Τῌ Λ» ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΔΕΚΕΜΒΡΙΟΥ

Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀνυσίας. Ἐν ταύτῃ τῇ ἡμέρᾳ ψάλλομεν καὶ τὴν Ἀκολουθίαν τῆς Ἁγίας Μελάνης, διὰ τὸ ἀποδίδοσθαι τὴν τῶν Χριστουγέννων Ἑορτὴν κατὰ τὴν λα».

ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς» καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς Ἁγίας Ἀνυσίας.

Στιχηρὰ τῆς Ἁγίας Ἀνυσίας

Ἦχος δ»

Ὡς γενναῖον ἐν μάρτυσιν

Παρθενίας λαμπρότησι, φαιδρυνθεῖσα Πανεύφημε, Μαρτυρίου ἤστραψας ἀγωνίσμασι· μὴ προσκυνῆσαι ἡλίῳ γάρ, πεισθεῖσα τὴν ἄδικον, καθυπέμεινας σφαγήν, φοινιχθεῖσα τοῖς αἵμασι· καὶ παρέστηκας, τῷ Ἡλίῳ τῆς δόξης στεφηφόρος, ταῖς ἐκεῖθεν λαμπομέναις, αὐγαζομένη φαιδρότησιν.

Ἦχος δ»

Τὸν ἐγκάρδιον ἔρωτα, ὑποφαίνουσα δάκρυσι, κατανύξει Ἔνδοξε, γῆν κατέβρεχες, καὶ ταῖς θριξὶν ἐναπέσμηχες, Χριστοῦ ὑποπόδιον, ἐννοοῦσα καὶ αὐτόν, ὡς παρόντα προβλέπουσα, ὃν ἐπόθησας, καὶ ἰχνῶν ἁπτομένη διανοίᾳ, θεωρίαις θειοτάταις, τὴν σὴν ψυχὴν κατελάμπρυνας.

Ἦχος δ»

Καὶ τὸν πλοῦτον σκορπίσασα, καὶ πτωχοῖς ἐπαρκέσασα, ἐνυμφεύθης ἄφθορος τῷ Ποιήσαντι, καὶ ὥσπερ προῖκα προσήγαγες, αὐτῷ παναοίδιμε, τῶν αἱμάτων τοὺς κρουνούς, καὶ τοῦ πάθους τὴν μίμησιν, οὗ ὑπέμεινεν, Ἀνυσία ὁ μόνος εἰς νυμφῶνα, κατοικίσας σε τὸν θεῖον, ὡς Ἀθληφόρον καὶ Μάρτυρα.

Στιχηρὰ τῆς Ἁγίας Μελάνης

Ἦχος δ»

Ὁ ἐξ ὑψίστου κληθεὶς

Ἡ ταῖς Ἀγγέλων χορείαις συναφθεῖσα· ὅτε σε ὁ ἔνθεος ἔρως ἀνέφλεξε, καὶ ὑπερίπτασθαι ἔπεισε τῶν ὀρωμένων, δι» ἀπαθείας καὶ καθαρότητος, τότε σου τὸν σύνευνον, λόγοις ἐζώγρησας, θεοπειθέσι τὴν ἄστατον, ἀποβαλέσθαι, τύρβην τοῦ βίου τὴν διαρρέουσαν· ὅθεν σὺν τούτῳ τὴν αἰώνιον, εὗρες ζωὴν καὶ ἀπόλαυσιν, δυσωποῦσα Μελάνη, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἦχος δ»

Ἡ τῶν Ἀγγέλων ποθήσασα τὸν βίον, ὅτε τὴν ἐνήδονον τρυφὴν διέπτυσας, τῇ ἐγκρατείᾳ σχολάζουσα, καὶ ἀγρυπνίᾳ, καὶ χαμευνίᾳ, καὶ ταπεινότητι, τότε καθαρώτατον, σκεῦος γεγένησαι, Πνεύματος θείου χαρίσμασι, περιφανέσι, κεκοσμημένη πρὸ τούτου πάνσοφε· ὅθεν πρὸς ζῆλον, σοῦ τὸν ἔνθεον, ἐφειλκύσω λαοὺς καὶ προσήγαγες, τῷ Δεσπότῃ Μελάνη, καὶ Σωτῆρι τῶν ψυχῶν ἡμῶν.

Ἦχος δ»

Ἡ καλλοναῖς ἀρετῶν ὡραϊσμένη, ὅτε τὸν σωτήριον λόγον ἐπλήρωσας, καὶ διανείμασα δέδωκας, τὰς μυριάδας, τοῦ σοῦ χρυσίου πτωχοῖς καὶ πένησι· τότε τὸν οὐράνιον ὄλβον ἀπείληφας, δικαιοσύνην πλουτήσασα, καὶ ἀφθαρσίαν, καὶ ἀπολύτρωσιν Πανσεβάσμιε· ὅθεν τιμῶμεν σοῦ τὴν κοίμησιν, καὶ ἐκτενῶς δυσωποῦμέν σε, ἱκετεῦσαι τὸν Κτίστην, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον

Ἦχος πλ. α"

Ἰωάννου Μοναχοῦ

Εὐφραινέσθωσαν οἱ οὐρανοί, καὶ ἀγαλλιάσθω ἡ γῆ· σήμερον γὰρ ἀληθῶς, μία ποίμνη γέγονεν Ἀγγέλων καὶ ἀνθρώπων. Ὢ τοῦ θαύματος! ὁ ἀόρατος ὁρᾶται, ὁ ἀχώρητος χωρεῖται, ὁ ἄναρχος ἄρχεται, ὁ Υἱὸς τοῦ Θεοῦ Υἱὸς ἀνθρώπου γίνεται, καὶ Παρθένος ἀπείρανδρος, Μήτηρ ὁρᾶται Θεοῦ, καὶ ἡ Μήτηρ μετὰ κύησιν, Παρθένος εὑρίσκεται, ὁ σαρκωθεὶς Λόγος τοῦ Πατρός, ἐν φάτνῃ ἀνακέκλιται, καὶ Ποιμένες κήρυκες, κοινωνοὶ τοῦ μυστηρίου γίνονται, Μάγοι ἐξ ἀνατολῶν τὰ δῶρα προσεκόμιζον, ὑπὸ ἀστέρος ὁδηγούμενοι, καὶ τὸν τεχθέντα Σωτῆρα προσεκύνησαν. Μεθ» ὧν καὶ ἡμεῖς φιλέορτοι, τοὺς τῆς καρδίας θησαυροὺς προθύμως ἀνοίξαντες, προσάξωμεν αὐτῷ πράξεις ἀγαθάς, πίστιν, ἐλπίδα καὶ ἀγάπην, ὡς χρυσὸν καὶ λίβανον καὶ σμύρναν, τῶν Ἀσωμάτων τὴν φωνὴν βοῶντες αὐτῷ. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία, τῷ ἐλθόντι σῶσαι ἐκ φθορᾶς, τὸ γένος ἡμῶν.

Ἀπόστιχα στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς. Ἦχος πλ. α" Χαίροις ἀσκητικῶν Μάγοι ἀνατολῶν Βασιλεῖς τῷ ἐκ Παρθένου Βασιλίδος ἐκλάμψαντι, ἁπάντων Θεῷ καὶ Κτίστῃ, καὶ Βασιλεῖ ἀληθεῖ, δῶρα προσκυνοῦντες προσεκόμισαν· πρὸς οὓς ἡ Πανάμωμος, ἐκπλαγεῖσα ἐφθέγγετο. Εἴπατε δὴ μοι, οἱ τὸ πῦρ καὶ τὸν ἥλιον, σεβαζόμενοι, καὶ ἐν σκότει βαδίζοντες, πῶς τὸν ὑπὲρ κατάληψιν, φωτίζοντα σύμπαντα, ἔγνωτε σάρκα λαβόντα, καὶ ἐν σπηλαίῳ, τικτόμενον, ἐν γῇ καὶ δι» οἶκτον, παρεχόμενον τῷ κόσμῳ, τὸ μέγα ἔλεος; Στίχ. Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Λόγοις ἀκολουθοῦντες ἡμεῖς, τοῦ Βαλαὰμ πρὸς τὴν ἁγνὴν ἀπεκρίθησαν, οἱ Μάγοι, παρετηροῦμεν, ἀνατολὴν καθαροῦ, καὶ λαμπροῦ Ἀστέρος, προσγενήσεσθαι, καὶ δὴ θεασάμενοι, ἀσυνήθη φαινόμενον, τοῦτον ἀρτίως, ὑπ» αὐτοῦ ὁδηγούμενοι, οὐκ ὠκνήσαμεν, τὴν πορείαν ποιήσασθαι. Τὶς οὖν ὁ ταῖς ἀγκάλαις σου, ὡς βρέφος κρατούμενος; πῶς μυστηρίῳ τοιούτῳ, καθυπουργῆσαι ἠξίωσαι, σεμνὴ Παναγία; δι» οὗ εὕρατο ὁ κόσμος, τὸ μέγα ἔλεος. Στίχ. Ἐκ γαστρὸς πρὸ Ἑωσφόρου ἐγέννησά σε, ὤμοσε Κύριος, καὶ οὐ μεταμεληθήσεται. Σὺ Ἱερεὺς εἰς τὸν αἰῶνα, κατὰ τὴν τάξιν Μελχισεδέκ. Λέξω πυνθανομένοις ὑμῖν, τὰ ὑπὲρ λόγον καὶ διάνοιαν ἅπασαν, ἡ Κόρη φησὶ τοῖς Μάγοις· βλέπω γὰρ νεύσει ὑμᾶς, ἀφικέσθαι ὧδε τοῦ παιδίου μου. Καινὰ καὶ παράδοξα, ὡς ὁρᾶτε τὰ πράγματα· ὁ γὰρ ἀχρόνως, τῷ Πατρὶ συννοούμενος, τὴν πτωχείαν μου, ἑκουσίως ἐφόρεσεν, ὅπως καταπλουτήσειε, τοὺς γνώμῃ πτωχεύσαντας, καὶ Παραδείσου τὴν θείαν, διαγωγὴν ἀπολέσαντας. Αὐτὸς ἐστιν οὗτος, ὁ δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Δοξαστικὸν

Ἦχος πλ. α»

Χαίροις ἀσκητικῶν

Βρέφος σωματωθὲν ἐξ αὐτῆς, τὸν προαιώνιον Θεὸν ἡ Πανάμωμος, ὁρῶσα χερσὶ κρατοῦσα, καταφιλοῦσα πυκνῶς, καὶ χαρᾶς πλησθεῖσα, προσεφθέγγετο αὐτῷ· Θεὲ ὕψιστε, Βασιλεῦ ἀθεώρητε, πῶς καθορῶ σε, καὶ νοεῖν τὸ μυστήριον, οὐ δεδύνημαι, τῆς ἀμέτρου πτωχείας σου; Σπήλαιον γὰρ σμικρότατον, καὶ τοῦτο ἀλλότριον, ἔνδον χωρεῖ σε τεχθέντα, καὶ Παρθενίαν μὴ λύσαντα, νηδὺν συντηροῦντα, ὡς πρὸ τόκου καὶ διδόντα, τὸ μέγα ἔλεος.

Θεοτοκίον

Ἦχος πλ. α»

Χαίροις ἀσκητικῶν

Φέρεις Ἀδαμιαίαν μορφήν, ὁ ἐν μορφῇ Θεοῦ ὑπάρχων προτέλειος, καὶ θέλεις χερσὶ κρατεῖσθαι, ὁ τῇ χειρὶ τοῦ παντός, περιδεδραγμένος δυναστείᾳ σου· Ἁγνὴ ἡ Πανάμωμος, προσεφθέγγετο χαίρουσα· πῶς σε σπαργάνοις, ἐνειλήσω ὡς νήπιον, πῶς θηλάσω σε, τὸν τὰ σύμπαντα τρέφοντα; πῶς μὴ τὴν ὑπὲρ ἔννοιαν, πτωχείαν θαυμάσω σου; πῶς σε Υἱόν μου καλέσω, δούλη σου νῦν χρηματίζουσα; ὑμνῶ εὐλογῶ σε, τὸν δωρούμενον τῷ κόσμῳ, τὸ μέγα ἔλεος.

Ἀπολυτίκιον

Ἦχος δ«

ἐκ γ»

Ἡ γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ, τὸ φῶς τὸ τῆς γνώσεως· ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο· σὲ προσκυνεῖν, τὸν Ἥλιον τῆς δικαιοσύνης, καὶ σὲ γινώσκειν ἐξ ὕψους ἀνατολήν, Κύριε δόξα σοι.

Μετὰ τὴν α» Στιχολογίαν, Κάθισμα τῆς Ἑορτῆς

Ἦχος δ"

Κατεπλάγη Ἰωσὴφ

Ὁ ἀχώρητος παντί, πῶς ἐχωρήθη ἐν γαστρὶ; ὁ ἐν κόλποις τοῦ Πατρός, πῶς ἐν ἀγκάλαις τῆς Μητρός; πάντως ὡς οἶδεν, ὡς ἠθέλησε καὶ ὡς ηὐδόκησεν· ἄσαρκος γάρ ὤν, ἐσαρκώθη ἑκών, καὶ γέγονεν ὁ Ὤν, ὃ οὐκ ἦν δι» ἡμᾶς, καὶ μὴ ἐκστὰς τῆς φύσεως, μετέσχε τοῦ ἡμετέρου φυράματος. Διπλοῦς ἐτέχθη, Χριστὸς τὸν ἄνω, κόσμον θέλων ἀναπληρῶσαι. Δόξα... Καὶ νῦν... τὸ αὐτὸ

Μετὰ τὴν β» Στιχολογίαν, Κάθισμα

Ἦχος δ"

Κατεπλάγη Ἰωσὴφ

Τὶ θαυμάζεις Μαριάμ; τὶ ἐκθαμβεῖ σε τῷ ἐν σοὶ; Ὅτι ἄχρονον Υἱόν, χρόνῳ ἐγέννησα φησί, τοῦ τικτομένου τὴν σύλληψιν μὴ διδαχθεῖσα. Ἄνανδρός εἰμι, καὶ πῶς τέξω Υἱόν, ἄσπορον γονήν, τὶς ἑώρακεν, ὅπου Θεὸς δὲ βούλεται, νικᾶται φύσεως τάξις, ὡς γέγραπται· Χριστὸς ἐτέχθη, τὴν πρὶν κατάραν, τοῦ Ἀδὰμ θέλων λῦσαι. Δόξα... Καὶ νῦν... τὸ αὐτὸ

Ὁ Κανὼν Ἰαμβικός, Ἰωάννου Μοναχοῦ, φέρων ἀκροστιχίδα τήνδε διὰ στίχων Ἡρωελεγείων. Εὐεπίης μελέεσσιν ἐφύμνια ταῦτα λιγαίνει Υἷα Θεοῦ μερόπων ἕνεκα τικτόμενον Ἐν χθονί, καὶ λύοντα πολύστονα πήματα κόσμου. Ἀλλ» Ἄνα ῥητῆρας ῥύεο τῶνδε πόνων. ᾨδὴ α«

Ἦχος α»

Ὁ Εἱρμὸς

«Ἔσωσε λαόν, θαυματουργῶν Δεσπότης, Ὑγρὸν θαλάσσης κῦμα χερσώσας πάλαι· Ἑκὼν δὲ τεχθεὶς ἐκ Κόρης, τρίβον βατήν, Πόλου τίθησιν ἡμῖν· ὃν κατ οὐσίαν, Ἶσόν τε Πατρί, καὶ βροτοῖς δοξάζομεν». Ἤνεγκε γαστὴρ ἡγιασμένη Λόγον, Σαφῶς ἀφλέκτῳ ζωγραφουμένη βάτῳ, Μιγέντα μορφῇ, τῇ βροτησίᾳ Θεόν, Εὔας τάλαιναν, νηδὺν ἀρᾶς τῆς πάλαι, Λύοντα πικρᾶς, ὃν βροτοὶ δοξάζομεν. Ἔδειξεν ἀστὴρ τὸν πρὸ ἡλίου Λόγον, Ἐλθόντα παῦσαι τὴν ἁμαρτίαν Μάγοις, Σαφῶς πενιχρὸν εἰς σπέος τὸν συμπαθῆ, Σὲ σπαργάνοις ἑλικτόν· ὃν γεγηθότες, Ἶδον τὸν αὐτόν, καὶ βροτὸν καὶ Κύριον.

Ὁ Κανὼν τῆς Ἁγίας Ἀνυσίας. Θεοφάνους. ᾨδὴ α«

Ἦχος δ»

Ὁ Εἱρμὸς

«Θαλάσσης τὸ ἐρυθραῖον πέλαγος, ἀβρόχοις ἴχνεσιν, ὁ παλαιὸς πεζεύσας, Ἰσραήλ, σταυροτύποις Μωσέως χερσί, τοῦ Ἀμαλὴκ τὴν δύναμιν, ἐν τῇ ἐρήμῳ ἐτροπώσατο». Ὑμνοῦντι τὴν φωτοφόρον μνήμην σου, φῶς μοι κατάπεμψον, ὡς τῷ Πατρὶ τῶν φώτων ἐν χαρᾷ, παρεστῶσα Πανεύφημε, τὴν τῶν παθῶν μου θύελλαν, σαῖς προσευχαῖς ἀποδιώκουσα. Ἀσκήσει τὴν ψυχὴν νεώσασα, θεόφρον ἄρουραν, τοῦ μαρτυρίου στάχυν γεωργεῖς, γεωργῷ συντηρούμενον, τῷ τὴν ἰσχὺν σοι πνεύσαντι, Παρθενομάρτυς ἀξιάγαστε. Χειρί σου πλουσιωτάτῃ νείμασα, πλοῦτον ἐπίκηρον, πλουτοποιὸν ἐκέρδησας ζωήν, μηδαμῶς διαρρέουσαν, καὶ θησαυρὸν ἀκήρατον, Μάρτυς καὶ δόξαν ἐπουράνιον. Θεοτοκίον Ἐκ σοῦ τῆς Ὑπεραγίας σήμερον, ὁ τοῦ παντὸς Ποιητής, σωματικῶς γεννᾶται καθ» ἡμᾶς, καὶ σπαργάνοις εἱλίσσεται, ὁ σπαργανώσας θάλασσαν, ὁμίχλῃ Μῆτερ ἀειπάρθενε.

Ὁ Κανὼν τῆς Ἁγίας Μελάνης. Θεοφάνους. ᾨδὴ α«

Ἦχος δ»

Ἀνοίξω τὸ στόμα μου

Παθῶν ἀμαυρότητι, μελανωθέντα με πάντοθεν, λαμπρύνας καθάρισον, ταῖς φωτοβόλοις εὐχαῖς, τῆς Ὁσίας σου, φιλάνθρωπε Μελάνης, καὶ ταύτην γεραίροντι, λόγον μοι ἔμπνευσον. Θερμῶς ἠκολούθησας, τῷ διὰ σὲ τὸν ἑκούσιον, Σταυρὸν ὑπομείναντι, ἐπ» ὤμων φέρουσα, Παμμακάριστε, προθύμως τὸν σταυρόν σου, καὶ τούτου ἐφύλαξας, τὰ δικαιώματα. Γονέων προσπάθειαν, καὶ τῆς σαρκὸς ἡδυπάθειαν, τελείως ἐξέκλινας, μόνον ποθήσασα, τὸ ἐράσμιον, Χριστοῦ θεόφρον κάλλος, οὗ πάντα ἐφίεται, λόγου μετέχοντα. Κλοιὸν ἀπορρίψασα, τῆς σαρκικῆς συμβιώσεως, τὸν σύζυγον ἔπεισας, σὺν σοὶ τὸν θεῖον ζυγόν, ἐπαυχένιον, καὶ φέρειν καὶ βαδίζειν, ὁδὸν τὴν εἰσάγουσαν, εἰς τὰς ἀΰλους μονάς. Θεοτοκίον Πτωχεύει ὁ πλούσιος, ἐμὲ πλουτίζων θεότητι, κακῶς τὸν πτωχεύσαντα, τῇ ἀκρασίᾳ μου, καὶ ὁ ἄναρχος, ἀρχὴν ἰδοὺ λαμβάνει, ἐκ Κόρης τικτόμενος, νῦν τῆς θεόπαιδος.

Κανών Ἰαμβικός, ᾨδὴ γ», τῆς Ἑορτῆς

Ἦχος α"

Ὁ Εἱρμὸς

«Νεῦσον πρὸς ὕμνους οἰκετῶν Εὐεργέτα, Ἐχθροῦ ταπεινῶν τὴν ἐπηρμένην ὀφρύν, Φέρων τε Παντεπόπτα τῆς ἁμαρτίας, Ὕπερθεν ἀκλόνητον, ἐστηριγμένους, Μάκαρ, μελῳδοὺς τῇ βάσει τῆς πίστεως». Νύμφης πανάγνου τὸν πανόλβιον τόκον Ἰδεῖν ὑπὲρ νοῦν ἠξιωμένος χορός, Ἄγραυλος ἐκλονεῖτο, τῷ ξένῳ τρόπῳ. Τάξιν μελῳδοῦσάν τε τῶν Ἀσωμάτων, Ἄνακτα Χριστόν, ἀσπόρως σαρκούμενον. Ὕψους ἀνάσσων οὐρανῶν εὐσπλαγχνίᾳ, Τελεῖ καθ» ἡμᾶς ἐξ ἀνυμφεύτου Κόρης, Ἄϋλος ὢν τὸ πρόσθεν· ἀλλ» ἐπ» ἐσχάτων Λόγος παχυνθεὶς σαρκί, τὸν πεπτωκότα, Ἵνα πρὸς αὐτὸν ἑλκύσῃ πρωτόκτιστον.

Κανών β», ᾨδὴ γ», τῶν Ἁγίων

Ἦχος δ"

Ὁ Εἱρμὸς

«Εὐφραίνεται ἐπὶ σοί, ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα· Σύ μου ἰσχὺς Κύριε, καὶ καταφυγὴ καὶ στερέωμα». Τοῦ κάλλους σου τῆς ψυχῆς, ὁ Ποιητής σου ἐρασθεὶς νύμφην τε, ὄντως καλὴν καὶ ἄμωμον, Μάρτυς ἑαυτῷ συνηγάγετο. Τοῦ πάθους τοῦ ἀπαθοῦς, τοῦ νεκρωθέντος δι» ἡμᾶς νέκρωσιν, Μάρτυς σεμνὴ στέργουσα, τὸν μαρτυρικὸν θνῄσκεις θάνατον. Ὡς θῦμα πνευματικόν, ὡς ἱερεῖον καθαρὸν τέλειον, σοὶ τῷ Θεῷ προσήνεκται, ἡ τὸν σὸν Σταυρὸν ἀγαπήσασα. Θεοτοκίον Χωρίον χωρητικόν, τοῦ ἀχωρήτου Πλαστουργοῦ πέφηνας, τοῦτον σαρκὶ χωρήσασα, Κεχαριτωμένη Πανάμωμε.

Κανών γ», ᾨδὴ γ», τῆς Ἁγίας Μελάνης

Ἦχος δ"

Οὐκ ἐν σοφίᾳ

Τῆς πρὸς τὰ κάτω, ἀποστᾶσα ῥοπῆς ὅλην δέδωκας, τὴν ῥοπὴν πανευσεβῶς, τῆς προαιρέσεως Ἔνδοξε, μόνα πρὸς τὰ μένοντα καὶ αἰωνίζοντα. Καὶ φθεγγομένη, καὶ σιγῶσα ἐδείχθης παραίνεσις, ἀστηρίκτων στηριγμός, μοναζουσῶν ὑποτύπωσις, Μελάνη πανένδοξε· ὅθεν ὑμνοῦμέν σε. Τῆ συντονίᾳ, τῶν εὐχῶν τὰς αἰσθήσεις ἐρρύθμισας, ταῖς τοῦ Πνεύματος αὐγαῖς· φωτοειδὴς ὅθεν γέγονας, ἐν σώματι ἄϋλον, βίον ζηλώσασα. Θεοτοκίον Ὁ περιβάλλων, οὐρανοὺς ἐν νεφέλαις βουλήματι, σπαργανοῦται βουληθείς, χειρὶ Παρθένου ὡς νήπιον, χειρὸς ἀφαρπάζων με, τοῦ πολεμήτορος. Ὁ Εἱρμὸς «Οὐκ ἐν σοφίᾳ, καὶ δυνάμει καὶ πλούτῳ καυχώμεθα, ἀλλ» ἐν σοὶ τῇ τοῦ Πατρός, ἐνυποστάτῳ Σοφίᾳ Χριστέ· οὐ γὰρ ἐστιν ἅγιος, πλήν σου φιλάνθρωπε».

Κάθισμα τῆς Μάρτυρος

Ἦχος δ"

Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ

Κατὰ παθῶν τῶν τῆς σαρκὸς βασιλεύσασα, διὰ παθῶν ζωοποιῶν ἐβασίλευσας, ἐκ τοῦ οἰκείου αἵματος φοινίξασα σεμνή, χλαῖναν ἀδιάφθορον, εὐσεβῶς Ἀνυσία· ὅθεν τοῦ Παντάνακτος, Νύμφη ἄμωμος ὤφθης, ἀλλ» ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, τοὺς ἐκτελοῦντας ἐν πίστει τὴν μνήμην σου. Δόξα... τῆς Ὁσίας, ὁ αὐτὸς Ταχὺ προκατάλαβε Τὰ θεῖα προστάγματα, ἐπιτελοῦσα σεμνή, ἐσκόρπισας ἔδωκας, τὰς μυριάδας τοῦ σοῦ, χρυσίου τοῖς πένησιν, ἄρασα δὲ ἐπ» ὤμων, τὸν σταυρόν σου Μελάνη, ἅμα τῷ σῷ συζύγῳ, ἠκολούθησας πίστει, Χριστῷ τῷ σταυρωθέντι σαρκί, καὶ μόνῳ Θεῷ ἡμῶν. Καὶ νῦν... τῆς Ἑορτῆς, ὁ αὐτὸς Κατεπλάγη Ἰωσὴφ Δεῦτε ἴδωμεν πιστοί, ποῦ ἐγεννήθη ὁ Χριστός, ἀκολουθήσωμεν λοιπόν, ἔνθα ὁδεύει ὁ ἀστήρ, μετὰ τῶν Μάγων ἀνατολῆς τῶν Βασιλέων, Ἄγγελοι ὑμνοῦσιν, ἀκαταπαύστως ἐκεῖ, Ποιμένες ἀγραυλοῦσιν, ᾠδὴν ἐπάξιον. Δόξα ἐν ὑψίστοις λέγοντες, τῷ σήμερον ἐν Σπηλαίῳ τεχθέντι, ἐκ τῆς Παρθένου καὶ Θεοτόκου, ἐν Βηθλεὲμ τῆς Ἰουδαίας.

Κανών Ἰαμβικός, ᾨδὴ δ», τῆς Ἑορτῆς

Ἦχος α"

Ὁ Εἱρμὸς

«Γένους βροτείου τὴν ἀνάπλασιν πάλαι, ᾌδων Προφήτης Ἀββακούμ, προμηνύει, Ἰδεῖν ἀφράστως ἀξιωθεὶς τὸν τύπον. Νέον βρέφος γάρ, ἐξ ὄρους τῆς Παρθένου, Ἐξῆλθε λαῶν, εἰς ἀνάπλασιν Λόγος». Ἶσος προῆλθες τοῖς βροτοῖς ἑκουσίως, Ὕψιστε, σάρκα προσλαβὼν ἐκ Παρθένου, Ἰὸν καθᾶραι τῆς δρακοντείας κάρας, Ἄγων ἅπαντας πρὸς σέλας ζωηφόρον, Θεὸς πεφυκώς, ἐκ πυλῶν ἀνηλίων. Ἔθνη τὰ πρόσθεν τῇ φθορᾷ βεβυσμένα. Ὄλεθρον ἄρδην δυσμενοῦς πεφευγότα, Ὑψοῦτε χεῖρας, σὺν κρότοις ἐφυμνίοις, Μόνον σέβοντα Χριστόν, ὡς εὐεργέτην, Ἐν τοῖς καθ ἡμᾶς συμπαθῶς ἀφιγμένον. Ῥίζης φυεῖσα τοῦ Ἰεσσαὶ Παρθένε, Ὅρους παρῆλθες, τῶν βροτῶν τῆς οὐσίας, Πατρὸς τεκοῦσα τὸν πρὸ αἰώνων Λόγον. Ὡς ηὐδόκησεν αὐτός, ἐσφραγισμένην, Νηδὺν διελθεῖν τῇ κενώσει τῇ ξένῃ.

Κανών β», ᾨδὴ δ», τῶν Ἁγίων

Ἦχος δ"

Ὁ Εἱρμὸς

«Ἐπαρθέντα σε ἰδοῦσα ἡ Ἐκκλησία, ἐπὶ Σταυροῦ τὸν Ἥλιον τῆς δικαιοσύνης, ἔστη ἐν τῇ τάξει αὐτῆς, εἰκότως κραυγάζουσα. Δόξα τῇ δυνάμει σου Κύριε». Ζωηφόροις σου τοῖς ἴχνεσιν ἑπομένη, λόγχη πλευρὰν τιτρώσκεται, καὶ τὴν στρεφομένην, ἀβλαβῶς παρέρχεται, ῥομφαίαν ἡ δούλη σου, Δέσποτα Χριστὲ ἀνυμνοῦσά σε. Μαρτυρίου διαλάμπουσα λαμπηδόσι, καὶ ἀφθαρσίας στέφανον ἀναδησαμένη, χαίρουσα παρίστασαι, Χριστῷ τῷ Νυμφίῳ σου, Μάρτυς Ἀνυσία πανεύφημε. Τὸν πτερνίσαντα ἀπάτῃ τὴν πρώτην Εὔαν, μαρτυρικαῖς ἐνστάσεσι, τρέψασα καθεῖλες, δείξασα ἀνίσχυρον, καὶ χαίρουσα ἔκραζες· Δόξα τῇ δυνάμει σου Κύριε. Θεοτοκίον Ὁ τὰς ἀΰλους οὐσίας δημιουργήσας, σωματικῶς ὡς ἄνθρωπος, ἐκ σοῦ Θεομῆτορ, σήμερον γεγέννηται. αὐτῷ μελῳδήσωμεν· Δόξα τῇ δυνάμει σου Κύριε.

Κανών γ», ᾨδὴ δ», τῆς Ἁγίας Μελάνης

Ἦχος δ"

Ὁ καθήμενος ἐν δόξῃ

Ἐγκρατείᾳ τὰς ὀρέξεις, τῆς σαρκὸς θανατώσασα, τὴν ζωὴν τῶν ὅλων, ἔσχες ἐνοικοῦσαν σοι Πάνσεμνε, πρὸς ἣν ἐκ γῆς μεταστᾶσα, κατεσκήνωσας, βασιλείας τοῖς ἐν οὐρανῷ ἀπολαύουσα. Τὰς πολλάς σου μυριάδας, τοῦ χρυσίου διένειμας, πενομένοις ὄντως, ταύτας θησαυροῖς δὲ ἀπέθηκας, παλαιουμένοις μηδέπω, εἰς αἰῶνα δέ, συντηροῦσὶ σοι τὴν διαρκῆ μονιμότητα. Συμπαθείας σου ὁ πλοῦτος, ποταμὸς ὥσπερ γέγονε, καταρδεύων πᾶσαν, πένητος Ἀοίδιμε ἔνδειαν, ῥύπον ἐκπλύνων πτωχείας, ὄλβον ἄσυλον, προξενῶν σοι, τὸν ἐν οὐρανοῖς μὴ κενούμενον. Θεοτοκίον Ταῖς ὁρμαῖς καθυποκύψας, τῶν παθῶν ὥσπερ ἄλογος, λογικὸς ὑπάρχων, παρασυνεβλήθην τοῖς κτήνεσιν, ἀλλ» ἡ τὸν Λόγον τεκοῦσα τὸν ἀΐδιον, μὴ παρίδῃς με, διαπαντός ἀπολλύμενον.

Κανών Ἰαμβικός, ᾨδὴ ε», τῆς Ἑορτῆς

Ἦχος α"

Ὁ Εἱρμὸς

«Ἐκ νυκτὸς ἔργων, ἐσκοτισμένης πλάνης Ἱλασμὸν ἡμῖν Χριστὲ τοῖς ἐγρηγόρως, Νῦν σοι τελοῦσιν ὕμνον, ὡς εὐεργέτῃ, Ἔλθοις πορίζων εὐχερῆ τε τὴν τρίβον, Καθ» ἣν ἀνατρέχοντες, εὕροιμεν κλέος». Ἀπηνὲς ἔχθος, τὸ πρὸς αὐτὸν Δεσπότης, Τεμὼν διαμπάξ, σαρκὸς ἐν παρουσίᾳ, Ἵνα κρατοῦντος ὤλεσε ψυχοφθόρου, Κόσμον συνάπτων, ταῖς ἀΰλοις οὐσίαις, Τιθεὶς προσηνῆ, τὸν Τεκόντα τῇ κτίσει. Ὁ λαὸς εἶδεν, ὁ πρὶν ἠμαυρωμένος, Μεθ» ἡμέραν φῶς, τῆς ἄνω φρυκτωρίας· Ἔθνη Θεῷ δέ, κλῆρον Υἱὸς προσφέρει, Νέμων ἐκεῖσε τὴν ἀπόρρητον χάριν, Οὗ πλεῖον ἐξήνθησεν ἡ ἁμαρτία.

Κανών β», ᾨδὴ ε», τῶν Ἁγίων

Ἦχος δ"

Ὁ Εἱρμὸς

«Σὺ Κύριέ μου φῶς, εἰς τὸν κόσμον ἐλήλυθας, φῶς ἅγιον ἐπιστρέφον, ἐκ ζοφώδους ἀγνοίας, τοὺς πίστει ἀνυμνοῦντάς σε». Σὲ Κύριε πηγήν, σωτηρίου γινώσκουσα, ποτήριον μαρτυρίου, ἀδιστάκτῳ καρδίᾳ, ἡ Μάρτυς σου ἐξέπιεν. Ὦ δάμαλις Χριστοῦ, ὦ θεόδεκτον σφάγιον, ὦ ἄμωμον ἱερεῖον, Ἀθληφόρε Κυρίου, ἱκέτευε σωθῆναι ἡμᾶς. Φῶς γέγονας φωτί, τῷ μεγάλῳ τρανότερον, ἐγγίζουσα καὶ φωτίζεις, φωτοφόρον τὴν μνήμην, τὴν σὴν τοὺς ἑορτάζοντας. Θεοτοκίον Ῥοῦς ἔστη τῆς φθορᾶς· ἡ Παρθένος ἀσπόρως γάρ, γεγέννηκε τὸν τὴν φύσιν, τῶν ἀνθρώπων φθαρεῖσαν, φθορᾶς ἐλευθερώσαντα.

Κανών γ», ᾨδὴ ε», τῆς Ἁγίας Μελάνης

Ἦχος δ"

Ἀσεβεῖς οὐκ ὄψονται

Τὰς ἀμόρφους τέλεον, ἰδέας τῶν παθῶν, ἐκ ψυχῆς ξέσασα σεμνή, ἐγκρατείας χρώμασι, διεζωγράφησας, ἐν αὐτῇ ἀπάθειαν, καὶ ἀγάπην ἀνυπόκριτον. Τηλαυγὲς ὡς ἔσοπτρον, ὑπάρξασα σεμνή, διαυγεῖς πνεύματος Θεοῦ, διαδόσεις Ἔνδοξε, ὑποδέδεξαι, καὶ πιστοὺς ἐφώτισας, τῇ λαμπρότητι τοῦ βίου σου. Ἐγκρατείᾳ σβέσασα, παθῶν πυρκαϊάν, τὸν πυρσὸν ἧψας τῆς ψυχῆς, ἐν παντὶ τῷ βίῳ σου, καταλαμπρύνοντα, καὶ τὰς ἀμαυρότητας, τῶν δαιμόνων ἐκκρουόμενον. Θεοτοκίον Ἡ Παρθένος ἔτεκε, Θεὸν Ἐμμανουήλ, ἐν Σπηλαίῳ τῆς Βηθλεέμ, τὴν Ἐδὲμ ἀνοίγοντα, πάλαι κλεισθεῖσάν μοι, ἀκρασίᾳ βρώσεως, καὶ ἀπάτῃ τῇ τοῦ ὄφεως.

Κανών Ἰαμβικός, ᾨδὴ ς», τῆς Ἑορτῆς

Ἦχος α"

Ὁ Εἱρμὸς

«Ναίων Ἰωνᾶς, ἐν μυχοῖς θαλαττίοις, Ἐλθεῖν ἐδεῖτο, καὶ ζάλην ἀπαρκέσαι. Νυγεὶς ἐγὼ δέ, τῷ τυραννοῦντος βέλει, Χριστὲ προσαυδῶ, τὸν κακῶν ἀναιρέτην, Θᾶττον μολεῖν σε τῆς ἐμῆς ῥαθυμίας». Ὃς ἦν ἐν ἀρχῇ, πρὸς Θεὸν Θεὸς Λόγος, Νυνὶ κρατύνει, μὴ σθένουσαν τὴν πάλαι, Ἰδὼν φυλάξαι, τὴν καθ ἡμᾶς οὐσίαν, Καθεὶς ἑαυτὸν δευτέρᾳ κοινωνίᾳ Αὖθις προφαίνων, τῶν παθῶν ἐλευθέραν. Ἷκται δι» ἡμᾶς, Ἀβραὰμ ἐξ ὀσφύος, Λυγρῶς πεσόντας, ἐν σκότει τῶν πταισμάτων, Υἱοὺς ἐγεῖραι, τῶν κάτω νενευκότων, Ὁ φῶς κατοικῶν, καὶ φάτνην παρ» ἀξίαν. Νῦν εὐδοκήσας, εἰς βροτῶν σωτηρίαν.

Κανών β», ᾨδὴ ς», τῶν Ἁγίων

Ἦχος δ"

Ὁ Εἱρμὸς

«Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι, ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι» οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι». Ἀνδρεῖον, γυναικείῳ ἐν σώματι φρόνημα, ἀναλαβοῦσα πρὸς πάλην, δυσμενῶν ἀσάρκων Μάρτυς ἐξῆλθες, καὶ ῥομφαίᾳ, ὑπομονῆς αὐτοὺς ἐθανάτωσας. Αἱμάτων, τῇ πλημμύρᾳ θαλάσσας ἐξήρανας, κακοπιστίας, Χριστοῦ δὲ τὴν σεπτὴν κατήρδευσας Ἐκκλησίαν, Ἀνυσία, ἀθληφόρε Παρθένων τὸ καύχημα. Ἀβρόχως, τῶν ἀγώνων διῆλθες κλυδώνιον, κυβερνωμένη παλάμῃ, τοῦ τὰ πάντα λόγῳ πεποιηκότος, καὶ πρὸς ὅρμον, σωτηρίας Παρθένε κατήντησας. Θεοτοκίον Ὁ πλάσας, κατ» εἰκόνα ἰδίαν τὸν ἄνθρωπον, διὰ πολλὴν εὐσπλαγχνίαν, ἀναπλάττει τοῦτον ἐκ σοῦ Παρθένε, Θεομῆτορ, ὁλοκλήρως αὐτὸν ἐνδυσάμενος.

Κανών γ», ᾨδὴ ς», τῆς Ἁγίας Μελάνης

Ἦχος δ"

Θύσω σοι

Ἀβρόχως, τὸ τοῦ βίου διῆλθες κλυδώνιον, ἀκαταπόντιστος· ὅθεν, εἰς λιμένα ἄκλυστον καθωρμίσθης, καὶ τῆς ὄντως, ἀπολάβεις γαλήνης Ἀοίδιμε. Σπινθῆρσι, τοῦ θερμοῦ σου πρὸς Κύριον ἔρωτος, πεπυρωμένα τὰ βέλη, κατεφλέχθη πάντα τῆς ἁμαρτίας, καὶ δαιμόνων, κακουργίᾳ εἰς τέλος ἠφάνισται. Ὁ νοῦς σου, πρὸς τὸ κρεῖττον ἑνώσει θεούμενος, τῆς πρὸς τὴν σάρκα φιλίας, διεζεύχθη νεύσει παντοδυνάμῳ· διὰ τοῦτο, τῆς ἀσκήσεως πόνους ὑπέφερες. Θεοτοκίον Θεοὶ με, γεννηθεὶς ἐκ Παρθένου ὁ Κύριος, καὶ σπαργανοῦται τὴν λύσιν, τῶν ἐμῶν ποιούμενος ἐγκλημάτων, καὶ χωρεῖται, ἐν Σπηλαίῳ ὁ πᾶσιν ἀχώρητος. Ὁ Εἱρμὸς «Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι, ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι» οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι».

Κοντάκιον τῆς Ὁσίας

Ἦχος δ"

Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ

Καταυγασθεῖσα τὴν ψυχὴν φρυκτωρίαις, τοῦ ἀναλάμψαντος ἡμῖν ἐκ Παρθένου, ἐν ἀρεταῖς διέλαμψας Πανεύφημε· πλοῦτον γὰρ σκορπίσασα, ἐπὶ γῆν ἐφθαρμένον, ἐναπεθησαύρισας, τὸν οὐράνιον πλοῦτον, καὶ ἐν ἀσκήσει ἔλαμψας φαιδρῶς. Ὅθεν Μελάνη, σὲ πόθῳ γεραίρομεν.

Ὁ Οἶκος

Φυγοῦσα κόσμου τὰ τερπνά, χρυσοῦ τὰς μυριάδας ἐσκόρπισας πλουσίως, εἰς χεῖρας τῶν πενήτων ἀποθεμένη εὐσεβῶς, τόπους δὲ τοὺς θείους διαδραμοῦσα, τοῖς πᾶσι τὰ πάντα γέγονας, βίον διελθοῦσα ἰσάγγελον, καὶ πᾶσιν ἐπαρκοῦσα· τῷ ἐλαίῳ δὲ τῆς εὐποιΐας, φαιδρύνασα τὴν ψυχικὴν λαμπάδα, εἰσῆλθες σὺν Χριστῷ πρὸς θεῖον νυμφῶνα, βασιλείας τῆς αὐτοῦ κατατρυφῶσα. Ὅθεν Μελάνη, σὲ πόθῳ γεραίρομεν.

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν

Τῇ Λ» τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀνυσίας, τῆς ἐν Θεσσαλονίκῃ. Στίχοι Εἰς δεξιὰν νύττουσι πλευρὰν κυρίως, Πλευρὰς Ἀδὰμ κύημα τὴν Ἀνυσίαν. Πλευρὰν Ἀνυσίης τριακοστῇ ἔγχος ἔνυξεν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Θεοδώρας, τῆς ἀπὸ Καισαρείας. Στίχοι Ἀπῆρε δεσμοῦ σαρκὸς ἡ Θεοδώρα, Οὗπερ λυθῆναι ζῶσα καὶ πρὶν ἠγάπα. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἁγίου Μάρτυρος Φιλεταίρου. Στίχοι Φιλέταιρος πέπονθεν ἀθλητῶν νόμῳ, Κἂν οὐκ ἀπῆλθεν ὡς ἀθλητὴς ἐκ βίου. Τῇ αὐτῇ ἡμέρᾳ, Ὁ Ὅσιος Λέων ὁ Ἀρχιμανδρίτης, ἐν εἰρήνῃ τελειοῦται. Στίχοι Ῥευστοῦ μεταστάς, Χριστέ, Λέων ἐκ βίου Σκύμνον λέοντος ἐξ Ἰούδα σε βλέπει. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Κανών Ἰαμβικός, ᾨδὴ ζ», τῆς Ἑορτῆς

Ἦχος α"

Ὁ Εἱρμὸς

«Τῷ παντάνακτος ἐξεφαύλισαν πόθῳ, Ἄπλητα θυμαίνοντος ἠγκιστρωμένοι, Παῖδες τυράννου δύσθεον γλωσσαλγίαν, Οἷς εἴκαθε πῦρ ἄσπετον, τῷ Δεσπότῃ, Λέγουσιν· Εἰς αἰῶνας εὐλογητὸς εἶ». Ὑπηρέτας μὲν ἐμμανῶς καταφλέγει, Σῴζει δὲ παφλάζουσα ῥοιζηδὸν νέους, Ταῖς ἑπταμέτροις καύσεσι πυργουμένη, Οὓς ἔστεφε φλόξ, ἄφθονον τοῦ Κυρίου, Νέμοντος, εὐσεβείας ἕνεκα, δρόσον. Ἀρωγὲ Χριστέ, τὸν βροτοῖς ἐναντίον, Πρόβλημα τὴν σάρκωσιν ἀρρήτως ἔχων, ᾜσχυνας, ὄλβον τῆς θεώσεως φέρων, Μορφούμενος νῦν· ἧς τινος δι» ἐλπίδα, Ἄνωθεν εἰς κευθμῶνας ἤλθομεν ζόφου. Τὴν ἀγριωπόν, ἀκρατῶς γαυρουμένην, Ἄσεμνα βακχεύουσαν ἐξοιστρουμένου, Κόσμου καθεῖλες πανσθενῶς ἁμαρτίαν· Οὓς εἵλκυσε πρίν, σήμερον τῶν ἀρκύων, Σῴζεις δέ, σαρκωθεὶς ἑκὼν Εὐεργέτα.

Κανών β», ᾨδὴ ζ», τῶν Ἁγίων

Ἦχος δ"

Ὁ Εἱρμὸς

«Ὁ διασώσας ἐν πυρί, τοὺς Ἀβραμιαίους σου Παῖδας, καὶ τοὺς Χαλδαίους ἀνελών, οἷς ἀδίκως δικαίους ἐνήδρευσαν, ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων, εὐλογητός εἶ». Σοῦ τὴν οἰκίαν τῆς ψυχῆς, Μάρτυς νοητῶς ἱδρυμένην, ὁμολογίᾳ τοῦ Χριστοῦ, τῶν βασάνων συρρεύσαντες χείμαρροι, οὐδαμῶς παρεσάλευσαν, ὁ Θεὸς ἀναβοώσης, εὐλογητός εἶ. Δικαιοσύνης τὸν Χριστόν, Ἥλιον γινώσκουσα Μάρτυς, οὐ κατεδέξω δυσσεβῶς, ἐπιθῦσαι Ἡλίῳ κελεύοντος, τοῦ τυράννου ἀλλ» ἔμελπες· ὁ Θεὸς ὁ τῶν Πατέρων, εὐλογητός εἶ. Σοῦ ἐξ αἱμάτων ἱερῶν, βάψασα σαυτοῦ ἁλουργίδα, νικητικῷ τὴν κεφαλὴν διαδήματι, Μάρτυς κατέστεψαι, καὶ Θεῷ νῦν παρίστασαι, Βασιλεῖ τῷ ἀθανάτῳ, εὐφραινομένη. Θεοτοκίον Ὁ σπαργανώσας οὐρανόν, νέφεσι τὴν γῆν δὲ ὁμίχλῃ, σοῦ ἐκ γαστρὸς ἀποτεχθείς, σπαργανοῦται καὶ φάτνῃ προσκλίνεται, Θεομῆτορ Πανάμωμε, τὰς σειράς μου διαλύων, τῶν ἐγκλημάτων.

Κανών γ», ᾨδὴ ζ», τῆς Ἁγίας Μελάνης

Ἦχος δ"

Ὁ διασώσας ἐν πυρί

Σὺν τῷ συζύγῳ τὸν ζυγόν, φέρουσα Χριστοῦ θεοφόρε, κατενεώσατε εὐχῶν, τῷ ἀρότρῳ τὰς ψυχάς, καὶ τὴν ἄρουραν, τῶν καλῶν γεωργήσαντες, ἐντρυφᾶτε εἰς αἰῶνας, τῆς ἄνω δόξης. Ὡσεὶ ἐλαία ψαλμικῶς, οἴκῳ τοῦ Θεοῦ φυτευθεῖσα, καθιλαρύνεις μυστικῶς τὰς καρδίας, Ὁσία καὶ πρόσωπα, τῷ ἐλαίῳ τῶν πόνων σου, τῶν πιστῶς ἀνευφημούντων σου τους ἀγῶνας. Τῆς ἐγκρατείας δροσισμῷ, σβέσασα παθῶν τὰς καμίνους, τῇ ἐπομβρίᾳ τῶν εὐχῶν, ἰαμάτων πελάγη ἀνέβλυσας, παθημάτων ἐπήρειαν, κατακλύζοντα Μελάνη τῶν σὲ τιμώντων. Θεοτοκίον Πόκον ἔφη ὁ Δαυΐδ, ὡς τὸν ὑετὸν δεξαμένην, τὸν ἐπουράνιον Ἁγνή, ἀνομίας χειμάρρους ξηραίνοντα, καὶ πιστῶν καταρδεύοντα, διανοίας χερσωθείσας τῇ ἁμαρτίᾳ.

Κανών Ἰαμβικός, ᾨδὴ η», τῆς Ἑορτῆς

Ἦχος α"

Ὁ Εἱρμὸς

«Μήτραν ἀφλέκτως εἰκονίζουσι Κόρης, Οἱ τῆς παλαιᾶς πυρπολούμενοι νέοι, Ὑπερφυῶς κύουσαν, ἐσφραγισμένην. Ἄμφω δὲ δρῶσα, θαυματουργίᾳ μιᾷ, Λαοὺς πρὸς ὕμνον ἐξανίστησι χάρις». Λύμην φυγοῦσα τοῦ θεοῦσθαι τῇ πλάνῃ, Ἄληκτον ὑμνεῖ τὸν κενούμενον Λόγον. Νεανικῶς ἅπασα σὺν τρόμῳ κτίσις, Ἄδοξον εὖχος δειματουμένη φέρειν, Ῥευστὴ γεγῶσα, κἂν σοφῶς ἐκαρτέρει. Ἥκεις πλανῆτιν πρὸς νομὴν ἐπιστρέφων, Τὴν ἀνθοποιὸν ἐξ ἐρημαίων λόφων, Ἡ τῶν ἐθνῶν ἔγερσις, ἀνθρώπων φύσιν· Ῥώμην βιαίαν τοῦ βροτοκτόνου σβέσαι, Ἀνὴρ φανείς τε, καὶ Θεὸς προμηθείᾳ.

Κανών β», ᾨδὴ η», τῶν Ἁγίων

Ἦχος δ"

Ὁ Εἱρμὸς

«Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκῳ ἔφραξε, πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί, Παῖδες κραυγάζοντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον». Χήραις ὀρφανοῖς τε καὶ πτωχοῖς, καὶ πᾶσι χρῄζουσι, πλοῦτον διένειμας, τοῦ Παντοκράτορος στέργουσα, ἀδιάπτωτα προστάγματα, καὶ Μαρτυρίου τὸ σεπτόν, ὄντως ποτήριον, ἐκπιοῦσα, ἔστης Παρθένε σεμνὴ τῆς ἐφέσεως. Ὡς προῖκα προσῆξας τῷ Χριστῷ νηστείαν δάκρυα, παθῶν τὴν νέκρωσιν, καὶ τὴν τοῦ αἵματος πρόσχυσιν, τῆς πλευρᾶς τε τὴν ἐκκέντησιν, μὴ παλαιούμενον αὐτός· ὅθεν σοι στέφανον, καὶ παστάδα, ἄφθορον νέμει, καὶ δόξαν ἀθάνατον. Οἰκεῖς μέτ» Ἀγγέλων ἐν φωτί, Παρθένων τάγμασι, δήμοις Μαρτύρων τε, συναγελάζουσι πρόσωπον, τοῦ νυμφίου σου πρὸς πρόσωπον, καὶ θεωροῦσα καὶ λαμπράς, δόξης μετέχουσα, καὶ βοῶσα· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον. Θεοτοκίον Ἰδοὺ νῦν ἐξέλιπε σαφῶς, ἐκ τῆς, Ἰούδα φυλῆς, ἄρχων ἡγούμενος· σὺ γὰρ Πανάμωμε τέτοκας, ᾧ τὸ πρὶν ἦν ἀποκείμενον, τὴν προσδοκίαν τῶν ἐθνῶν, Χριστὸν ᾧ ψάλλομεν· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Κανών γ», ᾨδὴ η», τῆς Ἁγίας Μελάνης

Ἦχος δ"

Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ

Ναὸν τὴν καρδίαν καὶ τὸ σῶμα, τριάδος τῆς ὑπερθέου ἐκτελέσας, θείους ἀνεδόμησας οἴκους Ἀξιάγαστε, ἐν οἷς Παρθένων τάγματα, καὶ Μοναζόντων χορούς, συνήθροισας ὑμνοῦντας συμφώνως, καὶ δοξολογοῦντας, Χριστὸν εἰς τοὺς αἰῶνας. Φρονήσει, ἀνδρείᾳ, σωφροσύνῃ, καὶ θείᾳ δικαιοσύνῃ διαλάμπουσα ἔσχες ἀνυψοῦσάν σε, ὕψος πρὸς οὐράνιον, ὑψοποιὸν ταπείνωσιν, δι» ἧς κατέβαλες, Ὁσία τὸν μεγάλαυχον ὄφιν· ὅθεν σε τιμῶμεν, ὡς ὄντως νικηφόρον. Ἐλέῳ τὸν ἔλεον ἐκτήσω· ἐσκόρπισας ἔδωκας τοῖς πένησιν· ἡ δικαιοσύνη σου, μένει αἰωνίζουσα, καὶ τὸ ἐκ ταύτης κέρδος σοι, μὴ παλαιούμενον, Μελάνη θεοφόρε Ὁσία, κλέος τῶν ἐν πίστει, ἀεὶ σε εὐφημούντων. Θεοτοκίον Παθῶν με ταράττει τρικυμία, βυθὸς με χειμάζει ἀπογνώσεως, σῶσόν με Πανάμωμε, Μήτηρ καὶ σωθήσομαι· τὸν γὰρ Σωτῆρα Κύριον ἐκυοφόρησας, ἐν φάτνῃ, τὸν ὡς βρέφος τεχθέντα, ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας. Ὁ Εἱρμὸς «Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Κανών Ἰαμβικός, ᾨδὴ θ», τῆς Ἑορτῆς

Ἦχος α"

Ὁ Εἱρμὸς

Σήμερον ἡ Παρθένος, τίκτει τὸν Δεσπότην, ἔνδον ἐν τῷ Σπηλαίῳ. «Στέργειν μὲν ἡμᾶς, ὡς ἀκίνδυνον φόβῳ, Ῥᾷον σιωπήν, τῷ πόθῳ δὲ Παρθένε, Ὕμνους ὑφαίνειν, συντόνως τεθηγμένους, Ἐργῶδές ἐστιν, ἀλλὰ καὶ Μήτηρ σθένος, Ὅση πέφυκεν ἡ προαίρεσις δίδου». Σήμερον ὁ Δεσπότης, τίκτεται ὡς βρέφος, ὑπὸ Μητρὸς Παρθένου. «Στέργειν μὲν ἡμᾶς, ὡς ἀκίνδυνον φόβῳ, Ῥᾷον σιωπήν, τῷ πόθῳ δὲ Παρθένε, Ὕμνους ὑφαίνειν, συντόνως τεθηγμένους, Ἐργῶδές ἐστιν, ἀλλὰ καὶ Μήτηρ σθένος, Ὅση πέφυκεν ἡ προαίρεσις δίδου». Δόξα... Μεγάλυνον ψυχή μου, τῆς τρισυποστάτου, καὶ ἀδιαιρέτου, Θεότητος τὸ κράτος. Τύπους ἀφεγγεῖς καὶ σκιὰς παρηγμένας, Ὦ Μῆτερ ἁγνή, τοῦ Λόγου δεδορκότες, Νέου φανέντος, ἐκ πύλης κεκλεισμένης, Δοξούμενοί τε, τῆς ἀληθείας φάος, Ἐπαξίως σὴν εὐλογοῦμεν γαστέρα. Καὶ νῦν... Μεγάλυνον ψυχή μου, τὴν λυτρωσαμένην, ἡμᾶς ἐκ τῆς κατάρας. Πόθου τετευχώς, καὶ Θεοῦ παρουσίας, Ὁ χριστοτερπὴς λαὸς ἠξιωμένος, Νῦν ποτνιᾶται τῆς παλιγγενεσίας. Ὡς ζωοποιοῦ· τὴν χάριν δὲ Παρθένε, Νέμοις ἄχραντε, προσκυνῆσαι τὸ κλέος.

Κανών β», ᾨδὴ θ», τῶν Ἁγίων

Ἦχος δ"

Ὁ Εἱρμὸς

«Λίθος ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συνάψας τὰς διεστώσας φύσεις· διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτόκε μεγαλύνομεν». Λίθοις οἱ προσάπτοντες σέβας, παρὰ τὸν Κτίσαντα ὁρᾶν σε, Ἔνδοξε μὴ φέροντες Θεῷ, ἀνακειμένην ξίφει συγκόπτουσι, διὰ θανάτου θείαν σοι, ἀθανασίαν μνηστευόμενοι. Θεσσαλονικέων ἡ πόλις, σοῦ τοῖς σπαργάνοις καὶ τοῖς ἄθλοις, Μάρτυς ἐγκαυχᾶται Παρθένε, ἡ Ἐκκλησία τῶν πρωτοτόκων δέ, μετὰ δικαίων ἔχει σου, πνεῦμα τὸ θεῖον εὐφραινόμενον. Λίβανον χρυσόν τε καὶ σμύρναν, ἐν Βηθλεὲμ τῷ γεννηθέντι, Μάγοι προσενήνοχαν πίστει, ἡ Ἀθλοφόρος δὲ τὴν δι» αἵματος τοῦ μαρτυρίου ἄθλησιν, ὑπὲρ ἡμῶν αὐτῷ πρεσβεύουσα. Θεοτοκίον Ῥάβδος ἀνεβλάστησας ῥίζης, τοῦ Ἰεσσαὶ Θεογεννῆτορ, ἄνθος τῆς Θεότητος Χριστόν, ἡμῖν τεκοῦσα, Πάναγνε σήμερον, τὸν ὡς Θεὸν ἀχώρητον, καὶ νῦν ὡς βρέφος σπαργανούμενον.

Κανών γ», ᾨδὴ θ», τῆς Ἁγίας Μελάνης

Ἦχος δ"

Εὔα μὲν τῷ τῆς παρακοῆς

Εἰς ὕψος σαφῶς τῆς ἀκραιφνοῦς, ἀνέδραμες, Μακαρία τελειότητος, ἔφθασας τάξεις Ἀσωμάτων, τῷ ὄντως ἐφετῷ προσεπέλασας, πηγὴν τῶν ἀγαθῶν νῦν κατείληφας· ὅθεν σε πάντες μακαρίζομεν. Χοροῖς συνευφραίνῃ Ἀσκητῶν, ἀσκήσασα, καὶ τὰ πάθη θανατώσασα, βλέπεις ἀνακεκαλυμμένῳ, προσώπῳ τοῦ Θεοῦ τὴν λαμπρότητα, ἧς πρώην τὰς ἐμφάσεις ἐκέκτησο, σῶφρον Μελάνη παναοίδιμε. Βαδίσασα τρίβον τὴν στενήν, εὐρύχωρον, Παραδείσου πλάτος ἔφθασας, ὅπου χαρὰ ἑορταζόντων, τὸ ξύλον τῆς ζωῆς ἔνθα πέφυκεν, ἡμῶν διὰ παντὸς μνημονεύουσα, τῶν ἐκτελούντων σου τὴν κοίμησιν. Θεοτοκίον Ὁ νώτοις φρικτῶς Χερουβικοῖς ὀχούμενος, ἐν ἀγκάλαις νῦν καθέζεται, Κόρης ἁγνῆς, καὶ σπαργανοῦται, καὶ λύει τὰς σειρὰς τῶν κακῶν ἡμῶν, καὶ γάλακτι ὡς νήπιος τρέφεται, ὁ διατρέφων πνοὴν ἅπασαν. Ὁ Εἱρμὸς «Εὔα μὲν τῷ τῆς παρακοῆς νοσήματι, τὴν κατάραν εἰσῳκίσατο, σὺ δὲ Παρθένε Θεοτόκε, τῷ τῆς κυοφορίας βλαστήματι, τῷ κόσμῳ τὴν εὐλογίαν ἐξήνθησας· ὅθεν σε πάντες μεγαλύνομεν».

Ἐξαποστειλάριον τῆς Μάρτυρος

Ἦχος β«

Γυναῖκες ἀκουτίσθητε

Ἡ θήκη τῶν λειψάνων σου, μύρον εὐῶδες βρύουσα, ἰᾶται πάθη ποικίλα, τὰ τῶν βροτῶν Ἀνυσία, Παρθενομαρτυς ἔνδοξε· διὸ πανηγυρίζομεν, τὴν φωτοφόρον μνήμην σου, ἐν ᾗ Χριστὸν ἐκδυσώπει, ὑπὲρ τῶν σὲ ἀνυμνούντων.

Ἐξαποστειλάριον τῆς Ὁσίας

Ἦχος β»

Γυναῖκες ἀκουτίσθητε

Μελάνη παναοίδιμε, Μοναζουσῶν τὸ καύχημα, παθῶν με τῇ ἀμαυρώσει, μελανωθέντα κατ» ἄμφω, λαμπρύνασα καθάρισον, ταῖς πρὸς Θεὸν πρεσβείαις σου, ὅπως φαιδρῶς γεραίρω σε, καὶ τὴν φωσφόρον σου μνήμην, λαμπροφανῶς ἑορτάζω.

Ἐξαποστειλάριον τῆς Ἑορτῆς

Ἦχος β"

Γυναῖκες ἀκουτίσθητε

Ὁ ὢν σὺν τῷ Γεννήτορι, Θεὸς ἀεὶ προάναρχος, ἐκ Πνεύματος νῦν ἁγίου, ἐν Βηθλεὲμ ἀπορρήτως, ἐκ σοῦ Παρθένε τίκτεται, ὑπὸ τὸ θεῖον σπήλαιον· ἐν φάτνῃ τῶν ἀλόγων δέ, σπαργανωθεὶς ἀνεκλίθη, λύων σειράς μου πταισμάτων.

Εἰς τοὺς Αἴνους, Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς.

Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς

Ἦχος πλ. β«

Αἱ Ἀγγελικαὶ

Ὢ τῶν ὑπὲρ νοῦν, καὶ μεγάλων μυστηρίων! πῶς ὁ ἀναφής, ἐνειλούμενος σπαργάνοις, ἐν φάτνῃ τῶν ἀλόγων, ἀνεκλίθη ὡς νήπιον, πάντας ἀλογίας ἀπαλλάττων, καὶ πρός οὐρανοὺς ἡμᾶς ἀνάγων, αὐτῷ κράζοντας· Εὐλογημένος ὁ τεχθείς, Θεὸς ἡμῶν δόξα σοι.

Ἦχος πλ. β»

Τὸν Ἐμμανουήλ, ἐν Σπηλαίῳ γεννηθέντα, ἄνωθεν ἀστήρ, κατεμήνυσε τοῖς Μάγοις, δικαιοσύνης ὄντα, ἀπερίγραπτον Ἥλιον, καὶ περιγραφόμενον ἐν φάτνῃ, σάρκα ὑλικήν ἠμφιεσμένον, πρὸς ὃν κράζομεν· Εὐλογημένος ὁ τεχθείς, Θεὸς ἡμῶν δόξα σοι.

Ἦχος πλ. β«

Νῦν ἐπὶ τῆς γῆς, πεφανέρωται παιδίον, ὁ ἐκ τοῦ Πατρός, γεννηθεὶς πρὸ τῶν αἰώνων. Ἀγάλλου πᾶσα κτίσις, οὐρανοὶ εὐφραινέσθωσαν, βλέποντες τοὺς πρὶν ἀπατηθέντας, πάλιν τῷ Θεῷ οἰκειουμένους, αὐτῷ κράζοντας· Εὐλογημένος ὁ τεχθείς, Θεὸς ἡμῶν δόξα σοι.

Ἦχος πλ. β»

Θέλων οὐρανούς, κλίνας Κύριε κατέβης, καὶ Παρθενικήν, μήτραν ᾤκησας ἀφράστως, καὶ βρέφος ἐγνωρίσθης, ἐν Σπηλαίῳ τικτόμενος, καὶ συνανεστράφης τοῖς ἀνθρώποις, ἀρίστην ὁδὸν ὑποδεικνύων, τοῖς σοὶ κράζουσιν· Εὐλογημένος ὁ τεχθείς, Θεὸς ἡμῶν δόξα σοι.

Θεοτοκίον

Ἦχος πλ. β"

Ἄφθορον Ἁγνήν, ἑαυτὴν κατανοοῦσα, μετὰ τὴν φρικτήν, καὶ ἀνέκφραστον λοχείαν, ἐβόα ἡ Παρθένος, Ἀνερμήνευτε Κύριε, βρέφος σπαργανούμενον κρατῶ σε, καὶ δοξολογῶ μετὰ Ποιμένων, πιστῶς κράζουσα· Εὐλογημένος ὁ τεχθείς, Θεὸς ἡμῶν δόξα σοι.

Ἀπόστιχα Στιχηρὰ Προσόμοια Ἦχος πλ. β» Αἱ Ἀγγελικαὶ Ῥάβδῳ σιδηρᾷ, ποιμανθήσῃ Ἰουδαῖε, οἷα ἀπειθής, καὶ Προφήταις ἀντιπίπτων· Υἱῷ γὰρ γεννηθέντι, ὁ Πατὴρ κλῆρον δίδωσιν, ἔθνη καὶ κατάσχεσιν γῆν πᾶσαν, σὲ δὲ ἀπωθεῖται μιαιφόνε· βοᾶν οὐ πείθῃ γάρ· ὁ Βασιλεὺς τοῦ Ἰσραήλ, Χριστὸς παραγέγονεν. Στίχ. Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Κράζε ὦ Δαυΐδ, Θεοπάτορ καὶ Προφῆτα. Ἄστρον φαεινόν, προεκλάμψαν Ἑωσφόρου, καὶ ποῖον ἀνακράζεις; Τὸν ἀσπόρως τικτόμενον, Κόρης ἐκ Παρθένου, ᾧ βοῶμεν, εἰς τὴν χαρὰν τῆς Θεοτόκου, λαοὶ λέγοντες· Εὐλογημένος ὁ τεχθείς, Θεὸς ἡμῶν δόξα σοι. Στίχ. Ἐκ γαστρὸς πρὸ Ἑωσφόρου ἐγέννησά σε, ὤμοσε Κύριος, καὶ οὐ μεταμεληθήσεται. Σὺ Ἱερεὺς εἰς τὸν αἰῶνα, κατὰ τὴν τάξιν Μελχισεδέκ. Λέγε ἐμφανῶς, Ἡσαΐα ὦ Προφῆτα· Ἰδοὺ ἐν γαστρί, ἕξει ἄνανδρος Παρθένος, καὶ τέξεται ἀσπόρως, Πλαστουργὸν καὶ δεσπόζοντα, πάντων τῶν αἰώνων· ᾧ βοῶμεν, εἰς τὴν χαρὰν τῆς Θεοτόκου, φαιδρῶς ψάλλοντες· Εὐλογημένος ὁ τεχθείς, Θεὸς ἡμῶν δοξα σοι.

Θεοτοκίον

Ἦχος πλ. α«

Ὁρῶσά σε ἡ κτίσις ἅπασα, ἐν Βηθλεὲμ σαρκὶ τικτόμενον, τὸν Δημιουργὸν καὶ Κτίστην τῶν ἁπάντων, καινουργεῖται πάλιν καὶ ἀναπλάττεται, ὁ ἥλιος δὲ τὸ φῶς ἐφήπλωσε, καὶ ἡ γῆ ἐπαγάλλεται. Μάγοι ἐκ Περσίδος Βασιλεῖ δῶρα προσφέρουσι, Ποιμένες θαυμάζουσιν ἐκπλαγέντες, καὶ Θεὸν σὺν τῇ τεκούσῃ προσκυνοῦσι σαρκί. Ὢ τοῦ θαύματος! ὁ τροφεὺς τρέφεται Μητρὶ πανάγνῳ, διὰ τὴν τοῦ κόσμου σωτηρίαν καὶ ἀνάπλασιν.

Ἀντίφωνον Α», Ἦχος β» Στίχ. Ἐξομολογήσομαί σοι Κύριε ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου. Στίχ. Ἐν βουλῇ εὐθέων καὶ συναγωγῇ, μεγάλα τὰ ἔργα Κυρίου. Στίχ. Ἐξεζητημένα εἰς πάντα τὰ θελήματα αὐτοῦ. Στίχ. Ἐξομολόγησις καὶ μεγαλοπρέπεια τὸ ἔργον αὐτοῦ, καὶ ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ἀντίφωνον Β», Ἦχος β« Στίχ. Μακάριος ἀνήρ, ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐκ Παρθένου τεχθείς, ψάλλοντάς σοι· Ἀλληλούϊα. Στίχ. Δυνατὸν ἐν τῇ γῇ ἔσται τὸ σπέρμα αὐτοῦ. Στίχ. Δόξα καὶ πλοῦτος ἐν τῷ οἴκῳ αὐτοῦ, καὶ ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Στίχ. Ἐξανέτειλεν ἐν σκότει φῶς τοῖς εὐθέσιν. Ἀντίφωνον Γ», Ἦχος δ» Στίχ. Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Ἀπολυτίκιον, Ἦχος δ" Ἡ γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ, τὸ φῶς τὸ τῆς γνώσεως· ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο, σὲ προσκυνεῖν, τὸν Ἥλιον τῆς δικαιοσύνης, καὶ σὲ γινώσκειν ἐξ ὕψους ἀνατολήν, Κύριε δόξα σοι. Στίχ. Ῥάβδον δυνάμεως ἐξαποστελεῖ σοι Κύριος ἐκ Σιών. Στίχ. Μετὰ σοῦ ἡ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνάμεώς σου, ἐν ταῖς λαμπρότησι τῶν Ἁγίων σου.

Εἰς τό, Ἐξαιρέτως Κανών β», ᾨδὴ θ», τῆς Ἑορτῆς

Ἦχος α"

Καταβασία

Μεγάλυνον ψυχή μου, τὴν λυτρωσαμένην, ἡμᾶς ἐκ τῆς κατάρας. «Στέργειν μὲν ἡμᾶς, ὡς ἀκίνδυνον φόβῳ, Ῥᾷον σιωπήν, τῷ πόθῳ δὲ Παρθένε, Ὕμνους ὑφαίνειν, συντόνως τεθηγμένους, Ἐργῶδές ἐστιν, ἀλλὰ καὶ Μήτηρ σθένος, Ὅση πέφυκεν ἡ προαίρεσις δίδου».

Κοινωνικὸν Λύτρωσιν ἀπέστειλε Κύριος τῷ λαῷ αὐτοῦ. Ἀλληλούϊα.

Комментарии для сайта Cackle