Τῌ ΙΖ´ ΤΟΥ ΜΗΝΟΣ ΙΟΥΝΙΟΥ

Μνήμη τῶν Ἁγίων Μαρτύρων, Ἰσαύρου, Βασιλείου, Ἰννοκεντίου, Ἑρμείου, Φήλικος καὶ Περεγρίνου, καὶ τῶν Ἁγίων Μαρτύρων, Μανουήλ, Σαβὲλ καὶ Ἰσμαήλ.

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εἰς τὸ, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους Ϛ´ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.

Τοῦ Ἁγίου Ἰσαύρου καὶ τῶν σὺν αὐτῷ.

Ἦχος δ´.

Ἔδωκας σημείωσιν.

Πόνοις συντριβόμενοι, καὶ κακουχίαις στενούμενοι, καὶ εἱρκτῇ συγκλειόμενοι, ξίφεσι κοπτόμενοι, καὶ βιαιοτάτῳ, θνήσκοντες θανάτῳ, οὐκ ἀπηρνήσασθε Χριστόν, οὐ τοῖς ξοάνοις σέβας ἐνείματε· διὸ καὶ ἠξιώθητε, τῆς οὐρανίου λαμπρότητος, δυσωποῦντες τὸν Κύριον, ὑπὲρ πάντων μακάριοι.

Ἰσαυρος ὁ ἔνδοξος, καὶ ὁ στεῤῥὸς Ἰννοκέντιος, καὶ ὁ θεῖος Βασίλειος, Φῆλιξ ὁ θαυμάσιος, ὁ κλεινὸς Ἑρμείας, καὶ ὁ Περεγρῖνος, οἱ οὐρανώσαντες τὴν γῆν, ταῖς τῶν θαυμάτων θείαις λαμπρότησι, πιστῶς μακαριζέσθωσαν, ὡς τοῦ Κυρίου θεράποντες, καὶ τὰ πάθη διώκοντες, τῶν ψυχῶν ὑμῶν πάντοτε.

Κρήνη ἀναβλύζουσα, τῶν ἰαμάτων χαρίσματα, ἡ σορὸς ὑμῶν δέδεικται, ἐξ ἧς ἀρυόμεθα, τῶν παθῶν ὑγείαν, καὶ τῶν νοσημάτων, τὴν παντελῆ ἀπαλλαγήν, ἀνευφημοῦντες ὑμᾶς ἑκάστοτε, σεπτοὶ Μεγαλομάρτυρες, τῶν Ἀσωμάτων ἐφάμιλλοι, τοῦ Κυρίου θεράποντες, πρεσβευταὶ τῶν ψυχῶν ἡμῶν.

Τῶν Ἁγίων Μανουὴλ καὶ τῶν σὺν αὐτῶν.

Ἦχος ὁ αὐτός.

Ὡς γενναῖον ἐν Μάρτυσι.

Ὡς ἀστέρες πολύφωτοι, Ἀθλοφόροι πανεύφημοι, θεϊκαῖς λαμπρότησι καταυγάζετε, τῆς οἰκουμένης τὰ πέρατα, δαιμόνων σκοτόμαιναν, καὶ παθῶν φθοροποιῶν, καὶ κινδύνων ἐξαίροντες· ὅθεν σήμερον, τὴν φαιδρὰν καὶ φωσφόρον καὶ ἁγίαν, συνελθόντες ἐκτελοῦμεν, ὑμῶν πανήγυριν ἔνδοξοι.

Μανουὴλ ὁ θαυμάσιος, καὶ Σαβὲλ ὁ μακάριος, Ἰσμαὴλ ὁ πάνσοφος μελῳδήμασιν, ἱερωτάτοις τιμάσθωσαν, Τριάδα τὴν ἄκτιστον, ἐναντίον τῶν ἐχθρῶν, ἱερῶς προκηρύξαντες, καὶ πολύθεον, ἀποσβέσαντες πλάνην, τῶν αἱμάτων, ταῖς προσχύσεσι καὶ δόξαν, ἀπειληφότες ἀμάραντον.

Βασιλέα παράνομον, παρανόμως προστάττοντα, ὑποκύπτειν σέβας τε νέμειν ἄλογον, θεοὶς ἀψύχοις μακάριοι, ἐμφρόνως ᾐσχύνατε, Μανουὴλ καὶ Ἰσμαήλ, καὶ Σαβὲλ μεγαλώνυμοι, καὶ ἀθλήσαντες, καρτερῶς καὶ νομίμως τοὺς στεφάνους, ἀνεπλέξασθε τῆς νίκης, ὑπὲρ τοῦ κόσμου πρεσβεύοντες.

Δόξα... Ἦχος πλ. β´.

Ἀνατολίου.

Εἰλικρινῶς ποθήσαντές σε Λόγε Θεοῦ, οἱ ἔνδοξοι Μάρτυρες, τὸ πυρσολατρεῖν ἐάσαντες, λιπόντες καὶ τὴν τῶν Χαλδαίων χθόνα, τῷ σῷ φωτὶ κατηυγάσθησαν, θωρακισθέντες δὲ ὅπλοις τῆς πίστεως, ᾔσχυναν Ἰουλιανὸν τὸν τύραννον, Μανουὴλ ὁ ἔνδοξος, καὶ Σαβὲλ ὁ ἀείμνηστος, καὶ Ἰσμαὴλ ὁ τρισόλβιος, σὺν Πατρὶ καὶ τῷ Πνεύματι ὑμνοῦντες σέ, καὶ πρεσβεύουσι τοῦ σωθῆναι τὰς ψυχὰς ὑμῶν.

Καὶ νῦν... Θεοτοκίον.

Ὢ τοῦ παραδόξου θαύματος.

Χαίροις οἰκουμένης καύχημα. Χαῖρε Κυρίου ναέ. Χαῖρε ὅρος κατάσκιον. Χαῖρε καταφύγιον. Χαῖρε λυχνία χρυσή. Χαῖρε τὸ κλέος τῶν ὀρθοδόξων σεμνή. Χαῖρε Μαρία, Μήτηρ Χριστοῦ τοῦ Θεοῦ. Χαῖρε Παράδεισε. Χαῖρε θεία τράπεζα. Χαῖρε σκηνή. Χαῖρε στάμνε πάγχρυσε. Χαῖρε ἡ πάντων χαρά.

Ἢ Σταυροθεοτοκίον.

Τί τὸ ὁρώμενον θέαμα, ὁ τοῖς ἐμοῖς ὀφθαλμοῖς, καθοράται ὦ Δέσποτα; ὁ συνέχων ἅπασαν, κτίσιν ξύλῳ ἀνήρτησαι, καὶ θανατοῦσαι, ὁ πᾶσι νέμων ζωήν; Ἡ Θεοτόκος, κλαίουσα ἔλεγεν, ὅτε ἑώρακεν, ἐν Σταυρῷ ὑψούμενον τὸν ἐξ αὐτῆς, ἀῤῥήτως ἐκλάμψαντα, Θεὸν καὶ ἄνθρωπον.

Ἀπολυτίκιον. Ἦχος δ´.

Οἱ Μάρτυρές σου Κύριε, ἐν τῇ ἀθλήσει αὐτῶν, στεφάνους ἐκομίσαντο τῆς ἀφθαρσίας ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· σχόντες γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλον, ἔθραυσαν καὶ δαιμόνων, τὰ ἀνίσχυρα θράση. Αὐτῶν ταῖς ἱκεσίαις Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Ἡ συνήθης Στιχολογία, καὶ οἱ Κανόνες τῆς Ὀκτωήχου, καὶ τῶν Ἁγίων ὁ ἀκόλουθος, οὗ ἡ Ἀκροστιχίς·

Ἰσαυρε Μάρτυς, εὐμενὴς φάνηθί μοι.

Ἐν δὲ τοῖς Θεοτοκίοις· Γρηγορίου.

Ἐλλείποντος τοῦ πρώτου Ῥ, διὰ τῶν ᾨδῶν τὸ ὀκτάριθμον.

ᾨδὴ α´. Ἦχος πλ. δ´.

Ὑγρὰν διοδεύσας.

Ἱλέωσαι Μάρτυς τὸν εὐμενῆ, Θεὸν καὶ Σωτῆρα, ἐλεῆσαι με καὶ δεινῆς, ἐπηρείας μάκαρ ῥύσασθαί με, τὸν προσφυγόντα πιστῶς ἐν τῇ σκέπῃ σου.

Στενούμενος πταίσμασι χαλεποῖς, καὶ πλήθει κινδύνων, πιεζόμενος ἐκβοῶ, Ἴσαυρε θέοφρον πρόστηθί μου, τῆς συνεχούσης ἀνάγκης καὶ λύτρωσαι.

Ἀθλήσας νομίμως ὑπὲρ Χριστοῦ, ἀνύστακτος φύλαξ, ἐχαρίσθης πόλει τῇ σῇ· γενοῦ δὲ καὶ σκέπη καὶ προστάτης, τῶν προσφυγόντων σοι ἔνδοξε, Ἴσαυρε.

Θεοτοκίον.

Γυμνῶν ἀρετῶν με καταστολῆς, εὑρὼν ὁ Βελίαρ, βέλει ἔτρωσεν ἡδονῶν· ἡ τὸν ἰατρὸν Θεὸν τεκοῦσα, τὰ τῆς ψυχῆς μου θεράπευσον τραύματα.

ᾨδὴ γ´.

Σὺ εἶ τὸ στερέωμα.

Ἄνωθεν τοῖς δούλοις σου, τὴν σὴν βοήθειαν δώρησαι, σώζων ἡμᾶς, πάσης ἐπηρείας, καὶ κινδύνων καὶ θλίψεων.

Ῥεῖθρα τῶν ἰάσεων, ἡ σὴ σορὸς ἀναβρύουσα, παντοδαπά, παύει τῶν ἀνθρώπων, ἀῤῥωστήματα, Ἴσαυρε.

Τίμιος γεγένησαι, τὸ τοῦ Χριστοῦ τιμῶν ὄνομα· διὸ βοῶ· λύτρωσαί με πάσης, ἀτιμίας πρεσβείαις σου.

Θεοτοκίον.

Ἥνωται ὁ Κτίστης μου, ὑπερφυῶς ἐν σοὶ Δέσποινα, ὅλον ἐμέ, θέλων ἀναπλάσαι, διὰ σοῦ ὡς ηὐδόκησεν.

Ὁ Εἱρμός.

«Σὺ εἶ τὸ στερέωμα, τῶν προστρεχόντων σοι Κύριε, σὺ εἶ τὸ φῶς, τῶν ἐσκοτισμένων, καὶ ὑμνεῖ σε τὸ πνεῦμά μου».

Κάθισμα. Ἦχος γ´.

Θείας πίστεως.

Θεῖον φρόνημα, ἀνειλημμένοι, ὦ ὑπέρμαχοι τοῦ Δυῤῥαχίου, καὶ τοῦ Χριστοῦ ὁπλῖται στεῤῥόψυχοι, Ἀπολλωνίου τὸ θράσος καθείλετε, καὶ Τριποντίου τὸ σέβας ᾐσχύνατε, νίκης ἔπαθλα, φαιδρῶς ἐκ Θεοῦ δεξάμενοι, δωρεῖσθε τοῖς πιστοῖς παθῶν ἰάματα.

Θεοτοκίον.

Θεία γέγονας, σκηνὴ τοῦ Λόγου, μόνη πάναγνε, Παρθενομῆτορ, τῇ καθαρότητι Ἀγγέλους ὑπεράρασα, τὸν ὑπὲρ πάντας ἐμὲ γοῦν γενόμενον, ῥερυπωμένον σαρκὸς πλημμελήμασιν, ἀποκάθαρον, πρεσβειῶν σου ἐνθέοις νάμασι, παρέχουσα σεμνὴ τὸ μέγα ἔλεος.

Ἢ Σταυροθεοτοκίον.

Ἡ ἀμίαντος, ἀμνὰς τοῦ Λόγου, ἡ ἀκήρατος, Παρθενομῆτορ, ἐν τῷ Σταυρῷ θεασαμένη Κρεμάμενον, τὸν ἐξ αὐτῆς ἀνωδίνως βλαστήσαντα, μητροπρεπῶς θρηνῳδοῦσα ἐκραυγαζεν· Οἴμοι! τέκνον μου, πῶς πάσχεις, θέλων ῥύσασθαι, παθῶν τῆς ἀτιμίας τὸν ἄνθρωπον;

ᾨδὴ δ´.

Εἰσακήκοα Κύριε.

Ὑψωθεὶς ἀπονοίᾳ μου, ὀλισθήσας πάθεσι κατενήνεγμαι, ἔγειρον με κατακείμενον, ἐν βυθῷ θέοφρον ἀπογνώσεως.

Σὲ πανένδοξε κέκτημαι, ἀσφαλῆ φρουρόν μου καὶ καταφύγιον, προστῆθί μου μὴ παρίδῃς με, ἐν ἡμέρᾳ θλίψεως καὶ σῶσον με.

Ἐν ὀδύνῃ καρδίας μου, τὸν ἐμὸν προστάτην σὲ τὸν θερμότατον, δυσωπῶ· Μὴ καταλίπῃς με, ἐχθρῶν ἐπηρείαις ἀπολλύμενον.

Θεοτοκίον.

Γηγενῶν ἀκαταίσχυντε, σκέπη καὶ βοήθεια σύ μου πρόστηθι, καὶ παντοίας με ἐξάρπασον, συμφορὰς Παρθένε τὸν οἰκέτην σου.

ᾨδὴ ε´.

Ἵνα τί με ἀπώσω.

Υἱὸς ὤφθης ἡμέρας, ἔχων ἐν καρδίᾳ σου λάμπον φῶς ἄδυτον, δι᾿ οὗ σκοτομήνη, τῆς ἀπάτης μειοῦται καὶ ἅπασι, δᾳδουχεῖται γνῶσις, θείου φωτός, διὸ βοῶ σοι· Φώτισον μὲ τὸν γνώμῃ τυφλώττοντα.

Μὴ παρίδῃς με Μάρτυς, πίστει σοι προστρέχοντα, μηδὲ ἀπώσῃ με· γλώσσῃ γὰρ δολίᾳ, κατ᾿ ἐμοῦ οἱ μισοῦντες μὲ φθέγγονται, πολεμοῦντες μάτην, τοῦ ἀπολέσαι τὸν σὸν δοῦλον, ἀλλὰ πρόφθασον σῶσον με Ἅγιε.

Ἐν νυκτὶ καὶ ἡμέρα, σὲ ἐπικαλοῦμαι τὸν μέγαν προστάτην μου, ἐν παντὶ με τόπῳ καὶ καιρῷ διαφύλαξον Ἅγιε, ἀπὸ πάσης βλάβης, καὶ ἐναντίων, τὸν εἰς σὲ τὴν ἐπηρείας ἐλπίδα μου θέμενον.

Θεοτοκίον.

Ὅλον ἐμὲ μορφοῦται, ἐκ σοῦ Ἀπειρόγαμε Θεὸς ὁ πλάστης μου, ὃν ἀεὶ δυσώπει, οἰκτιρῆσαι λαὸν ἁμαρτάνοντα, διασῶσαι κόσμον, δαιμονικῆς ἁπάσης βλάβης, τὸν εἰς σὲ Θεοτόκε ἐλπίζοντα.

ᾨδὴ Ϛ´.

Τὴν δέησιν ἐκχέω.

Νοός μου τὰς ἐκτροπὰς θεραπεύσας, καὶ καρδίας μου τὰ πάθη θέοφρον, σωματικῶν, ἀλγηδόνων με ῥῦσαι, καὶ ἐπηρείας ἁπάσης καὶ θλίψεως, καὶ δεῖξον με ταῖς σαῖς λιταῖς, τοῦ ἐχθροῦ τῶν παγίδων ὑπέρτερον.

Ἡγίασέ σε ἀθλήσαντα Μάρτυς, ὁ πανάγιος Θεὸς ὃν δυσώπει, ἁγιασμόν, τοῖς σοις δούλοις ἐκπέμψαι, καὶ φωτισμὸν καὶ πταισμάτων τὴν λύτρωσιν· προστάτης γὰρ παρὰ Θεοῦ, ἐχαρίσθης ἡμῖν ἀκαταίσχυντος.

Συνεῖναι με τὸν πολλὰ σε ποθοῦντα, πολυπόθητε εὐδόκησον Μάρτυς, σὲ δυσωπῶ, τὸν καλόν μου προστάτην, καὶ πίστει κράζω σοὶ ἅγιε Ἴσαυρε· Γενήθητί μοι βοηθός, καὶ παντοίας ἀνάγκης με λύτρωσαι.

Θεοτοκίον.

Ῥανίσι τῆς σωστικῆς σου πρεσβείας, κατασβέσασα παθῶν μου τὴν φλόγα, τὰς τοῦ νοός, ἐκτροπὰς σαῖς πρεσβείαις, ὑπεραγία Παρθένε θεράπευσον, καὶ κόπασον τὸ χαλεπόν, τῶν παθῶν μου κλυδώνιον πάναγνε.

Ὁ Εἱρμός.

«Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τὰς θλίψεις, ὅτι κακῶν, ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ Ἅδῃ προσήγγισε, καὶ δέομαι ὡς Ἰωνᾶς, Ἐκ φθορᾶς ὁ Θεός με ἀνάγαγε».

Συναξάριον.

Τῇ ΙΖ´ τοῦ αὐτοῦ μηνός, μνήμη τῆς ἀθλήσεως τοῦ Ἁγίου Μάρτυρος Ἰσαύρου, καὶ τῶν σὺν αὐτῷ Βασιλείου, Ἰννοκεντίου, Φήλικος, Ἑρμείου καὶ Περεγρίνου.

Στίχοι.

Τμηθεὶς Ἴσαυρος σὺν συνάθλων πεντάδι,

Σαύρας νοητῆς καρδίαν τέμνει μέσον.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Μανουήλ, Σαβὲλ καὶ Ἰσμαήλ.

Στίχοι.

Σαβέλ, Μανουήλ, Ἰσμαὴλ Πέρσαι γένος.

Τὸ δ᾿ ἀξίωμα, Μάρτυρες διὰ ξίφους.

Ἐβδομάτῃ δεκάτῃ κασιγνήτους τρεῖς τάμε χαλκός.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ὑπατίου τοῦ ἐν Ῥουφιαναῖς.

Στίχοι.

Κεῖται θαλάσσης Ὑπάτιος πλησίον,

Ὃς ὑπακούει σὺν Θεοῦ φίλοις ἄνω.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ´.

Θεοῦ συγκατάβασιν.

Φωτὶ ἀστραπτόμενος, τῷ τρισηλίῳ ἔνδοξε Ἴσαυρε, Ἰννοκέντιε θεῖε, Φήλιξ Ἑρμεία καὶ Περεγρῖνε σοφέ, σὺν Βασιλείῳ θαυμάτων λαμπρότησι, καταφωτίσατε τοὺς εὐφημοῦντας ἡμᾶς.

Ἀστέρες πολύφωτοι, ζόφον τῆς πλάνης μειοῦντες ὤφθητε, ἀθλοφόροι Κυρίου· διὸ ψυχήν μου γνώμῃ τυφλώττουσαν, θεογνωσίας φωτὶ καταλάμψατε, τῆς ἀγνωσίας ἀχλὺν ἀποδιώκοντες.

Νοσοῦσαν ἀνίατα, τὴν ταπεινήν μου ψυχὴν ἰάσασθε, τὰ τοῦ σώματος πάθη, Μάρτυρες θεῖοι ἐξαφανίσατε, ὦ Περεγρῖνε Ἴσαυρε Βασίλειε, Φήλιξ Ἑρμεία κλεινὲ καὶ Ἰννοκέντιε.

Θεοτοκίον.

Ἰσχύς μου καὶ ὕμνησις, καὶ σωτηρία Χριστὸς ὁ Κύριος, ὁ ἐκ σοῦ ἀνατείλας, Παρθενομῆτορ διὰ χρηστότητα, ἐκ τῆς ἀρχαίας ἡμᾶς λυτρωσάμενος, προγονικὴς ἀπειλῆς καὶ ἀποφάσεως.

ᾨδὴ η´.

Ἑπταπλασίως κάμινον.

Ἠγλαϊσμένος κάλλεσι, μαρτυρίου θεόληπτε, καὶ κεκοσμημένος, τοῖς ἐξ ἄθλων στίγμασι, πορφύραν ἐξ αἵματος, ἐνδεδυμένος τῆς σῆς σφαγῆς, καὶ ἱερωσύνης, καλλυνόμενος δόξῃ, παρέστης τῷ Κυρίῳ, ὃν ἀεὶ ἐκδυσώπει, κοσμῆσαι σωτηρίου, ἡμᾶς περιβολαίῳ.

Θανατωθεὶς ὁ δείλαιος, ἡδονῶν τῷ ἐκπτώματι, ἔῤῥιμμαι εἰς γῆν, θέαμα θρήνων ἄξιον· πανένδοξε, Ἴσαυρε, νῦν ἐπ᾿ ἐμὲ ἐπίβλεψον, δεῖξον ἐν ἐμοί, τὴν τῶν θαυμάτων σου χάριν· βροτῶν ἰδέτω γένος, ὅτι σύ μου προστάτης, καὶ σώζεις ἐκ θανάτου, τοὺς σοὺς ἀχρείους δούλους.

Ἱερωσύνη πρότερον, κοσμηθεὶς Ἱερώτατε, καὶ διακονήσας, εὐλαβῶς εἰς ὕστερον, αὐθαίρετον γέγονας, σὺ ἱερεῖον ἄμωμον, ἱερουργηθείς, Χριστῷ διὰ μαρτυρίου· διὸ κἀμοῦ τὸν ὕμνον, ὡς θυμίαμα Μάρτυς, προσκόμισον τῷ Κτίστῃ, καὶ σῶσον με λιταῖς σου.

Θεοτοκίον.

Ὁ τῶν φωστήρων κάλλεσιν, οὐρανὸν καλλωπίσας Θεός, ἄλλον οὐρανὸν σε, Θεοτόκε ἔδειξεν· ἐκ σοῦ γὰρ ὡς ἥλιος, ἐξανατείλας πᾶσαν τὴν γῆν, τῆς θεογνωσίας, κατελάμπρυνε φέγγει· διὸ οὐδεὶς προστρέχων, ἐν σοὶ κατῃσχυμμένος, πορεύεται τῶν θείων, μὴ τυχὼν δωρεῶν σου.

Ὁ Εἱρμός.

«Ἑπταπλασίως κάμινον, τῶν Χαλδαίων ὁ τύραννος, τοῖς θεοσεβέσιν ἐμμανῶς ἐξέκαυσε, δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών, τῷ Δημιουργῷ, καὶ Λυτρωτῇ ἀνεβόα· Οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

ᾨδὴ θ´.

Ἐξέστη ἐπὶ τούτῳ.

Μεγάλων χαρισμάτων ἀξιωθείς, ἐκ Θεοῦ παναοίδιμε Ἴσαυρε, ἀποσοβεῖς, δαίμονας καὶ νόσους παντοδαπάς, καὶ πειρασμοὺς καὶ θάνατον, πᾶσι τὰ αἰτήματα χορηγῶν· διὸ κἀμοὶ παράσχου, εἰρήνην καὶ ὑγείαν, καὶ τῶν πταισμάτων ἀπολύτρωσιν.

Ὁ θεῖος καὶ σεβάσμιός σου ναός, τὸ πολύτιμον ἅγιον σῶμά σου, ὡς θησαυρόν, ἔχων ἀναφαίρετον τοὺς πιστούς, καταπλουτίζει πάντοτε, ταῖς τῶν χαρισμάτων διανομαῖς· διὸ κᾀγὼ τῶν θείων, τύχοιμι δωρεῶν σου, ὁ προσφυγὼν τῷ θείῳ τάφῳ σου.

Ἰδοὺ Μάρτυς Κυρίου καλῶς καμών, τὸν μισθὸν ἐκομίσω τῶν πόνων σου. Πρόστηθι οὖν, πάντοτε θέοφρον τοῦ σοῦ λαοῦ, τὴν σὴν πατρίδα φυλάττε, σῶζε τοὺς προστρέχοντάς σοι πιστῶς, καὶ βράβευσον εἰρήνην, πάσῃ τῇ οἰκουμένῃ, κᾀμοῦ τοῦ σοῦ οἰκέτου μέμνησο.

Θεοτοκίον.

Ὑπέρφωτε νεφέλη Μήτηρ Θεοῦ, τοὺς ἡμῖν πολεμοῦντας πολέμησον, τῇ κραταιᾷ, καὶ παντοδυνάμῳ σου δεξιᾷ, τοῖς ἐν ἀνάγκαις πρόστηθι, τῶν ἀδικουμένων ἀντιλαβοῦ, πταισμάτων λυτρουμένη, ταῖς σαῖς ἱκετηρίαις· ὅσα γὰρ θέλεις πάντα δύνασαι.

Ὁ Εἱρμός.

«Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός, καὶ τῆς γῆς κατεπλάγη τὰ πέρατα, ὅτι Θεός, ὤφθη τοῖς ἀνθρώποις σωματικῶς, καὶ ἡ γαστήρ σου γέγονεν, εὐρυχωροτέρα τῶν οὐρανῶν· διό σε Θεοτόκε, Ἀγγέλων καὶ ἀνθρώπων, ταξιαρχίαι μεγαλύνουσι».

Καὶ ἡ λοιπὴ Ἀκολουθία, καὶ Ἀπόλυσις.

Комментарии для сайта Cackle