Τῌ ΙΓ´ ΤΟΥ ΜΗΝΟΣ ΙΟΥΝΙΟΥ

Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀκυλίνης.

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εἰς τὸ, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ προσόμοια.

Ἦχος δ´.

Ἔδωκας σημείωσιν.

Νύμφην ἀδιάφθορον, καλλωπισθεῖσαν ἐν Πνεύματι, τῷ Ἁγίῳ γινώσκοντες, τελοῦμεν τὴν μνήμην σου, τὴν φωτεινοτάτην, Μάρτυς ἀθληφόρε, καὶ προσκυνοῦμεν εὐσεβῶς, τὴν τῶν λειψάνων ἁγίαν λάρνακα, τὴν ῥῶσιν ἀρυόμενοι, τὴν τῶν παθῶν ἡμῶν πάντοτε, Ἀκυλίνα πανεύφημε, οἱ πιστῶς σε γεραίροντες.

Ἔρωτι πανεύφημε, κεκρατημένη τοῦ Κτίστου σου, τὰ ἐκείνου παθήματα, σαρκὶ ἐξεικόνισας, πᾶσαν τρικυμίαν, πόνων ἐνεγκοῦσα, καὶ νῦν οἰκεῖς τοὺς οὐρανούς, ἄπονον δόξαν καὶ στέφος φέρουσα, ἀμάραντον καὶ βλέπουσα, ἃ θεωροῦσι γηθόμενα, τῶν Ἀγγέλων τὰ τάγματα, Ἀκυλίνα θεόπνευστε.

Προῖκα προσενήνοχας, τῶν σῶν μελῶν τὰ λακτίσματα, τῷ νυμφίῳ σου πάνσεμνε· διὸ τῶν θαλάμων σε, τῶν φωτεινοτάτων, αὐτὸς ἀξιώσας, καταλαμπρύνει τῷ φωτί, τῆς θείας δόξης ὁ ὑπερούσιος· ᾧ παρεστῶσα χαίρουσα, ὑπὲρ ὑμῶν καθικέτευε, τῶν πιστῶς ἐκτελούντων νῦν, Ἀκυλίνα τὴν μνήμην σου.

Δόξα... Καὶ νῦν... Θεοτοκίον.

Μαρία Θεόνυμφε, τῆς ταλαιπώρου καρδίας μου, ἀποπλύνουσα βόρβορον, ῥείθρῳ τοῦ ἐλέους σου, ξήρανον πελάγη, τῶν ἐμῶν πταισμάτων, καὶ πρὸς μετάνοιαν ἁγνή, τὸν ἀδιόρθωτον ἐγκαθόρμισον· λιμένα εὐσπλαγχνίας γάρ, ὡς τετοκυῖα πανάμωμε, ἐπὶ σοὶ τὴν ἐλπίδα μου, ἀνατίθημι Παναγνε.

Ἢ Σταυροθεοτοκίον.

Σὲ ὡς ἐθεάσατο, ἐπὶ Σταυροῦ ἀνυψούμενον, ἡ τεκοῦσα Φιλάνθρωπε, κραυγάζουσα ἔλεγε· Πῶς ἐθελουσίως, πάθος ὑπομένεις, ὁ ἀπαθὼς ἐκ τῆς ἐμῆς, γαστρὸς ἐκλάμψας ὡς Παντοδύναμος, καὶ λύσας τὴν κατάκριτον, φύσιν βροτῶν κατακρίσεως; Ἀνυμνῶ σου τὴν ἄμετρον, νῦν Υἱὲ συγκατάβασιν.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Ἡ συνήθης Στιχολογία, καὶ οἱ Κανόνες τῆς Ὀκτωήχου, καὶ τῆς Ἁγίας ὁ παρών, οὗ ἡ Ἀκροστιχίς·

Δέχου τὸν ὕμνον καλλίπαις Ἀκυλίνα. Ἰωσήφ.

Ὠδὴ α´. Ἦχος πλ. δ´.

Ἡ κεκομμένη.

Δεδοξασμένη Χριστῷ τῷ νυμφίῳ σου, ἐν οὐρανοῖς ἀληθῶς, χαίρουσα παρίστασαι· διό σε ἐπὶ γῆς τοὺς εὐσεβῶς γεραίροντας, εὐχαῖς σου ἀντιδόξασον Σεμνή, καὶ σοῦ μετόχους ποίησον, τῷ Κυρίῳ ψάλλοντας· Ἐνδόξως γὰρ δεδόξασται.

Εἰσεποιήσω τὴν χάριν τοῦ Πνεύματος, τὴν σὴν ψυχὴν καθαράν, Ἔνδοξε τελέσασα, καὶ στίγμασι σαρκὸς ὡραιοτάτη πέφηνας· διό σε ὁ νυμφίος τῶν ψυχῶν, ἁγνή, τελείως ἄμωμον, ὅλην χρηματίσασαν, ἡρμόσατο πανεύφημε.

Χειμῶνος πλάνης τῆς γῆς τὰ πληρώματα, πληροῦντος πάλαι δεινῶς, πλήρης οὖσα Πνεύματος, ὡς Μάρτυς ἀπλανὴς Κυρίου παντοκράτορος, ἐπέφθασας τὸ ἔαρ τῆς ζωῆς, καὶ νίκης ᾖρας τρόπαιον, Ἀκυλίνα ἔνδοξε, θέοφρον ἀξιάγαστε.

Θεοτοκίον.

Ὁ τῷ ἀνάρχῳ Πατρὶ συννοούμενος, ὑπέδυ μήτραν τὴν σήν, ἄνθρωπος γενόμενος, καὶ ἔσωσεν ἡμᾶς, κακίᾳ ὑποκύψαντας, καὶ πλάνῃ δουλωθέντας τοῦ ἐχθροῦ, Μαρία Θεονύμφευτε· διὰ τοῦτο πίστει σε, καὶ πόθῳ μακαρίζομεν.

Ὠδὴ γ´.

Σὺ εἶ τὸ στερέωμα.

Ὕφανας ἐν χάριτι, καταστολὴν φωτὸς ἔνδοξε, αἵματι σῷ, ταύτην Ἀκυλίνα, ἱερῶς ἐπιχρώσασα.

Τέτρωσαι τῷ ἔρωτι, τῷ θεϊκῷ σαφῶς Πάνσεμνε· ὅθεν στεῤῥῶς, τρώσεις τε καὶ πόνους, χαλεποὺς ἐκαρτέρησας.

Ὅλην σε ἡγίασεν, ὁ λυτρωτὴς σεμνὴ Κύριος, ὁλοσχερῶς, τοῦτον Ἀκυλίνα, ἐκ ψυχῆς ἀγαπήσασα.

Θεοτοκίον.

Νύμφην σε ἀνύμφευτον, καὶ καθαρὸν Ἁγνὴ σκήνωμα, τοῦ Ποιητοῦ, καὶ ἁγιωτέραν Χερουβὶμ ἐπιστάμεθα.

Ὁ Εἱρμός.

«Σὺ εἶ τὸ στερέωμα, τῶν προστρεχόντων σοι Κύριε, σὺ εἶ τὸ φῶς, τῶν ἐσκοτισμένων, καὶ ὑμνεῖ σε τὸ πνεῦμά μου».

Κάθισμα. Ἦχος πλ. δ´.

Τὴν Σοφίαν.

Ἀρετῶν πυρσευθεῖσα θείῳ φωτί, ἀθλητῶν ἐκοσμήθης πανευκλεῶς, σεμνὴ διαδήματι, καὶ ὡραία ἐν κάλλει, γεγονυῖα πίστει, τῷ πάντων δεσπόζοντι, ἐνυμφεύθης ὄντως, ἀμίαντος ἄφθορος· ὅθεν οὐρανίων, ἠξιώθης θαλάμων, καλῶς ἐναθλήσασα, καὶ τὸν δόλιον κτείνασα, Ἀκυλίνα θεόσοφε, πρέσβευε Χριστῷ τῷ Θεῷ τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πίστει, τὴν ἁγίαν μνήμην σου.

Θεοτοκίον.

Παναγία Παρθένε Μήτηρ Θεοῦ, τῆς ψυχῆς μου τὰ πάθη τὰ χαλεπά, ἴασαι δέομαι, καὶ συγγνώμην παράσχου μοι, τῶν ἐμῶν πταισμάτων, ἀφρόνως ὧν ἔπραξα, τὴν ψυχὴν καὶ τὸ σῶμα, μολύνας ὁ ἄθλιος. Οἴμοι! Τί ποιήσω ἐν ἐκείνῃ τῇ ὥρᾳ, ἡνίκα οἱ Ἄγγελοι, τὴν ψυχήν μου χωρίζουσιν, ἐκ τοῦ ἀθλίου μου σώματος; Τότε Δέσποινα βοήθειά μοι γενοῦ, καὶ προστάτις θερμότατος· σὲ γὰρ ἔχω ἐλπίδα, ὁ ἀνάξιος δοῦλος σου.

Ἢ Σταυροθεοτοκίον.

Τὸν ἀμνὸν καὶ ποιμένα καὶ λυτρωτήν, ἡ ἀμνὰς θεωροῦσα ἐπὶ Σταυροῦ, ἠλάλαζε δακρύουσα, καὶ πικρῶς ἐκβοῶσα· Ὁ μὲν κόσμος ἀγάλλεται, δεχόμενος τὴν λύτρωσιν, τὰ δὲ σπλάγχνα μου φλέγονται, ὁρώσης σου τὴν σταύρωσιν, ἥνπερ ὑπομένεις, διὰ σπλάγχνα ἐλέους. Μακρόθυμε Κύριε, τοῦ ἐλέους ἡ ἄβυσσος, καὶ πηγὴ ἀγαθότητος, σπλαγχνίσθητι καὶ δώρησαι οὖν, τῶν πταισμάτων ἄφεσιν τοῖς δούλοις σου, τοῖς ἀνυμνοῦσί σου πίστει, τὰ θεῖα Παθήματα.

Ὠδὴ δ´.

Εἰσακήκοα Κύριε.

Ὑπερήφανον δράκοντα, σὺ δι´ ἀσθενείας σαρκὸς κατέβαλες, ἀριστεύσασα λαμπρότατα, καὶ τυράννων θράσος ἀφανίσασα.

Μαρτυρίου λαμπρότησι, καὶ τῆς παρθενίας θείοις ἐν κάλλεσιν, Ἀκυλίνα ἐχρημάτισας, τοῦ Δεσπότου νύμφη περιδέξιος.

Νεκρωθὲν τὸ σαρκίον σου, ταῖς πολυειδέσι στρέβλαις θεόπνευστε, τὴν ζωήν σοι προεξένησε, τὴν εἰς τοὺς αἰῶνας διαμένουσαν.

Οἱ κρουνοὶ τῶν αἱμάτων σου, τῆς πολυθεΐας τὸ πῦρ κατέσβεσαν, τῶν θαυμάτων δὲ τὰ ῥεύματα, τῶν βροτῶν ἐκπλύνει τὰ νοσήματα.

Θεοτοκίον.

Νυσταγμῷ ἀμελείας με, ὕπνος ἁμαρτίας Κόρη κατέλαβε, τῇ ἀγρύπνῳ ἱκεσίᾳ σου, διανάστησόν με πρὸς μετάνοιαν.

Ὠδὴ ε´.

Ὁ ἐκ νυκτὸς ἀγνοίας.

Κυμαινομένης ὥσπερ, ἀγριαινούσης θαλάσσης τῆς πλάνης ποτέ, ὤφθης κυβερνωμένη, Μάρτυς Ἀκυλίνα Χριστοῦ δεξιᾷ.

Ἀποσκοποῦσα Μάρτυς, πρὸς τὰ βραβεῖα ὑπέστης στεῤῥότατα, σπαραγμοὺς τῶν μελῶν σου, καὶ τὸν βιαιότατον θάνατον.

Λαμπροφανὴς ὡράθης, τοῖς πολεμίοις αὐτοὺς καταπλήττουσα, τῷ ὡραίῳ σου κάλλει, καὶ τῷ τῆς ψυχῆς ἀναστήματι.

Θεοτοκίον.

Λελυτρωμένοι πάντες, προγονικὴς καταδίκης τῷ τόκῳ σου, Χαῖρε σοι προσφωνοῦμεν, Κεχαριτωμένη πανύμνητε.

Ὠδὴ ς´.

Τὸν Ἰωνᾶν ἐν τῷ κήτει.

Ἰχνηλατεῖν τοῦ Χριστοῦ τὰ ἔνδοξα, ἐπόθησας παθήματα, Παρθένε καὶ ἀνδρειοφρόνως, ὑπέστης τοὺς αἰκισμούς, καὶ σπαραγμούς, τοῦ ἁγνοῦ σου σώματος.

Πολυειδεῖς πόνους ἐκαρτέρησας, πυρός τε κατεφρόνησας· παρθένε ὅθεν Ἀκυλίνα, καὶ τὰς ὀδύνας ἡμῶν, διαπαντὸς κουφίζεις πρεσβείαις σου.

Ἀποσκοπῶν ἄνωθεν ἐθαύμασε, χορὸς Ἀγγέλων ἔνδοξε, Παρθένε τὴν ὑπομονήν σου, ὅπως ἀσάρκους ἐχθρούς, μετὰ σαρκὸς ἐνίκησας ἐν χάριτι.

Θεοτοκίον.

Ἵνα Θεὸς ὁ ἄνθρωπος γένηται, Θεὸς ὡράθη ἀνθρώποις, Παρθένε ἐκ τῶν σῶν λαγόνων, ἀνερμηνεύτως τεχθείς, καὶ ὅπερ ἦν μείνας ἀναλλοίωτος.

Ὁ Εἱρμός.

«Τὸν Ἰωνᾶν ἐν τῷ κήτει Κύριε, μονώτατον κατῴκισας· ἐμὲ δὲ τὸν πεπεδημένον, ἐν ἄρκυσι τοῦ ἐχθροῦ, ὡς ἐκ φθορᾶς ἐκεῖνον διάσωσον».

Κοντάκιον. Ἦχος γ´.

Ἡ Παρθένος σήμερον.

Ῥαντισμοῖς αἱμάτων σου, καθηγνισμένην παρθένε, καὶ Μαρτύρων στέμμασι, σὲ Ἀκυλίνα στεφθεῖσαν, δέδωκε, τοῖς ἐν ἀνάγκαις τῶν νοσημάτων, ἴασιν, καὶ σωτηρίαν ὁ σὸς νυμφίος, τοῖς προστρέχουσιν ἐν πίστει, Χριστὸς ὁ βρύων ζωὴν αἰώνιον.

Συναξάριον.

Τῇ ΙΓ´ τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀκυλίνης.

Στίχοι.

Τὸν παστὸν εὐτρέπιζε λαμπρόν, Νυμφίε.

Ἀκυλίνα σοι τέμνεται Νύμφη νέα.

Ἀμφὶ τρίτην δεκάτην κεφαλὴν τμήθη Ἀκυλίνα.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Ἀννης καὶ τοῦ υἱοῦ αὐτῆς, Ἰωάννου.

Στίχοι.

Μήτηρ καὶ υἱός, Ἄννα καὶ Ἰωάννης,

Ὤφθησαν ἄμφω οὐρανοῦ οἰκήτορες.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Ὠδὴ ζ´.

Παῖδες Ἑβραίων.

Σώματος πάσχοντος θέοφρον, οὐκ ἐφρόντισας σκοποῦσα τὰς ἐκεῖθεν, ἀντιδόσεις σαφῶς, καὶ δόξαν Ἀκυλίνα, καὶ τοῦ Θεοῦ τερπνότητα, καὶ τὴν θείαν εὐφροσύνην.

Ἄσπιλον φέρουσα τὸ σῶμα, τὴν καρδίαν τε Κυρίῳ ἡνωμένην, πρὸ βημάτων Ἁγνή, δικαστικῶν παρέστης, ἀσυνετοῦντα τύραννον, διελέγχουσα θέοφρον.

Κόσμου ἠλλάξω φθειρομένου, ὑπερκόσμιον ζωὴν μὴ φθειρομένην, καὶ προσκαίρου τρυφῆς, τὴν μενοῦσαν Παρθένε, τοῦ σαρκικοῦ μνηστῆρός τε, τὸν ἀθάνατον νυμφίον.

Τριαδικόν.

Ὕμνοις τὴν θείαν Μοναρχίαν, τρισσουμένην μὲν προσώποις παραδόξως, τῇ δὲ φύσει ἁπλήν, ὑπάρχουσαν τιμῶμεν, ἀναβοῶντες· Κύριε, ὁ Θεὸς εὐλογητὸς εἶ.

Ὠδὴ η´.

Οἱ θεοῤῥήμονες Παῖδες.

Λελαμπρυσμένη τῷ φέγγει τῷ τῆς ἁγνείας, καὶ ταῖς βαφαῖς τῶν αἱμάτων, διηνθισμένη παρίστασαι, Ἀκυλίνα παρθένε, Χριστῷ τῷ Θεῷ ἡμῶν.

Ἱερωτάτη θυσία προσηνέχθης, καὶ προσφορὰ λαμπροτάτη, καὶ ὡς εὐῶδες θυμίαμα, θεόφρον Ἀκυλίνα, Χριστῷ τῷ Θεῷ ἡμῶν.

Νόσους ἀνθρώπων θεραπεύει, καὶ ἀπελαύνει δαιμόνων, λώβην τὸ ἅγιον σῶμά σου, Ἀκυλίνα ἐν τάφῳ, πανένδοξε κείμενον.

Θεοτοκίον.

Ἀδιαφθόρως τὸν Λόγον ὑπὲρ λόγον, κατὰ φθορὰς ἡμᾶς πάσης, ἀπολυτρούμενον τέτοκας· διὰ τοῦτο σὲ πάντες, Παρθένε δοξάζομεν.

Ὁ Εἱρμός.

«Οἱ θεοῤῥήμονες Παῖδες ἐν τῇ καμίνῳ, σὺν τῷ πυρὶ καὶ τὴν πλάνην καταπατοῦντες ὑπέψαλλον· Εὐλογεῖτε Κυρίου, τὰ ἔργα τὸν Κύριον».

Ὠδὴ θ´.

Κυρίως Θεοτόκον.

Ἰκρίῳ προσπαγέντι, Σῶτερ ἡ Παρθένος, συνεσταυρώθη σοι γνώμῃ ἀθλήσασα, καὶ τὴν τοῦ δράκοντος κάραν, καταπατήσασα.

Ὡραῖον σου τὸ κάλλος, καὶ ὑπερφερής σου, ἡ τῆς ψυχῆς ἀπεφάνθη εὐγένεια, θεοειδὴς Ἀκυλίνα, ἀξιοθαύμαστε.

Συνοῦσα ταῖς χορείαις, ταῖς τῶν Ἀσωμάτων, καὶ τῶν Μαρτύρων τοῖς δήμοις πανεύφημε, ὑπὲρ ἡμῶν τὸν τῶν ὅλων Θεὸν ἱκέτευε.

Ἡ ἔνδοξος σου μνήμη, πάντας συγκαλεῖται, περιχαρῶς Ἀκυλίνα ὑμνῆσαί σου, τοὺς εὐκλεεῖς Μάρτυς πόνους, καὶ τὰ παλαίσματα.

Θεοτοκίον.

Φωνήν σοι τοῦ Ἀγγέλου, Πάναγνε βοῶμεν, Χαῖρε ἀνθρώπων ἁπάντων διάσωσμα, καὶ πανενδόξων Μαρτύρων, θεῖον στεφάνωμα.

Ὁ Εἱρμός.

«Κυρίως Θεοτόκον, σὲ ὁμολογοῦμεν, οἱ διὰ σοῦ σεσωσμένοι Παρθένε ἁγνή, σὺν Ἀσωμάτοις χορείαις, σὲ μεγαλύνοντες».

Ἡ λοιπὴ Ἀκολουθία, ὡς σύνηθες, καὶ Ἀπόλυσις.

Комментарии для сайта Cackle