Τῌ Δ» ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΔΕΚΕΜΒΡΙΟΥ

Μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος Βαρβάρας. Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰωάννου τοῦ Δαμασκηνοῦ.

ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς» καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς Ἁγίας γ».

Στιχηρὰ τῆς Ἁγίας Μεγαλομάρτυρος

Ἦχος β«

Ὅτε ἐκ τοῦ ξύλου σε

Ὅτε ἐν σταδίῳ τῷ φρικτῷ, Ἰουλιανὴ διεσκόπει ἡ παμμακάριστος, Μάρτυρα τὴν ἔνδοξον, Βαρβάραν μάστιξιν, ἐναθλοῦσαν βασάνοις τε, ποικίλοις τὸ σῶμα, ἄπαν συγκοπτόμενον, θερμοῖς τοῖς δάκρυσι, Λόγε τοῦ Θεοῦ ἀνεβόα· Ταύτης κοινωνὸν με γενέσθαι, ἄρτι καταξίωσον φιλάνθρωπε.

Ἦχος β»

Μίαν ἡ Βαρβάρα ἀληθῶς, Ἰουλιανή τε τὴν γνώμην, πρὸς τὴν εὐσέβειαν, ἔχουσαι αἱ ἅγιαι κατηγωνίσαντο, τοῦ ἐχθροῦ, καὶ νικήσασαι, αὐτὸν κατὰ κράτος, δόξης ἠξιώθησαν, παρὰ Χριστοῦ τοῦ Θεοῦ· ὅθεν λοιμικῶν παθημάτων, λώβην ἀφανίζουσαι πᾶσι, τοῖς πιστοῖς παρέχουσιν ἰάματα.

Ἦχος β«

Ὅτε ἀπεφάνθη κατὰ σοῦ, Μάρτυς σεμνοτάτη Βαρβάρα, ὁ γλυκὺς θάνατος, χαίρουσα καὶ σπεύδουσα, τὸν δρόμον ἤνυσας, ἀσεβοῦς δὲ γεννήτορος, χερσὶ παρανόμοις, τέθυσαι καὶ κάρπωμα, Θεῷ προσήνεξαι· ὅθεν, ταῖς φρονίμοις Παρθένοις, ὄντως συγχορεύουσα βλέπεις, Χριστοῦ τοῦ νυμφίου σου τὴν ἔλλαμψιν.

Στιχηρὰ τοῦ Ὁσίου

Ἦχος πλ. δ»

Τὶ ὑμᾶς καλέσωμεν ἅγιοι

Τὶ σε ὀνομάσωμεν Ἅγιε; θεολόγον Ἰωάννην, ἢ Δαυΐδ τὸν μελῳδόν, πνευματέμφορον Κινύραν, ἢ Αὐλὸν ποιμενικόν; γλυκαίνεις ἀκοὴν γὰρ καὶ διάνοιαν, εὐφραίνεις Ἐκκλησίας τὰ συστήματα, καὶ μελιρρύτοις σοῖς φθέγμασι, καταγλαΐζεις τὰ πέρατα, ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἦχος πλ. δ«

Τὶ σε ὀνομάσω θεσπέσιε; Ἰωάννη γλυκορρῆμον, φαεινότατε ἀστήρ, ὁ τῇ αἴγλῃ τῆς Τριάδος, ἐλλαμφθεὶς τὸ ὀπτικόν; εἰσέδυς εἰς τὸν γνόφον τὸν τοῦ Πνεύματος, τοῦ θείου ἐμυήθης τὰ ἀπόρρητα, ὡς Μωϋσῆς διεσάφησας, τὴν μουσικὴν καλλιέπειαν, ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἦχος πλ. δ»

Τὶ σε ὀνομάσω Ἀοίδιμε; λαμπαδοῦχον φαεσφόρον, εὐκλεῆ ὑφηγητήν; λειτουργὸν ἢ θεωρόν, τῶν Μυστηρίων τοῦ Θεοῦ; ἀστέρα Ἐκκλησίας ἀγλαΐζοντα; Λυχνίαν τοὺς ἐν σκότει καταλάμπουσαν, ἢ ὄργανον εὐηχέστατον, σάλπιγγα καλλικέλαδον, ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δοξαστικὸν

Ἦχος πλ. β«

Πατρίδα, γένος, ὕπαρξιν, καταλιποῦσα Βαρβάρα, καὶ τὸν ἀσεβῆ πατέρα μισήσασα, Θεὸν ἠγάπησας, ᾧ ἐνυμφεύθης, καὶ γέγονας μεγαλέμπορος κληθεῖσα· Αὐτὸν ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον

Ἦχος πλ. β»

Τριήμερος ἀνέστης Χριστὲ

Τὸ ὄμμα τῆς καρδίας μου, ἐκτείνω πρὸς σὲ Δέσποινα, μὴ παρίδῃς, τὸν πικρόν μου στεναγμόν, ἐν ὥρᾳ ὅταν κρίνῃ, ὁ σὸς Υἱὸς τὸν κόσμον, γενοῦ μοι σκέπη καὶ βοήθεια.

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια. Ἦχος πλ. δ" Ὢ τοῦ παραδόξου θαύματος Πάτερ Ἰωάννη πάνσοφε, τὴν Ἐκκλησίαν Χριστοῦ, κατεφαίδρυνας ᾄσμασιν, ἐνθεαστικώτατα, μελῳδῶν παναοίδιμε, τῇ ἐνεργείᾳ Πάτερ τοῦ Πνεύματος, τὴν σὴν Κινύραν, ἀνακρουόμενος, νῦν παναρμόνιον, τοῦ Δαυῒδ μιμούμενος, ἣν ἐνηχῶν, θείοις μελῳδήμασι, πάντας κατέθελξας. Στίχ. Μακάριος ἀνήρ, ὁ φοβούμενος τὸν Κύριον. Πάτερ Ἰωάννη ἔνδοξε, τῆς κοσμικῆς ἀποστάς, ταραχώδους συγχύσεως, τοῦ Χριστοῦ προσέδραμες, τῇ γαλήνῃ Πανόσιε, καὶ θεωρίας, θείας καὶ πράξεως, τὰς πανολβίους, σαφῶς λαμπρότητας, ὄντως ἐπλούτησας, καὶ πιστοῖς μετέδωκας, θεοπρεπεῖ, βίῳ λαμπρυνόμενος, Μακαριώτατε. Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.. Δεῦτε γηγενεῖς ἐν ᾄσμασι, τὴν ἱερὰν καὶ σεπτήν, τοῦ Ὁσίου πανήγυριν,, Ἰωάννου σήμερον, εὐσεβῶς ἀνυμνήσωμεν· οὗτος γὰρ ὄντως, θείας ἐλλάμψεως, κατηξιώθη τὸ φῶς εἰσδέξασθαι. Ὢ τῆς ἀφάτου σου, εὐσπλαγχνίας Κύριε! δι» ἧς ἡμεῖς, ἔγνωμεν δοξάζειν σε, τὸν ὑπεράγαθον.

Δοξαστικὸν

Ἦχος πλ. β«

Ὅσιε Πάτερ, εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος τῶν κατορθωμάτων σου, δι» ὧν ἐν τοῖς οὐρανοῖς, εὗρες μισθὸν τῶν καμάτων σου. Τῶν δαιμόνων ὤλεσας τὰς φάλαγγας, τῶν Ἀγγέλων ἔφθασας τὰ τάγματα, ὧν τὸν βίον ἀμέμπτως ἐζήλωσας. Παρρησίαν ἔχων πρὸς Χριστὸν τὸν Θεόν, εἰρήνην αἴτησαι ταῖς ψυχαῖς ἡμῶν.

Θεοτοκίον

Ἦχος πλ. β»

Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς. Σὲ ἱκετεύομεν, πρέσβευε, Δέσποινα, μετὰ τῶν Ἀποστόλων, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἀπολυτίκιον τῆς Ἁγίας

Ἦχος δ«

Βαρβάραν τὴν Ἁγίαν τιμήσωμεν· ἐχθροῦ γὰρ τὰς παγίδας συνέτριψε, καὶ ὡς στρουθίον ἐρρύσθη ἐξ αὐτῶν, βοηθείᾳ καὶ ὅπλῳ τοῦ Σταυροῦ ἡ Πάνσεμνος.

Ἀπολυτίκιον, Ἕτερον τῆς Ἁγίας

Ἦχος δ»

Ἡ ἀμνάς σου Ἰησοῦ, κράζει μεγάλῃ τῇ φωνῇ· Σὲ νυμφίε μου ποθῶ, καὶ σὲ ζητοῦσα ἀθλῶ, καὶ συσταυροῦμαι, καὶ συνθάπτομαι τῷ βαπτισμῷ σου· καὶ πάσχω διὰ σέ, ὡς βασιλεύσω σὺν σοί, καὶ θνῄσκω ὑπὲρ σοῦ, ἵνα καὶ ζήσω ἐν σοί· ἀλλ» ὡς θυσίαν ἄμωμον, προσδέχου τὴν μετὰ πόθου τυθεῖσάν σοι. Αὐτῆς πρεσβείαις ὡς ἐλεήμων, σῶσον τὰς ψυχὰς ἡμῶν.

Ἀπολυτίκιον τοῦ Ὁσίου

Ἦχος γ«

Τὴν ὡραιότητα

Τὴν καλλικέλαδον, καὶ λιγυραῖς μολπαῖς, κατακηλοῦσάν τε, καὶ ἀγλαΐζουσαν, τὴν Ἐκκλησίαν τοῦ Χριστοῦ, εὔλαλον ἀηδόνα. Δεῦτε εὐφημήσωμεν, Ἰωάννην τὸν πάνσοφον, τὸν Δαμασκηνὸν πιστοί, ὑμνογράφων τὸν πρύτανιν, τὸν ἔμπλεων, ἁπάσης γενόμενον, θείας καὶ κοσμικῆς σοφίας.

Θεοτοκίον

Ἦχος πλ. δ»

Ὁ δι» ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας ἀγαθέ, ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ Ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί σου, δεῖξον τὴν φιλανθρωπίαν σου ἐλεῆμον, δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον πρεσβεύουσαν ὑπὲρ ἡμῶν καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.

Μετὰ τὴν α» Στιχολογίαν, Κάθισμα τῆς Ἁγίας

Ἦχος γ«

Τὴν ὡραιότητα

Ἐν τῇ ἀθλήσει σου, πάντας ἐξέπληξας, ὅτι ὑπέμεινας, τὰς τῶν τυράννων πληγάς, δεσμὰ, βασάνους, φυλακάς, Βαρβάρα παναοίδιμε· Ὅθεν καὶ τὸν στέφανον, ὁ Θεός σοι δεδώρηται, ὅνπερ ἐπεπόθησας, ψυχικῶς καὶ προσέδραμες· αὐτὸς καὶ τὰς ἰάσεις παρέχει, πᾶσι τοῖς πίστει προσιοῦσί σοι. Δόξα... Ἦχος πλ. α» Τὸν συνάναρχον Λόγον Τῶν Ἁγίων τὰς μνήμας ἐπιτελοῦντες πιστῶς, τῶν Ἀθληφόρων τὴν μνήμην πανηγυρίσωμεν, καὶ ᾠδαῖς πνευματικαῖς ἀνευφημήσωμεν, ὅτι ἐνέκρωσαν εὐχῇ, τὸν τὴν Εὔαν δολερῶς, στερήσαντα ἀφθαρσίας, καὶ τὸν Χριστὸν δυσωποῦσιν, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν. Καὶ νῦν... Θεοτοκίον Χαῖρε, Ἅγιον Ὄρος καὶ θεοβάδιστον, χαῖρε ἔμψυχε Βάτε καὶ ἀκατάφλεκτε, Χαῖρε ἡ μόνη πρὸς Θεὸν κόσμου Γέφυρα, ἡ μετάγουσα θνητούς, πρὸς τὴν αἰώνιον ζωήν, Χαῖρε ἀκήρατε Κόρη, ἡ ἀπειράνδρως τεκοῦσα, τὴν σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

Μετὰ την β» Στιχολογίαν, Καθίσματα τοῦ Ὁσίου

Ἦχος α"

Τὸν τάφον σου Σωτὴρ

Ἡδύφωνος Αὐλός, μεγαλόφωνος Σάλπιγξ, Κιθάρα μελουργός, λιγυρὰ θεία Λύρα, Κινύρα παναρμόνιος, μουσικώτατον Ὄργανον, ἐμπνεόμενον, τοῦ Παρακλήτου ταῖς αὔραις, ἀναδέδειξαι, ὦ Ἰωάννη καὶ θέλγεις, ἡμῶν τὰ νοήματα. Δόξα... Ὅμοιον Ὑμνοῦμεν τοὺς σεπτούς, καὶ ἁγίους ἀγῶνας, οὓς ἔτλης ἀληθῶς, ὑπέρ της Ἐκκλησίας, γεραίροντες ἐν ᾄσμασι, τὰ σεπτὰ μελῳδήματα, ἃ κατέλιπες, εἰς ὑμνῳδίαν Κυρίου, ἀξιάγαστε, καὶ τῶν πιστῶν εὐφροσύνην, Ἰωάννη πανεύφημε. Καὶ νῦν... Θεοτοκίον Μητέρα τοῦ Θεοῦ, ἐπιστάμεθα πάντες, Παρθένον ἀληθῶς, καὶ μετὰ τόκον φανεῖσαν, οἱ πόθῳ καταφεύγοντες, πρὸς τὴν σὴν ἀγαθότητα· σὲ γὰρ ἔχομεν ἁμαρτωλοὶ προστασίαν, σὲ κεκτήμεθα, ἐν πειρασμοῖς σωτηρίαν, τὴν μόνην Πανάμωμον.

Κανών α», ᾨδὴ α», τῆς Θεοτόκου

Ἦχος πλ. δ"

Ὁ Εἱρμὸς

Ὑγρὰν διοδεύσας ὡσεὶ ξηράν, καὶ τὴν αἰγυπτίαν μοχθηρίαν διαφυγών, ὁ Ἰσραηλίτης ἀνεβόα· τῷ Λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν. Πολλοῖς συνεχόμενος πειρασμοῖς, πρὸς σὲ καταφεύγω, σωτηρίαν ἐπιζητῶν· Ὦ Μῆτερ τοῦ Λόγου καὶ Παρθένε, τῶν δυσχερῶν καὶ δεινῶν με διάσωσον. Παθῶν με ταράττουσι προσβολαί, πολλῆς ἀθυμίας, ἐμπιπλῶσαί μου τὴν ψυχήν, εἰρήνευσον, Κόρη, τῇ γαλήνῃ, τῇ τοῦ Υἱοῦ καὶ Θεοῦ σου, Πανάμωμε. Σωτῆρα τεκοῦσάν σε καὶ Θεόν, δυσωπῶ, Παρθένε, λυτρωθῆναί με τῶν δεινῶν· σοὶ γὰρ νῦν προσφεύγων ἀνατείνω, καὶ τὴν ψυχὴν καὶ τὴν διάνοιαν. Νοσοῦντα τὸ σῶμα καὶ τὴν ψυχήν, ἐπισκοπῆς θείας, καὶ προνοίας τῆς παρὰ σοῦ, ἀξίωσον, μόνη Θεομῆτορ, ὡς ἀγαθὴ ἀγαθοῦ τε λοχεύτρια.

Ὁ Κανὼν τῆς Ἁγίας Μεγαλομάρτυρος. Ποίημα Στεφάνου Σαββαΐτου. ᾨδὴ α«

Ἦχος β»

Ὁ Εἱρμὸς

«Ἐν βυθῷ κατέστρωσε ποτέ, τὴν Φαραωνίτιδα, πανστρατιὰν ἡ ὑπέροπλος δύναμις, σαρκωθεὶς ὁ Λόγος δέ, τὴν παμμόχθηρον ἁμαρτίαν ἐξήλειψεν, ὁ δεδοξασμένος Κύριος· ἐνδόξως γὰρ δεδόξασται». Ὢ Τριὰς ὑπέρθεε σεπτή, ἡ τῶν ὑπὲρ ἔννοιαν, τὴν δωρεὰν σοῖς οἰκέταις βραβεύουσα, φωτοφόρον ἔμπνευσον, τῇ ζοφώδει μου, διανοίᾳ ἀμάρυγμα, τὴν σὴν εὐφημῆσαι Μάρτυρα, Βαρβάραν τὴν ἀοίδιμον. Ἐγκωμίων ἅπαντα θεσμόν, ὄντως ὑπερβέβληκε, τῶν σῶν Μαρτύρων ἡ δόξα Φιλάνθρωπε, ἀλλὰ τὸ ἐκ πίστεως κατὰ δύναμιν, δεδεγμένος ἐφύμνιον, ἀντικαταπέμποις, Δέσποτα πλουσίως τὴν ἀντίδοσιν. Ἀκανθώδους ῥίζης ἐκφυέν, ῥόδον ἱερώτατον, τὴν Ἐκκλησίαν Χριστοῦ εὐωδίασεν, ἡ τῷ ἐρυθήματι, τῆς ἀθλήσεως, φοινιχθεῖσα δι» αἵματος, ἔνδοξος Βαρβάρα, ἣν περ ἐπαξίως μακαρίζομεν.

Κανών β», ᾨδὴ α», τοῦ Ὁσίου

Ἦχος β"

Ἐν βυθῷ

Τῷ τοῖς σοῖς ἐπαίνοις ἐγχειρεῖν, μέλλοντι παρεῖναί σου, ἔδει φωνὴν τὴν μελίρρυτον Ὅσιε, δι» ἧς τὴν ὀρθόδοξον, κατεφαίδρυνας, Ἐκκλησίαν τοῖς ᾄσμασι, Πάτερ, Ἰωάννη, ἥτις σου γεραίρει τὸ μνημόσυνον. Ὡς σοφός, ἀγχίνους τε κριτής, τὴν τῶν ὄντων ἄριστα, φύσιν σκοπῶν, τῶν ἀστάτων προέκρινας τὰ διαιωνίζοντα· τῶν προσκαίρων γάρ, ἀντηλλάξω τὰ κρείττονα, Πάτερ, Ἰωάννη· ὅθεν σε καὶ νῦν Χριστὸς ἐδόξασεν. Θεοτοκίον Ἰσωθῆναι πόθον μοι ἐνθείς, ὄφις ὁ παμπόνηρος, τῷ Πλαστουργῷ ὡς αἰχμάλωτον ἥρπασε· διὰ σοῦ δὲ Πάναγνε, ἀνακέκλημαι, θεωθεὶς ἀληθέστατα· σὺ γὰρ Θεομῆτορ, τὸν ἐμὲ θεώσαντα γεγέννηκας.

Κανών α», ᾨδὴ γ», τῆς Θεοτόκου

Ἦχος πλ. δ"

Ὁ Εἱρμὸς

Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆτορ, σύ με στερέωσον, ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε. Προστασίαν καὶ σκέπην, ζωῆς ἐμῆς τίθημι, Σέ, Θεογεννῆτορ, Παρθένε, σύ με κυβέρνησον, πρὸς τὸν λιμένα σου, τῶν ἀγαθῶν ἡ αἰτία, τῶν πιστῶν τὸ στήριγμα, μόνη πανύμνητε. Ἱκετεύω, Παρθένε, τὸν ψυχικὸν τάραχον, καὶ τῆς ἀθυμίας τὴν ζάλην, διασκεδάσαι μου· σὺ γάρ, Θεόνυμφε, τὸν ἀρχηγὸν τῆς γαλήνης, τὸν Χριστὸν ἐκύησας, μόνη πανάχραντε. Εὐεργέτην τεκοῦσα, τὸν τῶν καλῶν αἴτιον, τῆς εὐεργεσίας τὸν πλοῦτον, πᾶσιν ἀνάβλυσον· πάντα γὰρ δύνασαι, ὡς δυνατὸν ἐν ἰσχύϊ, τὸν Χριστὸν κυήσασα, Θεομακάριστε. Χαλεπαῖς ἀρρωστίαις, καὶ νοσεροῖς πάθεσιν, ἐξεταζομένῳ, Παρθένε, σύ μοι βοήθησον· τῶν ἰαμάτων γάρ, ἀνελλιπῆ σε γινώσκω, θησαυρόν, Πανάμωμε, τὸν ἀδαπάνητον.

Κανών α», ᾨδὴ γ», τῆς Ἁγίας

Ἦχος β"

Ὁ Εἱρμὸς

«Ἐξήνθησεν ἡ ἔρημος, ὡσεὶ κρίνον Κύριε, ἡ τῶν ἐθνῶν στειρεύουσα, Ἐκκλησία τῇ παρουσίᾳ σου, ἐν ᾗ ἐστερεώθη ἡ καρδία μου». Τετρωμένη τοῦ πόθου σου, ὡς νυμφίου Δέσποτα, τῷ γλυκυτάτῳ βέλει, ἡ ἀθληφόρος Βαρβάρα, ἅπασαν πατρικὴν ἀθεΐαν ἑβδελύξατο. Οὐ τρυφῆς ἡ τερπνότης, οὐκ ἄνθος κάλλους πλοῦτός τε, οὐχ ἡδοναὶ νεότητος, ἔθελξὰν σε Βαρβάρα ἔνδοξε, τῷ Χριστῷ νυμφευθεῖσα καλλιπάρθενε. Πρὸς τελείους ἀγῶνας, οὐδὲν ἐδείχθη κώλυμα, τὸ ἀσθενὲς τοῦ θήλεος οὗ τὸ νέον τῆς ἡλικίας Χριστέ, ἀκηράτῳ σου σθένει δυναμούμενον.

Κανών β», ᾨδὴ γ», τοῦ Ὁσίου

Ἦχος β"

Ἐξήνθησεν ἡ ἔρημος

Ἐσκόρπισας τὸν πλοῦτον, Θεῷ δανείζων· ὅθεν σοι, τῶν οὐρανῶν ηὐτρέπισται, βασιλεία, ἀλλὰ καὶ νῦν, ἀμοιβὴν Ἰωάννη, ἐδέξω πολυπλάσιον. Τῆς σοφίας τὸ τάλαντον, δεδεγμένος πράξεσι, κατακοσμεῖς ἀοίδιμε, Ἰωάννη τὴν Ἐκκλησίαν τοῦ Χριστοῦ, ὃ πολυπλασιάζεις καὶ τὸν βίον λιπὼν. Θεοτοκίον Τὰ τάγματα ἐξέστησαν, τῶν Ἀγγέλων Πάναγνε, καὶ τῶν ἀνθρώπων ἔφριξαν, αἱ καρδίαι ἐπὶ τῷ τόκῳ σου· διὸ σε Θεοτόκον πίστει σέβομεν. Ὁ Εἱρμὸς «Ἐξήνθησεν ἡ ἔρημος, ὡσεὶ κρίνον Κύριε, ἡ τῶν Ἐθνῶν στειρεύουσα, Ἐκκλησία τῇ παρουσίᾳ σου, ἐν ᾗ ἐστερεώθη ἡ καρδία μου».

Κάθισμα τῆς Ἁγίας

Ἦχος δ«

Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ

Τὸν νυμφίον σου Χριστὸν ἀγαπήσασα, τὴν λαμπάδα σου φαιδρῶς εὐτρεπίσασα, ταῖς ἀρεταῖς διέλαμψας Πανεύφημε· ὅθεν εἰσελήλυθας, σὺν αὐτῷ εἰς τοὺς γάμους, τὸ στέφος τῆς ἀθλήσεως, παρ» αὐτοῦ δεξαμένη, ἀλλ» ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, τοὺς ἐκτελοῦντας Βαρβάρα τὴν μνήμην σου. Δόξα... Τοῦ Ὁσίου Ἦχος πλ. α» Τὸν συνάναρχον Λόγον Τὴν τοῦ βίου ἀπάτην ἀποκρουσάμενος, τὸν Σταυρὸν τοῦ Κυρίου ἀναλαβόμενος, ἀσκητικῶς τὸν πονηρὸν κατεπάλαισας, τῆς ἐρήμου πολιστής, φωστὴρ τοῦ κόσμου νοητῶς, ἀναδειχθεὶς θεοφόρε· διὸ πρέσβευε τῷ Σωτῆρι, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν. Καὶ νῦν... Θεοτοκίον Τὸ ἐξαίσιον θαῦμα τὸ τῆς συλλήψεως, καὶ ὁ ἄφραστος τρόπος ὁ τῆς κυήσεως, ἐν σοὶ ἐγνώρισται Ἁγνὴ ἀειπάρθενε. Καταπλήττει μου τὸν νοῦν, καὶ ἐξιστᾷ τὸν λογισμόν, ἡ δόξα σου Θεοτόκε, τοῖς πᾶσιν ἐφαπλουμένη, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

Κανών α», ᾨδὴ δ», τῆς Θεοτόκου

Ἦχος πλ. δ"

Ὁ Εἱρμὸς

Εἰσακήκοα, Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν Θεότητα. Τῶν παθῶν μου τὸν τάραχον, ἡ τὸν κυβερνήτην τεκοῦσα Κύριον, καὶ τὸν κλύδωνα κατεύνασον, τῶν ἐμῶν πταισμάτων, Θεονύμφευτε. Εὐσπλαγχνίας τὴν ἄβυσσον, ἐπικαλουμένῳ τῆς σῆς παράσχου μοι, ἡ τὸν εὔσπλαγχνον κυήσασα, καὶ Σωτῆρα πάντων, τῶν ὑμνούντων σε. Ἀπολαύοντες, Πάναγνε, τῶν σῶν δωρημάτων εὐχαριστήριον, ἀναμέλπομεν ἐφύμνιον, οἱ γινώσκοντές σε Θεομήτορα. Οἱ ἐλπίδα καὶ στήριγμα, καὶ τῆς σωτηρίας τεῖχος ἀκράδαντον, κεκτημένοι σε, Πανύμνητε, δυσχερείας πάσης, ἐκλυτρούμεθα.

Κανών α», ᾨδὴ δ», τῆς Ἁγίας

Ἦχος β"

Ὁ Εἱρμὸς

«Ἐλήλυθας, ἐκ Παρθένου οὐ πρέσβυς οὐκ Ἄγγελος, ἀλλ» αὐτὸς ὁ Κύριος, καὶ ἔσωσας ὅλον με τὸν ἄνθρωπον· διὸ κραυγάζω σοι· Δόξα τῇ δυνάμει σου Κύριε». Ἐκ Παρθένου, γεννηθεὶς ἐδωρήσω νεάνισι, Παρθένοις τὸ φρύαγμα, καταβαλεῖν τοῦ ἀλάστορος· ὅθεν ἡ καλλίνικος Βαρβάρα, τούτου τὸ θράσος κατεπάτησε. Τῷ Σταυρῷ σου, τοῦ θανάτου τὴν δύναμιν ἔλυσας, ἐντεῦθεν τοῦ σώματος, Κόρη Χριστὲ ἀφειδήσασα, φέρει γενναιότατα, τοὺς αἰκισμοὺς ἡ Βαρβάρα στερροτάτη φρενί. Ἡ προμήτωρ, μηχαναῖς τοῦ δολίου θελχθεῖσα τὸ πρίν, τρυφῆς ἐξωστράκισται, τοῦ Παραδείσου, Βαρβάρα δέ, τοῦτον ἐκφαυλίσασα, ἐν οὐρανίῳ νυμφῶνι νῦν αὐλίζεται.

Κανών β», ᾨδὴ δ», τοῦ Ὁσίου

Ἦχος β"

Ἐλήλυθας

Διατάξει, τοῦ Χριστοῦ πειθαρχήσας κατέλιπες, τοῦ κόσμου τερπνότητα, πλοῦτον τρυφὴν περιφάνειαν, ᾧ τινι ἀράμενος, τὸν σὸν σταυρὸν Ἰωάννη ἠκολούθησας. Συμπτωχεύσας, εἰς βροτῶν σωτηρίαν πτωχεύσαντι, Χριστῷ συνδεδόξασαι, ὥσπερ αὐτὸς ἐπηγγείλατο, καὶ συμβασιλεύεις δέ, τῷ εἰς ἀεὶ Ἰωάννῃ βασιλεύοντι. Θεοτοκίον Σὲ λιμένα, σωτηρίας καὶ τεῖχος ἀκράδαντον, Θεοτόκε Δέσποινα, πάντες πιστοὶ ἐπιστάμεθα· σὺ γὰρ ταῖς πρεσβείαις σου, ἐκ κινδύνων λυτροῦσαι τὰς ψυχὰς ἡμῶν.

Κανών α», ᾨδὴ ε», τῆς Θεοτόκου

Ἦχος πλ. δ"

Ὁ Εἱρμὸς

Φώτισον ἡμᾶς, τοῖς προστάγμασί σου, Κύριε, καὶ τῷ βραχίονί σου τῷ ὑψηλῷ, τὴν σὴν εἰρήνην, παράσχου ἡμῖν, φιλάνθρωπε. Ἔμπλησον, Ἁγνή, εὐφροσύνης τὴν καρδίαν μου, τὴν σὴν ἀκήρατον διδοῦσα χαράν, τῆς εὐφροσύνης, ἡ γεννήσασα τὸν αἴτιον. Λύτρωσαι ἡμᾶς, ἐκ κινδύνων, Θεοτόκε Ἁγνή, ἡ αἰωνίαν τεκοῦσα λύτρωσιν, καὶ τὴν εἰρήνην, τὴν πάντα νοῦν ὑπερέχουσαν. Λῦσον τὴν ἀχλύν, τῶν πταισμάτων μου, Θεόνυμφε, τῷ φωτισμῷ τῆς σῆς λαμπρότητος, ἡ φῶς τεκοῦσα, τὸ θεῖον καὶ προαιώνιον. Ἴασαι Ἁγνή, τῶν παθῶν μου τὴν ἀσθένειαν, ἐπισκοπῆς σου ἀξιώσασα, καὶ τὴν ὑγείαν, τῇ πρεσβείᾳ σου παράσχου μοι.

Κανών α», ᾨδὴ ε», τῆς Ἁγίας

Ἦχος β"

Ὁ Εἱρμὸς

«Μεσίτης Θεοῦ, καὶ ἀνθρώπων γέγονας, Χριστὲ ὁ Θεός· διὰ σοῦ γὰρ Δέσποτα, τὴν πρὸς τὸν ἀρχίφωτον Πατέρα σου, ἐκ νυκτὸς ἀγνωσίας, προσαγωγὴν ἐσχήκαμεν». Θυρίσι τρισί, τὸ λουτρὸν φωτίζεσθαι κελεύσασα, μυστικῶς διέγραψας, Βάπτισμα Βαρβάρα τῆς Τριάδος φωτί, τῶν ψυχῶν σελασφόρον, ὑπάρχον καθαρτήριον. Μανίαν δεινήν, τοῦ πατρὸς ἐκκλίνουσαν, Βαρβάραν σχισθέν, εὐθὺς ὑπεδέξατο, ὄρος, ὥσπερ πάλαι τὴν ἀοίδιμον, πρωτομάρτυρα Θέκλαν, Χριστοῦ τερατουργήσαντος. Τοῦ ὄντως Θεοῦ, πυρωθεῖσα ζήλῳ ψευδωνύμων Θεῶν, εἰς αἰσχρὰ ἐνέπτυσε, πρόσωπα Βαρβάρα ἡ Πανεύφημος, καταπαίζουσα Κόρη, τοῦ δῆθεν κοσμοκράτορος.

Κανών β», ᾨδὴ ε», τοῦ Ὁσίου

Ἦχος β"

Μεσίτης Θεοῦ

Τῷ φόβῳ Χριστοῦ, Πάτερ στοιχειούμενος, πρὸς θείαν ζωήν, τῆς σαρκὸς τὸ φρόνημα, ὅλον καθυποτάξας τῷ πνεύματι, τὰς σαυτοῦ Ἰωάννη, αἰσθήσεις καθαιρόμενος. Καθάρας παντός, μολυσμοῦ τὸ σῶμα, καὶ ψυχὴν καὶ τὸν νοῦν, ἐμμελῶς θεόσοφε, αἴγλην ὑπεδέξω τὴν τρισήλιον, Ἰωάννη λαμπροῖς σε, πλουτίζουσαν χαρίσμασι. Θεοτοκίον Δυσώπει τὸν σόν, Υἱὸν καὶ Κύριον, Παρθένε ἁγνή, αἰχμαλώτοις λύτρωσιν, τοῖς ἐξ ἐναντίας περιστάσεως, ἐπὶ σοὶ πεποιθόσιν, εἰρηνικὴν δωρήσασθαι.

Κανών α», ᾨδὴ ς», τῆς Θεοτόκου

Ἦχος πλ. δ"

Ὁ Εἱρμὸς

Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τὰς θλίψεις, ὅτι κακῶν ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ ᾍδῃ προσήγγισε, καὶ δέομαι ὡς Ἰωνᾶς· Ἐκ φθορᾶς, ὁ Θεὸς με ἀνάγαγε. Θανάτου καὶ τῆς φθορᾶς ὡς ἔσωσεν, ἑαυτὸν ἐκδεδωκὼς τῷ θανάτῳ, τὴν τῇ φθορᾷ καὶ θανάτῳ μου φύσιν, κατασχεθεῖσαν, Παρθένε, δυσώπησον, τὸν Κύριόν σου καὶ Υἱόν, τῆς ἐχθρῶν κακουργίας με ῥύσασθαι. Προστάτιν σε τῆς ζωῆς ἐπίσταμαι, καὶ φρουρὰν ἀσφαλεστάτην, Παρθένε, τῶν πειρασμῶν διαλύουσαν ὄχλον, καὶ ἐπηρείας δαιμόνων ἐλαύνουσαν, καὶ δέομαι διαπαντός, ἐκ φθορᾶς τῶν παθῶν μου ῥυσθῆναί με. Ὡς τεῖχος καταφυγῆς κεκτήμεθα, καὶ ψυχῶν σε παντελῆ σωτηρίαν, καὶ πλατυσμὸν ἐν ταῖς θλίψεσι, Κόρη, καὶ τῷ φωτί σου ἀεὶ ἀγαλλόμεθα· Ὧ Δέσποινα, καὶ νῦν ἡμᾶς, τῶν παθῶν καὶ κινδύνων διάσωσον. Ἐν κλίνῃ νῦν ἀσθενῶν κατάκειμαι, καὶ οὐκ ἔστιν ἴασις τῇ σαρκί μου, ἀλλ» ἡ Θεὸν καὶ Σωτῆρα τοῦ κόσμου, καὶ τὸν λυτῆρα τῶν νόσων κυήσασα, σοῦ δέομαι τῆς ἀγαθῆς, ἐκ φθορᾶς νοσημάτων ἀνάστησον.

Κανών α», ᾨδὴ ς», τῆς Ἁγίας

Ἦχος β"

Ὁ Εἱρμὸς

«Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον· Ἐκ φθορᾶς ὁ Θεὸς με ἀνάγαγε». Ὡς ὑπέσχου σοφίαν δεδώρησαι, Σῶτερ θεοδίδακτον, τοῖς σὲ κηρύττουσι, δικαστικοῦ πρὸ βήματος, ἧς Βαρβάρα ἡ Μάρτυς ἐμπέπλησται. Τῶν ἀθέων τὴν πλάνην διήλεγξε, λόγῳ θεοσόφῳ, Βαρβάρα ἡ ἔνδοξος· ὑπομονῇ τῶν ἔργων δέ, τῶν Τυράννων τὰς φρένας ἐξέστησεν. Αἰκισμοῖς ἀφειδῶς καταξαίνεσθαι, ῥάκεσι τριχίνοις εὐτόνως τε τρίβεσθαι, διὰ Χριστὸν ἡ ἄμεμπτος, Ἀθληφόρος τὸ σῶμα προδίδωσιν.

Κανών β», ᾨδὴ ς», τοῦ Ὁσίου

Ἦχος β"

Ἐν ἀβύσσῳ

Ἐλλαμφθεὶς τῇ τοῦ Πνεύματος χάριτι, θείων ἀνθρωπίνων τε, γνῶσιν πραγμάτων τρανῶς, πεπλουτηκὼς τοῖς χρῄζουσιν, Ἰωάννη ἀφθόνως μετέδωκας. Ἐφαμίλλως χοροῖς οὐρανίοις Σοφέ, τῶν Ἐκκλησιῶν ὀρθοδόξων ἐρρύθμισας, χοροστασίας ᾄσματα, προσφωνῶν τῇ Τριάδι θεόφθεγκτα. Θεοτοκίον Ἀπειράνδρως Παρθένε ἐκύησας, καὶ διαιωνίζεις Παρθένος ἐμφαίνουσα, τῆς ἀληθοῦς θεότητος, τοῦ Υἱοῦ καὶ Θεοῦ σου τὰ σύμβολα. Ὁ Εἱρμὸς «Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον· Ἐκ φθορᾶς ὁ Θεὸς με ἀνάγαγε».

Κοντάκιον τῆς Ἁγίας

Ἦχος δ"

Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ

Τῷ ἐν Τριάδι εὐσεβῶς ὑμνουμένῳ, ἀκολουθήσασα σεμνὴ Ἀθληφόρε, τὰ τῶν εἰδώλων ἔλιπες σεβάσματα, μέσον δὲ τοῦ σκάμματος, ἐναθλοῦσα Βαρβάρα, τυράννων οὐ κατέπτηξας, ἀπειλὰς ἀνδρειόφρον, μεγαλοφώνως μέλπουσα ἀεί, Τριάδα σέβω τὴν μίαν θεότητα.

Ὁ Οἶκος

Τὴν νυμφευθεῖσαν τῷ Χριστῷ διὰ τοῦ μαρτυρίου, Βαρβάραν συνελθόντες τιμήσωμεν ἀξίως, ὅπως αὐτῆς ταῖς προσευχαῖς λύμης ψυχοφθόρου λυτρωθέντες, καὶ λοιμοῦ, σεισμοῦ τε καὶ καταπτώσεως, τὸν βίον ἐν εἰρήνῃ διέλθωμεν, καταξιωθέντες μετὰ πάντων τῶν Ἁγίων, τῶν ἀπ» αἰῶνος Θεῷ εὐαρεστησάντων, διάγειν ἐν φωτί, καὶ μέλπειν ἀξίως, ἐθαυμάστωσας Σῶτερ τὰ σὰ ἐλέη πᾶσι τοῖς πίστει ὁμολογοῦσι, Τριάδα σέβω τὴν μίαν θεότητα.

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν

Τῇ Δ» τοῦ αὐτοῦ μηνός, Ἄθλησις τῆς Ἁγίας Μεγαλομάρτυρος Βαρβάρας. Στίχοι Ξίφει πατὴρ θύσας σε, Μάρτυς Βαρβάρα, Ὑπῆρξεν ἄλλος Ἀβραὰμ διαβόλου. Βαρβάρα ἀμφὶ τετάρτῃ χερσὶ τοκῆος ἐτμήθη. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν, Ἰωάννου Μοναχοῦ καὶ πρεσβυτέρου τοῦ Δαμασκηνοῦ. Στίχοι Πλήσας μελῶν γῆν ἡδέων Ἰωάννης, Κἂν οὐρανοῖς ἄνεισι συνθεῖναι μέλη. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου πατρὸς ἡμῶν, Ἰωάννου, Ἐπισκόπου Πολυβότου, τοῦ θαυματουργοῦ. Στίχοι Ἐπισκοπὴν γῆς ἐκλιπὼν Ἰωάννης, Ἐπισκοποῦντος πάντα τέρπεται θέᾳ, Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Ἰουλιανὴ ξίφει τελειοῦται. Στίχοι Ἰουλιανὴν ὡς περιστερὰν δέχου, Εἰμὴ τάχει τέμνοιτο, τρίζουσαν Λόγε. Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Χριστόδουλος καὶ Χριστοδούλη ξίφει τελειοῦνται. Στίχοι Συνωνυμὼν σοι, παρθένε Χριστοδούλη, Ὁ Χριστόδουλος, καὶ συναθλεῖ σοι ξίφει. Ὁ ἅγιος νέος Ἱερομάρτυς Σεραφεὶμ ὁ Φαναρίου ἐπίσκοπος, ὁ μαρτυρήσας ἐν ἔτει 1601, σούβλῃ διαπαρεὶς τελειοῦται. Στίχοι Ὁ γῆς Σεραφεὶμ Θετταλῶν φὺς ὡς κλάδος, Θεῷ Λόγῳ πρόσεισι ῥείθροις αἱμάτων. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον, καὶ σῶσον ἡμᾶς. Ἀμήν.

Κανών α», ᾨδὴ ζ», τῆς Θεοτόκου

Ἦχος πλ. δ"

Ὁ Εἱρμὸς

Οἱ ἐκ τῆς Ἰουδαίας, καταντήσαντες Παῖδες ἐν Βαβυλῶνι ποτέ, τῇ πίστει τῆς Τριάδος, τὴν φλόγα τῆς καμίνου, κατεπάτησαν ψάλλοντες· Ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἶ. Τὴν ἡμῶν σωτηρίαν, ὡς ἠθέλησας Σῶτερ, οἰκονομήσασθαι, ἐν μήτρᾳ τῆς Παρθένου, κατῴ κησας τῷ κόσμῳ, ἣν προστάτιν ἀνέδειξας· Ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητός εἶ. Θελητὴν τοῦ ἐλέους, ὃν ἐγέννησας, Μῆτερ ἁγνὴ δυσώπησον, ῥυσθῆναι τῶν πταισμάτων, ψυχῆς τε μολυσμάτων, τοὺς ἐν πίστει κραυγάζοντας· Ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἶ. Θησαυρὸν σωτηρίας, καὶ πηγὴν ἀφθαρσίας, τὴν σὲ κυήσασαν, καὶ πύργον ἀσφαλείας, καὶ θύραν μετανοίας, τοῖς κραυγάζουσιν ἔδειξας· Ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἶ. Σωμάτων μαλακίας, καὶ ψυχῶν ἀρρωστίας, Θεογεννήτρια, τῶν πόθῳ προσιόντων, τῇ σκέπῃ σου τῇ θείᾳ, θεραπεύειν ἀξίωσον, ἡ τὸν Σωτῆρα Χριστόν, ἡμῖν ἀποτεκοῦσα.

Κανών α», ᾨδὴ ζ», τῆς Ἁγίας

Ἦχος β"

Ὁ Εἱρμὸς

«Ἀντίθεον πρόσταγμα παρανομοῦντος, τυράννου μετάρσιον, τὴν φλόγα ἀνερρίπισε, Χριστὸς δὲ ἐφήπλωσε θεοσεβέσι Παισί, δρόσον τὴν τοῦ Πνεύματος, ὁ ὢν εὐλογημένος καὶ ὑπερένδοξος». Ὁ γῆν καταλήψεσθαι καὶ ἐξαλείψειν, τὴν θάλασσαν Τύραννος, εἰκαίως φρυαττόμενος, ὡς παίγνιον πρόκειται, Βαρβάρας κόρης ποσί· τοῦτον ἐκνευρίσας γὰρ Χριστός, ὥσπερ στρουθίον σαθρὸν ἐδέσμευσε. Πληγαῖς ἀφορήτοις σου καταξανθέντος, τοῦ σώματος ὅλου τε, βαφέντος ἐν αἱμάτων ῥοαῖς, λαμπάσιν ὑπέμεινας, φλογιζομένη πλευράς, Μάρτυς παναοίδιμε, Χριστῷ εὐχαριστοῦσα, Βαρβάρα ἔνδοξε. Ὢ τῆς ἀπανθρώπου τε καὶ ἀναλγήτου, Τυράννων ὠμότητος, καὶ πλείστης ἀθεότητος! μαστοὺς γὰρ τῆς Μάρτυρος, ὡς ἐν μακέλλῳ δεινῶς, ξίφεσι κατέτεμνον, τὸν νοῦν προσερειδούσης τῷ ζωοδότῃ Χριστῷ.

Κανών β», ᾨδὴ ζ», τοῦ Ὁσίου

Ἦχος β"

Ἀντίθεον πρόσταγμα

Τῷ ζήλῳ πυρούμενος τῶν θεομάχων, αἱρέσεων ἅπασαν, κακόνοιαν ἀνέτρεψας, συντόνοις συγγράμμασι, λευκάνας πᾶσι τρανῶς, πάλαι τὰ σποράδην τοῖς σοφοῖς, ὦ Ἰωάννη, συγγεγραμμένα ἰσχνῶς. Θερμῶς ἐστηλίτευσας τῶν δυσωνύμων, τροφίμων τοῦ Μάνεντος, τὴν βλάσφημον ἀσέβειαν, νοθεῦσαι πειραθεῖσαν, τὴν Ἐκκλησίαν Χριστοῦ, λόγοις τε καὶ δόγμασιν ὀρθοῖς, ὦ Ἰωάννη, οἷς περ συντέθεικας. Θεοτοκίον Ἁγίων Ἁγίαν σε κατανοοῦμεν, ὡς μόνην κυήσασαν, Θεὸν τὸν ἀναλλοίωτον Παρθένε ἀμόλυντε, Μήτηρ ἀνύμφευτε· πᾶσι γὰρ ἐπήγασας πιστοῖς, τὴν ἀφθαρσίαν τῷ θείῳ τόκῳ σου.

Κανών α», ᾨδὴ η», τῆς Θεοτόκου

Ἦχος πλ. δ"

Ὁ Εἱρμὸς

Τὸν Βασιλέα τῶν οὐρανῶν, ὃν ὑμνοῦσι στρατιαὶ τῶν Ἀγγέλων, ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. Τοὺς βοηθείας τῆς παρὰ σοῦ δεομένους, μὴ παρίδῃς Παρθένε, ὑμνοῦντας, καὶ ὑπερυψοῦντάς σε, Κόρη, εἰς αἰῶνας. Τῶν ἰαμάτων τὸ δαψιλές, ἐπιχέεις τοῖς πιστῶς ὑμνοῦσί σε Παρθένε, καὶ ὑπερυψοῦσι τὸν ἄφραστόν σου τόκον. Τὰς ἀσθενείας μου τῆς ψυχῆς ἰατρεύεις, καὶ σαρκὸς τὰς ὀδύνας, Παρθένε, ἵνα σε δοξάζω τὴν Κεχαριτωμένην. Τῶν πειρασμῶν σὺ τὰς προσβολὰς ἐκδιώκεις, καὶ παθῶν τὰς ἐφόδους Παρθένε· ὅθεν σε ὑμνοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

Κανών α», ᾨδὴ η», τῆς Ἁγίας

Ἦχος β"

Ὁ Εἱρμὸς

«Κάμινος ποτέ, πυρὸς ἐν Βαβυλῶνι, τὰς ἐνεργείας διεμέριζε, τῷ θείῳ προστάγματι, τοὺς Χαλδαίους καταφλέγουσα, τοὺς δὲ πιστοὺς δροσίζουσα ψάλλοντας· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον». Ὤφθη σοι Χριστός, φωτὶ ἐν ἀπροσίτῳ, ἐγκαθειργμένη ὦ Βαρβάρα, φρουρᾷ, θαρρεῖν προτρεπόμενος, καὶ τοὺς μώλωπας ἰώμενος, καὶ χαρμονὴν δωρούμενος· ὅθεν ἀνεπτερώθης, τοῦ σοῦ Νυμφίου τῷ ἔρωτι. Ἄγγελος φαιδρός, στολὴν φωτοειδῆ σε, διὰ Χριστὸν γεγυμνωμένην, σεμνὴ Βαρβάρα ἠμφίασε, καὶ ὡς νύμφην περιήγαγε· τὰ πάθη τῇ ἐσθῆτι γάρ, Μάρτυς συνεξεδύσω, θείαν ἐκστᾶσα ἀλλοίωσιν. Δέδεικται σαφῶς, Χριστὲ ἡ πρόρρησίς σου, πεπληρωμένη· πατὴρ τέκνον γάρ, εἰς φόνον προδίδωσιν, αὐτουργός τε τῆς σφαγῆς γεγονώς, ὁ δείλαιος γεννήτωρ, τῆς σῆς Μάρτυρος, οὐρανίῳ· ὅθεν πυρὶ κατηνάλωται.

Κανών β», ᾨδὴ η», τοῦ Ὁσίου

Ἦχος β"

Κάμινος ποτέ

Ἤλεγξας σαφῶς, ἐγγράφως, Ἰωάννη, τοῦ Νεστορίου τὴν διαίρεσιν, Σεβήρου τὴν σύγχυσιν, μονοθέλητον παράνοιαν, καὶ πίστιν μονενέργητον, φέγγος ὀρθοδοξίας, πᾶσιν ἀστράψας τοῖς πέρασιν. Ἔσπειρεν ἐχθρός, ζιζάνια συνήθως, αἱρετικῶν ἐν Ἐκκλησίᾳ Χριστοῦ, τὴν τούτου προσκύνησιν, ἀθετεῖσθαι ἐν εἰκόσι σεπταῖς, ἀλλ᾿ εὗρεν οὐ νυστάζοντα, πάντα δὲ Ἰωάννη, σπόρον σε νόθον ἐκτίλλοντα. Θεοτοκίον Σὺ τὸν τοῦ Πατρός, ἀχώριστον ἐν μήτρᾳ, θεανδρικῶς πολιτευσάμενον, ἀσπόρως συνέλαβες, καὶ ἀφράστως ἀπεκύησας Θεογεννῆτορ Πάναγνε· ὅθεν σε σωτηρίαν, πάντων ἡμῶν ἐπιστάμεθα. Ὁ Εἱρμὸς «Κάμινος ποτέ, πυρὸς ἐν Βαβυλῶνι· τὰς ἐνεργείας διεμέριζε, τῷ θείῳ προστάγματι, τοὺς Χαλδαίους καταφλέγουσα, τοὺς δὲ Πιστοὺς δροσίζουσα, ψάλλοντας· Εὐλογεῖτε, πάντα τὰ ἔργα τὸν Κύριον».

Κανών α», ᾨδὴ θ», τῆς Θεοτόκου

Ἦχος πλ. δ"

Ὁ Εἱρμὸς

Κυρίως Θεοτόκον, σὲ ὁμολογοῦμεν, οἱ διὰ σοῦ σεσωσμένοι, Παρθένε ἁγνή, σὺν Ἀσωμάτων χορείαις, σὲ μεγαλύνοντες. Ῥοήν μου τῶν δακρύων, μὴ ἀποποιήσῃς, ἡ τὸν παντὸς ἐκ προσώπου πᾶν δάκρυον, ἀφῃρηκότα Παρθένε, Χριστὸν κυήσασα. Χαρᾶς μου τὴν καρδίαν, πλήρωσον, Παρθένε, ἡ τῆς χαρᾶς δεξαμένη τὸ πλήρωμα, τῆς ἁμαρτίας τὴν λύπην, ἐξαφανίσασα. Λιμὴν καὶ προστασία, τῶν σοὶ προσφευγόντων, γενοῦ Παρθένε, καὶ τεῖχος ἀκράδαντον, καταφυγή τε καὶ σκέπη, καὶ ἀγαλλίαμα. Φωτός σου ταῖς ἀκτῖσι, λάμπρυνον, Παρθένε, τὸ ζοφερὸν τῆς ἀγνοίας διώκουσα, τοὺς εὐσεβῶς Θεοτόκον, σὲ καταγγέλλοντας. Κακώσεως ἐν τόπῳ, τῷ τῆς ἀσθενείας, ταπεινωθέντα, Παρθένε, θεράπευσον, ἐξ ἀρρωστίας εἰς ῥῶσιν, μετασκευάζουσα.

Κανών α», ᾨδὴ θ», τῆς Ἁγίας

Ἦχος β"

Ὁ Εἱρμὸς

«Ἀνάρχου Γεννήτορος, Υἱὸς Θεὸς καὶ Κύριος, σαρκωθεὶς ἐκ Παρθένου, ἡμῖν ἐπέφανε, τὰ ἐσκοτισμένα, συναγαγεῖν τὰ ἐσκορπισμένα· διὸ τὴν πανύμνητον, Θεοτόκον μεγαλύνομεν». Τὴν ἔνδοξον μέλλουσα, κομίζεσθαι τελείωσιν, διὰ ξίφους Βαρβάρα, τοῦ μαρτυρίου σου, σὺν Ἰουλιανῇ τῶν στεφάνων, μαρτυρικῶς καταξιουμένη, φωνῆς θείας ἤκουσας, τελειούσης τὰς ἐντεύξεις σου. Πληρῶν σου τὴν αἴτησιν, Βαρβάρα ἀθληφόρε Χριστός, τὰς ἰάσεις βραβεύει, τοῖς ἐκτελοῦσί σου, πίστει τὴν ἐτήσιον μνήμην, ὡς ἀληθῶς· θαλάσσης γὰρ ψάμμον, τὰ σὰ ὑπερβέβηκεν, εὐκλεῆ τερατουργήματα. Τῷ σῷ συναφθεῖσα νῦν, παντάνακτι νυμφίῳ Χριστῷ, καὶ ἀστράπτουσα δόξῃ, Βαρβάρα θείου φωτός, ἐν ἐπουρανίοις θαλάμοις, τοὺς ὑμνητὰς τοὺς σοὺς ἐποπτεύοις, παθῶν ἀπαλλάττουσα, καὶ προσάγουσα τῷ ζῶντι Θεῷ.

Κανών β», ᾨδὴ θ», τοῦ Ὁσίου

Ἦχος β"

Ἀνάρχου Γεννήτορος

Ἐδίδαξας ἅπαντας, τοὺς Ἐκκλησίας ᾄδειν υἱούς, ὀρθοδόξως Μονάδα τὴν ἐν Τριάδι σεπτήν, σάρκωσιν τοῦ Λόγου τε θείαν, θεολογεῖν, σαφῶς Ἰωάννη, τρανῶν τὰ δυσέφικτα, τοῖς πολλοῖς ἐν ἱεραῖς συγγραφαῖς. Ἁγίων τὰ τάγματα, ὑμνολογήσας Ὅσιε, τὴν ἁγνὴν Θεοτόκον, Χριστοῦ τὸν Πρόδρομον, αὖθις Ἀποστόλους Προφήτας, σὺν Ἀσκηταῖς, σοφοὺς Διδασκάλους, Δικαίους καὶ Μάρτυρας, ἐν ταῖς τούτων νῦν αὐλίζῃ σκηναῖς. Θεοτοκίον Ὡς πόκος Πανάμωμε, τὸν ὄμβρον τὸν οὐράνιον, ἐν γαστρὶ δεξαμένη ἡμῖν ἐκύησας, τὸν τὴν ἀμβροσίαν διδοῦντα, τοῖς εὐσεβῶς, αὐτὸν ἀνυμνοῦσι, καὶ σὲ τὴν πανύμνητον, Θεοτόκον καταγγέλλουσιν. Ὁ Εἱρμὸς «Ἀνάρχου Γεννήτορος, Υἱὸς Θεὸς καὶ Κύριος, σαρκωθεὶς ἐκ Παρθένου, ἡμῖν ἐπέφανε, τὰ ἐσκοτισμένα, συναγαγεῖν τὰ ἐσκορπισμένα· διὸ τὴν πανύμνητον, Θεοτόκον μεγαλύνομεν».

Ἐξαποστειλάριον τῆς Ἁγίας

Ἦχος γ«

Ἐν Πνεύματι τῷ Ἱερῷ

Τὴν χάριν τῶν ἰάσεων, ἐκ Θεοῦ δεξαμένη, Βαρβάρα παναοίδιμε, τοῦ ἰᾶσθαι τὰς νόσους, τῶν πίστει προστρεχόντων σοι, τὸν Θεὸν δοξάζουσα, τὸν ἐπὶ πάντων Δεσπότην, ῥῦσαι πάντας κινδύνων, λοιμικῆς ἀσθενείας, καὶ ψυχικῶν νοσημάτων.

Ἐξαποστειλάριον τοῦ Ὁσίου

Ἦχος γ»

Ἐν Πνεύματι τῷ Ἱερῷ

Ἀνέτρεψας σοφίᾳ σου, τὰς αἱρέσεις παμμάκαρ, ὦ Ἰωάννη πάνσοφε, καὶ ὀρθόδοξον δόγμα, τῇ, Ἐκκλησίᾳ δέδωκας, τοῦ ὀρθῶς δογματίζειν, καὶ δοξάζειν Τριάδα, Μονάδα τρισυπόστατον, ἐν μιᾷ τῇ οὐσίᾳ.

Θεοτοκίον

Ἦχος γ«

Ἐν Πνεύματι τῷ Ἱερῷ

Ἐκύησας Πανάχραντε, τὸν τοῦ τῷ Θεοῦ Θεὸν Λόγον, κόσμῳ τὴν σωτήριον, ἐκτελοῦντα πανσόφως, οἰκονομίαν ἀρίστην· διὰ τοῦτό σε πάντες, ὑμνολογοῦμεν ἀξίως, ὡς πρεσβεύουσαν τούτῳ, λυτρωθῆναι ἡμᾶς νόσων, καὶ παντοίων κινδύνων.

Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους δ» καὶ ψάλλομεν Στιχηρὰ ἰδιόμελα τῆς Ἁγίας.

Ἦχος α»

Ἀνατολίου

Τῆς γεηρᾶς τρυφῆς, τὴν ἀπόλαυσιν ὑπεριδοῦσα, καὶ πατρὸς τὸν ὄλβον ὁμοῦ τε καὶ δόξαν μισήσασα, τὸν οὐράνιον Νυμφίον ἐπεπόθησας, Βαρβάρα παναοίδιμε· τῷ ξίφει γὰρ τὴν κάραν τμηθεῖσα, σὺν ταῖς φρονίμοις συνεισῆλθες Παρθένοις, τῷ Νυμφίῳ Χριστῷ· ὅθεν καὶ τὴν λοιμικὴν νόσον ἐκδιώκουσα, τοὺς πιστοὺς θεραπεύεις, ἐνεργείᾳ τοῦ Πνεύματος, καὶ πρεσβεύεις ἀπαύστως, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἦχος β«

Βυζαντίου

ᾘσχύνθη ὁ βάσκανος ἐχθρός, ὑπὸ γυναικὸς ἡττώμενος, ὅτι τὴν Προμήτορα ἔσχεν ὄργανον πρὸς ἁμαρτίαν· ὁ γὰρ ἐκ Παρθένου σαρκωθεὶς Λόγος τοῦ Πατρός, ἀτρέπτως καὶ ἀφύρτως, ὡς οἶδε μόνος αὐτός, τὴν κατάραν ἔλυσε τῆς Εὔας καὶ τοῦ Ἀδάμ, Χριστὸς ὁ στεφανώσας ἀξίως, Βαρβάραν τὴν Μάρτυρα, καὶ δι» αὐτῆς δωρούμενος τῷ κόσμῳ, ἱλασμὸν καὶ τὸ μέγα ἔλεος.

Ἦχος β»

Βυζαντίου

Ἡ θεόκλητος Μάρτυς Βαρβάρα, ἐν τῷ σταδίῳ πάσχουσα ἔλεγε· Δεινὰ μὲν τὰ παρόντα κολαστήρια, ὦ δικαστά, οὐ προκρίνω δὲ ὅλως, τῶν οὐρανίων τὰ ἐπίγεια· διὰ τοῦτο τέμνετε, ξέετε τὰς σάρκας, πυρὶ παραδότε με· χαίρουσα ἀπίω πρὸς τὸν Νυμφίον μου Χριστόν. Ἧς ταῖς ἱκεσίαις Σωτήρ, τὰ ἐλέη σου κατάπεμψον ἡμῖν, καὶ σῶσον τοὺς τὴν ἄθλησιν αὐτῆς, ἐκτελοῦντας πιστῶς.

Ἦχος β«

Βυζαντίου

Τὴν πανήγυριν σήμερον τῆς ἀθληφόρου Βαρβάρας, δεῦτε λαοὶ ὑμνήσωμεν· ταύτην γὰρ οὔτε ξίφος, οὔτε πῦρ, οὔτε ἄλλη βάσανος, οὔτε τοῦ πολυπλόκου βελίαρ τὰ ἔνεδρα ἐτροπώσατο. Χριστὸν ἱκέτευε Καλλιμάρτυς πανένδοξε, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.

Δοξαστικὸν

Ἦχος πλ. β»

Ἰωάννου Μοναχοῦ

Ἀθλητικὴν ὁδεύσασα ὁδόν, προγονικὴν ἐξέφυγες βουλήν, Βαρβάρα πανσεβάσμιε, καὶ ὡς μὲν Παρθένος φρονίμη, λαμπαδηφόρος εἰσῆλθες, εἰς τὰς αὐλὰς τοῦ Κυρίου σου, ὡς δὲ Μάρτυς ἀνδρεία, χάριν ἔλαβες ἰατρεύειν, τῆς σαρκὸς σαθρὰν λύμην. Ἀλλὰ καὶ ἡμᾶς τοὺς ἀνυμνοῦντάς σε, ψυχικῶν ἀλγηδόνων ἐκλύτρωσαι, ταῖς πρὸς Θεὸν ἱκεσίαις σου.

Θεοτοκίον

Ἦχος πλ. β«

Θεὸν ἐκ σοῦ σαρκωθέντα ἔγνωμεν, Θεοτόκε Παρθένε, αὐτὸν ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Μεγάλη Δοξολογία

Ἀπόστιχα

Δοξαστικὸν, Τοῦ Ὁσίου

Ἦχος πλ. δ»

Τῶν Μοναστῶν τὰ πλήθη, τὸν Καθηγητὴν σε τιμῶμεν, Ἰωάννη Πατὴρ ἡμῶν· διὰ σοῦ γὰρ τὴν τρίβον, τὴν ὄντως εὐθεῖαν, πορεύεσθαι ἔγνωμεν. Μακάριος εἶ, τῷ Χριστῷ δουλεύσας, καὶ ἐχθροῦ θριαμβεύσας τὴν δύναμιν, Ἀγγέλων συνόμιλε, Δικαίων ὁμόσκηνε, καὶ Ὁσίων, μεθ» ὧν πρέσβευε τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Τυπικά, καὶ ἀπὸ τοῦ Κανόνος, ᾨδὴ γ» καὶ ς».

Комментарии для сайта Cackle