Источник

Τῌ ΚΒ» ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΑΥΓΟΥΣΤΟΥ

Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀγαθονίκου. ΕΙΔΗΣΙΣ. Ἐν ταύτῃ τῇ ἡμέρᾳ ψάλλεται καὶ ἡ Ἀκολουθία τοῦ Ἁγίου μάρτυρος Λούππου, διὰ τὸ ἐν τῇ κγ» ἀποδίδοσθαι τὴν Ἑορτήν.

ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς» καὶ ψάλλομεν Στιχηρὰ Προσομοια.

Στιχηρὰ τοῦ Ἁγίου Μάρτυρος Ἀγαθονίκου

Ἦχος δ«

Ἔδωκας σημείωσιν

Πρώτην ἀγαθότητα, καὶ ὑπὲρ νοῦν ὡραιότητα, ἐκζητῶν Ἀγαθόνικε, χαίρων προσεχώρησας, πρὸς τοὺς προκειμένους, γενναίους ἀγῶνας, καὶ συμπλακεὶς τῷ δυσμενεῖ, ἀνδρειοτάτως εἰς γῆν κατέρραξας, καὶ νίκης τὸ φαιδρότατον, προσανεπλέξω διάδημα, δυσωπῶν τὸν φιλάνθρωπον, ὑπὲρ τῶν ἀνυμνούντων σε.

Ἦχος δ»

Σοφίᾳ κοσμούμενος, λόγον ζωήρρυτον ἔβλυσας, ἐπιστρέφων τοὺς ἄφρονας, ἐλέγχων τὸν τύραννον, τῆς πολυθεΐας, ζάλην κατευνάζων, ἐπιστηρίζων τοὺς πιστούς, προσεπιμένειν τῇ θείᾳ χάριτι· διὸ τὰ χαλεπώτατα, ὑπενεγκὼν πειρατήρια, πρὸς τὰ ἄνω βασίλεια, στεφηφόρος ἀνέδραμες.

Ἦχος δ«

Αἵματι σταζόμενος, τῆς καρτερᾶς σου ἀθλήσεως, τῷ Δεσπότῃ παρέστηκας, θῦμα εὐωδέστατον, καθαρὰ θυσία, εὐπρόσδεκτον δῶρον, ἱερωτάτη προσφορά, καὶ ἱερεῖον τέλειον ἄμωμον· διὸ ταῖς ἱκεσίαις σου, τῆς Ἐκκλησίας τὸ πλήρωμα, ἐν εἰρήνῃ συντήρησον, ἀθλητὰ Ἀγαθόνικε.

Στιχηρὰ τοῦ Ἁγίου Λούππου

Ἦχος δ»

Ἔδωκας σημείωσιν

Λοῦππος ὁ μακάριος, τῆς ἀθεΐας διέλυσε, τὸν κρυμὸν τὸν βαρύτατον, θέρμῃ θείου Πνεύματος, καὶ τμηθεὶς τῷ ξίφει, ἰάσεως ῥεῖθρα, ἀναπηγάζει καὶ ψυχάς, κατατακείσας δροσίζει χάριτι, αὐτὸν ἀνευφημήσωμεν, ὡς πρεσβευτὴν ἡμῶν ἄριστον, καὶ θερμὸν ἀντιλήπτορα, εὐσεβῶς φιλομάρτυρες.

Ἦχος δ«

Ἑλλήνων σεβάσματα, βυθῷ ὑδάτων παρέδωκας, καὶ ἀθέους κατέπληξας, ὁρῶντας τὰ θαύματα, τὰ τῇ σῇ παμμάκαρ, τελούμενα πίστει, μέσον ἐκείνων δὲ ἑστώς, λουτρόν τὸ θεῖον ἐξ ὕψους δέδεξαι, Θεοῦ σε μεγαλύνοντος, ὡς γνησιώτατον μάρτυρα, καὶ γενναῖον ἀδάμαντα, καὶ Ἀγγέλων συμμέτοχον.

Ἦχος δ»

Πειρώμενοι τέμνειν σε, ἐχθροὶ ἀλλήλους κατέτεμνον, καὶ τοῖς βέλεσι βάλλοντες, ἀλλήλους ἐτίτρωσκον, ἀθλοφόρε Λοῦππε· καὶ πρίζειν δοκοῦντες, δένδρῳ προσῆξαν τὴν πληγήν, ἐσκοτισμένοι μάκαρ ὑπάρχοντες· ἐφρούρει γὰρ σε Κύριος, δι» ὃν τὸ πάσχειν προῄρησο, πρεσβευτὰ τῶν ψυχῶν ἡμῶν, τῶν Ἀγγέλων συνόμιλε.

Δοξαστικὸν

Ἦχος α«

Ἀνατολίου

Φερωνύμως ἐκλήθης, τῆς ἀγαθῆς νίκης ἐπώνυμος, Ἀγαθόνικε πολύαθλε, τῷ γὰρ θείῳ ἔρωτι τρωθείς, εἰδωλικὴν ἀπάτην, καὶ τυραννικὴν πλάνην ἀπαρνησάμενος, πρός ζωὴν τὴν ἀμείνω παραδόξως μεταβέβηκας· διὸ ἐν τῇ ἐνδόξῳ σου μνήμῃ, παρρησίαν ἔχων πρὸς αὐτόν, ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον, Τῆς Ἑορτῆς

Ἦχος α»

Ἔπρεπε τοῖς αὐτόπταις τοῦ Λόγου καὶ ὑπηρέταις, καὶ τῆς κατὰ σάρκα Μητρὸς αὐτοῦ, τὴν Κοίμησιν ἐποπτεῦσαι, τελευταῖον οὖσαν ἐπ» αὐτῇ μυστήριον· ἵνα μὴ μόνον τὴν ἀπὸ γῆς τοῦ Σωτῆρος ἀνάβασιν θεάσωνται, ἀλλὰ καὶ τῆς τεκούσης αὐτὸν τῇ μεταθέσει μαρτυρήσωσι. Διόπερ πάντοθεν θείᾳ δυνάμει περαιωθέντες, τὴν Σιὼν κατελάμβανον, καὶ πρὸς οὐρανὸν ἐπειγομένην, προέπεμπον τὴν ἀνωτέραν τῶν Χερουβίμ, ἣν καὶ ἡμεῖς, σὺν αὐτοῖς προσκυνοῦμεν, ὡς πρεσβεύουσαν ὑπὲρ τὺν ψυχῶν ἡμῶν.

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς. Ἦχος β», Οἶκος τοῦ ἘφραθᾶΔῆμος τῶν Μαθητῶν, ἀθροίζεται κηδεῦσαι, Μητέρα Θεοτόκον, ἐλθόντες ἐκ περάτων, παντοδυνάμῳ νεύματι.

Στίχ.

Ἀνάστηθι Κύριε εἰς τὴν ἀνάπαυσίν σου.

Νύμφη ἡ τοῦ Θεοῦ, Βασίλισσα Παρθένος, τῶν ἐκλεκτῶν ἡ δόξα, καύχημα τῶν παρθένων, πρὸς τὸν Υἱὸν μεθίσταται.

Στίχ.

Ὤμοσε Κύριος τῷ Δαυῒδ ἀλήθειαν, καὶ οὐ μὴ ἀθετήσει αὐτήν.

Ἤθροισται ὁ χορός, Μαθητῶν παραδόξως, ἐκ τῶν περάτων κόσμου, κηδεῦσαί σου τὸ Σῶμα, τὸ θεῖον καὶ ἀκήρατον.

Δοξαστικὸν

Ἦχος πλ. δ«

Φερωνύμως τὴν κλῆσιν δεξάμενος, τῶν ἀγαθῶν θησαυρῶν, ναὸν σεαυτὸν καθιέρωσας, μάρτυς Ἀγαθόνικε, τῷ τῶν ἁπάντων βασιλεῖ, καὶ ἐν βασάνοις νομίμως ἀγωνισάμενος, τοῦ δεινοῦ Βελίαρ καθεῖλες τὴν δύναμιν, καὶ νίκης ἄρας τρόπαιον, στεφανηφόρος ἐν ὑψίστοις Θεῷ παρίστασαι, ᾧ καὶ πρεσβεύων μὴ ἐλλίπῃς, ὑπὲρ τῶν σὲ γεραιρόντων, μαρτύρων ἐγκαλλώπισμα.

Θεοτοκίον, Τῆς Ἑορτῆς

Ἦχος πλ. δ»

Παρθενικαὶ χορεῖαι σήμερον, μυστικῶς τῇ κλίνῃ τῆς Παρθένου καὶ Μητρός, κύκλῳ παρίστανται, καὶ ψυχαὶ δικαίων περιιπτάμεναι, τὴν Βασιλίδα γεραίρουσιν, αἱ μέν, ὡς προῖκα τὴν παρθενίαν, ἀντὶ μύρου κομίζουσαι, αἱ δέ, τὴν ἄϋλον ὑμνῳδίαν, τὰ τῆς ἀρετῆς προσάγουσαι· πρέπει γὰρ τῇ Μητρὶ τοῦ Θεοῦ, ὡς Βασιλίδα, ταῖς βασιλικαῖς τῶν ἀρετῶν δορυφορεῖσθαι λαμπροφορίαις. Αἷς καὶ ἡμεῖς, βίον καθαρὸν συνεισενεγκόντες, ἐξέλθωμεν πρὸς κηδείαν, τῆς ὄντως Μητρὸς τοῦ Θεοῦ ἡμῶν, ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, αὐτὴν συμφώνως μακαρίζοντες.

Ἀπολυτίκιον τῶν Μαρτύρων

Ἦχος δ«

Οἱ Μάρτυρές σου Κύριε, ἐν τῇ ἀθλήσει αὐτῶν, στεφάνους ἐκομίσαντο τῆς ἀφθαρσίας, ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν·σχόντες γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλον, ἔθραυσαν καὶ δαιμόνων, τὰ ἀνίσχυρα θράση. Αὐτῶν ταῖς ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.

Ἀπολυτίκιον τῆς Ἑορτῆς

Ἦχος α»

Ἐν τῇ Γεννήσει τὴν παρθενίαν ἐφύλαξας, ἐν τῇ Κοιμήσει τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε. Μετέστης πρὸς τὴν ζωήν, μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α» Στιχολογίαν, Κάθισμα τῆς Ἑορτῆς

Ἦχος δ"

Κατεπλάγη Ἰωσὴφ

Πλατυτέρα οὐρανῶν, ἀναδειχθεῖσα ἐπὶ γῆς, ἡ τεκοῦσα ἐν σαρκί, τὸν τοῦ παντὸς Δημιουργόν, νῦν εἰς αὐτὰ τὰ οὐράνια ἐκ γῆς μετέστης. Δικαίων δὲ ψυχαὶ καθορῶσαί σε, Ἀγγέλων οἱ χοροὶ κατοπτεύοντες, ὡς Βασιλίδι αἴνεσιν ἀξίως, διὰ παντὸς σοι προσάγουσι. Διὸ πρεσβεύειν, μὴ διαλίπῃς, ὑπὲρ τῶν ἀνυμνούντων σε. Δόξα... Καὶ νῦν... Τὸ αὐτὸ

Μετὰ τὴν β» Στιχολογίαν, Κάθισμα τῆς Ἑορτῆς

Ἦχος δ«

Κατεπλάγη Ἰωσὴφ

Ἀποστόλων ὁ χορός, διεσπαρμένος ἐν τῇ γῇ, συνηθροίσθη ἐν Σιών, ἵνα προπέμψῃ ἀπὸ γῆς, τὴν Θεοτόκον πρὸς τὸν Ὕψιστον, ὃν περ ἔτεκε, Δυνάμεις οὐρανῶν, αἱ ὑπερκόσμιαι, προέτρεχον ὁμοῦ, καὶ συνεχόρευον, πνευματικῶς κραυγάζουσαι. Εὐφραίνεσθε, οἱ οὐρανοὶ προσδεχόμενοι, Θεοῦ Μητέρα, δι» οὗ δεσπόζει, ὁρατὰ καὶ ἀόρατα. Δόξα... Καὶ νῦν... Τὸ αὐτὸ

Ὁ Κανὼν πρῶτος τῆς Ἐορτῆς, οὗ ἡ Ἀκροστιχίς.Πανηγυριζέτωσαν οἱ θεόφρονες. Ποίημα τοῦ Κυρίου Κοσμᾶ. ᾨδὴ α»

Ἦχος α"

Ὁ Εἱρμὸς

«Πεποικιλμένη τῇ θείᾳ δόξῃ, ἡ ἱερὰ καὶ εὐκλεὴς Παρθένε μνήμη σου, πάντας συνηγάγετο, πρὸς εὐφροσύνην τοὺς πιστούς, ἐξαρχούσης Μαριάμ, μετὰ χορῶν καὶ τυμπάνωντῷ σῷ, ᾄδοντας Μονογενεῖ, ἐνδόξως ὅτι δεδόξασται». Ἀμφεπονεῖτο ἀΰλων τάξις, οὐρανοβάμων ἐν Σιὼν τὸ θεῖον σῶμά σου, ἄφνω δὲ συρρεύσασα, τῶν Ἀποστόλων ἡ πληθύς, ἐκ περάτων Θεοτόκε, σοὶ παρέστησαν ἄρδην, μεθ» ὧν ἄχραντε, σοῦ τὴν σεπτήν, Παρθένε μνήμην δοξάζομεν. Νικητικὰ μὲν βραβεῖα ἤρω, κατὰ τῆς φύσεως Ἁγνή, Θεὸν κυήσασα, ὅμως μιμουμένη δέ, τὸν ποιητήν σου καὶ Υἱόν, ὑπὲρ φύσιν ὑποκύπτεις, τοῖς τῆς φύσεως νόμοις· διὸ θνῄσκουσα, σὺν τῷ Υἱῷ ἐγείρῃ διαιωνίζουσα.

Ὁ Κανὼν τοῦ Ἁγίου Μάρτυρος Ἀγαθονίκου, οὗ ἡ Ἀκροστιχίς.Ἀγαθονίκου τοὺς πόνους μέλπειν θέμις. Ἰωσήφ. ᾨδὴ α«

Ἦχος α»

ᾨδὴν ἐπινίκιον

Ἀγάθυνον Ἅγιε κεκακωμένην, ψυχήν μου τοῖς πάθεσιν, ἀγαθὸς γενόμενος, τοῦ ἀγαθοῦ μιμητής, καὶ λόγον δίδου τὴν σεπτήν, δοξάσαι μνήμην σου. Γνωστὸς τῷ γινώσκοντι τὰ πάντα μάρτυς, ἐγένου θεόπνευστε, καὶ τὴν τούτου σάρκωσιν, ἐθνῶν ἐνώπιον, ἐκήρυξας τὸν τῆς σαρκός, μὴ πτήξας θάνατον. Ἀνέστησας λόγῳ σου τοὺς πεπτωκότας, καὶ τῆς Ἀναστάσεως, κοινωνοὺς ἀνέδειξας, καὶ τῆς λαμπρότητος, τῆς αἰωνίου εὐσεβῶς, μάρτυς πολύαθλε.

Θεοτοκίον

Θαυμάτων ἐπέκεινα τὸ μέγα θαῦμα, Σεμνὴ τῆς λοχείας σου, καθορᾶται· τίκτεις γάρ, ἐν ὁμοιώματι σαρκὸς γενόμενον Χριστόν, δίχα τροπῆς καὶ φυρμοῦ.

Ὁ Κανὼν τοῦ Ἁγίου Λούππου, οὗ ἡ Ἀκροστιχίς.Ὑμνῶ σε, Λοῦππε, μάρτυς ἠγλαϊσμένε. Ἰωσήφ. ᾨδὴ α«

Ἦχος δ»

Τριστάτας κραταιοὺς

Ὑμνοῦντι τὴν φαιδράν, καὶ φωσφόρον σου μνήμην, στρατιῶτα τοῦ Χριστοῦ, γενναῖε ἀθλητά, τὴν ψυχήν μου καταύγασον, λάμψεσι ταῖς ἀνεσπέροις, αὐγαζόμενος πάντοτε, καὶ τῷ θείῳ φωτὶ παριστάμενος. Μαρτύρων ὑπελθών, τοὺς ἀνδρείους ἀγῶνας, ὡμολόγησας Θεόν, ὀφθέντα ἐπὶ γῆς, καὶ τὴν φύσιν θεώσαντα, πάνσοφε τὴν ἀνθρωπίνην, καὶ θεοὺς ἐξηφάνισας, τῶν Ἑλλήνων δυνάμει τοῦ Πνεύματος. Ναμάτων ζωτικῶν, πληρωθεὶς τὴν καρδίαν, ὥσπερ θεῖος ποταμός, τὰ ῥεύματα σοφέ, τῆς ἀπάτης ἐξήρανας, πίστει δὲ τὰς διανοίας, τῶν ἀνθρώπων κατήρδευσας, βλαστανούσας καρπὸν ἐπουράνιον.

Θεοτοκίον

Ὡς ὄρθρος εὐπρεπής, ἐκ λαγόνων ἀνίσχεις, Ἰησοῦν τὸν φωτισμόν, ἁπάντων καὶ Θεόν, ἀπειρόγαμε Δέσποινα, νύκτα τῆς πολυθεΐας, ἐκμειοῦντα καὶ λάμψεσιν, ἀνεσπέροις τὸν κόσμον φωτίζοντα.

Κανών α», ᾨδὴ γ», τῆς Ἐορτῆς

Ἦχος α"

Ὁ Εἱρμὸς

«Ἡ δημιουργική, καὶ συνεκτικὴ τῶν ἁπάντων, Θεοῦ σοφία καὶ δύναμις, ἀκλινῆ ἀκράδαντον, τὴν Ἐκκλησίαν στήριξον Χριστέ·μόνος γὰρ εἶ ἅγιος, ὁ ἐν ἁγίοις ἀναπαυόμενος». Γυναῖκά σε θνητήν, ἀλλ» ὑπερφυῶς καὶ Μητέρα, Θεοῦ εἰδότες Πανάμωμε, οἱ κλεινοὶ Ἀπόστολοι, πεφρικυίαις ἥπτοντο χερσί, δόξῃ ἀπαστράπτουσαν, ὡς θεοδόχον σκῆνος θεώμενοι. Ὑπέφθασε χερσί, ταῖς ὑβριστικαῖς τοῦ αὐθάδους, τομὴν ἡ δίκη ἐπάξασα, τοῦ Θεοῦ φυλάξαντος, τὸ σέβας τῇ ἐμψύχῳ κιβωτῷ, δόξῃ τῆς Θεότητος, ἐν ᾗ ὁ Λόγος σάρξ ἐχρημάτισε.

Κανών β», ᾨδὴ γ», τοῦ Ἁγίου Μάρτυρος Ἀγαθονίκου

Ἦχος α"

Στερεωθήτω ἡ καρδία μου

Ὁ ματαιόφρων ταῖς θωπείαις σε, δολερῶς συλῆσαι ἐπήλπιζεν· ἐματαιώθη δὲ αὐτοῦ, τὸ ἀλλόκοτον φρόνημα, ἡδρασμένου σου ἐν πέτρᾳ, ἀψευδοῦς μάρτυς πίστεως. Ὑπερνηξάμενος τὸ πέλαγος, ἀλγεινῶν καὶ πόνων τοῦ σώματος, τῇ κυβερνήσει τοῦ Χριστοῦ, ἀθλητὰ Ἀγαθόνικε, προσωρμίσθης πρὸς λιμένας, νοητοὺς ἀγαλλόμενος. Τομαὶ στρεβλώσεις τε τοῦ σώματος, ἐπ» ἐμὲ ἐρχέσθωσαν σήμερον, ξίφη καὶ τήγανα καὶ πῦρ, καὶ θηρία καὶ θάνατον· οὐ πτοοῦμαι ἀνεβόας, ἀθλητὰ Ἀγαθόνικε.

Θεοτοκίον

Ὁ κατὰ φύσιν ἀπερίγραπτος, μορφωθεὶς ἐκ σοῦ τὸ ἡμέτερον, περιγραφὴν σωματικῶς, ὑπεδέξατο Δέσποινα, ἐν οὐσίαις καὶ θελήσεσι, διτταῖς γνωριζόμενος.

Κανών γ», ᾨδὴ γ», τοῦ Ἁγίου Λούππου

Ἦχος δ"

Ὅτι στεῖρα ἔτεκεν

Στηριχθεὶς τοῦ Πνεύματος, τῇ ἀηττήτῳ δυνάμει, πρὸς τοὺς ἀγῶνας μάρτυς, ἐναπεδύσω ἀνδρικῶς, καὶ τὸ τῆς πλάνης φρύαγμα κατήργησας, Λοῦππε παμμακάριστε. Ἐπιγνοὺς σε μάρτυρα, τῶν τοῦ Χριστοῦ παθημάτων, ὁ ἀπηνὴς διώκτης, θωπείαις σου τὸν λογισμόν, ἐξαπατῆσαι ἤλπιζεν· ἐψεύσθη δὲ ὅμως ὁ παμπόνηρος. Λύρα ὥσπερ Πνεύματι, τῷ παντουργῷ κρουομένη, ἀναφωνεῖς τυράννων, ἐνώπιον χαρμονικῶς, μέλος ἐνθέου γνώσεως, καταθέλξας πίστει τοὺς προστρέχοντας.

Θεοτοκίον

Ὁ Θεὸς ἐν μέσῳ σου, κατασκηνώσας ὡς οἶδε, τῆς παρθενίας κλεῖθρα, οὐ παρεσάλευσεν Ἁγνή· ἐν ἀσαλεύτῳ πέτρᾳ δέ, τῆς πίστεως πάντας ἐστερέωσεν.

Ὁ Εἱρμὸς

«Ὅτι στεῖρα ἔτεκεν, ἡ ἐξ ἐθνῶν Ἐκκλησία, καὶ ἡ πολλὴ ἐν τέκνοις, ἠσθένησε συναγωγή, τῷ θαυμαστῷ Θεῷ ἡμῶν βοήσωμεν·Ἅγιος εἶ Κύριε».

Κάθισμα τοῦ Ἁγίου Ἀγαθονίκου

Ἦχος α"

Τὸν τάφον σου Σωτηρ

Ἀθλήσει λαμπρυνθείς, ὡς χρυσὸς ἐν καμίνῳ, ἐξήστραψας σοφέ, ἰαμάτων ἀκτῖνας, καὶ σκότος ἐμείωσας, τῶν δαιμόνων ἐν χάριτι· ὅθεν ἅπαντες, τὴν παναγίαν σου μνήμην, ἑορτάζομεν, θεομακάριστε μάρτυς, ἀθλητὰ Ἀγαθόνικε. Δόξα... Τοῦ Ἁγίου Λούππου Ἦχος δ» Ὁ ὑψωθεὶς ἐν τῷ ΣταυρῷΤὸ ὀπτικόν σου τῆς ψυχῆς ἐκκαθάρας, καθυπεδέξω τὴν αὐγὴν τῆς Τριάδος, καὶ τὰς ἐν ζόφῳ πάνσοφε ἐφώτισας ψυχάς, αἴγλῃ θείων λόγων σου, Λοῦππε μάρτυς Κυρίου· ὅθεν πρὸς ἀνέσπερον, μεταβέβηκας φέγγος, ὑπὲρ ἡμῶν ἀπαύστως δυσωπῶν, τῶν σὲ τιμώντων, καὶ πίστει ὑμνούντων σε. Καὶ νῦν ... Τῆς Ἑορτῆς Ἦχος ὁ αὐτὸςΚατεπλάγη ἸωσὴφἈναβόησον Δαυΐδ, τὶς ἡ παροῦσα Ἑορτὴ; Ἣν ἀνύμνησα φησίν, ἐν τῷ Βιβλίῳ τῶν Ψαλμῶν, ὡς θυγατέρα θεόπαιδα καὶ Παρθένον, μετέστησεν αὐτήν, πρὸς τὰς ἐκεῖθεν μονάς, Χριστὸς ὁ ἐξ αὐτῆς, ἄνευ σπορᾶς γεννηθείς· καὶ διὰ τοῦτο χαίρουσι, μητέρες καὶ θυγατέρες, καὶ νύμφαι Χριστοῦ, βοῶσαι· Χαῖρε, ἡ μεταστᾶσα, πρὸς τὰ ἄνω βασίλεια.

Κανών α», ᾨδὴ δ», τῆς Ἐορτῆς

Ἦχος α"

Ὁ Εἱρμὸς

«Ῥήσεις Προφητῶν καὶ αἰνίγματα, τὴν σάρκωσιν ὑπέφηναν, τὴν ἐκ Παρθένου σου Χριστέ, φέγγος ἀστραπῆς σου, εἰς φῶς ἐθνῶν ἐξελεύσεσθαι, καὶ φωνεῖ σοι ἄβυσσος, ἐν ἀγαλλιάσει, τῇ δυνάμει σου δόξα Φιλάνθρωπε». Ἴδετε λαοὶ καὶ θαυμάσατε· τὸ ὄρος γὰρ τὸ ἅγιον, καὶ ἐμφανέστατον Θεοῦ, τῶν ἐπουρανίων βουνῶν, ἐφύπερθεν αἴρεται, οὐρανὸς ἐπίγειος, ἐν ἐπουρανίῳ, καὶ ἀφθάρτῳ χθονὶ οἰκιζόμενος. Ζωῆς ἀϊδίου καὶ κρείττονος, ὁ θάνατός σου γέγονε, διαβατήριον Ἁγνή, ἐκ τῆς ἐπικήρου πρὸς θείαν ὄντως καὶ ἄρρευστον, μεθιστῶν σε ἄχραντε, ἐν ἀγαλλιάσει, τὸν Υἱὸν καθορᾶν σου καὶ Κύριον. Ἐπήρθησαν πύλαι οὐράνιαι, καὶ Ἄγγελοι ἀνύμνησαν, καὶ ὑπεδέξατο Χριστός, τὸ τῆς παρθενίας αὐτοῦ, μητρῷον κειμήλιον. Χερουβὶμ ὑπεῖξέ σοι, ἐν ἀγαλλιάσει, Σεραφὶμ δὲ δοξάζει σε χαίροντα.

Κανών β», ᾨδὴ δ», τοῦ Ἁγίου Μάρτυρος Ἀγαθονίκου

Ἦχος α"

Ἐν Πνεύματι προβλέπων

Ὑπῆλθες τῶν μαρτύρων, τὸ στάδιον σοφέ, ὅπλῳ θείας πίστεως, λαμπρῶς περιφραχθείς, περιπλακεὶς δέ, τῷ δυσμενεῖ κατὰ κράτος, τοῦτον νικήσας, καθυπέταξας ποσὶ σου, μάρτυς ἀθλητὰ Ἀγαθόνικε. Σοφίᾳ σου τῶν λόγων, καὶ ἔργων ἱερῶν, θείαις ἐπιδείξεσιν, ἐξέπληξας ἐχθρούς, ὑπολαβόντας τὸ καρτερὸν τοῦ νοός σου, καταπαλαῖσαι, καὶ πρὸς πλάνην καθελκύσαι, μάρτυς τοῦ Χριστοῦ Ἀγαθόνικε. Πυρὶ ὁλοκαυτώσας, ἀγάπης θεϊκῆς, σοῦ τὸν νοῦν ἀοίδιμε, τὸ πῦρ τῶν δυσσεβῶν, οὐκ ἑπτοήθης, ἀλλ» ἀνάψας ὡς ἄνθραξ, τῆς ἀθεΐας, ἐνεπύρισας τὴν ὕλην, μάρτυς Ἱερὲ Ἀγαθόνικε.

Θεοτοκίον

Ὁ νώτοις ἐπιβαίνων, Ἁγνὴ χερουβικοῖς, σαρκωθεὶς ὡς ἄνθρωπος, ἐκ σοῦ θεοπρεπῶς, σοῦ ταῖς ἀγκάλαις καθέζεται, ὥσπερ βρέφος, καὶ νηπιάζει, νηπιόφρονα τὸν πάλαι, σῴζων γεγονότα πρωτόπλαστον.

Κανών γ», ᾨδὴ δ», τοῦ Ἁγίου Λούππου

Ἦχος δ"

Ὁ καθήμενος ἐν δόξῃ

Ὑπερβὰς τῆς ἀνθρωπίνης, ἀσθενείας μακάριε, τοὺς γεώδεις ὅρους, ἔφερες πληγὰς ῥαβδιζόμενος, ῥάβδον δυνάμεως φέρων τὸν σωτήριον, παναοίδιμε, Λοῦππε Σταυρόν τοῦ Θεοῦ ἡμῶν. Πεποιθὼς καθάπερ ὄρος, ἐπὶ Κύριον ἔμεινας, ἀθλοφόρε Λοῦππε, θείᾳ συμμαχίᾳ ἀσάλευτος, τοὺς σπαραγμοὺς τῶν μελῶν σου· ὅθεν ἤνεγκας, ἀνυψούμενος, πρὸς οὐρανόν θείῳ ἔρωτι. Πλήρης πίστεως ὑπάρχων, καὶ σοφίας καὶ χάριτος, ἀνομούντων μέσον, Λόγον τοῦ Θεοῦ ὡμολόγησας, τῶν πεμπομένων βελῶν δὲ οὐκ ἐφρόντισας, εἰργομένων, δυνάμει Χριστοῦ προσεγγίσαι σοι.

Θεοτοκίον

Ἐπὶ σὲ καθάπερ ὄμβρος, τῆς σοφίας ἡ ἄβυσσος, Ἰησοῦς κατῆλθε, μόνην καθαρὰν σε εὑράμενος, Θεογεννῆτορ Παρθένε καὶ κατέκλυσεν, ἀσεβείας, χειμάρρους δεινούς θείᾳ χάριτι.

Κανών α», ᾨδὴ ε», τῆς Ἐορτῆς

Ἦχος α"

Ὁ Εἱρμὸς

«Τὸ θεῖον καὶ ἄρρητον κάλλος, τῶν ἀρετῶν σου Χριστὲ διηγήσομαι·ἐξ ἀϊδίου γὰρ δόξης συναΐδιον, καὶ ἐνυπόστατον λάμψας ἀπαύγασμα, Παρθενικῆς ἀπὸ γαστρός, τοῖς ἐν σκότει καὶ σκιᾷ, σωματωθεὶς ἀνέτειλας ἥλιος». Ὡς ἐπὶ νεφέλης Παρθένε, τῶν Ἀποστόλων ὁ δῆμος ὀχούμενος, πρὸς τὴν Σιὼν ἐκ περάτων λειτουργῆσαί σοι, τῇ νεφέλῃ τῇ κούφῃ ἠθροίζετο, ἀφ» ἧς ὁ Ὕψιστος Θεός, τοῖς ἐν σκότει καὶ σκιᾷ, δικαιοσύνης ἔλαμψεν ἥλιος. Σαλπίγγων θεόληπτοι γλῶσσαι, τῶν θεολόγων ἀνδρῶν εὐηχέστερον, τῇ Θεοτόκῳ ἐβόων τὸν ἐξόδιον, ἐνηχούμεναι ὕμνον τῷ Πνεύματι. Χαίροις ἀκήρατε πηγή, τῆς τοῦ Θεοῦ ζωαρχικῆς, καὶ σωτηρίου πάντων σαρκώσεως.

Κανών β», ᾨδὴ ε», τοῦ Ἁγίου Μάρτυρος Ἀγαθονίκου

Ἦχος α"

Τὸ φαεινὸν ἡμῖν

Νόμοις ἀντέθηκας τοῦ ἀλάστορος, νόμον σωτήριον, ἐννομώτατος ὡς μάρτυς ἔνδοξε, τοῦ νομοδότου πάντων καὶ δεσπόζοντος, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν. Ὁ περιβόητος καὶ περίδοξος, μάρτυς γενόμενος, Ἀγαθόνικος νῦν μακαρίζεται, σὺν οὐρανίαις πάντοτε Δυνάμεσι, φαιδρῶς ἀγαλλόμενος. Ὑπὲρ τὸ ζῆν θανεῖν εἵλου ἔνδοξε, ὅπως τὴν μέλλουσαν, ὡς ἀΐδιον καὶ αἰωνίζουσαν ζωὴν κερδήσῃς· ὅθεν ξίφει τέμνοντι, κλίνεις τὸν αὐχένα σου.

Θεοτοκίον

Σοῦ τὰ θαυμάσια προορώμενος, θείῳ ἐν Πνεύματι, Ἡσαΐας ἀνεκραύγαζεν· Ἰδοὺ ἐν μήτρᾳ ἕξεις τὸν ἀχώρητον, σαρκούμενον Ἄχραντε.

Κανών γ», ᾨδὴ ε», τοῦ Ἁγίου Λούππου

Ἦχος δ"

Ἀσεβεῖς οὐκ ὄψονται

Μεληδὸν ἠπείλησαν, συγκόπτειν σε ἐχθροί, ἑαυτοὺς μᾶλλον δὲ σοφέ, θεϊκαῖς προστάξεσι κατατέμνοντες, ἀσινῆ καὶ ἄτρωτον, κατενόουν φυλαττόμενον. Ἀπαιωρήσας ἔνδοξε, τὸ ὄμμα τῆς ψυχῆς, πρὸς τὴν πέτραν τὴν ἀρραγῆ, οὐδαμῶς τοῖς κύμασι μάρτυς σεσάλευσαι, τῶν πικρῶν κολάσεων, θείᾳ ῥώμῃ δυναμούμενος. Ῥαντισμοῖς αἱμάτων σου, πυρὰν εἰδωλικήν, ἐναπέσβεσας ἀθλητά, καὶ πυρὶ τῶν ἄθλων σου πᾶσαν κατέφλεξας, τὴν ἀπάτην Πνεύματι, τῷ Ἁγίῳ πυρακτούμενος.

Θεοτοκίον

Τὴν ἁγνὴν ἁγνεύοντι, τιμήσωμεν νοΐ, καλλονὴν τὴν τοῦ Ἰακώβ, καὶ ἐνθέοις πράξεσι καλλυνόμενοι, εὐσεβῶς ὑμνήσωμεν, ὡς μητέρα τοῦ Θεοῦ ἡμῶν.

Κανών α», ᾨδὴ ς», τῆς Ἐορτῆς

Ἦχος α"

Ὁ Εἱρμὸς

Ἅλιον ποντογενές, κητῷον ἐντόσθιον πῦρ, τῆς τριημέρου ταφῆς σοῦ ἦν προεικόνισμα, οὗ Ἰωνᾶς ὑποφήτης ἀναδέδεικται·σεσωσμένος γὰρ ὡς καὶ προυπέποτο, ἀσινὴς ἐβόα, θύσω σοι μετὰ φωνῇς αἰνέσεως Κύριε». Νέμει σοι τὰ ὑπὲρ φύσιν, Ἄναξ ὁ πάντων Θεός· ἐν γὰρ τῷ τίκτειν, Παρθένον ὥσπερ ἐφυλαξεν, οὕτως ἐν τάφῳ τὸ σῶμα διετήρησεν, ἀδιάφθορον, καὶ συνεδόξασε, θείᾳ μεταστάσει, γέρα σοι ὥσπερ Υἱὸς Μητρὶ χαριζόμενος. Ὄντως σε ὡς φαεινὴν λυχνίαν, ἀΰλου πυρός, θυμιατήριον θείου χρύσεον ἄνθρακος, ἐν τοῖς Ἁγίων Ἁγίοις κατεσκήνωσε, στάμνον ῥάβδον τε πλάκα θεόγραφον, κιβωτόν ἁγίαν, τράπεζαν ἄρτου ζωῆς, Παρθένε ὁ τόκος σου.

Κανών β», ᾨδὴ ς», τοῦ Ἁγίου Μάρτυρος Ἀγαθονίκου

Ἦχος α"

Τὸν Προφήτην Ἰωνᾶν

Μυριόλεκτον πληθύν, Αἰθιόπων νοητῶν, κατεπάλαισας σοφέ, ἀσθενείᾳ τῆς σαρκός, καὶ ἥνωσαι, ταῖς μυριάσι, τῶν νοερῶν λειτουργῶν. Ἐπορεύθης ἀνδρικῶς, μαρτυρίου τὴν ὁδόν, καὶ ἐστένωσας ὁδούς, τῆς κακίας ἀθλητά, καὶ ἔφθασας τὰς εὐρυχώρους, σκηνώσεις τῶν οὐρανίων νοῶν. Λαμπρυνθεὶς ὥσπερ χρυσός, τῇ χωνείᾳ τῶν δεινῶν, παθημάτων τοῦ Χριστοῦ, Ἀγαθόνικε σοφέ, ἐκσφράγισμα ἐδείχθης, θείοις ἀποτεθεὶς θησαυροῖς.

Θεοτοκίον

Παρθενεύεις ὡς τὸ πρίν, καὶ τεκοῦσα τὸν Χριστόν, γαλουχεῖς πᾶσι τροφήν, τὸν παρέχοντα Ἁγνή, παράδοξον, σεμνὴ τὸ θαῦμα καὶ ἀκατάληπτον.

Κανών γ», ᾨδὴ ς», τοῦ Ἁγίου Λούππου

Ἦχος δ"

Ἐβόησε προτυπῶν

Ὑπέφερες, τῆς σαρκὸς τὰς βασάνους στερρότατα, βασανίζων, ἀνομούντων φρονήματα ἄθεα, καὶ πικρῶς μαστίζων, τῶν δαιμόνων πληθὺν ἀξιάγαστε. Συνέσεισας, καὶ ὡς χοῦν τοὺς θεοὺς κατελέπτυνας, τῶν ἀθέων, σεαυτὸν δὲ ἀνέστησας ἔμψυχον, εὐσεβείας στήλην, καὶ εἰκόνα ἀνδρείας θεόπνευστε. Ἠγάλλετο, ἐντρυφῶν ταῖς βασάνοις ὁ ἔνδοξος, ἀθλοφόρος, προορῶν τοὺς στεφάνους ἐν πνεύματι, καὶ τὴν δι» αἰῶνος, ἐσομένην τοῖς μάρτυσιν εὔκλειαν.

Θεοτοκίον

Γεγέννηκας, ὃν Πατὴρ πρὸ αἰώνων γεγέννηκε, προανάρχως, καὶ μαστοῖς τὸν τροφέα ἐθήλασας, ὑπὲρ νοῦν τὸ θαῦμα, ὑπὲρ λόγον Ἁγνὴ τὸ μυστήριον.

Ὁ Εἱρμὸς

«Ἐβόησε, προτυπῶν τὴν ταφὴν τὴν τριήμερον, ὁ προφήτηςἸωνᾶς, ἐν τῷ κήτει δεόμενος·Ἐκ φθορᾶς με ῥῦσαι, Ἰησοῦ βασιλεῦ τῶν δυνάμεων».

Κοντάκιον τοῦ Ἁγίου Μάρτυρος Ἀγαθονίκου

Ἦχος α"

Χορὸς ἀγγελικὸς

Τὴν κλῆσιν ἀγαθήν, κεκτημένος θεόφρον, ἀνδρῶν τῶν πονηρῶν, ἀπεστράφης τὸ σέβας, μὴ πτήξας κολάσεων, εἶδος πᾶν, Ἀγαθόνικε· ὅθεν γέγονας, τῶν ἀγαθῶν κληρονόμος, καὶ ἀπείληφας, σὺν τοῖς συνάθλοις ἀξίως, τὸν ἄφθαρτον στέφανον.

Ὁ Οἶκος

Τὸν ἀγαθὸν καὶ φιλάνθρωπον καθικέτευε, Ἀγαθόνικε πάνσοφε, τοῦ ἀγαθῦναι τὴν κάκωσιν τῆς ἐμῆς καρδίας, καὶ δωρήσασθαι λόγον μοι, τοῦ ἀξίως ὑμνῆσαί σου τούς ἀγῶνας, οὓς ἤθλησας ὑπὲρ τῆς πίστεως τοῦ Χριστοῦ καὶ Θεοῦ ἡμῶν, πῶς πανταχόθεν περιεσκόπεις οἷά περ ποιμήν, μάρτυς, καὶ τοὺς λύκους ἐκδιώκων ἐποδήγεις σου τὴν ποίμνην πρὸς γῆν ἀληθείας, βοῶν ἐν παρρησίᾳ· Ὡς πρόβατα ἐγνώσθημεν σφαγῆς· διὸ θάνωμεν, ἵνα κομισώμεθα τὸν ἄφθαρτον στέφανον.

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν

Τῇ ΚΒ» τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀγαθονίκου καὶ τῶν σὺν αὐτῷ, Ζωτικοῦ Ζήνωνος, Θεοπρεπίου, Ἀκινδύνου καὶ Σεβηριανοῦ. ΣτίχοιἈγαθονίκου κλῆσις ἀψευδεστάτη, Χρηστὴν βοῶσα τοῦδε νίκην ἐκ ξίφους. Τρεῖς καρτεροῦντες μηχανήματος βίαν, Τὰς μηχανὰς λύουσι τοῦ παμμηχάνου. Ἐν μάρτυσι τμηθεῖσιν αὐχένα ξίφει, Σεβηριανὸς τάττεται τμηθεὶς ξίφει. Ἰδοὺ παρ᾽ ἡμῖν καὶ Κυρηναῖος νέος, Οὐκ ἀγγαρευθείς, ἀλλ» ἑκὼν Σταυρὸν φέρων. Ἔκτανε δευτερίῃ ξίφος εἰκάδι Ἀγαθόνικον. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας μάρτυρος Ἀνθούσης καὶ Ἀθανασίου Ἐπισκόπου, τοῦ βαπτίσαντος αὐτήν, καὶ Χαρησίμου καὶ Νεοφύτου τῶν οἰκετῶν αὐτῆς. ΣτίχοιἈνθῆσαν ἐκ γῆς τῆς Σελευκείας ῥόδον, Ἀνθοῦσαν ἐδρέψαντο χεῖρες Ἀγγέλων. Ἀθανάσιος κἂν τεθνήξωμαι ξίφει, Τοῖς ζῶσι Χριστοῦ ζῶν τετάξομαι φίλοις. Δοῦλοι δύο τμηθέντες, εὗρον οἱ δύο Τὴν εὐγένειαν, ἣν ἀπώλεσαν πάλαι. Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι μάρτυρες Εἰρηναῖος, Ὤρ καὶ Ὄροψις ξίφει τελειοῦνται. ΣτίχοιΞίφει τριὰς τμηθεῖσα, τριστάτας πλάνης, Βυθῷ καλύπτει τῶν ἑαυτῆς αἱμάτων.Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Κανών α», ᾨδὴ ζ», τῆς Ἐορτῆς

Ἦχος α"

Ὁ Εἱρμὸς

«Ἰταμῷ θυμῷ τε καὶ πυρί, θεῖος ἔρως ἀντιταττόμενος, τὸ μὲν πῦρ ἐδρόσιζε, τῷ θυμῷ δὲ ἐγέλα, θεοπνεύστῳ λογικῇ, τῇ τῶν ὁσίων τριφθόγγῳ λύρᾳ ἀντιφθεγγόμενος, μουσικοῖς ὀργάνοις ἐν μέσῳ φλογός, ὁ δεδοξασμένος, τῶν Πατέρων καὶ ἡμῶν Θεὸς εὐλογητὸς εἶ». Θεοτεύκτους πλάκας Μωϋσῆς, γεγραμμένας τῷ θείῳ Πνεύματι, ἐν θυμῷ συνέτριψεν, ἀλλ» ὁ τούτου Δεσπότης, τὴν τεκοῦσαν ἀσινῆ, τοῖς οὐρανίοις φυλάξας δόμοις, νῦν εἰσῳκίσατο. Σὺν αὐτῇ σκιρτῶντες βοῶμεν Χριστῷ· ὁ δεδοξασμένος, τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ. Ἐν κυμβάλοις χείλεσιν ἁγνοῖς, μουσικῇ τε καρδίας φόρμιγγι, ἐν εὐήχῳ σάλπιγγι, ὑψηλῆς διανοίας, τῆς Παρθένου καὶ ἁγνῆς, ἐν τῇ εὐσήμῳ κλητῇ ἡμέρᾳ τῆς Μεταστάσεως, πρακτικαῖς κροτοῦντες βοῶμεν χερσίν· ὁ δεδοξασμένος, τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ. Ὁ θεόφρων ἤθροισται λαός· τῆς γὰρ δόξης Θεοῦ τὸ σκήνωμα, ἐν Σιὼν μεθίσταται πρὸς οὐράνιον δόμον, ἔνθα ἦχος καθαρὸς ἑορταζόντων, φωνὴ ἀφράστου ἀγαλλιάσεως, καὶ ἐν εὐφροσύνῃ βοώντων Χριστῷ· ὁ δεδοξασμένος, τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Κανών β», ᾨδὴ ζ», τοῦ Ἁγίου Μάρτυρος Ἀγαθονίκου

Ἦχος α"

Τοὺς ἐν καμίνῳ Παῖδάς σου

Ἐπουρανίου δόξης κοινωνὸς γεγένησαι, πάντα τὰ ἐν γῇ παραδραμών, καὶ ἐκ ψυχῆς τὸν οὐρανοῦ καὶ γῆς Δεσπότην, ἀγαπήσας ἔνδοξε· ὅθεν τιμῶμεν τὴν σήν, ἁγίαν μνήμην πιστῶς. Ἰχνηλατῶν τὸ πάθος τοῦ Χριστοῦ, τοῦ βλύσαντος πᾶσι τὴν ἀπάθειαν πιστοῖς, ὑπέμεινας ὀνειδισμοὺς καὶ θλίψεις μάρτυς, καὶ θάνατον ἄδικον, ξίφει τὴν σὴν κεφαλήν, ἀποτμηθεὶς ἐν χαρᾷ. Νεκροῖς ξοάνοις σέβας οὐδαμῶς, ἀπένειμας σέβων τὸν ἀθάνατον Θεόν, τὸν δι» ἡμᾶς νεκρὸν ὀφθέντα, καὶ τοῦ πλάνου τὴν ἰσχὺν νεκρώσαντα· ὅθεν ζωῆς ἀληθοῦς, ἔτυχες μάρτυς σοφέ.

Θεοτοκίον

Θεὸς ἐκ σοῦ ἐγένετο βροτός, τὸ φύραμα Ἄχραντε θεώσας τῶν βροτῶν, καὶ κοινωνοὺς φύσεως θείας ἐκτελέσας, τοὺς σὲ μακαρίζοντας, ἐν γυναιξὶν ἀληθῶς, εὐλογημένη Ἁγνή.

Κανών γ», ᾨδὴ ζ», τοῦ Ἁγίου Λούππου

Ἦχος δ"

Ὁ διασώσας ἐν πυρὶ

Λελαμπρυσμένος καλλοναῖς, τῶν καλλοποιῶν παθημάτων, ἐπὶ Σταυροῦ τῷ δι» ἡμᾶς, ἐνεγκόντι παθήματα ἔνδοξε, γεγηθὼς νῦν παρίστασαι, αὐγαζόμενος ταῖς θείαις φωτοχυσίαις. Ἀπ» οὐρανοῦ σοι φανερῶς, ὕδωρ ἐκχυθὲν παραδόξως, φωταγωγεῖ καὶ δυναμοῖ, τὴν ψυχήν σου βοᾶν προτρεπόμενον· Ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητός εἶ. Ἵστασο μέσον τῶν ἐχθρῶν, πύργος ἀπερίτρεπτος ὥσπερ, οὐ σαλευόμενος τὸν νοῦν, πολυτρόπων βασάνων ἀοίδιμε, ἀθλητὰ μηχανήμασι, καταράσσων δὲ τὴν πλάνην μεγαλοφρόνως.

Θεοτοκίον

Σὲ καλλονὴν τοῦ Ἰακώβ, μόνην ἐξελέξατο μόνος, ὁ κατοικῶν τοὺς οὐρανούς, καὶ οἰκήσας ἐν μέσῳ σου Ἄχραντε, οὐδαμῶς παρεσάλευσε, παρθενίας σου τὰ κλεῖθρα εὐλογημένη.

Κανών α», ᾨδὴ η», τῆς Ἐορτῆς

Ἦχος α"

Ὁ Εἱρμὸς

«Φλόγα δροσίζουσαν Ὁσίους, δυσσεβεῖς δὲ καταφλέγουσαν, Ἄγγελος Θεοῦ ὁ πανσθενής, ἔδειξε Παισί, ζωαρχικὴν δὲ πηγὴν εἰργάσατο τὴν Θεοτόκον, φθορὰν θανάτου, καὶ ζωὴνβλυστάνουσαν τοῖς μέλπουσι, τὸν Δημιουργὸν μόνον ὑμνοῦμεν, οἱ λελυτρωμένοι, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας». Ῥήμασιν εἴχοντο τῆς θείας, κιβωτοῦ τοῦ ἁγιάσματος, πᾶσα ἡ πληθὺς τῶν θεολόγων ἐν τῇ Σιών. Ποῦ νῦν ἀπαίρεις σκηνὴ κραυγάζοντες, Θεοῦ τοῦ ζῶντος; Μὴ διαλίπῃς ἐποπτεύουσα, τοὺς πίστει μέλποντας· τὸν Δημιουργὸν μόνον ὑμνοῦμεν, οἱ λελυτρωμένοι, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας. Ὅπως ὑψώσασα τὰς χεῖρας, ἐκδημοῦσα ἡ πανάμωμος, χεῖρας τὰς Θεὸν ἠγκαλισμένας, σωματικῶς ἐν παρρησίᾳ, ὡς Μήτηρ ἔφησε πρὸς τὸν τεχθέντα, οὓς μοι ἐκτήσω, εἰς αἰῶνας φύλαττε βοῶντάς σοι· τὸν Δημιουργὸν μόνον ὑμνοῦμεν, οἱ λελυτρωμένοι, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

Κανών β», ᾨδὴ η», τοῦ Ἁγίου Μάρτυρος Ἀγαθονίκου

Ἦχος α"

Ὃν φρίττουσιν Ἄγγελοι

Ἐκ τόπου συρόμενος, εἰς τόπον ἀθλητά, τὴν γῆν καθηγίασας, τοῖς βήμασι τοῖς σοῖς, καὶ κλίνας αὐχένα ξίφει τέμνοντι σαρκὸς διεζεύχθης, καὶ τῷ Θεῷ ἡνώθης. Μαστίγων παντοίων τε, βασάνων τῆς σαρκός, ἠλόγησας ἔρωτι, φλεγόμενος Θεοῦ, καὶ χαίρων συνήφθης τὸν ἀγῶνα καλῶς, τὸν σὸν ἐκτελέσας, ταῖς ἄνω μυριάσιν. Ἰσχὺς καταβέβληται, ἀσάρκου δυσμενοῦς· σαρκὸς ἀσθενεία γάρ, οἱ μάρτυρες Χριστοῦ, ἐτρέψαντο τοῦ, τὸν δυναμούμενοι, τῇ παντοδυνάμῳ, ἰσχύϊ τοῦ Δεσπότου.

Θεοτοκίον

Σκηνὴν σε καὶ τράπεζαν, καὶ θείαν κιβωτόν, καὶ στάμνον χωρήσασαν, τὸ μάννα τῆς ζωῆς, καὶ ἅγιον ὄρος ὀνομάζομεν, Παρθένε Μαρία, ἀεὶ εὐλογημένη.

Κανών γ», ᾨδὴ η», τοῦ Ἁγίου Λούππου

Ἦχος δ"

Λυτρωτὰ τοῦ παντὸς

Μετὰ πλείστας βασάνους μακάριε, τῷ Θεῷ τὸν αὐχένα ὑπέκλινας, ξίφει καρατομούμενος, κεφαλὰς δὲ συγκόπτων ὡς ἐν ἐκστάσει, παρανόμων ἀνδρῶν διὰ πίστεως. Ἑαυτὸν πρὸς σφαγὴν ἐθελούσιον, ὡς ἀρνίον ἐκδέδωκας ἄκακον, Ἀμνὸν Θεοῦ τὸν αἴροντα, εἰκονίζων τοῦ κόσμου τὴν ἁμαρτίαν, οὐκ ἐρίζοντα οὐδὲ κραυγάζοντα. Νοσημάτων παντοίων ἀλέξημα, ἰατρεῖον ψυχῶν ἀδαπάνητον, σοῦ ἡ σορὸς γεγένηται, πρὸς Θεοῦ δὲ τὴν χάριν τῶν ἰαμάτων, κατεπλούτησας Λοῦππε πανεύφημε.

Θεοτοκίον

Εὐλογεῖ πᾶσα κτίσις τὸν τόκον σου, εὐλογίαις ἡμᾶς στεφανώσαντα, καὶ τὴν ἀρὰν ἐξάραντα, παντευλόγητε μόνη δεδοξασμένη, ἡ τὸ γένος ἡμῶν χαριτώσασα.

Ὁ Εἱρμὸς

«Λυτρωτὰ τοῦ παντὸς παντοδύναμε, τοὺς ἐν μέσῳ φλογὸς εὐσεβήσαντας, συγκαταβὰς ἐδρόσισας, καὶ ἐδίδοξας μέλπειν·Πάντα τὰ ἔργαεὐλογεῖτε, ὑμνεῖτε τὸν Κύριον».

Κανών α», ᾨδὴ θ», τῆς Ἐορτῆς

Ἦχος α"

Μεγαλυνάριον, ὅπερ στιχολογεῖται ἐν ἑκάστῳ τροπαρίῳ τῆς παρούσης ᾨδῆς.

Αἱ γενεαὶ πᾶσαι, μακαρίζομέν σε, τὴν μόνην Θεοτόκον.

Ὁ Εἱρμὸς

«Νενίκηνται τῆς φύσεως οἱ ὅροι, ἐν σοὶ Παρθένε ἄχραντε, παρθενεύει γὰρ τόκος, καὶ ζωὴν προμνηστεύεται θάνατος. Ἡ μετὰ τόκον Παρθένος, καὶ μετὰ θάνατον ζῶσα, σῴζοις ἀεί, Θεοτόκε, τὴν κληρονομίαν σου». Ἐξίσταντο Ἀγγέλων αἱ δυνάμεις, ἐν τῇ Σιὼν σκοπούμεναι, τὸν οἰκεῖον Δεσπότην, γυναικείαν ψυχὴν χειριζόμενον· τῇ γὰρ ἀχράντως τεκούσῃ, υἱοπρεπῶς προσεφώνει· Δεῦρο Σεμνή, τῷ Υἱῷ καὶ Θεῷ συνδοξάσθητι. Συνέστειλε χορὸς τῶν Ἀποστόλων, τὸ θεοδόχον Σῶμά σου, μετὰ δέους ὁρῶντες, καὶ φωνῇ λιγυρᾷ προσφθεγγόμενοι· Εἰς οὐρανίους θαλάμους, πρὸς τὸν Υἱὸν ἐκφοιτῶσα, σῴζοις ἀεί, Θεοτόκε τὴν κληρονομίαν σου.

Κανών β», ᾨδὴ θ», τοῦ Ἁγίου Μάρτυρος Ἀγαθονίκου

Ἦχος α"

Τὴν φωτοφορον νεφέλην

Ἱερωτάταις χορείαις, τῶν ἱερῶν Ἀποστόλων, καὶ συναυλίαις Ἀθλητῶν, καὶ Ὁσίων ἀγέλαις, καὶ Προφητῶν ἀριθμηθείς, σοφὲ Ἀγαθόνικε, γηθόμενος, σὺν αὐτοῖς τῇ Τριάδι, στεφηφόρος, νῦν παρίστασαι φαιδρῶς. Ὡς θαυμαστός σου ὁ ζῆλος, ὡς σταθερά σου ἡ πίστις, ὡς ἀγαθὴ ἡ πρὸς Θεόν, σοῦ πεποίθησις μάρτυς, ὡς φωταυγής σου ἡ ζωή, ὡς χάριτος ἔμπλεως ὁ θάνατος, ἀθανάτου σε δόξης, ἀθλοφόρε, ἐκτελέσας κοινωνόν. Σὲ τοῦ Χριστοῦ τὸ ἀρνίον, τὸ ἱερώτατον θῦμα, τῶν ἀθλητῶν τὴν καλλονήν, τῶν θαυμάτων τὴν βρύσιν, τῆς Ἐκκλησίας τὸ τερπνόν, θεόφρον ἀγλάϊσμα, τὸ στήριγμα, τῶν πιστῶν εὐφημοῦμεν, κατὰ χρέος, Ἀγαθόνικε σοφέ. Ἡ παναγία σου μνήμη, καθαγιάζουσα κόσμον, νῦν ἐπεδήμησεν ἡμῖν, παναοίδιμε μάρτυς, ἐν ᾗ δεόμεθᾳ τυχεῖν, τῆς σῆς ἀντιλήψεως, τιμῶντές σε, Ἀγαθόνικε πόθῳ, ὡς τοῦ Λόγου, ἀγαθὸν θεραπευτήν.

Θεοτοκίον

Φιλαμαρτήμονα γνώμην, καὶ ἀδιόρθωτον βίον, καὶ πλημμελήσασαν ψυχήν, καὶ καρδίαν ῥυπῶσαν, ἔχων ὁ ἄσωτος ἐγώ, προσπίπτω σοι Δέσποινα, βοήθει μοι, καὶ διόρθωσιν δίδου, πρὶν με φθάσῃ, τοῦ θανάτου ἡ τομή.

Κανών γ», ᾨδὴ θ», τοῦ Ἁγίου Λούππου

Ἦχος δ"

Εὔα μὲν τῷ τῆς παρακοῆς

Ὤφθης ὡς πολύφωτος ἀστὴρ τὸν ἥλιον, καταγγέλλων τοῖς καθεύδουσι, μάρτυς ἐν σκότει ἀπωλείας, ὑφ» οὗ καταυγασθέντες ἐδείχθησαν, ἡμέρας κοινωνοὶ διὰ πίστεως, τῆς ἀνεσπέρου ἀξιάγαστε. Σήμερον ἡ μνήμη σου ἡμῖν ἐξέλαμψε, τοῦ ἡλίου τηλαυγέστερον, πᾶσαν τὴν γῆν φωταγωγοῦσα, τὰ νέφη τῶν ψυχῶν ἀπελαύνουσα, καὶ ζόφον τῶν παθημάτων ἐξαίρουσα, ἣν ἐτησίως ἑορτάζομεν. Ἡ ἄνω Σιὼν τῶν ἐκλεκτῶν μητρόπολις, σοῦ τὸ πνεῦμα φέρει χαίρουσα, τῶν πρωτοτόκων Ἐκκλησία, φαιδρύνεται· πιστοὶ δὲ τιμῶμέν σε, αἰτουμενοι σωθῆναι πρεσβείαις σου, Λοῦππε θεόφρον παμμακάριστε.

Θεοτοκίον

Φωτὸς τοῦ ἐν σοὶ μαρμαρυγαῖς Θεόνυμφε, τὴν ψυχήν μου φωταγώγησον, κείμενον βόθρῳ ἀπωλείας, ἀνάστησον ἐχθροὺς καταράσσουσα, τοὺς θλίβοντας ἀεὶ τὴν καρδίαν μου, καὶ πρὸς τὰ πάθη συνωθοῦντάς με.

Ὁ Εἱρμὸς

«Εὕα μὲν τῷ τῆς παρακοῆς νοσήματι, τὴν κατάραν εἰσῳκίσατο, σὺ δὲ Παρθένε Θεοτόκε, τῷ τῆς κυοφορίας βλαστήματι, τῷ κόσμῳ τὴν εὐλογίαν ἐξήνθησας. Ὅθεν σε πάντες μεγαλύνομεν».

Ἐξαποστειλάριον τοῦ Ἁγίου Μάρτυρος Ἀγαθονίκου

Ἦχος β«

Τοῖς μαθηταῖς συνέλθωμεν

Ἀγαθονίκου μάρτυρος, τὴν ὑπέρφωτον μνήμην, λαμπροφανῶς τελέσωμεν, ἣν συνῆψεν ἡ χάρις, τῇ τῆς Πανάγνου Κοιμήσει· Οὗτος γὰρ ὁ γενναῖος, τυράννους μὲν κατῄσχυνεν, ἐναθλῶν στερροψύχως, τῷ δὲ Χριστῷ, χαίρων νῦν παρίσταται στεφηφόρος, ὑπὲρ ἡμῶν δεόμενος, τῶν αὐτὸν εὐφημούντων.

Ἐξαποστειλάριον τῆς Ἑορτῆς

Ἦχος γ»

Ὁ οὐρανὸν τοῖς ἄστροις

Ἀπόστολοι ἐκ περάτων, συναθροισθέντες ἐνθάδε, Γεθσημανῇ τῷ χωρίῳ, κηδεύσατέ μου τὸ σῶμα, καὶ σύ, Υἱὲ καὶ Θεέ μου, παράλαβέ μου τὸ πνεῦμα.

Εἰς τὸν Στίχον τῶν Αἴνων, Στιχηρὰ Προσόμοια. Τῆς Ἑορτῆς Ἦχος β», Οἶκος τοῦ ἘφραθᾶΓῆ μὲν τῇ σῇ ταφῇ, ηὐλόγηται Παρθένε, ἀὴρ δὲ τῇ ἀνόδῳ, ἡγίασται τῇ ξένῃ, νόμῳ θανούσης φύσεως.

Στίχ.

Ἀνάστηθι Κύριε εἰς τὴν ἀνάπαυσίν σου.

Ὕμνοις σου τὸ σεπτόν, καὶ θεοδόχον σῶμα, προπέμποντες οἱ θεῖοι, Ἀπόστολοι ἐβόων· Ποῦ νῦν ἀπαίρεις Δέσποινα;

Στίχ.

Ὤμοσε Κύριος τῷ Δαυῒδ ἀλήθειαν, καὶ οὐ μὴ ἀθετήσει αὐτήν.

Σῶμά σου τῇ φθορᾷ, ἀπρόσιτον ὑπῆρξε, καὶ πρὸς ταφὴν ἐδόθη, τῆς φύσεως τῷ νόμῳ, μένει δὲ ἀδιάφθορον.

Θεοτοκίον

Ἦχος β"

Οἶκος τοῦ Ἐφραθᾶ

Πάντες οἱ γηγενεῖς, συνδράμωμεν προθύμως, μετὰ τῶν Ἀσωμάτων, κηδεῦσαι τὴν τεκοῦσαν, τὸν Ποιητὴν τῆς κτίσεως.

Εἰ δὲ βούλει, εἰπὲ τὰ παρόντα Ἀντίφωνα. Ἀντίφωνον Α» Στίχος α». Ἀλαλάξατε τῷ Θεῷ πᾶσα ἡ γῆ. Στίχος β». Ἐξομολογεῖσθε αὐτῷ, αἰνεῖτε τὸ ὄνομα αὐτοῦ. Στίχος γ». Ἐν πόλει Κυρίου τῶν δυνάμεων, ἐν πόλει Θεοῦ ἡμῶν. Στίχος δ». Ἐγενήθη ἐν εἰρήνῃ ὁ τόπος αὐτοῦ, καὶ τὸ κατοικητήριον αὐτοῦ ἐν Σιών. Ἀντίφωνον Β» Στίχος α». Ἀγαπᾷ Κύριος τὰς πύλας Σιών, ὑπὲρ πάντα τὰ σκηνώματα Ἰακώβ. Στίχος β». Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ. Στίχος γ». Ὁ Θεὸς ἐθεμελίωσεν αὐτὴν εἰς τὸν αἰῶνα. Στίχος δ». Ἡγίασε τὸ σκήνωμα αὐτοῦ ὁ Ὕψιστος. Ἀντίφωνον Γ» Στίχος α». Ἑτοίμη ἡ καρδία μου, ὁ Θεός, ἑτοίμη ἡ καρδία μου. Ἦχος α"Ἐν τῇ Γεννήσει τὴν παρθενίαν ἐφύλαξας, ἐν τῇ Κοιμήσει τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε. Μετέστης πρὸς τὴν ζωήν, μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν. Στίχος β». Τὶ ἀνταποδώσω τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκέ μοι; Στίχος γ». Ποτήριον σωτηρίου λήψομαι, καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι. ΕἰσοδικὸνΔεῦτε προσκυνήσωμεν, καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν ἁγίοις θαυμαστός, ψάλλοντάς σοι· Ἀλληλούϊα.

Εἰς τό, ἘξαιρέτωςΚανών α», ᾨδὴ θ», τῆς Ἑορτῆς

Ἦχος α"

Αἱ γενεαὶ πᾶσαι, μακαρίζομέν σε, τὴν μόνην Θεοτόκον.

Ὁ Εἱρμὸς

«Νενίκηνται τῆς φύσεως οἱ ὅροι, ἐν σοὶ Παρθένε ἄχραντε, παρθενεύει γὰρ τόκος, καὶ ζωὴν προμνηστεύεται θάνατος. Ἡ μετὰ τόκον Παρθένος, καὶ μετὰ θάνατον ζῶσα, σῴζοις ἀεί, Θεοτόκε, τὴν κληρονομίαν σου».

Κοινωνικὸν

Ποτήριον σωτηρίου λήψομαι, καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι. Ἀλληλούϊα.


Источник: Μηναίον τοῦ Αὐγούστου. ΕΝ ΒΕΝΕΤΙΑ ΕΚ ΤΗΕ ΕΚΚΑΗΣΙΑΣΤΙΚΗΣ ΤΥΠΟΓΡ ΤΟΥ ΦΟΙΝΙΚΟΣ 1863. – 456 σελίδες.

Комментарии для сайта Cackle