Источник

Τῌ ΙΒ» ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΑΥΓΟΥΣΤΟΥ

Μνήμη τῶν Ἁγίων Μαρτύρων Φωτίου καὶ Ἀνικήτου.

ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς» καὶ ψάλλομεν Στιχηρὰ προσόμοια τῶν Ἁγίων Μαρτύρων γ».

Στιχηρὰ τῶν Ἁγίων Μαρτύρων

Ἦχος δ«

Ἔδωκας σημείωσιν

Πῦρ οὐκ ἐπτοήθητε, οὐ κατατέμνοντα ὄργανα, οὐ θυμὸν ἀλογώτατον, ἀφρόνως δικάζοντος, οὐχ ὁρμὰς λεόντων, οὐ βράσεις λεβήτων, οὐ τῶν μελῶν τὰς ἐκκοπάς, οὐδὲ θανάτου πικρὰν ἀπόφασιν, ὑμᾶς ἀθανατίζουσαν, καὶ πρὸς Θεὸν τὸν ἀθάνατον, εὐκλεῶς παραπέμπουσαν, ἀθληταὶ γενναιότατοι.

Ἦχος δ»

Τὸ μακαριώτατον, καὶ κατὰ πάντα σεβάσμιον, καὶ ἀξίοις ποθούμενον, τέλος ἀπειλήφατε, καὶ τὰς δι» αἰῶνος, γενναῖοι ἐλπίδας, καὶ ἀναβλύζετε ἡμῖν, κρουνούς θαυμάτων φλογμὸν ἐξαίροντας, παθῶν ψυχῆς καὶ σώματος, τῶν εὐσεβῶς τὴν ἐτήσιον, ἑορτὴν ὑμῶν πάντοτε, ἐκτελούντων Πανεύφημοι.

Ἦχος δ«

Φώτιος ὁ ἔνδοξος, καὶ ὁ θεόφρων Ἀνίκητος, ἡ δυὰς ἡ πανάριστος, Τριάδος λαμπρότησι, κατηγλαϊσμένοι, καὶ πεποικιλμένοι, ταῖς τῶν στιγμάτων καλλοναῖς, μετὰ Ἀγγέλων ἀεὶ ἀγάλλονται, τοῖς πίστει δὲ τὴν ἔνδοξον, καὶ ἱερὰν αὐτῶν ἄθλησιν, ἑορτάζουσι νέμουσι, φωτισμόν τε καὶ ἔλεος.

Στιχηρὰ τοῦ Ὁσίου Μαξίμου

Ἦχος δ»

Ὡς γενναῖον ἐν Μάρτυσι

Τὸν δι» οἶκτον γενόμενον, ὡς εὐδόκησεν ἄνθρωπον, ἐν δυσὶ θελήσεσιν ἐνεργείαις τε, κατανοούμενον Ὅσιε, ἐκήρυξας Μάξιμε, ἀποφράττων μιαρῶν τὰ ἀπύλωτα στόματα, μονοθέλητον, μονενέργητον, τοῦτον δοξαζόντων, ἐπηρείᾳ διαβόλου, τοῦ τὴν κακίαν τεκτήναντος.

Ἦχος δ«

Ταῖς νευραῖς τῶν δογμάτων σου, Πύρρον Πάτερ ἀπέπνιξας, ληρῳδοῦντα Μάξιμε τὸν κακόφρονα· καὶ διωγμοὺς ἐκαρτέρησας, καὶ θλίψεις ἀοίδιμε, μαστιζόμενος σφοδρῶς, καὶ τὴν γλῶτταν τεμνόμενος, καὶ τὴν πάντοτε, πρὸς Θεὸν αἰρομένην θείαν χεῖρα, δι» ἧς γράφων διετέλεις, τὰ ὑψηλότατα δόγματα.

Ἦχος δ»

Ὀξυγράφου ὡς κάλαμος, τεθηγμένη τῷ Πνεύματι, ἡ ἁγία γέγονε Μάκαρ γλῶσσά σου, καλλιγραφοῦσα ἐν πνεύματι, πλαξὶ καρδιῶν ἡμῶν, νόμον θείων ἀρετῶν, καὶ δογμάτων ἀκρίβειαν, καὶ τὴν σάρκωσιν, τοῦ ἐν δύο οὐσίαις τοῖς ἀνθρώποις, καὶ μιᾷ τῇ ὑποστάσει, ἐμφανισθῆναι θελήσαντος.

Δοξαστικὸν

Ἦχος πλ. δ«

Τῶν μοναστῶν τὰ πλήθη, τὸν καθηγητὴν σε τιμῶμεν, Πατὴρ ἡμῶν Μάξιμε· διὰ σοῦ γὰρ τὴν τρίβον, τὴν ὄντως εὐθεῖαν, πορεύεσθαι ἔγνωμεν. Μακάριος εἶ, τῷ Χριστῷ δουλεύσας, καὶ ἐχθροῦ θριαμβεύσας τὴν δύναμιν, Ἀγγέλων συνόμιλε, Ὁσίων συμμέτοχε καὶ Δικαίων, μεθ» ὧν πρέσβευε τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Τῆς Ἑορτῆς

Ἦχος πλ. δ»

Τὸν γνόφον τὸν νομικόν, ἡ φωτεινὴ τῆς Μεταμορφώσεως, διεδέξατο νεφέλη, ἐν ᾗ Μωϋσῆς καὶ Ἠλίας γενόμενοι, καὶ τῆς ὑπερφώτου δόξης ἀξιωθέντες, Θεῷ ἔλεγον· Σὺ ὁ εἶ Θεὸς ἡμῶν, Βασιλεὺς τῶν αἰώνων.

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια. Ἦχος β» Οἶκος τοῦ ἘφραθᾶὌρει ἐν τῷ Θαβώρ, προσέλθωμεν προθύμως, θεάσασθαι τὴν δόξαν, τοῦ πάντων βασιλέως, Χριστοῦ τοῦ λυτρωτοῦ ἡμῶν.

Στίχ.

Σοὶ εἰσιν οἱ οὐρανοί, καὶ σὴ ἐστιν ἡ γῆ.

Ὤφθης σὺν Μωϋσῇ, Ἠλίᾳ τε Σωτήρ μου, καὶ Μαθητῶν προκρίτοις, ἐν ὄρει Θαβωρίῳ, ἀστράψας ὑπὲρ ἥλιον.

Στίχ.

Θαβὼρ καὶ Ἑρμὼν ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται.

Ἤκουον πατρικῆς, φωνῆς προσβεβαιούσης, τὴν δόξαν σου Σωτήρ μου, οἱ Μαθηταὶ καὶ φόβω, πρηνεῖς εἰς γῆν κατέπιπτον.

Δοξαστικὸν, Τοῦ Ὁσίου

Ἦχος πλ. β«

Ὅσιε Πάτερ, εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος τῶν κατορθωμάτων σου, δι» ὧν ἐν τοῖς οὐρανοῖς, εὗρες μισθὸν τῶν καμάτων σου. Τῶν δαιμόνων ἔτρεψας τὰς φάλαγγας, τῶν Ἀγγέλων ἔφθασας τὰ τάγματα, ὧν τὸν βίον ἀμέμπτως ἐζήλωσας. Παρρησίαν ἔχων πρὸς Χριστὸν τὸν Θεόν, εἰρήνην αἴτησαι ταῖς ψυχαῖς ἡμῶν.

Τῆς Ἑορτῆς

Ἦχος πλ. δ»

Τῆς Θεότητός σου Χριστέ, ἀμυδρὰν αὐγὴν παραγυμνώσας, τοῖς συναναβᾶσί σοι ἐπὶ τοῦ ὄρους, τῆς ὑπερκοσμίου σου δόξης ἐποίησας κοινωνούς· ὅθεν ἐνθεαστικῶς ἐκραύγαζον· Καλὸν ἐστιν ἡμᾶς ὧδε εἶναι. Μεθ» ὧν καὶ ἡμεῖς, σὲ τὸν μεταμορφωθέντα Σωτῆρα Χριστόν, ἀνυμνοῦμεν εἰς τοὺς αἰῶνας.

Ἀπολυτίκιον τοῦ Ὁσίου

Ἦχος πλ. δ"

Ὀρθοδοξίας ὁδηγέ, εὐσεβείας Διδάσκαλε καὶ σεμνότητος, τῆς Ἐκκλησίας ὁ φωστήρ, τῶν Μοναζόντων θεόπνευστον ἐγκαλλώπισμα, Μάξιμε σοφέ, ταῖς διδαχαῖς σου πάντας ἐφώτισας, λύρα τοῦ Πνεύματος. Πρέσβευε Χριστῷ τῶ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἀπολυτίκιον τῆς Ἑορτῆς

Ἦχος βαρὺς

Μετεμορφώθης ἐν τῷ ὄρει Χριστὲ ὁ Θεός, δείξας τοῖς Μαθηταῖς σου τὴν δόξαν σου, καθὼς ἠδυναντο. Λάμψον καὶ ἡμῖν τοῖς ἁμαρτωλοῖς, τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α» Στιχολογίαν, Κάθισμα τῆς Ἑορτῆς

Ἦχος δ"

Κατεπλάγη Ἰωσὴφ

Τὴν τῶν βροτῶν ἐναλλαγήν, τὴν μετὰ δόξης σου Σωτήρ, ἐν τῇ δευτέρᾳ καὶ φρικτῇ, τῆς σῆς ἐλεύσεως δεικνύς, ἐπὶ τοῦ ὄρους Θαβὼρ μετεμορφώθης, Ἠλίας καὶ Μωσῆς συνελάλουν σοι, τοὺς τρεῖς τῶν Μαθητῶν συνεκάλεσας, οἳ κατιδόντες Δέσποτα τὴν δόξαν σου, τῇ ἀστραπῇ σου ἐξέστησαν, ὁ τότε τούτοις, τὸ φῶς σου λάμψας, φώτισον τὰς ψυχὰς ἡμῶν. Δόξα... Καὶ νῦν... Τὸ αὐτὸ

Μετὰ τὴν β» Στιχολογίαν, Κάθισμα τῆς Ἑορτῆς

Ἦχος δ"

Κατεπλάγη Ἰωσὴφ

Ἐν τῷ ὄρει τῷ Θαβώρ, μεταμορφούμενος Σωτήρ, τοῖς προκρίτοις Μαθηταῖς, δείξας τὴν δόξαν σου Χριστέ, τὸ ἀναλλοίωτον ἤστραψας τῆς Θεότητος. Νεφέλη δὲ φωτός συνεκάλεσας, Ἠλίαν καὶ Μωσῆν συλλαλοῦντάς σοι· διὸ καὶ Πέτρος ἔλεγεν· Οἰκτίρμον, καλὸν ἐστιν ὧδε εἶναι σὺν σοί, ὁ τότε τούτοις, τὸ φῶς σου λάμψας, φώτισον τὰς ψυχὰς ἡμῶν. Δόξα... Καὶ νῦν... Τὸ αὐτὸ

Δεύτερος Κανών τῆς Ἑορτῆς, φέρων Ἀκροστιχίδα.Μωσῆς Θεοῦ πρόσωπον ἐν Θαβὼρ εἶδε. Ποίημα Ἰωάννου τοῦ Δαμασκηνοῦᾨδὴ α«

Ἦχος πλ. δ»

Ὑγρὰν διοδεύσας

Μωσῆς ἐν θαλάσσῃ προφητικῶς, ἰδὼν ἐν νεφέλῃ καὶ ἐν στύλῳ πάλαι πυρός, τὴν δόξαν Κυρίου ἀνεβόα· τῷ Λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν. Ὡς πέτρα τῷ σώματι σκεπασθείς, τῷ τεθεωμένῳ, τὸν ἀόρατον καθορῶν, Μωσῆς ὁ θεόπτης ἀνεβόα· τῷ Λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν. Σὺ ἐπὶ τοῦ ὄρους τοῦ νομικοῦ, καὶ ἐν Θαβωρίῳ, καθωράθης τῷ Μωϋσῆ, ἐν γνόφῳ τὸ πάλαι, ἐν φωτὶ δέ, νῦν ἀπροσίτῳ τῆς Θεότητος.

Ὁ Κανὼν τῶν Μαρτύρων, οὗ ἡ Ἀκροστιχίς.Τερπνὴν ἐπαινῶ Μαρτύρων ξυνωρίδα. Ἰωσήφ. ᾨδὴ α«

Ἦχος δ»

Θαλάσσης τὸ ἐρυθραῖον

Τοῖς πόνοις τοῖς τῆς σαρκὸς πανεύφημοι, ἐγκαρτερήσαντες, εὐσθενεστάτῃ πίστει λογισμοῦ, πρὸς τὴν ἄπονον χαίροντες, ζωὴν μετεβιβάσθητε, ὑπερ ἡμῶν ἀεὶ πρεσβεύοντες. Ἐνθέοις ὀχυρωθεὶς Ἀνίκητε, ὅπλοις τῆς πίστεως, πρὸς συμπλοκὴν ἀσάρκων δυσμενῶν, ῥωμαλέως ἐχώρησας, καὶ τὰ αὐτῶν στρατεύματα, θείᾳ δυνάμει ἐξηφάνισας. Ῥητόρων ἀδολεσχίαν ἔνδοξε, καὶ νοῦν ἀδόκιμον, Ἑλληνιστῶν φρονήσει θεϊκῇ, λαμπρυνόμενος ᾔσχυνας, καὶ σεαυτὸν Ἀνίκητε, ὅλον πρὸς ἄθλησιν ἐκδέδωκας.

Θεοτοκίον

Παρθένος καὶ πρὸ τόκου Ἄχραντε, καὶ μετὰ γέννησιν, ὡς ἀληθῶς ἐδείχθης, τὸν Θεόν· ὑπὲρ λόγον γὰρ ἔτεκες, τὸν τοὺς Ἁγίους μάρτυρας, ἐνηθληκότας στεφανώσαντα.

Κανών γ», ᾨδὴ α», τοῦ Ὁσίου

Ἦχος πλ. δ"

ᾌσωμεν τῷ Κυρίῳ

Ὅλην μοι τὴν θεόπνουν, ἐκ τῆς μελιρρύτου καὶ ἡδείας σου, ἐναπόσταξον γλώττης, θεῖε Μάξιμε χάριν τοῦ Πνεύματος. Πῦρ καιόμενον ὤφθης, κατὰ τῶν αἱρέσεων μακάριε· ὡς καλάμην γὰρ ταύτας, κατηνάλωσας ζήλῳ τοῦ Πνεύματος. Ἄλογον προετέθη, ἐκ δυσσεβεστάτης προαιρέσεως, μονοθέλητον δόγμα, τοῖς δὲ λόγοις σου Πάτερ διήλεγκται.

Θεοτοκίον

Ἄχραντε Θεοτόκε, ἡ σεσαρκωμένον τὸν ἀΐδιον, καὶ ὑπέρθεον Λόγον, ὑπὲρ φύσιν τεκοῦσα ὑμνοῦμέν σε.

Κανών β», ᾨδὴ γ», τῆς Ἑορτῆς

Ἦχος πλ. δ"

Οὐρανίας ἁψῖδος

Ἡ σκιάζουσα δόξα, ἐν τῇ σκηνῇ πρότερον, καὶ τῷ Μωϋσῇ ὁμιλοῦσα, τῷ σῷ θεράποντι, τύπος γεγένηται, τῆς ἀστραψάσης ἀρρήτως, ἐν Θαβώρ σου Δέσποτα Μεταμορφώσεως. Συνανῆλθέ σοι Λόγε, μονογενὲς ὕψιστε, ἡ τῶν Ἀποστόλων ἀκρότης, ἐπὶ τοῦ ὄρους Θαβώρ, καὶ συμπαρέστησαν ὅ, τε Μωσῆς καὶ Ἠλίας, ὡς Θεοῦ θεράποντες, μόνε φιλάνθρωπε. Θεὸς ὅλος ὑπάρχων, ὅλος βροτὸς γέγονας, ὅλη τῇ Θεότητι μίξας τὴν ἀνθρωπότητα, ἐν ὑποστάσει σου, ἣν ἐν δυσὶ ταῖς οὐσίαις, Μωϋσῆς Ἠλίας τε, εἶδον ἐν ὄρει Θαβώρ.

Κανών β», ᾨδὴ γ», τῶν Μαρτύρων

Ἦχος δ"

Εὐφραίνεται ἐπὶ σοὶ

Νικήσας μετὰ Χριστοῦ, τὰς παρατάξεις τοῦ ἐχθροῦ στέφανον, νικητικὸν ἔλαβες, Μάρτυς ἀθλοφόρε Ἀνίκητε. Ἠλόγησαν τῆς σαρκός, ὡς φθειρομένης οἱ Χριστοῦ μάρτυρες, καὶ χαλεπὰ βάσανα, γνώμῃ ῥωμαλέᾳ ὑπήνεγκαν. Ναμάτων ζωοποιῶν, πεπληρωμένοι θολερὰ ῥεύματα, πλάνης σοφοὶ μάρτυρες, ῥεύμασιν αἱμάτων ἐπαύσατε.

Θεοτοκίον

Ἐνῴκησεν ἐπὶ σοί, ὁ κατοικῶν τοὺς οὐρανοὺς Κύριος, καὶ ἐξ ἡμῶν ἅπασαν, πλάνην Θεοτόκε ἐξῴκισεν.

Κανών γ», ᾨδὴ γ», τοῦ Ὁσίου

Ἦχος πλ. δ"

Σὺ εἶ τὸ στερέωμα

Μέγιστος ὁ Μάξιμος, τῆς εὐσεβοῦς Χριστοῦ πίστεως, παναληθής, κήρυξ τε καὶ μάρτυς, ἀνεδείχθη δι» αἵματος. Μάξιμε μακάριε, σὺ δι» ἀσκήσεως γέγονας, θεοπρεπές, τῆς φιλοσοφίας, καὶ σοφὸν ἐνδιαίτημα. Ἔβλυσεν ἡ γλῶσσά σου, ποταμηδὸν Χριστοῦ δόγματα, πανευσεβῆ, Μάξιμε παμμάκαρ, τῆς σοφίας ὁ τρόφιμος.

Θεοτοκίον

Σὲ πάντες κεκτήμεθα, καταφυγὴν καὶ τεῖχος ἡμῶν, Χριστιανοί, σὲ δοξολογοῦμεν, ἀσιγήτως Πανύμνητε.

Ὁ Εἱρμὸς

«Σὺ εἶ τὸ στερέωμα, τῶν προστρεχόντων σοι Κύριε, σὺ εἶ τὸ φῶς, τῶν ἐσκοτισμένων, καὶ ὑμνεῖ σε τὸ πνεῦμά μου».

Κάθισμα τῶν Ἁγίων

Ἦχος δ"

Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ

Καταβαλόντες τοῦ ἐχθροῦ τὰς ἐπάρσεις, τῇ καρτερίᾳ τῶν δεινῶν ἀθλοφόροι, τὸν οὐρανὸν ᾠκήσατε γηθόμενοι, Φώτιε ἀοίδιμε, καὶ Ἀνίκητε μάκαρ· ὅθεν μακαρίζεσθε, εἰς αἰῶνας αἰῶνος, ὑπὲρ ἡμῶν πρεσβεύοντες Χριστῷ, τῶν ἐκτελούντων ὑμῶν τὰ μνημόσυνα. Δόξα... Τοῦ Ὁσίου Ἦχος γ» Τὴν ὡραιότηταΤὰ κατορθώματα τῆς πολιτείας σου, πάντων φωτίζουσι τὰ διαβήματα, Μάξιμε Πάτερ ἀληθῶς, τῶν πίστει μιμουμένων σε· ὅθεν τοὺς ἐκ πόθου σε, μακαρίζοντας πάντοτε, σῷζε ταῖς πρεσβείαις σου, ἀπὸ πάσης στενώσεως, Χριστὸν τὸν ἀγαθὸν ἱκετεύων, μάκαρ ἀξιοθαύμαστε. Καὶ νῦν... Τῆς Ἑορτῆς ὅμοιονΤῆς θείας δόξης σου, ὄντως ἀπαύγασμα, καθὼς ἠδύναντο, ἔδειξας Λόγε Θεοῦ, τοῖς Μαθηταῖς σου ἐν Θαβώρ, ὄρει μεταμορφούμενος, οἷς συνελλαμφθείημεν, καὶ ἡμεῖς οἱ ὑμνοῦντές σε, μόνε ἀναλλοίωτε, Ἰησοῦ παντοδύναμε, καὶ πίστει σοι συμφώνως βοῶντες· Δόξα Χριστὲ τῇ βασιλείᾳ σου.

Κανών β», ᾨδὴ δ», τῆς Ἑορτῆς

Ἦχος πλ. δ"

Ὁ Εἱρμὸς

«Ἐκ σαρκός σου βολίδες Θεότητος, ἐξεπορεύοντο, Προφητῶν καὶ Ἀποστόλων· ὅθεν οἱ πρόκριτοι, μέλποντες ἀνεβόων· Δόξα τῇ δυνάμει σου Κύριε». Ὁ τὴν βάτον φυλάξας ἀλώβητον, προσομιλοῦσαν πυρί, τῷ Μωσεῖ θεολαμποῦσαν σάρκα ὑπέδειξας, Δέσποτα μελῳδοῦντι· Δόξα τῇ δυνάμει σου Κύριε. Ὑπεκρύβη ἀκτῖσι Θεότητος, αἰσθητὸς ἥλιος, ὡς ἐν ὄρει Θαβωρίῳ, εἶδέ σε μεταμορφούμενον Ἰησοῦ μου· Δόξα τῇ δυνάμει σου Κύριε. Πῦρ μὴ φλέγον τὴν ὕλην τοῦ σώματος, ὡράθης ἄϋλον, ὡς Μωσεῖ καὶ Ἀποστόλοις, ὤφθης Ἠλίᾳ τε, Δέσποτα εἷς ἐκ δύο, ἐν δυσὶ τελείαις ταῖς φύσεσιν.

Κανών β», ᾨδὴ δ», τῶν Μαρτύρων

Ἦχος δ"

Ἐπαρθέντα σε ἰδοῦσα

Πυρακτούμενοι ἀγάπῃ Θεοῦ προθύμως, φλόγα πυρὸς ὑπήλθετε, μένοντες τῇ δρόσῳ ἄφλεκτοι τοῦ Πνεύματος, ἀήττητοι μάρτυρες, θεῖοι πρεσβευταὶ τῶν ψυχῶν ἡμῶν. Ἀπηρνήσαντο τὸ σῶμα ποικιλοτρόπως, οἱ Ἀθληταὶ ξεόμενοι· ὅλῳ τῷ νοῒ γάρ, τῷ Θεῷ ἠτένιζον, τῷ τούτοις παρέχοντι τὴν ὑπομονὴν διὰ πίστεως. Ἰσχυρότατοι ὡς πύργοι τῆς εὐσεβείας, τείχη ἐχθροῦ καθείλετε, καὶ πόλεως θείας, μάρτυρες κραυγάζοντες, πολῖται γεγόνατε· Δόξα τῇ δυνάμει σου Κύριε. Νυσταγμὸν οὐκ ἐνυστάξατε δυσσεβείας, ἀλλ» ἐγρηγόρσει μάρτυρες θείᾳ, τοὺς ὑπνοῦντας, πάντοτε εἰς θάνατον, πρὸς φῶς ἐξεγείρετε, τῆς θεογνωσίας ἐν χάριτι.

Θεοτοκίον

Ὡς ὡραία ἀπεκύησας τὸν ὡραῖον, Παρθενομῆτορ ἄχραντε, τὸν ὡραιοτάτους, δείξαντα τοὺς μάρτυρας, στερρῶς ἐναθλήσαντας, καὶ τὴν ἀθεΐαν μειώσαντας.

Κανών γ», ᾨδὴ δ», τοῦ Ὁσίου

Ἦχος πλ. δ"

Εἰσακήκοα Κύριε

Γηγενεῖς σε γεραίρουσι, καὶ τῶν οὐρανίων τάξεις θαυμάζουσι· τῇ φιλίᾳ τῆς σοφίας γάρ, ἀνεδείχθης Πάτερ ὥσπερ ἄσαρκος. Ἰταμὸς μὲν ὁ τύραννος, ἀλλ» ἡ καρτερία σου ἀκατάπληκτος· ὅθεν σὺ μὲν μεμακάρισαι, ἐκεῖνος δὲ Πάτερ ἐξωστράκισται. Συναθλοῦσί σοι Μάξιμε, ἡ τῶν μαθητῶν δυὰς ἡ πανόλβιος, σοὶ τῶν ἄθλων, κοινωνήσαντες· διὸ καὶ ἐπάθλων ἴσων ἔτυχον. Τῇ ῥοῇ σου τοῦ αἵματος, καταρδευομένη ἡ Χριστοῦ Ἐκκλησία, ἐξανθεῖ πατροπαράδοτον, τοῦ θείου σου σπόρου δόγμα Ὅσιε.

Θεοτοκίον

Ἡ τὸν στάχυν βλαστήσασα, τὸν ζωοποιὸν ἀνήροτος ἄρουρα, τὸν παρέχοντα τῷ κόσμῳ ζωήν, Θεοτόκε σῷζε τοὺς ὑμνοῦντάς σε.

Κανών β», ᾨδὴ ε», τῆς Ἑορτῆς

Ἦχος πλ. δ"

Ἵνα τὶ με ἀπώσω

Ῥητορεύουσα γλῶσσα, σοῦ τὰ μεγαλεῖα οὐ δύναται φθέγξασθαι· ὁ κρατῶν ζωῆς γάρ, καὶ θανάτου δεσπόζων παρέστησας, ἐν Θαβὼρ τῷ ὄρει, τὸν Μωϋσῆν καὶ τόν, Ἠλίαν, μαρτυρήσοντάς σου τὴν Θεότητα. Ὁ χερσὶν ἀοράτοις, πλάσας κατ» εἰκόνα σου Χριστὲ τὸν ἄνθρωπον, τὸ ἀρχέτυπον σου, ἐν τῷ πλάσματι κάλλος ὑπέδειξας, οὐχ ὡς ἐν εἰκόνι, ἀλλ» ὡς αὐτὸς εἶ κατ» οὐσίαν, ὁ Θεὸς χρηματίσας καὶ ἄνθρωπος. Συγκραθεὶς ἀσυγχύτως, ἄνθρακα ὑπέδειξας ἡμῖν Θεότητος, καταφλέγοντα μὲν ἁμαρτίας, ψυχὰς δὲ φωτίζοντα, ἐν Θαβὼρ τῷ ὄρει, ᾧ Μωϋσῆν καὶ τὸν Ἠλίαν, Μαθητῶν τε ἐξάρχους ἐξέστησας.

Κανών β», ᾨδὴ ε», τῶν Μαρτύρων

Ἦχος δ"

Σὺ Κύριέ μου φῶς

Μυρίοις αἰκισμοῖς, νεκρωθὲν τὸ σαρκίον σου, Ἀνίκητε τὴν ἀγήρω, καὶ ἀθάνατον δόξαν, παμμάκαρ προεξένησεν. Ἀνάλωτος πυρί, κατακαίοντι γέγονας, ὦ Φώτιε θείου φέγγους, κοινωνὲ καὶ ἡμέρας, ἀδύτου τέκνον γνήσιον. Ῥεόντων τὴν φθοράν, παντελῶς ἀπεκρούσαντο, ποθήσαντες τῶν μενόντων, τὸ τερπνὸν ὁλοψύχως, οἱ Μάρτυρες οἱ ἔνδοξοι.

Θεοτοκίον

Τὶς δύναται τὸ σόν, ἑρμηνεῦσαι μυστήριον, ὦ Δέσποινα Θεοτόκε; ὑπέρ νοῦν γὰρ καὶ λόγον, Θεὸν ἀφράστως τέτοκας.

Κανών γ», ᾨδὴ ε», τοῦ Ὁσίου

Ἦχος πλ. δ"

Ὀρθρίζοντες βοῶμέν σοι

Ὁ γνῶσιν γηΐνων ἀθροίσας, καὶ οὐρανίων, ἐνδίκως φιλόσοφος, κατονομάζεται Μάξιμος. Σοφίας τῆς ἀμείνω τῷ ἔρωτι, τοῦ Χριστοῦ σου, μιμητὴς πανάριστος, ὤφθης ἀοίδιμε Μάξιμε. Μανίᾳ ὑπερόριος γέγονας, τοῦ τυράννου, εὗρες δὲ μακάριε, τόν Ἰησοῦν παραμύθιον.

Θεοτοκίον

Κατεύνασον τὸν ἄστατον κλύδωνα, τῶν παθῶν μου, ἡ Θεὸν κυήσασα, τὸν κυβερνήτην καὶ Κύριον.

Κανών β», ᾨδὴ ς», τῆς Ἑορτῆς

Ἦχος πλ. δ"

Ἱλάσθητί μοι Σωτὴρ

Ὡς μέγα καὶ φοβερον, ὡράθη θέαμα σήμερον! ἐξ οὐρανοῦ αἰσθητός, ἐκ γῆς δὲ ἀσύγκριτος, ἐξήστραψεν ἥλιος, τῆς δικαιοσύνης, νοητὸς ἐπὶ τοῦ ὄρους Θαβώρ. Παρῆλθε μὲν ἡ σκιά, τοῦ νόμου ἐξασθενήσασα, ἐλήλυθε δὲ σαφῶς, Χριστὸς ἡ ἀλήθεια, Μωσῆς ἀνεβόησεν ἐν τῷ Θαβωρίῳ, κατιδὼν σου τὴν Θεότητα. Ὁ στῦλος τῷ Μωϋσεῖ, Χριστὸν τὸν μεταμορφουμενον, ἡ δὲ νεφέλη σαφῶς, τὴν χάριν τοῦ Πνεύματος, τὴν ἐπισκιάσασαν, ἐν τῷ Θαβωρίῳ, παρεδήλου ἐμφανέστατα.

Κανών β», ᾨδὴ ς», τῶν Μαρτύρων

Ἦχος δ"

Θύσω σοι μετὰ φωνῆς

Ὑψώθης, ἀνηλεῶς ἐν ξύλῳ ξεόμενος, τὸ τῆς νεκρώσεως πάθος, ἀπορρίπτων, θείαν καταστολήν τε, οὐρανόθεν, ἐνδυόμενος Μάρτυς Ἀνίκητε. Ῥήξαντες, τοὺς δεσμοὺς τῆς ἀπάτης οἱ Ἅγιοι, ἐν τῷ δεσμεῖσθαι εὐτόνως, τῆς ὑπομονῆς τε καὶ καρτερίας, θείοις βρόχοις, τὸν προστάτην τοῦ σκότους ἀπέπνιξαν. Ὤφθητε, ὡς μεγάλοι φωστῆρες φωτίζοντες, μαρμαρυγαῖς ἰαμάτων, καὶ ἀκτῖσι θείων ἀγωνισμάτων, πᾶσαν κτίσιν, Ἀθλοφόροι Χριστοῦ γενναιότατοι.

Θεοτοκίον

Νομίμων, ἀπεκύησας δίχα Πανάμωμε, τὸν ἀληθῆ νομοθέτην, ὃν δυσώπει νόμῳ τῆς ἁμαρτίας, τὴν ψυχήν μου, τροπουμένην οἰκτεῖραι καὶ σῶσαί με.

Κανών γ», ᾨδὴ ς», τοῦ Ὁσίου

Ἦχος πλ. δ"

Χιτῶνά μοι παράσχου

Ἀνένδοτον προσφέρων τῷ Θεῷ, θεοφόρε δέησιν, ψυχῆς τε καὶ σώματος, τῶν παθῶν καὶ τῆς φθορᾶς ἡμᾶς λύτρωσαι. Ξηραίνεται αἱρέσεως πηγή, βορβορώδους ἅπασα, ἀοίδιμε Μάξιμε, φραττομένη τῇ ἡδύτητι τῆς γλώττης σου. Ἱλάσθητί μοι μόνε ἀγαθέ, καὶ πηγὴν τῆς χάριτος Χριστὲ τῇ καρδίᾳ μου, ταῖς λιταῖς τοῦ σοῦ Ὁσίου ἀνάβλυσον.

Θεοτοκίον

Ἡ μόνη διὰ λόγου ἐν σαρκί, τὸν Λόγον κυήσασα, ῥῦσαι δεόμεθα, τῶν παγίδων τοῦ ἐχθροῦ τὰς ψυχὰς ἡμῶν.

Ὁ Εἱρμὸς

«Χιτῶνά μοι παράσχου φωτεινόν, ὁ ἀναβαλλόμενος, φῶς ὡς ἱμάτιον, πολυέλεε Χριστὲ ὁ Θεὸς ἡμῶν».

Κοντάκιον τοῦ Ὁσίου

Ἦχος πλ. β"

Τὴν ὑπὲρ ἡμῶν

Φῶς τὸ τριλαμπές, οἰκῆσαν ἐν τῇ ψυχῇ σου, σκεῦος ἐκλεκτὸν ἀνέδειξέ σε παμμάκαρ· σαφηνίζεις καὶ γὰρ τὰ θεῖα τοῖς πέρασι, δυσεφίκτων νοημάτων τε τὴν δήλωσιν μακάριε, τὴν Τριάδα πᾶσι Μάξιμε, ἀνακηρύττων τρανῶς, ὑπερούσιον ἄναρχον.

Ὁ Οἶκος

Τῶν Ἱερέων ἡ κρηπίς, ἡ βάσις τῶν δογμάτων, ἡ σάλπιγξ τῆς σοφίας, Μαρτύρων ἡ ἀκρότης, καὶ τῶν πιστῶν ὁ στηριγμός, κόσμῳ προανίσχει Μάξιμος ὁ θαυμαστός, διὰ τῆς θείας αὐτοῦ μνήμης σήμερον. Τούτου οὖν πρὸς τὴν λάμψιν ἀνάστητε πάντες, τὴν παρρησίαν καὶ τὸν ζῆλον εὐφημοῦντες, ὃν ἔδειξεν ὑπὲρ εὐσεβείας, δι» ἣν ἀληθῶς ὡς ποιμήν, ὑπὲρ ποίμνης παρετάξατο στερρῶς κατὰ τῶν λύκων, οὓς καταβαλὼν βραβείοις νίκης ἐστέφθη, τὴν Τριάδα πᾶσιν ἀνακηρύττων τρανῶς, ὑπερούσιον ἄναρχον.

Κοντάκιον τῶν Ἁγίων

Ἦχος β"

Τὰ ἄνω ζητῶν

Τοὺς θείους πιστοί, ὁπλίτας εὐφημήσωμεν, τὸ ζεῦγος Χριστοῦ, τῆς δόξης ἐγκωμιάσωμεν, καὶ στερροὺς ὡς κήρυκας, εὐσεβείας ἅπαντες φίλαθλοι, καὶ Θεοῦ ὄντως ἐραστάς, ἐν ὕμνοις ᾀσμάτων καταστέψωμεν.

Ὁ Οἶκος

Γῆ καὶ σποδός, σαπρία τε καὶ σκώληξ, δι» αἰσχρῶν καὶ βεβήλων ἔργων καὶ λογισμῶν ὑπάρχων, μόνε φιλάνθρωπε, σὲ ἱκετεύω, καὶ σοὶ προσπίπτω, ἐκκαθᾶραὶ με τῷ σπόγγῳ τῶν οἰκτιρμῶν σου, Χριστέ, τοῦ ῥύπου, ὃν ἐν ἔργοις καὶ λόγοις συνήθροισα, φωτίσαι δὲ τὸ ζοφῶδες τοῦ νοός μου τῇ αἴγλῃ τῆς σῆς χάριτος, ἵνα ἀξίως τὴν ἔνστασιν τῶν μαρτύρων Σωτήρ μου ἐξείποιμι, ἐν ὕμνοις ᾀσμάτων καταστέφων αὐτούς.

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν

Τῇ ΙΒ» τοῦ αὐτοῦ μηνός, μνήμη τῶν Ἁγίων Μαρτύρων Φωτίου καὶ Ἀνικήτου. ΣτίχοιΠῦρ Ἀνίκητον συμφλέγει τῷ Φωτίῳ, Οὓς φωτὸς οἶκος ὡς ἀνικήτους φέρει. Πῦρ κατὰ δωδεκάτην κτάνε Φώτιον ἠδ» Ἀνίκητον. Οἱ ὅσιοι Κάστωρ καὶ Παλάμων, ἐν εἰρήνῃ τελειοῦνται. Οἱ ἅγιοι δώδεκα στρατιῶται μάρτυρες, οἱ ἐκ Κρήτης ὁρμώμενοι, ξίφει τελειοῦνται. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων μαρτύρων Παμφίλου καὶ Καπίτωνος, ξίφει τελειωθέντων. ΣτίχοιΟἱ κείμενοι γῇ, καὶ λύθρῳ πεφυρμένοι, Ξίφος μετῆλθον, Πάμφιλος καὶ Καπίτων. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν ὁσίων Σεργίου καὶ Στεφάνου ἐν εἰρήνῃ τελειωθέντων. ΣτίχοιἼσων ἱδρώτων, Σεργίῳ καὶ Στεφάνῳ, Ἴσοι στέφανοι· καὶ γὰρ οὕτω τὸ πρέπον.Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Κανών β», ᾨδὴ ζ», τῆς Ἑορτῆς

Ἦχος πλ. δ"

Παῖδες Ἑβραίων ἐν καμίνῳ

Νῦν καθωράθη Ἀποστόλοις, τὰ ἀθέατα, Θεότης ἐν σαρκίῳ, ἐν τῷ ὄρει Θαβώρ, ἀστράπτουσα βοῶσιν· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας. Ἔφριξαν φόβῳ ἐκπλαγέντες, τὴν εὐπρέπειαν τῆς θείας βασιλείας, ἐν τῷ ὄρει Θαβώρ, Ἀπόστολοι βοῶντες· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας. Νῦν τὰ ἀνήκουστα ἠκούσθη· ὁ ἀπάτωρ γὰρ Υἱὸς ἐκ τῆς Παρθένου, τῇ πατρῴᾳ φωνῇ, ἐνδόξως μαρτυρεῖται, οἷα Θεὸς καὶ ἄνθρωπος, ὁ αὐτὸς εἰς τοὺς αἰῶνας. Θέσει οὐ γέγονας Ὑψίστου, τῇ οὐσίᾳ δὲ Υἱὸς ἠγαπημένος, προϋπάρχων ἡμῖν, ὡμίλησας ἀτρέπτως· Εὐλογητὸς εἶ κράζουσιν, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

Κανών β», ᾨδὴ ζ», τῶν Μαρτύρων

Ἦχος δ"

Ἐν τῇ καμίνῳ

Ξένον ἀγῶνα, διηνυκότες ξένοι ὤφθητε, ὄντως φρονημάτων ἔνδοξοι τῆς σαρκός, τῶν Ἀγγέλων συμπολῖται δέ, κληρονόμοι τε τοῦ Χριστοῦ, μεγαλώνυμοι μάρτυρες. Ὑπομονῇ τε, καὶ καρτερίᾳ ἑνικήσατε, πάντων δυσμενῶν ἀθέων ἐπιβουλάς, καὶ φαιδροὶ πόνοις γενόμενοι, πρὸς φέγγος ἄδυτον, μετεβιβάσθητε, παναοίδιμοι. Ναὸς Τριάδος, τῆς ὑπερθέου γενόμενος, στήλας καὶ ναοὺς ἠδάφισαν ἀνδρικῶς, τῶν ἀθέων οἱ πανεύφημοι, καὶ πρὸς οὐράνιον, λαὸν μετεβιβάσθησαν ἀγαλλόμενοι.

Θεοτοκίον

Ὡς πλατυτέρα, τῶν οὐρανῶν Ἁγνὴ ὑποδέδεξαι, Λόγον μηδαμοῦ χωρούμενον ὑπὲρ νοῦν, στενωτάτην τοὺς ὁδεύοντας, ὁδὸν πανάμωμε, πρὸς πλατυσμόν, εἰσάγοντα θείας ζωῆς.

Κανών γ», ᾨδὴ ζ», τοῦ Ὁσίου

Ἦχος πλ. δ"

Οἱ ἐκ τῆς Ἰουδαίας

Μίαν φύσιν Τριάδος, μίαν θέλησιν ἔφης, μίαν ἐνέργειαν, Θεοῦ δὲ σαρκωθέντος, δύο φύσεις, θελήσεις, ἐνεργείας ἐκήρυξας, ὁ τῶν Πατέρων βοῶν· Θεὸς εὐλογητός εἶ. Οὐ θελήματα δύο, διαιρούμενα γνώμης ἐναντιότητι, ποιότητι δὲ μᾶλλον, ἀνεκήρυξας Πάτερ, φυσικῇ διαφέροντα, ὁ τῶν Πατέρων βοῶν· Θεὸς εὐλογητὸς εἶ. Στήλην Ὀρθοδοξίας, τοὺς ἐνθέους σου λόγους Πάτερ κατέχοντες, τὸν ἕνα τῆς Τριάδος, ἐν δυσὶ ταῖς οὐσίαις, καὶ θελήσεσι σέβομεν, τὸν τῶν Πατέρων ἡμῶν, Θεόν τὸν σαρκωθέντα. Δύο Πάτερ εἰδότες, ἐνεργείας τοῦ οἴκτῳ σεσαρκωμένου Θεοῦ, δισσὰς αὐτεξουσίως, θελήσεις διδαχθέντες, ὑπὸ σοῦ ἀναμέλπομεν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός εἶ.

Κανών β», ᾨδὴ η», τῆς Ἑορτῆς

Ἦχος πλ. δ"

Ἑπταπλασίως κάμινον

Ἀκηκοότες Δέσποτα, ἐκ Πατρὸς μαρτυρούμενον, καὶ ὡς ἀνθρωπίνης, στερροτέραν ὄψεως, ὁρᾶν τοῦ προσώπου σου τὴν ἀστραπὴν μὴ φέροντες, σοῦ οἱ μαθηταί, ἐπὶ τήν γῆν κατέπιπτον, ἐν φόβῳ μελῳδοῦντες· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας. Βασιλευόντων πέφυκας, Βασιλεὺς ὡραιότατος, καὶ τῶν πανταχοῦ κυριευόντων Κύριος, δυνάστης μακάριος, καὶ φῶς οἰκῶν ἀπρόσιτον, ᾧ οἱ Μαθηταί, καταπλαγέντες ἐβόων· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε Χριστὸν εἰς τοὺς αἰῶνας. Ὡς οὐρανοῦ δεσπόζοντι, καὶ τῆς γῆς βασιλεύοντι, καὶ καταχθονίων, τὴν κυρείαν ἔχοντι, Χριστὲ σοι παρέστησαν, ἐκ μὲν τῆς γῆς Ἀπόστολοι, ὡς ἐξ οὐρανοῦ δὲ ὁ Θεσβίτης Ἠλίας, Μωϋσῆς δὲ ἐκ νεκάδων, μελῳδοῦντες συμφώνως· Λαὸς ὑπερυψοῦτε Χριστὸν εἰς τοὺς αἰῶνας. Ῥαθυμοτόκοι μέριμναι, ἐπὶ γῆς κατελείφθησαν, τῇ τῶν Ἀποστόλων, ἐκλογῇ φιλάνθρωπε, ὡς σοὶ ἠκολούθησαν, πρὸς τὴν ἐκ γῆς μετάρσιον, θείαν πολιτείαν· ὅθεν καὶ ἐπαξίως, τῆς σῆς θεοφανείας, ἐμελῴδουν τυχόντες· Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Κανών β», ᾨδὴ η», τῶν Μαρτύρων

Ἦχος δ"

Χεῖρας ἐκπετάσας

Ῥωμαλέον φρόνημα σοφοί, ἐπιδεικνύμενοι, θηρῶν ὁρμήματα, οὐκ ἐπτοήθητε βράσματα, τῶν λεβήτων οὐκ ἐπτήξατε, οὐ τῶν μελῶν τὰς ἐκτομάς, οὐ βασάνων ποινάς, ἐκβοῶντες· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον. Ἰᾶσθε τὰ πάθη τῶν πιστῶν, ἐξεικονίσαντες, πάθος μακάριον, ὑμῶν τοῖς πάθεσιν Ἅγιοι, καὶ καθαίρετε νοσήματα, καὶ φυγαδεύετε δεινὰ βοῶντες πνεύματα· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον. Δυὰς ἀθλητῶν περικαλλής, Τριάδα ἄκτιστον, καθωμολόγησε, καὶ μυριόλεκτον ὤλεσε, πολεμίων ὄντως φάλαγγα, καὶ μυριάσι νοηταῖς συνήφθη μέλπουσα· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Θεοτοκίον

Ἁγία Παρθένε ἡ Θεόν, τὸν ὑπεράγιον, ἀποκυήσασα, τὸν στεφανώσαντα χάριτι, τοὺς Ἁγίους τούτους μάρτυρας, σῷ σὸν ἁγίασον ἡμᾶς, προθύμως μέλποντας· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Κανών γ», ᾨδὴ η», τοῦ Ὁσίου

Ἦχος πλ. δ"

Νικηταὶ τυράννου

Ὁλικῶς ποθήσας, τὸν ὑπερποθήσαντα γένος ἀνθρώπων, τὸν σταυρόν σου ἦρας, καὶ αὐτῷ μακάριε συνεσταυρώθης· Εὐλογεῖτε κράζων, τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. Ξενωθεὶς ἁπάσης, ἡδονῆς μακάριε θανατηφόρου, σεαυτὸν εἰργάσω, ὅλον ἀκηλίδωτον ἔσοπτρον θεῖον· Εὐλογεῖτε μέλπων, τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. Ἀπηνοῦς τυράννου, δυσσεβοῦς ὠμότητα οὐ κατεπλάγης, ἀλλ» ὡς πύργος ἔστης, ἀκλινὴς ἀκλόνητος ὀρθοδοξίας· Εὐλογεῖτε μέλπων, τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. Ζωηφόρον αἴγλην, ἐκ μιᾶς Θεότητος τρισυποστάτου, δεδεγμένος ὤφθης, τοῖς ἐν σκότει ἥλιος καὶ πλανωμένοις· Εὐλογεῖτε μέλπων, τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον

Τοῦ Ἀδὰμ Παρθένε, τοῦ παραπεσόντος μὲν ὤφθης θυγάτηρ, τοῦ Θεοῦ δὲ μήτηρ, τοῦ ἀνακαινίσαντός μου τὴν οὐσίαν, ὃν ὑμνοῦμεν πάντα τὰ ἔργα ὡς Κύριον, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

Ὁ Εἱρμὸς

«Νικηταὶ τυράννου, καὶ φλογὸς τῇ χάριτί σου γεγονότες, οἱ τῶν ἐντολῶν σου, σφόδρα ἀντεχόμενοι Παῖδες ἐβόων· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας».

Κανών β», ᾨδὴ θ», τῆς Ἑορτῆς

Ἦχος πλ. δ"

Ὁ Εἱρμὸς

«Ἔφριξε πᾶσα ἀκοή, τὴν ἀπόρρητον Θεοῦ συγκατάβασιν, ὅπως ὁ Ὕψιστος, ἑκὼν κατῆλθε μέχρι καὶ σώματος, Παρθενικῆς ἀπὸ γαστρός, γενόμενος ἄνθρωπος· διὸ τήν Ἄχραντον, Θεοτόκον οἱ πιστοὶ μεγαλύνομεν». Ἵνα σου δείξῃς ἐμφανῶς, τὴν ἀπόρρητον δευτέραν κατάβασιν, ὅπως ὁ Ὑψιστος Θεός, ὀφθήσῃ ἑστὼς ἐν μέσῳ θεῶν, τοῖς Ἀποστόλοις ἐν Θαβώρ, Μωσεῖ σὺν Ἠλίᾳ τε, ἀρρήτως ἔλαμψας· διὸ πάντες σε Χριστὲ μεγαλύνομεν. Δεῦτέ μοι πείθεσθε λαοί, ἀναβάντες εἰς τὸ ὄρος τὸ Ἅγιον, τὸ ἐπουράνιον ἀΰλως στῶμεν ἐν πόλει ζῶντος Θεοῦ, καὶ ἐποπτεύσωμεν νοῒ Θεότητα ἄϋλον, Πατρὸς καὶ Πνεύματος, ἐν Υἱῷ μονογενεῖ ἀπαστράπτουσαν. Ἔθελξας πόθῳ με Χριστέ, καὶ ἠλλοίωσας τῷ θείῳ σου ἔρωτι, ἀλλὰ κατάφλεξον, πυρὶ ἀΰλω τὰς ἁμαρτίας μου, καὶ εμπλησθῆναι τῆς ἐν σοὶ τρυφῆς καταξίωσον, ἵνα τὰς δύο σκιρτῶν, μεγαλύνω ἀγαθὲ παρουσίας σου.

Κανών β», ᾨδὴ θ», τῶν Μαρτύρων

Ἦχος δ"

Λίθος ἀχειρότμητος

Ἰδοὺ ἡ φαιδρὰ καὶ φωσφόρος, καὶ πλήρης χάριτος ἡμέρα, ἔλαμψε Φωτίου τοῦ θείου, καὶ Ἀνικήτου πάντας φωτίζουσα, τοὺς ἐν αὐτῇ γεραίροντας, τὰ φωταυγῆ τούτων παθήματα. Ὤφθητε ὡς ἄνθρακες πᾶσαν, ὕλην κακίας ἐμπιπρῶντες, ὤφθητε ὡς τίμιοι ἄρνες, ἐθελουσίως κατασφαττόμενοι, καὶ τῷ Ἀμνῷ τῷ αἴροντι, τὰς ἁμαρτίας προσαγόμενοι. Στίγματα ὑμῶν Ἀθλοφόροι, καὶ τὰ παθήματα καὶ πόνους, καὶ τὴν ὑπὲρ νοῦν καρτερίαν, καὶ τοὺς ἀγῶνας, καὶ τὴν τελείωσιν, πανευκλεῶς δοξάζοντες, σήμερον πάντες εὐφραινόμεθα. Ἤνθησαν κοιλάσιν ὁσίως, μαρτυρικαῖς καθάπερ ῥόδα, οἱ περικαλλεῖς, Ἀθλοφόροι, καὶ τὰς καρδίας εὐωδιάζουσι τῶν εὐσεβῶν ἐν πνεύματι, δυσώδη πλάνην ἐκμειώσαντες.

Θεοτοκίον

Φώτισον ἡμᾶς ἡ τεκοῦσα, φῶς τὸ ἀπρόσιτον Παρθένε, ἔμπλησον ἡμᾶς εὐφροσύνης, καὶ θυμηδίας καὶ θείας γνώσεως, τοὺς καθαρᾷ καρδίᾳ σε, εὐσεβοφρόνως μακαρίζοντας.

Κανών γ», ᾨδὴ θ», τοῦ Ὁσίου

Ἦχος πλ. δ"

Τὸν προδηλωθέντα

Ἔτι σου ὡς Ἄβελ, τὸ αἷμα καὶ εἰς αἰῶνας, τὰ θεόπνευστα δόγματα, φωνῇ διαπρυσίῳ, ἡ Χριστοῦ Ἐκκλησία κηρύττει, Μάξιμε παμμάκαρ καὶ παμμέγιστε. Τέτμηται ἡ χείρ σου, γράφει δὲ θείῳ δακτύλῳ, ὡς καλάμῳ καὶ μέλανι, τετμημένῃ τῇ γλώσσῃ, τῷ σῷ αἵματι τῷ ὁσίῳ Παμμάκαρ, πίστιν ἐν καρδίαις τὴν ὀρθόδοξον. ᾌδεται ἐν κόσμῳ, ἡ ἔνθεος παρρησία, καὶ τὸ πῦρ τὸ ἐγκάρδιον, τῆς ἐνθέου ἀγάπης, δι» ἣν Ὅσιε τὴν τοῦ αἵματος χύσιν, Μάξιμε ὑπέστης προθυμότατα. Ἵστασο πρὸ βήματος, θείου μετὰ μαρτύρων, οἷς τοῦ ξύλου τῆς πίστεως, ἐκοινώνησας Πάτερ, καὶ ἡμᾶς οἰκειῶν τῷ Δεσπότῃ, καὶ σοῦ μιμητὰς ἀπεργαζόμενος.

Θεοτοκίον

Σὺ εἶ Θεοτόκε, τὰ ὅπλα ἡμῶν καὶ τεῖχος, σὺ εἶ ἡ ἀντίληψις, τῶν εἰς σὲ προστρεχόντων, σὲ καὶ νῦν εἰς πρεσβείαν κινοῦμεν, ἵνα λυτρωθῶμεν τῶν ἐχθρῶν ἡμῶν.

Ὁ Εἱρμὸς

«Τὸν προδηλωθέντα, ἐν ὄρει τῷ νομοθέτῃ, ἐν πυρὶ καὶ βάτῳ, τόκον τὸν τῆς Ἀειπαρθένου, εἰς ἡμῶν τῶν πιστῶν σωτηρίαν, ὕμνοις ἀσιγήτοις μεγαλύνομεν».

Ἐξαποστειλάριον τοῦ Ὁσίου

Ἦχος β«

Γυναῖκες ἀκουτίσθητε

Τὰ βάθη τῶν κριμάτων σου, ἠρεύνηται τῷ Πνεύματι, τὰ δὲ τοῦ Πνεύματος Σῶτερ, ἐν πνεύματι καὶ δυνάμει, Μάξιμος ἐξηρεύνησεν, ὡς ἔνδικος φιλόσοφος, θελήσεις ἐνεργείας τε, ἀνακηρύττων σου δύο· διὸ λαμπρῶς νῦν τιμᾶται.

Ἐξαποστειλάριον τῶν Μαρτύρων

Ἦχος γ»

Φῶς ἀναλλοίωτον Λόγε

Φῶς ἡ Φωτίου τοῖς ὄχλοις, ἐγένετο μαρτυρία, τοῦ Ἀνικήτου νικῶντος, ἐν ταῖς βασάνοις τὴν πλάνην, Χριστοῦ τὰς δύο γεννήσεις, θεολογούντων, οὓς εὐφημήσωμεν ἅμα.

Ἐξαποστειλάριον

Ἦχος γ"

αὐτόμελον

Φῶς ἀναλλοίωτον Λόγε, φωτὸς Πατρὸς ἀγεννήτου, ἐν τῷ φανέντι φωτί σου, σήμερον ἐν Θαβωρίῳ, φῶς εἴδομεν τόν, Πατέρα, φῶς καὶ τὸ Πνεῦμα, φωταγωγοῦν πᾶσαν Κτίσιν.

Εἰς τὸν Στίχον τῶν Αἴνων, Στιχηρὰ Προσόμοια. Ἦχος β» Οἶκος τοῦ ἘφραθᾶΠαρῆλθεν ἡ σκιά, ἐλήλυθεν ἡ χάρις, ἐν τῷ Θαβὼρ τῷ ὄρει, Μωσῆς ἐβόα Σῶτερ, ἰδών σου τὴν Θεότητα.

Στίχ.

Σοὶ εἰσιν οἱ οὐρανοί, καὶ σὴ ἐστιν ἡ γῆ.

Ἠλίας καὶ Μωσῆς, ἐν τῷ Θαβὼρ τῷ ὄρει, τὴν ἔξοδον ἐλάλουν, ἣν ἔμελλες πληρώσειν, ὑπὲρ ἡμῶν Φιλάνθρωπε.

Στίχ.

Θαβὼρ καὶ Ἑρμὼν ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται.

Τῆς θείας σου μορφῆς, οἱ τρεῖς τῶν Μαθητῶν σου, ὁρᾶν μὴ δυνηθέντες, τὴν ἀστραπὴν ἐν φόβῳ, Σωτὴρ εἰς γῆν κατέπιπτον.

Θεοτοκίον

Ἦχος β"

Οἶκος τοῦ Ἐφραθᾶ

Ὕψωσον εὐσεβῶν, βασιλέων τὸ κέρας, Παμβασιλεῦ οἰκτίρμον, καὶ νίκας δίδου Σῶτερ, πρεσβείαις τῆς τεκούσης σε.

Εἰς τὴν Λειτουργίαν.

Ἀντίφωνον Α» Στίχος α». Μέγας Κύριος καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν. Στίχος β». Ἑτοιμάζων ὄρη ἐν τῇ ἰσχὺϊ αὐτοῦ. Στίχος γ». Ὁ ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον. Στίχος δ». Τὰ ὄρη ἀγαλλιάσονται ἀπὸ προσώπου Κυρίου. Ἀντίφωνον Β» Στίχος α». Οἱ θεμέλιοι αὐτοῦ ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις.Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν τῷ ὄρει τῷ Θαβὼρ μεταμορφωθείς, ψάλλοντάς σοι Ἀλληλούϊα.Στίχος β». Ἀγαπᾷ Κύριος τὰς πύλας Σιών, ὑπὲρ πάντα τὰ σκηνώματα, Ἰακώβ. Στίχος γ». Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ. Στίχος δ». Μήτηρ Σιών, ἐρεῖ ἄνθρωπος. καὶ ἄνθρωπος ἐγεννήθη ἐν αὐτῇ. Ἀντίφωνον Γ» Στίχος α». Τὰ ἔλέη σου, Κύριε, εἰς τὸν αἰῶνα ᾄσομαι. Ἦχος βαρὺςΜετεμορφώθης ἐν τῷ ὄρει Χριστὲ ὁ Θεός, δείξας τοῖς Μαθηταῖς σου τὴν δόξαν σου, καθὼς ἠδύναντο. Λάμψον καὶ ἡμῖν τοῖς ἁμαρτωλοῖς, τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι. Στίχος β». Ἐξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου, Κύριε. Στίχος γ». Μακάριος ὁ λαὸς ὁ γινώσκων ἀλαλαγμόν. Στίχος δ». Κύριε ἐν τῷ φωτὶ τοῦ προσώπου σου πορεύσονται, καὶ ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται ὅλην τὴν ἡμέραν. ΕἰσοδικὸνΘαβὼρ καὶ Ἑρμὼν ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν τῷ ὄρει τῷ Θαβὼρ μεταμορφωθείς, ψάλλοντάς σοι Ἀλληλούϊα.

Εἰς τό, Ἐξαιρέτως. Ἦχος πλ. δ». Παῖδες Ἑβραίων ἐν καμίνῳ

Νῦν τὰ ἀνήκουστα ἠκούσθη· ὁ ἀπάτωρ γὰρ Υἱὸς ἐκ τῆς Παρθένου, τῇ πατρῴᾳ φωνῇ, ἐνδόξως μαρτυρεῖται, οἷα Θεὸς καὶ ἄνθρωπος, ὁ αὐτὸς εἰς τοὺς αἰῶνας.

Κοινωνικὸν

Ἐν τῷ φωτὶ τῆς δόξης τοῦ προσώπου σου, Κύριε, πορευσόμεθα εἰς τὸν αἰῶνα. Ἀλληλούϊα.


Источник: Μηναίον τοῦ Αὐγούστου. ΕΝ ΒΕΝΕΤΙΑ ΕΚ ΤΗΕ ΕΚΚΑΗΣΙΑΣΤΙΚΗΣ ΤΥΠΟΓΡ ΤΟΥ ΦΟΙΝΙΚΟΣ 1863. – 456 σελίδες.

Комментарии для сайта Cackle