Τῌ Ι´ ΤΟΥ ΜΗΝΟΣ ΙΟΥΝΙΟΥ
Μνήιμη τῶν Ἁγίων Μαρτύρων Ἀλεξάνδρου καὶ Ἀντωνίνης.
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τὸ, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια.
Ἦχος α´.
Πανεύφημοι Μάρτυρες.
Τριάδος τὴν ἔλλαμψιν δυάς, Ἀθλητῶν πλουτήσασα, ἀνδρειοτάτως ἐνήθλησε, θεῖος Ἀλέξανδρος, σὺν τῇ Ἀντωνίνῃ, βάσανα πολύπλοκα, ὁμοῦ διὰ Χριστὸν ὑπομείναντες· ᾧ νῦν πρεσβεύουσι, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Διπλοῦν στέφος εἴληφας σαφῶς, Ἀντωνίνα πάνσεμνε, ἁγνείας τε καὶ ἀθλήσεως, ἐχθροῦ νικήσασα, τὰς μηχανουργίας, καὶ πρὸ τῆς ἀθλήσεως, καὶ πάλιν ἐν καιρῷ τῶν ἀγώνων σου· Χριστὸν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Ἐν ξύλῳ ὑψούμενοι σοφοί, χεῖράς τε κοπτόμενοι, καὶ ταῖς λαμπᾶσι φλεγόμενοι, καὶ σπαθιζόμενοι, καὶ ἐν κατωτάτῳ, λάκκῳ συγχωννύμενοι, καὶ τέλος ἐν αὐτῷ τὸ μακάριον, ὑποδεχόμενοι, Ἀθλοφόροι ἀξιάγαστοι, τὸν τῶν ὅλων, Θεὸν οὐκ ἠρνήσασθε.
Δόξα... Καὶ νῦν... Θεοτοκίον.
Πανάγιον τέμενος Θεοῦ, οὐρανῶν πλατύτερον, καὶ Χερουβὶμ ἁγιώτερον, θεοχαρίτωτε, Παναγία Κόρη, τὸν νοῦν μου χαρίτωσον, καὶ φώτισον καρδίας τὰ ὄμματα, παρεχομένη μοι, εὐπροσδέκτοις μεσιτείαις σου, τῶν πταισμάτων, τὴν ἄφεσιν δέομαι.
Ἢ Σταυροθεοτοκίον.
Σφαγήν σου τὴν ἄδικον Χριστέ, ἡ Παρθένος βλέπουσα, ὀδυρομένη ἐβόα σοι· Τέκνον γλυκύτατον, πῶς ἀδίκως πάσχεις; πῶς τῷ ξύλῳ κρέμασαι, ὁ πᾶσαν γῆν κρεμάσας τοῖς ὕδασι; Μὴ λίπῃς μόνην με, Εὐεργέτα πολυέλεε, τὴν Μητέρα, καὶ δούλην σου δέομαι.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Οἱ Κανόνες τῆς Ὀκτωήχου, καὶ τῶν Ἁγίων ὁ ἀκόλουθος, οὗ ἡ Ἀκροστιχίς·
Ὕμνοις ἐπαινῶ τὴν καλὴν ξυνωρίδα. Ἰωσήφ.
ᾨδὴ α´. Ἦχος α´.
Σοῦ ἡ τροπαιοῦχος.
Ὕμνοις ἐπαινέσαι τὴν ὑμῶν, προθυμουμένῳ πανήγυριν Μάρτυρες, φῶς μοι χορηγήσατε, τὸν σκοτασμὸν σκεδάζοντες τῆς ἀγνοίας μου, ὡς τῷ ἀνεσπέρω, φωτὶ ἀεὶ παριστάμενοι.
Μόνα δι᾿ αἰῶνος Ἀθληταί, τὰ διαμένοντα πίστει ποθήσαντες, πάντα παρεδράμετε, τὰ ὁρατὰ καὶ πρὸς ποινὰς καὶ μάστιγας, γνώμῃ στεῤῥοτάτῃ, περιφανῶς ἐχωρήσατε.
Νόμιμον ἀνύοντες σεπτοί, τοῦ μαρτυρίου ἀγῶνα τὸν Κύριον, εἴχετε συλλήπτορα, τῶν ἀλγεινῶν ἡμᾶς ἐπικουφίζοντα, καὶ κατὰ τυράννων, ἀνδρείους ἐπεργαζόμενον.
Θεοτοκίον.
Ὁ δημιουργήσας ὡς Θεός, τὰς ἀοράτους Δυνάμεις βουλήματι, ἔσχεν ὡς αἰτίαν σε, τῆς πρὸς ἡμᾶς Παρθένε ἀναπλάσεως. Τοῦτον οὖν δυσώπει, τὸν κόσμον σῶσαι Πανάμωμε.
ᾨδὴ γ´.
Ὁ μόνος εἰδώς.
Ἰδεῖν Ἀντωνίνα τὸν Χριστόν, ποθοῦσα καλλιπάρθενε, τὸ θεῖον τούτου πάθος ἐζήλωσας· ῥαπίσματα γάρ, ὡς αὐτὸς ἤνεγκας, ἐναποῤῥαπίζουσα, τὰ ζοφώδη πρόσωπα, τῶν ἀσάρκων δαιμόνων πανεύφημε.
Στεῤῥῶς ἀντετάξω τῷ ἐχθρῷ, μαστίζεσθαί σε Πάνσεμνε, προστεταχότι γνώμης στρεβλότητι· φρουρὰν οἰκεῖν δὲ καταδικάζει σε, φρουρουμένην ἄνωθεν, προσταγαῖς τοῦ Κτίστου σου, ὑφ᾿ ἁγίων Ἀγγέλων θεώμενος.
Εὐχαῖς σου βρονταὶ καὶ ἀστραπαί, ἐξ ὕψους κατεφέροντο, καὶ φῶς ὡράθη, μέγα Θεόνυμφε, φωνή τε θεία λαμπρῶς γεγένηται, σὲ παραθαῤῥύνουσα, Ἀντωνίνα πάνσεμνε, καὶ τροφῇ λογικῇ ἐνισχύουσα.
Θεοτοκίον.
Παρθένος κυήσασα Θεόν, ὡράθης μετὰ γέννησιν, καὶ σοῦ τὸ θεῖον Ἄχραντε πρόσωπον, χοροὶ παρθένων νῦν λιτανεύουσι· μεθ᾿ ὧν ἡμῖν αἴτησαι, ἱλασμὸν καὶ ἔλεος, καὶ δεινῶν παντελῆ ἀπολύτρωσιν.
Ὁ Εἱρμός.
«Ὁ μόνος εἰδὼς τῆς τῶν βροτῶν οὐσίας τὴν ἀσθένειαν, καὶ συμπαθῶς αὐτὴν μορφωσάμενος, περίζωσόν με ἐξ ὕψους δύναμιν, τοῦ βοᾷν σοι Ἅγιος, ὁ ναὸς ὁ ἔμψυχος, τῆς ἀφράστου σου δόξης Φιλάνθρωπε».
Κάθισμα. Ἦχος α´.
Τὸν τάφον σου Σωτήρ.
Δυὰς ἡ θαυμαστή, τῶν σεπτῶν Ἀθλοφόρων, ἐνέγκασα στεῤῥῶς, τὴν πυρὰν τῶν βασάνων, ἐν δόξῃ παρίσταται, τῇ Τριάδι πρεσβεύουσα, χάριν ἔλεος, καὶ ἱλασμὸν τῶν πταισμάτων, τοῖς τὴν ἔνδοξον, αὐτῆς γεραίρουσι μνήμην, δοθῆναι ἐν πνεύματι.
Θεοτοκίον.
Ἐλπὶς Χριστιανῶν, Παναγία Παρθένε, ὃν ἔτεκες Θεόν, ὑπὲρ νοῦν τε καὶ λόγον, ἀπαύστως ἱκέτευε, σὺν ταῖς ἄνω Δυνάμεσι, δοῦναι ἄφεσιν, ἁμαρτιῶν ἡμῖν πᾶσι, καὶ διόρθωσιν, βίου τοῖς πίστει καὶ πόθῳ, ἀεὶ σὲ δοξάζουσιν.
Ἢ Σταυροθεοτοκίον.
Ἡ ἄσπιλος ἀμνάς, τὸν ἀμνὸν καὶ ποιμένα, κρεμάμενον νεκρόν, ἐπὶ ξύλου ὁρῶσα, θρηνοῦσα ἐφθέγγετο, μητρικῶς ὀλολύζουσα· Πῶς ἐνέγκω σου, τὴν ὑπὲρ λόγον Υἱέ μου, συγκατάβασιν, καὶ τὰ ἑκούσια πάθη, Θεὲ ὑπεράγαθε;
ᾨδὴ δ´.
Ὄρος σε τῇ χάριτι.
Ἄδεται εἰς πάντα τὸν κόσμον ἡ ἄθλησις, καὶ τὰ παλαίσματα ὑμῶν, Μεγαλομάρτυρες Χριστοῦ, δι᾿ ὧν ἐτροπώσασθε, τὰς τοῦ ἐχθροῦ πικρὰς δυνάμεις ἐν χάριτι, καὶ νικηταὶ κατ᾿ αὐτοῦ ἀπεφάνθητε.
Ἵστησι παγίδας κατὰ σοῦ ὁ παμπόνηρος, ἐν ἀνδρικῷ δὲ λογισμῷ, καὶ στολισμῷ τὰς προσταγάς, αὐτοῦ ἀπηχρείωσας, καὶ παντελῶς αὐτὸν Σεμνὴ κατηδάφισας, θείᾳ χειρὶ σκεπομένη θεόσοφε.
Νόησιν καὶ σύνεσιν Χριστός σοι χαρίζεται, καὶ ἐκ χειρὸς τῶν δυσσεβῶν, ἄσπιλον ἄμωμον τηρεῖ, καὶ λύτρον ἐκπέμπει σοι, τὸν ἱερόν, ὦ Ἀντωνίνα Ἀλέξανδρον, καθάπερ θεῖον ἐξ ὕψους Ἀρχάγγελον.
Θεοτοκίον.
Ὡς ἔχουσα πανύμνητε ἰσχὺν σε καὶ στήριγμα, ἡ Ἀντωνίνα καρτερεῖ, τὰ δυσαχθῆ καὶ θλιβερά, καὶ ῥίπτει τὸν τύραννον, καὶ συμπατεῖ ποσὶν ὡραίοις τῇ χάριτι, τοῦ ἐκ νηδύος σου Λόγου ἐκλάμψαντος.
ᾨδὴ ε´.
Ὁ φωτίσας τῇ ἐλλάμψει.
Τεινόμενος, ἐπὶ ξύλου καὶ κατατεμνόμενος, Ἀλέξανδρε, καὶ σφοδραῖς ἀλγηδόσι κυκλούμενος, πρὸς Θεὸν ἀνέτεινες, σώζειν δυνάμενον τὸ ὄμμα, τῆς διανοίας πανεύφημε.
Νεκρούμενοι, ἐν γυμνώσει σωμάτων οἱ Μάρτυρες, ἐδέξαντο, ἀφθαρσίας στολὴν καὶ ἀθάνατον, δόξαν ἐκληρώσαντο, ἀντὶ προσκαίρου ἀτιμίας· ὅθεν ἀεὶ μακαρίζονται.
Θεοτοκίον.
Κατάβαλε, τοὺς ἀεὶ πολεμοῦντας με δαίμονας, καὶ ἄπρακτον, τὴν βουλὴν αὐτῶν ποίησον ἄχραντε, ἄτρωτόν με σώζουσα, τῆς προσδοκίας τούτων Κόρη, ὅπως ἀεὶ μακαρίζω σε.
ᾨδὴ Ϛ´.
Ἐκύκλωσεν ἡμᾶς.
Ἀγῶνας ἀνδρικοὺς καὶ πλήρεις θαύματος, ἐνθέως διανύοντες, μυριάδας Αἰθιόπων νοητῶν, Μάρτυρες Κυρίου ἐτροπώσασθε, καὶ τοῖς χοροῖς, τῶν Ἀσωμάτων νῦν συνευφραίνεσθε.
Λαμπόμενοι φωτὶ τῷ θείῳ Μάρτυρες, ἁγνείας ὡραιότητι, ὁμοιώθητε ἀΰλοις λειτουργοῖς, τὸν ἀγαθοδότην θεραπεύσαντες, καὶ πρὸς αὐτόν, στεφανηφόροι μεταχωρήσαντες.
Ἡγάλλεσθε φρουρᾷ ὁμοῦ τυγχάνοντες, φωτὸς ἡμῖν ἀστράψαντος, καὶ φωνῆς ἐπενεχθείσης ἐκ Θεοῦ, θάρσος ἐντιθείσης ταῖς ψυχαῖς ὑμῶν, πανευκλεεῖς στεφανηφόροι Μεγαλομάρτυρες.
Θεοτοκίον.
Νενέκρωμαι ψυχὴν ταῖς παραβάσεσιν· ἐπίσκεψαί με ζώωσον, ἡ ζωὴν ἀποκυήσασα Χριστόν, ὃν οἱ εὐκλεεῖς Μεγαλομάρτυρες, πάντων Θεόν, Παρθενομῆτορ καθωμολόγησαν.
Ὁ Εἱρμός.
«Ἐκύκλωσεν ἡμᾶς ἐσχάτη ἄβυσσος, οὐκ ἐστιν ὁ ῥυόμενος· ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς, σῶσον τὸν λαόν σου ὁ Θεὸς ἡμῶν· σὺ γὰρ ἰσχύς, τῶν ἀσθενούντων καὶ ἐπανόρθωσις».
Κοντάκιον. Ἦχος δ´.
Ἐπεφάνης σήμερον.
Τῶν Μαρτύρων ἔλαμψεν, ἡ ἀξιέπαινος μνήμη, ἣν πιστοὶ τελέσωμεν, καὶ ἀνυμνήσωμεν πιστῶς, ἐν ἐπὶ γνώσει κραυγάζοντες· Σὺ τῶν Μαρτύρων, Χριστὲ τὸ κραταίωμα.
Συναξάριον.
Τῇ Ι´ τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἀθλήσεως τῶν Ἁγίων Μαρτύρων Ἀλεξάνδρου καὶ Ἀντωνίνης.
Στίχοι.
Εὕρατο Ἀλέξανδρος ἅμ᾿ Ἀντωνίνῃ.
Τὸν βόθρον ἀκάτιον εἰς τρυφὴν φέρον.
Τῇ δεκάτῃ μόρον Ἀντωνίνα ἐμπυρόπισσον.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Τιμοθέου, ἐπισκόπου Προύσης.
Στίχοι.
Ὁ Τιμόθεος ἐκ ξίφους θνήσκειν θέλει,
Θεοὺς ἀτίμους μηδαμῶς τιμᾷν θέλων.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Κανίδου.
Στίχοι.
Γῆν καὶ τὰ ἐν τῇ γῇ ἐκλιπὼν ὁ Κανίδης,
Ἄφθαρτον εὗρεν ἀντιμισθίαν ἄνω.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Θεοφάνους καὶ Πανσέμνης.
Στίχοι.
Ὁ Θεοφάνης ἐτρυγήθης ἐκ βίου,
Θεῷ φανεὶς πέπυρος, ὡς εἰπεῖν, βότρυς.
Εἰ καὶ θανούσης ἐκλαθοίμην Πανσέμνης,
καὶ Χριστὸς αὐτὸς εὐθὺς ἐκλάθοιτό μου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀπόλλωνος ἐπισκόπου.
Στίχοι.
Ὡς χρηστὸς ὄντως ὁ ζυγὸς σου, Χριστέ μου,
Ὃν ζῶν ὑπῆλθον, Ἀπολλώς, θανών, λέγει.
Ὁ Ἅγιος Ἀλέξιος, ἐπίσκοπος Βιθυνίας, ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι.
Πόνων ὁ Ἀλέξιος ἀλέξημά τι,
Εὗρες τελευτὴν καὶ τρυφᾶς νῦν ἐν πόλῳ.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ´.
Σὲ νοητὴν Θεοτόκε.
Ξενοπρεπῶς, χεῖρας ἀφαιρούμενοι, τὰς αἰρομένας πρὸς τὸν Θεόν, τὸν τῶν ὅλων Κύριον, ἔχαιρον οἱ Μάρτυρες, δύναμιν δεχόμενοι, ἐξ οὐρανοῦ καὶ κραυγάζοντες· Ὁ αἰνετὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
Ὑπομονῇ, ἀνυποίστων Μάρτυρες, κολαστηρίων ἀληθῶς, λαμπρυνόμενοι ὡς χρυσός, κόσμος ὡραιότατος, ὤφθητε κραυγάζοντες· Ὁ αἰνετὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
Νεανικῶς, ξύλῳ ἀναρτώμενοι, καὶ σπαθιζόμενοι δεινῶς, οὐκ ᾐσθάνεσθε ἀληθῶς, πόνων τῶν κολάσεων, ἄνωθεν δεχόμενοι, τὴν ἀρωγὴν καὶ κραυγάζοντες· Ὁ αἰνετὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
Θεοτοκίον.
Ὥσπερ τοὺς τρεῖς, Παῖδας οὐ κατέφλεξε, κάμινος ἡ χαλδαϊκή, οὕτως Ἄχραντε σὴν νηδύν, πῦρ τὸ τῆς Θεότητος, ἄφλεκτον ἐτήρησεν· ἀλλὰ βοῶ σοι· Κατάφλεξον, ὕλην πικρὰν τῶν παθῶν μου, Ἁγνὴ ὅπως δοξάζω σε.
ᾨδὴ η´.
Ἐν καμίνῳ Παῖδες.
Ῥητορεύει πάνσοφος δυάς, ἐνώπιον ἀνόμων, τὴν σάρκωσιν τοῦ ὀφθέντος, δι᾿ ἡμᾶς ἐπὶ τῆς γῆς, Λόγου ὑπὲρ ἔννοιαν, καὶ βασάνων πᾶσαν πεῖραν ὑποστᾶσα, Μαρτύρων ταῖς ἀγέλαις νῦν συναριθμεῖται, εἰς πάντας τοὺς αἰῶνας.
Ἱερεῖα ὥσπερ ἱερά, ὀπτώμενοι λαμπάσι, τὸ ὄμμα πρὸς τὸν Θεόν, σώζειν δυνάμενον ὑμᾶς, ἐτείνατε Μάρτυρες, μελῳδοῦντες· Πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Δεδεμένοι Μάρτυρες σοφοί, καὶ πίσσῃ κεχρισμένοι, ἐν βόθρῳ πυρακτωθέντι, ὑπεβλήθητε ὁμοῦ, ἐνθέως κραυγάζοντες· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Ἀπειράνδρως τέτοκας Θεόν, ἡμῖν ὁμοιωθέντα, Παρθένε, ὃν· ἐκδυσώπει, παναμώμητε ἀεί, σῶσαι τοὺς κραυγάζοντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ὁ Εἱρμός.
«Ἐν καμίνῳ Παῖδες Ἰσραήλ, ὡς ἐν χωνευτηρίῳ, τῷ κάλλει τῆς εὐσεβείας, καθαρώτερον χρυσοῦ, ἀπέστιλβον λέγοντες· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».
ᾨδὴ θ´.
Τύπον τῆς ἁγνῆς λοχείας σου.
Ἵνα στέφος ἀμαράντινον, καὶ φωταυγὴ παστάδα καὶ ὄλβον ἄσυλον, Μάρτυρες Χριστοῦ, ἐν οὐρανοῖς ἀπολάβητε, ἐν καμίνῳ καὶ λάκκῳ ἐβλήθητε, ἐν τούτῳ μακαρίως, τελειωθέντες ἀξιάγαστοι.
Ὥσπερ προσφοραὶ ὁλόκληροι, τῷ Βασιλεῖ τῶν ὅλων ἀνεκομίσθητε, Μάρτυρες Χριστοῦ, διὰ πυρὸς τελειούμενοι, καὶ λαμπρᾷ ὁμηγύρει συνήφθητε, τῶν ἄνω στρατευμάτων· μεθ᾿ ὧν ὑμᾶς ἀεὶ γεραίρομεν.
Σῶμα καὶ ψυχὴν προσήξατε, θυσίαν ὄντως ζῶσαν Μεγαλομάρτυρες, τῷ ὑπὲρ ἡμῶν, Χριστῷ τυθέντι ὡς πρόβατον, καὶ σκηναῖς πρωτοτόκων εὐφραίνεσθε, Ἀλέξανδρε θέοφρον, καὶ Ἀντωνίνα ἀξιάγαστε.
Θεοτοκίον.
Φῶς μοι τῳ κειμένῳ Πάναγνε, ἐν ἀμελείας σκότει νῦν ἐξανάτειλον, τὰ τυφλοῦντά μου, τὸν λογισμὸν νέφη λύουσα, καὶ εἰρήνην βαθεῖαν πανάμωμε, ἀεὶ ἐργαζομένη, ἐν τῇ ψυχῇ μου του δοξάζειν σε.
Ὁ Εἱρμός.
«Τύπον τῆς ἁγνῆς λοχείας σου πυρπολουμένη Βάτος ἔδειξεν ἄφλεκτος· καὶ νῦν καθ᾿ ἡμῶν, τῶν πειρασμῶν ἀγριαίνουσαν, κατασβέσαι αἰτοῦμεν τὴν κάμινον, ἵνα σὲ Θεοτόκε, ἀκαταπαύστως μεγαλύνωμεν».
Καὶ ἡ λοιπὴ Ἀκολουθία, καὶ Ἀπόλυσις.