Τῌ Ι» ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΦΕΒΡΟΥΑΡΙΟΥ

Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Χαραλάμπους τοῦ Θαυματουργοῦ.

ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς» καὶ ψάλλομεν Στιχηρά, Προσόμοια τρία, δευτεροῦντες τὸ πρῶτον.

Ἦχος α«

Τῶν οὐρανίων ταγμάτων

Τῶν οὐρανίων τὰ κάλλη ποθήσας Ἔνδοξε, καὶ τῷ Χριστῷ συνεῖναι, μέτ» Ἁγίων Ἀγγέλων, παντοίας τὰς βασάνους ὑπέστης στερρῶς, καὶ τυράννων ὠμότητα, καὶ μαρτυρήσας γενναίως ὑπὲρ Χριστοῦ, συνευφραίνῃ τοῖς Μαρτύρων χοροίς.

Ἦχος α»

Μαρμαρυγαῖς ἀκηράτοις καταστραπτόμενος, τοῦ νοητοῦ Ἡλίου, ὦ Χαράλαμπες μάκαρ, ὁλόφωτος ἐδείχθης Μάρτυς Χριστοῦ, ἱερεὺς τ᾽ ἐννομώτατος· διὸ Χριστῷ συνυπάρχων ἐν οὐρανοῖς, ὑπὲρ κόσμου παντὸς πρέσβευε.

Ἦχος α«

Τῶν ἀθλοφόρων χορείαις συναυλιζόμενος, ἐν οὐρανοῖς Τρισκάκαρ, παρεστώς τε τῇ θείᾳ, Τριάδι τῇ ἀνάρχῳ μνείαν ποιοῦ, τῶν τελούντων τὴν μνήμην σου, καὶ τήν πανσέβαστον κάραν σου εὐλαβῶς, προσκυνούντων μετὰ πίστεως.

Δόξα... Ἦχος β»

Ἡ Ἐκκλησία σήμερον πανηγυρίζει μυστικῶς, νέαν στολὴν ἐνδυσαμένη, ὡς πορφύραν καὶ βύσσον, τὸ αἷμα τοῦ Ἀθλοφόρου Χαραλάμπους· τοῦτον γὰρ ἐν εὐσεβείᾳ ἐκθρεψαμένη, θυσίαν ἄμωμον δεκτὴν καὶ εὐάρεστον, Χριστῷ προσήγαγε. Διὸ ὁ νικητὴν τοῦτον τῶν παρανόμων ἀναδείξας, Χριστὲ ὁ Θεός, καὶ στεφανώσας καὶ δοξάσας, καὶ ἡμῖν κατάπεμψον, ταῖς αὐτοῦ πρεσβείαις, τὸ μέγα ἔλεος.

Καὶ νῦν... Ἦχος β«

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μήτηρ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια.

Ἦχος β»

Οἶκος τοῦ Ἐφραθᾶ

Σύμπασα ἡ Ἑλλάς, ἐνθέως νῦν ἀγάλλου, κατέχουσα ἐν κόλποις, τὴν σεβάσμιον κάραν, τὴν τοῦ Ἱερομάρτυρος. Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ ὁ Θεὸς Ἰσραὴλ αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ· εὐλογητὸς ὁ Θεὸς

Ἦχος β«

Ὢ θαύματος φρικτοῦ! ὢ τεραστίου ξένου! ὀστᾶ γὰρ τῶν Μαρτύρων, ἰάσεις ἐκτελοῦσι, καὶ θαύματα παράδοξα. Στίχ. Δίκαιος ὡς φοίνιξ ἀνθήσει, ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.

Ἦχος β»

Στίφει νῦν τῶν Πιστῶν, καὶ τῆς Ἑλλάδος παῖδες, ἀσπάσασθε προθύμως, τοῦ θείου Χαραλάμπους, τὴν κάραν τὴν σεβάσμιον.

Δόξα... Καὶ νῦν... Ἦχος β«

Οἶκος τοῦ Ἐφραθᾶ

Πάγχρυσε κιβωτέ, καὶ στάμνε μανναδόχε, Μαρία Θεοτόκε, τὸν σὸν Υἱὸν δυσώπει, τοῦ σῶσαι τὰς ψυχὰς ἡμῶν.

Ἀπολυτίκιον

Ἦχος δ»

Ταχὺ προκατάλαβε

Ὡς στῦλος ἀκλόνητος, τῆς Ἐκκλησίας Χριστοῦ, καὶ λύχνος ἀείφωτος τῆς οἰκουμένης σοφέ, ἐδείχθης Χαράλαμπες, ἔλαμψας ἐν τῷ κόσμῳ, διὰ τοῦ μαρτυρίου, ἔλυσας τῶν εἰδώλων, τὴν σκοτόμαιναν μάκαρ· διὸ ἐν παρρησίᾳ Χριστῷ, πρέσβευε σωθῆναι ἠμας.

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

Μετὰ τὸν Προοιμιακόν, στιχολογοῦμεν τὴν α» στάσιν τοῦ α» Καθίσματος τοῦ Ψαλτηρίου. Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς» καὶ ψάλλομεν τὰ παρόντα προσόμοια Στιχηρά.

Στιχηρὰ Προσόμοια τοῦ Ἁγίου Ἱερομάρτυρος

Ἦχος πλ. β«

Ὅλην ἀποθέμενοι

Ὅλος ἐκ νεότητος, ἀνατεθεὶς τῷ Δεσπότῃ, τοῦτον ἐπεπόθησας, καὶ αὐτοῦ τοῖς ἴχνεσιν ἠκολούθησας· καθαρθεὶς πάσης δέ, τῶν παθῶν κηλῖδος, θείαν χάριν κατεπλούτησας, τελεῖν ἰάματα, καὶ θαυματουργεῖν τὰ παράδοξα, καὶ Μάρτυς ἐχρημάτισας, πάσαις προσβολαῖς τῶν κολάσεων, ἀκλόνητος μείνας, δυνάμει τοῦ τυθέντος ἐν Σταυρῷ, ὃν ἐκτενῶς καθικέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἦχος πλ. β»

Ἥλοις προσηλούμενος, σοῦ τὸ μακάριον σῶμα, τὸ καρτερικώτατον, ἀθλητὰ Χαράλαμπες, καὶ ἀήττητον, τὴν ψυχὴν ἄτρεπτον, καὶ τὸν νοῦν ἄσυλον, διετήρεις συντριβόμενος· θεῖος γὰρ ἔρως σε, ἔνδοθεν πλουσίως ἀνέφλεγε, καὶ φέρειν τῶν κολάσεων, ἅπασαν ἰδέαν ἠρέθιζε, Μάρτυς ἀθλοφόρε, Χριστοῦ, τῶν παθηματων κοινωνέ, ὃν παρρησίᾳ ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἦχος πλ. β«

Χαρὰν τὴν ὑπέρλαμπρον, καὶ τὴν ὑπέρτιμον δόξαν, ἀθλήσας κεκλήρωσαι, καὶ τὴν αἰωνίζουσαν ἀγαλλίασιν, Ἱερεῦ Ὅσιε, ἀθλητὰ τίμιε, Στρατιῶτα γενναιότατε, ὁ τὰ στρατεύματα, καὶ τὰς παρατάξεις τοῦ δράκοντος, αἱμάτων σου τοῖς ῥεύμασιν, ἄρδην κατακλύσας τῇ χάριτι, καὶ θείᾳ ἐντεύξει, νεκροὺς ἐξαναστήσας ἀληθῶς, καὶ παρρησίᾳ δεόμενος, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἔτερα Στιχηρὰ τοῦ Ἁγίου Ἱερομάρτυρος

Ἦχος δ»

Ἔδωκας σημείωσιν

Ἔδωκας τὸ σῶμά σου, πρὸς τὰς βασάνους ἀοίδιμε, τὴν ψυχὴν δὲ ἐτήρησας, ἄμωμον ἀκίβδηλον, πάσης ἁμαρτίας, καὶ τῆς δυσσεβείας, τῶν παρανόμων αἰκιστῶν, καὶ ἀνυψώσας τὸν νοῦν μετάρσιον, πανόλβιε Χαράλαμπες, πρὸς τὸν Δεσπότην καὶ Πλάστην σου, κατοικεῖν κατηξίωσαι, εἰς παστάδα οὐράνιον.

Ἦχος δ«

Ἔδωκας τοῖς δούλοις σου, τὸν σὸν θεράποντα Κύριε, Χαραλάμπη τὸν ἔνδοξον, ἴασιν ἀλάθητον, νόσων πολυτρόπων, καὶ παραμυθίαν, τῶν συμφορῶν καὶ λυπηρῶν, καὶ καθαιρέτην τῆς πλάνης μέγιστον· διὸ σου τὴν φιλάνθρωπον, οἰκονομίαν δοξάζομεν, πολυεύσπλαγχνε Κύριε, καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

Ἦχος δ»

Χάριν ἣν περ εἴληφας, παρὰ Θεοῦ ὑπὲρ ἔννοιαν, ἀθλοφόρε Χαράλαμπες, χάρις τῶν ἰάσεων, πᾶσι παρεμφαίνει, καὶ τῶν θαυμασίων, ἡ ἀναρίθμητος πληθύς, τὰς δωρεάς σου κηρύττει Ἅγιε, ἃς ὄντως ὑπὲρ λόγον τε, καὶ νοῦν ἀπείληφας ἔνδοξε, πρὸς Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, τῶν Μαρτύρων ἀγλάϊσμα.

Δοξαστικὸν

Ἦχος δ«

Ἔθυσας τῷ Θεῷ θυσίαν αἰνέσεως Ἱερουργῶν τῷ Δεσπότῃ καὶ Κτίστῃ σου, ὡς ἱερεὺς ἐννομώτατος, οὗ καὶ τοῦ πάθους γέγονας μιμητής, θεόφρον Χαράλαμπες· σεαυτὸν γὰρ θυσίαν εὐπρόσδεκτον προσήγαγες, τῷ διὰ σὲ θυσίαν ἑαυτόν, τῷ Θεῷ καὶ Πατρὶ προσαγαγόντι. Διὸ συναγάλλῃ αὐτῷ εἰς οὐρανίους σκηνώσεις, ἐν Ἐκκλησίᾳ τῶν πρωτοτόκων ᾧ καὶ πρεσβεύεις ἀδιαλείπτως, ἵνα ῥυσθῶμεν ὀργῆς καὶ θλίψεως, οἱ τιμῶντές σου τὴν πανέορτον μνήμην, καὶ πόθῳ ζέοντι προσκυνοῦντες τὴν σὴν Κάραν, τὴν ἄπειρα θαύματα βρύουσαν, καὶ λοιμώδη νόσον ἐκ ποδῶν ποιουμένην, σωτηρίαν τε καὶ ἴασιν ἡμῖν βραβεύουσαν.

Θεοτοκίον

Ἦχος δ»

Ὁ διὰ σὲ θεοπάτωρ προφήτης Δαυΐδ, μελῳδικῶς περὶ σοῦ προανεφώνησε, τῷ μεγαλεῖά σοι ποιήσαντι. Παρέστη ἡ Βασίλισσα ἐκ δεξιῶν, σου· Σὲ γὰρ μητέρα πρόξενον ζωῆς ἀνέδειξεν, ὁ ἀπάτωρ ἐκ σοῦ ἐνανθρωπῆσαι εὐδοκήσας Θεός, ἵνα τὴν ἑαυτοῦ ἀναπλάσῃ εἰκόνα, φθαρεῖσαν τοῖς πάθεσι, καὶ τὸ πλανηθὲν ὀρειάλωτον εὑρὼν πρόβατον, τοῖς ὤμοις ἀναλαβών, τῷ Πατρὶ προσαγάγῃ, καὶ τῷ ἰδίω θελήματι ταῖς οὐρανίαις συνάψῃ Δυνάμεσι, καὶ σώσῃ, Θεοτόκε, τὸν κόσμον, Χριστὸς ὁ ἔχων τὸ μέγα, καὶ πλούσιον ἔλεος.

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα (Κεφ. 43, 9, 14) Τάδε λέγει Κύριος· Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τὶς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς τὶς ἀκουστὰ ποιήσει; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν, καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην ἵνα γνῶτε καὶ πιστεύσητέ μοι, καὶ συνῆτε, ὅτι ἐγὼ εἰμι· ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μέτ» ἐμὲ οὐκ ἔσται. Ἐγὼ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα· ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος· ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός. Ὅτι ἀπ» ἀρχῆς ἐγὼ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ τὶς ἀποστρέψει αὐτό; οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ ἅγιος Ἰσραήλ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. 3, 1–9) Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ» ἡμῶν πορεία σύντριμμα, οἱ δὲ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτους, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν, αὐτούς, καὶ ὡς ὁλοκαρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τούς αἰῶνας. Οἱ πεποιθότες ἐπ» αὐτὸν συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. 5, 15–23 & 6, 1–3) Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν, συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ» αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως καὶ λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς καὶ σύνετε, μάθετε δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν. Ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Εἰς τὴν Λιτήν, Στιχηρὰ Ἰδιόμελα. Ἦχος α" Εὐφραίνεσθε ἐν Κυρίῳ πόλεις τῆς Ἑλλάδος, καὶ σκιρτήσατε ἀγαλλόμεναι, τὴν κάραν τοῦ μεγαλομάρτυρος Χαραλάμπους, ἐν κόλποις κατέχουσαι, ὡς θησαυρὸν βαθυτάλαντον καὶ ἀνεξάλειπτον· μεθ» ὧν καὶ ἡμεῖς ὁσημέραι, ἀπαρυόμενοι ἐξ αὐτῆς τὰ τῶν ἰάσεων ῥεῖθρα, τῆς πανώλους λοιμικῆς ἀπαλλαττόμεθα νόσου, εὐχαριστοῦντες Θεῷ, τῷ κηδεμόνι καὶ Σωτῆρι τῶν ψυχῶν, καὶ τῶν σωμάτων ἡμῶν. Ὁ αὐτὸς Τὸν θεῖον ἀγῶνα καλῶς ἀγωνισάμενος Μάρτυς Χαράλαμπες, τῆς οὐρανῶν βασιλείας οἰκήτωρ γέγονας, καὶ πρεσβεύεις ὑπὲρ τοῦ κόσμου παναοίδιμε, τὸ δὲ καρτερικώτατόν σου σῶμα, ἐν τῇ γῇ κατέλιπες, ἴαμα σωτήριον τοῖς αὐτῷ προσιοῦσι καὶ ἁπτομένοις μετὰ πόθου, τὴν δὲ πάντιμόν σου κάραν, ἡ Ἑλλὰς ἐκτήσατο πλοῦτον ἀδάπανον, καὶ θησαυρὸν πολύτιμον, δι» ἧς τῶν ὄντως ἐφετῶν τυγχάνει, καὶ τῶν ἐναντίων ἐκλυτροῦται, ἐπισκιάσει τῆς ἐν σοὶ θείας χάριτος. Ὁ αὐτὸς Πίστει καὶ πόθῳ ἀναφλεχθείς, τῷ πρὸς τὸν Δεσπότην σου ζέοντι, καὶ τῷ μαρτυρίῳ τῷ ὑπὲρ Χριστοῦ, ὥσπερ κλίμακι χρησάμενος, ἀνῆλθες πρὸς οὐρανίους λειμῶνας· κἀκεῖθεν τῇ θεόθεν δοθείσῃ σοι χάριτι, ἐποπτεύεις τοὺς τελοῦντας τὴν σεβάσμιον μνήμην σου, καὶ τοὺς σοὺς γεραίροντας ἀγῶνας, καὶ τὴν σὴν πάντιμον κάραν κατασπαζομένους, Μάρτυς Χαράλαμπες. Ὁ αὐτὸς Τὰ τοῦ πονηροῦ ἠκονημένα βέλη, ἀπήμβλυνας Ἅγιε, τῇ τῶν σῶν ἄθλων ἀντιτυπίᾳ καὶ κατῄσχυνας ὄφιν τὸν ἀρχέκακον, καὶ τὸ τούτου ὄργανον, Σεβῆρον τὸν ἀσεβέστατον. Ἀκλινεῖ γὰρ διανοίᾳ τῇ πέτρᾳ ἐρηρεισμένος τῆς πίστεως, ἀδιάσειστος ἔμεινας· διὸ αἱ ἀντιφάσεις τῆς ἀσεβείας, οὐ κατίσχυσαν περιτρέψαι τὴν στερράν σου εὐσέβειαν. Ἀνθ» ὧν ἐν οὐρανοῖς συγχορεύεις Ἀγγέλοις, καὶ πρεσβεύεις ἀδιαλείπτως, ὑπὲρ τῶν πίστει καὶ πόθῳ τιμώντων ἐν ᾄσμασι, τὴν πανσεβάσμιον κάραν σου. Ὁ αὐτὸς Μεγαλομάρτυς Ἀθλητὰ τοῦ Χριστοῦ, Χαράλαμπες γενναιότατε, σὺ ῥωμαλέῳ φρονήματι, τὸν ὄντως Θεὸν μεγαλοφώνως ἐν σταδίῳ ἐκήρυξας, τῶν παρόντων καταφρονήσας ὡς προσκαίρων. Καὶ νῦν ἐν οὐρανοῖς ἐπαγαλλόμενος, σὺν τοῖς χοροῖς τῶν Ἀγγέλων, ἀπαύστως τὸν Χριστόν, ὃν Υἱὸν Θεοῦ παρρησίᾳ ὡμολόγησας, ἱκέτευε εἰρηνεῦσαι τὸν κόσμον, καὶ τὴν πανώλεθρον λοιμικὴν νόσον ἐξ ἀνθρώπων ποιῆσαι, ἐκ κινδύνων λυτρούμενον, ἡμᾶς παντοίων ἀεί, τοὺς ἐν πίστει καὶ πόθῳ ἀσπαζομένους τήν σεβάσμιον κάραν σου, καὶ τὴν ἁγίαν σου μνήμην ἑορτάζοντας. Ὁ αὐτὸς Ῥωμαλεότητι φρενῶν ὠχυρωμένος θεσπέσιε, τὰς βασάνους τῶν ἀθέων εἰς οὐδὲν ἐλογίσω, ἀλλ» ἀνδρείως ὥρμησας πρὸς τὰ σκάμματα, τῷ δὲ θείῳ Πνεύματι λαμπρυνθείς τὴν διάνοιαν, βασιλέα παρανομώτατον ἤλεγξας, καὶ τὴν ὀρθόδοξον πίστιν ἐκράτυνας. Καὶ νῦν ἐν οὐρανοῖς τὰ γέρα τῶν σῶν πόνων κομισάμενος, ἀπαύστως δοξολογεῖς τὴν Ἁγίαν Τριάδα, καὶ πρεσβεύεις ὑπὲρ τῶν πίστει καὶ πόθῳ τιμώντων, τὴν σεβάσμιον κάραν σου. Δόξα... Ἦχος πλ. α" Δεῦτε φιλομάρτυρες πάντες, εὐωχηθῶμεν ἐν τῇ πανσέπτῳ πανηγύρει τοῦ Ἀθλοφόρου, καὶ πνευματικῶς πανηγυρίσωμεν· Σήμερον γὰρ συγκαλεῖται ἡμᾶς, ἡ πανσεβάσμιος πανήγυρις, Χαραλάμπους τοῦ Ἱερομάρτυρος, τράπεζαν ἡμῖν παρατιθεμένη, τὰς ἀριστείας τῶν παλαισμάτων αὐτοῦ, καὶ τὴν πανεύφημον αὐτοῦ Κεφαλήν, ἰάματα ὡς νάματα βλύζουσαν, πᾶσι τοῖς πιστῶς αὐτῇ προσιοῦσι, καὶ ἀρυομένοις ἐξ αὐτῆς ἴασιν, ψυχῶν τε καὶ σωμάτων, καὶ δεινῶν ἀπαλλαγήν, καὶ τὸ μέγα ἔλεος. Καὶ νῦν ... Θεοτοκίον Σὲ δυσωποῦμεν, ὡς Θεοῦ Μητέρα, εὐλογημένη, πρέσβευε σωθῆναι ἡμᾶς.

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια. Ἦχος α» Πανεύφημοι Μάρτυρες Πανεύφημε Μάρτυς τοῦ Χριστοῦ, ἀθλητὰ Χαράλαμπες, σὺ τὸν Χριστὸν ἀνεκήρυξας, Θεὸν καὶ ἄνθρωπον, μέσον τοῦ σταδίου· διὸ καὶ ἠγώνισαι, κατὰ τῶν ἀντιπάλων ῥωννύμενος, σθένει τοῦ Πνεύματος, καὶ τὸν στέφανον ἀπείληφας· ὅθεν πάντες τὴν κάραν σου σέβομεν. Στίχ. Δίκαιος ὡς φοίνιξ ἀνθήσει, ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται Ἀβρύνεται σήμερον Ἑλλάς, πᾶσα ἡ χριστώνυμος· κάραν τὴν σὴν γὰρ ἐκτήσατο, ὡς κρήνην βρύουσαν, ἰαμάτων ῥεῖθρα, καὶ πλοῦτον ἀδάπανον, καὶ χάριν κενουμένην μηδέποτε, νόσους τ» ἐλαύνουσαν, λοιμικήν τε τὴν πολύφθορον, ἐξ ἀνθρώπων τῶν μακαριζόντων σε. Στίχ. Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ, ἐθαυμάστωσεν πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς Νεκρὸν ἀναστήσας δι» εὐχῆς, ἀσεβεῖς κατέπτηξας, ἐξ ὧν καὶ πλείστους προσήγαγες, Χριστῷ Πανόλβιε, καὶ τὸν δαιμονῶντα, εὐθὺς ἰασάμενος, Γαλήνην Βασιλίδα ἀνείλκυσας, τῆς πλάνης δαίμονος, καὶ Χριστῷ ταύτην προσήγαγες, ἐστεμμένην ὡς παρθενομάρτυρα.

Δοξαστικὸν

Ἦχος δ"

Τὸν νοερὸν ἀδάμαντα, τῆς ὑπομονῆς ἀδελφοί, τὸν γενναιότατον ἀθλητήν, τὸν δυσὶ στέμμασι κατεστεμμένον, Ἱερωσύνης καὶ ἀθλήσεως, παρὰ τῆς δεξιᾶς τοῦ παντάνακτος Θεοῦ, Χαραλάμπη, τὸν ἐν Μάρτυσι μέγιστον εὐφημήσωμεν· Οὗτος γὰρ τὸν ἀλάστορα καταπαλαίσας, τρόπαιον μέγα κατὰ πλάνης ἀνεστήσατο. Καὶ νῦν ἐν οὐρανοῖς τόν Θεὸν ἐξαιτεῖται, ἄφεσιν ἁμαρτιῶν ἡμῖν παρασχεῖν, καὶ παντοίων νόσων ἀπαλλαγήν, τοῖς θερμῶς προστρέχουσιν αὐτῷ, καὶ τὴν ἁγίαν αὐτοῦ Κάραν εὐλαβῶς ἀσπαζομένοις, καὶ τὴν ἐτήσιον αὐτοῦ μνήμην μετὰ πόθου τελοῦσι, καὶ αἰτουμένοις δι» αὐτοῦ τὸν Θεὸν ἱλασμόν, καὶ τὸ μέγα ἔλεος.

Θεοτοκίον

Ἦχος δ«

Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου φύλαττε, εὐλογημένη Θεοτόκε, ἵνα σε δοξάζωμεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

Ἀπολυτίκιον

Ἦχος δ»

Ταχὺ προκατάλαβε

Ὡς στῦλος ἀκλόνητος, τῆς Ἐκκλησίας Χριστοῦ, καὶ λύχνος ἀείφωτος τῆς οἰκουμένης σοφέ, ἐδείχθης Χαράλαμπες, ἔλαμψας ἐν τῷ κόσμῳ, διὰ τοῦ μαρτυρίου, ἔλυσας τῶν εἰδώλων, τὴν σκοτόμαιναν μάκαρ· διὸ ἐν παρρησίᾳ Χριστῷ, πρέσβευε σωθῆναι ἠμας.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α» Στιχολογίαν, Κάθισμα

Ἦχος γ"

Θείας πίστεως

Ἔργοις ἔλαμψας τῆς εὐσεβείας, πλάνην ἔσβεσας κακοδοξίας, ὡς τοῦ Χριστοῦ στρατιώτης Χαράλαμπες, καὶ παρανόμων τὰς φάλαγγας ᾔσχυνας, τροπαιοφόρος παμμάκαρ γενόμενος, Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος. Θεοτοκίον Θαῦμα μέγιστον! πῶς ἐν ἀγκάλαις, σὺ ἐβάστασας Παρθενομῆτορ, τὸν ἐν δρακὶ αὐτοῦ τὰ πάντα συνέχοντα, καὶ ἐκ μαζῶν σου ἐξέθρεψας γάλακτι, τὸν τροφοδότην καὶ πλάστην τῆς φύσεως, Κόρη πάναγνε, αὐτὸν ἐκτενῶς ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Μετὰ τὴν β» Στιχολογίαν, Κάθισμα

Ἦχος δ"

Ἐπεφάνης σήμερον

Ὡς φωστὴρ ἀνέτειλας ἐκ τῆς Ἑῴας, καὶ πιστοὺς ἐφώτισας, ταῖς τῶν θαυμάτων σου βολαῖς, Ἱερομάρτυς Χαράλαμπες· ὅθεν τιμῶμεν τὰ θεῖά σου λείψανα. Δόξα... Ὅμοιον Ἱερὸν τὸ Πνεῦμά σε Ἱερομάρτυς, Ἱερῶς ἀνέδειξε, τὸ Ἱερὸν θῦμα σοφέ, προσενεχθὲν ἱερώτατε, τῷ θείῳ λόγῳ, ᾧ θείως δεδόξασαι. Καὶ νῦν ... Θεοτοκίον Μωϋσῆς ἑώρακε πυρφόρον βάτον, σὲ τὸ πῦρ βαστάσασαν, τὸ τὰς ψυχὰς φωταγωγοῦν, καὶ μὴ φλεχθεῖσαν Πανάμωμε, δρόσου δὲ μᾶλλον, πλησθεῖσαν τῆς χάριτος.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα

Ἦχος γ"

Τὴν ὡραιότητα

Τὴν καθαρότητα Μάρτυς τοῦ βίου σου, καὶ τὸ ὑπέρλαμπρον τοῦ μαρτυρίου σου, καταπλαγεῖσα ἡ Ἑλλάς, βοᾷ σοι εὐφραινομένη. Σήμερον τιμῶμέν σου, κεφαλὴν τὴν σεβάσμιον, θραῦσον τὰ φρυάγματα, τῶν ἐχθρῶν ἡμῶν Ἅγιε, καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν κινδύνων, καὶ νοσημάτων τοὺς ὑμνοῦντάς σε. Θεοτοκίον Τὴν ἀπειρόγαμον θεογεννήτριαν, τὴν τὸν ἀχώρητον γαστρὶ χωρήσασαν, καὶ τὸν τροφέα τοῦ παντός, τῷ γάλακτι θρεψαμένην, μόνην ἐξισχύσασαν, τῆς κατάρας λυτρώσασθαι, γένος τὸ ἀνθρώπινον, τὴν πανάχραντον Δέσποιναν, ὑμνήσωμεν συμφώνως βοῶντες· Χαῖρε ἡ Κεχαριτωμένη.

Προκείμενον Ἦχος δ« Δίκαιος ὡς φοίνιξ ἀνθήσει, ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται Στίχ. Πεφυτευμένοι ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσουσιν

Δόξα... Ἦχος β» Ταῖς τοῦ Ἀθλοφόρου... Καὶ νῦν ... Ταῖς τῆς Θεοτόκου... Στίχ. Ἐλέησόν με ὁ Θεός... Ἰδιόμελον, Ἦχος πλ. β« Φάλαγγα θεοστεφῆ, φωτοφανοῦς Μάρτυρος, ὑπὲρ Χριστοῦ τυθεῖσαν προθύμως, τὸν ἁγιόλεκτον συνασπισμόν, τοῦ Ἱερομάρτυρος Χαραλάμπους, φιλομάρτυρες δεῦτε τιμήσωμεν, καὶ τὴν πανίερον μνήμην αὐτοῦ πνευματικῶς τελέσαντες, πρὸς αὐτὸν βοήσωμεν· Τῆς λοιμικῆς ἀπειλῆς, τὸν εὐσεβόφρονα λαόν σου ἐλευθέρωσον, καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης περιστάσεως.

Κανών α», ᾨδὴ α», τῆς Θεοτόκου

Ἦχος πλ. δ»

Ὁ Εἱρμὸς

Ὑγρὰν διοδεύσας ὡσεὶ ξηράν, καὶ τὴν αἰγυπτίαν μοχθηρίαν διαφυγών, ὁ Ἰσραηλίτης ἀνεβόα· τῷ Λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν. Πολλοῖς συνεχόμενος πειρασμοῖς, πρὸς σὲ καταφεύγω, σωτηρίαν ἐπιζητῶν· Ὦ Μῆτερ τοῦ Λόγου καὶ Παρθένε, τῶν δυσχερῶν καὶ δεινῶν με διάσωσον. Παθῶν με ταράττουσι προσβολαί, πολλῆς ἀθυμίας, ἐμπιπλῶσαί μου τὴν ψυχήν, εἰρήνευσον, Κόρη, τῇ γαλήνῃ, τῇ τοῦ Υἱοῦ καὶ Θεοῦ σου, Πανάμωμε. Σωτῆρα τεκοῦσάν σε καὶ Θεόν, δυσωπῶ, Παρθένε, λυτρωθῆναί με τῶν δεινῶν· σοὶ γὰρ νῦν προσφεύγων ἀνατείνω, καὶ τὴν ψυχὴν καὶ τὴν διάνοιαν. Νοσοῦντα τὸ σῶμα καὶ τὴν ψυχήν, ἐπισκοπῆς θείας, καὶ προνοίας τῆς παρὰ σοῦ, ἀξίωσον, μόνη Θεομῆτορ, ὡς ἀγαθὴ ἀγαθοῦ τε λοχεύτρια.

Κανών α», ᾨδὴ α», τοῦ Ἁγίου Ἱερομάρτυρος

Ἦχος πλ. β"

Ὁ Εἱρμὸς

«Ὡς ἐν ἠπείρῳ πεζευσας ὁ Ἰσραήλ, ἐν ἀβύσσῳ ἴχνεσι, τὸν διώκτην Φαραώ, καθορῶν ποντούμενον, Θεῷ ἐπινίκιον ᾠδήν, ἐβόα ᾄσωμεν». Χοροβατῶν εὐφροσύνως τὰ νοητά, οὐρανῶν σκηνώματα, καὶ λαμπόμενος φωτί, ἀνεσπέρῳ ῥῦσαί με παθῶν, ταῖς πρεσβείαις σου Σοφέ, ὅπως ὑμνήσω σε. Ἡ φωτοφόρος σου μνήμη ἡλιακάς, ἀπαστράπτει χάριτας, καὶ φωτίζει τοὺς πιστῶς, ἐν αὐτῷ τιμῶντάς σε χαρᾶς, λαμπροτάτης ἀληθῶς, Μάρτυς ἐπώνυμε. Ταῖς τῶν αἱμάτων ῥανίσι τὴν ἁλμυράν, ἀπιστίας θάλασσαν, κατακλύσας ποταμός, εὐσεβείας γέγονας Χριστοῦ, καταρδεύων ἀληθῶς, τὴν Ἐκκλησίαν ἀεί. Θεοτοκίον Ἁμαρτιῶν καταιγίδες καὶ λογισμῶν, ἐναντία κύματα, καὶ παθῶν ἐπαγωγαί, ἐπ» ἐμὲ διήλθοσαν, τῇ σῇ, Θεοτόκε κραταιᾷ πρεσβείᾳ, σῶσόν με.

Κανών β», ᾨδὴ α», τοῦ Ἱερομάρτυρος

Ἦχος δ"

Ὁ Εἱρμὸς

«Ἀνοίξω τὸ στομα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα». Τὴν κάραν τὴν πάνσεπτον, καὶ τὰ παλαίσματα Κύριε, ὑμνεῖν ἐφιέμενος, τοῦ σοῦ θεράποντος, θείαν ἔλλαμψιν, ἐξ ὕψους ἐξαιτοῦμαι, δι» ἧς ἀναμέλψασθαι, ταῦτα δυνήσομαι. Σεβῆρον τὸν ἄθεον, τὸν ὠρυόμενον λέοντα, καθεῖλες Χαράλαμπες, σὺν Κρίσπῳ ἄφρονι, τὴν δυσσέβειαν, τὴν τούτων ἀπελέγξας, ἀνθ» ὧν ἐστεφάνωσαι, χειρὶ τοῦ Κτίστου σου. Βασίλειον κόσμον σε, ἡ Ἐκκλησία ἐκτήσατο, δαιμόνων διώκτην τε, θεῖε Χαράλαμπες, νοσημάτων τε, παντοίων ἐλατῆρα· διὸ ἑορτάζει σου, τὴν μνήμην Ἅγιε. Θεοτοκίον Μαρίαν τὴν ἄχραντον, καὶ Θεοτόκον ὑμνήσωμεν, τὸ ὄρος τὸ ἅγιον, στάμνον τὴν πάγχρυσον, τὴν βαστάσασαν, τὸ φύσει θεῖον μάννα, τὸ τρέφον ἑκάστοτε, πιστούς τῇ χάριτι. Καταβασία «Ἀνοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα».

Κανών α», ᾨδὴ γ», τῆς Θεοτόκου

Ἦχος πλ. δ"

Ὁ Εἱρμὸς

Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆτορ, σύ με στερέωσον, ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε. Προστασίαν καὶ σκέπην, ζωῆς ἐμῆς τίθημι, Σέ, Θεογεννῆτορ, Παρθένε, σύ με κυβέρνησον, πρὸς τὸν λιμένα σου, τῶν ἀγαθῶν ἡ αἰτία, τῶν πιστῶν τὸ στήριγμα, μόνη πανύμνητε. Ἱκετεύω, Παρθένε, τὸν ψυχικὸν τάραχον, καὶ τῆς ἀθυμίας τὴν ζάλην, διασκεδάσαι μου· σὺ γάρ, Θεόνυμφε, τὸν ἀρχηγὸν τῆς γαλήνης, τὸν Χριστὸν ἐκύησας, μόνη πανάχραντε. Εὐεργέτην τεκοῦσα, τὸν τῶν καλῶν αἴτιον, τῆς εὐεργεσίας τὸν πλοῦτον, πᾶσιν ἀνάβλυσον· πάντα γὰρ δύνασαι, ὡς δυνατὸν ἐν ἰσχύϊ, τὸν Χριστὸν κυήσασα, Θεομακάριστε. Χαλεπαῖς ἀρρωστίαις, καὶ νοσεροῖς πάθεσιν, ἐξεταζομένῳ, Παρθένε, σύ μοι βοήθησον· τῶν ἰαμάτων γάρ, ἀνελλιπῆ σε γινώσκω, θησαυρόν, Πανάμωμε, τὸν ἀδαπάνητον.

Κανών α», ᾨδὴ γ», τοῦ Ἁγίου Ἱερομάρτυρος

Ἦχος πλ. β"

Ὁ Εἱρμὸς

«Οὐκ ἔστιν Ἅγιος ὡς σύ, Κύριε, Ὁ Θεός μου, ὁ ὑψώσας τὸ κέρας, τῶν πιστῶν σου ἀγαθέ, καὶ στερεώσας ἡμᾶς, ἐν τῇ πέτρᾳ, τῆς ὁμολογίας σου». Οὐκ ἔστιν ὅλως ἐξειπεῖν, τῶν θαυμάτων τὰ πλήθη, ἅπερ ἔδρασας ἔτι, ἐν τῷ βίῳ περιών, καὶ πρὸς Θεὸν μετελθών, Ἀθλοφόρε, Μάρτυς ἀξιάγαστε. Δυνάμει θείᾳ κρατυνθείς, τὸ ἀνίσχυρον θράσος, τῶν ἀνόμων καθεῖλες, στρατιώτης ὡς στερρός, Χαράλαμπες ἀθλητά, ὡς ὁπλίτης θείας παρατάξεως. Αἱμάτων ῥεύσαντες κρουνοί, σοῦ τοῦ σώματος πᾶσαν, ἀσεβείας τὴν φλόγα, καὶ δεινὴν πυρκαϊάν, κατέσβεσαν, τῆς τρυφῆς, τὸν χειμάρρουν, σοὶ δὲ προεξένησαν. Θεοτοκίον Ἁγίων Ἅγιον Θεόν, τέτοκας Παναγία, ἁγιότητος οἶκος, δεδειγμένη καθαρός, καὶ Πύλη μόνος Χριστός, ἣν διῆλθε, σῴζων τὸ ἀνθρώπινον.

Κανών β», ᾨδὴ γ», τοῦ Ἱερομάρτυρος

Ἦχος δ"

Τοὺς σοὺς ὑμνολόγους

Τοὺς σοὺς ὑμνολόγους Θεοφόρε, πιστῶς συνελθόντας ἐν ναῷ, τὴν Κάραν προσκυνῆσαί σου, τὴν θείαν καὶ σεβάσμιον, φρούρει καὶ διαφύλαττε, σκανδάλων τοῦ πολεμήτορος. Νεκρὸν νεανίαν ἀναστήσας, δαιμόνων ὀφθείς τε ἐλατήρ, πλήθη βροτῶν ἐξέστησας, καὶ τῷ Χριστῷ προσήγαγες, μαρτυρικῷ ἐν αἵματι, χειρῶν ἁρπάσας τοῦ δράκοντος. Δεῦτε ἡ πληθὺς τῶν Χριστωνύμων, Κυρίου τὸν Μάρτυρα πιστῶς, αἰνέσωμεν καὶ στέψωμεν, αὐτοῦ τὴν Κάραν ᾄσμασι, πνευματικοῖς τὴν πάνσεπτον, πταισμάτων λύσιν ὡς εὕρωμεν. Θεοτοκίον Υἱὸν τοῦ Θεοῦ τὸν Θεὸν Λόγον, τὸν κόσμῳ ἀχώρητον παντί, ἐν τῇ γαστρὶ χωρήσασα, ἀγκάλαις σου ἐβάστασας, Παρθενομῆτορ ἄχραντε, Χριστιανῶν καταφύγιον. Καταβασία «Τοὺς σοὺς ὑμνολόγους, Θεοτόκε, ἡ ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας πνευματικόν, στερέωσον· καὶ ἐν τῇ θείᾳ δόξῃ Σου, στεφάνων δόξης ἀξίωσον».

Κάθισμα

Ἦχος γ«

Θείας πίστεως

Στῦλος ἄσειστος τῆς Ἐκκλησίας, λύχνος ἄσβεστος τῆς οἰκουμένης, Ἀθλοφόρε ἀνεδείχθης Χαράλαμπες, καὶ ἀναλάμψας ἡλίου φαιδρότερον, τὴν τῶν εἰδώλων ἐλαύνεις σκοτόμαιναν, Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος. Δόξα... Ἦχος α» Τὸν τάφον σου Σωτὴρ Τὰ στίφη τῶν πιστῶν, εὐσεβῶς συνελθόντα, τὸν Μάρτυρα Χριστοῦ, Χαραλάμπη τὸν μέγαν, ἀξίως εὐφημήσωμεν, εὐσεβείας τὸν πρόμαχον, ἀδαμάντινον, καὶ δυσσεβῶν καθαιρέτην, τὸν κηρύξαντα, Θεὸν τοῦ σύμπαντος κόσμου, Χριστὸν τὸν Θεάνθρωπον. Καὶ νῦν ... Θεοτοκίον Μαρία τὸ σεπτόν, τοῦ Δεσπότου δοχεῖον, ἀνάστησον ἡμᾶς, πεπτωκότας εἰς χάος, δεινῆς ἀπογνώσεως, καὶ πταισμάτων καὶ θλίψεων· σὺ γὰρ πέφυκας, ἁμαρτωλῶν σωτηρία, καὶ βοήθεια, καὶ κραταιὰ προστασία, καὶ σῴζεις τοὺς δούλους σου.

Κανών α», ᾨδὴ δ», τῆς Θεοτόκου

Ἦχος πλ. δ"

Ὁ Εἱρμὸς

Εἰσακήκοα, Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν Θεότητα. Τῶν παθῶν μου τὸν τάραχον, ἡ τὸν κυβερνήτην τεκοῦσα Κύριον, καὶ τὸν κλύδωνα κατεύνασον, τῶν ἐμῶν πταισμάτων, Θεονύμφευτε. Εὐσπλαγχνίας τὴν ἄβυσσον, ἐπικαλουμένῳ τῆς σῆς παράσχου μοι, ἡ τὸν εὔσπλαγχνον κυήσασα, καὶ Σωτῆρα πάντων, τῶν ὑμνούντων σε. Ἀπολαύοντες, Πάναγνε, τῶν σῶν δωρημάτων εὐχαριστήριον, ἀναμέλπομεν ἐφύμνιον, οἱ γινώσκοντές σε Θεομήτορα. Οἱ ἐλπίδα καὶ στήριγμα, καὶ τῆς σωτηρίας τεῖχος ἀκράδαντον, κεκτημένοι σε, Πανύμνητε, δυσχερείας πάσης, ἐκλυτρούμεθα.

Κανών α», ᾨδὴ δ», τοῦ Ἁγίου Ἱερομάρτυρος

Ἦχος πλ. β"

Ὁ Εἱρμὸς

«Χριστός μου δύναμις, Θεὸς καὶ Κύριος, ἡ σεπτὴ Ἐκκλησία θεοπρεπῶς, μέλπει ἀνακράζουσα, ἐκ διανοίας καθαρᾶς, ἐν Κυρίῳ ἑορτάζουσα». Ὡραῖος γέγονας, χρισθεὶς ἐν αἵματι, τῆς σεπτῆς μαρτυρίας καὶ καλλοναῖς, ταύτης κατηγλάϊσαι, Χαράλαμπες τῶν ἀθλητῶν, ἐγκαλλώπισμα καὶ στήριγμα. Δαιμόνων ξόανα, τῇ σῇ συνέτριψας, Ἀθλοφόρε, ἀνδρείᾳ, ναὸν σαυτόν, τοῦ Ἁγίου Πνεύματος, καὶ καρτερίας ἀψευδοῦς, στήλην δείξας καὶ ὑπόδειγμα. Εἰς ὕψος αἴροντες, τὰς χεῖρας Ἔνδοξε, οἱ τοῦ σκότους προστάται σοῦ τὰς πλευράς, ἔξεον τοῖς ὄνυξι, τὴν δι» αἰῶνος ἀληθῆ, προξενοῦντές σοι ἀπόλαυσιν. Θεοτοκίον Ἰσχὺς καὶ ὕμνησις, Χριστὸς ὁ Κύριος, ὁ ἐκ σοῦ ἀνατείλας ὑπερβολῇ, Πάναγνε χρηστότητος, καὶ λυτρωσάμενος ἡμᾶς, τῆς ἀρχαίας παραβάσεως.

Κανών β», ᾨδὴ δ», τοῦ Ἱερομάρτυρος

Ἦχος δ"

Ὁ καθήμενος ἐν δόξῃ

Λαμπρυνόμενος τῷ φέγγει, τοῦ Θεοῦ Μάρτυς ἔνδοξε, πρὸ βημάτων ἔστης, τῶν παρανομούντων ἀδείμαντος, καὶ τὸν Χριστὸν ἐλευθέρως ἀνεκήρυξας, Θεὸν τέλειον, φύσιν βροτῶν ἐνδυσάμενον. Μέγας ὄντως ἀνεδείχθη, θησαυρὸς καὶ πολύολβος, ἡ τιμία Κάρα, σοῦ τοῦ ἀηττήτου Χαράλαμπες, πολυποικίλους τὰς νόσους, τὴν πανώλην τε, ἀπελαύνουσα, νόσον δυνάμει τοῦ Πνεύματος. Θεοτοκίον Τὴν πανάχραντον Μαρίαν, Θεοτόκον ὑμνήσωμεν, τὴν γεννησαμένην, τῆς δικαιοσύνης τὸν Ἥλιον, τὴν ἐπουράνιον πύλην τὴν εἰσάγουσαν, τοὺς δοξάζοντας, ταύτην Θεοῦ εἰς βασίλεια. Καταβασία «Ὁ καθήμενος ἐν δόξῃ, ἐπὶ θρόνου Θεότητος, ἀνεδέξατό σε, ὥσπερ χρυσοπτέρυγα πέλειαν, εἰς οὐρανίους σκηνώσεις ἀνιπτάμενον, ὡς ἀήττητον, ἀγωνιστὴν καὶ περίδοξον».

Κανών α», ᾨδὴ ε», τῆς Θεοτόκου

Ἦχος πλ. δ"

Ὁ Εἱρμὸς

Φώτισον ἡμᾶς, τοῖς προστάγμασί σου, Κύριε, καὶ τῷ βραχίονί σου τῷ ὑψηλῷ, τὴν σὴν εἰρήνην, παράσχου ἡμῖν, φιλάνθρωπε. Ἔμπλησον, Ἁγνή, εὐφροσύνης τὴν καρδίαν μου, τὴν σὴν ἀκήρατον διδοῦσα χαράν, τῆς εὐφροσύνης, ἡ γεννήσασα τὸν αἴτιον. Λύτρωσαι ἡμᾶς, ἐκ κινδύνων, Θεοτόκε Ἁγνή, ἡ αἰωνίαν τεκοῦσα λύτρωσιν, καὶ τὴν εἰρήνην, τὴν πάντα νοῦν ὑπερέχουσαν. Λῦσον τὴν ἀχλύν, τῶν πταισμάτων μου, Θεόνυμφε, τῷ φωτισμῷ τῆς σῆς λαμπρότητος, ἡ φῶς τεκοῦσα, τὸ θεῖον καὶ προαιώνιον. Ἴασαι Ἁγνή, τῶν παθῶν μου τὴν ἀσθένειαν, ἐπισκοπῆς σου ἀξιώσασα, καὶ τὴν ὑγείαν, τῇ πρεσβείᾳ σου παράσχου μοι.

Κανών α», ᾨδὴ ε», τοῦ Ἁγίου Ἱερομάρτυρος

Ἦχος πλ. β"

Ὁ Εἱρμὸς

«Τῷ θείῳ φέγγει σου ἀγαθέ, τὰς τῶν ὀρθριζόντων σοι ψυχάς, πόθῳ καταύγασον δέομαι, σὲ εἰδέναι Λόγε Θεοῦ, τὸν ὄντως Θεόν, ἐκ ζόφου τῶν πταισμάτων ἀνακαλούμενον». Τὸ θεῖον πάθος τοῦ δι» ἡμᾶς, πάθη ὑπομείναντος στερρῶς, Μάρτυς Χριστοῦ μιμησάμενος, φέρεις τὰς ἐν ὅλῳ σώματι ἔνδοξε, τῶν ἥλων προσηλώσεις καρτερικώτατα. Τὴν ἀλογίαν τῶν διωκτῶν, Λόγος ὁ συνάναρχος Πατρί, ἐπανορθούμενος Πάνσοφε, λόγον τοῖς ἀλόγοις σαφῶς ἐντίθησι, λυθῆναι τῶν δεσμῶν σε διαγορεύουσι. Τοῖς ὀβελίσκοις περονηθείς, ἔτρωσας καρδίαν τοῦ δεινοῦ, τῶν γηγενῶν πολεμήτορος, λόγχῃ τῆς ἀνδρείας καὶ καρτερίας σου, θεόφρον Ἀθλοφόρε ἀξιοθαύμαστε. Θεοτοκίον Τῷ θείῳ φέγγει σου Ἀγαθή, τὴν ἐσκοτισμένην μου ψυχήν, ταῖς ἡδοναῖς, φωταγώγησον, καὶ πρὸς σωτηρίας τρίβον ὁδήγησον, ἡ μόνη τὸν σωτῆρα Χριστὸν κυήσασα.

Κανών β», ᾨδὴ ε», τοῦ Ἱερομάρτυρος

Ἦχος δ"

Ἐξέστη τὰ σύμπαντα

Ἐξίστανται σύμπαντες, ἐπὶ τῇ θείᾳ δόξῃ σου· σοῦ γὰρ πανσεβάσμιος ἡ Κάρα, νόσους ἐλαύνει, διώκει δαίμονας, καὶ πᾶσι προστρέχουσι πιστοῖς, ἴασιν χαρίζεται, καὶ κακῶν ἀπολύτρωσιν. Σωμάτων νοσήματα, καὶ τῶν ψυχῶν Χαράλαμπες, παύονται τῆς θείας κεφαλῆς σου, προσκυνουμένης, καὶ τιμωμένης σεπτῶς· Χριστὸς γὰρ δεδώρηται ἡμῖν, ταύτην ἰατήριον, καὶ δεινῶν ἀμυντήριον. Ἐξέστησαν δαίμονες, καὶ Ἕλληνες οἱ ἄθεοι, βλέποντες τὰς χεῖρας κεκομμένας, καὶ κρεμαμένας τοῦ σώματός σου δεινῶς, Δουκὸς τοῦ παντόλμου ὑβριστοῦ· σὺ δ» ὡς χριστομίμητος, τοῦτον αὖθις ὑγίανας. Θεοτοκίον Ὁ Λόγος Πανάμωμε, Θεοῦ ὁ ἐνυπόστατος, ὥσπερ ὑετὸς ἐπὶ τὸν πόκον, ἐν τῇ γαστρί σου κατῆλθεν ἄχραντε, καὶ πᾶσαν τὴν φύσιν τῶν βροτῶν, ἔσωσε τῷ καύσωνι, ξηρανθεῖσαν τοῦ πτώματος. Καταβασία «Ἐξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου· σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ, τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν βραβεύοντα».

Κανών α», ᾨδὴ ς», τῆς Θεοτόκου

Ἦχος πλ. δ"

Ὁ Εἱρμὸς

Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τὰς θλίψεις, ὅτι κακῶν ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ ᾍδῃ προσήγγισε, καὶ δέομαι ὡς Ἰωνᾶς· Ἐκ φθορᾶς, ὁ Θεὸς με ἀνάγαγε. Θανάτου καὶ τῆς φθορᾶς ὡς ἔσωσεν, ἑαυτὸν ἐκδεδωκὼς τῷ θανάτῳ, τὴν τῇ φθορᾷ καὶ θανάτῳ μου φύσιν, κατασχεθεῖσαν, Παρθένε, δυσώπησον, τὸν Κύριόν σου καὶ Υἱόν, τῆς ἐχθρῶν κακουργίας με ῥύσασθαι. Προστάτιν σε τῆς ζωῆς ἐπίσταμαι, καὶ φρουρὰν ἀσφαλεστάτην, Παρθένε, τῶν πειρασμῶν διαλύουσαν ὄχλον, καὶ ἐπηρείας δαιμόνων ἐλαύνουσαν, καὶ δέομαι διαπαντός, ἐκ φθορᾶς τῶν παθῶν μου ῥυσθῆναί με. Ὡς τεῖχος καταφυγῆς κεκτήμεθα, καὶ ψυχῶν σε παντελῆ σωτηρίαν, καὶ πλατυσμὸν ἐν ταῖς θλίψεσι, Κόρη, καὶ τῷ φωτί σου ἀεὶ ἀγαλλόμεθα· Ὧ Δέσποινα, καὶ νῦν ἡμᾶς, τῶν παθῶν καὶ κινδύνων διάσωσον. Ἐν κλίνῃ νῦν ἀσθενῶν κατάκειμαι, καὶ οὐκ ἔστιν ἴασις τῇ σαρκί μου, ἀλλ» ἡ Θεὸν καὶ Σωτῆρα τοῦ κόσμου, καὶ τὸν λυτῆρα τῶν νόσων κυήσασα, σοῦ δέομαι τῆς ἀγαθῆς, ἐκ φθορᾶς νοσημάτων ἀνάστησον.

Κανών α», ᾨδὴ ς», τοῦ Ἁγίου Ἱερομάρτυρος

Ἦχος πλ. β"

Ὁ Εἱρμὸς

«Τοῦ βίου τὴν θάλασσαν, ὑψουμένην καθορῶν, τῶν πειρασμῶν τῷ κλύδωνι, τῷ εὐδίῳ λιμένι σου προσδραμών, βοῶ σοι· Ἀνάγαγε ἐκ φθορᾶς τὴν ζωήν μου Πολυέλεε». Λαμπτὴρ ἐχρημάτισας, τῷ τῶν ἄθλων σου φωτί, φωταγωγῶν τὰ πέρατα, ὁμολογῶν τὸ ὄνομα τοῦ Χριστοῦ, τυράννων ἐνώπιον, Ἀθλοφόρε Κυρίου ἀξιάγαστε. Ἐνθέου πυρούμενος, ἀγαπήσεως πυρί, τῷ δροσισμῷ τῆς πίστεως, τῶν δυσσεβούντων ἔσβεσας τὴν πυράν, Χριστοῦ τὰ θαυμάσια, τοῖς ἀπίστοις δεικνύων Ἀξιάγαστε. Ζωῆς ἐφιέμενος, ἀθανάτου τῆς σαρκός, Χαράλαμπες ἐνέκρωσας, τὰς ἐμπαθεῖς κινήσεις καὶ προσευχῇ, νεκροὺς ἐξανέστησας, ἀνυμνῶν τὸν ἐν πᾶσί σε δοξάσαντα. Θεοτοκίον Παθῶν με κλονούμενον, ἐναντίαις προσβολαῖς Μῆτερ Θεοῦ στερέωσον, ὡς ἀπαθείας τέξασα τὴν πηγήν· πρὸς σὲ γὰρ κατέφυγον, τῶν ἀνθρώπων τὸ μέγα καταφύγιον.

Κανών β», ᾨδὴ ς», τοῦ Ἱερομάρτυρος

Ἦχος δ"

Τὴν θείαν ταύτην καὶ πάντιμον

Πηγὴν ἰάσεων ἔχοντες, τὴν κάραν τὴν σεπτήν σου Χαράλαμπες, θερμῶς προστρέχομεν, ταύταῃ προσκύνησιν νέμοντες, καὶ τὸν Θεὸν ὑμνοῦντες τὸν σὲ δοξάσαντα. Μεγίστην χάριν ἀπείληφας, θεόθεν ἀθλητὰ γενναιότατε, Μάρτυς Χαράλαμπες· κάραν τὴν σὴν γὰρ ὁ Κύριος, τῶν ἰαμάτων κρήνην σαφῶς εἰργάσατο. Θεοτοκίον Τὸ πῦρ ἐν σοὶ τῆς Θεότητος, ἐσκήνωσεν ἁγνὴ θεονύμφευτε, καὶ οὐ κατέφλεξε, τὴν σὴν νηδὺν παμμακάριστε, ἐδρόσισε δὲ μᾶλλον καὶ κατεφώτισε. Καταβασία «Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν τοῦ Παμμάκαρος, δεῦτε τὴν πάντιμον, κάραν αὐτοῦ ἀσπασώμεθα, καὶ τῶν δεινῶν τὴν λύτρωσιν κομισώμεθα».

Κοντάκιον

Ἦχος δ"

Ἐπεφάνης σήμερον

Θησαυρὸν πολύτιμον ἡ Ἐκκλησία, τὴν σὴν κάραν κέκτηται, Ἱερομάρτυς Ἀθλητά, τροπαιοφόρε Χαράλαμπες· διὸ καὶ χαίρει τὸν Κτίστην δοξάζουσα.

Ὁ Οἶκος

Τὸν στερρὸν ὁπλίτην, καὶ Χριστοῦ στρατιώτην καὶ μέγαν ἐν Μάρτυσι, Χαραλάμπη τὸν πανένδοξον, συνελθόντες εὐφημήσωμεν· ὑπὲρ Χριστοῦ γὰρ καὶ τῆς ἀληθείας λαμπρῶς ἠγωνίσατο, καὶ τὴν ὀρθόδοξον πίστιν τρανῶς ἀνεκήρυξε, τὴν πλάνην τῶν εἰδώλων κατήργησε, βασιλέα παρανομώτατον ἤλεγξε, καὶ τὴν κάραν ἐτμήθη, χαίρων καὶ ἀγαλλόμενος· διὸ καὶ τὸν στέφανον εἴληφε παρὰ τῆς δεξιᾶς τοῦ Ὑψίστου, καὶ συμπολίτης Ἀγγέλων ἐγένετο. Ὅθεν ἡ Ἐκκλησία τῶν Ὀρθοδόξων, τούτου τὴν πάντιμον κάραν κατασπαζομένη, καὶ εὐφημίαις καταστέφουσα, καὶ πολλῶν δεινῶν καὶ νόσων ἀπαλλαττομένη, χαίρει τὸν Κτίστην δοξάζουσα.

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν

Τῇ Ι» τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου ἱερομάρτυρος Χαραλάμπους. Στίχοι Κατηξιώθης, Χαράλαμπες, ἐκ ξίφους, Καὶ λαμπρότητος καὶ χαρᾶς τῶν Μαρτύρων. Τῇ δεκάτῃ Χαράλαμπες, ἐὸν ἐτμήθης ἀπὸ λαιμόν. Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες, Βάπτος καὶ Πορφύριος, οἱ τιμωροῦντες τὸν Ἅγιον Χαραλάμπη, ξίφει τελειοῦνται. Στίχοι Πορφύριος καὶ Βάπτος ἐκ κοινοῦ ξίφους, Ἀθλήσεως βάπτουσι κοινὴν πορφύραν. Τῇ αὐτῇ ἡμέρᾳ, αἱ πιστεύσασαι Ἅγιαι τρεῖς γυναῖκες ξίφει τελειοῦνται. Στίχοι Τὰς τρεῖς γυναῖκας ἀρρενωποὺς μηνύει, Ἄρρην ἀριθμός, ὁ τρία, πρὸς τὸ ξίφος. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων καὶ Παρθένων, Ἐνναθᾶ, Οὐαλεντίνης, καὶ Παύλου. Στίχοι Εἰς ἀρραβῶνα παρθένοις κόραις δύο, Ὁ νυμφίος δίδωσι θάρσος πρὸς φλόγα. Ἐκεῖνος οὗτος Παῦλος ὁ Χριστοῦ φίλος, Χριστοῦ πόθῳ τράχηλον ἐκτετμημένος. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἀναστασίου, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως. Στίχοι Ἀναστάσιος, τὸν δρόμον τείνων πρόσω, Γῆς ἐξαναστὰς πρὸς τὸν Ὕψιστον τρέχει. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Ζήνωνος. Στίχοι Ζήνων τὰ τερπνὰ τῆς Ἐδὲμ ζητῶν μόνα, Εἰς τέρψιν εἶχε τὴν λύσιν τοῦ σαρκίου. Ταῖς τῶν ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Κανών α», ᾨδὴ ζ», τῆς Θεοτόκου

Ἦχος πλ. δ"

Ὁ Εἱρμὸς

Οἱ ἐκ τῆς Ἰουδαίας, καταντήσαντες Παῖδες ἐν Βαβυλῶνι ποτέ, τῇ πίστει τῆς Τριάδος, τὴν φλόγα τῆς καμίνου, κατεπάτησαν ψάλλοντες· Ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἶ. Τὴν ἡμῶν σωτηρίαν, ὡς ἠθέλησας Σῶτερ, οἰκονομήσασθαι, ἐν μήτρᾳ τῆς Παρθένου, κατῴ κησας τῷ κόσμῳ, ἣν προστάτιν ἀνέδειξας· Ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητός εἶ. Θελητὴν τοῦ ἐλέους, ὃν ἐγέννησας, Μῆτερ ἁγνὴ δυσώπησον, ῥυσθῆναι τῶν πταισμάτων, ψυχῆς τε μολυσμάτων, τοὺς ἐν πίστει κραυγάζοντας· Ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἶ. Θησαυρὸν σωτηρίας, καὶ πηγὴν ἀφθαρσίας, τὴν σὲ κυήσασαν, καὶ πύργον ἀσφαλείας, καὶ θύραν μετανοίας, τοῖς κραυγάζουσιν ἔδειξας· Ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἶ. Σωμάτων μαλακίας, καὶ ψυχῶν ἀρρωστίας, Θεογεννήτρια, τῶν πόθῳ προσιόντων, τῇ σκέπῃ σου τῇ θείᾳ, θεραπεύειν ἀξίωσον, ἡ τὸν Σωτῆρα Χριστόν, ἡμῖν ἀποτεκοῦσα.

Κανών α», ᾨδὴ ζ», τοῦ Ἁγίου Ἱερομάρτυρος

Ἦχος πλ. β"

Ὁ Εἱρμὸς

«Οἱ Παῖδες ἐν Βαβυλώνι, καμίνου φλόγα οὐκ ἔπτηξαν, ἀλλ» ἐν μέσῳ πυρὸς ἐμβληθέντες, δροσιζόμενοι ἔψαλλον· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν πατέρων ἡμῶν». Προσομιλῶν ταῖς βασάνοις καὶ τῷ πυρὶ λιπαινόμενος, Ἀθλοφόρε Χριστοῦ, ὡς χρυσίου, ὀβρυζότερος γέγονας, καὶ ἱερὸν ἀνάθημα, ἀληθῶς ἐχρημάτισας. Τῶν προσευχῶν τῇ δρόσῳ, παρανομούντων ἡ κάμινος, κατεσβέσθη Σοφέ, καὶ ἐρύσθης μελῳδῶν τῷ ποιήσαντι· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν. Τῇ παρατάσει τῶν ἄθλων, δένδρον ἐφάνης ὑψίκομον, συσκιάζων πιστούς, ἐκ φλογώδους ἁμαρτίας κραυγάζοντας· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν. Θεοτοκίον Ἡ τὴν χαρὰν δεξαμένη, ἐν τῇ πανάγνῳ νηδύϊ σου, Θεοτόκε Ἁγνή, εὐφροσύνης τὴν καρδίαν μου πλήρωσον, τὸ κατηφὲς διώκουσα, τῶν παθῶν ἀειπάρθενε.

Κανών β», ᾨδὴ ζ», τοῦ Ἱερομάρτυρος

Ἦχος δ"

Οὐκ ἐλάτρευσαν τῇ κτίσει

Ἀνυμνοῦμέν σε βοῶντες, χαίροις ἔνδοξε Μάρτυς Χαράλαμπες· τὴν θείαν κάραν σου γάρ, ἡμῖν σὺ δεδώρησαι, ὡς κρήνην βρύουσαν, πλοῦτον ἄσυλον, τὸν τὰς ψυχάς εὐφραίνοντα, τῶν πιστῶς σε δοξαζόντων. Μεγαλύνομεν τοὺς ἄθλους σου θεσπέσιε, Μεγαλομάρτυς Χριστοῦ, καὶ τοὺς ἀγῶνας τοὺς σούς· εἰδώλων σεβάσματα γὰρ καταβέβληκας, καὶ κατήργησας, τὴν τῶν δαιμόνων ἔπαρσιν, παναοίδιμε γενναίως. Ὡς φωστὴρ ἀειλαμπέστατος ἀνέτειλεν, ἡμῖν ἡ κάρα σου, τῆς πλάνης τῆς ζοφερᾶς, κινδύνων καὶ θλίψεων ἡμᾶς ἐξαίρουσα, νοσημάτων τε, τῶν ὀλεθρίων ῥύεται, καὶ δωρεῖται τὴν ὑγείαν. Θεοτοκίον Ἀνατέταλκεν ὁ μέγας καὶ ἀνέσπερος, Ἥλιος πᾶσι βροτοῖς, ἐκ τῆς νηδύος τῆς σῆς, καὶ πάντας ἐφώτισε φωτὶ τῆς γνώσεως, τοὺς κραυγάζοντας· Εὐλογημένος Πάναγνε, ὁ καρπὸς τῆς σῆς κοιλίας. Καταβασία «Οὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν Κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν· ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ».

Κανών α», ᾨδὴ η», τῆς Θεοτόκου

Ἦχος πλ. δ"

Ὁ Εἱρμὸς

Τὸν Βασιλέα τῶν οὐρανῶν, ὃν ὑμνοῦσι στρατιαὶ τῶν Ἀγγέλων, ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. Τοὺς βοηθείας τῆς παρὰ σοῦ δεομένους, μὴ παρίδῃς Παρθένε, ὑμνοῦντας, καὶ ὑπερυψοῦντάς σε, Κόρη, εἰς αἰῶνας. Τῶν ἰαμάτων τὸ δαψιλές, ἐπιχέεις τοῖς πιστῶς ὑμνοῦσί σε Παρθένε, καὶ ὑπερυψοῦσι τὸν ἄφραστόν σου τόκον. Τὰς ἀσθενείας μου τῆς ψυχῆς ἰατρεύεις, καὶ σαρκὸς τὰς ὀδύνας, Παρθένε, ἵνα σε δοξάζω τὴν Κεχαριτωμένην. Τῶν πειρασμῶν σὺ τὰς προσβολὰς ἐκδιώκεις, καὶ παθῶν τὰς ἐφόδους Παρθένε· ὅθεν σε ὑμνοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

Κανών α», ᾨδὴ η», τοῦ Ἁγίου Ἱερομάρτυρος

Ἦχος πλ. β"

Ὁ Εἱρμὸς

«Ἐκ φλογὸς τοῖς ὁσίοις δρόσον ἐπήγασας, καὶ δικαίου θυσίαν ὕδατι ἔφλεξας· ἅπαντα γὰρ δρὰς Χριστέ, μόνῳ τῷ βούλεσθαι. Σὲ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας». Ταῖς ῥοαῖς τῶν αἱμάτων ἔτι σταζόμενος, τῶν στιγμάτων τῷ κάλλει ὡραϊζόμενος, τῷ νικητικῷ, εὐπρεπῶς διαδήματι, κεκαλλωπισμένος, Θεῷ παρέστης Μάρτυς. Τῶν βασάνων τὰ πλήθη οὐ κατεκάλυψαν, τὴν ἀνδρείαν σου Μάρτυς καὶ γενναιότητα, ἡ τῶν διωκτῶν, οὐκ ἠμαύρωσεν ἔνστασις, σοῦ τὴν λαμπροτάτην, θεόφρον καρτερίαν. Ἱερεύς τε καὶ Μάρτυς ἀκαταγώνιστος, στρατιώτης γενναῖος καὶ στῦλος ἄσειστος, ἔρεισμα πιστῶν, ἀσεβείας ἀντίπαλος, ὄντως ἀνεδείχθης, θεόφρον Ἀθλοφόρε. Θεοτοκίον Ὁ τὰ πάντα ποιήσας θείῳ βουλήματι, βουληθεὶς ἐν γαστρί σου ᾤκησεν Ἄχραντε, ῥεύσαντας ἡμᾶς, ἀναπλάσαι βουλόμενος, ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Κανών β», ᾨδὴ η», τοῦ Ἱερομάρτυρος

Ἦχος δ"

Παῖδας εὐαγεῖς

Μέγας ἀρωγὸς τῶν Ὀρθοδόξων, καὶ ῥύστης ἐκ τῶν κινδύνων ἀναδέδειξαι, πάνσοφε Χαράλαμπες· ῥύῃ καὶ γὰρ πάντοτε, πάντας τοὺς προστρέχοντας τῇ σεπτῇ κάρᾳ σου, καὶ λύσιν τῶν κακῶν αἰτουμένους, καὶ ὑπερυψοῦντας, Χριστὸν εἰς τοὺς αἰῶνας. Ἔστης ἐν σταδίῳ τοῦ Σεβήρου, στερέμνιος οἷά περ ἀδάμας τις, στῦλος τ» ἀπερίτρεπτος, ἔνδοξε Χαράλαμπες, καὶ τὸν Χριστὸν ἐκήρυξας Θεὸν καὶ ἄνθρωπον, καὶ ὅλως οὐχ ὑπέκλινας Μάκαρ, ταῖς τῶν παλαμναίων, θωπείαις θυμοβόροις. Λῦσον τὰς σειράς μου τῶν πταισμάτων, ὑμνοῦντος τὴν κάραν σου Χαράλαμπες, τὴν ἀεὶ πηγάζουσαν, νάματα ἰάσεων, ἀμπλακημάτων ἄφεσιν ἐμοὶ δωρούμενος, δεινῆς τε ἀπολύτρωσιν νόσου, σὲ ὑμνολογοῦντι εἰς πάντας τοὺς αἰῶνας. Θεοτοκίον Ῥόδον ἐν ἀκάνθαις εὐρηκώς σε, καὶ ἄνθος ἐν ταῖς κοιλάσι τὸ πανεύοσμον, κρίνον τε πανάσπιλον, Δέσποινα Θεόνυμφε, ὁ σὸς Νυμφίος ἄνωθεν ἐν σοὶ ἐσκήνωσε, καὶ κόσμον εὐωδίασε πάντα, σὲ ὑπερυψοῦντα εἰς πάντας τοὺς αἰῶνας. Καταβασία «Παίδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Κανών α», ᾨδὴ θ», τῆς Θεοτόκου

Ἦχος πλ. δ"

Ὁ Εἱρμὸς

Κυρίως Θεοτόκον, σὲ ὁμολογοῦμεν, οἱ διὰ σοῦ σεσωσμένοι, Παρθένε ἁγνή, σὺν Ἀσωμάτων χορείαις, σὲ μεγαλύνοντες. Ῥοήν μου τῶν δακρύων, μὴ ἀποποιήσῃς, ἡ τὸν παντὸς ἐκ προσώπου πᾶν δάκρυον, ἀφῃρηκότα Παρθένε, Χριστὸν κυήσασα. Χαρᾶς μου τὴν καρδίαν, πλήρωσον, Παρθένε, ἡ τῆς χαρᾶς δεξαμένη τὸ πλήρωμα, τῆς ἁμαρτίας τὴν λύπην, ἐξαφανίσασα. Λιμὴν καὶ προστασία, τῶν σοὶ προσφευγόντων, γενοῦ Παρθένε, καὶ τεῖχος ἀκράδαντον, καταφυγή τε καὶ σκέπη, καὶ ἀγαλλίαμα. Φωτός σου ταῖς ἀκτῖσι, λάμπρυνον, Παρθένε, τὸ ζοφερὸν τῆς ἀγνοίας διώκουσα, τοὺς εὐσεβῶς Θεοτόκον, σὲ καταγγέλλοντας. Κακώσεως ἐν τόπῳ, τῷ τῆς ἀσθενείας, ταπεινωθέντα, Παρθένε, θεράπευσον, ἐξ ἀρρωστίας εἰς ῥῶσιν, μετασκευάζουσα.

Κανών α», ᾨδὴ θ», τοῦ Ἁγίου Ἱερομάρτυρος

Ἦχος πλ. β"

Ὁ Εἱρμὸς

«Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον, ὃν οὐ τολμᾷ Ἀγγέλων ἀτενίσαι τὰ τάγματα, διὰ σοῦ δὲ πάναγνε ὡράθη βροτοῖς, Λόγος σεσαρκωμένος, ὃν μεγαλύνοντες, σὺν ταῖς οὐρανίαις στρατιαῖς σὲ μακαρίζομεν». Οὐ πῦρ, οὐ ξίφος ἀλλ» οὐδὲ θάνατος, οὐ διωγμός, οὐ θλῖψις, οὐ λιμός, οὐδὲ κίνδυνος, οὐ βασάνων παντοίων ἐπίνοια, ἴσχυσε τῆς ἀγάπης, ὄντως χωρίσαι σε, τοῦ πεποιηκότος, Ἀθλητὰ ἀξιοθαυμαστε. Ξεσμοῖς ὀνύχων, τοὺς τῆς νεκρώσεως, ἀποβαλὼν χιτῶνας, ταῖς στολαῖς ταῖς ἐξ αἵματος, σεαυτὸν Ἀθλοφόρε ἐκόσμησας· ὅθεν σὺν παρρησίᾳ Μάρτυς ἀήττητε, πάντων τῷ Δεσπόταῃ, καὶ Θεῷ χαίρων παρίστασαι. Χαρᾶς καὶ θείας ὄντως λαμπρότητος, παρεκτικὴ ἡ μνήμη σου τῷ κόσμῳ ἀνέτειλε, τῶν παθῶν τὸν χειμῶνα διώκουσα, πάντας φωταγωγοῦσα, ἣν ἑορτάζοντες, σχοίημεν πταισμάτων, ἱλασμὸν ταῖς ἱκεσίαις σου. Θεοτοκίον Παθῶν κλυδώνιον συνταράσσει με, καὶ τῶν κακῶν βυθίζει τρικυμία Πανάμωμε, κυβερνήτην Χριστὸν ἡ κυήσασα, χεῖρά μοι βοηθείας ἔκτεινον σῶσόν με, μόνη προστασία, τῶν πιστῶς μακαριζόντων σε.

Κανών β», ᾨδὴ θ», τοῦ Ἱερομάρτυρος

Ἦχος δ"

Ἅπας γηγενής

Ἅπαντες πιστοί, τῇ κάρᾳ προσέλθωμεν τοῦ σεπτοῦ Μάρτυρος, πάντων· ὁ δεσπόζων γάρ, μεγίστην χάριν ταύτῃ παρέσχετο· ὅθεν ἐλαύνει δαίμονας, παύει νοσήματα, καὶ δωρεῖται, πᾶσι τοῖς προσψαύουσιν, εὐεξίαν καὶ ῥῶσιν καὶ ἔλεος. Γῆ καὶ οὐρανός, ἐξίσταται σήμερον ἐπὶ τοῖς θαύμασι, τοῦ μεγαλομάρτυρος· δαιμόνων στίφη γὰρ ἐκδιώκονται, καὶ τοῖς νοσοῦσι δίδοται ῥῶσις τοῦ σώματος, καὶ λοιμώδης νόσος καταπαύεται, τῇ προσψαύσει τῆς κάρας σου Ἔνδοξε. Στῶμεν εὐλαβῶς, ἐν οἴκῳ Θεοῦ ἡμῶν, καὶ προσκυνήσωμεν, κάραν τὴν σεβάσμιον, τὴν ὄντως θείαν καὶ ἀξιέπαινον, τὴν φοινιχθεῖσαν αἵματι τοῦ θείου Μάρτυρος, καὶ τελοῦσαν θαύματα παράδοξα, ὡς στεφθεῖσαν χειρὶ Παντοκράτορος. Θεοτοκίον Ὕμνους παρ» ἡμῶν, προσδέχου Θεόνυμφε θεοχαρίτωτε, Μῆτερ τοῦ Θεοῦ ἡμῶν, καὶ τὴν σὴν χάριν ἀντιδεδώρησο, τοῖς εὐλαβῶς σε μέλπουσιν ἡμῖν τοῖς δούλοις σου, τὸν Χριστὸν δέ, ὃν ἀρρήτως τέτοκας, ἡμῖν ἵλεων Κόρη ἀπέργασαι. Καταβασία «Ἅπας γηγενής, σκιρτάτω τῷ πνεύματι λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων φύσις γεραίρουσα, τὴν ἱερὰν πανήγυριν, τῆς Θεομήτορος, καὶ βοάτω· Χαίροις παμμακάριστε, Θεοτόκε Ἁγνὴ ἀειπάρθενε».

Ἐξαποστειλάριον

Ἦχος β«

Γυναῖκες ἀκουτίσθητε

Ἐνθέως πυρσευόμενος, τῷ πόθῳ τοῦ Παντάνακτος, τὸν ὑπερήφανον ὄφιν, ἀνδρείως μάκαρ καθεῖλες, καὶ τύραννον ἀπάνθρωπον, Σεβῆρον τὸν παράφρονα, ἤλεγξας ὦ Χαράλαμπες, καὶ τὸν μισθὸν ἐκομίσω, παρὰ τοῦ πάντων Δεσπότου.

Θεοτοκίον

Ἦχος β»

Γυναῖκες ἀκουτίσθητε

Μαρία καταφύγιον, Χριστιανῶν τὸ καύχημα, φύλαττε σκέπε σοὺς δούλους, ἐκ πάσης βλάβης ἀτρώτους, κινδύνων ἐξελοῦ ἡμᾶς, τοὺς πόθῳ εὐφημοῦντάς σε, καὶ πάσης περιστάσεως, ταῖς σαῖς πρεσβείαις χρωμένη, πρὸς τὸν Υἱὸν καὶ Θεόν σου.

Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους δ» καὶ ψάλλομεν τρία Στιχηρὰ Προσόμοια, δευτεροῦντες τὸ πρῶτον.

Στιχηρὰ Προσόμοια τοῦ Ἁγίου Ἱερομάρτυρος

Ἦχος α«

Τῶν οὐρανίων ταγμάτων

Οἱ τῆς Ἑλλάδος νῦν παῖδες δεῦτε συνδράμετε, καὶ τὴν τιμίαν κάραν, κατασπάσασθε πάντες, τοῦ θείου Χαραλάμπους, τὴν τὸν Χριστὸν ἐν σταδίῳ κηρύξασαν, καὶ ἀπελέγξασαν πλάνην τῶν δυσσεβῶν, καὶ τὸν Κτίστην μεγαλύνασαν.

Ἦχος α»

Τοῖς οὐρανίοις Ἀγγέλοις νῦν συνηρίθμησαι, καὶ παρεστὼς Τριάδι, τῇ ἁγίᾳ Τρισμάκαρ, αὐτὴν καθικετεύεις ὑπὲρ ἡμῶν, τῶν ἐν πίστει τιμώντων σου, τὴν πανσεβάσμιον κάραν, καὶ τῶν δεινῶν, αἰτουμένων ἀπολύτρωσιν.

Ἦχος α«

Λαμπροφανὴς καὶ πανένδοξος ἀνατέταλκεν, ἐν τῇ Ἑλλάδι πάσῃ, ἡ πανέορτος μνήμη, τοῦ θείου Χαραλάμπους· διὸ περ λαμπρῶς, ἑορτάζει κατέχουσα, τὴν πανσεβάσμιον κάραν, τὴν τὸν Χριστόν, ὡς Θεάνθρωπον κηρύξασαν.

Δοξαστικὸν

Ἦχος πλ. α»

Ὥσπερ ἀλάβαστρον πλῆρες, ἡ τιμία σου κάρα θεσπέσιε, προχέει οἷόν τι μύρον πολύτιμον, τὰ ἰάματα, τούς τε πιστοὺς εὐωδιάζει θαυμασίως, καὶ τοὺς μετὰ πίστεως αὐτῇ προσιόντας, τῶν δεινῶν πάντων ῥύεται, τὴν δυσώδη τε πλάνην, καὶ νόσους παντοίας· καὶ τὴν πανώλην λοιμικὴν καταπαύουσα, εὐρωστίαν δωρεῖται πᾶσι, καὶ εἰρήνην καὶ μέγα ἔλεος.

Θεοτοκίον

Ἦχος πλ. α"

Μακαρίζομέν σε, Θεοτόκε παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄρρηκτον, τὴν ἀρραγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.

Μεγάλη Δοξολογία

Εἰς τὴν Λειτουργίαν, τὰ Τυπικά, καὶ ἐκ τῶν Κανόνων ἡ γ» καὶ ς» ᾨδή.

Κοινωνικὸν Εἰς μνημόσυνον αἰώνιον ἔσται Δίκαιος. Ἀλληλούια.

Комментарии для сайта Cackle