Τῌ ΚΒ´ ΤΟΥ ΜΗΝΟΣ ΑΠΡΙΛΙΟΥ

Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θεοδώρου τοῦ Συκεώτου.

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εἰς τό, κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια.

Ἦχος α´. Τῶν οὐρανίων ταγμάτων.

Ἱερομύστης τοῦ Λόγου Πάτερ γενόμενος, καὶ ἀρεταῖς ἐκλάμψας, τῇ τοῦ Πνεύματος αἴγλῃ, Θεόδωρε τρισμάκαρ, παρέχεις ἡμῖν, ἰαμάτων χαρίσματα, τοῖς ἐν τῇ μνήμῃ σου ταύτῃ τῇ Ἱερᾶ, προσιοῦσι καὶ τιμῶσί σε.

Ταῖς οὐρανίαις ἀκτῖσι περιλαμπόμενος, τῇ τοῦ Χριστοῦ δυνάμει, τὰς ἰάσεις παρέχεις, τοῖς πίστει σε αἰτοῦσι, καὶ εὐσεβῶς, ἐκτελοῦσι τὴν μνήμην σου, θεομακάριστε Πάτερ θαυματουργέ, ἀξιάγαστε Θεόδωρε.

Τοῦ ἀμπελῶνος ἐργάτης, διὰ τῆς πράξεως, τῶν ἐντολῶν ἐδείχθης, τοῦ Χριστοῦ θεοφόρε, διὸ τῆς βασιλείας, τῆς ἄνω λαβών, μυστικῶς τὸ δηνάριον, ἀδιαλείπτως πρεσβεύεις ὑπὲρ ἡμῶν, τῶν τιμώντων σε Θεόδωρε.

Δόξα... Καὶ νῦν... Θεοτοκίον.

Θεομακάριστε Κόρη Θεοχαρίτωτε, ἡ τῶν ἁμαρτανόντων, κραταιὰ προστασία, τῶν καταπονουμένων ἡ κραταιά, καὶ βέβαια ἀντίληψις, Θεοκυῆτορ Παρθένε, πάντων πιστῶν, καταφύγιον πανύμνητε.

Ἢ Σταυροθεοτοκίον.

Ἐν τῷ Σταυρῷ σε ὁρῶσα, Χριστὲ κρεμάμενον, ἡ ἄμωμος Παρθένος, ἡ ἀσπόρως τεκοῦσα, ἐβόα θρηνωδοῦσα· Υἱὲ καὶ Θεέ, τίς ἡ θεία καὶ ἄφατος, οἰκονομία σου Λόγε, δι᾿ ἧς βροτοὺς, τῆς κατάρας ἠλευθέρωσας!

Καὶ Ἀπόλυσις.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Οἱ Κανόνες τῆς ἡμέρας, καὶ τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχίς·

Θεῖον σε δῶρον παμμάκαρ μέλπω, Πάτερ. Ὁ Ἰωσήφ.

ᾨδὴ α´. Ἦχος δ´. Ὁ Εἱρμός.

«Τῷ ὁδηγήσαντι πάλαι, τὸν Ἰσραὴλ φεύγοντα, ἐκ τῆς δουλείας τοῦ Φαραώ, καὶ ἐν ἐρήμῳ θρέψαντι, ἄσωμεν ὡς λυτρωτὴ ἡμῶν Θεῷ, ὅτι δεδόξασται».

Θεοφεγγῆ σε ἀστέρα, ὁ νοητὸς Ἥλιος, τῷ στερεώματι Σοφέ, τῆς Ἐκκλησίας ἀνέδειξε, βολὰς θαυμάτων ἐκπέμποντα πάντοτε, καὶ παθημάτων τὴν ἀχλὺν ἀφανίζοντα.

Ἐκ μητρικῆς σε νηδύος, ὁ Ποιητὴς Ὅσιε, Ἱερεμίαν ὡς τὸ πρίν, καθαγιάσας εἰργάσατο, σκεῦος τοῦ Πνεύματος εὔχρηστον, πνεύματα ἀποσοβούντα, πονηρὰ Πάτερ Θεόδωρε.

Ἱδρῶσι τῆς ἐγκρατείας, φλόγα παθῶν ἔσβεσας, καὶ ἐπομβρίᾳ προσευχῶν, ρεῖθρα θαυμάτων ἔβλυσας, καύσωνα ἀρρωστημάτων σβεννύοντα, Πάτερ Θεόδωρε.

Θεοτοκίον.

Ὁ ἀγεώργητος βότρυς, σοῦ ἐκ γαστρὸς ἤνθησε, Παρθενομῆτορ γλυκασμόν, ἀναβλαστάνων ἀφέσεως, καὶ εὐφροσύνης πανάχραντε, ἅπασι τοῖς ἐκ τῆς μέθης, τῶν δεινῶν παραφρονήσασιν.

ᾨδὴ γ´. Ὁ Εἱρμός.

«Ὁ στερεῶν βροντὴν καὶ κτίζων πνεῦμα, στερέωσόν με Κύριε, ἵνα ὑμνῶ σε εἰλικρινῶς, καὶ ποιῶ τὸ θέλημά σου, ὅτι οὐκ ἔστιν Ἅγιος, ὡς σὺ ὁ Θεὸς ἡμῶν».

Ὡς θαυμαστὸς ὁ βίος σου θεόφρον! ὡς φοβερὰ τὰ θαύματα! ὡς ὑψηλή σου ἡ πρὸς Θεόν, οἰκείωσις καὶ νεῦσις, καὶ ἀκλινὴς ἀνάβασις! πανένδοξε Θεόδωρε.

Ρύμην παθῶν ἀνέστειλας παμμάκαρ, τῶν πόνων ἐπιδόσεσι, καὶ τῶν δαιμόνων τὰς δολεράς, ἐξηφάνισας ἐνέδρας, τοῦ Παναγίου Πνεύματος, ἰσχύϊ Θεόδωρε.

Οἱ τῇ σεπτῇ προστρέχοντες σορῷ σου, ἐκ ταύτης ἀρυόμεθα, τῶν ἰαμάτων τοὺς θησαυρούς, καὶ θαυμάτων τὰ πελάγη, καὶ δωρεὰν τὴν ἄφθονον, ὑμνοῦντές σε Θεόδωρε.

Θεοτοκίον.

Νόμοι ἐν σοὶ τῆς φύσεως Παρθένε, καινοτομοῦνται, τίκτεις γάρ, ὑπερφυῶς τὸν Δημιουργόν, ὑπὲρ λόγον τὸν Δεσπότην, ὃν ἐκτενῶς ἱκέτευε, σῳθῆναι τοὺς δούλους σου.

Κάθισμα. Ἦχος δ´. Ὁ ὑψωθείς.

Ἀγωνισάμενος καλῶς Ἱεράρχα, κατὰ πνευμάτων πονηρῶν ἐξουσίαν, παρὰ Κυρίου ἔλαβες Θεόδωρε, λύειν τὰ νοσήματα, καὶ ἰᾶσθαι ποικίλα, πάντων ἀρρωστήματα, τῶν πιστῶς προστρεχόντων, τῇ σῇ τιμίᾳ πάντοτε σορῷ, ἣν προσκυνοῦντες ἀεὶ εὐφημοῦμέν σε.

Θεοτοκίον.

Τῶν ἀκαθάρτων λογισμῶν μου τὰ πλήθη, καὶ τῶν ἀτόπων ἐννοιῶν τὰς νιφάδας, τίς ἐξειπεῖν δυνήσεται Παρθένε ἁγνή; τὰς ἐπαναστάσεις δέ, τῶν ἀσάρκων ἐχθρῶν μου, τίς ἐκδιηγήσεται, καὶ τὴν τούτων κακίαν, Ἀλλὰ τῇ σῇ, πρεσβείᾳ ἀγαθή, τούτων μοι πάντων τὴν λύτρωσιν δώρησαι.

Ἢ Σταυροθεοτοκίον.

Τὸν ἐξ ἀνάρχου τοῦ Πατρὸς γεννηθέντα, ἡ ἐπ᾿ ἐσχάτων σε σαρκὶ τετοκυῖα, ἐπὶ Σταυροῦ κρεμάμενον ὁρῶσά σε Χριστέ, Οἴμοι! ἀνεκραύγαζε, ποθεινότατον Τέκνον, τί, σοὶ ἀνταπέδωκε, τῶν Ἑβραίων ὁ δῆμος; Ἀλλὰ ἀνάστηθι καὶ σῷσον ὡς Θεός, τὸν κόσμον πάντα, χειρὸς τοῦ ἀλάστορος.

ᾨδὴ δ´. Ὁ Εἱρμός.

«Εἰσακήκοα ὁ Θεός, τὴν ἀκοήν σου καὶ ἐφοβήθην, κατενόησα τὰ ἔργα σου, καὶ ἐξέστην Κύριε, ὅτι τῆς σῆς αἰνέσεως πλήρης ἡ γῆ».

Ποταμὸς ὑπάρχεις σαφῶς, πεπληρωμένος ναμάτων θείων, χαρισμάτων τε τοῦ Πνεύματος, καταρδεύων ἅπασαν, τὴν Ἐκκλησίαν Πάτερ Θεόδωρε.

Ἀπηγχόνισας τὸν ἐχθρόν, νευραῖς τῶν πόνων τῶν σῶν παμμάκαρ, καὶ τὰ τούτου ἐξωλόθρευσας, πονηρὰ στρατεύματα, τῶν προσευχῶν σου ξίφει Θεόδωρε.

Μελετῶν τὸν νόμον Θεοῦ, ἐν διεξόδοις τῆς ἐγκρατείας, θεῖον ξύλον ἀνεβλάστησας, εὐκαρπίαν πράξεων, τῶν ἐναρέτων φέρων Θεόδωρε.

Θεοτοκίον.

Μακαρία ἐκ γενεῶν, πασῶν ἐδείχθης, Χριστὸν τεκοῦσα, μακαρίους ἐργαζόμενον, τοὺς αὐτῷ δουλεύοντας, Παρθενομῆτορ ἄχραντε Δέσποινα.

ᾨδὴ ε´. Ὁ Εἱρμός.

«Ἀνάτειλόν μοι Κύριε, τὸ φῶς τῶν προσταγμάτων σου, ὅτι πρὸς σὲ Χριστὲ τὸ πνεῦμά μου, ὀρθρίζει καὶ ὑμνεῖ σε· σὺ γὰρ εἶ Θεὸς ἡμῶν, καὶ πρός σε καταφεύγω, τῆς εἰρήνης Βασιλεῦ».

Ἀκοίμητον λαμπάδα σε, καὶ λύχνον μὴ σβεννύμενον, τὸ φῶς τὸ ἄχρονον ἀνέδειξε, τοῖς ζόφῳ κρατουμένοις, τῶν παθῶν Θεόδωρε, καὶ τῇ ἀμαυρότητι, τῶν πολλῶν ἁμαρτιῶν.

Καλῶς παιδοτριβούντά σε, τὸν Μάρτυρα Γεώργιον, ἐξ ἁπαλῶν ὀνύχων ἔσχηκας, καὶ τούτου ἐμιμήσω, τὸ ἐν πᾶσι πρόθυμον, καὶ τὴν πρὸς τὸν Κύριον, Πάτερ Ὅσιε στοργήν.

Ἀνόθευτον ἐγκράτειαν, ὑπομονὴν ἀσύγκριτον, πίστιν ἐλπίδα καὶ ταπείνωσιν, ἔσχες ὑπὲρ ἄνθρωπον, ὅθεν ὑπερβάλλουσαν, χάριν εὖρες ἐκ Θεοῦ.

Θεοτοκίον.

Ρανίσι τοῦ ἐλέους σου, κατάρδευσον Πανάχραντε, τὴν ἐκτακεῖσάν μου διάνοιαν, φλογμῷ τῆς ἁμαρτίας, καὶ τὸν ἐσβεσμένον μου, τῆς καρδίας ἄναψον, λύχνον πύλη τοῦ φωτός.

ᾨδὴ Ϛ´. Ὁ Εἱρμός.

«Ζάλη με λογισμῶν καταλαβοῦσα, εἰς βυθὸν καθέλκει με, ἀμέτρων ἁμαρτημάτων, ἀλλὰ σὺ Κυβερνῆτα ἀγαθέ, προφθάσας ἀνάγαγε, ὡς τὸν Προφήτην καὶ σῷσόν με».

Μέριμναν τῶν γηΐνων ἀπεκρούσω, ὅλον δὲ ἐκένωσας, τὸν πόθον πρὸς τὸν Δεσπότην, ἐνηδόμενος τούτου καλλοναῖς, καὶ ταῖς ἀναβλυζούσαις, Πάτερ ἐκεῖθεν ἐλλάμψεσιν.

Ἔλυσας παγετὸν τῆς ἁμαρτίας, κρύει πιεζόμενος, κλωβοῦ ἱστάμενος μέσον, καὶ ὡς ἄσαρκος Πάτερ, προσβολὰς ὑπήνεγκας ἀέρων, θείᾳ θαλπόμενος χάριτι.

Λάρνακι ἱερᾷ σου προσιόντες, ὀσμῆς θείας γνώσεως, πληρούμεθα Ἱεράρχα, δυσωδίας λυτρούμενοι παθῶν, οἱ πόθῳ σε τιμῶντες, θαυματουργὲ Πάτερ Ὅσιε.

Θεοτοκίον.

Παθῶν με τρικυμία συνταράσσει, βυθὸς ἀπογνώσεως, χειμάζει μου τὴν καρδίαν, κυβερνήτην κυήσασα Χριστόν, Παρθένε καὶ Σωτῆρα, ρῦσαι καὶ σῷσον με δέομαι.

Κοντάκιον. Ἦχος γ´.

Ἡ Παρθένος σήμερον.

Ὡς πυρίνῳ ἄρματι, ταῖς ἀρεταῖς Θεοφόρε, ἐπιβὰς ἀνέδραμες, εἰς οὐρανίους οἰκήσεις, Ἄγγελος μετὰ ἀνθρώπων συμβιοτεύων, ἄνθρωπος σὺν τοῖς Ἀγγέλοις περιχορεύων, διὰ τοῦτο ἀνεδείχθης, θαυμάτων θεῖον, δοχεῖον Θεόδωρε.

Συναξάριον.

Τὴ ΚΒ´ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θεοδώρου τοῦ Συκεώτου, Ἐπισκόπου Ἀναστασιουπόλεως.

Στίχοι.

Καὶ Θεοδώρου, καὶ νεκρῷ Θεοδώρου,

Τὸ θαυματουργεῖν δῶρον ἐκ Θεοῦ μέγα.

Εἰκάδι δευτερίῃ Συκεώτην τύμβος ἔκρυψεν.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Νέαρχος πυρὶ τελειοῦται.

Στίχοι.

Τοῦ πρὸς σέ, Σῶτερ, ἐμπύρου θείου πόθου,

Νέαρχος εἶπεν, οὐδὲ πῦρ με χωρίσει.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Ναθαναήλ, ὃς ἐστι Σίμων ὁ Ζηλωτής, ἤτοι ἡ ἀνάμνησις τῆς πρὸς τὸν Χριστὸν αὐτοῦ γνωρίσεως.

Στίχοι.

Τὸν Ναζαρηνὸν γνοὺς Ναθαναὴλ μέγαν,

Τὴν Ναζαρὲτ σίγησον ἄχρηστον λέγειν.

Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ´. Ὁ Εἱρμός.

«Τὸν ἐν καμίνῳ τοὺς Παῖδας, ἀφλέκτους τηρήσαντα, καὶ τὸ πῦρ κατασβέσαντα, ὑμνήσωμεν λέγοντες· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων, εἰς πάντας τοὺς αἰῶνας».

Ὡς ἀψευδὴς Ἱεράρχης, θυσίαν ἀναίμακτον, προσήγαγες ἐν Πνεύματι, καὶ παθῶν νεκρότητι, θῦμα εὐῶδες Παμμάκαρ, σεαυτὸν τῷ Δεσπότῃ, προσήνεγκας ἐν πίστει.

Πῦρ ἡδονῶν ἐγκρατείας, ἱδρῶτι κατέσβεσας, αὐχμὸν τε γῆς ἀνέστειλας, ὄμβρων ἐπικλύσεσι θαυματουργέ, ὡς Ἠλίας οὐρανοὺς κεκλεισμένους, εὐχαῖς σου ὑπανοίγων.

Ἁγιασθεὶς ἀπὸ βρέφους, εὐχῆς γενναιότητι στειρευούσας ἐποίησας, γαστέρας πολύπαιδας, τυφλοῖς παρέσχες τὸ βλέπειν, καὶ χωλοῖς εὐδρομίαν, Θεόδωρε τρισμάκαρ.

Θεοτοκίον.

Τὴν καλλονὴν Ἰακὼβ σε, Θεὸς ἐξελέξατο, καὶ ἐν σοὶ κατεσκήνωσε, καὶ σὲ διετήρησε, καὶ μετὰ τόκον Παρθένον, ὥσπερ ἧς πρὸ τοῦ τόκου, Παρθένε Θεοτόκε.

ᾨδὴ η´. Ὁ Εἱρμός.

«Γῆ καὶ πάντα τὰ ἐν αὐτῇ, καὶ θάλασσα, καὶ πᾶσαι αἱ πηγαί, οἱ οὐρανοὶ τῶν οὐρανῶν, φῶς καὶ σκότος, ψῦχος καὶ καύσων, υἱοὶ τῶν ἀνθρώπων, ἱερεῖς εὐλογεῖτε τὸν Κύριον, καὶ ὑπερυψοῦτε, αὐτὸν εἰς τοὺς αἰῶνας».

Ἐπὶ πέτραν ὑπομονῆς, ἐρείσας σου τὰς βάσεις τῆς ψυχῆς, οὗ παρετράπης προσβολαὶς ἐναντίαις, οὐκ ἐσαλεύθης, ἐχθρῶν ἐπηρείαις, ἀλλὰ ὕψος πρὸς θεῖον ἀνέδραμες, ὑπὲρ τῶν πίστει τιμώντων σε πρεσβεύων.

Ρεῖθρον πρόεισιν ἐκ σοροῦ, ἰάσεων τῆς σῆς θαυματουργέ, καὶ ἀποπλύνει μολυσμοὺς παθημάτων, καὶ σηπεδόνας δεινῶν ἐκκαθαίρει, καὶ πιστῶν καταρδεύει Θεόδωρε, πάντων τὰς καρδίας, τῶν πόθῳ σε τιμώντων.

Ὁ τῶν δώρων τῶν θεϊκῶν, ἐπώνυμος, καὶ μύστης τοῦ Χριστοῦ, τῶν Ἀσκητῶν ἡ καλλονή, Ἱερέων ὡραιότης, θαυμάτων ἡ βρύσις, ἡ σεπτὴ μυροθήκη τοῦ Πνεύματος, νῦν ἀνευφημείσθω, Θεόδωρος ὁ μέγας.

Θεοτοκίον.

Ἱεραὶ σεπτῶν Προφητῶν, κηρύττουσι φωναὶ συμβολικῶς, πύλην καὶ ὄρος καὶ σκηνήν, καὶ ἁγίαν φωτὸς νεφέλην, ἐξ ἧς τοῖς ἐν σκότει καὶ σκιᾷ καθημένοις ἀνέτειλεν, Ἥλιος Παρθένε, Χριστὸς ὁ φωτοδότης.

ᾨδὴ θ´. Ὁ Εἱρμός.

«Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ Ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ, εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν».

Ὡς ὄρθρος, ὡς ἡμέρα διαυγής, ἡ σὴ ἑορτή, ἐπέφανε φωτίζουσα ἡμῶν, τὰς καρδίας τῶν πιστῶς ἀνευφημούντων, τοὺς σεπτοὺς πόνους σου Πάνσοφε.

Συνόμιλος, Ἀγγέλων, Ἀποστόλων καὶ Ἀθλητῶν, Ὁσίων καὶ Δικαίων γεγονώς, Πάτερ καὶ Ἱεραρχῶν, ἐν οὐρανοῖς ὑπὲρ ἡμῶν, Χριστῷ πρεσβεύεις ἀεί.

Ἡ θήκη τῶν ἁγίων σου, λειψάνων Πάτερ σοφέ, ὡς ἄλλη κολυμβήθρα Σιλωάμ, ἐγνωρίσθη τοῖς πιστοῖς· ἧ προσιόντες, τὰς ψυχὰς ἁγιαζόμεθα.

Θεοτοκίον.

Φρικτή σου ἡ λοχεία, Θεοτόκε Μήτηρ Θεοῦ, διό σε μακαρίζομεν ἀεί, καὶ δοξάζομεν πιστῶς, αἱ γενεαὶ τῶν γενεῶν, εἰς τοὺς αἰῶνας. Ἀμήν.

Καὶ ἡ λοιπὴ Ἀκολουθία, ὡς σύνηθες, ἡ Α´ Ὥρα καὶ Ἀπόλυσις.

Комментарии для сайта Cackle