Источник

Τῌ ΙΗ» ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΑΥΓΟΥΣΤΟΥ

Μνήμη τῶν Ἁγίων Μαρτύρων Φλώρου καὶ Λαύρου.

ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς» καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς γ» καὶ τῶν Ἁγίων γ».

Στιχηρὰ τῆς Ἑορτῆς

Ἦχος δ«

Ἔδωκας σημείωσιν

Οὐχ ἅρμα πυρίμορφον, τῶν ἀπὸ γῆς σε μετέστησεν, ὡς Ἠλίαν τὸν δίκαιον· ἀλλ» αὐτὸς ὁ Ἥλιος, τῆς δικαιοσύνης, ἐν χερσὶν οἰκείαις, τὴν παναγίαν σου ψυχήν, ὡς ὑπεράμωμον προσλαβόμενος, ἐν ἑαυτῷ κατέπαυσε, καὶ παραδόξως σε Ἄχραντε, μεταστήσας ἐτίμησεν, ἐν χαρᾷ ὑπὲρ ἔννοιαν.

Ἦχος δ»

Δεῦτε ὦ φιλέορτοι, τῆς Θεομήτορος σήμερον, τὴν ἁγίαν Μετάστασιν, φαιδρῶς ἑορτάσωμεν· ἐν χερσὶ γὰρ ὄντως, τοῦ ἐξ ἀκηράτου, Πατρὸς ἐκλάμψαντος τὸ πρίν, καὶ ἐπ» ἐσχάτων ἐκ τῆς νηδύος αὐτῆς, τὴν θείαν καὶ πανάχραντον, ψυχὴν παρέθετο χαίρουσα, Ἰησοῦ τοῦ Θεοῦ ἡμῶν, καὶ πρεσβεύει σωθῆναι ἡμᾶς.

Ἦχος δ«

Θαῦμα φρικωδέστατον, ἡ ἐν γαστρὶ τὸν ἀχώρητον, Βασιλέα βαστάσασα, τάφῳ κατατίθεται, καὶ Ἀγγέλων δῆμοι, σὺν τοῖς Ἀποστόλοις, φόβῳ κηδεύουσιν αὐτῆς, τὸ θεοδόχον Σῶμα καὶ τίμιον, καὶ τοῦτο δὲ μετάρσιον, εἰς οὐρανοὺς ἀνεβίβασεν, Ἰησοῦς ὁ Υἱὸς αὐτῆς, καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

Στιχηρὰ τῶν Ἁγίων Μαρτύρων

Ἦχος δ»

Ἔδωκας σημείωσιν

Λίθοι τελειότατοι, τῷ μαρτυρίῳ τεμνόμενοι, καὶ ποιναῖς λαξευόμενοι, οἱ Ἅγιοι ὤφθησαν, οἰκοδομηθέντες, εἰς ναὸν Κυρίου, καὶ τῶν εἰδώλων τοὺς βωμούς, καὶ τὰ τεμένη κατεδαφίσαντες. Αὐτοὺς οὖν μακαρίσωμεν, ὡς Παραδείσου οἰκήτορας, ὡς ναοῦ ἀναθήματα, οὐρανίου ὑπάρχοντας.

Ἦχος δ«

Χάριν ἀπαντλήσατε, καὶ φωτισμὸν ἀπαρύσασθε, εὐφροσύνην καὶ ἔλεος, λειψάνοις προσψαύοντες, ἱερῶν μαρτύρων, Φλώρου τε καὶ Λαύρου, ἐξ ὧν πηγάζει δαψιλῶς, τῶν ἰαμάτων θεία ἐνέργεια, καὶ τούτους μακαρίζοντες, ὡς τοῦ Κυρίου θεράποντας, ἐκτενῶς ἐκβοήσωμεν, ὁ Θεὸς ἡμῶν δόξα σοι.

Ἦχος δ»

Λάκκῳ συγκλειόμενοι, καὶ ὑπὸ γῆν καλυπτόμενοι, ἀπηνείᾳ δικάζοντος, θείαις εἰσηγήσεσι, καὶ ἀποκαλύψει, Πνεύματος Ἁγίου, ἐφανερώθητε ἡμῖν, ὥσπερ ἀστέρες ἐναπαστράπτοντες, σημεῖα καὶ τεράστια, καὶ ἰαμάτων χαρίσματα, ἀθλοφόροι αὐτάδελφοι, τῶν Ἀγγέλων ὁμόσκηνοι.

Θεοτοκίον

Ἦχος δ"

Ἔδωκας σημείωσιν

Δεῦτε ἀνυμνήσωμεν λαοί, τὴν Παναγίαν Παρθένον ἁγνήν, ἐξ ἧς ἀρρήτως προῆλθε, σαρκωθεὶς ὁ Λόγος τοῦ Πατρός, κράζοντες καὶ λέγοντες· Εὐλογημένη σὺ ἐν γυναιξί, Μακαρία ἡ γαστήρ, ἡ χωρήσασα Χριστόν. Αὐτοῦ ταῖς ἁγίαις χερσί, τὴν ψυχὴν παραθεμένη, πρέσβευε Ἄχραντε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς. Ἦχος β», Οἶκος τοῦ ἘφραθᾶΠύλαι τῶν οὐρανῶν, ἀνοίχθητε· ἰδοὺ γάρ, ἡ τοῦ Ὑψίστου Μήτηρ, ἡ πάναγνος Παρθένος, θανοῦσα παραγίνεται.

Στίχ.

Ἀνάστηθι Κύριε εἰς τὴν ἀνάπαυσίν σου.

Ἤθροισται ὁ χορός, Μαθητῶν παραδόξως, ἐκ τῶν περάτων κόσμου, κηδεῦσαί σου τὸ σῶμα, τὸ θεῖον καὶ ἀκήρατον.

Στίχ.

Ὤμοσε Κύριος τῷ Δαυῒδ ἀλήθειαν, καὶ οὐ μὴ ἀθετήσει αὐτήν.

Ὕμνον αἱ οὐρανῶν, ἐξάρξατε Δυνάμεις, σὺν τοῖς ἐκ τῶν περάτων, τοῦ Λόγου μύσταις ἅμα, τῇ μόνῃ Θεομήτορι.

Θεοτοκίον

Ἦχος δ«

Δαυϊτικὴν ᾠδὴν σήμερον λαοί, ᾄσωμεν Χριστῷ τῷ Θεῷ. Ἀπενεχθήσονται, φησὶ τῷ Βασιλεῖ παρθένοι ὀπίσω αὐτῆς, ἀπενεχθήσονται ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει· ἡ γάρ ἐκ σπέρματος Δαυΐδ, δι» ἧς ἡμεῖς ἐθεώθημεν, ἐν ταῖς χερσὶ τοῦ ἑαυτῆς Υἱοῦ καὶ Δεσπότου, ἐνδόξως καὶ ὑπὲρ λόγον μετατίθεται. Ἣν ὡς Μητέρα Θεοῦ ἀνυμνοῦντες, βοῶμεν καὶ λέγομεν· Σῶσον ἡμᾶς, τοὺς ὁμολογοῦντάς σε Θεοτόκον, ἀπὸ πάσης περιστάσεως, καὶ λύτρωσαι κινδύνων τὰς ψυχὰς ἡμῶν.

Ἀπολυτίκιον τῶν Ἁγίων Μαρτύρων

Ἦχος δ»

Οἱ Μάρτυρές σου Κύριε, ἐν τῇ ἀθλήσει αὐτῶν, στεφάνους ἐκομίσαντο τῆς ἀφθαρσίας, ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν·σχόντες γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλον, ἔθραυσαν καὶ δαιμόνων, τὰ ἀνίσχυρα θράση. Αὐτῶν ταῖς ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.

Ἀπολυτίκιον τῆς Ἑορτῆς

Ἦχος α«

Ἐν τῇ Γεννήσει τὴν παρθενίαν ἐφύλαξας, ἐν τῇ Κοιμήσει τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε. Μετέστης πρὸς τὴν ζωήν, μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α» Στιχολογίαν, Κάθισμα τῆς Ἑορτῆς

Ἦχος δ»

Ἐπεφάνης σήμερον

Τῇ ἐνδόξῳ μνήμῃ σου ἡ οἰκουμένη, τῷ ἀΰλῳ Πνεύματι, πεποικιλμένη νοερῶς, ἐν εὐφροσύνῃ κραυγάζει σοι· Χαῖρε Παρθένε, Χριστιανῶν τὸ καύχημα. Δόξα... Καὶ νῦν... Τὸ αὐτὸ

Μετὰ τὴν β» Στιχολογίαν, Κάθισμα τῆς Ἑορτῆς

Ἦχος δ«

Ταχὺ προκατάλαβε

Κελεύσει τοῦ Κτίστου σου, τοῦ γεννηθέντος ἐκ σοῦ, νεφέλῃ συνήθροισας τοὺς Ἀποστόλους τὴν σήν, ἰδέσθαι Μετάστασιν· ὅθεν καὶ μετὰ δόξης, καὶ πολλῆς εὐφροσύνης, ἐκήδευσαν ἀνυμνοῦντες, τὸ πανάχραντον σῶμα, τῆς σῆς μακαριότητος, Μήτηρ Χριστοῦ τοῦ Θεοῦ. Δόξα... Καὶ νῦν... Τὸ αὐτὸ

Ὁ Κανὼν πρῶτος τῆς Ἐορτῆς, οὗ ἡ Ἀκροστιχίς.Πανηγυριζέτωσαν οἱ θεόφρονες. Ποίημα τοῦ Κυρίου Κοσμᾶ. ᾨδὴ α»

Ἦχος α"

Ὁ Εἱρμὸς

«Πεποικιλμένη τῇ θείᾳ δόξῃ, ἡ ἱερὰ καὶ εὐκλεὴς Παρθένε μνήμη σου, πάντας συνηγάγετο, πρὸς εὐφροσύνην τοὺς πιστούς, ἐξαρχούσης Μαριάμ, μετὰ χορῶν καὶ τυμπάνωντῷ σῷ, ᾄδοντας Μονογενεῖ, ἐνδόξως ὅτι δεδόξασται». Ἀμφεπονεῖτο ἀΰλων τάξις, οὐρανοβάμων ἐν Σιὼν τὸ θεῖον σῶμά σου, ἄφνω δὲ συρρεύσασα, τῶν Ἀποστόλων ἡ πληθύς, ἐκ περάτων Θεοτόκε, σοὶ παρέστησαν ἄρδην, μεθ» ὧν ἄχραντε, σοῦ τὴν σεπτήν, Παρθένε μνήμην δοξάζομεν. Νικητικὰ μὲν βραβεῖα ἤρω, κατὰ τῆς φύσεως Ἁγνή, Θεὸν κυήσασα, ὅμως μιμουμένη δέ, τὸν ποιητήν σου καὶ Υἱόν, ὑπὲρ φύσιν ὑποκύπτεις, τοῖς τῆς φύσεως νόμοις· διὸ θνῄσκουσα, σὺν τῷ Υἱῷ ἐγείρῃ διαιωνίζουσα.

Ὁ Κανὼν τῶν Ἁγίων, οὗ ἡ Ἀκροστιχίς.Τερπνὴν ἀνυμνῶ μαρτύρων ξυνωρίδα. Ἰωσήφ. ᾨδὴ α«

Ἦχος πλ. δ»

Ἁρματηλάτην Φαραὼ

Ταῖς φωταυγέσιν ἀστραπαῖς τοῦ Πνεύματος, περιλαμπόμενοι, τὰ ζοφερὰ νέφη, τῆς ψυχῆς μου λύσατε, τὴν φωτοφόρον Ἅγιοι, καὶ σεπτὴν ὑμῶν μνήμην, ὅπως ὑμνήσω γηθόμενος, μάρτυρες Χριστοῦ γενναιότατοι. Ἐπὶ τὴν πέτραν τῆς ἀμώμου πίστεως, οἰκοδομήσαντες, δι» ἀρετῶν θείων, ἑαυτοὺς μακάριοι, περικαλλὴς ἐδείχθητε, καὶ τερπνότατος οἶκος, ἐν ᾧ Πατὴρ κατεσκήνωσε, καὶ Υἱός καὶ Πνεῦμα τὸ Ἅγιον. Ῥιζοτομοῦντες τὴν τῆς πλάνης ἄκανθαν, οἱ μεγαλώνυμοι, τῷ τμητικῷ λόγῳ, τῆς ἐνθέου πίστεως, καρδίας κατενέωσαν χερσωθείσας ἀπάτῃ, καὶ καρποφόρους ἀνέδειξαν, πίστιν βλαστανούσας ἀμώμητον.

Θεοτοκίον

Παρθενικῆς ἀπὸ γαστρὸς ἐβλάστησας, ῥίζα ἀπότιστε, τὸν φυτουργὸν πάντων, ἄνθρωπον γενόμενον, καὶ πάθη ὑπομείναντα, ὃν ποθοῦντες οἱ θεῖοι, πιστῶς ἐνήθλησαν μάρτυρες, ἄχραντε Παρθένε πανύμνητε.

Κανών α», ᾨδὴ γ», τῆς Ἐορτῆς

Ἦχος α"

Ὁ Εἱρμὸς

«Ἡ δημιουργική, καὶ συνεκτικὴ τῶν ἁπάντων, Θεοῦ σοφία καὶ δύναμις, ἀκλινῆ ἀκράδαντον, τὴν Ἐκκλησίαν στήριξον Χριστέ·μόνος γὰρ εἶ ἅγιος, ὁ ἐν ἁγίοις ἀναπαυόμενος». Γυναῖκά σε θνητήν, ἀλλ» ὑπερφυῶς καὶ Μητέρα, Θεοῦ εἰδότες Πανάμωμε, οἱ κλεινοὶ Ἀπόστολοι, πεφρικυίαις ἥπτοντο χερσί, δόξῃ ἀπαστράπτουσαν, ὡς θεοδόχον σκῆνος θεώμενοι. Ὑπέφθασε χερσί, ταῖς ὑβριστικαῖς τοῦ αὐθάδους, τομὴν ἡ δίκη ἐπάξασα, τοῦ Θεοῦ φυλάξαντος, τὸ σέβας τῇ ἐμψύχῳ κιβωτῷ, δόξῃ τῆς Θεότητος, ἐν ᾗ ὁ Λόγος σάρξ ἐχρημάτισε.

Κανών α», ᾨδὴ γ», τῶν Ἁγίων

Ἦχος πλ. δ"

Οὐρανίας ἁψῖδος

Νόμον θεῖον πληροῦντες, πανευκλεεῖς μάρτυρες, πένησι πλουσίως, τὸν ἄρτον ἐχορηγήσατε, καὶ πρὸς εὐσέβειαν, καθωδηγήσατε θείαν, σωτηρίας πρόξενοι, τούτοις γενόμενοι. Ἡ δυὰς ἡ φωσφόρος, τῶν ἀθλητῶν λάμψασα, ταῖς τῶν θαυμασίων ἀκτῖσι, σκότος ἀπήλασε, πλάνης πολύθεον, καὶ πλανωμένους πρὸς φέγγος, τῆς ἐνθέου πίστεως, πάντας ὡδήγησε. Νηπιάζοντα δῆμον, πανευσεβῶς μάρτυρες, θείαις ὑποθήκαις, πρὸς τρίβον ἐνθέου γνώσεως, καθωδηγήσατε, καὶ τοὺς βωμοὺς τῶν δαιμόνων, προσευχῇ μακάριοι, κατηδαφίσατε.

Θεοτοκίον

Ἀπειρόγαμε Κόρη, δι» ἧς ἡμῖν ἔλαμψε, Λόγος ὁ ἐπέκεινα πάσης, ἀρχῆς νοούμενος, σῷζε τὴν πόλιν σου, καὶ πᾶσαν πόλιν καὶ χώραν, πάσης περιστάσεως, θεοχαρίτωτε.

Ὁ Εἱρμὸς

«Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας Δομῆτορ, σὺ με στερέωσον, ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε».

Κάθισμα, τῶν Ἁγίων

Ἦχος πλ. δ"

Τὴν Σοφίαν

Τοὺς σοφοὺς ἀριστέας καὶ ἀθλητάς, ἐν ᾠδαῖς κατα χρέος πάντες πιστοί, Φλῶρον εὐφημήσωμεν, καὶ τὸν πάνσοφον Λαῦρον· τὸν γὰρ Χριστὸν ἐκήρυξαν, Θεὸν προαιώνιον, καὶ τῶν εἰδώλων τὴν πλάνην, ἀθλήσει κατήργησαν· ὅθεν τοὺς τυράννους, καταισχύναντες πίστει, τῆς δόξης ἐπέτυχον, τῆς ἀφθάρτου τῇ χάριτι. Διὰ τοῦτο βοήσωμεν· Πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν. Δόξα... Καὶ νῦν... Τῆς Ἑορτῆς ὅμοιονἩ Θεὸν συλλαβοῦσα ἄνευ σπορᾶς, σαρκωθέντα τεκοῦσα δίχα φθορᾶς, τὴν νέαν ἀμφιέννυσαι, ἀφθαρσίαν τοῦ Πνεύματος· ὡς γὰρ ζωῆς σὺ Μήτηρ, καὶ πάντων Βασίλισσα, πρὸς τὴν ζωὴν μετέστης, Παρθένε τὴν ἄϋλον· ὅθεν ἐπαξίως, ἀληθῶς ἀνεδείχθης, νεφέλη πηγάζουσα, τῆς ζωῆς ἡμῶν νάματα, Θεομῆτορ πανάμωμε. Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς προσκυνοῦσιν ἐν πίστει, τὴν θείαν σου Κοίμησιν.

Κανών α», ᾨδὴ δ», τῆς Ἐορτῆς

Ἦχος α"

Ὁ Εἱρμὸς

«Ῥήσεις Προφητῶν καὶ αἰνίγματα, τὴν σάρκωσιν ὑπέφηναν, τὴν ἐκ Παρθένου σου Χριστέ, φέγγος ἀστραπῆς σου, εἰς φῶς ἐθνῶν ἐξελεύσεσθαι, καὶ φωνεῖ σοι ἄβυσσος, ἐν ἀγαλλιάσει, τῇ δυνάμει σου δόξα Φιλάνθρωπε». Ἴδετε λαοὶ καὶ θαυμάσατε· τὸ ὄρος γὰρ τὸ ἅγιον, καὶ ἐμφανέστατον Θεοῦ, τῶν ἐπουρανίων βουνῶν, ἐφύπερθεν αἴρεται, οὐρανὸς ἐπίγειος, ἐν ἐπουρανίῳ, καὶ ἀφθάρτῳ χθονὶ οἰκιζόμενος. Ζωῆς ἀϊδίου καὶ κρείττονος, ὁ θάνατός σου γέγονε, διαβατήριον Ἁγνή, ἐκ τῆς ἐπικήρου πρὸς θείαν ὄντως καὶ ἄρρευστον, μεθιστῶν σε ἄχραντε, ἐν ἀγαλλιάσει, τὸν Υἱὸν καθορᾶν σου καὶ Κύριον. Ἐπήρθησαν πύλαι οὐράνιαι, καὶ Ἄγγελοι ἀνύμνησαν, καὶ ὑπεδέξατο Χριστός, τὸ τῆς παρθενίας αὐτοῦ, μητρῷον κειμήλιον. Χερουβὶμ ὑπεῖξέ σοι, ἐν ἀγαλλιάσει, Σεραφὶμ δὲ δοξάζει σε χαίροντα.

Κανών α», ᾨδὴ δ», τῶν Ἁγίων

Ἦχος πλ. δ"

Σύ μου ἰσχὺς Κύριε

Νεανικῶς, τῷ δυσμενεῖ συμπλεκόμενοι, οἱ γενναῖοι, τοῦτον κατηδάφισαν, τῷ τοῦ Σταυροῦ, ὅπλῳ κραταιῶς, καὶ τοὺς συντριβέντας, εὐσεβῶς μελῳδοῦντας· τῇ δυνάμει σου δόξα Φιλάνθρωπε. Ὑπὸ Χριστοῦ, λίθου τμηθέντος, ὡς γέγραπται, ἀπὸ ὄρους Κόρης τῆς θεόπαιδος, δυναμωθέντες πανευκλεῶς, Ἅγιοι, εἰδώλων τὴν συντριβὴν ἀπειργάσασθε, καὶ ἤρθητε πρὸς ὕψος, ἐμφανὲς σωτηρίου, καὶ Ἀγγέλοις σαφῶς ὡμοιώθητε. Μίαν αὐγήν, τῆς τρισηλίου Θεότητος, τοῖς ἀθέοις, χαίρουσα κατήγγειλε, δυὰς σεπτή, ἡ τῶν ἀθλητῶν, Φλῶρός τε καὶ Λαῦρος, καὶ μαρτυρίου ποτήριον, ἐξέπιε προθύμως, τῷ Χριστῷ μελῳδοῦσα, τῇ δυνάμει σου δόξα Φιλάνθρωπε. Νόμῳ Θεοῦ, ὑποκλιθέντες ὑπέκλιναν, ἀνομοῦντας, τοῦτον μόνον σέβεσθαι, τῇ ὑπανοίξει τῶν ὀφθαλμῶν, τὰς τῆς διανοίας, αὐτῶν ὁράσεις φωτίσαντες, οἱ μάρτυρες οἱ θεῖοι, οἱ φωστῆρες οἱ δύο, οἱ τὰ πέρατα κόσμου φωτίζοντες.

Θεοτοκίον

Ὡς καθαράν, τῶν γενεῶν ἐξελέξατο, Θεοτόκε, σὲ τὴν ἀειπάρθενον, ὁ πλαστουργὸς πάντων καὶ Θεός, καὶ τὴν σὴν γαστέρα, παλάτιον ἀπειργάσατο, ἀμόλυντον ὁ μόνος, Βασιλεὺς τῶν αἰώνων, καὶ ἐκ σοῦ τοῖς ἀνθρώποις ἐπέφανε.

Κανών α», ᾨδὴ ε», τῆς Ἐορτῆς

Ἦχος α"

Ὁ Εἱρμὸς

«Τὸ θεῖον καὶ ἄρρητον κάλλος, τῶν ἀρετῶν σου Χριστὲ διηγήσομαι·ἐξ ἀϊδίου γὰρ δόξης συναΐδιον, καὶ ἐνυπόστατον λάμψας ἀπαύγασμα, Παρθενικῆς ἀπὸ γαστρός, τοῖς ἐν σκότει καὶ σκιᾷ, σωματωθεὶς ἀνέτειλας ἥλιος». Ὡς ἐπὶ νεφέλης Παρθένε, τῶν Ἀποστόλων ὁ δῆμος ὀχούμενος, πρὸς τὴν Σιὼν ἐκ περάτων λειτουργῆσαί σοι, τῇ νεφέλῃ τῇ κούφῃ ἠθροίζετο, ἀφ» ἧς ὁ Ὕψιστος Θεός, τοῖς ἐν σκότει καὶ σκιᾷ, δικαιοσύνης ἔλαμψεν ἥλιος. Σαλπίγγων θεόληπτοι γλῶσσαι, τῶν θεολόγων ἀνδρῶν εὐηχέστερον, τῇ Θεοτόκῳ ἐβόων τὸν ἐξόδιον, ἐνηχούμεναι ὕμνον τῷ Πνεύματι. Χαίροις ἀκήρατε πηγή, τῆς τοῦ Θεοῦ ζωαρχικῆς, καὶ σωτηρίου πάντων σαρκώσεως.

Κανών α», ᾨδὴ ε», τῶν Ἁγίων

Ἦχος πλ. δ"

Ἴνα τὶ με ἀπώσω

Μερισμὸν οὐχ ὑπέστη, θεία ξυνωρὶς τῶν μαρτύρων αὐτάδελφος· τῇ γὰρ ἀμερίστῳ, καὶ Ἁγίᾳ Τριάδι πιστεύσασα, ἐν μιᾷ ἐλπίδι, τοὺς μερισμῷ πλάνης ἀτόπου, συσχεθέντας συνῆψεν ἐν χάριτι. Ἀληθείας σπαρτίῳ, τῷ λαξευτηρίῳ τε τῆς θείας γνώσεως, τὰς λιθώδεις φρένας, εὐσεβῶς ἀθλοφόροι λαξεύοντες, ναοὺς τῆς Τριάδος, πανευσεβῶς ἐνθέῳ σθένει, ἀπειργάσασθε λάμψει τοῦ Πνεύματος. Ῥιζοτόμοι κακίας, πάσης ἀνεδείχθητε μάρτυρες ἔνδοξοι, φυτουργοὶ δὲ πάσης, εὐσεβείας καὶ λόγοις καὶ πράγμασι, τὸν ἐκφύντα κλάδον, τοῦ Ἱεσσαὶ ἐκ ῥίζης θείας, ἐν ἀβάτοις καρδίαις φυτεύσαντες.

Θεοτοκίον

Τὸ πρὸ πάντων αἰώνων, Κόρη ἀποκείμενον μέγα μυστήριον, ὅπερ οὐκ ἐγνώσθη, γενεαῖς προλαβούσαις πανάμωμε· διὰ σοῦ ἐφάνη, Λόγος Πατρὸς ὁ πρὸ αἰώνων, σαρκωθείς καὶ γενόμενος ἄνθρωπος.

Κανών α», ᾨδὴ ς», τῆς Ἐορτῆς

Ἦχος α"

Ὁ Εἱρμὸς

Ἅλιον ποντογενές, κητῷον ἐντόσθιον πῦρ, τῆς τριημέρου ταφῆς σοῦ ἦν προεικόνισμα, οὗ Ἰωνᾶς ὑποφήτης ἀναδέδεικται·σεσωσμένος γὰρ ὡς καὶ προυπέποτο, ἀσινὴς ἐβόα, θύσω σοι μετὰ φωνῇς αἰνέσεως Κύριε». Νέμει σοι τὰ ὑπὲρ φύσιν, Ἄναξ ὁ πάντων Θεός· ἐν γὰρ τῷ τίκτειν, Παρθένον ὥσπερ ἐφυλαξεν, οὕτως ἐν τάφῳ τὸ σῶμα διετήρησεν, ἀδιάφθορον, καὶ συνεδόξασε, θείᾳ μεταστάσει, γέρα σοι ὥσπερ Υἱὸς Μητρὶ χαριζόμενος. Ὄντως σε ὡς φαεινὴν λυχνίαν, ἀΰλου πυρός, θυμιατήριον θείου χρύσεον ἄνθρακος, ἐν τοῖς Ἁγίων Ἁγίοις κατεσκήνωσε, στάμνον ῥάβδον τε πλάκα θεόγραφον, κιβωτόν ἁγίαν, τράπεζαν ἄρτου ζωῆς, Παρθένε ὁ τόκος σου.

Κανών α», ᾨδὴ ς», τῶν Ἁγίων

Ἦχος πλ. δ"

Ἱλάσθητί μοι Σωτὴρ

Ὑπομονῇ ἀκλινεῖ, τοὺς ἀνομοῦντας τροπούμενοι, οἱ ἔννομοι ἀθληταί, Χριστοῦ ἀξιέπαινον, τέλος ἀπηνέγκαντο, μὴ καταχωσθέντες, ἀσεβείας ματαιότητι. Ῥομφαία τοῦ δυνατοῦ, ἀναδεικνύμενοι Πνεύματος, ἐτρώσατε δυσμενεῖς, ἀσάρκους μακάριοι, καὶ πάθος μακάριον, τοῦ πλευρὰν τρωθέντος, εὐσεβῶς ἐξεικονίσατε. Ὡς δύο περικαλλεῖς, μαστοὶ ἀοίδιμοι ὤφθητε, τῆς Ἐκκλησίας Χριστοῦ, οὐ γάλα προχέοντες, ἀλλὰ χάριν ἄφθονον, καὶ σωτηριώδη, ἰαμάτων ἀναβλύζοντες.

Θεοτοκίον

Νοσοῦσάν μου τὴν ψυχήν, τῇ ἁμαρτίᾳ θεράπευσον, τὸν ἰατρὸν τῶν ψυχῶν, κυήσασα Πάναγνε, ὃν οἱ θεῖοι μάρτυρες, καθομολογοῦντες, ἰατροὶ παθῶν ἐδείχθησαν!

Ὁ Εἱρμὸς

«Ἱλάσθητί μοι Σωτήρ·πολλαὶ γὰρ αἱ ἀνομίαι μου, καὶ ἐκ βυθοῦ τῶν κακῶν, ἀνάγαγε δέομαι·πρὸς σὲ γὰρ ἐβόησα, καὶ ἐπάκουσόν μου, ὁ Θεὸς τῆς σωτηρίας μου».

Κοντάκιον τῆς Ἐορτῆς

Ἦχος πλ. β"

Αὐτόμελον

Τὴν ἐν πρεσβείαις ἀκοίμητον Θεοτόκον, καὶ προστασίαις ἀμετάθετον ἐλπίδα, τάφος καὶ νέκρωσις οὐκ ἐκράτησεν·ὡς γὰρ ζωῆς Μητέρα, πρὸς τὴν ζωὴν μετέστησεν,ὁ μήτραν οἰκήσας ἀειπάρθενον.

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν

Τῇ ΙΗ» τοῦ αὐτοῦ μηνός, μνήμη τῶν Ἁγίων μαρτύρων Φλώρου καὶ Λαύρου. ΣτίχοιΔίψει τελευτῆς τῆς ὑπὲρ Θεοῦ Λόγου, Χωροῦσι Φλῶρος καὶ Λαῦρος πρὸς τὸ φρέαρ Φλώρῳ ἀμφ» ὀγδοάτῃ δεκάτῃ φρέαρ εἰσέδυ Λαῦρος. Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία τῶν πενήτων πληθύς, ἡ τὰ εἴδωλα συντρίψασα, πυρὶ ἐτελειώθη ΣτίχοιΠένητες ἄνδρες πλοῦτον εὗρον ἀθρόον, Τὸ σύντροφον δός, εἰς τὸ πῦρ λελοιπότες. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων μαρτύρων Ἕρμου, Σεραπίωνος καὶ Πολυαίνου. ΣτίχοιἝρμῳ βιαίως ἐν πέτραις συρομένῳ, Ὑπῆρξε πέτρα προσφυγὴ λαγῷ πόλος. Τὸν ἐκ πέτρας πάνδεινον ἑλκυσμὸν φέρει, Καὶ Σεραπίων, ὁ πλέον στερρὸς πέτρας. Ὁ Πολύαινος αἷμα χεῖ συρεὶς πέτραις, Ὑπὲρ Χριστοῦ, χέαντος ἐκ πέτρας ὕδωρ. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς ἁγίας μάρτυρος Ἰουλιανῆς πλησίον τοῦ Στροβίλου, καὶ τοῦ Ἁγίου μάρτυρος Λέοντος, ὃς ἤθλησε παρὰ τὴν θάλασσαν, πλησίον Μύρων τῆς Λυκίας. Τῇ αὐτῇ ἡμέρᾳ, οἱ ἐν τῇ ἐρήμῳ τέσσαρες ἀσκηταὶ ἐν εἰρήνῃ τελειοῦνται. ΣτίχοιἈδελφότης τέθνηκεν ἀνδρῶν τεσσάρων, Τὰ κῶλα θέντες εἰς ἐρημίαν μίαν. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν, Πατριαρχῶν Κωνσταντινουπόλεως, Ἰωάννου καὶ Γεωργίου. ΣτίχοιὉ Γεώργιος «Ὡς κελεύεις Χριστέ μου», Ἔφασκε θνῄσκων «ἔρχομαι κληθεὶς ἄνω». Σκυθρωπὰ τὰ πρόσωπα τῆς Ἐκκλησίας. Στέρησιν οὐ φέροντα τὴν Ἰωάννου. Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ὁσίου καὶ θεοφόρου Πατρός ἡμῶν Ἀρσενίου τοῦ ἐξ Ἰωαννίνων. ΣτίχοιἉγίων Ἀρσένιε τὸν βίον ζήσας, Σὺν Ἁγίοις Ἅγιος νῦν συναγάλλῃΤαῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Κανών α», ᾨδὴ ζ», τῆς Ἐορτῆς

Ἦχος α"

Ὁ Εἱρμὸς

«Ἰταμῷ θυμῷ τε καὶ πυρί, θεῖος ἔρως ἀντιταττόμενος, τὸ μὲν πῦρ ἐδρόσιζε, τῷ θυμῷ δὲ ἐγέλα, θεοπνεύστῳ λογικῇ, τῇ τῶν ὁσίων τριφθόγγῳ λύρᾳ ἀντιφθεγγόμενος, μουσικοῖς ὀργάνοις ἐν μέσῳ φλογός, ὁ δεδοξασμένος, τῶν Πατέρων καὶ ἡμῶν Θεὸς εὐλογητὸς εἶ». Θεοτεύκτους πλάκας Μωϋσῆς, γεγραμμένας τῷ θείῳ Πνεύματι, ἐν θυμῷ συνέτριψεν, ἀλλ» ὁ τούτου Δεσπότης, τὴν τεκοῦσαν ἀσινῆ, τοῖς οὐρανίοις φυλάξας δόμοις, νῦν εἰσῳκίσατο. Σὺν αὐτῇ σκιρτῶντες βοῶμεν Χριστῷ· ὁ δεδοξασμένος, τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ. Ἐν κυμβάλοις χείλεσιν ἁγνοῖς, μουσικῇ τε καρδίας φόρμιγγι, ἐν εὐήχῳ σάλπιγγι, ὑψηλῆς διανοίας, τῆς Παρθένου καὶ ἁγνῆς, ἐν τῇ εὐσήμῳ κλητῇ ἡμέρᾳ τῆς Μεταστάσεως, πρακτικαῖς κροτοῦντες βοῶμεν χερσίν· ὁ δεδοξασμένος, τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ. Ὁ θεόφρων ἤθροισται λαός· τῆς γὰρ δόξης Θεοῦ τὸ σκήνωμα, ἐν Σιὼν μεθίσταται πρὸς οὐράνιον δόμον, ἔνθα ἦχος καθαρὸς ἑορταζόντων, φωνὴ ἀφράστου ἀγαλλιάσεως, καὶ ἐν εὐφροσύνῃ βοώντων Χριστῷ· ὁ δεδοξασμένος, τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Κανών α», ᾨδὴ ζ», τῶν Ἁγίων

Ἦχος πλ. δ"

Θεοῦ συγκατάβασιν

Ξυλίνους λιθίνους τε, θεοὺς ἀθέων καταστρεψάμενοι, στήλας θεογνωσίας, Λαῦρος καὶ Φλῶρος οἱ μεγαλώνυμοι, τοῖς μελῳδοῦσιν ἑαυτοὺς ἀνέστησαν· Εὐλογητὸς ὁ Θεός ὁ τῶν Πατέρων ἡμῶν. Ὑπάρχοντες ἔμπλεοι, πυρὸς τοῦ θείου μάρτυρες Πνεύματος, τοὺς καμίνῳ βληθῆναι, ὁσίους ἄνδρας, κατακριθέντας δεινῶς, ταῖς ἐπομβρίαις τῶν θείων εὐχῶν ὑμῶν, διετηρήσατε ἀσινεῖς ἔνδοξοι μάρτυρες. Νοσοῦσι τὴν ἴασιν, ἀδικουμένοις τὴν ἀπολύτρωσιν, κινδυνεύουσι πᾶσι, τὴν σωτηρίαν ἀεὶ παρέχουσι, Φλῶρος καὶ Λαῦρος βοῶντες οἱ μάρτυρες· Εὐλογητὸς ὁ Θεός ὁ τῶν Πατέρων ἡμῶν.

Θεοτοκίον

Ὡς ῥόδον κοιλάδων σε, τοῦ βίου Κόρη Θεὸς ἐκλέγεται, καὶ ἐν σοὶ κατοικήσας, σαρκὶ προῆλθεν εὐωδιάζων ἡμᾶς, θεογνωσίας πνοαῖς παναμώμητε, τοὺς Θεοτόκον ἀεὶ ὁμολογοῦντάς σε.

Κανών α», ᾨδὴ η», τῆς Ἐορτῆς

Ἦχος α"

Ὁ Εἱρμὸς

«Φλόγα δροσίζουσαν Ὁσίους, δυσσεβεῖς δὲ καταφλέγουσαν, Ἄγγελος Θεοῦ ὁ πανσθενής, ἔδειξε Παισί, ζωαρχικὴν δὲ πηγὴν εἰργάσατο τὴν Θεοτόκον, φθορὰν θανάτου, καὶ ζωὴνβλυστάνουσαν τοῖς μέλπουσι, τὸν Δημιουργὸν μόνον ὑμνοῦμεν, οἱ λελυτρωμένοι, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας». Ῥήμασιν εἴχοντο τῆς θείας, κιβωτοῦ τοῦ ἁγιάσματος, πᾶσα ἡ πληθὺς τῶν θεολόγων ἐν τῇ Σιών. Ποῦ νῦν ἀπαίρεις σκηνὴ κραυγάζοντες, Θεοῦ τοῦ ζῶντος; Μὴ διαλίπῃς ἐποπτεύουσα, τοὺς πίστει μέλποντας· τὸν Δημιουργὸν μόνον ὑμνοῦμεν, οἱ λελυτρωμένοι, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας. Ὅπως ὑψώσασα τὰς χεῖρας, ἐκδημοῦσα ἡ πανάμωμος, χεῖρας τὰς Θεὸν ἠγκαλισμένας, σωματικῶς ἐν παρρησίᾳ, ὡς Μήτηρ ἔφησε πρὸς τὸν τεχθέντα, οὓς μοι ἐκτήσω, εἰς αἰῶνας φύλαττε βοῶντάς σοι· τὸν Δημιουργὸν μόνον ὑμνοῦμεν, οἱ λελυτρωμένοι, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

Κανών α», ᾨδὴ η», τῶν Ἁγίων

Ἦχος πλ. δ"

Ἑπταπλασίως κάμινον

Ῥήματι ζῶντι τρέφοντες, τὰς ψυχὰς παναοίδιμοι, τὰς λιμῷ τακείσας, σωτηρίου βρώσεως, πενήτων προμήθεια, καὶ ὀρφανῶν ἐδείχθητε, πᾶσιν ἐπαρκοῦντες καὶ Χριστόν μελῳδοῦντες· Οἱ παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Ἱερωτάτην ἔχοντες, καὶ ζωὴν καὶ τελείωσιν, χρόνον ἐπιμήκιστον, σοφοὶ κρυπτόμενοι, ἐκ γῆς ἀνεδόθητε, ὑπὲρ αὐγὰς ἡλίου ἡμῖν, λάμψαντες ἀκτῖνας παραδόξων θαυμάτων, τοῖς πίστει μελῳδοῦσιν· ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας. Δύο φωστῆρες ὤφθητε, νοητῷ στερεώματι, τῷ τῆς Ἐκκλησίας, ἱερῶς ἐμπρέψαντες, καὶ πᾶσαν φωτίζετε, περιφανῶς τὴν κτίσιν ἀεί, θαυματοποιΐαις, ἀθλοφόροι βοῶντες· Οἱ παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Θεοτοκίον

Ἁγιωτέρα πέφυκας, τῶν Ἀγγέλων κυήσασα, Κόρη παναγία, τῶν Ἁγίων Ἅγιον, δι» οἶκτον γενόμενον, ὅπερ ἑσμὲν ἀφύρτως βροτόν, σῶσαι τοὺς αὐτὸν ἀναβοῶντας ἀπαύστως· Οἱ παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Ὁ Εἱρμὸς

«Ἑπταπλασίως κάμινον, τῶν Χαλδαίων ὁ Τύραννος, τοῖς θεοσεβέσιν ἐμμανῶς ἐξέκαυσε, δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών, τὸν Δημιουργὸν καὶ Λυτρωτὴν ἀνεβόα·οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Κανών α», ᾨδὴ θ», τῆς Ἐορτῆς

Ἦχος α"

Μεγαλυνάριον, ὅπερ στιχολογεῖται ἐν ἑκάστῳ τροπαρίῳ τῆς παρούσης ᾨδῆς.

Αἱ γενεαὶ πᾶσαι, μακαρίζομέν σε, τὴν μόνην Θεοτόκον.

Ὁ Εἱρμὸς

«Νενίκηνται τῆς φύσεως οἱ ὅροι, ἐν σοὶ Παρθένε ἄχραντε, παρθενεύει γὰρ τόκος, καὶ ζωὴν προμνηστεύεται θάνατος. Ἡ μετὰ τόκον Παρθένος, καὶ μετὰ θάνατον ζῶσα, σῴζοις ἀεί, Θεοτόκε, τὴν κληρονομίαν σου». Ἐξίσταντο Ἀγγέλων αἱ δυνάμεις, ἐν τῇ Σιὼν σκοπούμεναι, τὸν οἰκεῖον Δεσπότην, γυναικείαν ψυχὴν χειριζόμενον· τῇ γὰρ ἀχράντως τεκούσῃ, υἱοπρεπῶς προσεφώνει· Δεῦρο Σεμνή, τῷ Υἱῷ καὶ Θεῷ συνδοξάσθητι. Συνέστειλε χορὸς τῶν Ἀποστόλων, τὸ θεοδόχον Σῶμά σου, μετὰ δέους ὁρῶντες, καὶ φωνῇ λιγυρᾷ προσφθεγγόμενοι· Εἰς οὐρανίους θαλάμους, πρὸς τὸν Υἱὸν ἐκφοιτῶσα, σῴζοις ἀεί, Θεοτόκε τὴν κληρονομίαν σου.

Κανών α», ᾨδὴ θ», τῶν Ἁγίων

Ἦχος πλ. δ"

Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανὸς

Ἰδοὺ δὴ ἀνεβόα πάλαι Δαυΐδ· Τὶ καλὸν καὶ τερπνὸν καὶ σωτήριον, ἀλλ» ἢ σαφῶς, θείους ἀδελφοὺς ἐπὶ τὸ αὐτό, τὸ κατοικεῖν ἐν πνεύματι, ἀγωνισαμένους περιφανῶς, καὶ νίκην ἀραμένους, κατὰ τοῦ διαβόλου, οὓς ἐπαξίως μακαρίσωμεν. Ὡραῖοι ἀπεφάνθητε ὀφθαλμοί, τῆς σεπτῆς Ἐκκλησίας ἐν χάριτι, καὶ ὀφθαλμοὺς πάλαι πηρωθέντας σκότει δεινῷ, καὶ πρὸ θανάτου Ἅγιοι, καὶ μετὰ τὸ τέλος τὸ ἱερόν, ἠνοίξατε εἰς δόξαν, τοῦ πάντων εὐεργέτου, Φλῶρε καὶ Λαῦρε ἀξιάγαστοι. Σημείοις ἐναργέσι καὶ φοβεροῖς, ὁ Χριστὸς τὴν ταφὴν ὑμῶν Ἅγιοι, καὶ τὴν σορόν, πάλαι ὡς προέφησε φανεροῖ, ἐν ᾗ τᾷ καρτερώτατα, σώματα κατέκειντο ἱερῶς, ἀκτῖνας ἰαμάτων, ἐκπέμποντα πλουσίως, καὶ εὐωδίαν ἀξιέπαινον. Ἡ θεία καὶ φωσφόρος ὄντως δυάς, Λαῦρε Φλῶρε καλλίνικοι μάρτυρες, ἐν οὐρανοῖς, πάντοτε Τριάδι τῇ παντουργῷ, παρεστηκότες λύτρωσιν, τῶν ἁμαρτημάτων καὶ τῶν δεινῶν, αἰτήσασθε τοῖς πίστει, ὑμῶν τὴν θείαν μνήμην, ἐπὶ τῆς γῆς πανηγυρίζουσι.

Θεοτοκίον

Φρικτή σου ἡ λοχεία Μήτηρ ἁγνή· οὐρανῶν γὰρ ὃν τρέμει τὰ τάγματα, Λόγον Θεοῦ, ἄνθρωπον γενόμενον ἐπὶ γῆς, ὑπερφυῶς ἐκύησας, μείνασα παρθένος ὥσπερ τὸ πρίν· διὸ σε Θεοτόκον, καὶ γλώσσῃ καὶ καρδίᾳ, ὁμολογοῦντες μεγαλύνομεν.

Ὁ Εἱρμὸς

«Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός, καὶ τῆς γῆς κατεπλάγη τὰ πέρατα, ὅτι Θεός, ὤφθη τοῖς ἀνθρώποις σωματικῶς, καὶ ἡ γαστήρ σου γέγονεν, εὐρυχωροτέρα τῶν οὐρανῶν·διό σε Θεοτόκε, Ἀγγέλων καὶ ἀνθρώπων, ταξιαρχίαι μεγαλύνουσι».

Ἐξαποστειλάριον τῶν Ἁγίων Μαρτύρων

Ἦχος β«

Γυναῖκες ἀκουτίσθητε

Ῥωννύμεθα προσψαύοντες, τοῖς ἱεροῖς πανόλβιοι, ὑμῶν λειψάνοις ἐν πίστει, κατ᾽ ἄμφω Λαῦρε καὶ Φλῶρε. Ἀλλ» ὦ μεγαλομάρτυρες, μνείαν ἡμῶν πρὸς Κύριον, ποιεῖτε ᾧ παρίστασθε, τῶν τὴν ὑμῶν ἐκτελούντων, λαμπρὰν καὶ πάμφωτον μνήμην.

Ἐξαποστειλάριον τῆς Ἑορτῆς

Ἦχος γ»

Ὁ οὐρανὸν τοῖς ἄστροις

Τῶν Ἀποστόλων ὁ δῆμος, συναθροισθεὶς ἐν νεφέλαις, ἀξιοχρέως κηδεύει, τὴν τοῦ Κυρίου Μητέρα, παρόντος καὶ τοῦ Σωτῆρος, σὺν μυριάσιν Ἀγγέλων.

Εἰς τὸν Στίχον τῶν Αἴνων, Στιχηρὰ Προσόμοια. Τῆς Ἑορτῆς Ἦχος β», Οἶκος τοῦ ἘφραθᾶΧαῖρε Γεθσημανῆ, τὸ τέμενος τὸ θεῖον, τῆς μονῆς Θεοτόκου, ἐν ᾧπερ ἀνεκλίθη, ἁπάντων ἡ Βασίλισσα.

Στίχ.

Ἀνάστηθι Κύριε εἰς τὴν ἀνάπαυσίν σου.

Ἡ Μήτηρ Θεοῦ, ἡ μόνη Θεοτόκος, ὑπερευλογημένη, μεθίσταται ἐνδόξως, ἐκ γῆς πρὸς τὰ οὐράνια.

Στίχ.

Ὤμοσε Κύριος τῷ Δαυῒδ ἀλήθειαν, καὶ οὐ μὴ ἀθετήσει αὐτήν.

Πᾶσαι τῶν οὐρανῶν, ὑμνήσατε χορεῖαι· ἡ γὰρ Παρθένος Μήτηρ, μετέστη παραδόξως, ἐκ γῆς πρὸς τὰ οὐράνια.

Θεοτοκίον

Ἦχος δ"

Τὴν πάνσεπτόν σου Κοίμησιν, Παναγία Παρθένε ἁγνή, τῶν Ἀγγέλων τὰ πλήθη ἐν οὐρανῷ, καὶ ἀνθρώπων τὸ γένος ἐπὶ τῆς γῆς μακαρίζομεν, ὅτι Μήτηρ γέγονας τοῦ ποιητοῦ τῶν ἁπάντων Χριστοῦ τοῦ Θεοῦ. Αὐτὸν ἱκετεύουσα, ὑπὲρ ἡμῶν μὴ παύσῃ δεόμεθα, τῶν εἰς σὲ μετὰ Θεὸν τὰς ἐλπίδας θεμένων, Θεοτόκε Πανύμνητε καὶ ἀπειρόγαμε.

Εἰ δὲ βούλει, εἰπὲ τὰ παρόντα Ἀντίφωνα. Ἀντίφωνον Α» Στίχος α». Ἀλαλάξατε τῷ Θεῷ πᾶσα ἡ γῆ. Στίχος β». Ἐξομολογεῖσθε αὐτῷ, αἰνεῖτε τὸ ὄνομα αὐτοῦ. Στίχος γ». Ἐν πόλει Κυρίου τῶν δυνάμεων, ἐν πόλει Θεοῦ ἡμῶν. Στίχος δ». Ἐγενήθη ἐν εἰρήνῃ ὁ τόπος αὐτοῦ, καὶ τὸ κατοικητήριον αὐτοῦ ἐν Σιών. Ἀντίφωνον Β» Στίχος α». Ἀγαπᾷ Κύριος τὰς πύλας Σιών, ὑπὲρ πάντα τὰ σκηνώματα Ἰακώβ. Στίχος β». Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ. Στίχος γ». Ὁ Θεὸς ἐθεμελίωσεν αὐτὴν εἰς τὸν αἰῶνα. Στίχος δ». Ἡγίασε τὸ σκήνωμα αὐτοῦ ὁ Ὕψιστος. Ἀντίφωνον Γ» Στίχος α». Ἑτοίμη ἡ καρδία μου, ὁ Θεός, ἑτοίμη ἡ καρδία μου. Ἦχος α"Ἐν τῇ Γεννήσει τὴν παρθενίαν ἐφύλαξας, ἐν τῇ Κοιμήσει τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε. Μετέστης πρὸς τὴν ζωήν, μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν. Στίχος β». Τὶ ἀνταποδώσω τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκέ μοι; Στίχος γ». Ποτήριον σωτηρίου λήψομαι, καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι. ΕἰσοδικὸνΔεῦτε προσκυνήσωμεν, καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν ἁγίοις θαυμαστός, ψάλλοντάς σοι· Ἀλληλούϊα.

Εἰς τό, ἘξαιρέτωςΚανών α», ᾨδὴ θ», τῆς Ἑορτῆς

Ἦχος α"

Αἱ γενεαὶ πᾶσαι, μακαρίζομέν σε, τὴν μόνην Θεοτόκον.

Ὁ Εἱρμὸς

«Νενίκηνται τῆς φύσεως οἱ ὅροι, ἐν σοὶ Παρθένε ἄχραντε, παρθενεύει γὰρ τόκος, καὶ ζωὴν προμνηστεύεται θάνατος. Ἡ μετὰ τόκον Παρθένος, καὶ μετὰ θάνατον ζῶσα, σῴζοις ἀεί, Θεοτόκε, τὴν κληρονομίαν σου».

Κοινωνικὸν

Ποτήριον σωτηρίου λήψομαι, καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι. Ἀλληλούϊα.


Источник: Μηναίον τοῦ Αὐγούστου. ΕΝ ΒΕΝΕΤΙΑ ΕΚ ΤΗΕ ΕΚΚΑΗΣΙΑΣΤΙΚΗΣ ΤΥΠΟΓΡ ΤΟΥ ΦΟΙΝΙΚΟΣ 1863. – 456 σελίδες.

Комментарии для сайта Cackle