Τῌ ΙΣΤ´ ΤΟΥ ΜΗΝΟΣ ΑΠΡΙΛΙΟΥ

Μνήμη τῶν Ἁγίων μαρτύρων γυναικῶν, Ἀγάπης, Εἰρήνης, καὶ Χιονίας.

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εἰς τό, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια.

Ἦχος α´. Πανεύφημοι Μάρτυρες.

Παρθένοι νεάνιδες σεπτῶν, ἀρετῶν ἐπώνυμοι, καὶ ἀρεταῖς ἐκτρεφόμεναι· πρὸς τὸν ἀκρότατον, εὐσεβείας ὅρον, ἀνδρικῶς ἐφθάσατε, καὶ νῦν πρὸς οὐρανὸν ἀνεδράμετε, Χριστῷ πρεσβεύουσαι, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Παρθένοι νεάνιδες σαφῶς, Εὔας τῆς προμήτορος, ἐπιτηδείως κομίζεσθε, πόθον θεώσεως, ἀνενδότῳ νεύσει, πρὸς Θεὸν θεούμεναι, καὶ θείας θεωρίας πληρούμεναι· καὶ νῦν πρεσβεύσατε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Γενναίω φρονήματι Χριστόν, ὡς ἐνστερνισάμεναι, τὸν ἰσχυρὸν κατεπάτησαν, αἱ γενναιόφρονες, τὸν τὴν Εὔαν πάλαι, δόλω ἀπατήσαντα, καὶ τοῦτον κατὰ κράτος νικήσασαι, Χριστῷ πρεσβεύουσι, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Δόξα... Καὶ νῦν... Θεοτοκίον.

Νοσοῦσαν Πανύμνητε δεινῶς, τὴν ψυχήν μου πάθεσι, πονηροτάτοις θεράπευσον, ἡ τὸν ἀκέστορα, καὶ Σωτῆρα πάντων, τὸν Χριστὸν κυήσασα, τὸν πᾶσαν μαλακίαν ἰώμενον, τὸν τραυματίσαντα, διαβόλου τὴν κακόνοιαν, καὶ θανάτου, ἡμᾶς ἀπαλλάξαντα.

Ἢ Σταυροθεοτοκίον.

Σφαγήν σου τὴν ἄδικον Χριστέ, ἡ Παρθένος βλέπουσα, ὀδυρομένη ἐβόα σοι· Τέκνον γλυκύτατον, πῶς ἀδίκως θνήσκεις; πῶς τῷ ξύλῳ κρέμασαι, ὁ πᾶσαν γῆν κρεμάσας τοῖς ὕδασι; Μὴ λίπης μόνην με, εὐεργέτα πολυέλεε, τὴν μητέρα καὶ δούλην σου δέομαι.

Ἀπολυτίκιον. Ἦχος πλ. α´.

Τὰ θαύματα τῶν ἁγίων σου Μαρτύρων, τεῖχος ἀκαταμάχητον ἡμῖν δωρησάμενος, Χριστὲ ὁ Θεός, ταῖς αὐτῶν ἱκεσίαις, βουλὰς ἐθνῶν διασκέδασον, τῆς βασιλείας τὰ σκῆπτρα κραταίωσον, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος.

Καὶ Ἀπόλυσις.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Οἱ Κανόνες τῆς ἡμέρας, καὶ τῶν Ἁγίων, οὗ ἡ Ἀκροστιχίς·

Χριστοῦ προσοίσω Μάρτυσι θεῖον μέλος.

Ποίημα Ἰωσήφ.

ᾨδὴ α´. Ἦχος πλ. δ´. Ὁ Εἱρμός.

«Ἄσωμεν τῷ Κυρίῳ, τῷ διαγαγόντι τὸν λαὸν αὐτοῦ, ἐν Ἐρυθρᾷ θαλάσσῃ, ὅτι μόνος ἐνδόξως δεδόξασται».

Χάριν μοι οὐρανόθεν, Μάρτυρες Κυρίου νῦν αἰτήσασθε, τὴν ὑμῶν εὐφημοῦντι, ἐπὶ γῆς φωτοφόρον πανήγυριν.

Ρήξασαι προσπαθείας, σαρκικῆς δεσμὰ ἐν θείῳ Πνεύματι, τῷ Χριστῷ αἱ Παρθένοι, συνεδέθησαν σθένει θεότητος.

Ἴσχυσεν ὁ Βελίαρ, ἀπατῆσαι πρὶν τὴν Εὔαν σεπταὶ Μάρτυρες, ἀλλὰ νῦν κατησχύνθη, τοῖς ποσὶν ὑμῶν ὄντως πατούμενος.

Σώμασιν ἠγνισμένοις, ἐκ Παρθένου Κόρης τὸν ἐκλάμψαντα, θεραπεύσασαι Λόγον, αἱ Παρθένοι, σὺν τούτῳ εὐφραίνονται.

Θεοτοκίον.

Τίκτεις ἀνερμηνεύτως, ὅν Πατὴρ ἀρρεύστως ἀπεγέννησε, καὶ μαζοῖς διατρέφεις, τὸν τὰ σύμπαντα τρέφοντα Δέσποινα.

ᾨδὴ γ´. Ὁ Εἱρμός.

«Σὺ εἶ τὸ στερέωμα, τῶν προστρεχόντων σοι Κύριε· σὺ εἶ τὸ φῶς, τῶν ἐσκοτισμένων, καὶ ὑμνεῖ σε τὸ πνεῦμά μου».

Ὄμβροις θείου Πνεύματος, καταρδευόμεναι στάχυας, μαρτυρικούς, θείᾳ γεωργίᾳ, αἱ Παρθένοι ἐξήνθησαν.

Ὑπὲρ τὰ ὁρώμενα, τὰ μὴ βλεπόμενα στέργουσαι, τοὺς ὁρατούς, καὶ τοὺς ἀοράτους, ἐτροπώσαντο δαίμονας.

Πῦρ οὐκ ἐπτοήθητε, προσαναπτόμεναι Πνεύματος, θείῳ πυρί· ὅθεν ἰαμάτων, θείαν δρόσον πηγάζετε.

Θεοτοκίον.

Ρῆξον τῶν πταισμάτων μου, δεινὸν χειρόγραφον Δέσποινα, ἡ τὰ δεσμά, λύσασα τοῦ Ἅδου, τῇ ἀσπόρῳ κυήσει σου.

Κάθισμα. Ἦχος πλ. δ´.

Τὴν Σοφίαν καὶ Λόγον.

Νυμφευθεῖσαι Κυρίῳ θεοπρεπῶς, ὥσπερ προῖκα τὸ αἷμα καὶ τὴν αὐτῷ σφαγήν, προσηνέγκατε, ἀθληφόροι Νεάνιδες, καὶ νυμφῶνος θείου, ἀξίως ἐτύχετε, φωτισμοῦ ἀρρήτου, ἀπαύστως πληρούμεναι· ὅθεν τὴν ἁγίαν, καὶ σεπτὴν ὑμῶν μνήμην, τελοῦντες ἐν πνεύματι, τὸν Σωτῆρα δοξάζομεν, καὶ πιστῶς ἀνακράζομεν· Πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν.

Θεοτοκίον.

Τὴν Σοφίαν καὶ Λόγον ἐν σῇ γαστρί, συλλαβοῦσα ἀφλέκτως Μήτηρ Θεοῦ, τῷ κόσμῳ ἐκύησας, τὸν τὸν κόσμον συνέχοντα, καὶ ἐν ἀγκάλαις φέρεις, τὸν πάντα βαστάζοντα, τὸν τροφοδότην πάντων καὶ πλάστην τῆς κτίσεως· ὅθεν δυσωπῶ σε, παναγία Παρθένε· Ἐν ὥρᾳ τῆς κρίσεως, ὅταν μέλλω παρίστασθαι, Πρὸ προσώπου τοῦ Κτίστου μου, δώρησαί μοι τότε τὴν σήν, φιλανθρώπως ταχινὴν βοήθειαν· σὲ γὰρ ἔχω ἐλπίδα, ὁ ἀνάξιος δοῦλός σου.

Ἢ Σταυροθεοτοκίον.

Τὸν Ἀμνὸν καὶ Ποιμένα καὶ Λυτρωτήν, ἡ Ἀμνὰς θεωροῦσα ἐπὶ Σταυροῦ, ὠλόλυζε δακρύουσα, καὶ πικρῶς ἀνεκραύγαζεν· Ὁ μὲν κόσμος ἀγάλλεται, δεχόμενος τὴν λύτρωσιν, τὰ δὲ σπλάγχνα μου φλέγονται, ὁρώσης σου τὴν σταύρωσιν, ἣν πὲρ ὑπομένεις, διὰ σπλάγχνα ἐλέους, Θεὲ ὑπεράγαθε, ἀνεξίκακε Κύριε. Ἧ πιστῶς ἐκβοήσωμεν· Σπλαγχνίσθητι Παρθένε ἐφ᾿ ἡμᾶς, καὶ πταισμάτων δώρησαι τὴν ἄφεσιν, τοῖς προσκυνοῦσιν ἐν πίστει, αὐτοῦ τὰ παθήματα.

ᾨδὴ δ´. Ὁ Εἱρμός.

«Εἰσακήκοα Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν θεότητα».

Οἱ τοῦ σώματος ἔρωτες, ἔρωτι τῷ θείῳ ὑποχωρήσαντες, καταγώγια τοῦ Πνεύματος, τὰς Χριστοῦ Παρθένους ἀπειργάσαντο.

Συμφωνίᾳ θεόφρονι, τοῖς ὑπεναντίοις ἀντιταξάμεναι, νίκην θείαν ἀπηνέγκασθε, καὶ στεφάνων θείων ἠξιώθητε.

Ὁ χορὸς ὁ μακάριος, τῶν ἀειπαρθένων πυρὶ ὀπτώμενος, εὐωδία προσενήνεκται, τῷ ἐκ τῆς Παρθένου ἀνατείλαντι.

Ἱερῶς ὥσπερ ἄκακοι, ἤγεσθε ἀμνάδες θύεσθαι πάνσεμνοι, οὐκ ἐρίζουσαι, οὐ κράζουσαι, ἀλλὰ προαιρέσει θανατούμεναι.

Θεοτοκίον.

Σωματούμενον Κύριον, ἔτεκες Κυρία πάσης της κτίσεως, ὃν ἱκέτευε ρυσθῆναι με, ἐχθροῦ Παναγία κυριεύοντος.

ᾨδὴ ε´. Ὁ Εἱρμός.

«Φώτισον ἡμᾶς, τοῖς προστάγμασί σου Κύριε, καὶ τῷ βραχίονί σου τῷ ὑψηλῷ, τὴν σὴν εἰρήνην, παράσχου ἡμῖν φιλάνθρωπε».

Ὤρθρισαν Ὁμοῦ, πρὸς Χριστὸν τὸ φῶς τὸ ἄδυτον, αἱ Παρθένοι αἱ θεόφρονες, καὶ ὑπὲρ φέγγος, τοῦ ἡλίου κατηυγάσθησαν.

Μέλη ἀνδρικῶς, ἐκδεδώκατε πρὸς βάσανα, βασανίσασαι τὸν τύραννον, τῇ καρτερίᾳ, ἀξιάγαστοι τῆς πίστεως.

Ἄνθος ἱερόν, τῶν Μαρτύρων ἀνεδείχθητε, εὐωδίαν θείας γνώσεως, τῇ Ἐκκλησία διαπνέουσαι πανεύφημοι.

Ρήμασιν ὑμῶν, ὁ μεγάλαυχος πεφίμωται, καρτερίᾳ δὲ νενίκηται, καὶ ἀφανείᾳ, παρεπέμφθη παναοίδιμοι.

Θεοτοκίον.

Τέλος μοι χρηστόν, προσγενέσθαι Κόρη πρέσβευε, ὅπως φύγω τὰς μενούσας με, ἀτελευτήτους, τιμωρίας καὶ σωθήσομαι.

ᾨδὴ Ϛ´. Ὁ Εἱρμός.

«Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τὰς θλίψεις, ὅτι κακῶν, ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ Ἅδῃ προσήγγισε, καὶ δέομαι ὡς, Ἰωνᾶς· Ἐκ φθορᾶς ὁ Θεὸς με ἀνάγαγε».

Ὑπέμειναν τῆς σαρκὸς τὰς ὀδύνας, καὶ πυρὸς τὰς Τιμωρίας ἀνδρείως, αἱ τοῦ Χριστοῦ, ἀθληφόροι καὶ νύμφαι, ἡ Χιονία Ἀγάπη Εἰρήνη τε· καὶ στέφανον τὸν εὐπρεπῆ, καὶ τὴν ἄρρητον δόξαν ἀπέλαβον.

Συρόμεναι ἐπὶ γῆς ὥσπερ λίθοι, κατεστρέψατε Παρθένοι τῆς πλάνης, οἰκοδομήν, πᾶσαν σθένει τοῦ Λόγου, καὶ πρὸς ναὸν ἐνεχθεῖσαι τὸν ἅγιον, παρίστασθε περιχαρῶς, τῷ δεσπόζοντι πάσης τῆς Κτίσεως.

Ἰάματα ἡ σορὸς Χιονῖας, καὶ Εἰρήνης καὶ Ἀγάπης πηγάζει, ἐκ τῶν πηγῶν, ἀρδομένη πλουσίως, τοῦ Παρακλήτου, καὶ παύει νοσήματα· ποτίζει δὲ τῶν εὐσεβῶς, προσιόντων καρδίας ἐν χάριτι.

Θεοτοκίον.

Νεκρώσεως δερματίνους χιτῶνας, ὁ Ἀδὰμ ἀποβαλὼν τῇ σαρκώσει, τοῦ σοῦ Υἱοῦ, Θεοτόκε Παρθένε, καταστολὴν θείας δόξης ἐνδέδυται, δοξάζων σε περιχαρῶς, ὡς Μητέρα Θεοῦ παναμώμητον.

Τὸ Μαρτυρικόν τοῦ Ἤχου.

Συναξάριον.

Τὴ ΙΣΤ´ τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων γυναικῶν, Ἀγάπης, Εἰρήνης καὶ Χιονίας.

Στίχοι.

Χιῶν τὸ πῦρ ἦν τῇ Χιονὶᾳ τάχα,

Οὗ συμμετασχεῖν ἠγάπησεν Ἀγάπη.

Βέλος σε πέμπει πρὸς τὸν εἰρήνης τόπον,

Ἀφ᾿ αἱμάτων σῶν ἐκμεθυσθὲν Εἰρήνη.

Χιονίην τ᾿ Ἀγάπην ἐκκαιδεκάτῃ κατέκαυσαν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Φήλικος Ἐπισκόπου, Ἰανουαρίου Πρεσβυτέρου, Φουρτουνάτου καὶ Σεπτεμίνου.

Στίχοι.

Τετρὰς ἀθλητῶν συγκεκομμένων ξίφει

Νῦν συγχορεύει μυριάσιν Ἀγγέλων.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Λεωνίδου, Χαρίσσης, Νίκης, Γαληνῆς, Καλλίδος, Νουνεχίας, Βασιλίσσης καὶ Θεοδώρας.

Στίχοι.

Κόλποις θαλάσσης ἐκδοθεῖς Λεωνίδης

Φθάνει κολυμβῶν Ἀβραὰμ κόλπων ἄχρι.

Θάλασσαν ἡ Χάρισσα φρίττειν οὐκ ἔχω,

Ἤτις θάλασσαν προξενεῖ μοι χαρίτων.

Βυθῶ Γαληνὴ καὶ Νίκη βεβλημέναι,

Νίκην ἐφεῦρον καὶ γαλήνην ἐκ σάλου.

Βυθὸς θαλάσσης λαμβάνει τὴν Καλλίδα,

Κάλλους ἐρῶσαν ψυχεραστοῦ Κυρίου.

Εὑροῦσα κέρδος ἐκ βυθοῦ σωτηρίαν

Τὸ νουνεχές σου δεικνύεις, Νουνεχία.

Γαστὴρ θαλάσσης λαμβάνει κόρας δύο,

Λίχνην φυγούσας, δυσσεβείας γαστέρα.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Εἰρήνης.

Στίχοι.

Εἰρηνικῶς ζήσασα, Μάρτυς Εἰρήνη,

Οὐκ εἰρηνικῶς, ἀλλ᾿ ἐκ τοῦ ξίφους θνήσκεις.

Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ´. Ὁ Εἱρμός.

«Παῖδες Ἑβραίων ἐν καμίνῳ, κατεπάτησαν τὴν φλόγα θαρσαλέως, καὶ εἰς δρόσον τὸ πῦρ, μετέβαλον βοῶντες· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας».

Θήρας ἀγρίους ἐπιόντας, οὐ παφλάζουσαν ὁρμὴν πυρὸς ἀστέκτου, οὐ μελῶν ἐκτομάς, οὐ πόνους πολυτρόπους, αἱ τοῦ Χριστοῦ νεάνιδες, ἐδειλίασαν ἐμφρόνως

Ἔχουσαι ὄμματα καρδίας, πρὸς τὸν σώζοντα Θεὸν καὶ Βασιλέα, αἱ Ἀμνάδες Χριστοῦ, ἐχώρησαν πρὸς πᾶσαν, τοῦ δυσμενοῦς παράταξιν, καὶ ἐνίκησαν ἀνδρείως.

Ἴλεως ἔσω τοῖς σοῖς δούλοις, Ὑπεράγαθε πρεσβείαις Χιονίας, καὶ Εἰρήνης σεμνῆς, καὶ τῆς σεπτῆς Ἀγάπης, ἁμαρτιῶν συγχώρησιν, δι᾿ αὐτῶν ἡμῖν παρέχων.

Ὅλον τὸν νοῦν πρὸς τὸν νυμφίον, ἀνατείνασαι Χριστὸν αἱ Ἀθληφόροι ὡς τρυφὰς τὰς πικράς, ἠγήσαντο βασάνους, Εὐλογητὸς εἶ κράζουσαι, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

Θεοτοκίον.

Νέκρωσον Ἄχραντε τὴν ζῶσαν, καὶ νεκροῦσαν τὴν ψυχήν μου ἁμαρτίαν· καὶ ζωῆς μετασχεῖν, ἀξίωσόν με θείας, ἡ τὴν χαρὰν κυήσασα, καὶ νεκρώσασα τὸν ὄφιν.

ᾨδὴ η´. Ὁ Εἱρμός.

«Οἱ θεορρήμονες Παῖδες ἐν τῇ καμίνῳ, σὺν τῷ πυρὶ καὶ τὴν πλάνην, καταπατοῦντες ὑπέψαλλον· Εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον».

Μεμυημέναι τὰ θεία παραδόξως, ἐν τῷ καιρῷ τῶν ἀγώνων, γνώμην ἀνδρείαν ἀνέλαβον, τοῦ Χριστοῦ αἱ Ἀμνάδες, στερρῶς ἐναθλήσασαι.

Ἐσκοτισμένος τῇ μέθῃ ὁ διώκτης, τῆς ζοφερᾶς ἁμαρτίας, γέλωτ᾿ ὀφλήσας ἐφαίνετο· αἱ Χριστοῦ δὲ Παρθένοι, ὡς φῶς ἀπεδείκνυντο.

Λύρα φωνοῦσα προφρόνως θεῖον μέλος, ὁμολογίας ἐνθέου, καὶ μαρτυρίας καὶ πίστεως, ἀνεδείχθητε ὄντως, παρθένοι Νεάνιδες.

Ὀχυρωθεῖσαι τῷ πόθῳ τοῦ Δεσπότου, τὰ ὀχυρώματα πάντα, τοῦ διαβόλου καθείλετε, Ἀθληφόροι Κυρίου, καὶ νῦν μακαρίζεσθε.

Θεοτοκίον.

Σύμβολα φέρουσα πάλαι τοῦ σοῦ τόκου, τοὺς νεανίας οὐ φλέγει, Παρθενομῆτορ ἡ κάμινος, ὡς οὐδὲ τὴν νηδύν σου, τὸ πῦρ τῆς θεότητος.

ᾨδὴ θ´. Ὁ Εἱρμός.

«Κυρίως Θεοτόκον, σὲ ὁμολογοῦμεν, οἱ διὰ σοῦ σεσωσμένοι Παρθένε ἁγνή, σὺν Ἀσωμάτοις χορείαις σὲ μεγαλύνοντες».

Ἰθύνθητε Παρθένοι, θείους πρὸς λιμένας, τῇ κυβερνήσει Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, τῶν πειρασμῶν παρελθοῦσαι ἄγρια κύματα.

Ὡς ἄστρα ὡς λαμπάδες, φαίνουσαι Εἰρήνη, σὺν Χιονίᾳ Ἀγάπῃ φωτίζουσι, τῆς Ἐκκλησίας πλουσίως ἅπαν τὸ πλήρωμα.

Συνήφθητε χορείαις, ταῖς τῶν Ἀσωμάτων, τοὺς ἀσωμάτους ἐχθροὺς μετὰ σώματος, περιφανῶς, Ἀθληφόροι καταπαλαίσασαι.

Ἡλίου λαμπροτέρα, φαίνουσα ἡ μνήμη, ἡμῶν φωτίζει πιστῶν ἅπαν πλήρωμα· ἣν ἐτησίως τιμῶμεν Παρθενομάρτυρες.

Θεοτοκίον.

Φιλάγαθε Παρθένε, τὴν κεκακωμένην, τῇ ἁμαρτίᾳ ψυχήν μου ἀγάθυνον, ἡ τὸν πανάγαθον Λόγον ἀποκυήσασα.

Τὸ Φωταγωγικὸν τοῦ Ἤχου, καὶ ἡ λοιπὴ ἀκολουθία, ὡς σύνηθες, ἡ α´ Ὥρα, καὶ Ἀπόλυσις.

Комментарии для сайта Cackle