντα ποιοῦντος, τοῦ μαρτυρίου πρὸς τὸ πέρας, ἡ Ἀγαθονίκη σὺν Βάσσᾳ, ὁμοῦ καὶ Παῦλα προθύμως σπεύδουσαι, ὡς ἀληθῶς κατάλληλον, εὗρον τοῦ πόθου τὸ συμπέρασμα.

Ἐν ἐπουρανίοις θαλάμοις, κατασκηνώσασα Παρθένε, καὶ τῶν ἀθεάτων τὰ κάλλη, κατανοοῦσα καὶ ἀπολαύουσα, τῆς τοῦ Θεοῦ λαμπρότητος, τοὺς σὲ ὑμνοῦντας καταφαίδρυνον.

Στέφανος ἐτέθη χαρίτων, τῇ κορυφῇ σου Ἀγριππίνα, ὡς τελειωσάσης τὸν δρόμον, καὶ τηρησάσης τὴν πιστὴν ἄσυλον, καὶ τῶν δικαίων τάγματα, περιχαρῶς σε ὑπεδέξαντο.

Ὡς παρισταμένη τῷ θρόνῳ, ἐν παῤῥησίᾳ τοῦ Δεσπότου, μάρτυς Ἀγριππίνα σὺν πᾶσι, τοῖς ἀπ´ αἰῶνος Ἁγίοις αἴτησαι, ἁμαρτιῶν τὴν λύτρωσιν, τοῖς σὲ ὑμνοῦσι καλλιπάρθενε.

Θεοτοκίον.

Ὡς τὸν τοῦ παντὸς δεδραγμένον, μητροπρεπῶς ταῖς σαῖς ἀγκάλαις, φέρουσα Παρθένε Μαρία, χειρός με ῥῦσαι τοῦ πολεμήτορος, ὅπως τὴν σὴν σῳζόμενος, ἀνευφημῶ μεγαλειότητα.

Ὁ Εἱρμός.

«Λίθος ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συνάψας, τὰς διεστώσας φύσεις· διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτόκε μεγαλύνομεν».

Καὶ ἡ λοιπὴ Ἀκολουθία καί, Ἀπόλυσις.

Комментарии для сайта Cackle