Τῌ Λ´ ΤΟΥ ΜΗΝΟΣ ΑΠΡΙΛΙΟΥ

Μνήμη τοῦ Ἁγίου Ἀποστόλου, Ἰακώβου, ἀδελφοῦ Ἰωάννου τοῦ Θεολόγου.

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εἰς τό, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς γ´ καὶ τοῦ Ἁγίου γ´.

Ἦχος πλ. δ´. Ὦ τοῦ παραδόξου θαύματος.

Μάκαρ θεόπτα Ἰάκωβε, σὺ τὴν τοῦ Λόγου φωνήν, παραυτίκα δεξάμενος, πατρικῆς ἠλόγησας, θεραπείας καὶ σχέσεως· καταλιπὼν γάρ, βίου τὸν τάραχον, εἰς νοητὴν δέ, μεταβὰς θάλασσαν, ταύτην ἐτάραξας, εὐσεβείας δόγμασι, καὶ ταῖς βρονταῖς, ταῖς ὑπερκοσμίοις σου, θεομακάριστε.

Λόγον παμμάκαρ Ἰάκωβε, τὸν ἀρχηγὸν τῆς ζωῆς, καὶ αἰῶνος τοῦ μέλλοντος, θεραπεύων πράξεσιν, Ἰσραὴλ τὸν παμβέβηλον, πρωτοτοκίων ὄντως ἐστέρησας, ὡς τὴν κοιλίαν Θεὸν ἡγούμενον, ὃν καὶ ἐπτέρνισας, καὶ γυμνὸν ἀπέδειξας, τῆς πατρικῆς, σκέπης εὐλογίας τε, καὶ κλήρου ἄμοιρον.

Ἄρχων κατεστάθης Ἔνδοξε, νῦν ἐπὶ πᾶσαν τὴν γῆν, περί σου ὥσπερ γέγραπται, μαθητὴς γενόμενος, τοῦ τὰ πάντα ποιήσαντος· καὶ διὰ ζῆλον, σοῦ τὸν θερμότατον, ὑπὸ ἀνόμων, μαχαίρᾳ πάνσοφε, φόνον ὑπέμεινας, τῆς σεπτῆς τῶν δώδεκα, συμμαθητῶν, μάκαρ ὁμηγύρεως, προαναιρούμενος.

Δόξα... Ἦχος πλ. δ´.

Πρῶτος Πανεύφημε τῆς θεολέκτου δωδεκάδος, θάνατον ἐν μαχαίρᾳ ὑπὸ Ἡρῴδου, διὰ τὸν Διδάσκαλον ὑπέμεινας, πρῶτος τὸ ποτήριον αὐτοῦ ὡς ὑπέσχου ἔπιες, ὅθεν τῆς βασιλείας σε συγκληρονόμον προσήκατο ὁ φιλάνθρωπος, σὺν τῷ συγγόνῳ πρεσβεύοντας, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν... Τῆς Ἑορτῆς.

Εἰς τὸν Στίχον, Στιχηρὰ τῆς Ἑορτῆς.

Δόξα... Τοῦ Ἀποστόλου. Ἦχος α´.

Ἀπόστολε καὶ Μάρτυς, Ἰάκωβε, τοῦ καλοῦ ποιμένος τὸ θεόλεκτον πρόβατον, τῷ ὁμαίμονι ἐν ὑψίστοις συναγαλλόμενος, αἴτησαι τοῖς ἑορτάζουσι τὸ σεπτόν σου μνημόσυνον, ἄφεσιν ἁμαρτιῶν, καὶ τὸ μέγα ἔλεος.

Καὶ νῦν... Τῆς Ἑορτῆς.

Ἀπολυτίκιον. Ἦχος γ´.

Ἀπόστολε Ἅγιε Ἰάκωβε, πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.

Καὶ τῆς Ἑορτῆς.

Καὶ Ἀπόλυσις.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Οἱ Κανόνες τῆς Ἑορτῆς, καὶ τοῦ Ἀποστόλου, οὗ ἡ Ἀκροστιχίς·

Τὸν Βροντῆς, Ἰάκωβον ἔμφρονα παῖδα γεραίρω.

Ποίημα Θεοφάνους.

ᾨδὴ α´. Ἦχος πλ. δ´. Ἀρματηλάτην Φαραώ.

Τῷ σῷ δικτύῳ ἁλιεὺς ὡς ἔμπειρος, τοῦ τῶν πταισμάτων βυθoῦ, ἀναγαγὼν μάκαρ, τὴν ψυχήν μου φώτισον, ταῖς φωτοβόλοις λάμψεσι, καὶ ὑμνεῖν σου ἀξίως, ὦ θεοφάντορ Ἰάκωβε, μνήμην τὴν ἁγίαν εὐόδωσον.

Ὁ πρὸ αἰώνων τῷ Πατρί συνάναρχος, ὑπερτελής τε Θεός, σωματωθεὶς ὤφθη, ἐπὶ γῆς ὡς ἄνθρωπος, καὶ συνεργὸν τῆς χάριτος, ἀναδείκνυσι Μάκαρ, καὶ ὑπηρέτην σε πάνσοφον, ρώμῃ τῇ αὐτοῦ δυναμούμενον.

Νενοηκώς σου τὴν ψυχῆς εὐγένειαν, σὲ ὁ προγνώστης Θεός, καὶ τὸ στερρὸν Μύστα, καὶ ἀκαταμάχητον, τῆς διανοίας ἔνδοξε, τοῖς αὐτοῦ ὑπηρέταις, προκεκριμένως ἐνέταξεν, ἔθνεσιν αὐτὸν καταγγελλόντα.

Βουλῆς μεγάλης του Πατρός, ὁ Ἄγγελος, ἐξ ἀπειράνδρου Μητρός, ἐπιφανεὶς κόσμῳ, σάρκα προσελάβετο· ὃς ἀρεταῖς κοσμούμενον, μαθητὴν σε δεικνύει, καὶ θεηγόρον Ἰάκωβε, λόγους τοὺς αὐτοῦ ρητορεύοντα.

Θεοτοκίον.

Δεδοξασμένα περί σοῦ λελάληνται, ἐν γενεαῖς γενεῶν, ἡ τὸν Θεὸν Λόγον, ἐν γαστρί χωρήσασα, ἁγνὴ δὲ διαμείνασα, Θεοτόκε Μαρία, διό σε πάντες γεραίρομεν, τὴν μετὰ Θεὸν προστασίαν ἡμῶν.

ᾨδὴ γ´. Ὁ στερεώσας κατ᾿ ἀρχάς.

Ἡ ἐκ τοῦ ὕψους σε πνοή, βιαῖα τοῦ Παρακλήτου, ἐκπυρώσασα σοφὸν θεηγόρον, ρητορεύοντα σαφῶς, τὰ μεγαλεία δείκνυσι, τοῦ σαρκωθέντος Λόγου, οὗ καὶ αὐτόπτης γεγένησαι.

Σὲ ὥσπερ βέλος ἐκλεκτόν, ὁ Λόγος ἠκονημένον, ἐν καρδίαις τῶν ἐχθρῶν ἐμπηγνύει, διαρρήσσοντα ψυχάς, τῶν ἐναντίων πάνσοφε, καὶ προνομεύοντά σε, τούτων τὰ σκῦλα, Ἰάκωβε.

Ἱερωμένος σου Σοφέ, ὁ τόκος καὶ φωτοφόρος, τοῦ Θεοῦ τῇ συγγενείᾳ παμμάκαρ, φαιδρυνόμενος τρανῶς, ἐν συναφείᾳ δείκνυται, ἐξ ἁπαλῶν γὰρ ὤφθης, τῷ Λόγῳ συνδιαιτώμενος.

Ἀκηλιδώτου σου ψυχῆς, τὸ ἱλαρὸν τῷ Δεσπότῃ, ὁραθὲν καὶ πρὸ τῆς κλήσεως μάκαρ, ἀξιόληπτος αὐτῷ, ἐφάνης ὦ Ἰάκωβε, καὶ τῆς οἰκονομίας, μύστης τῆς τούτου γεγένησαι.

Θεοτοκίον.

Τῶν Χερουβὶμ καὶ Σεραφίμ, ἐδείχθης ὑψηλοτέρα, Θεοτόκε, σὺ γὰρ μόνη ἐδέξω, τὸν ἀχώρητον Θεόν, ἐν σῇ γαστρὶ ἀμόλυντε, διὸ πιστοί σε πάντες, ὕμνοις ἀεὶ μακαρίζομεν.

Ὁ Εἱρμός.

«Ὁ στερεώσας κὰτ ἀρχάς, τοὺς οὐρανοὺς ἐν συνέσει, καὶ τὴν γῆν ἐπὶ ὑδάτων ἑδράσας, ἐν τῇ πέτρᾳ με Χριστέ, τῶν ἐντολῶν σου στήριξον, ὅτι οὐκ ἔστι πλήν σου, Ἅγιος μόνε φιλάνθρωπε».

Κάθισμα. Ἦχος α´.

Τὸν τάφον σου Σωτήρ.

Χριστῷ μαθητευθείς, καὶ πιῶν τὸ ἐκείνου, ποτήριον σοφέ, ὥσπερ ἔφη σοι μάκαρ, μαχαίρᾳ Ἰάκωβε, ἀπεκτάνθης Ἀπόστολε, ὅθεν ἅπασα, ἡ Ἐκκλησία χορεύει, ἑορτάζουσα, τὴν παναγίαν σου μνήμην, ἐν ἧ εὐφημοῦμέν σε.

Καὶ τῆς Ἑορτῆς.

ᾨδὴ δ´. Σύ μου ἰσχύς, Κύριε.

Κήρυξ Χριστοῦ, γέγονας θεῖος Ἰάκωβε, σὺ κληθεὶς γάρ, θᾶττον ἠκολούθησας, τὴν πατρικήν, σχέσιν παριδών, καὶ τῶν ἐπιγείων, τὰ μένοντα ἀμειψάμενος, διὸ καὶ τῆς ἀφράστου, οὐρανῶν κληρουχίας, κατηξίωσαι μάκαρ ἀοίδιμε.

Ὦ τοῦ θερμοῦ, πόθου σου πρὸς τὸν Δεσπότην Χριστόν! σὺ γὰρ τοῦτον, σφόδρα ἐπεπόθησας, τῷ φωτισμῷ, τούτου λαμπρυνθείς, καὶ μορφωθείς τούτῳ, ἐφάνης πᾶσι φῶς δεύτερον, τοῦ πρώτου ταῖς ἀκτῖσι, λαμπρυνθεὶς καὶ τῇ δόξῃ, Πανσεβάσμιε μάκαρ Ἰάκωβε.

Βίον σεπτόν, ἔσχηκας καὶ ὑπερθαύμαστον, τῷ γὰρ πόθῳ πόθον ἀκατάσχετον, προσειληφώς, τὴν τῶν ὀρεκτῶν, τῆς ἀγαθαρχίας, ἐσχάτην μακαριότητα, κατέλαβες θεόφρον, Ἀσωμάτοις συμψάλλων, τῇ δυνάμει σου δόξα Φιλάνθρωπε.

Ὅλον σαυτόν, νεύμασιν ἐμπαρεχόμενος, τοῦ Δεσπότου, Μύστα θεοδίδακτε, τῶν ἀρετῶν, ἤρθης ἐμφανῶς, πρὸς ὑψηλοτάτην, καὶ θείαν ὄντως ἀκρώρειαν· κακεῖθεν ἰαμάτων, Ποταμοὺς ἀναβλύζεις, τοῖς τὴν μνήμην σου μάκαρ δοξάζουσιν.

Θεοτοκίον.

Σὺ τῶν πιστῶν, καύχημα πέλεις Ἀνύμφευτε· σὺ προστάτις, σὺ καὶ καταφύγιον, Χριστιανῶν, τεῖχος καὶ λιμήν, πρὸς γὰρ τὸν Υἱόν σου, ἐντεύξεις φέρεις Πανάμωμε, καὶ σώζεις ἐκ κινδύνων, τοὺς ἐν πίστει καὶ πόθῳ, Θεοτόκον ἁγνὴν σε γινώσκοντας.

ᾨδὴ ε´. Ἵνα τί με ἀπώσω.

Νέος ὥσπερ Ἠλίας, ζήλῳ πυρακτούμενος, τοὺς ἀπειθήσαντας, τῷ κηρύγματί σου, καταφλέξαι ἠθέλησας Ἔνδοξε, ἀλλ᾿ ἐκώλυσέ σε, ὁ θελητὴς τῆς εὐσπλαγχνίας, ἐκδιδάσκων τὸ πρᾶον της χάριτος.

Ἐπιβὰς ἀκροτάτης, ἀρετῆς πτερούμενος, δι᾿ ἀγαπήσεως, τῶν ἐγκρίτων θρόνων, τοῦ Δεσπότου ἐπόθησας Ἔνδοξε, τὰ πρωτεῖα φέρειν, οὐχ ὡς ἐρῶν δόξης ματαίως, ἀλλὰ βλέπειν ἀμέσως ὃν ἔστερξας.

Ὑπερέβη τοὺς ὅρους, Σῶτερ ὁ Ἰάκωβος, τῆς ἀνθρωπότητος· τὴν γὰρ δύναμίν σου, ὡς ἱμάτιον περιζωσάμενος, ἰαμάτων βρύει, τοὺς ποταμοὺς καὶ τῶν θαυμάτων, καὶ φωτίζει τῇ πίστει τὰ πέρατα.

Φωτεινή σε νεφέλη, Λόγον ἀπαστράπτοντα, δόξῃ θεώμενον, ἐν Θαβὼρ τῷ ὄρει, ἐπεσκίασε μάκαρ Ἰάκωβε, καὶ φωνῆς ἀκοῦσαι, τῆς πατρικῆς κατηξιώθης, βεβαιούσης αὐτοῦ τὴν υἱότητα.

Θεοτοκίον.

Μητρικὴν παρρησίαν, τὴν πρὸς τὸν Υἱόν σου κεκτημένη Πάναγνε, συγγενοῦς προνοίας, τῆς ἡμῶν μὴ παρίδῃς δεόμεθα, ὅτι σὲ καὶ μόνην, Χριστιανοὶ πρὸς τὸν Δεσπότην ἱλασμὸν εὐμενῆ προβαλλόμεθα.

ᾨδὴ Ϛ´. Ἄβυσσος ἁμαρτιῶν.

Ρεύματα ὡς ἐκ πηγῆς, ἰαμάτων ἀενάως παρέχων, καὶ φωτισμὸν δογμάτων, εὐσεβῶν βλύζων ἔνδοξε, τὰς ψυχὰς τῶν εὐσεβεῖ, πόθῳ Ἰάκωβε, προσιόντων, καταλαμπρύνεις παμμακάριστε.

Ὄργανον χωρητικόν, ὁ Δεσπότης εὐρηκώς σε παμμάκαρ, τῆς ἑαυτοῦ πλουσίας, καὶ σεπτῆς διαδόσεως, ἐμφορεῖ τῶν δωρεῶν, τῶν ὑπὲρ ἔννοιαν, μυστηρίων, lερουργὲ τῆς ἀϊδίου ζωῆς.

Δόξαν τὴν ἐπὶ τῆς γῆς, ἐκζητήσας τῷ Χριστῷ παρασχεῖν σοι, ὡς Βασιλεῖ γηίνῳ, βασιλείας ἐπέτυχες, οὐ τῆς κάτω καὶ φθαρτῆς, μάκαρ Ἰάκωβε, ἀλλ᾿ ἀφθάρτου, ἣν δι᾿ ἀθλήσεως ἀπέλαβες.

Νέκρωσιν ὑπὲρ ἡμῶν, ὁ Δεσπότης ὑπελθεὶν εὐδοκήσας, τὴν τοῖς νεκροὶς αἰτίαν, ἀληθοῦς ἀναστάσεως, ὡς αὐτοῦ Μυσταγωγόν, μάκαρ σὲ εἴλετο, συνεργάτην, ἐν τῇ νυκτὶ ἢ παρεδίδοτο.

Θεοτοκίον.

Ἄβυσσον τῶν οἰκτιρμῶν, ἡ τεκοῦσα Θεοτόκε Παρθένε, τῶν λυπηρῶν τοῦ βίου, τὴν ψυχήν μου διάσωσον, καὶ χαρᾶς πνευματικῆς, θύραν μοι ἄνοιξον· σοὶ γὰρ Κόρη, τὰ τῆς ἐλπίδος ἀνατίθημι.

Ὁ Εἱρμός.

«Ἄβυσσος ἁμαρτιῶν, καὶ πταισμάτων καταιγίς με ταράττει, καὶ πρὸς βυθὸν βιαίως, συνωθεῖ ἀπογνώσεως· ἀλλὰ σὺ τὴν κραταιάν, χεῖρά μοι ἔκτεινον, ὡς τῷ Πέτρῳ, ὦ κυβερνῆτα καὶ διάσωσον».

Κοντάκιον. Ἦχος β´.

Τὰ ἄνω ζητῶν.

Φωνῆς θεϊκῆς, ἀκούσας προσκαλούσης σε, ἀγάπην πατρός, παρεῖδες καὶ προσέδραμες, τῷ Χριστῷ Ἰάκωβε, μετὰ καὶ τοῦ συγγόνου σου ἔνδοξε, μεθ᾿ οὗ καὶ ἠξιώθης ἰδεῖν, Κυρίου τὴν θείαν Μεταμόρφωσιν.

Ὁ Οἶκος.

Ὡς ἁλιεὺς λογικῶν ἰχθύων, τῷ δικτύῳ Τρισμάκαρ τῶν σεπτῶν εὐχῶν βυθοῦ πταισμάτων ἀνάγαγε τὴν ταπεινήν μου ψυχήν, τὴν πάλαι ὑφ᾿ ἡδονῶν θηρευθεῖσαν τῶν τοῦ βίου· ἵνα ἀκλινῶς διελθὼν τὸν ὑπόλοιπον χρόνον μου, ὑμνήσω τὸ ὄνομά σου, καὶ δοξάσω τὸν βίον τὸν ἄμεμπτον, ὃν ἐκτελέσας ἐπὶ τῆς γῆς, ἠξιώθης ἐπ᾿ ὄρους θεάσασθαι, Κυρίου τὴν θείαν Μεταμόρφωσιν.

Συναξάριον.

Τὴ Λ´ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου ἐνδόξου Ἀποστόλου Ἰακώβου, ἀδελφοῦ τοῦ Ἁγίου Ἰωάννου τοῦ Θεολόγου.

Στίχοι.

Ὡς ἀμνὸς Ἰάκωβος ἀχθεὶς ἐσφάγη,

Τῆς εὐσεβείας μηρυκίζων τοὺς λόγους.

Κτεῖνε, μάχαιρα φόνου, Ἰάκωβον ἐνὶ τριακοστῇ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Κλήμεντος τοῦ Ποιητοῦ.

Στίχοι.

Τέρψας ὁ Κλήμης γηγενεῖς ὠδαῖς κάτω,

Ἀπῆλθε τέρψων, ὥσπερ οἶμαι, καὶ νόας.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Μαξίμου.

Στίχοι.

Μάξιμος εὑρῶν τὴν ξὶ συλλαβὴν μέσην,

Τὸ γαστρὸς ἡμῖν μηνύει μέσον ξίφος.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς εὑρέσεως τῶν λειψάνων τοῦ Ἁγίου Ἱερομάρτυρος Βασιλέως, Ἐπισκόπου Ἀμασείας.

Στίχοι.

Χρὴ μηδὲ νεκρὸν λανθάνειν Βασιλέα,

Βασιλέως θνήξαντα τοῦ ζῶντος χάριν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Δονάτου, Ἐπισκόπου Εὐροίας.

Στίχοι.

Τίς μὴ Δονάτον δοξάσει ἐν τοῖς λόγοις,

Ὃν πὲρ τὰ ἔργα πανταχοῦ ἐδόξασαν;

Ταῖς αὐτῶν ἁγίαις Πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ´. Θεοῦ συγκατάβασιν.

Ποτήριον ἔπιες καθὼς ὑπέσχου, τὸ τοῦ Δεσπότου Χριστοῦ, καὶ τὸ βάπτισμα τούτου, σὺ ἐβαπτίσω θεομακάριστε, ὧ νῦν προθύμως κραυγάζεις γηθόμενος· Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Ἀκτῖσι λαμπόμενος, τῆς θεοπτίας ὤφθης Ἰάκωβε, διὰ τοῦτο σε στέφει, τῆς βασιλείας Χριστὸς ὁ Κύριος, καταγλαΐζει Ἀγγέλοις συμψάλλοντα· Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Ἰδοὺ σοι πεπλήρωκε, τὰς ὑποσχέσεις ὁ μεγαλόδωρος, πρὸς αὐτὸν ἀνυψώσας, τῇ ἐκμιμήσει τῶν παθημάτων αὐτοῦ, ὧ παρεστὼς νῦν κραυγάζεις γηθόμενος· Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Τὸ φῶς τὸ ἀνέσπερον, Θαβὼρ ἐν ὄρει σὺ θεασάμενος, ἐπὶ γῆς καταπίπτεις, μὴ φέρων τοῦτο ὁρᾶν τοῖς ὄμμασι· τῆς πατρικῆς δὲ φωνῆς ὡς ἀκήκοας· Εὐλογητὸς ὁ Θεός, προσανεβόας τρανῶς.

Θεοτοκίον.

Δυάδα τῶν φύσεων, ἀλλ᾿ οὐ προσώπων Κόρη κηρύττομεν, τὸν ἐκ σοῦ σαρκωθέντα, ὃν κατὰ σάρκα ἐξεικονίζομεν, καὶ Προσκυνοῦμεν μορφῆς τὸ ὁμοίωμα, οἱ διὰ σοῦ τῷ Θεῷ καταλλαγέντες ἁγνή.

ᾨδὴ η´. Ἑπταπλασίως κάμινον.

Ἀβραμιαίαν πρόθεσιν, σὺ θεόπτα κτησάμενος, τῷ προσκαλουμένῳ, σε Χριστῷ ἑπόμενος, ἐγένου θεόσοφος, καὶ λειτουργὸς ὑπήρξας αὐτῷ, ὡς Δημιουργῷ, καὶ Λυτρωτὴ ἀνακράζων· Οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, αὐτὸν εἰς τοὺς αἰῶνας.

Γεγωνοτέρα δέδεικται, τῆς βροντῆς σου ἡ πρόοδος, τῆς τῶν νομικῶν, τυπωτικῆς ἠχήσεως, Χριστὸν γὰρ ἐβρόντησας, τῇ οἰκουμένῃ πάσῃ Θεόν, ὡς Δημιουργὸν καὶ Λυτρωτὴν ἀναμέλπων· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, αὐτὸν εἰς τοὺς αἰῶνας.

Ἐθαυμαστώθης ἔνδοξε, μαρτυρίας φαιδρότητι, καὶ θεοσεβείας ἀληθοῦς λαμπρότητι, καὶ ἄρχων Ἀπόστολε, κατασταθεὶς ἁπάσης τῆς γῆς, τὸν Δημιουργὸν καὶ Λυτρωτὴν ἀνεβόας· Οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τους αἰῶνας.

Πᾶσαν εἰς γῆν διέδραμεν, ὁ σὸς λόγος Ἰάκωβε, πλήξας ὡς βροντή, τὴν τῶν ἀπίστων ἔννοιαν· φωτίσας δὲ ἅπαντας, θείῳ φωτὶ τῆς πίστεως, ὥσπερ ἀστραπή, τοὺς εὐπειθῶς ἐκβοῶντας· Οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Θεοτοκίον.

Ρητορευόντων γλῶσσαί σε, ἀνυμνῆσαι οὐ σθένουσιν, ὦ Θεογεννῆτορ, Μαριὰμ Θεόνυμφε· Χριστὸν γὰρ ἐγέννησας, τὸν ἐπὶ πάντων Κόρη, Θεόν, τὸν Δημιουργὸν καὶ Λυτρωτήν, ὧ βοῶμεν· Οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, αὐτὸν εἰς τοὺς αἰῶνας.

Ὁ Εἱρμός.

«Ἑπταπλασίως κάμινον, τῶν Χαλδαίων ὁ τύραννος, τοῖς θεοσεβέσιν ἐμμανῶς ἐξέκαυσε, δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών. Τὸν Δημιουργὸν καὶ Λυτρωτήν, ἀνεβόα· Οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

ᾨδὴ θ´. Ἐξέστη ἐπὶ τούτῳ.

Ἁγίως σου τὸν δρόμον διηνεκῶς, ἐν Ἁγίων σκηνώμασιν ἔνδοξε, νῦν γεγηθώς, αἴγλην κατοπτεύεις τὴν τριφεγγῆ, ἣς ἀπολαύων πάνσοφε, πλήρεις εὐφροσύνης τοὺς ὑμνητάς, τοὺς σοὺς καὶ χαρμοσύνης, ἀνάδειξον παμμάκαρ ταῖς ἱκεσίαις σου Ἰάκωβε.

Ἱδεῖν σε οἱ κακοῦργοι καὶ φονευταί, ὡς τὸν σὸν πρὶν Δεσπότην μὴ φέροντες, τὰς γὰρ αὐτῶν, πράξεις ἐκφαυλίζων σῆς ἀγωγῆς, τῇ παραθέσει ἤλεγξας, κτείνουσι μαχαίρᾳ τὸν μιμητήν, Χριστοῦ τοῦ σταυρωθέντος, σαρκὶ ὑπὲρ ἀνθρώπων, ὦ θεορρῆμον παμμακάριστε.

Ρομφαίᾳ οὐρανίῳ τιμωρηθείς, ταῖς πληγαῖς ὁ Ἡρῴδης ἀπώλετο, ὅτι τοὺς σούς, Λόγε διακόνους καὶ μαθητάς, οὓς Ἀποστόλους ἔφησας, κτείνων οὐκ ἐνάρκησεν ὁ δεινός, διό σου τὴν δικαίαν, πρόνοιαν εὐεργέτα, καταπλαγέντες μεγαλύνομεν.

Τιμῶντές σου τὴν μνήμην χαρμονικῶς, εὐφημοῦμεν σε μάκαρ, Ἰάκωβε, μύστα Χριστοῦ· ἄδοντες δὲ ζῆλόν σου τὸν θερμόν, καὶ τὴν μακρὰν περίοδον, καὶ τοὺς σοὺς ἀγῶνας καὶ τὴν σφαγήν, βροντῆς υἱὸν καὶ φῶς σε, κριτὴν καὶ μυστολέκτην, πιστῶς σε πάντες ὀνομάζομεν.

Θεοτοκίον.

Ὠράθης ὦ Παρθένε Μήτηρ Θεοῦ, ὑπὲρ φύσιν τεκοῦσα ἐν σώματι, τὸν ἀγαθόν, Λόγον ἐκ καρδίας τῆς ἑαυτοῦ, ὃν ὁ Πατὴρ ἠρεύξατο, πάντων πρὸ αἰώνων ὡς ἀγαθός, ὃν νῦν καὶ τῶν σωμάτων, ἐπέκεινα νοοῦμεν, εἰ καὶ τὸ σῶμα περιβέβληται.

Ὁ Εἱρμός.

«Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός, καὶ τῆς γῆς κατεπλάγη τὰ πέρατα, ὅτι Θεός, ὤφθη τοῖς ἀνθρώποις σωματικῶς, καὶ ἡ γαστήρ σου γέγονεν, εὐρυχωροτέρα τῶν οὐρανῶν, διό σε Θεοτόκε, Ἀγγέλων καὶ ἀνθρώπων, ταξιαρχίαι μεγαλύνουσιν».

Ἐξαποστειλάριον. Ἦχος β´.

Τῶν Μαθητῶν ὁρώντων σε.

Τῷ σαρκωθέντι Λόγῳ δι᾿ εὐσπλαγχνίαν, μαθητευθεὶς Ἰάκωβε τῆς χορείας, ὤφθης Κορυφαίων συναρίθμιος· μεθ᾿ ὧν Χριστῷ δυσώπησον, ὑπὲρ ἡμῶν τῶν τιμώντων, τὴν παναγίαν σου μνήμην.

Καὶ τῆς Ἑορτῆς.

Εἰς τοὺς Αἴνους, Στιχηρὰ προσόμοια τοῦ Ἀποστόλου.

Ἦχος δ´. Ὡς γενναῖον ἐν Μάρτυσι.

Τῷ καλάμῳ τῆς χάριτος, ἐκ βυθοῦ ματαιότητος, τοὺς βροτοὺς ἀνείλκυσας, ἀξιάγαστε, τοῦ Διδασκάλου τοῖς νεύμασιν, ὑπείκων Ἰάκωβε, τοῦ φωτίσαντος τὴν σήν, κατὰ πάντα διάνοιαν, καὶ Ἀπόστολον, καὶ σεπτὸν θεηγόρον σε Παμμάκαρ, ἀναδείξαντος τῆς τούτου, ἀκαταλήπτου θεότητος. Ε(Δίς)

Ἡ τοῦ Πνεύματος ἔλλαμψις, ἐπὶ σὲ καταβέβηκε, τοῦ πυρὸς ἐν εἴδει, καὶ σὲ μακάριε, θεῖον δοχεῖον εἰργάσατο, συντόνως ἐλαύνοντα, ἀθεΐας τὴν ἀχλύν, καὶ τὸν κόσμον φωτίζοντα, τῇ λαμπρότητι, τῶν πανσόφων σου λόγων, μυστολέκτα, Ἀποστόλων ἡ ἀκρότης, Χριστοῦ αὐτόπτα Ἰάκωβε.

Ἀστραπαῖς τοῦ κηρύγματος, τοὺς ἐν σκότει καθεύδοντας, ἀγνωσίας ἔνδοξε, ὦ Ἰάκωβε, καταφωτίσας ἀνέδειξας, υἱοὺς διὰ πίστεως, τοῦ Δεσπότου καὶ Θεοῦ, οὗ τὸ πάθος ἐζήλωσας, καὶ τὸν θάνατον, καὶ τῆς δόξης ἐγένου κληρονόμος, ὡς σοφός, ὡς θεηγόρος, ὡς μαθητὴς ἀληθέστατος.

Δόξα... Ἦχος πλ. δ´.

Δεῦτε τῆς οὐρανίου μυσταγωγίας τὸν κήρυκα, καὶ ὑποφήτην τοῦ Εὐαγγελίου, ψαλμικαῖς ὑμνῳδίαις, Ἰάκωβον εὐφημήσωμεν· οὗτος γὰρ ποταμὸς ἀνεδείχθη τοῦ νοητοῦ Παραδείσου, τὰς ψυχικὰς ἀρούρας, τοῖς οὐρανίοις ὄμβροις ἐπάρδων, καὶ καρποφόρους δεικνύων Χριστῷ τῷ Θεῷ, τῷ παρέχοντι πᾶσι ταῖς πρεσβείαις αὐτοῦ, ἱλασμὸν καὶ φωτισμὸν καὶ μέγα ἔλεος.

Καὶ νῦν... Τῆς Ἑορτῆς.

Δοξολογία Μεγάλη.

Εἰς τὴν Λειτουργίαν, Τυπικά, καὶ οἱ Μακαρισμοί.

Κοινωνικόν.

Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ρήματα αὐτῶν. Ἀλληλούϊα.

Комментарии для сайта Cackle