Азбука веры Православная библиотека Ορθόδοξα βιβλία Литургика (Λειτουργική) Малый служебник на греческом языке (Μικρὸν Εὐχολόγιον ἤ Ἁγιασματάριον)

Малый служебник на греческом языке
(Μικρὸν Εὐχολόγιον ἤ Ἁγιασματάριον)

Περιεχόμενα

ΑΓΙΑΣΜΟΣ ΚΑΙ ΠΑΡΑΚΛΗΣΙΣ ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΙΚΡΟΥ ΑΓΙΑΣΜΟΥ Η ΚΟΙΝΗ ΠΑΡΑΚΛΗΣΙΣ ΑΚΟΛΟΥΘΙΑ ΤΗΣ ΚΟΙΝΗΣ ΠΑΡΑΚΛΗΣΕΩΣ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ ΕΠΙ ΓΕΝΝΗΣΕΙ ΠΑΙΔΙΟΥ Εὐχὴ εἰς γυναῖκα λεχώ, τῇ πρώτῃ ἡμέρᾳ τῆς γεννήσεως τοῦ παιδίου Εὐχὴ εἰς τὸ κατασφραγίσαι παιδίον, λαμβάνον ὄνομα τῇ ὀγδόῃ ἡμέρᾳ ἀπὸ τῆς γεννήσεως αὐτοῦ. Εὐχαὶ εἰς τὸ ἐκκλησιάσαι παιδίον, μεθ᾿ ἡμέρας τεσσαράκοντα. Εὐχὴ εἰς γυναῖκα, ὅταν ἀποβάληται. ΤΟ ΑΓΙΟΝ ΒΑΠΤΙΣΜΑ. ΤΑΞΙΣ ΓΙΝΟΜΕΝΗ ΠΡΟ ΤΟΥ ΑΓΙΟΥ ΒΑΠΤΙΣΜΑΤΟΣ ΕΥΧΗ ΕΙΣ ΤΟ ΠΟΙΗΣΑΙ ΚΑΤΗΧΟΥΜΕΝΟΝ ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΑΓΙΟΥ ΒΑΠΤΙΣΜΑΤΟΣ ΑΚΟΛΟΥΘΙΑ ΕΠΙΣΤΡΟΦΗΣ ΕΙΣ ΤΗΝ ΟΡΘΟΔΟΞΙΑΝ ΑΠΟ ΤΗΣ ΛΑΤΙΝΙΚΗΣ ΕΚΚΛΗΣΙΑΣ ΑΡΡΑΒΩΝ καὶ ΓΑΜΟΣ. ΑΚΟΛΟΥΘΙΑ ΕΠΙ ΜΝΗΣΤΡΟΙΣ ἤτοι ΤΟΥ ΑΡΡΑΒΩΝΟΣ ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΣΤΕΦΑΝΩΜΑΤΟΣ ἤτοι ΤΟΥ ΓΑΜΟΥ Εὐχὴ ἐπὶ λύσιν στεφάνων τῇ ὀγδόῃ ἡμέρᾳ. ΚΕΦΑΛΑΙΑ ΠΕΡΙ ΔΙΓΑΜΩΝ ΑΚΟΛΟΥΘΙΑ ΕΙΣ ΔΙΓΑΜΟΝ ΑΚΟΛΟΥΘΙΑ ΕΠΙ ΕΠΑΝΑΣΥΣΤΑΣΕΙ ΓΑΜΟΥ ΔΙΑΖΕΥΧΘΕΝΤΩΝ ΑΚΟΛΟΥΘΙΑ ΤΩΝ ΕΞΟΜΟΛΟΓΟΥΜΕΝΩΝ Εὐχὴ συγχωρητικὴ ἐπὶ Ἐξομολογουμένων. (Ἰωάννου τοῦ Χρυσοστόμου) Εὐχὴ ἐπὶ τῶν ἐν ἐπιτιμίοις ὄντων καὶ ἑαυτοὺς ὅρκῳ δεσμούντων Εὐχὴ ἐπὶ τῶν ἐξ ἐπιτιμίων λυομένων Εὐχὴ εἰς λύσιν ἀφορισμοῦ Ἱερέως ἐπὶ κοσμικόν τινα δεσμευθέντα παρ᾿ αὐτοῦ τοῦ ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΑΓΙΟΥ ΕΛΑΙΟΥ ἤτοι ΤΟΥ ΕΥΧΕΛΑΙΟΥ ΕΠΙ ΕΚΔΗΜΙΑ ΠΙΣΤΟΥ. ΑΚΟΛΟΥΘΙΑ ΕΙΣ ΨΥΧΟΡΡΑΓΟΥΝΤΑ ΑΚΟΛΟΥΘΙΑ ΝΕΚΡΩΣΙΜΟΣ ἤτοι ΕΙΣ ΚΕΚΟΙΜΗΜΕΝΟΥΣ ΕΠΙΚΗΔΕΙΟΣ ΑΚΟΛΟΥΘΙΑ ΕΝ Τῌ ΔΙΑΚΑΙΝΗΣΙΜῼ ΕΒΔΟΜΑΔΙ ΑΚΟΛΟΥΘΙΑ ΝΕΚΡΩΣΙΜΟΣ ΕΙΣ ΝΗΠΙΑ (Νήπιον λέγεται ὁ παῖς, ὁ ἔχων ἡλικίαν μικροτέραν τοῦ 7ου ἔτους συμπεριλαμβανομένου) ΑΚΟΛΟΥΘΙΑ ΝΕΚΡΩΣΙΜΟΣ ΕΙΣ ΝΗΠΙΑ ΚΑΤΑ ΤΗΝ ΔΙΑΚΑΙΝΗΣΙΜΟΝ ΕΒΔΟΜΑΔΑ ΠΕΡΙ ΤΗΣ ΤΑΦΗΣ ΕΤΕΡΟΔΟΞΩΝ ΥΠΟ ΟΡΘΟΔΟΞΩΝ ΙΕΡΕΩΝ ΑΚΟΛΟΥΘΙΑ ΝΕΚΡΩΣΙΜΟΥ ΤΡΙΣΑΓΙΟΥ ἢ ΠΑΡΑΣΤΑΣΙΜΟΥ ΔΕΗΣΙΣ ΥΠΕΡ ΤΩΝ ΠΡΟΚΕΚΟΙΜΗΜΕΝΩΝ Τῼ ΣΑΒΒΑΤῼ ΤΩΝ ΨΥΧΩΝ ΑΚΟΛΟΥΘΙΑ ΕΠΙ ΜΝΗΜΟΣΥΝῼ ΑΚΟΛΟΥΘΙΑ ΕΙΣ ΠΑΡΑΚΛΗΣΙΝ ΑΣΘΕΝΩΝ χειμαζομένων ὑπὸ πνευμάτων ἀκαθάρτων καὶ ἐπηρεαζόντων. ΕΥΧΑΙ ΕΙΣ ΔΙΑΦΟΡΟΥΣ ΠΕΡΙΣΤΑΣΕΙΣ ΕΥΧΑΙ ἢτοι ΕΞΟΡΚΙΣΜΟΙ ἐπὶ πασχόντων ὑπὸ Δαιμόνων καὶ ἐπὶ πᾶσαν ἀσθένειαν. Εὐχαὶ διὰ τὰς αὐτὰς ἀσθενείας ΤΡΟΠΑΡΙΑ ὅταν σταυροῖ ὁ Ἱερεὺς πάθος νοσήματος διὰ τῆς ἁγίας Λόγχης ΤΑΞΙΣ ΓΙΝΟΜΕΝΗ εἰς χωράφια, ἢ κήπους, ἢ ἀμπελῶνας, ὅταν συμβῇ βλάπτεσθαι ὑπὸ ἑρπετῶν ἢ ἄλλων εἰδῶν ΤΑΞΙΣ ΓΙΝΟΜΕΝΗ ΟΤΑΝ ΣΥΜΒῌ ΤΙ ΜΙΑΡΟΝ ΟΙΟΝΔΗΠΟΤΕ ΕΜΠΕΣΕΙΝ ΕΙΣ ΦΡΕΑΡ ΥΔΑΤΟΣ ΤΑΞΙΣ ΓΙΝΟΜΕΝΗ ΟΤΑΝ ΣΥΜΒῌ ΤΙ ΜΙΑΡΟΝ ἢ ΑΚΑΘΑΡΤΟΝ ΠΡΟΣΦΑΤΩΣ ΕΜΠΕΣΕΙΝ ΕΙΣ ΑΓΓΕΙΟΝ ΟΙΝΟΥ, ΕΛΑΙΟΥ, ΜΕΛΙΤΟΣ ΑΚΟΛΟΥΘΙΑΙ ΠΕΡΙΣΤΑΤΙΚΑΙ ΑΚΟΛΟΥΘΙΑ ΕΠΙ Τῌ ΕΝΑΡΞΕΙ ΚΑΙ ΛΗΞΕΙ ΤΩΝ ΜΑΘΗΜΑΤΩΝ ΕΝ ΤΟΙΣ ΣΧΟΛΕΙΟΙΣ ΑΚΟΛΟΥΘΙΑ ΕΠΙ Τῌ ΕΝΑΡΞΕΙ ΠΑΝΤΟΣ ΙΔΙΩΤΙΚΟΥ ΕΡΓΟΥ ΑΚΟΛΟΥΘΙΑ ΕΠΙ Τῌ ΕΝΑΡΞΕΙ ΠΑΝΤΟΣ ΚΟΙΝΩΦΕΛΟΥΣ ΕΡΓΟΥ ΑΚΟΛΟΥΘΙΑ ΕΠΙ ΘΕΜΕΛΙΩΣΕΙ ΕΚΚΛΗΣΙΑΣ ΑΚΟΛΟΥΘΙΑ ΕΠΙ ΘΕΜΕΛΙΩΣΕΙ ΣΧΟΛΕΙΟΥ ΑΚΟΛΟΥΘΙΑ ΕΠΙ ΘΕΜΕΛΙΩΣΕΙ ΠΑΝΤΟΣ ΚΤΙΣΜΑΤΟΣ ΑΚΟΛΟΥΘΙΑ ΕΠΙ ΕΓΚΑΙΝΙΟΙΣ ΦΙΛΑΝΘΡΩΠΙΚΟΥ ΚΑΤΑΣΤΗΜΑΤΟΣ ΑΚΟΛΟΥΘΙΑ ΕΠΙ ΕΓΚΑΙΝΙΟΙΣ ΑΡΔΕΥΤΙΚΩΝ ΕΡΓΩΝ ΑΚΟΛΟΥΘΙΑ ΕΠΙ ΕΓΚΑΙΝΙΟΙΣ ΠΛΟΙΟΥ ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΑΓΙΑΣΜΟΥ ΕΠΙ ΕΥΛΟΓΗΣΕΙ ΝΕΟΥ ΟΧΗΜΑΤΟΣ ΑΚΟΛΟΥΘΙΑ ΕΠΙ ΕΓΚΑΤΑΣΤΑΣΕΙ ΔΗΜΟΤΙΚΗΣ ἢ ΚΟΙΝΟΤΙΚΗΣ ΑΡΧΗΣ ΤΑΞΙΣ ΟΡΚΩΜΟΣΙΑΣ ΔΗΜΟΣΙΩΝ ΥΠΑΛΛΗΛΩΝ ΔΟΞΟΛΟΓΙΑ ΕΠΙ Τῌ ΕΠΕΤΕΙῼ ΔΙΑΣΩΣΕΩΣ ΠΟΛΕΩΣ ΕΞ ΕΠΙΔΡΟΜΗΣ ΕΧΘΡΩΝ ΕΠΙΜΝΗΜΟΣΥΝΟΣ ΔΕΗΣΙΣ ΥΠΕΡ ΤΩΝ ΕΝ ΠΟΛΕΜῼ ΠΕΣΟΝΤΩΝ ΕΠΙΜΝΗΜΟΣΥΝΟΣ ΔΕΗΣΙΣ ΥΠΕΡ ΤΩΝ ΕΥΕΡΓΕΤΩΝ ΤΗΣ ΠΑΙΔΕΙΑΣ ΤΟΥ ΕΘΝΟΥΣ ΗΜΩΝ ΕΠΙΜΕΤΡΟΝ. ΕΥΑΓΓΕΛΙΑ ΕΩΘΙΝΑ ΑΝΑΣΤΑΣΙΜΑ ΚΑΤΑΒΑΣΙΑΙ ΜΗΝΟΛΟΓΙΟΝ ΤΟΥ ΟΛΟΥ ΕΝΙΑΥΤΟΥ ἵνα ὁδηγῆται ὁ Ἱερεὺς τίνος Ἁγίου ὄνομα πρέπει νὰ μνημονεύῃ εἰς τὴν ἱερὰν Πρόθεσιν ΣΕΠΤΕΜΒΡΙΟΣ ΟΚΤΩΒΡΙΟΣ ΝΟΕΜΒΡΙΟΣ ΔΕΚΕΜΒΡΙΟΣ ΙΑΝΟΥΑΡΙΟΣ ΦΕΒΡΟΥΑΡΙΟΣ ΜΑΡΤΙΟΣ ΑΠΡΙΛΙΟΣ ΜΑΪΟΣ ΙΟΥΝΙΟΣ ΙΟΥΛΙΟΣ ΑΥΓΟΥΣΤΟΣ ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΙΚΡΟΥ ΑΓΙΑΣΜΟΥ ΔΕΗΣΙΣ ΥΠΕΡ ΤΩΝ ΕΝ ΑΝΑΓΚΑΙΣ ΕΥΡΙΣΚΟΜΕΝΩΝ Η ΠΡΩΪΝΗ ΔΕΗΣΙΣ ΔΙΑ ΤΗΝ ΚΑΤΑΠΑΥΣΙΝ ΤΟΥ ΠΟΛΕΜΟΥ ΕΥΧΗ ΥΠΕΡ ΕΙΡΗΝΕΥΣΕΩΣ ΤΩΝ ΛΑΩΝ ΕΥΧΗ ΥΠΕΡ ΚΑΤΑΠΑΥΣΕΩΣ ΤΟΥ ΠΟΛΕΜΟΥ ΕΥΧΗ ΥΠΕΡ ΕΥΟΔΩΣΕΩΣ ΤΟΥ ΔΙΕΞΑΓΟΜΕΝΟΥ ΑΓΩΝΟΣ ΜΕΓΑΛΥΝΑΡΙΑ ΔΙΑ ΤΗΝ ΚΑΤΑΠΑΥΣΙΝ ΤΟΥ ΠΟΛΕΜΟΥ ΔΕΗΣΙΣ ΥΠΕΡ ΤΗΣ ΕΙΡΗΝΗΣ ΕΥΧΗ ΥΠΕΡ ΕΙΡΗΝΗΣ ΤΟΥ ΚΟΣΜΟΥ ΕΥΧΗ ΥΠΕΡ ΧΕΙΜΑΖΟΜΕΝΟΥ κ ΠΟΛΕΜΟΥΜΕΝΟΥ ΛΑΟΥ Εὐχὴ ἐπὶ ἀπειλῆς σεισμοῦ Ἐπιστροφὴ τῶν Ἱερῶν Λειψάνων τῶν Ἁγίων Γρηγορίου τοῦ Θεολόγου & Ἰωάννου τοῦ Χρυσοστόμου ἐκ Ῥώμης εἰς τὴν Ἐκκλησίαν τῆς Κωνσταντινουπόλεως Εὐχὴ τῆς Ἀνακομιδῆς ΑΠΟΛΥΤΙΚΙΑ Ἐπὶ τῇ Ἀνακομιδῇ τῶν Ἱερῶν Λειψάνων αὐτῶν ἐκ Ρώμης εἰς Κωνσταντινούπολιν (27 Νοεμβρίου 2004) Ἀπολυτίκια ΕΥΧΗ λεγομένη μετὰ τὸ τέλος τῆς ἀκολουθίας ΕΥΧΑΙ ΕΙΣ ΠΛΑΚΟΥΝΤΑ ΑΓΙΟΥ ΦΑΝΟΥΡΙΟΥ Εὐχὴ εἰς κατάπαυσιν πυρός [ἐμπρησμοὺς δασῶν] (ὑπὸ π.Θ.Ἀ.) ΕΥΧΑΙ ΔΙΑΦΟΡΑΙ Εὐχὴ εἰς τὸν πανένδοξον μεγαλομάρτυρα τοῦ Χριστοῦ καὶ ἰαματικὸν Εὐχὴ εἰς τὸν ἅγιον μάρτυρα τοῦ Χριστοῦ Τρύφωνα Εὐχὴ εἰς τὸ εὐλογῆσαι μελίσσια Εὐχὴ ἐπὶ τρυγητοῦ σταφυλῆς καὶ ἐλαίας Εὐχὴ ἑτέρα εἰς τὸ κατασκευάσαι πλοῖον Ἀκολουθία εἰς κάμινον ἀσβέστου ΠΕΡΙΣΤΑΣΙΑΚΑΙ ΕΥΧΑΙ Ἐπίκλησις φωτισμοῦ Ἐπίκλησις ἱλασμοῦ Ἐπὶ τῷ νέῳ ἔτει Ὑπὲρ εἰρήνης Ἐπὶ ἀνομβρίας Ἐπὶ ἀρρώστου Ἑτέρα εὐχὴ δι᾿ ἄρρωστον Εἰς τὴν Θεοτόκον Εὐχὴ πενθούντων Αἴτησις τῶν πρὸς σωτηρίαν Εὐχὴ ἐπὶ τῇ χρίσει δι᾿ ΕΥΧΑΙ εἰς διαφόρους περιστάσεις (ἐκ τοῦ Συνεκδήμου) ΕΥΧΑΙ ΔΙΑ ΛΥΣΙΝ ΜΑΓΕΙΑΣ ΠΑΡΑΚΛΗΣΙΣ ΤΟΥ ΑΓΙΟΥ ΚΥΠΡΙΑΝΟΥ ΕΥΧΗ ΔΙΑ ΑΠΑΛΛΑΓΗΝ ΤΩΝ ΑΙΣΧΡΩΝ ΠΡΟΣΕΥΧΗ ΔΙΑ ΑΝΑΡΡΩΣΙΝ ΕΞ ΑΣΘΕΝΕΙΑΣ ΕΥΧΗ ΔΙΑ ΤΗΝ ΑΠΑΛΛΑΓΗ ΕΚ ΤΟΥ ΘΥΜΟΥ ΕΥΧΑΙ ΕΝΑΝΤΙ ΤΟΥ ΚΑΚΟΥ (Προσοχή: Ἐκτὸς Τυπικοῦ!) ΕΥΧΟΛΟΓΙΟΝ Προσοχή: Ἐκτὸς τυπικοῦ Ὅσιος Ἐφραὶμ ὁ Σῦρος Ἐξομολόγησις, ἤγουν προσευχὴ πρὸς Θεόν Εὐχὴ ἐκ τῆς τοῦ ἁγίου Ἐφραὶμ διδασκαλίας Ἑπτά εἰσιν αἱ ἐργασίαι τοῦ μοναχοῦ ΕΥΧΑΙ ΜΕΓΑΛΟΥ ΒΑΣΙΛΕΙΟΥ ΕΥΧΑΙ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΕΥΧΗ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ Ἐν τῷ μέλλειν ἀναγινώσκειν, ἢ ἀναγινώσκοντος ἑτέρου ἀκροᾶσθαι. ΕΥΧΗ ΔΕΥΤΕΡΑ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ Δέησις ἁμαρτωλοῦ. Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου ἀρχιεπισκόπου Εὐχὴ τοῦ ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου Στίχοι παραινετικοὶ τοῦ Χρυσοστόμου. ΕΥΧΟΛΟΓΙΟΝ ΕΠΙΦΑΝΙΟΥ ΚΥΠΡΟΥ Ἅγιος Νήφων Κωνσταντιανῆς Ὁ ἀσκητὴς Ἐπίσκοπος ΕΥΧΑΙ ΙΩΑΝΝΟΥ ΤΟΥ ΔΑΜΑΣΚΗΝΟΥ ΕΥΧΟΛΟΓΙΟΝ ΕΥΧΕΛΑΙΟΝ Εὐχὴ εἰς καθιέρωσιν νέας Εἰκόνος Εὐχὴ εἰς πᾶσαν Ἀσθένειαν ΕΥΧΑΙ ΤΟΥ ΕΝΙΑΥΤΟΥ Εὐχαὶ τοῦ Ἁγίου Δωδεκαημέρου Εὐχαὶ τῆς ἑβδομάδος τῶν ἁγίων Παθῶν ΠΡΟΣΕΥΧΗΤΑΡΙΟΝ ΣΙΜΟΝΩΦ ΕΤΕΡΑΙ ΔΕΗΣΕΙΣ ΕΙΣ ΤΟ ΑΠΟΔΕΙΠΝΟΝ  

 

ΑΓΙΑΣΜΟΣ ΚΑΙ ΠΑΡΑΚΛΗΣΙΣ

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΙΚΡΟΥ ΑΓΙΑΣΜΟΥ

Τελουμένου Ἁγιασμοῦ εὐτρεπίζεται μικρὰ τράπεζα καὶ τίθεται ἐπ᾿ αὐτῆς τὸ ἱερὸν Εὐαγγέλιον, ξύλινος ἀργυρόδετος Σταυρός, θυμιατήριον (κατζίον), δοχεῖον μεθ᾿ ὕδατος καθαροῦ, δύο κηροπήγια, ἐν οἷς ἀνάπτονται κηρία καθαρά, μικρὰ δέσμη βασιλικοῦ ξηροῦ καὶ λευκὸν καθαρὸν μάκτρον. Συνηγμένων δὲ πάντων ἄρχεται ἡ Ἀκολουθία, τοῦ ἱερέως, ὡς καὶ ἐν πάσῃ ἱεροπραξίᾳ, φέροντος ἐπιτραχήλιον, τοῦ δὲ διακόνου στιχάριον σὺν ὀραρίῳ.

Ὁ Διάκονος· Εὐλόγησον, Δέσποτα.

Ὁ Ἱερεύς· Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ Διάκονος· Ἀμήν.

Ψαλμὸς ρμβ´ (142)

Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ᾿ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μοι τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν, ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε· πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με· ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου· καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Εἶτα ψάλλομεν. Ἦχος δ´.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τοῦ Ἅγιον αὐτοῦ. Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν... Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ παρόντα Τροπάρια.

Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τῇ Θεοτόκῳ ἐκτενῶς νῦν προσδράμωμεν, ἁμαρτωλοὶ καὶ ταπεινοί, καὶ προσπέσωμεν ἐν μετανοίᾳ, κράζοντες ἐκ βάθους ψυχῆς· Δέσποινα, βοήθησον ἐφ᾿ ἡμῖν σπλαγχνισθεῖσα· σπεῦσον, ἀπολλύμεθα ὑπὸ πλήθους πταισμάτων· μὴ ἀποστρέψῃς σοὺς δούλους κενούς· σὲ γὰρ καὶ μόνην ἐλπίδα κεκτήμεθα.

Δόξα.

Τὸ αὐτὸ ἢ τὸ Ἀπολυτίκιον τοῦ Ἁγίου τοῦ Ναοῦ.

Καὶ νῦν.

Οὐ σιωπήσωμέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Καὶ τὸν Ψαλμὸν ν´ (50) (χῦμα).

Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντὸς. Σοὶ μόνῳ ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπω, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου, καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα ψάλλομεν τὰ ἑπόμενα Τροπάρια τῆς Θεοτόκου κατ᾿ ἀλφάβητον μετὰ Στίχου· Ὑπεραγία Θεοτόκε, σκέπε, φρούρει, φύλαττε τοὺς δούλους σου.

Ἦχος πλ. β´. Ὁ Εἱρμός.

Ἡ τὸ χαῖρε δι᾿ ἀγγέλου δεξαμένη, καὶ τεκοῦσα τὸν Κτίστην τὸν ἴδιον, Παρθένε, σῷζε τοὺς σὲ μεγαλύνοντας (δίς).

Ἀνυμνοῦμεν τὸν Υἱόν σου, Θεοτόκε, καὶ βοῶμεν, πανάχραντε Δέσποινα, παντός κινδύνου ῥῦσαι τοὺς οἰκέτας σου.

Βασιλέων, Προφητῶν καὶ Ἀποστόλων καὶ Μαρτύρων ὑπάρχεις τὸ καύχημα, καὶ προστασία τοῦ κόσμου, Πανάμωμε.

Γλῶσσα πᾶσα εὐφημεῖ καὶ μακαρίζει, καὶ δοξάζει τὸν ἄχραντον τόκον σου, τῶν Ὀρθοδόξων Μαρία Θεόνυμφε.

Δός, Χριστέ μου, καὶ ἐμοὶ τῷ ἀναξίῳ ὀφλημάτων τὴν ἄφεσιν δέομαι, τῆς σὲ τεκούσης πρεσβείαις, ὡς εὔσπλαγχνος.

Ἐπὶ σέ μου τὰς ἐλπίδας ἀνεθέμην, Θεοτόκε· σῶσον ταῖς πρεσβείας σου, καὶ δώρησαί μοι πταισμάτων τὴν ἄφεσιν.

Ζώωσόν με, ἡ τεκοῦσα Ζωοδότην καὶ Σωτῆρα· σῶσον ταῖς πρεσβείαις σου, εὐλογημένη, ἐλπὶς τῶν ψυχῶν ἡμῶν.

Ἡ τὸν Κτίστην τῶν ἁπάντων ἐν γαστρί σου συλλαβοῦσα, Παρθένε πανάμωμε, ταῖς σαῖς πρεσβείαις, σῶσον τὰς ψυχὰς ἡμῶν.

Θεοτόκε, ἡ τεκοῦσα διὰ λόγου, ὑπὲρ λόγον, τὸν Λόγον, Πανύμνητε, αὐτὸν δυσώπει, σῶσαι τὰς ψυχὰς ἡμῶν.

Ἵλεών μοι τὸν Κριτήν τε καὶ Υἱόν σου, ἐπταικότι ὑπὲρ πάντα ἄνθρωπον, ταῖς σαῖς πρεσβείαις ἀπέργασαι, Δέσποινα.

Κατὰ χρέος ἐκβοῶμέν σοι τό, Χαῖρε, Θεοτόκε, ἁγνὴ ἀειπάρθενε, ἐκδυσωποῦντες πρεσβείαις σου σῴζεσθαι.

Λύτρωσαί με τοῦ πυρὸς τοῦ αἰωνίου, καὶ βασάνων τῶν ἀποκειμένων μοι, Θεογεννῆτορ, ὅπως μακαρίζω σε.

Μὴ παρίδῃς τὰς δεήσεις τῶν σῶν δούλων, δυσωποῦμεν, Πανύμνητε Δέσποινα, ἵνα ῥυσθῶμεν πάσης περιστάσεως.

Νοσημάτων καὶ παντοίων ἀλγηδόνων, καὶ κινδύνων ἡμᾶς ἐλευθέρωσον, τῇ ἱερᾷ σου σκέπῃ καταφεύγοντας.

Ξένον θαῦμα τὸ ἐν σοί, Θεοκυῆτορ· δι᾿ ἡμᾶς γὰρ καθ᾿ ἡμᾶς γεγέννηται ὁ πάντων Κτίστης ἐκ σοῦ καὶ Θεός ἡμῶν.

Ὁ ναός σου, Θεοτόκε, ἀνεδείχθη ἰατρεῖον νοσημάτων, ἄμισθον, καὶ θλιβομένων ψυχῶν παραμύθιον.

Παναγία Θεοτόκε, ἡ τεκοῦσα τὸν Σωτῆρα, κινδύνων διάσωσον, καὶ πάσης ἄλλης ἀνάγκης τοὺς δούλους σου.

Ῥῦσαι πάσης ἀπειλῆς ἐπερχομένης τοὺς σοὺς δούλους, Πανάχραντε Δέσποινα, καὶ πάσης βλάβης ψυχῆς τε καὶ σώματος.

Σῶσον πάντας ταῖς πρεσβείαις σου, Παρθένε, τοὺς εἰς σέ, Θεοτόκε, προστρέχοντας, καὶ ῥῦσαι πάσης ἀνάγκης καὶ θλίψεως.

Τὶς προστρέχων τῷ Ναῷ σου, Θεοτόκε, οὐ λαμβάνει ταχέως τὴν ἴασιν, ψυχῆς ὁμοῦ τε καὶ σώματος, Ἄχραντε;

Ὑπὸ πάντων δυσωπούμενος, Οἰκτίρμον, τῶν Ἁγίων καὶ τῶν ἄνω Τάξεων, ἱλάσθητί μοι διὰ τῆς Τεκούσης σε.

Φεῖσαι, Σῶτερ, τῶν ψυχῶν τῶν τεθνεώντων, ἐπ᾿ ἐλπίδι ζωῆς ἀδελφῶν ἡμῶν, καὶ ἄνες, ἄφες αὐτοῖς τὰ ἐγκλήματα.

Χαῖρε κόσμου ἱλαστήριον, Παρθένε, χαῖρε στάμνε καὶ λυχνία πάγχρυσε, τοῦ θείου μάννα καὶ φωτός, Θεόνυμφε.

Τριαδικὸν

Ψάλλομέν σοι τῷ Θεῷ τῷ ἐν Τριάδι, ἐκβοῶντες φωνὴν τὴν τρισάγιον, ἐκδυσωποῦντες σωτηρίας τεύξασθαι.

Θεοτοκίον

Ὦ Παρθένε, ἡ τεκοῦσα τὸν Σωτῆρα καὶ Δεσπότην τοῦ κόσμου καὶ Κύριον, αὐτὸν δυσώπει, σῶσαι τὰς ψυχὰς ἡμῶν.

Χαῖρε ὄρος, χαῖρε βάτε, χαῖρε πύλη, χαῖρε κλῖμαξ, χαῖρε θεία τράπεζα, ἡ πάντων χαῖρε βοήθεια, Δέσποινα.

Ταῖς πρεσβείαις, Ἐλεῆμον, τῆς Μητρός σου τῆς Ἀχράντου, καὶ πάντων τῶν Ἁγίων σου, τὰ σὰ ἐλέῃ τῷ λαῷ σου δώρησαι.

Τῇ πρεσβείᾳ τῶν ἐνδόξων Ἀρχαγγέλων καὶ Ἀγγέλων, καὶ τῶν ἄνω Τάξεων, σοὺς δούλους, Σῶτερ, καλῶς διαφύλαξον.

Τῇ πρεσβείᾳ τοῦ τιμίου καὶ ἐνδόξου Βαπτιστοῦ σου Προφήτου Προδρόμου τε, Χριστέ μου Σῶτερ, τοὺς δούλους σου φύλαξον.

Τῇ πρεσβείᾳ τῶν ἐνδόξων Ἀποστόλων, καὶ Μαρτύρων, καὶ πάντων τῶν Ἁγίων σου, τὰ σὰ ἐλέη τῷ λαῷ σου δώρησαι.

Τῇ πρεσβείᾳ τῶν ἐνδόξων Ἀναργύρων, Θεοτόκε, τοὺς δούλους σου φύλαττε, ὡς προστασία τοῦ κόσμου καὶ στήριγμα.

Δόξα.

Τὸν Πατέρα καὶ Υἱὸν δοξολογοῦμεν, καὶ τὸ Πνεῦμα τὸ Ἅγιον, λέγοντες· Τριάς Ἁγία, σῶσον τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον

Ἡ ἀῤῥήτως ἐπ᾿ ἐσχάτων συλλαβοῦσα, καὶ τεκοῦσα τὸν Κτίστην τὸν ἴδιον, Παρθένε, σῷζε τοὺς σὲ μεγαλύνοντας.

Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε· ἐλπίζοντες εἰς σέ, μὴ ἀστοχήσωμεν· ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων· σὺ γὰρ εἶ ἡ σωτηρία τοῦ γένους τῶν χριστιανῶν.

Ὁ Ἱερεύς· Τοῦ Κυρίου δεηθῶμεν.

Ὅτι Ἅγιος εἶ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εἶτα τὰ παρόντα Τροπάρια. Ἦχος πλ. δ´.

Νῦν ἐπέστη ὁ καιρός, ὁ πάντας ἁγιάζων, καὶ ὁ δίκαιος ἡμᾶς ἀναμένει Κριτής· ἀλλ᾿ ἐπίστρεψον, ψυχή, πρός μετάνοιαν, ὡς ἡ Πόρνη κράζουσα σὺν δάκρυσι· Κύριε, ἐλέησόν με.

Νάμασιν ἐπομβρήσας, Χριστέ, πηγὴν τῶν ἰάσεων, ἐν τῷ πανσέπτῳ ναῷ τῆς Παρθένου σήμερον, τῷ τῆς σῆς εὐλογίας ῥαντισμῷ, φυγαδεύεις τὰς νόσους τῶν ἀσθενούντων, ἰατρὲ τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν.

Παρθένος ἔτεκες ἀπειρόγαμε, καὶ Παρθένος ἔμεινας, Μήτηρ ἀνύμφευτε, Θεοτόκε, Μαρία· Χριστὸν τὸν Θεὸν ἡμῶν ἱκέτευε, σωθῆναι ἡμᾶς.

Παναγία Θεοτόκε Παρθένε, τῶν χειρῶν ἡμῶν τὰ ἔργα κατεύθυνον, καὶ συγχώρησιν τῶν πταισμάτων ἡμῶν αἴτησαι, ἐν τῷ ψάλλειν ἡμᾶς τῶν Ἀγγέλων τὸν ὕμνον.

Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς (ἐκ γ´).

Δόξα. Καὶ νῦν. Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς.

Πάλιν· Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς.

Ὁ Ἱερεύς· Πρόσχωμεν.

Ὁ Διάκονος· Προκείμενον. Ἦχος δ´.

Κύριος φωτισμός μου καὶ Σωτήρ μου.

Στίχ. Κύριος ὑπερασπιστής τῆς ζωῆς μου.

Ὁ Ἱερεύς· Σοφία.

Ὁ Διάκονος· Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα.

Ὁ Ἱερεύς· Πρόσχωμεν.

Ὁ Διάκονος

ΑΠΟΣΤΟΛΟΣ (Κεφ. β´ 11–18)

Ἀδελφοί, ὁ ἁγιάζων καὶ οἱ ἁγιαζόμενοι ἐξ ἑνὸς πάντες· δι᾿ ἣν αἰτίαν οὐκ ἐπαισχύνεται ἀδελφοὺς αὐτοὺς καλεῖν, λέγων· Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε. Καὶ πάλιν· Ἐγὼ ἔσομαι πεποιθὼς ἐπ᾿ αὐτῷ. Καὶ πάλιν· Ἰδού ἐγὼ καὶ τὰ παιδία, ἅ μοι ἔδωκεν ὁ Θεός. Ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκε σαρκὸς καὶ αἵματος, καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν, ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τοὐτέστι τὸν Διάβολον, καὶ ἀπαλλάξῃ τούτους, ὅσοι φόβῳ θανάτου διά παντὸς τοῦ ζῆν ἔνοχοι ἦσαν δουλείας. Οὐ γὰρ δήπου Ἀγγέλων ἐπιλαμβάνεται, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται. Ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι, ἵνα ἐλεήμων γένηται καὶ πιστὸς Ἀρχιερεὺς τὰ πρὸς τὸν Θεόν, εἰς τὸ ἱλάσκεσθαι τὰς ἁμαρτίας τοῦ λαοῦ. Ἐν ᾧ γὰρ πέπονθεν αὐτὸς πειρασθείς, δύναται τοῖς πειραζομένοις βοηθῆσαι.

Ὁ Ἱερεύς· Εἰρήνη σοι τῷ ἀναγινώσκοντι.

Ὁ Διάκονος· Ἀλληλούϊα.

Ἦχος πλ. β´.

Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν.

Ὁ Διάκονος· Σοφία. Ὀρθοί, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.

Ὁ Ἱερεύς· Εἰρήνη πᾶσι.

Ὁ Διάκονος· Καὶ τῷ Πνεύματί σου.

Ὁ Ἱερεύς· Ἐκ τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγγελίου τὸ Ἀνάγνωσμα.

Ὁ Διάκονος· Πρόσχωμεν.

Ὁ Ἱερεύς· ΕΥΑΓΓΕΛΙΟΝ (Κεφ. ε´ 1–4)

Τῷ καιρῷ ἐκείνῳ, ἀνέβη ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα. Ἔστι δὲ ἐν τοῖς Ἱεροσολύμοις, ἐπὶ τῇ Προβατικῇ, κολυμβήθρα, ἡ ἐπιλεγομένη ἑβραϊστὶ Βηθεσδά, πέντε στοὰς ἔχουσα. Ἐν ταύταις κατέκειτο πλῆθος πολὺ τῶν ἀσθενούντων, τυφλῶν χωλῶν, ξηρῶν, ἐκδεχομένων τὴν τοῦ ὕδατος κίνησιν. Ἄγγελος γὰρ κατὰ καιρὸν κατέβαινεν ἐν τῇ κολυμβήθρᾳ, καὶ ἐτάραττε τὸ ὕδωρ· ὁ οὖν πρῶτος ἐμβὰς μετὰ τὴν ταραχὴν τοῦ ὕδατος, ὑγιὴς ἐγίνετο, ᾧ δήποτε κατείχετο νοσήματι.

Ὁ Διάκονος· Δόξα σοι, Κύριε, δόξα σοι.

Εἶτα, τοῦ Διακόνου λέγοντος τὰ «Εἰρηνικά», ὁ Ἱερεύς ἀντιφωνεῖ καθ᾿ ἑκάστην δέησιν τό· Κύριε, ἐλέησον καὶ ἐν τέλει τό· Σοί, Κύριε.

Ἐν εἰρήνῃ, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τῆς ἄνωθεν εἰρήνης καὶ τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν, καὶ τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τοῦ ἁγίου οἴκου τούτου, καὶ τῶν μετὰ πίστεως, εὐλαβείας καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (τοῦ δεῖνος), παντὸς τοῦ Κλήρου καὶ τοῦ Λαοῦ, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τοῦ εὐσεβοῦς ἡμῶν ἔθνους, πάσης Ἀρχῆς καὶ ἐξουσίας ἐν τῷ Κράτει ἡμῶν καὶ τοῦ κατὰ ξηράν, θάλασσαν καὶ ἀέρα φιλοχρίστου Στρατοῦ τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τῆς πόλεως (ἢ νήσου) ταύτης, πάσης πόλεως, χώρας καὶ τῶν πίστει οἰκούντων ἐν αὐταῖς, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ εὐκρασίας ἀέρων, εὐφορίας τῶν καρπῶν τῆς γῆς, καὶ καιρῶν εἰρηνικῶν, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων καὶ τῆς σωτηρίας αὐτῶν, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τοῦ ἁγιασθῆναι τὸ ὕδωρ τοῦτο, τῇ δυνάμει καὶ ἐνεργείᾳ καὶ ἐπιφοιτήσει τοῦ Ἁγίου Πνεύματος, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τοῦ καταφοιτῆσαι τῷ ὕδατι τούτῳ τὴν καθαρτικὴν τῆς ὑπερουσίου Τριάδος ἐνέργειαν, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τοῦ γενέσθαι τὸ ὕδωρ τοῦτο ἰαματικὸν ψυχῶν καὶ σωμάτων, καὶ πάσης ἀντικειμένης δυνάμεως ἀποτρεπτικόν, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τοῦ καταπεμφθῆναι αὐτῷ τὴν χάριν τῆς ἀπολυτρώσεως, τὴν εὐλογίαν τοῦ Ἰορδάνου, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ πάντων τῶν χρῃζόντων τῆς παρὰ τοῦ Θεοῦ βοηθείας καὶ ἀντιλήψεως, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τοῦ φωτισθῆναι ἡμᾶς φωτισμὸν γνώσεως, διὰ τῆς ὁμοουσίου Τριάδος, τοῦ Κυρίου δεηθῶμεν.

Ὅπως Κύριος ὁ Θεὸς ἡμῶν ἀναδείξῃ ἡμᾶς υἱοὺς καὶ κληρονόμους τῆς βασιλείας αὐτοῦ, διὰ τῆς τοῦ ὕδατος τούτου μεταλήψεώς τε καὶ ῥαντισμοῦ, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον, καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.

Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Ὁ Ἱερεύς ἐκφώνως·

Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ὁ Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.

Ὁ Ἱερεύς λέγει τὴν Εὐχὴν ταύτην.

Κύριε ὁ Θεὸς ἡμῶν, ὁ μέγας τῇ βουλῇ καὶ θαυμαστὸς τοῖς ἔργοις, ὁ πάσης ὁρατῆς τε καὶ ἀοράτου κτίσεως δημιουργός· ὁ φυλάσσων τὴν διαθήκην σου καὶ τὸ ἔλεός σου τοῖς ἀγαπῶσί σε καὶ τηροῦσι τὰ σὰ προστάγματα· ὁ πάντων τῶν ἐν ἀνάγκαις ἐλεεινά προσδεχόμενος δάκρυα· διὰ γὰρ τοῦτο παραγέγονας ἐν δούλου μορφῇ, οὐ φάσμασιν ἡμᾶς ἐκδειματούμενος, ἀλλ᾿ ὑγίειαν τῷ σώματι ἀληθῆ ὀρέγων καὶ λέγων· ἴδε ὑγιὴς γέγονας, μηκέτι ἁμάρτανε. Ἀλλὰ καὶ ἐκ πηλοῦ ζῶντας ὀφθαλμούς εἰργάσω καὶ νίψασθαι κελεύσας, τὸ φῶς οἰκῆσαι παρεσκεύασας λόγῳ· ὁ τὰς τῶν ἐναντίων παθῶν σπιλάδας ταράττων, καὶ τὴν τοῦ βίου τούτου ἁλμυρὰν θάλασσαν καταστείλας, καὶ τὰ ἀχθηφόρα τῶν ἡδονῶν κατευνάσας κύματα· Αὐτὸς οὖν, φιλάνθρωπε Βασιλεῦ, ὁ δοὺς ἡμῖν χιονοφεγγόφωτον φορέσαι στολὴν ἐξ ὕδατός τε καὶ πνεύματος, καὶ διὰ τῆς τοῦ ὕδατος τούτου μεταλήψεώς τε καὶ ῥαντισμοῦ τὴν σὴν εὐλογίαν ἡμῖν κατάπεμψον, τὸν ῥῦπον τῶν παθῶν ἀποσμήχουσαν. Ναί, Δέσποτα, δεόμεθα· ἐπίσκεψαι ἡμῶν, Ἀγαθέ, τὴν ἀσθένειαν καὶ ἴασαι ἡμῶν τὰς νόσους ψυχῆς τε καὶ σώματος, τῷ ἐλέει σου· πρεσβείαις τῆς παναχράντου δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας· δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων· τοῦ τιμίου ἐνδόξου προφήτου προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου· τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων· τῶν ἐν ἁγίοις Πατέρων ἡμῶν, μεγάλων Ἱεραρχῶν καὶ οἰκουμενικῶν Διδασκάλων, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου· τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν Ἀθανασίου καὶ Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος, πατριαρχῶν Ἀλεξανδρείας· Νικολάου ἐπισκόπου Μύρων τῆς Λυκίας καὶ Σπυρίδωνος Τριμυθοῦντος, τῶν θαυματουργῶν· τῶν ἁγίων καὶ ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλύτου, Θεοδώρου τοῦ Τήρωνος καὶ Θεοδώρου τοῦ Στρατηλάτου· τῶν ἁγίων ἐνδόξων ἱερομαρτύρων Χαραλάμπους καὶ Ἐλευθερίου, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων· τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης· τῶν ἁγίων ἐνδόξων καὶ θαυματουργῶν Ἀναργύρων Κοσμᾶ καὶ Δαμιανοῦ, Κύρου καὶ Ἰωάννου, Παντελεήμονος καὶ Ἑρμολάου, Σαμψὼν καὶ Διομήδους, Μωκίου καὶ Ἀνικήτου, Θαλλελαίου καὶ Τρύφωνος· τοῦ Ἁγίου (τῆς ἡμέρας), οὗ καὶ τὴν μνήμην ἐπιτελοῦμεν· καὶ πάντων σου τῶν Ἁγίων. Μνήσθητι, Κύριε, πάσης ἐπισκοπῆς Ὀρθοδόξων, τῶν ὀρθοτομούντων τὸν λόγον τῆς σῆς ἀληθείας καὶ παντὸς ἱερατικοῦ καὶ μοναχικοῦ τάγματος καὶ τῆς σωτηρίας αὐτῶν. Μνήσθητι, Κύριε, τῶν μισούντων καὶ ἀγαπώντων ἡμᾶς, τῶν διακονούντων ἀδελφῶν ἡμῶν, τῶν περιεστώτων καὶ τῶν δι᾿ εὐλόγους αἰτίας ἀπολειφθέντων καὶ τῶν ἐντειλαμένων ἡμῖν τοῖς ἀναξίοις εὔχεσθαι ὑπὲρ αὐτῶν. Μνήσθητι, Κύριε, καὶ τῶν ἐν αἰχμαλωσίᾳ καὶ θλίψεσιν ἀδελφῶν ἡμῶν, καὶ ἐλέησον αὐτοὺς καὶ ἡμᾶς κατὰ τὸ μέγα σου ἔλεος, πάσης ἀνάγκης ῥυόμενος. Ὅτι σὺ εἶ ἡ πηγὴ τῶν ἰαμάτων, Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εἰρήνη πᾶσι.

Ὁ Διάκονος· Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.

Ὁ Ἱερεύς, κλινόμενος, λέγει μυστικῶς, τὴν Εὐχήν ταύτην·

Κλῖνον, Κύριε, τὸ οὖς σου καὶ ἐπάκουσον ἡμῶν, ὁ ἐν Ἰορδάνῃ βαπτισθῆναι καταδεξάμενος καὶ ἁγιάσας τὰ ὕδατα· καὶ εὐλόγησον πάντας ἡμᾶς, τοὺς διὰ τῆς κλίσεως τοῦ ἑαυτῶν αὐχένος σημαίνοντας τὸ τῆς δουλείας πρόσχημα· καὶ καταξίωσον ἡμᾶς ἐμπλησθῆναι τοῦ ἁγιασμοῦ σου, διὰ τῆς τοῦ ὕδατος τούτου μεταλήψεώς τε καὶ ῥαντισμοῦ καὶ γενέσθω ἡμῖν, Κύριε, εἰς ὑγίειαν ψυχῆς τε καὶ σώματος.

Ἐκφώνως·

Σὺ γὰρ εἶ ὁ ἁγιασμὸς τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, καὶ σοὶ τὴν δόξαν καὶ εὐχαριστίαν καὶ προσκύνησιν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εἶτα, λαβὼν τὸν τίμιον Σταυρόν, εὐλογεῖ τὰ ὕδατα ἐκ τρίτου, κατάγων καὶ ἀνάγων αὐτὸν ὄρθιον, καὶ ψάλλων.

Ἦχος α´.

Σῶσον, Κύριε, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς Βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων, διὰ τοῦ Σταυροῦ σου πολίτευμα (ἐκ γ´).

Εἶτα, ῥαντίζων σταυροειδῶς, ψάλλει τὸ παρὸν Τροπάριον.

Ἦχος β´.

Τῶν σῶν δωρεῶν, ἀξίους ἡμᾶς ποίησον, Θεοτόκε Παρθένε, παρορῶσα τὰ πλημμελήματα ἡμῶν, καὶ παρέχουσα ἰάματα, τοῖς ἐν πίστει λαμβάνουσι τὴν εὐλογίαν σου, Ἄχραντε.

Εἶτα ἀσπάζεται ὁ Ἱερεύς τὸν τίμιον Σταυρόν· ὡσαύτως καὶ πᾶς ὁ λαός. Εἶθ᾿ οὕτω ῥαντίζει πάντα τὸν λαόν, τὸν Ναὸν (ἢ τὸν Οἶκον) διὰ τοῦ ἁγιάσματος. Ὁ δὲ Διάκονος ἢ ὁ Ἱερεύς ψάλλει τὸ παρὸν Τροπάριον, ὅπερ καὶ πολλάκις λέγεται, μέχρι τῆς ἀποῤῥαντίσεως δηλονότι.

Ἦχος δ´.

Πηγὴν ἰαμάτων ἔχοντες, ἅγιοι Ἀνάργυροι, τὰς ἰάσεις παρέχετε πᾶσι τοῖς δεομένοις, ὡς μεγίστων δωρεῶν ἀξιωθέντες, παρὰ τῆς ἀενάου πηγῆς τοῦ Σωτῆρος Χριστοῦ. Φησὶ γὰρ πρὸς ὑμᾶς ὁ Κύριος, ὡς ὁμοζήλους τῶν Ἀποστόλων· ἰδοὺ δέδωκα ὑμῖν τήν ἐξουσίαν κατὰ πνευμάτων ἀκαθάρτων, ὥστε αὐτὰ ἐκβάλλειν, καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. Διὸ τοῖς προστάγμασιν αὐτοῦ καλῶς πολιτευσάμενοι, δωρεὰν ἐλάβετε, δωρεὰν παρέχετε, ἰατρεύοντες τὰ πάθη τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Νεῦσον παρακλήσεσι σῶν ἱκετῶν, Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ γὰρ μόνην ἀσφαλῆ καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα· μὴ αἰσχυνθῶμεν, Δέσποινα, σὲ προσκαλούμενοι. Σπεῦσον εἰς ἱκεσίαν τῶν σοὶ πιστῶς βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Καὶ τὸ

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Ὁ Διάκονος· Ἐλέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου ἐπάκουσον καὶ ἐλέησον.

Ὁ Ἱερεύς, μεθ᾿ ἑκάστην Δέησιν· Κύριε, ἐλέησον (γ´).

Ὁ Διάκονος· Ἔτι δεόμεθα, ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (τοῦ δεῖνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.

Ἔτι δεόμεθα, ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγίειας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ πόλει (ἢ νήσῳ) ταύτῃ, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου Ναοῦ τούτου (ἐὰν ὁ Ἁγιασμὸς τελῆται ἐν τῷ Ναῷ).

Ἔτι δεόμεθα καὶ ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ (καὶ μνημονεύει ὀνομαστὶ τῶν δι᾿ οὓς ὁ Ἁγιασμὸς τελεῖται).

Ἔτι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν πόλιν (ἢ νῆσον) ταύτην, καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς, ἀλλοφύλων, ἐμφυλίου πολέμου, καὶ αἰφνιδίου θανάτου· ὑπὲρ τοῦ ἵλεων, εὐμενῆ καὶ εὐδιάλλακτον γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καὶ διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον, τὴν καθ᾿ ἡμῶν κινουμένην· καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς, καὶ ἐλεῆσαι ἡμᾶς.

Ἔτι δεόμεθα, καὶ ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν, καὶ ἐλεῆσαι ἡμᾶς.

Ὁ Ἱερεύς· Ἐπάκουσον ἡμῶν, ὁ Θεός, ὁ Σωτήρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακράν· καὶ ἵλεως, ἵλεως γενοῦ ἡμῖν, Δέσποτα, ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν, καὶ ἐλέησον ἡμᾶς. Ἐλεήμων γὰρ καὶ φιλάνθρωπος, Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εἶθ᾿ οὕτω ποιεῖ τὴν μικρὰν Ἀπόλυσιν.

Δόξα σοι ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι. Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ἁγίων καὶ θαυματουργῶν Ἀναργύρων, (τοῦ Ἁγίου τοῦ Ναοῦ), τῶν ἁγίων καὶ δικαίων Θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (τοῦ Ἁγίου τῆς ἡμέρας) οὗ καὶ τὴν μνήμην ἐπιτελοῦμεν καὶ πάντων τῶν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.

Δι᾿ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε, Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς.

Ὁ Διάκονος· Ἀμήν.

Η ΚΟΙΝΗ ΠΑΡΑΚΛΗΣΙΣ

ΑΚΟΛΟΥΘΙΑ ΤΗΣ ΚΟΙΝΗΣ ΠΑΡΑΚΛΗΣΕΩΣ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ

Ὁ Μικρὸς Παρακλητικὸς Κανὼν ψάλλεται ἐν πάσῃ περιστάσει καὶ θλίψει ψυχῆς, κατὰ δὲ τὰς ἡμέρας τοῦ Δεκαπενταυγούστου, ἐναλλὰξ μετὰ τοῦ Μεγάλου Παρακλητικοῦ Κανόνος, συνημμένως τῷ Ἑσπερινῷ, παραλειπομένου τοῦ «Εὐλογητὸς ὁ Θεός», ὅτε εὐθὺς μετὰ τὸ «Νῦν ἀπολύεις», ἀναγινώσκεται ὁ ρμβ´ (142ος) Ψαλμός.

Ὁ Ἱερεύς, ἐκφωνεῖ

Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ Ἀναγνώστης· Ἀμήν.

Ψαλμὸς ρμβ´ (142)

Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ᾿ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μοι τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν, ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε· πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με· ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου· καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Καὶ εὐθὺς ψάλλομεν.

Ἦχος δ´.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ Ἅγιον αὐτοῦ.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν...

Στίχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν...

Στίχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν...

Εἶτα τὰ παρόντα Τροπάρια.

Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τῇ Θεοτόκῳ ἐκτενῶς νῦν προσδράμωμεν, ἁμαρτωλοὶ καὶ ταπεινοί, καὶ προσπέσωμεν ἐν μετανοίᾳ, κράζοντες ἐκ βάθους ψυχῆς· Δέσποινα, βοήθησον ἐφ᾿ ἡμῖν σπλαγχνισθεῖσα· σπεῦσον, ἀπολλύμεθα ὑπὸ πλήθους πταισμάτων· μὴ ἀποστρέψῃς σοὺς δούλους κενούς· σὲ γὰρ καὶ μόνην ἐλπίδα κεκτήμεθα.

Δόξα.

Τὸ αὐτὸ ἢ τὸ Ἀπολυτίκιον τοῦ Ἁγίου τοῦ Ναοῦ, ἐν ᾧ ἡ Παράκλησις ψάλλεται.

Καὶ νῦν.

Οὐ σιωπήσωμέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων;

Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ, ἐκ παντοίων δεινῶν.

Ὁ Ἀναγνώστης (χῦμα)· Ψαλμὸς Ν´ (50)

Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντὸς. Σοὶ μόνῳ ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπω, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου, καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα ψάλλομεν τὰς Ὠδὰς τοῦ Κανόνος.

Ποίημα Θεοστηρίκτου μοναχοῦ· οἱ δέ, Θεοφάνους.

Ἦχος πλ. δ´. ᾨδὴ α´. Ὁ Εἱρμός.

«Ὑγρὰν διοδεύσας ὡσεὶ ξηράν, καὶ τὴν αἰγυπτίαν μοχθηρίαν διαφυγών, ὁ Ἰσραηλίτης ἀνεβόα· Τῷ Λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν».

Τροπάρια

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Πολλοῖς συνεχόμενος πειρασμοῖς, πρὸς σὲ καταφεύγω, σωτηρίαν ἐπιζητῶν· Ὦ Μῆτερ τοῦ Λόγου καὶ Παρθένε, τῶν δυσχερῶν καὶ δεινῶν με διάσωσον.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Παθῶν με ταράττουσι προσβολαί, πολλῆς ἀθυμίας, ἐμπιπλῶσαί μου τὴν ψυχήν· εἰρήνευσον, Κόρη, τῇ γαλήνῃ, τῇ τοῦ Υἱοῦ καὶ Θεοῦ σου, Πανάμωμε.

Δόξα.

Σωτῆρα τεκοῦσάν σε καὶ Θεόν, δυσωπῶ, Παρθένε, λυτρωθῆναί με τῶν δεινῶν· σοὶ γὰρ νῦν προσφεύγων ἀνατείνω, καὶ τὴν ψυχὴν καὶ τὴν διάνοιαν.

Καὶ νῦν.

Νοσοῦντα τὸ σῶμα καὶ τὴν ψυχήν, ἐπισκοπῆς θείας, καὶ προνοίας τῆς παρὰ σοῦ, ἀξίωσον, μόνη Θεομῆτορ, ὡς ἀγαθὴ ἀγαθοῦ τε λοχεύτρια.

ᾨδὴ γ´. Ὁ Εἱρμός.

«Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆτορ, σύ με στερέωσον, ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε».

Τροπάρια

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Προστασίαν καὶ σκέπην, ζωῆς ἐμῆς τίθημι, Σέ, Θεογεννῆτορ, Παρθένε· σύ με κυβέρνησον, πρὸς τὸν λιμένα σου, τῶν ἀγαθῶν ἡ αἰτία, τῶν πιστῶν τὸ στήριγμα, μόνη πανύμνητε.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἱκετεύω, Παρθένε, τὸν ψυχικὸν τάραχον, καὶ τῆς ἀθυμίας τὴν ζάλην, διασκεδάσαι μου· σὺ γάρ, Θεόνυμφε, τὸν ἀρχηγὸν τῆς γαλήνης, τὸν Χριστὸν ἐκύησας, μόνη πανάχραντε.

Δόξα.

Εὐεργέτην τεκοῦσα, τὸν τῶν καλῶν αἴτιον, τῆς εὐεργεσίας τὸν πλοῦτον, πᾶσιν ἀνάβλυσον· πάντα γὰρ δύνασαι, ὡς δυνατὸν ἐν ἰσχύϊ, τὸν Χριστὸν κυήσασα, Θεομακάριστε.

Καὶ νῦν.

Χαλεπαῖς ἀῤῥωστίαις, καὶ νοσεροῖς πάθεσιν, ἐξεταζομένῳ, Παρθένε, σὺ μοι βοήθησον· τῶν ἰαμάτων γάρ, ἀνελλιπῆ σε γινώσκω, θησαυρόν, Πανάμωμε, τὸν ἀδαπάνητον.

Διάσωσον, ἀπὸ κινδύνων, τοὺς δούλους σου, Θεοτόκε, ὅτι πάντες μετὰ Θεόν, εἰς σὲ καταφεύγομεν, ὡς ἄῤῥηκτον τεῖχος καὶ προστασίαν.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Ὁ Ἱερεύς· Ἐλέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.

Ὁ Χορὸς ἐν ἑκάστῃ δεήσει ψάλλει τό· Κύριε, ἐλέησον (γ´).

Ὁ Ἱερεύς· Ἔτι δεόμεθα, ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (τοῦ δεῖνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.

Ἔτι δεόμεθα, ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν, τῶν δούλων τοῦ Θεοῦ πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ πόλει (ἢ νήσῳ) ταύτῃ, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου Ναοῦ τούτου.

Ἔτι δεόμεθα καὶ ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ (καὶ μνημονεύει ὀνομαστὶ τῶν δι᾿ οὓς ἡ Παράκλησις τελεῖται).

Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν τῷ Πατρί, καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ Χορός· Ἀμήν.

Κάθισμα. Ἦχος β´. Τὰ ἄνω ζητῶν.

Πρεσβεία θερμή, καὶ τεῖχος ἀπροσμάχητον, ἐλέους πηγή, τοῦ κόσμου καταφύγιον, ἐκτενῶς βοῶμέν σοι· Θεοτόκε Δέσποινα, πρόφθασον, καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, ἡ μόνη ταχέως προστατεύουσα.

ᾨδὴ δ´. Ὁ Εἱρμός.

«Εἰσακήκοα, Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον· κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν θεότητα».

Τροπάρια

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Τῶν παθῶν μου τὸν τάραχον, ἡ τὸν κυβερνήτην τεκοῦσα Κύριον, καὶ τὸν κλύδωνα κατεύνασον, τῶν ἐμῶν πταισμάτων, Θεονύμφευτε.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Εὐσπλαγχνίας τὴν ἄβυσσον, ἐπικαλουμένῳ τῆς σῆς παράσχου μοι, ἡ τὸν εὔσπλαγχνον κυήσασα, καὶ Σωτῆρα πάντων, τῶν ὑμνούντων σε.

Δόξα Πατρί.

Ἀπολαύοντες, Πάναγνε, τῶν σῶν δωρημάτων εὐχαριστήριον, ἀναμέλπομεν ἐφύμνιον, οἱ γινώσκοντές σε Θεομήτορα.

Καὶ νῦν.

Οἱ ἐλπίδα καὶ στήριγμα, καὶ τῆς σωτηρίας τεῖχος ἀκράδαντον, κεκτημένοι σε, Πανύμνητε, δυσχερείας πάσης, ἐκλυτρούμεθα.

ᾨδὴ ε´. Ὁ Εἱρμός.

«Φώτισον ἡμᾶς, τοῖς προστάγμασί σου, Κύριε, καὶ τῷ βραχίονί σου τῷ ὑψηλῷ, τὴν σὴν εἰρήνην, παράσχου ἡμῖν, φιλάνθρωπε».

Τροπάρια

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἔμπλησον, Ἁγνή, εὐφροσύνης τὴν καρδίαν μου, τὴν σὴν ἀκήρατον διδοῦσα χαράν, τῆς εὐφροσύνης, ἡ γεννήσασα τὸν αἴτιον.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Λύτρωσαι ἡμᾶς, ἐκ κινδύνων, Θεοτόκε Ἁγνή, ἡ αἰωνίαν τεκοῦσα λύτρωσιν, καὶ τὴν εἰρήνην, τὴν πάντα νοῦν ὑπερέχουσαν.

Δόξα Πατρί.

Λῦσον τὴν ἀχλύν, τῶν πταισμάτων μου, Θεόνυμφε, τῷ φωτισμῷ τῆς σῆς λαμπρότητος, ἡ φῶς τεκοῦσα, τὸ θεῖον καὶ προαιώνιον.

Καὶ νῦν.

Ἴασαι Ἁγνή, τῶν παθῶν μου τὴν ἀσθένειαν, ἐπισκοπῆς σου ἀξιώσασα, καὶ τὴν ὑγείαν, τῇ πρεσβείᾳ σου παράσχου μοι.

ᾨδὴ ς´. Ὁ Εἱρμός.

«Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τὰς θλίψεις· ὅτι κακῶν ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ ᾍδῃ προσήγγισε· καὶ δέομαι ὡς Ἰωνᾶς· Ἐκ φθορᾶς, ὁ Θεός με ἀνάγαγε».

Τροπάρια

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Θανάτου καὶ τῆς φθορᾶς ὡς ἔσωσεν, ἑαυτὸν ἐκδεδωκὼς τῷ θανάτῳ, τὴν τῇ φθορᾷ καὶ θανάτῳ μου φύσιν, κατασχεθεῖσαν, Παρθένε, δυσώπησον, τὸν Κύριόν σου καὶ Υἱόν, τῆς ἐχθρῶν κακουργίας με ῥύσασθαι.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Προστάτιν σε τῆς ζωῆς ἐπίσταμαι, καὶ φρουρὰν ἀσφαλεστάτην, Παρθένε, τῶν πειρασμῶν διαλύουσαν ὄχλον, καὶ ἐπηρείας δαιμόνων ἐλαύνουσαν, καὶ δέομαι διαπαντός, ἐκ φθορᾶς τῶν παθῶν μου ῥυσθῆναί με.

Δόξα.

Ὡς τεῖχος καταφυγῆς κεκτήμεθα, καὶ ψυχῶν σε παντελῆ σωτηρίαν, καὶ πλατυσμὸν ἐν ταῖς θλίψεσι, Κόρη, καὶ τῶ φωτί σου ἀεὶ ἀγαλλόμεθα. Ὦ Δέσποινα, καὶ νῦν ἡμᾶς, τῶν παθῶν καὶ κινδύνων διάσωσον.

Καὶ νῦν.

Ἐν κλίνῃ νῦν ἀσθενῶν κατάκειμαι, καὶ οὐκ ἔστιν ἴασις τῇ σαρκί μου· ἀλλ᾿ ἡ Θεὸν καὶ Σωτῆρα τοῦ κόσμου, καὶ τὸν λυτῆρα τῶν νόσων κυήσασα, σοῦ δέομαι τῆς ἀγαθῆς· ἐκ φθορᾶς νοσημάτων ἀνάστησον.

Διάσωσον, ἀπό κινδύνων, τοὺς δούλους σου, Θεοτόκε, ὅτι πάντες μετὰ Θεόν, εἰς σὲ καταφεύγομεν, ὡς ἄῤῥηκτον τεῖχος καὶ προστασίαν.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Ὁ Ἱερεύς μνημονεύει ὡς δεδήλωται. Μετὰ δὲ τὴν ἐκφώνησιν.

Κοντάκιον. Ἦχος β´.

Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε, μεσιτεία πρὸς τὸν Ποιητὴν ἀμετάθετε, Μή παρίδῃς ἁμαρτωλῶν δεήσεων φωνάς, ἀλλὰ πρόφθασον, ὡς ἀγαθή, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν πιστῶς κραυγαζόντων σοι· Τάχυνον εἰς πρεσβείαν, καὶ σπεῦσον εἰς ἱκεσίαν, ἡ προστατεύουσα ἀεί, Θεοτόκε, τῶν τιμώντων σε.

Εἶτα τὸ Α´ Ἀντίφωνον τῶν Ἀναβαθμῶν τοῦ δ´ Ἤχου.

Ἐκ νεότητός μου, πολλὰ πολεμεῖ με πάθη· ἀλλ᾿ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον, Σωτήρ μου. (δίς)

Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι. (δίς)

Δόξα.

Ἁγίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται τῇ Τριαδικῇ μονάδι, ἱεροκρυφίως.

Καὶ νῦν.

Ἁγίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν τὴν κτίσιν, πρὸς ζωογονίαν.

Καὶ εὐθὺς τὸ Προκείμενον.

Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.

Στίχ. Ἄκουσον, Θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.

Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.

Ὁ Διάκονος ἢ ὁ Ἱερεύς· Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου, Κύριον τὸν Θεὸν ἡμῶν ἱκετεύσωμεν.

Ὁ Χορός· Κύριε, ἐλέησον (ἐκ γ´ χῦμα).

Ὁ Ἱερεύς· Σοφία. Ὀρθοί, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.

Εἰρήνη πᾶσι.

Ὁ Χορός· Καί τῷ Πνεύματί σου.

Ὁ Ἱερεύς· Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου, τὸ Ἀνάγνωσμα. Πρόσχωμεν.

Ὁ Χορός· Δόξα σοι, Κύριε, δόξα σοι.

Ὁ Ἱερεύς·

Λουκᾶν (Κεφ. α´ 39–56)

Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς, εἰς πόλιν Ἰούδα· καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου, καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καί ἐγένετο, ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμόν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῆ κοιλίᾳ αὐτῆς· καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ, καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ, καὶ εἶπεν· Εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καί πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

Ὁ Χορός· Δόξα σοι, Κύριε, δόξα σοι.

Εἶτα ψάλλομεν.

Δόξα. Ἦχος β´.

Πάτερ, Λόγε, Πνεῦμα, Τριὰς ἡ ἐν Μονάδι, ἐξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.

Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι.

Μὴ καταπιστεύσῃς με, ἀνθρωπίνῃ προστασίᾳ, Παναγία δέσποινα, ἀλλὰ δέξαι δέησιν, τοῦ ἱκέτου σου· θλῖψις γὰρ ἔχει με, φέρειν οὐ δύναμαι, τῶν δαιμόνων τὰ τοξεύματα· σκέπην οὐ κέκτημαι, οὐδὲ ποῦ προσφύγω ὁ ἄθλιος, πάντοθεν πολεμούμενος, καὶ παραμυθίαν οὐκ ἔχω πλήν σου. Δέσποινα τοῦ κόσμου, ἐλπὶς καὶ προστασία τῶν πιστῶν, μή μου παρίδῃς τὴν δέησιν, τὸ συμφέρον ποίησον.

Ἕτερα Θεοτοκία.

Οὐδεὶς προστρέχων ἐπὶ σοί, κατῃσχυμένος ἀπὸ σοῦ ἐκπορεύεται, ἁγνὴ Παρθένε Θεοτόκε· ἀλλ᾿ αἰτεῖται τὴν χάριν, καὶ λαμβάνει τὸ δώρημα, πρὸς τὸ συμφέρον τῆς αἰτήσεως.

Μεταβολὴ τῶν θλιβομένων, ἀπαλλαγὴ τῶν ἀσθενούντων ὑπάρχουσα, Θεοτόκε Παρθένε, σῶζε πόλιν καὶ λαὸν, τῶν πολεμουμένων ἡ εἰρήνη, τῶν χειμαζομένων ἡ γαλήνη, ἡ μόνη προστασία τῶν πιστῶν.

Ὁ Ἱερεύς·

Σῶσον, ὁ Θεός, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου· ἐπίσκεψαι τὸν κόσμον σου ἐν ἐλέει καὶ οἰκτιρμοῖς· ὕψωσον κέρας χριστιανῶν Ὀρθοδόξων, καὶ κατάπεμψον ἐφ᾿ ἡμᾶς τὰ ἐλέη σου τὰ πλούσια· πρεσβείαις τῆς παναχράντου δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας· δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων, ἐπουρανίων, Δυνάμεων Ἀσωμάτων· ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου προφήτου, προδρόμου, καὶ βαπτιστοῦ Ἰωάννου· τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων· τῶν ἐν ἁγίοις Πατέρων ἡμῶν, μεγάλων Ἱεραρχῶν καὶ οἰκουμενικῶν Διδασκάλων, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου· Ἀθανασίου καὶ Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος, πατριαρχῶν Ἀλεξανδρείας· Νικολάου ἐπισκόπου Μύρων τῆς Λυκίας, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, Νεκταρίου Πενταπόλεως τῶν θαυματουργῶν· τῶν ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλύτου, Θεοδώρου τοῦ Τήρωνος καὶ Θεοδώρου τοῦ Στρατηλάτου, τῶν ἱερομαρτύρων Χαραλάμπους καὶ Ἐλευθερίου· τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν (τοῦ ἁγίου τοῦ Ναοῦ, ἐφ᾿ ὅσον δὲν ἐμνημονεύθη ἐν τοῖς ἄνω)· τῶν ἁγίων καὶ δικαίων θεοπατέρων Ἰωακεὶμ καὶ Ἄννης· (τοῦ ἁγίου τῆς ἡμέρας, ἐὰν ἑορτάζηται) καὶ πάντων σου τῶν Ἁγίων. Ἱκετεύομέν σε, μόνε πολυέλεε Κύριε· ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων σου, καὶ ἐλέησον ἡμᾶς.

Ὁ Χορός· Κύριε, ἐλέησον (ιβ´).

Ὁ Ἱερεύς· Ἐλέει καὶ οἰκτιρμοῖς, καὶ φιλανθρωπίᾳ τοῦ Μονογενοῦς σου Υἱοῦ, μεθ᾿ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ Χορός· Ἀμήν.

Καὶ ἀποπληροῦμεν τὰς λοιπὰς ᾨδὰς τοῦ Κανόνος.

ᾨδὴ ζ´. Ὁ Εἱρμός.

«Οἱ ἐκ τῆς Ἰουδαίας, καταντήσαντες Παῖδες ἐν Βαβυλῶνι ποτέ, τῇ πίστει τῆς Τριάδος, τὴν φλόγα τῆς καμίνου, κατεπάτησαν ψάλλοντες· Ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητός εἶ».

Τροπάρια

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Τὴν ἡμῶν σωτηρίαν, ὡς ἠθέλησας Σῶτερ, οἰκονομήσασθαι, ἐν μήτρᾳ τῆς Παρθένου, κατῴκησας τῷ κόσμῳ, ἣν προστάτιν ἀνέδειξας· Ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητός εἶ.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Θελητὴν τοῦ ἐλέους, ὃν ἐγέννησας, Μῆτερ ἁγνὴ δυσώπησον, ῥυσθῆναι τῶν πταισμάτων, ψυχῆς τε μολυσμάτων, τοὺς ἐν πίστει κραυγάζοντας· Ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητός εἶ.

Δόξα.

Θησαυρὸν σωτηρίας, καὶ πηγὴν ἀφθαρσίας, τὴν σὲ κυήσασαν, καὶ πύργον ἀσφαλείας, καὶ θύραν μετανοίας, τοῖς κραυγάζουσιν ἔδειξας· Ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητός εἶ.

Καὶ νῦν.

Σωμάτων μαλακίας, καὶ ψυχῶν ἀῤῥωστίας, Θεογεννήτρια, τῶν πόθῳ προσιόντων, τῇ σκέπῃ σου τῇ θείᾳ, θεραπεύειν ἀξίωσον, ἡ τὸν Σωτῆρα Χριστόν, ἡμῖν ἀποτεκοῦσα.

ᾨδὴ η´. Ὁ Εἱρμός.

«Τὸν Βασιλέα τῶν οὐρανῶν, ὃν ὑμνοῦσι στρατιαὶ τῶν Ἀγγέλων, ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας».

Τροπάρια

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Τοὺς βοηθείας τῆς παρὰ σοῦ δεομένους, μὴ παρίδῃς Παρθένε, ὑμνοῦντας, καὶ ὑπερυψοῦντάς σε, Κόρη, εἰς αἰῶνας.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Τῶν ἰαμάτων τὸ δαψιλές, ἐπιχέεις τοῖς πιστῶς ὑμνοῦσί σε Παρθένε, καὶ ὑπερυψοῦσι τὸν ἄφραστόν σου τόκον.

Δόξα.

Τὰς ἀσθενείας μου τῆς ψυχῆς ἰατρεύεις, καὶ σαρκὸς τὰς ὀδύνας, Παρθένε, ἵνα σὲ δοξάζω τὴν Κεχαριτωμένην.

Καὶ νῦν.

Τῶν πειρασμῶν σὺ τὰς προσβολὰς ἐκδιώκεις, καὶ παθῶν τὰς ἐφόδους Παρθένε· ὅθεν σε ὑμνοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ Θ´. Ὁ Εἱρμός.

» Κυρίως Θεοτόκον, σὲ ὁμολογοῦμεν, οἱ διὰ σοῦ σεσωσμένοι, Παρθένε ἁγνή, σὺν Ἀσωμάτων χορείαις, σὲ μεγαλύνοντες».

Τροπάρια

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ῥοήν μου τῶν δακρύων, μὴ ἀποποιήσῃς, ἡ τὸν παντὸς ἐκ προσώπου πᾶν δάκρυον, ἀφῃρηκότα Παρθένε, Χριστὸν κυήσασα.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Χαρᾶς μου τὴν καρδίαν, πλήρωσον, Παρθένε, ἡ τῆς χαρᾶς δεξαμένη τὸ πλήρωμα, τῆς ἁμαρτίας τὴν λύπην, ἐξαφανίσασα.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Λιμὴν καὶ προστασία, τῶν σοὶ προσφευγόντων, γενοῦ Παρθένε, καὶ τεῖχος ἀκράδαντον, καταφυγή τε καὶ σκέπη, καὶ ἀγαλλίαμα.

Δόξα.

Φωτός σου ταῖς ἀκτῖσι, λάμπρυνον, Παρθένε, τὸ ζοφερὸν τῆς ἀγνοίας διώκουσα, τοὺς εὐσεβῶς Θεοτόκον, σὲ καταγγέλλοντας.

Καὶ νῦν.

Κακώσεως ἐν τόπῳ, τῷ τῆς ἀσθενείας, ταπεινωθέντα, Παρθένε, θεράπευσον, ἐξ ἀῤῥωστίας εἰς ῥῶσιν, μετασκευάζουσα.

Καὶ εὐθύς, τὸ

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν· τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Καὶ θυμιᾷ ὁ Ἱερεύς τὸ Θυσιαστήριον καὶ τὸν Λαόν, ἢ τὸν οἶκον, ὅπου ψάλλεται ἡ Παράκλησις· καὶ ἡμεῖς ψάλλομεν τὰ παρόντα Μεγαλυνάρια.

Τὴν ὑψηλοτέραν τῶν οὐρανῶν, καὶ καθαρωτέραν λαμπηδόνων ἡλιακῶν, τὴν λυτρωσαμένην ἡμᾶς ἐκ τῆς κατάρας, τὴν Δέσποιναν τοῦ κόσμου, ὕμνοις τιμήσωμεν.

Ἀπό τῶν πολλῶν μου ἁμαρτιῶν, ἀσθενεῖ τὸ σῶμα, ἀσθενεῖ μου καὶ ἡ ψυχή· πρὸς σὲ καταφεύγω τὴν Κεχαριτωμένην· ἐλπὶς ἀπηλπισμένων, σύ μοι βοήθησον.

Δέσποινα καὶ μήτηρ τοῦ Λυτρωτοῦ, δέξαι παρακλήσεις, ἀναξίων σῶν ἱκετῶν, ἵνα μεσιτεύσῃς πρὸς τὸν ἐκ σοῦ τεχθέντα· Ὦ Δέσποινα, τοῦ κόσμου γενοῦ μεσίτρια.

Ψάλλομεν προθύμως σοι τὴν ᾠδήν, νῦν τῇ πανυμνήτῳ, Θεοτόκῳ χαρμονικῶς· μετὰ τοῦ Προδρόμου, καὶ πάντων τῶν Ἁγίων, δυσώπει, Θεοτόκε, τοῦ οἰκτειρῆσαι ἡμᾶς.

Ἄλαλα τὰ χείλη τῶν ἀσεβῶν, τῶν μὴ προσκυνούντων, τὴν εἰκόνα σου τὴν σεπτήν, τὴν ἱστορηθεῖσαν, ὑπὸ τοῦ ἀποστόλου, Λουκᾶ ἱερωτάτου, τὴν Ὁδηγήτριαν.

Τὸ Μεγαλυνάριον τοῦ Ἁγίου τοῦ Ναοῦ.

Εἶτα.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Ὁ Ἀναγνώστης· Ἀμήν. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς (γ´).

Δόξα. Καὶ νῦν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν· Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.

Δόξα. Καὶ νῦν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὁ Ἱερεύς· Ὅτι σοῦ ἐστιν ἡ βασιλεία, καὶ ἡ δύναμις, καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Σημείωσις.

Μετὰ τὸ Τρισάγιον, κατὰ τὴν περίοδον τοῦ 15Αὐγούστου, ἵνα συμπληρωθῇ ἡ Ἀκολουθία τοῦ Ἑσπερινοῦ, ψάλλομεν τὸ Ἀπολυτίκιον, ἤτοι·

Τῇ 1ῃ Αὐγούστου· Βασίλειον διάδημα... καὶ τὸ Θεοτοκίον.

Τῇ 2ᾳ Αὐγούστου· Ὁ Θεὸς τῶν Πατέρων ἡμῶν... καὶ τὸ Θεοτοκίον.

Τῇ 3ῃ Αὐγούστου· Οἱ Μάρτυρές σου, Κύριε... καὶ τὸ Θεοτοκίον.

Τῇ 4ῃ Αὐγούστου· Χριστοῦ τὴν Μεταμόρφωσιν...

Ἐφεξῆς μέχρι τῆς 13ης τοῦ μηνός, ἡμέρας τῆς ἀποδόσεως τῆς ἑορτῆς τῆς Μεταμορφώσεως, τὸ Μετεμορφώθης ἐν τῷ ὄρει...

Ἐὰν ὅμως ἡ Παράκλησις ψάλλεται αὐτοτελῶς, ἐκτὸς τοῦ Ἑσπερινοῦ, εἴτε ἐκτὸς τοῦ 15Αὐγούστου, τότε μετὰ τὸ Τρισάγιον, ψάλλομεν τὰ ἑπόμενα

Κατανυκτικὰ Τροπάρια. Ἦχος πλ. β´.

Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς· πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν· ἐλεήσον ἡμᾶς.

Δόξα.

Κύριε, ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν· μὴ ὀργισθῇς ἡμῖν σφόδρα, μηδὲ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν· ἀλλ᾿ ἐπίβλεψον καὶ νῦν, ὡς εὔσπλαγχνος, καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν· σὺ γὰρ εἶ Θεὸς ἡμῶν, καὶ ἡμεῖς λαός σου· πάντες ἔργα χειρῶν σου, καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.

Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε· ἐλπίζοντες εἰς σέ, μή ἀστοχήσωμεν· ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων· σὺ γὰρ εἶ ἡ σωτηρία τοῦ γένους τῶν χριστιανῶν.

Ὁ Ἱερεύς· Ἐλέησον ἡμᾶς, ὁ Θεὸς, κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.

Ὁ Χορός· Κύριε, ἐλέησον (γ´).

Ὁ Ἱερεύς·

Ἔτι δεόμεθα, ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (τοῦ δεῖνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.

Ἔτι δεόμεθα, ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ πόλει (ἢ νήσῳ) ταύτῃ, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου Ναοῦ τούτου.

Ἔτι δεόμεθα καὶ ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ (καὶ μνημονεύει ὀνομαστὶ τῶν δι᾿ οὓς ἡ Παράκλησις τελεῖται).

Ὁ Ἱερεύς·

Ἔτι δεόμεθα, ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν πόλιν (ἢ νῆσον) ταύτην, καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου, καὶ αἰφνιδίου θανάτου· ὑπὲρ τοῦ ἵλεων, εὐμενῆ καὶ εὐδιάλλακτον γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεόν ἡμῶν, τοῦ ἀποστρέψαι καὶ διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον, τὴν καθ᾿ ἡμῶν κινουμένην καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς, καὶ ἐλεῆσαι ἡμᾶς.

Καὶ ἡμεῖς ψάλλομεν τό· Κύριε, ἐλέησον (πολλάκις).

Ὁ Ἱερεύς·

Ἔτι δεόμεθα καὶ ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν, καὶ ἐλεῆσαι ἡμᾶς.

Ἐπάκουσον ἡμῶν, ὁ Θεός, ὁ Σωτήρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακράν· καὶ ἵλεως γενοῦ ἡμῖν, Δέσποτα, ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν, καὶ ἐλέησον ἡμᾶς. Ἐλεήμων γὰρ καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ ποιεῖ τὴν μικρὰν Ἀπόλυσιν.

Δόξα σοι ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν δόξα σοι. Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός· τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων· τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, (τοῦ ἁγίου τοῦ Ναοῦ)· τῶν ἁγίων καὶ Δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης· (τοῦ ἁγίου τῆς ἡμέρας), οὗ καὶ τὴν μνήμην ἐπιτελοῦμεν καὶ πάντων τῶν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.

Τῶν χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα τῆς Θεοτόκου, ψάλλομεν τὰ παρόντα Τροπάρια.

Ἦχος β´. Ὅτε ἐκ τοῦ ξύλου.

Πάντων προστατεύεις, Ἀγαθή, τῶν καταφευγόντων ἐν πίστει τῇ κραταιᾷ σου χειρί· ἄλλην γὰρ οὐκ ἔχομεν ἁμαρτωλοὶ πρὸς Θεόν, ἐν κινδύνοις καὶ θλίψεσιν, ἀεὶ μεσιτείαν, οἱ κατακαμπτόμενοι ὑπὸ πταισμάτων πολλῶν, Μῆτερ τοῦ Θεοῦ τοῦ Ὑψίστου· ὅθεν σοι προσπίπτομεν· Ῥῦσαι πάσης περιστάσεως τοὺς δούλους σου.

Ὅμοιον.

Πάντων θλιβομένων ἡ χαρά, καὶ ἀδικουμένων προστάτις, καὶ πενομένων τροφή, ξένων τε παράκλησις, καὶ βακτηρία τυφλῶν, ἀσθενούντων ἐπίσκεψις, καταπονουμένων σκέπη καὶ ἀντίληψις, καὶ ὀρφανῶν βοηθός. Μῆτερ τοῦ Θεοῦ τοῦ Ὑψίστου, σὺ ὑπάρχεις· Ἄχραντε, σπεῦσον, δυσωποῦμεν, ῥύσασθαι τοὺς δούλους σου.

Ἦχος πλ. δ´.

Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Ἦχος β´.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι. Μῆτερ τοῦ Θεοῦ· φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Κατὰ τὴν περίοδον τοῦ 15Αὐγούστου εἴθισται ἵνα ψάλλωνται, ἀντὶ τῶν ἀνωτέρω Θεοτοκίων, τὰ ἑπόμενα Ἐξαποστειλάρια.

Ἦχος γ´. Ὁ οὐρανὸν τοῖς ἄστροις.

Ἀπόστολοι ἐκ περάτων, συναθροισθέντες ἐνθάδε, Γεθσημανῆ τῷ χωρίῳ, κηδεύσατέ μου τὸ σῶμα· καὶ σύ, Υἱὲ καὶ Θεέ μου, παράλαβέ μου τὸ πνεῦμα.

Ὁ γλυκασμὸς τῶν Ἀγγέλων, τῶν θλιβομένων ἡ χαρά, χριστιανῶν ἡ προστάτις, Παρθένε Μήτηρ Κυρίου, ἀντιλαβοῦ μου καὶ ῥῦσαι, τῶν αἰωνίων βασάνων.

Καὶ σὲ μεσίτριαν ἔχω, πρὸς τὸν φιλάνθρωπον Θεόν· μή μου ἐλέγξῃ τὰς πράξεις, ἐνώπιον τῶν Ἀγγέλων· παρακαλῶ σε, Παρθένε, βοήθησόν μοι ἐν τάχει.

Χρυσοπλοκώτατε πύργε, καὶ δωδεκάτειχε πόλις, ἡλιοστάλακτε θρόνε, καθέδρα τοῦ Βασιλέως, ἀκατανόητον θαῦμα, πῶς γαλουχεῖς τὸν Δεσπότην;

Ὁ Ἱερεύς· Δι᾿ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν...

Ὁ Χορός· Ἀμήν.

ΕΠΙ ΓΕΝΝΗΣΕΙ ΠΑΙΔΙΟΥ

Εὐχὴ εἰς γυναῖκα λεχώ, τῇ πρώτῃ ἡμέρᾳ τῆς γεννήσεως τοῦ παιδίου αὐτῆς.

Εἰσέρχεται ὁ Ἱερεὺς ἐν τῷ οἴκῳ ἔνθα τὸ βρέφος ἐγεννήθη καὶ ἵσταται πρὸ τοῦ πυλῶνος φέρων τὸ ἐπιτραχήλιον. Κἀκεῖσε λέγει·

Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς (γ´).

Δόξα. Καὶ νῦν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς, Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.

Δόξα. Καὶ νῦν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ βασιλεία σου. Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ Βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Τὸ Ἀπολυτίκιον τῆς ἡμέρας καὶ τὸ Κοντάκιον, εἰ ἐστὶν ἑορτὴ Δεσποτικὴ ἢ Θεομητορική, εἰ δὲ μή·

Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς· πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν· ἐλέησον ἡμᾶς.

Δόξα.

Κύριε, ἐλέησον ἡμᾶς· ἐπὶ σοὶ γὰρ πεποίθαμεν· μὴ ὀργισθῇς ἡμῖν σφόδρα, μηδὲ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν· ἀλλ᾿ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαγχνος, καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν· σὺ γὰρ εἶ Θεὸς ἡμῶν, καὶ ἡμεῖς λαός σου· πάντες ἔργα χειρῶν σου, καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.

Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε· ἐλπίζοντες εἰς σέ, μὴ ἀστοχήσωμεν· ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων· Σὺ γὰρ εἶ ἡ σωτηρία τοῦ γένους τῶν χριστιανῶν.

Εἰ δὲ βούλει, λέγε·

Ἡ Γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ τὸ φῶς τὸ τῆς γνώσεως· ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο, σὲ προσκυνεῖν τὸν Ἥλιον τῆς δικαιοσύνης, καὶ σὲ γινώσκειν ἐξ ὕψους Ἀνατολήν. Κύριε δόξα σοι.

Ἡ Γέννησίς σου, Θεοτόκε, χαρὰν ἐμήνυσε πάσῃ τῇ οἰκουμένῃ· ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν· καὶ λύσας τὴν κατάραν, ἔδωκε τὴν εὐλογίαν· καὶ καταργήσας τὸν θάνατον, ἐδωρήσατο ἡμῖν ζωὴν τὴν αἰώνιον.

Εἶθ᾿ οὕτω τὰς ἑπομένας Εὐχάς.

Τοῦ Κυρίου δεηθῶμεν.

Δέσποτα, Κύριε, Παντοκράτορ, ὁ ἰώμενος πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν, αὐτὸς καὶ τὴν παροῦσαν, τὴν σήμερον τέξασαν δούλην σου (τὴν δε) ἴασαι, καὶ ἀνάστησον αὐτὴν ἀπὸ τῆς κλίνης, ἧς ἐπίκειται· ὅτι, κατὰ τὸν τοῦ προφήτου Δαυΐδ λόγον, ἐν ἀνομίαις συνελήφθημεν καὶ διὰ ῥύπου πάντες ἐσμὲν ἐνώπιόν σου. Φύλαξον ταύτην καὶ τὸ παρὸν νήπιον, ὃ ἔτεκε· σκέπασον αὐτὴν ὑπὸ τὴν σκέπην τῶν πτερύγων σου ἀπὸ τῆς σήμερον μέχρι τῆς ἐσχάτης αὐτῆς τελειώσεως· πρεσβείαις τῆς παναχράντου Θεοτόκου, καὶ πάντων τῶν Ἁγίων· Ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Τοῦ Κυρίου δεηθῶμεν.

Δέσποτα Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ τεχθεὶς ἐκ τῆς παναχράντου Δεσποίνης ἡμῶν Θεοτόκου, καὶ ἀειπαρθένου Μαρίας, καὶ ὡς νήπιον ἐν φάτνῃ ἀνακλιθείς, καὶ ὡς βρέφος ἀναδειχθείς· αὐτὸς καὶ τὴν παροῦσαν δούλην σου (τήνδε) τὴν σήμερον τέξασαν τὸ παρὸν παιδίον, ἐλέησον, καὶ συγχώρησον τὰ ἑκούσια καὶ τὰ ἀκούσια αὐτῆς πταίσματα καὶ διαφύλαξον αὐτὴν ἀπὸ πάσης τοῦ Διαβόλου τυραννίδος. Καὶ τὸ ἐξ αὐτῆς κυηθὲν νήπιον διατήρησον ἀπὸ πάσης φαρμακείας, ἀπὸ πάσης χαλεπότητος, ἀπὸ πάσης ζάλης τοῦ ἀντικειμένου, ἀπὸ πνευμάτων πονηρῶν, ἡμερινῶν τε καὶ νυκτερινῶν. Ταύτην δὲ διατήρησον ὑπὸ τὴν κραταιὰν χεῖρά σου, καὶ δὸς αὐτῇ ταχινὴν ἐξανάστασιν, καὶ τοῦ ῥύπου κάθαρον καὶ τοὺς πόνους θεράπευσον, καὶ ῥῶσιν καὶ εὐρωστίαν ψυχῇ τε καὶ σώματι δώρησαι, καὶ δι᾿ Ἀγγέλων φαιδρῶν καὶ φωτεινῶν ταύτην περίθαλψον, καὶ περιφρούρησον ἀπὸ πάσης ἐπελεύσεως τῶν ἀοράτων πνευμάτων. Ναί, Κύριε, ἀπὸ νόσου καὶ μαλακίας, ἀπὸ ζήλου καὶ φθόνου, καὶ ὀφθαλμῶν βασκανίας, καὶ ἐλεήσον αὐτὴν καὶ τὸ βρέφος, κατὰ τὸ μέγα σου ἔλεος· καὶ καθάρισον αὐτὴν ἀπὸ τοῦ σωματικοῦ ῥύπου καὶ τῶν ποικίλων αὐτῇ ἐπερχομένων σπλαγχνικῶν ἐνοχλήσεων, καὶ ἔξαξον αὐτήν, διὰ τῆς ταχινῆς σου ἐλεημοσύνης, ἐν τῷ ταπεινῷ αὐτῆς σώματι εἰς ἐπανόρθωσιν· καὶ τὸ ἐξ αὐτῆς κυηθὲν νήπιον ἀξίωσον προσκυνῆσαι τὸν ἐπίγειον ναόν, ὃν ἡτοίμασας εἰς τὸ δοξολογεῖσθαι τὸ ὄνομά σου τὸ ἅγιον· Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμή, καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Τοῦ Κυρίου δεηθῶμεν.

Κύριε ὁ Θεὸς ἡμῶν, ὁ εὐδοκήσας κατελθεῖν ἐκ τῶν οὐρανῶν, καὶ γεννηθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, διὰ τὴν σωτηρίαν ἡμῶν τῶν ἁμαρτωλῶν, ὁ γινώσκων τὸ ἀσθενὲς τῆς ἀνθρωπίνης φύσεως, συγχώρησον τῇ δούλῃ σου (τῇ δε), τῇ τεξάσῃ σήμερον, κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου. Σὺ γὰρ εἶπας, Κύριε· Αὐξάνεσθε καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν, καὶ κατακυριεύσατε αὐτῆς. Διὰ τοῦτο καὶ ἡμεῖς οἱ δοῦλοί σου δεόμεθα, καὶ θαῤῥοῦντες διὰ τῆς ἀνεξικάκου σου φιλανθρωπίας, φόβῳ βοῶμεν πρὸς τὸ τῆς βασιλείας σου ἅγιον ὄνομα. Ἐπίβλεψον ἐξ οὐρανοῦ, καὶ ἴδε τὴν ἀσθένειαν ἡμῶν τῶν καταδίκων, καὶ συγχώρησον τῇ δούλῃ σου (τῇ δε), καὶ παντὶ τῷ οἴκῳ, ᾧ ἐγεννήθη τὸ παιδίον, καὶ τοῖς ἁψαμένοις αὐτῆς, καὶ τοῖς ἐνθάδε εὑρισκομένοις πᾶσιν, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς συγχώρησον· ὅτι μόνος ἔχεις ἐξουσίαν ἀφιέναι ἁμαρτίας. Πρεσβείαις τῆς ἁγίας Θεοτόκου καὶ πάντων σου τῶν Ἁγίων. Ἀμήν.

Καὶ ἡ Ἀπόλυσις.

Δόξα σοι ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι. Ὁ ἐν σπηλαίῳ γεννηθείς, καὶ ἐν φάτνῃ ἀνακλιθεὶς διὰ τὴν ἡμῶν σωτηρίαν, Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρὸς, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου ἐνδόξου προφήτου προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης καὶ πάντων τῶν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεὸς. Δι᾿ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε, Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

Εὐχὴ εἰς τὸ κατασφραγίσαι παιδίον, λαμβάνον ὄνομα τῇ ὀγδόῃ ἡμέρᾳ ἀπὸ τῆς γεννήσεως αὐτοῦ.

Ἰστέον δὲ ὅτι τῇ ὀγδόῃ ἡμέρᾳ, μετὰ τὴν γέννησιν προσάγεται ἐν τῷ Ναῷ τὸ βρέφος παρὰ τῆς μαίας καὶ ἵσταται πρὸ τῶν πυλῶν τοῦ Ναοῦ. Ὁ δὲ Ἱερεὺς φέρων, ὡς εἴθισται, τὸ Ἐπιτραχήλιον, λέγει·

Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Τρισάγιον. Δόξα. Καὶ νῦν. Παναγία Τριάς. Κύριε, ἐλέησον (γ´). Δόξα. Καὶ νῦν. Πάτερ ἡμῶν. Ὅτι σοῦ ἐστιν.

Τὸ Ἀπολυτίκιον τῆς ἡμέρας ἢ τοῦ Ἁγίου τοῦ Ναοῦ· εἶτα.

Τῇ πρεσβείᾳ, Κύριε πάντων τῶν Ἁγίων καὶ τῆς Θεοτόκου, τὴν σὴν εἰρήνην δὸς ἡμῖν καὶ ἐλέησον ἡμᾶς, ὡς μόνος οἰκτίρμων.

Εἶτα σφραγίζει τὸ μέτωπον, τὸ στόμα, καὶ τὸ στῆθος τοῦ βρέφους, λέγων τὴν ἑπομένην Εὐχήν·

Τοῦ Κυρίου δεηθῶμεν.

Κύριε ὁ Θεὸς ἡμῶν, σοῦ δεόμεθα καὶ σὲ παρακαλοῦμεν· Σημειωθήτω τὸ φῶς τοῦ προσώπου σου ἐπὶ τὸν δοῦλόν σου (τόνδε), καὶ σημειωθήτω ὁ Σταυρὸς τοῦ μονογενοῦς σου Υἱοῦ ἐν τῇ καρδίᾳ καὶ τοῖς διαλογισμοῖς αὐτοῦ, εἰς τὸ φυγεῖν τὴν ματαιότητα τοῦ κόσμου, καὶ πᾶσαν τὴν πονηράν ἐπιβουλήν τοῦ ἐχθροῦ, ἀκολουθεῖν δὲ τοῖς προστάγμασί σου. Καὶ δός, Κύριε, ἀνεξάρνητον μεῖναι τὸ ὄνομά σου τὸ ἅγιον ἐπ᾿ αὐτόν, συναπτόμενον ἐν καιρῷ εὐθέτῳ τῇ ἁγίᾳ σου Ἐκκλησίᾳ καὶ τελειούμενον διὰ τῶν φρικτῶν Μυστηρίων τοῦ Χριστοῦ σου· ἵνα, κατὰ τὰς ἐντολὰς σου πολιτευσάμενος καὶ φυλάξας τὴν σφραγῖδα ἄθραυστον, τύχῃ τῆς μακαριότητος τῶν ἐκλεκτῶν ἐν τῇ βασιλείᾳ σου. Χάριτι καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ᾿ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εἶτα ἀνὰ χεῖρας λαβὼν τὸ παιδίον, ἵσταται ἔμπροσθεν τῶν πυλῶν τοῦ Ναοῦ ἢ τῆς εἰκόνος τῆς Ὑπεραγίας Θεοτόκου, καὶ ποιῶν Σταυροῦ τύπον, λέγει·

Χαῖρε, κεχαριτωμένη Θεοτόκε Παρθένε· ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, φωτίζων τοὺς ἐν σκότει. Εὐφραίνου καὶ σύ, Πρεσβῦτα δίκαιε, δεξάμενος ἐν ἀγκάλαις τὸν ἐλευθερωτὴν τῶν ψυχῶν ἡμῶν, χαριζόμενον ἡμῖν καὶ τὴν Ἀνάστασιν.

Εἶτα ποιεῖ τὴν Ἀπόλυσιν.

Δεῖ δὲ γινώσκειν, ὅτι τὸ γεννηθὲν βρέφος, ἐὰν ἄρα ἀσθενοῦν μὴ θηλάζῃ, ἀλλὰ καὶ πρὸς θάνατον ἀφορᾷ, οὐ χρὴ περιμένειν, ὥς τινες κακῶς φασι, τὴν ἕκτην, ἢ τὴν ὀγδόην ἡμέραν, καὶ οὕτω βαπτίζειν αὐτό, ἀλλὰ τῇ ὥρᾳ, ᾗ ἐγεννήθη, μόνον ἀποπλυθῆναι, καὶ εὐθὺς βαπτισθῆναι, ἵνα μὴ τελευτήσῃ ἀφώτιστον. Εἰ γὰρ αἱ πέντε μῆνας ἐγκυμονοῦσαι, εἰ τύχοι ἀπό τινος πληγῆς τὸ ἔμβρυον ἐκτρῶσαι, φόνου δίκῃ κατὰ τοὺς νόμους καὶ τοὺς κανόνας ἐνέχονται, πολλῷ μᾶλλον τὸ κρῖμα δεῖ ἐκφεύγειν τῶν γεννωμένων, ἵνα μὴ ἀφώτιστα τελευτῶσιν.

Εὐχαὶ εἰς τὸ ἐκκλησιάσαι παιδίον, μεθ᾿ ἡμέρας τεσσαράκοντα.

Τῇ δὲ τεσσαρακοστῇ ἡμέρα, τὸ βρέφος προσάγεται πάλιν τῷ Ναῷ ἐπὶ τῷ ἐκκλησιασθῆναι, εἴτουν ἀρχὴν λαβεῖν τοῦ εἰσάγεσθαι εἰς τὴν Ἐκκλησίαν· προσάγεται δὲ παρὰ τῆς μητρός, ἤδη κεκαθαρμένης καὶ λελουμένης οὔσης, παρόντος καὶ τοῦ μέλλοντος ἀναδέχεσθαι τοῦτο κατὰ τὸ Βάπτισμα. Ἱσταμένης δὲ τῆς μητρὸς μετὰ τοῦ βρέφους πρὸ τῶν πυλῶν τοῦ Ναοῦ, ὁ Ἱερεὺς λέγει·

Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἅγιος ὁ Θεός. (ἐκ γ´). Δόξα. Καὶ νῦν. Παναγία Τριάς. Κύριε, ἐλέησον (γ´). Δόξα. Καὶ νῦν. Πάτερ ἡμῶν. Ὅτι σοῦ ἐστιν ἡ βασιλεία.

Εἶτα τὸ Ἀπολυτίκον τῆς ἡμέρας, τὸ τυχὸν ἢ τοῦ λαχόντος Ἁγίου.

Δόξα. Καὶ νῦν.

Τῇ πρεσβείᾳ, Κύριε, πάντων τῶν Ἁγίων, καὶ τῆς Θεοτόκου, τὴν σὴν εἰρήνην δὸς ἡμῖν καὶ ἐλέησον ἡμᾶς, ὡς μόνος οἰκτίρμων.

Καὶ κλινούσης τῆς μητρὸς τὴν κεφαλήν, ἅμα τῷ βρέφει, ποιεῖ ὁ Ἱερεὺς τὴν τοῦ Σταυροῦ σφραγῖδα ἐπ᾿ αὐτῇ καὶ ἁπτόμενος τῆς κεφαλῆς αὐτῆς, λέγει τὴν ἑπομένην Εὐχήν.

Τοῦ Κυρίου δεηθῶμεν.

Κύριε, ὁ Θεὸς ὁ παντοκράτωρ, ὁ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ πᾶσαν φύσιν λογικήν τε καὶ ἄλογον διὰ τοῦ λόγου σου δημιουργήσας· ὁ πάντα ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι παραγαγών, σοῦ δεόμεθα καὶ σὲ παρακαλοῦμεν· ἣν τῷ σῷ θελήματι διέσωσας δούλην σου (τήνδε), καθάρισον ἀπὸ πάσης ἁμαρτίας καὶ ἀπὸ παντὸς ῥύπου, προσερχομένην τῇ ἁγίᾳ σου Ἐκκλησίᾳ, ἵνα ἀκατακρίτως ἀξιωθῇ μετασχεῖν τῶν ἁγίων σου Μυστηρίων.

Ἰστέον ὅτι, εἰ οὐχ εὑρίσκεται ἐν τοῖς ζῶσι τὸ βρέφος, ἀναγινώσκεται ἕως ὧδε ἡ Εὐχή· εἶτα λέγει ὁ Ἱερεὺς ἐκφώνως.

Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν τῷ Πατρί, καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εἰ δὲ τὸ βρέφος ζῇ, τότε ἁπτόμενος τῆς κεφαλῆς αὐτοῦ λέγει·

Καὶ τὸ ἐξ αὐτῆς τεχθὲν παιδίον, εὐλόγησον, αὔξησον, ἁγιάσον, συνέτισον, σωφρόνισον, καλοφρόνησον· ὅτι σὺ παρήγαγες αὐτό, καὶ ἔδειξας αὐτῷ τὸ φῶς τὸ αἰσθητόν, (ταῦτα παραλείπονται ἐὰν τὸ τέκνον ᾖ βεβαπτισμένον) ἵνα καὶ τοῦ νοητοῦ καταξιωθῇ φωτὸς ἐν καιρῷ, ᾧ προώρισας, καὶ συγκαταριθμηθῇ τῇ ἁγίᾳ σου ποίμνῃ διὰ τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ᾿ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ αὖθις ἐπεύχεται οὕτως·

Εὐχὴ εἰς τὴν Μητέρα τοῦ παιδίου.

Εἰρήνη πᾶσι. Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.

Τοῦ Κυρίου δεηθῶμεν.

Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ διὰ τῆς ἐνανθρωπήσεως τοῦ μονογενοῦς σου Υἱοῦ παραγενόμενος ἐπὶ σωτηρίᾳ τοῦ γένους τῶν ἀνθρώπων, παραγενοῦ καὶ ἐπὶ τὴν δούλην σου (τήνδε) καὶ καταξίωσον αὐτήν, διὰ τῶν εὐχῶν τοῦ τιμίου Πρεσβυτερίου, καταφυγεῖν ἐν τῇ ἁγίᾳ σου καθολικῇ Ἐκκλησίᾳ, καὶ τυχεῖν τῆς εἰσόδου τοῦ ναοῦ τῆς δόξης σου, καὶ ἀξίωσον αὐτὴν μεταλαβεῖν τοῦ τιμίου Σώματος καὶ Αἵματος τοῦ Χριστοῦ σου. Ἀπόπλυνον αὐτῆς τὸν ῥύπον τοῦ σώματος, καὶ τὸν σπίλον τῆς ψυχῆς, ἐν τῇ συμπληρώσει τῶν τεσσαράκοντα ἡμερῶν· ὅπως, ἀξιωθεῖσα εἰσελθεῖν ἐν τῷ ἁγίῳ ναῷ σου, δοξάσῃ σὺν ἡμῖν τὸ πανάγιον ὄνομά σου τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ὦδε, εἰ μὲν τὸ βρέφος ἐβαπτίσθη ἤδη ἢ καὶ ἀπέθανε, ποιεῖ ὁ Ἱερεὺς Ἀπόλυσιν, εἰ δὲ μὴ ἀναγινώσκει καὶ τὴν ἑξῆς ἕως τέλους.

Εὐχὴ ἑτέρα εἰς τὸ Παιδίον, ἣν ὁ Ἱερεύς, σφραγίζων τοῦτο, ἐπεύχεται.

Τοῦ Κυρίου δεηθῶμεν.

Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ ἐν τεσσαράκοντα ἡμέραις, βρέφος τῷ νομικῷ Ναῷ προσαχθεὶς ὑπὸ Μαρίας τῆς ἀπειρογάμου καὶ ἁγίας σου Μητρός, καὶ ἐν ταῖς ἀγκάλαις τοῦ δικαίου Συμεὼν βασταχθείς, Αὐτός, Δέσποτα παντοδύναμε, καὶ τὸ προσαχθὲν τοῦτο βρέφος, ἐμφανισθῆναί σοι τῷ πάντων Ποιητῇ, εὐλόγησον, καὶ εἰς πᾶν ἔργον ἀγαθὸν καὶ σοὶ εὐάρεστον αὔξησον, ἀποσοβῶν ἀπ᾿ αὐτοῦ πᾶσαν ἐναντίαν δύναμιν, διὰ τῆς σημειώσεως τοῦ τύπου τοῦ Σταυροῦ σου· σὺ γὰρ εἶ ὁ φυλάσσων τὰ νήπια, Κύριε· «ἵνα, καταξιωθὲν τοῦ ἁγίου Βαπτίσματος»*¹ τύχῃ τῆς μερίδος τῶν ἐκλεκτῶν τῆς βασιλείας σου, φυλαττόμενον σὺν ἡμῖν τῇ χάριτι τῆς ἁγίας, καὶ ὁμοουσίου, καὶ ἀδιαιρέτου Τριάδος. Σοὶ γὰρ πρέπει πᾶσα δόξα καὶ εὐχαριστία καὶ προσκύνησις, σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εἰρήνη πᾶσι.

Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.

Ὁ Θεός, ὁ Πατήρ, ὁ παντοκράτωρ, ὁ διὰ τοῦ μεγαλοφωνοτάτου τῶν προφητῶν Ἡσαΐου, προκαταγγείλας ἡμῖν τὴν ἐκ Παρθένου σάρκωσιν τοῦ μονογενοῦς σου Υἱοῦ καὶ Θεοῦ ἡμῶν, ὃς ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν, εὐδοκίᾳ σῇ καὶ συνεργείᾳ τοῦ Ἁγίου Πνεύματος, διὰ τὴν τῶν βροτῶν σωτηρίαν, ἀμέτρῳ εὐσπλαγχνίᾳ ἐξ αὐτῆς νηπιάσαι καταδεξάμενος, καὶ κατὰ τὸ εἰθισμένον ἐν Νόμῳ ἁγίῳ σου, μετὰ τὴν ἐκπλήρωσιν τῶν ἡμερῶν τοῦ καθαρισμοῦ, τῷ Ἱερῷ προσαχθῆναι ἠνέσχετο, ἀληθὴς νομοθέτης ὑπάρχων, καὶ ἐν ἀγκάλαις τοῦ δικαίου Συμεὼν βασταχθῆναι κατεδέξατο, οὗπερ μυστηρίου τὴν προτύπωσιν ἐν τῷ προλεχθέντι Προφήτῃ, διὰ τῆς λαβίδος τοῦ ἄνθρακος, δηλωθεῖσαν ἐπέγνωμεν, οὗ καὶ ἡμεῖς οἱ πιστοὶ τὴν μίμησιν ἐν χάριτι κατέχομεν· Αὐτὸς καὶ νῦν, ὁ φυλάσσων τὰ νήπια, Κύριε, εὐλόγησον τὸ παιδίον τοῦτο, ἅμα τοῖς γονεῦσι καὶ ἀναδόχοις αὐτοῦ· «καὶ καταξίωσον αὐτὸ ἐν καιρῷ εὐθέτῳ καὶ τῆς δι᾿ ὕδατος καὶ πνεύματος ἀναγεννήσεως· συγκαταρίθμησον αὐτὸ τῇ ἁγίᾳ σου ποίμνῃ τῶν λογικῶν προβάτων, τῶν ἐπικεκλημένων τῷ ὀνόματι τοῦ Χριστοῦ σου».*² Ὅτι σὺ εἶ ὁ ἐν ὑψηλοῖς κατοικῶν καὶ τὰ ταπεινὰ ἐφορῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εἶτα, λαβὼν ὁ Ἱερεὺς τὸ παιδίον, σχηματίζει δι᾿ αὐτοῦ Σταυρὸν πρὸ τῶν πυλῶν τοῦ Ναοῦ, λέγων·

Ἐκκλησιάζεται ὁ δοῦλος τοῦ Θεοῦ (ὁ δεῖνα), εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος. Ἀμήν.

Εἶτα εἰσάγει αὐτὸ ἐν τῷ Ναῷ λέγων·

Εἰσελεύσομαι εἰς τὸν οἶκόν σου, Κύριε, προσκυνήσω πρὸς Ναόν ἅγιόν σου.

Καὶ εἰσέρχεται ἐν τῷ μέσῳ τοῦ Ναοῦ, λέγων·

Ἐκκλησιάζεται ὁ δοῦλος τοῦ Θεοῦ...

Εἶτα λέγει·

Ἐν μέσῳ Ἐκκλησίας ὑμνήσω σε.

Εἶτα προσάγει αὐτὸ πρὸ τῶν πυλῶν τοῦ Θυσιαστηρίου λέγων·

Ἐκκλησιάζεται ὁ δοῦλος τοῦ Θεοῦ...

Καί εἰσάγει αὐτὸ εἰς τὸ ἅγιον Θυσιαστήριον, εἰ μὲν εἴη ἄῤῥεν· εἰ δὲ θῆλυ, ἕως τῶν ὡραίων πυλῶν, λέγων τὸ·

Νῦν ἀπολύεις τὸν δοῦλόν σου, Δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ...

Καὶ ὁ Ἱερεὺς ποιεῖ, ὡς ἔθος, Ἀπόλυσιν.

Δόξα σοι, ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι. Ὁ ἐν ἀγκάλαις τοῦ δικαίου Συμεὼν βασταχθῆναι καταδεξάμενος, διὰ τὴν ἡμῶν σωτηρίαν, Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν ἐπουρανίων Θείων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου ἐνδόξου προφήτου προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (τοῦ ἁγίου τοῦ ναοῦ) καὶ πάντων τῶν ἁγίων ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.

Δι᾿ εὐχῶν...

Καὶ μετὰ τὸ Ἀμὴν σφραγίζει τὸ μέτωπον αὐτοῦ καὶ τὸ στόμα καὶ τὸ στῆθος ἐπιλέγων καὶ τὸ τῆς ἁγίας Τριάδος ὄνομα. Καὶ οὕτως ἀποδίδωσι τὸ βρέφος τῇ μητρί.

____________________________________

*¹ Ἰστέον, ὅτι εἰ τὸ παιδίον ἐβαπτίσθη, οὕτω λέγει ὁ Ἱερεύς· «ἵνα διὰ τοῦ ἁγίου βαπτίσματος, οὗ κατηξιώθη», τύχῃ...

*² Καὶ πάλιν ἰστέον, ὅτι εἰ τὸ παιδίον ἐβαπτίσθη, οὐ λέγομεν τὴν εὐχήν· Ὁ Θεός... ἢ καταλιμπάνομεν ταῦτα· *καὶ καταξίωσον αὐτὸ ἐν καιρῷ... μέχρι τῷ ὀνόματι τοῦ Χριστοῦ σου.*

Εὐχὴ εἰς γυναῖκα, ὅταν ἀποβάληται.

Ὁ Ἱερεύς, φέρων ἐπιτραχήλιον, λέγει·

Εὐλογητὸς ὁ Θεὸς ἡμῶν...

Ἅγιος ὁ Θεός. (ἐκ γ´). Δόξα. Καὶ νῦν, Παναγία Τριάς. Κύριε, ἐλέησον (γ´). Δόξα. Καὶ νῦν. Πάτερ ἡμῶν. Ὅτι σοῦ ἐστιν.

Τὸ Ἀπολυτίκιον τῆς ἡμέρας καὶ τὸ Κοντάκιον, εἴ ἐστι Δεσποτικὴ ἢ Θεομητορικὴ ἑορτὴ. Εἶτα·

Τοῦ Κυρίου δεηθῶμεν.

Δέσποτα, Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ τεχθεὶς ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, καὶ ἐν φάτνῃ ὡς βρέφος ἀνακλιθείς· Αὐτὸς τὴν παροῦσαν δούλην σου (τήνδε), τὴν σήμερον ἐν ἁμαρτίαις εἰς φόνον περιπεσοῦσαν, ἑκουσίως ἢ ἀκουσίως καὶ τὸ ἐν αὐτῇ συλληφθὲν ἀποβαλομένην, ἐλέησον κατὰ τὸ μέγα σου ἔλεος· καὶ συγχώρησον αὐτῇ τὰ ἑκούσια καὶ τὰ ἀκούσια πταίσματα· καὶ διαφύλαξον ἀπὸ πάσης τοῦ Διαβόλου μηχανουργίας· καὶ τὸν ῥύπον κάθαρον· τοὺς πόνους θεράπευσον· καὶ ῥῶσιν καὶ εὐρωστίαν τῷ σώματι σὺν τῇ ψυχῇ αὐτῆς, φιλάνθρωπε, δώρησαι· καὶ δι᾿ Ἀγγέλου φωτεινοῦ ταύτην περιφρούρησον ἀπὸ πάσης ἐπελεύσεως τῶν ἀοράτων δαιμόνων. Ναί, Κύριε, ἀπὸ νόσου καὶ μαλακίας, καὶ καθάρισον αὐτὴν ἀπὸ τοῦ σωματικοῦ ῥύπου καὶ τῶν ποικίλων αὐτῇ ἐπερχομένων σπλαγχνικῶν ἐνοχλήσεων· καὶ ἔξαξον αὐτήν, διὰ τῆς πολλῆς σου ἐλεημοσύνης ἐν τῷ ταπεινῷ αὐτῆς σώματι, καὶ ἀνάστησον αὐτὴν ἀπὸ τῆς κλίνης, ἧς περίκειται· ὅτι ἐν ἁμαρτίαις συνελήφθημεν καὶ ἐν ἀνομίαις ἐκυήθημεν καὶ διὰ ῥύπου πάντες ἐσμὲν ἐνώπιόν σου, Κύριε, καὶ μετὰ φόβου βοῶμεν καὶ λέγομεν· Ἐπίβλεψον ἐξ οὐρανοῦ, καὶ ἴδε τὴν ἀσθένειαν ἡμῶν τῶν καταδίκων, καὶ συγχώρησον τῇ δούλῃ σου ταύτῃ, τῇ ἐν ἁμαρτίαις φόνῳ περιπεσούσῃ, ἑκουσίως ἢ ἀκουσίως, καὶ τὸ ἐν αὐτῇ συλληφθὲν ἀποβαλομένῃ καὶ πάντας τοὺς εὑρισκομένους καὶ ἁψαμένους αὐτῆς, κατὰ τὸ μέγα σου ἔλεος, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος Θεός, ἐλέησον καὶ συγχώρησον, ὅτι σὺ μόνος ἔχεις ἐξουσίαν ἀφιέναι ἁμαρτίας καὶ ἀνομίας· πρεσβείαις τῆς πανάγνου σου Μητρός, καὶ πάντων τῶν Ἁγίων. Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμή, καὶ προσκύνησις, σὺν τῷ Πατρί, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ γίνεται Ἀπόλυσις.

ΤΟ ΑΓΙΟΝ ΒΑΠΤΙΣΜΑ. ΤΑΞΙΣ ΓΙΝΟΜΕΝΗ ΠΡΟ ΤΟΥ ΑΓΙΟΥ ΒΑΠΤΙΣΜΑΤΟΣ

ΕΥΧΗ ΕΙΣ ΤΟ ΠΟΙΗΣΑΙ ΚΑΤΗΧΟΥΜΕΝΟΝ

Ὁ Ἱερεύς, φέρων Ἐπιτραχήλιον, ἐμφυσᾷ εἰς τὸ πρόσωπον τοῦ μέλλοντος φωτισθῆναι καὶ σφραγίζει μετὰ τῆς χειρὸς αὐτοῦ τὸ μέτωπον καὶ τὸ στῆθος ἐκ τρίτου λέγων·

Εἰς τὸ ὄνομα τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος. Ἀμήν.

Καὶ ποιήσας Εὐλογητόν, ἐπιτίθησι τὴν χεῖρα ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, λέγων τὴν παροῦσαν Εὐχήν·

Τοῦ Κυρίου δεηθῶμεν.

Ἐπὶ τῷ ὀνόματί σου, Κύριε, ὁ Θεὸς τῆς ἀληθείας, καὶ τοῦ μονογενοῦς σου Υἱοῦ, καὶ τοῦ Ἁγίου σου Πνεύματος, ἐπιτίθημι τὴν χεῖρά μου ἐπὶ τὸν δοῦλόν σου (τόνδε) τὸν καταξιωθέντα καταφυγεῖν ἐπὶ τὸ ἅγιον ὄνομά σου, καὶ ὑπὸ τὴν σκέπην τῶν πτερύγων σου διαφυλαχθῆναι. Ἀπόστησον ἀπ᾿ αὐτοῦ τὴν παλαιὰν ἐκείνην πλάνην, καὶ ἔμπλησον αὐτὸν τῆς εἰς σὲ πίστεως καὶ ἐλπίδος καὶ ἀγάπης, ἵνα γνῷ ὅτι σὺ εἶ Θεὸς μόνος, Θεὸς ἀληθινός, καὶ ὁ μονογενής σου Υἱός, ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός, καὶ τὸ Ἅγιόν σου Πνεῦμα. Δός αὐτῷ ἐν πάσαις ταῖς ἐντολαῖς σου πορευθῆναι, καὶ τὰ ἀρεστά σοι φυλάξαι· ὅτι ἐὰν ποιήσῃ αὐτὰ ἀνθρωπος ζήσεται ἐν αὐτοῖς. Γράψον αὐτὸν ἐν βίβλῳ ζωῆς σου καὶ ἕνωσον αὐτὸν τῇ ποίμνῃ τῆς κληρονομίας σου· δοξασθήτω τὸ ὄνομά σου τὸ ἅγιον ἐπ᾿ αὐτῷ καὶ τοῦ ἀγαπητοῦ σου Υἱοῦ, Κυρίου δὲ ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ τοῦ ζωοποιοῦ σου Πνεύματος. Ἔστωσαν οἱ ὀφθαλμοί σου ἀτενίζοντες εἰς αὐτὸν ἐν ἐλέει διαπαντός, καὶ τὰ ὦτά σου τοῦ ἀκούειν τῆς φωνῆς τῆς δεήσεως αὐτοῦ. Εὔφρανον αὐτὸν ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτοῦ, καὶ ἐν παντὶ τῷ γένει αὐτοῦ· ἵνα ἐξομολογήσηταί σοι, προσκυνῶν καὶ δοξάζων τὸ ὄνομά σου τὸ μέγα καὶ ὕψιστον, καὶ αἰνέσῃ σε διαπαντὸς πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ. Σὲ γὰρ ὑμνεῖ πᾶσα ἡ δύναμις τῶν οὐρανῶν, καὶ σοῦ ἐστιν ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

* Δέον ὅπως ὁ Ἱερεὺς ἀλλάσσῃ ἀναλόγως τὰς ἀντιστοίχους λέξεις, ὁσάκις πρόκειται περὶ βαπτιζομένου κορασίου.

ΑΦΟΡΚΙΣΜΟΣ Α´

Τοῦ Κυρίου δεηθῶμεν.

Ἐπτιμᾷ σοι Κύριος, Διάβολε, ὁ παραγενόμενος εἰς τὸν κόσμον καὶ κατασκηνώσας ἐν ἀνθρώποις, ἵνα τὴν σὴν καθέλῃ τυραννίδα καὶ τοὺς ἀνθρώπους ἐξέληται· ὃς ἐπὶ ξύλου τὰς ἀντικειμένας δυνάμεις ἐθριάμβευσεν, ἡλίου σκοτισθέντος καὶ γῆς σαλευομένης, καὶ μνημάτων ἀνοιγομένων, καὶ σωμάτων Ἁγίων ἀνισταμένων· ὃς ἔλυσε θανάτῳ τὸν θάνατον, καὶ κατήργησε τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τουτέστι, σὲ τὸν Διάβολον. Ὁρκίζω σε κατὰ τοῦ Θεοῦ, τοῦ δείξαντος τὸ ξύλον τῆς ζωῆς καὶ τάξαντος τὰ Χερουβὶμ καὶ τὴν φλογίνην ῥομφαίαν τὴν στρεφομένην φρουρεῖν αὐτό. Ἐπιτιμήθητι καὶ ἀναχώρησον· κατ᾿ ἐκείνου γάρ σε ὁρκίζω τοῦ περιπατήσαντος, ὡς ἐπὶ ξηρᾶς, ἐπὶ νῶτα θαλάσσης, καὶ ἐπιτιμήσαντος τῇ λαίλαπι τῶν ἀνέμων· οὗ τὸ βλέμμα ξηραίνει ἀβύσσους καὶ ἡ ἀπειλὴ τήκει ὄρη. Αὐτὸς γὰρ καὶ νῦν ἐπιτάσσει σοι δι᾿ ἡμῶν· Φοβήθητι, ἔξελθε, καὶ ὑπαναχώρησον ἀπὸ τοῦ πλάσματος τούτου, καὶ μὴ ὑποστρέψῃς, μηδὲ ὑποκρυβῇς ἐν αὐτῷ, μηδὲ συναντήσῃς αὐτῷ ἢ ἐνεργήσῃς ἢ ἐνραγῇς, μὴ ἐν νυκτί, μὴ ἐν ἡμέρᾳ ἢ ὥρᾳ ἢ ἐν μεσημβρίᾳ· ἀλλ᾿ ἄπελθε εἰς τὸν ἴδιον τάρταρον, ἕως τῆς ἡτοιμασμένης μεγάλης ἡμέρας τῆς κρίσεως. Φοβήθητι τὸν Θεὸν τὸν καθήμενον ἐπὶ τῶν Χερουβίμ, καὶ ἐπιβλέποντα ἀβύσσους· ὃν τρέμουσιν Ἄγγελοι, Ἀρχάγγελοι, Θρόνοι, Κυριότητες, Ἀρχαί, Ἐξουσίαι, Δυνάμεις, τὰ πολυόμματα Χερουβίμ, καὶ τὰ ἑξαπτέρυγα Σεραφίμ· ὃν τρέμει ὁ οὐρανὸς καὶ ἡ γῇ, ἡ θάλασσα καὶ πάντα τὰ ἐν αὐτοῖς. Ἔξελθε καὶ ἀναχώρησον ἀπὸ τοῦ σφραγισθέντος νεολέκτου στρατιώτου Χριστοῦ τοῦ Θεοῦ ἡμῶν· κατ᾿ ἐκείνου γὰρ σε ὁρκίζω, τοῦ περιπατοῦντος ἐπὶ πτερύγων ἀνέμων, τοῦ ποιοῦντος τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πῦρ φλέγον. Ἔξελθε καὶ ἀναχώρησον ἀπὸ τοῦ πλάσματος τούτου σὺν πάσῃ τῇ δυνάμει καὶ τοῖς ἀγγέλοις σου. Ὅτι δεδόξασται τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς ἀιῶνας τῶν αἰώνων. Ἀμήν.

ΑΦΟΡΚΙΣΜΟΣ Β´

Τοῦ Κυρίου δεηθῶμεν.

Ὁ Θεός, ὁ ἅγιος, ὁ φοβερὸς καὶ ἔνδοξος, ὁ ἐπὶ πᾶσι τοῖς ἔργοις καὶ τῇ ἰσχύϊ αὐτοῦ ἀκατάληπτος καὶ ἀνεξιχνίαστος ὑπάρχων· αὐτὸς ὁ προορίσας σοι, Διάβολε, τῆς αἰωνίου κολάσεως τὴν τιμωρίαν, δι᾿ ἡμῶν τῶν ἀχρείων αὐτοῦ δούλων κελεύει σοι, καὶ πάσῃ τῇ συνεργῷ σου δυνάμει, ἀποστῆναι ἀπὸ τοῦ νεωστὶ σφραγισθέντος ἐπ᾿ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦ ἀληθινοῦ Θεοῦ ἡμῶν. Ὁρκίζω σε οὖν, παμπόνηρον καὶ ἀκάθαρτον καὶ μιαρὸν καὶ ἐβδελυγμένον καὶ ἀλλότριον πνεῦμα, κατὰ τῆς δυνάμεως Ἰησοῦ Χριστοῦ, τοῦ πᾶσαν ἐξουσίαν ἔχοντος ἐν οὐρανῷ καὶ ἐπὶ γῆς, τοῦ εἰπόντος τῷ κωφῷ καὶ ἀλάλῳ δαίμονι· Ἔξελθε ἀπὸ τοῦ ἀνθρώπου καὶ μηκέτι εἰσέλθῃς εἰς αὐτόν. Ἀναχώρησον, γνώρισον τὴν σὴν ματαίαν δύναμιν, τὴν μηδὲ χοίρων ἐξουσίαν ἔχουσαν. Ὑπομνήσθητι τοῦ ἐπιτάξαντός σοι, κατὰ τὴν σὴν αἴτησιν, εἰς τὴν ἀγέλην τῶν χοίρων εἰσελθεῖν. Φοβήθητι τὸν Θεόν, οὗ τῷ προστάγματι ἡ γῆ καθ᾿ ὑδάτων ἐστήρικται· τὸν κτίσαντα τὸν οὐρανόν, καὶ στήσαντα τὰ ὄρη σταθμῷ, καὶ τὰς νάπας ζυγῷ, καὶ θέντα ἄμμον θαλάσσῃ ὅριον, καὶ ἐν ὕδατι σφοδρῷ τρίβον ἀσφαλῇ· τὸν ἁπτόμενον τῶν ὀρέων καὶ καπνίζονται· τὸν ἀναβαλλόμενον φῶς ὡς ἱμάτιον· τὸν ἐκτείνοντα τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν· τὸν στεγάζοντα ἐν ὕδασι τὰ ὑπερῷα αὐτοῦ· τὸν θεμελιοῦντα τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς· οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· τὸν προσκαλούμενον τὸ ὕδωρ τῆς θαλάσσης καὶ ἐκχέοντα αὐτὸ ἐπὶ πρόσωπον πάσης τῆς γῆς. Ἔξελθε, καὶ ἀναχώρησον ἀπὸ τοῦ πρὸς τὸ ἅγιον φώτισμα εὐτρεπιζομένου. Ὁρκίζω σε κατὰ τοῦ σωτηριώδους πάθους τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ τοῦ τιμίου αὐτοῦ Σώματος καὶ Αἵματος, καὶ κατὰ τῆς ἐλεύσεως αὐτοῦ τῆς φοβερᾶς. Ἥξει γάρ, καὶ οὐ χρονιεῖ, κρίνων πᾶσαν τὴν γῆν, καὶ σὲ καὶ τὴν συνεργόν σου δύναμιν κολάσει εἰς τὴν γέενναν τοῦ πυρός, παραδοὺς εἰς τὸ σκότος τὸ ἐξώτερον, ὅπου ὁ σκώληξ ὁ ἀκοίμητος, καὶ τὸ πῦρ οὐ σβέννυται. Ὅτι τὸ κράτος Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, σὺν τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΑΦΟΡΚΙΣΜΟΣ Γ´

Τοῦ Κυρίου δεηθῶμεν.

Κύριε Σαβαώθ, ὁ Θεὸς τοῦ Ἰσραήλ, ὁ ἰώμενος πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν, ἐπίβλεψον ἐπὶ τὸν δοῦλόν σου, ἐκζήτησον, ἐξερεύνησον, καὶ ἀπέλασον ἀπ᾿ αὐτοῦ πάντα τὰ ἐνεργήματα τοῦ Διαβόλου. Ἐπιτίμησον τοῖς ἀκαθάρτοις πνεύμασι, καὶ δίωξον αὐτά, καὶ καθάρισον τὸ ἔργον τῶν χειρῶν σου, καί, τῇ ὀξείᾳ σου χρησάμενος ἐνεργείᾳ, σύντριψον τὸν Σατανᾶν ὑπὸ τοὺς πόδας αὐτοῦ ἐν τάχει, καὶ δὸς αὐτῷ νίκας κατ᾿ αὐτοῦ καὶ τῶν ἀκαθάρτων αὐτοῦ πνευμάτων· ὅπως, τοῦ παρὰ σοῦ ἐλέους τυγχάνων, καταξιωθῇ τῶν ἀθανάτων καὶ ἐπουρανίων σου μυστηρίων, καὶ δόξαν σοι ἀναπέμψῃ, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΕΥΧΗ

Τοῦ Κυρίου δεηθῶμεν.

Ὁ Ὤν, Δέσποτα Κύριε, ὁ ποιήσας τὸν ἄνθρωπον κατ᾿ εἰκόνα σὴν καὶ ὁμοίωσιν, καὶ δοὺς αὐτῷ ἐξουσίαν ζωῆς αἰωνίου· εἶτα ἐκπεσόντα διὰ τῆς ἁμαρτίας μὴ παριδών· ἀλλ᾿ οἰκονομήσας διὰ τῆς ἐνανθρωπήσεως τοῦ Χριστοῦ σου τὴν σωτηρίαν τοῦ κόσμου· Αὐτὸς καὶ τὸ πλάσμα σου τοῦτο, λυτρωσάμενος ἐκ τῆς δουλείας τοῦ ἐχθροῦ, πρόσδεξαι εἰς τὴν βασιλείαν σου τὴν ἐπουράνιον. Διάνοιξον αὐτοῦ τοὺς ὀφθαλμοὺς τῆς διανοίας, εἰς τὸ αὐγάσαι ἐν αὐτῷ τὸν φωτισμὸν τοῦ Εὐαγγελίου σου. Σύζευξον τῇ ζωῇ αὐτοῦ Ἄγγελον φωτεινόν, ῥυόμενον αὐτὸν ἀπὸ πάσης ἐπιβουλῆς τοῦ ἀντικειμένου, ἀπὸ συναντήματος πονηροῦ, ἀπὸ δαιμονίου μεσημβρινοῦ, ἀπὸ φαντασμάτων πονηρῶν.

Καὶ ἐμφυσᾷ αὐτῷ τρίτον ὁ Ἱερεύς, καὶ σφραγίζει τὸ μέτωπον αὐτοῦ καὶ τὸ στόμα, καὶ τὸ στῆθος, λέγων·

Ἐξέλασον ἀπ᾿ αὐτοῦ πᾶν πονηρὸν καὶ ἀκάθαρτον πνεῦμα, κεκρυμμένον καὶ ἐμφωλεῦον αὐτοῦ τῇ καρδίᾳ (καὶ λέγει τοῦτο ἐκ γ´). Πνεῦμα πλάνης, πνεῦμα πονηρίας, πνεῦμα εἰδωλολατρείας καὶ πάσης πλεονεξίας· πνεῦμα ψεύδους καὶ πάσης ἀκαθαρσίας, τῆς ἐνεργουμένης κατὰ τὴν διδασκαλίαν τοῦ Διαβόλου. Καὶ ποίησον αὐτὸν πρόβατον λογικὸν τῆς ἁγίας ποίμνης τοῦ Χριστοῦ σου, μέλος τίμιον τῆς Ἐκκλησίας σου, σκεῦος ἡγιασμένον, υἱὸν φωτὸς καὶ κληρονόμον τῆς βασιλείας σου· ἵνα, κατὰ τὰς ἐντολάς σου πολιτευσάμενος, καὶ φυλάξας τὴν σφραγῖδα ἄθραυστον, καὶ διατηρήσας τὸν χιτῶνα ἀμόλυντον, τύχῃ τῆς μακαριότητος τῶν Ἁγίων ἐν τῇ βασιλείᾳ σου.

Ἐκφώνως·

Χάριτι, καὶ οἰκτιρμοῖς, καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ᾿ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ἀποδυομένου δὲ καὶ ὑπολυομένου τοῦ βαπτιζομένου, εἰ ἐν ἡλικίᾳ ἐστί, στρέφει αὐτὸν ὁ Ἱερεὺς ἐπὶ δυσμάς, ἄνω τὰς χεῖρας ἔχοντα, καὶ λέγει ἐκ γ´.

Ἀποτάσσῃ τῷ Σατανᾷ; Καὶ πᾶσι τοῖς ἔργοις αὐτοῦ; Καὶ πάσῃ τῇ λατρείᾳ αὐτοῦ; Καί πᾶσι τοῖς ἀγγέλοις αὐτοῦ; Καὶ πάσῃ τῇ πομπῇ αὐτοῦ.

Καὶ ἀποκρίνεται πρὸς ἕκαστον ὁ Κατηχούμενος ἢ ὁ Ἀνάδοχος αὐτοῦ, εἴ ἐστιν ὁ βαπτιζόμενος βάρβαρος ἢ παιδίον καὶ λέγει·

Ἀποτάσσομαι.

Καὶ ὅταν εἴπῃ τρίς, ἐρωτᾷ πάλιν ὁ Ἱερεὺς τὸν βαπτιζόμενον·

Ἀπετάξω τῷ Σατανᾷ;

Καὶ ἀποκρίνεται ὁ Κατηχούμενος ἢ ὁ Ἀνάδοχος αὐτοῦ·

Ἀπεταξάμην.

Καὶ ὅταν εἴπῃ τρίς, λέγει ὁ Ἱερεύς·

Καὶ ἐμφύσησον, καὶ ἔμπτυσον αὐτῷ.

Καὶ τοῦτο ποιήσαντος, στρέφει αὐτὸν ὁ Ἱερεὺς κατὰ ἀνατολάς, κάτω τὰς χεῖρας ἔχοντα καὶ λέγει αὐτῷ τρίς·

Συντάσσῃ τῷ Χριστῷ;

Καὶ ἀποκρίνεται ὁ Κατηχούμενος ἢ ὁ Ἀνάδοχος, λέγων·

Συντάσσομαι· (ἐκ τρίτου)

Εἶτα πάλιν λέγει αὐτῷ ὁ Ἱερεὺς ἐκ τρίτου·

Συνετάξω τῷ Χριστῷ;

Καί ἀποκρίνεται·

Συνεταξάμην.

Καὶ πάλιν λέγει·

Καὶ πιστεύεις αὐτῷ;

Καὶ ἀποκρίνεται·

Πιστεύω αὐτῷ, ὡς Βασιλεῖ καὶ Θεῷ.

Καὶ λέγει τὸ Σύμβολον τῆς πίστεως·

Πιστεύω εἰς ἕνα Θεόν, Πατέρα Παντοκράτορα, Ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων.

Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸν Υἱὸν τοῦ Θεοῦ, τὸν μονογενῆ, τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων. Φῶς ἐκ Φωτός, Θεὸν ἀληθινόν, ἐκ Θεοῦ ἀληθινοῦ, γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι᾿ οὗ τὰ πάντα ἐγένετο.

Τὸν δι᾿ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ Πνεύματος Ἁγίου καὶ Μαρίας τῆς Παρθένου καὶ ἐνανθρωπήσαντα.

Σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου, καὶ παθόντα καὶ ταφέντα.

Καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς Γραφάς.

Καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός.

Καὶ πάλιν ἐρχόμενον μετὰ δόξης, κρῖναι ζῶντας καὶ νεκρούς· οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος.

Καὶ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, τὸ Κύριον, τὸ Ζωοποιόν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, τὸ σὺν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διά τῶν Προφητῶν.

Εἰς Μίαν, Ἁγίαν, Καθολικὴν καὶ Ἀποστολικὴν Ἐκκλησίαν.

Ὁμολογῶ ἕν Βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν.

Προσδοκῶ ἀνάστασιν νεκρῶν.

Καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος. Ἀμήν.

Καὶ ὅταν πληρώσῃ τὸ ἅγιον Σύμβολον, λέγει πάλιν πρὸς αὐτὸν ἐκ τρίτου· Συνετάξω τῷ Χριστῷ κ.λπ., ἀποκρινομένου καθ᾿ ἕκαστον τοῦ Κατηχουμένου ἢ τοῦ Ἀναδόχου, ὡς εἴρηται. Ἐρωτηθέντος δὲ τρίς, καὶ ἐκ τρίτου εἰπόντος τὸ ἅγιον Σύμβολον, ἐρωτᾷ αὐτὸν ἐκ τρίτου·

Συνετάξω τῷ Χριστῷ;

Καὶ ἀποκρίνεται·

Συνεταξάμην.

Καὶ λέγει ὁ Ἱερεύς·

Καὶ προσκύνησον αὐτῷ.

Καὶ προσκυνεῖ λέγων·

Προσκυνῶ Πατέρα, Υἱόν, καὶ Ἅγιον Πνεῦμα, Τριάδα ὁμοούσιον καὶ ἀχώριστον.

Ὁ Ἱερεύς, ἐκφώνως·

Εὐλογητὸς ὁ Θεός, ὁ πάντας ἀνθρώπους θέλων σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ οὕτως ἐπεύχεται λέγων·

Τοῦ Κυρίου δεηθῶμεν.

Δέσποτα, Κύριε, ὁ Θεὸς ἡμῶν, προσκάλεσαι τὸν δοῦλόν σου (τόνδε) πρὸς τὸ ἅγιόν σου φώτισμα, καὶ καταξίωσον αὐτὸν τῆς μεγάλης ταύτης χάριτος τοῦ ἁγίου σου Βαπτίσματος. Ἀπόδυσον αὐτοῦ τὴν παλαιότητα, καὶ ἀνακαίνισον αὐτὸν εἰς τὴν ζωὴν τὴν αἰώνιον, καὶ πλήρωσον αὐτὸν τῆς τοῦ Ἁγίου σου Πνεύματος δυνάμεως, εἰς ἕνωσιν τοῦ Χριστοῦ σου· ἵνα μηκέτι τέκνον σώματος ᾖ, ἀλλὰ τέκνον τῆς σῆς Βασιλείας. Εὐδοκίᾳ καὶ χάριτι τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ᾿ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ἀπόλυσις.

Δόξα σοι, ὁ Θεός, ἡ ἐλπίς, ἡμῶν δόξα σοι, Χριστὸς ὁ ἀληθινὸς ἡμῶν...

Δι᾿ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν...

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΑΓΙΟΥ ΒΑΠΤΙΣΜΑΤΟΣ

Εἰσέρχεται ὁ Ἱερεύς, καὶ ἀλλάσσει λευκὴν ἱερατικὴν στολήν, ἤτοι ἐπιτραχήλιον καὶ φελώνιον· καὶ ἁπτομένων πάντων τῶν κηρῶν, λαβὼν θυμιατόν, ἀπέρχεται ἐν τῇ Κολυμβήθρᾳ καὶ θυμιᾷ κύκλῳ καὶ ἀποδοὺς τὸ θυμιατόν, προσκυνεῖ.

Εἶτα λέγει ὁ Διάκονος· Εὐλόγησον, Δέσποτα.

Ὁ Ἱερεύς, ἐκφώνως· Εὐλογημένη ἡ βασιλεία τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ὁ Διάκονος ἢ αὐτὸς ὁ Ἱερεύς· Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

Ὁ Χορός, μεθ᾿ ἑκάστην δέησιν· Κύριε, ἐλέησον.

Ὑπὲρ τῆς ἄνωθεν εἰρήνης, καὶ τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν, καὶ τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τοῦ ἁγίου Οἴκου τούτου, καὶ τῶν μετὰ πίστεως, εὐλαβείας καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (τοῦ δεῖνος), τοῦ τιμίου πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας, παντὸς τοῦ κλήρου καὶ τοῦ λαοῦ, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τοῦ ἁγιασθῆναι τὸ ὕδωρ τοῦτο, τῇ ἐπιφοιτήσει καὶ δυνάμει καὶ ἐνεργείᾳ τοῦ Ἁγίου Πνεύματος, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τοῦ καταπεμφθῆναι αὐτῷ τὴν χάριν τῆς ἀπολυτρώσεως, τὴν εὐλογίαν τοῦ Ἰορδάνου, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τοῦ καταφοιτῆσαι τοῖς ὕδασι τούτοις τὴν καθαρτικὴν τῆς ὑπερουσίου Τριάδος ἐνέργειαν, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τοῦ φωτισθῆναι ἡμᾶς φωτισμὸν γνώσεως καὶ εὐσεβείας, διὰ τῆς ἐπιφοιτήσεως τοῦ ἁγίου Πνεύματος, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τοῦ ἀναδειχθῆναι τὸ ὕδωρ τοῦτο ἀποτρόπαιον πάσης ἐπιβουλῆς ὁρατῶν καὶ ἀοράτων ἐχθρῶν, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τοῦ ἄξιον γενέσθαι τῆς ἀφθάρτου βασιλείας τὸν ἐν αὐτῷ βαπτιζόμενον, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τοῦ νῦν προσερχομένου τῷ ἁγίῳ Φωτίσματι καὶ τῆς σωτηρίας αὐτοῦ, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τοῦ ἀναδειχθῆναι αὐτὸν υἱὸν φωτὸς καὶ κληρονόμον τῶν αἰωνίων ἀγαθῶν, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τοῦ γενέσθαι αὐτὸν σύμφυτον καὶ κοινωνόν τοῦ θανάτου καὶ τῆς ἀναστάσεως Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τοῦ διαφυλαχθῆναι αὐτῷ τὴν στολὴν τοῦ Βαπτίσματος, καὶ τὸν ἀῤῥαβῶνα τοῦ Πνεύματος, ἄσπιλον καὶ ἀμώμητον ἐν τῇ ἡμέρᾳ τῇ φοβερᾷ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τοῦ γενέσθαι αὐτῷ τὸ ὕδωρ τοῦτο λουτρὸν παλιγγενεσίας, εἰς ἄφεσιν ἁμαρτιῶν, καὶ ἔνδυμα ἀφθαρσίας, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν φωνῆς τῆς δεήσεως ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τοῦ ῥυσθῆναι αὐτόν τε καὶ ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον, καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεὸς, τῇ σῇ χάριτι.

Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου δεσποίνης ἡμῶν Θεοτόκου, καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους, καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Καὶ τοῦ Διακόνου λέγοντος ταῦτα, ὁ Ἱερεὺς λέγει καθ᾿ ἑαυτὸν τὴν Εὐχὴν ταύτην μυστικῶς·

Τοῦ Κυρίου δεηθῶμεν.

Ὁ εὔσπλαγχνος καὶ ἐλεήμων Θεός, ὁ ἐτάζων καρδίας καὶ νεφρούς, καὶ τὰ κρύφια τῶν ἀνθρώπων ἐπιστάμενος μόνος· οὐ γάρ ἐστι πρᾶγμα ἀφανὲς ἐνώπιόν σου, ἀλλὰ πάντα γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς σου· ὁ γινώσκων τὰ κατ᾿ ἐμέ, μὴ βδελύξῃ με, μηδὲ τὸ πρόσωπόν σου ἀποστρέψῃς ἀπ᾿ ἐμοῦ, ἀλλὰ πάριδέ μου τὰ παραπτώματα ἐν τῇ ὥρᾳ ταύτη, ὁ παρορῶν ἀνθρώπων ἁμαρτήματα εἰς μετάνοιαν, καὶ ἀπόπλυνόν μου τὸν ῥύπον τοῦ σώματος, καὶ τὸν σπίλον τῆς ψυχῆς, καὶ ὅλον με ἁγίασον ὁλοτελῇ τῇ δυνάμει σου τῇ ἀοράτῳ καὶ πνευματικῇ δεξιᾷ· ἵνα μή, ἐλευθερίαν ἄλλοις ἐπαγγελλόμενος καὶ ταύτην παρέχων πίστει τῇ ἠρτημένῃ τῆς σῆς ἀφάτου φιλανθρωπίας, αὐτὸς ὡς δοῦλος ἁμαρτίας ἀδόκιμος γένωμαι. Μή, Δέσποτα, ὁ μόνος ἀγαθὸς καὶ φιλάνθρωπος, μὴ ἀποστραφείην τεταπεινωμένος καὶ κατῃσχυμένος· ἀλλ᾿ ἐξαπόστειλόν μοι δύναμιν ἐξ ὕψους, καὶ ἐνίσχυσόν με πρὸς τὴν διακονίαν τοῦ προκειμένου σου Μυστηρίου, τοῦ μεγάλου καὶ ἐπουρανίου. Καί μόρφωσόν σου τὸν Χριστὸν ἐν τῷ μέλλοντι ἀναγεννᾶσθαι διὰ τῆς ἐμῆς ἐλεεινότητος· καὶ οἰκοδόμησον αὐτὸν ἐν τῷ θεμελίῳ τῶν Ἀποστόλων καὶ Προφητῶν σου· καὶ μὴ καθέλῃς, ἀλλὰ φύτευσον αὐτὸν φύτευμα ἀληθείας ἐν τῇ ἁγίᾳ σου Καθολικῇ καὶ Ἀποστολικῇ Ἐκκλησίᾳ, καὶ μὴ ἐκτίλῃς. Ὅπως προκόπτοντος αὐτοῦ ἐν εὐσεβείᾳ, δοξάζηται καὶ δι᾿ αὐτοῦ τὸ πανάγιον ὄνομά σου, τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Μετὰ δὲ τὸ συμπληρωθῆναι τὰ Εἰρηνικά, ἄνευ Ἐκφωνήσεως, λέγει ὁ Ἱερεὺς τὴν Εὐχὴν ταύτην μεγαλοφώνως καὶ μετὰ φόβου Θεοῦ καὶ ἐξ ὅλης ψυχῆς καὶ συντετριμμένης καρδίας.

Μέγας εἶ, Κύριε, καὶ θαυμαστὰ τὰ ἔργα σου, καὶ οὐδεὶς λόγος ἐξαρκέσει πρὸς ὕμνον τῶν θαυμασίων σου (τρίς). Σὺ γὰρ βουλήσει ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι παραγαγὼν τὰ σύμπαντα, τῷ σῷ κράτει συνέχεις τὴν κτίσιν, καὶ τῇ σῇ προνοίᾳ διοικεῖς τὸν κόσμον. Σύ ἐκ τεσσάρων στοιχείων τὴν κτίσιν συναρμόσας, τέτταρσι καιροῖς τὸν κύκλον τοῦ ἐνιαυτοῦ ἐστεφάνωσας. Σὲ τρέμουσιν αἱ νοεραὶ πᾶσαι Δυνάμεις· σὲ ὑμνεῖ ἥλιος· σὲ δοξάζει σελήνη· σοὶ ἐντυγχάνει τὰ ἄστρα· σοὶ ὑπακούει τὸ φῶς· σὲ φρίττουσιν ἄβυσσοι· σοὶ δουλεύουσιν αἱ πηγαί. Σύ ἐξέτεινας τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν· σὺ ἐστερέωσας τὴν γῆν ἐπὶ τῶν ὑδάτων· σὺ περιετείχισας τὴν θάλασσαν ψάμμῳ· σὺ πρὸς ἀναπνοὰς τὸν ἀέρα ἐξέχεας. Ἀγγελικαὶ Δυνάμεις σοὶ λειτουργοῦσιν, οἱ τῶν Ἀρχαγγέλων χοροὶ σὲ προσκυνοῦσι, τὰ πολυόμματα Χερουβίμ, καὶ τὰ ἐξαπτέρυγα Σεραφίμ, κύκλῳ ἑστῶτα, καὶ περιϊπτάμενα, φόβῳ τῆς ἀπροσίτου σου δόξης κατακαλύπτεται. Σὺ γάρ, Θεὸς ὢν ἀπερίγραπτος ἄναρχός τε καὶ ἀνέκφραστος, ἦλθες ἐπὶ τῆς γῆς, μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος· οὐ γὰρ ἔφερες, Δέσποτα, διὰ σπλάγχνα ἐλέους σου, θεᾶσθαι ὑπὸ τοῦ διαβόλου τυραννούμενον τὸ γένος τῶν ἀνθρώπων, ἀλλ᾿ ἦλθες καὶ ἔσωσας ἡμᾶς. Ὁμολογοῦμεν τὴν χάριν, κηρύττομεν τὸν ἔλεον, οὐ κρύπτομεν τὴν εὐεργεσίαν. Τὰς τῆς φύσεως ἡμῶν γονὰς ἠλευθέρωσας, παρθενικὴν ἡγίασας μήτραν τῷ τόκῳ σου, πᾶσα ἡ κτίσις ὕμνησέ σε ἐπιφανέντα. Σὺ γάρ, ὁ Θεὸς ἡμῶν, ἐπὶ τῆς γῆς ὤφθης καὶ τοῖς ἀνθρώποις συνανεστράφης· Σύ καὶ τὰ Ἰορδάνεια ῥεῖθρα ἡγίασας, οὐρανόθεν καταπέμψας αὐτοῖς τὸ Πανάγιόν σου Πνεῦμα, καὶ τὰς κεφαλὰς τῶν ἐκεῖσε ἐμφωλευόντων συνέτριψας δρακόντων. Αὐτὸς οὖν, φιλάνθρωπε Βασιλεῦ, πάρεσο καὶ νῦν διὰ τὴς ἐπιφοιτήσεως τοῦ Ἁγίου σου Πνεύματος καὶ ἁγίασον τὸ ὕδωρ τοῦτο (τρίς). Καὶ δὸς αὐτῷ τὴν χάριν τῆς ἀπολυτρώσεως, τὴν εὐλογίαν τοῦ Ἰορδάνου. Ποίησον αὐτὸ ἀφθαρσίας πηγήν, ἁγιασμοῦ δῶρον, ἁμαρτημάτων λυτήριον, νοσημάτων ἀλεξιτήριον, δαίμοσιν ὀλέθριον, ταῖς ἐναντίαις δυνάμεσιν ἀπρόσιτον, ἀγγελικῆς ἰσχύος πεπληρωμένον. Φυγέτωσαν ἀπ᾿ αὐτοῦ οἱ ἐπιβουλεύοντες τῷ πλάσματί σου· ὅτι τὸ ὄνομά σου, Κύριε, ἐπεκαλεσάμην, τὸ θαυμαστὸν καὶ ἔνδοξον καὶ φοβερὸν τοῖς ὑπεναντίοις.

Καὶ ἐμφυσᾷ εἰς τὸ ὕδωρ τρίς· καὶ σφραγίζει τῇ δεξιᾷ τρίτον καὶ ἐπεύχεται, λέγων·

Συντριβήτωσαν ὑπὸ τὴν σημείωσιν τοῦ τύπου τοῦ τιμίου Σταυροῦ σου πᾶσαι αἱ ἐναντίαι δυνάμεις (τρίς). Ὑποχωρησάτωσαν ἡμῖν πάντα τὰ ἐναέρια καὶ ἀφανῇ εἴδωλα, καὶ μὴ ὑποκρυβήτω τῷ ὕδατι τούτῳ δαιμόνιον σκοτεινὸν, μηδὲ συγκαταβήτω τῷ βαπτιζομένῳ, δεόμεθά σου, Κύριε, πνεῦμα πονηρόν, σκότωσιν λογισμῶν καὶ ταραχὴν διανοίας ἐπάγον. Ἀλλὰ σύ, Δέσποτα τῶν ἁπάντων, ἀνάδειξον τὸ ὕδωρ τοῦτο, ὕδωρ ἀπολυτρώσεως, ὕδωρ ἁγιασμοῦ, καθαρισμὸν σαρκὸς καὶ πνεύματος, ἄνεσιν δεσμῶν, ἄφεσιν παραπτωμάτων, φωτισμὸν ψυχῆς, λουτρὸν παλλιγενεσίας, ἀνακαινισμὸν πνεύματος, υἱοθεσίας χάρισμα, ἔνδυμα ἀφθαρσίας, πηγὴν ζωῆς. Σὺ γὰρ εἶπας, Κύριε· Λούσασθε καὶ καθαροὶ γίνεσθε, ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν. Σὺ ἐχαρίσω ἡμῖν τὴν ἄνωθεν ἀναγέννησιν, δι᾿ ὕδατος καὶ Πνεύματος. Ἐπιφάνηθι, Κύριε, τούτῳ· καὶ δὸς μεταποιηθῆναι τὸν ἐν αὐτῷ βαπτιζόμενον, εἰς τὸ ἀποθέσθαι μὲν τὸν παλαιὸν ἄνθρωπον, τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης, ἐνδύσασθαι δὲ τὸν νέον, τὸν ἀνακαινούμενον κατ᾿ εἰκόνα τοῦ κτίσαντος αὐτόν· ἵνα, γενόμενος σύμφυτος τῷ ὁμοιώματι τοῦ θανάτου σου διά τοῦ Βαπτίσματος, κοινωνὸς καὶ τῆς ἀναστάσεώς σου γένηται· καὶ φυλάξας τὴν δωρεὰν τοῦ Ἁγίου σου Πνεύματος καὶ αὐξήσας τὴν παρακαταθήκην τῆς χάριτος, δέξηται τὸ βραβεῖον τῆς ἄνω κλήσεως, καὶ συγκαταριθμηθῇ τοῖς πρωτοτόκοις, τοῖς ἀπογεγραμμένοις ἐν οὐρανῷ, ἐν σοὶ τῷ Θεῷ καὶ Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ. Ὅτι σοὶ πρέπει δόξα, κράτος, τιμὴ καὶ προσκύνησις, ἅμα τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ Χορός· Ἀμήν.

Ὁ Ἱερεύς· Εἰρήνη πᾶσι.

Ὁ Χορός· Καί τῷ πνεύματί σου.

Ὁ Διάκονος· Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.

Ὁ Χορός· Σοί, Κύριε.

Καὶ ἐμφυσᾷ ὁ Ἱερεὺς εἰς τὸ ἀγγεῖον τοῦ ἐλαίου, βασταζόμενον ὑπὸ τοῦ Διακόνου καὶ σφραγίζει διὰ τῆς χειρός τρὶς τοῦτο, ἤτοι τὸ ἔλαιον.

Ὁ Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.

Ὁ Χορός· Κύριε, ἐλεήσον.

Ὁ Ἱερεὺς λέγει τὴν παροῦσαν Εὐχήν.

ΕΥΧΗ ΤΟΥ ΕΛΑΙΟΥ

Δέσποτα, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, ὁ τοῖς ἐν τῇ κιβωτῷ τοῦ Νῶε περιστερὰν ἀποστείλας, κάρφος ἐλαίας ἔχουσαν ἐπὶ τοῦ στόματος, καταλλαγῆς σύμβολον, σωτηρίας τε τῆς ἀπὸ τοῦ κατακλυσμοῦ, καὶ τὸ τῆς χάριτος μυστήριον δι᾿ ἐκείνων προτυπώσας· ὁ καὶ τῆς ἐλαίας τὸν καρπὸν εἰς πλήρωσιν τῶν ἁγίων σου Μυστηρίων χορηγήσας, ὁ δι᾿ αὐτοῦ καὶ τοὺς ἐν νόμῳ Πνεύματος Ἁγίου πληρώσας καὶ τοὺς ἐν χάριτι τελειῶν· Αὐτὸς εὐλόγησον καὶ τοῦτο τὸ ἔλαιον, τῇ δυνάμει καὶ ἐνεργείᾳ καὶ ἐπιφοιτήσει τοῦ Ἁγίου σου Πνεύματος, ὥστε γενέσθαι αὐτὸ χρίσμα ἀφθαρσίας, ὅπλον δικαιοσύνης, ἀνακαινισμὸς ψυχῆς καὶ σώματος, πάσης διαβολικῆς ἐνεργείας ἀποτρόπαιον, εἰς ἀπαλλαγὴν κακῶν, πᾶσι τοῖς χριομένοις αὐτὸ ἐν πίστει, ἢ καὶ μεταλαμβάνουσιν ἐξ αὐτοῦ. Εἰς δόξαν σήν, καὶ τοῦ μονογενοῦς σου Υἱοῦ, καὶ τοῦ παναγίου καὶ ἀγαθοῦ καὶ ζωοποιοῦ σου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς ἀιῶνας τῶν αἰώνων.

Ὁ Χορός· Ἀμήν.

Ὁ Διάκονος· Πρόσχωμεν.

Ὁ δὲ Ἱερεύς, λαβὼν τὸ ἀγγεῖον τοῦ ἐλαίου καταχέει ἐξ αὐτοῦ ἐν τῇ κολυμβήθρᾳ, ποιῶν σταυροὺς γ´ καὶ ψάλλων ἐν ἑκάστῳ σταυρῷ τὸ Ἀλληλούϊα (γ´). Εἶτα ἐκφωνεῖ·

Εὐλογητὸς ὁ Θεός, ὁ φωτίζων καὶ ἁγιάζων πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς ἀιῶνας τῶν αἰώνων.

Ὁ Χορός· Ἀμήν.

Καὶ προσφέρεται ὁ βαπτιζόμενος. Ὁ δὲ Ἱερεὺς λαμβάνει ἐκ τοῦ ἁγίου ἐλαίου διὰ τῶν τριῶν δακτύλων τῆς δεξιᾶς καὶ ποιεῖ Σταυροῦ τύπον ἐπὶ τοῦ μετώπου, καὶ τοῦ στήθους, καὶ τῶν μεταφρένων τοῦ βαπτιζομένου, λέγων·

Χρίεται ὁ δοῦλος τοῦ Θεοῦ (ὁ δεῖνα), ἔλαιον ἀγαλλιάσεως, εἰς τὸ ὄνομα τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος. Ἀμήν.

Καὶ σφραγίζων αὐτοῦ τὰ στῆθος καὶ τὰ μετάφρενα, λέγει·

Εἰς μὲν τὸ στῆθος· Εἰς ἴασιν ψυχῆς καὶ σώματος.

Εἰς δὲ τὰς ἀκοάς· Εἰς ἀκοὴν πίστεως.

Εἰς τοὺς πόδας· Τοῦ πορεύεσθαι τὰ διαβήματά σου.

Εἰς τὰς χεῖρας· Αἱ χεῖρές σου ἐποίησάν με, καὶ ἔπλασάν με.

Καὶ ὅταν χρισθῇ ἐκ τοῦ ἐλαίου ὅλον τὸ σῶμα ὑπὸ τοῦ Ἀναδόχου, βαπτίζει αὐτὸν ὁ Ἱερεύς, ὄρθιον αὐτὸν κατέχων καὶ βλέποντα κατὰ ἀνατολὰς καὶ λέγων·

Βαπτίζεται ὁ δοῦλος τοῦ Θεοῦ (ὁ δεῖνα) εἰς τὸ ὄνομα τοῦ Πατρός, Ἀμήν· καὶ τοῦ Υἱοῦ, Ἀμήν· καὶ τοῦ Ἁγίου Πνεύματος, Ἀμήν. (ἑκάστῃ προσρήσει κατάγων αὐτὸν καὶ ἀνάγων).

Καὶ λούει αὐτοῦ ὁ Ἱερεύς, ὅλον τὸ σῶμα καλῶς.

Εἶτα λαμβάνειν αὐτὸν ὁ Ἀνάδοχος ἐκ τῆς ἁγίας Κολυμβήθρας διὰ τῶν χειρῶν τοῦ Ἱερέως ὑπτίαις χερσί, σαβάνου [σινδονίου] λευκοῦ πρότερον ἐφαπλωθέντος ἐν ταῖς χερσίν.

Ὁ Χορὸς ψάλλει·

Ψαλμὸς λα´ (31)

Μακάριοι, ὧν ἀφέθησαν αἱ ἀνομίαι, καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι (ἐκ γ´). Μακάριος ἀνήρ, ὧ οὐ μή λογίσηται Κύριος ἁμαρτίαν, οὐδέ ἐστιν ἐν τῷ στόματι αὐτοῦ δόλος. Ὅτι ἐσίγησα, ἐπαλαιώθη τὰ ὀστᾶ μου, ἀπὸ τοῦ κράζειν μέ ὅλην τὴν ἡμέραν. Ὅτι ἡμέρας καὶ νυκτὸς ἐβαρύνθη ἐπ᾿ ἐμὲ ἡ χείρ σου, ἐστράφην εἰς ταλαιπωρίαν ἐν τῷ ἐμπαγῆναί μοι ἄκανθαν. Τὴν ἀνομίαν μου ἐγνώρισα καὶ τὴν ἁμαρτίαν μου οὐκ ἐκάλυψα. Εἶπα· Ἐξαγορεύσω κατ᾿ ἐμοῦ τὴν ἀνομίαν μου τῷ Κυρίῳ, καὶ σὺ ἀφῆκας τὴν ἀσέβειαν τῆς καρδίας μου. Ὑπὲρ ταύτης προσεύξεται πρὸς σὲ πᾶς ὅσιος, ἐν καιρῷ εὐθέτῳ. Πλὴν ἐν κατακλυσμῷ ὑδάτων πολλῶν, πρὸς αὐτὸν οὐκ ἐγγιοῦσι. Σύ μου εἶ καταφυγὴ ἀπὸ θλίψεως τῆς περιεχούσης με· τὸ ἀγαλλίαμά μου, λύτρωσαί με ἀπὸ τῶν κυκλωσάντων με. Συνετιῶ σε καὶ συμβιβῶ σε ἐν ὁδῷ ταύτῃ ᾗ πορεύσῃ, ἐπιστηριῶ ἐπὶ σὲ τοὺς ὀφθαλμούς μου. Μή γίνεσθε ὡς ἵππος καὶ ἡμίονος, οἷς οὐκ ἔστι σύνεσις· ἐν κημῷ καὶ χαλινῷ τὰς σιαγόνας αὐτῶν ἄγξαις, τῶν μὴ ἐγγιζόντων πρὸς σέ. Πολλαὶ αἱ μάστιγες τοῦ ἁμαρτωλοῦ, τὸν δὲ ἐλπίζοντα ἐπὶ Κύριον ἔλεος κυκλώσει. Εὐφράνθητε ἐπὶ Κύριον καὶ ἀγαλλιᾶσθε, δίκαιοι, καὶ καυχᾶσθε πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ.

Καὶ μετὰ τοῦτο λέγει ὁ Ἱερεὺς τὴν Εὐχὴν ταύτην·

Ὁ Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.

Ὁ Χορός· Κύριε, ἐλέησον.

Ὁ Ἱερεὺς (μυστικῶς)·

ΕΥΧΗ ΤΟΥ ΜΥΡΟΥ

Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς ὁ Παντοκράτωρ, ἡ πηγὴ τῶν ἀγαθῶν, ὁ ἥλιος τῆς δικαιοσύνης, ὁ λάμψας τοῖς ἐν σκότει φῶς σωτηρίας, διὰ τῆς ἐπιφανείας τοῦ μονογενοῦς σου Υἱοῦ καὶ Θεοῦ ἡμῶν καὶ χαρισάμενος ἡμῖν τοῖς ἀναξίοις τὴν μακαρίαν κάθαρσιν ἐν τῷ ἁγίῳ Βαπτίσματι, καὶ τὸν θεῖον ἁγιασμὸν ἐν τῷ ζωοποιῷ χρίσματι· ὁ καὶ νῦν εὐδοκήσας ἀναγεννῆσαι τὸν δοῦλόν σου τὸν νεοφώτιστον δι᾿ ὕδατος καὶ Πνεύματος, καὶ τὴν τῶν ἑκουσίων καὶ ἀκουσίων ἁμαρτημάτων ἄφεσιν αὐτῷ δωρησάμενος· Αὐτὸς οὖν, Δέσποτα παμβασιλεῦ εὔσπλαχνε, χάρισαι αὐτῷ καὶ τὴν σφραγῖδα τῆς δωρεᾶς τοῦ ἁγίου καὶ παντοδυνάμου, καὶ προσκυνητοῦ σου Πνεύματος, καὶ τὴν μετάληψιν τοῦ ἁγίου Σώματος, καὶ τοῦ τιμίου Αἵματος τοῦ Χριστοῦ σου. Φύλαξον αὐτὸν ἐν τῷ σῷ ἁγιασμῷ· βεβαίωσον ἐν τῇ Ὀρθοδόξῳ πίστει· ῥῦσαι ἀπὸ τοῦ πονηροῦ, καὶ πάντων τῶν ἐπιτηδευμάτων αὐτοῦ, καὶ τῷ σωτηρίῳ σου φόβῳ, ἐν ἁγνείᾳ καὶ δικαιοσύνῃ τὴν ψυχὴν αὐτοῦ διατήρησον· ἵνα, ἐν παντὶ ἔργῳ καὶ λόγῳ εὐαρεστῶν σοι, υἱὸς καὶ κληρονόμος τῆς ἐπουρανίου σου γένηται βασιλείας.

Ἐκφώνως·

Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν, Θεὸς τοῦ ἐλεεῖν καὶ σῴζειν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ Χορός· Ἀμήν.

Καὶ μετὰ τὴν Εὐχήν, χρίει τὸν βαπτισθέντα ὁ Ἱερεὺς τῷ ἁγίῳ Μύρῳ, ποιῶν τοῦ Σταυροῦ τύπον ἐπὶ τοῦ μετώπου, τῶν ὀφθαλμῶν, τῶν μυκτήρων, τοῦ στόματος, τῶν δύο ὤτων, τοῦ στήθους, τῶν χειρῶν καὶ τῶν ποδῶν, λέγων·

Σφραγὶς δωρεᾶς Πνεύματος Ἁγίου. Ἀμήν.

Εἶτα ἐνδύων αὐτὸν τὸν χιτῶνα λέγει·

Ἐνδύεται ὁ δοῦλος τοῦ Θεοῦ (ὁ δεῖνα) χιτῶνα δικαιοσύνης, εἰς τὸ ὄνομα τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος. Ἀμήν.

Καὶ ψάλλεται Τροπάριον εἰς ἦχον πλ. δ´.

Χιτῶνά μοι παράσχου φωτεινόν, ὁ ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον, πολυέλεε Χριστὲ ὁ Θεὸς ἡμῶν.

Ὁ Ἱερεὺς νιψάμενος, θυμιᾷ τὴν Κολυμβήθραν, περιερχόμενος αὐτὴν γύρωθεν μετὰ τοῦ Ἀναδόχου, κατ᾿ ἐνώπιον ἱσταμένου καὶ βαστάζοντος τὸ νεοφώτιστον βρέφος, καὶ ψάλλων εἰς ἦχον α´·

Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε, Ἀλληλούϊα (ἐκ τρίτου).

Δόξα. Καὶ νῦν. Χριστὸν ἐνεδύσασθε. Ἀλληλούϊα.

Ὁ Διάκονος· Δύναμις.

Ὁ Χορός· Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. Ἀλληλούϊα.

Ὁ Διάκονος· Πρόσχωμεν.

Ὁ Ἀναγνώστης·

Προκείμενον. Ἦχος γ´.

Κύριος φωτισμός μου καὶ σωτήρ μου.

Στίχ. Κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου.

Ὁ Διάκονος· Σοφία.

Ὁ Ἀναγνώστης· Πρὸς Ῥωμαίους ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα. (Κεφ. ς´ 3–11)

Ὁ Διάκονος· Πρόσχωμεν.

Ὁ Ἀναγνώστης·

Ἀδελφοί, ὅσοι εἰς Χριστὸν ἐβαπτίσθημεν, εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν. Συνετάφημεν οὖν αὐτῷ διὰ τοῦ βαπτίσματος εἰς τὸν θάνατον, ἵνα, ὥσπερ ἠγέρθη Χριστὸς ἐκ νεκρῶν διὰ τῆς δόξης τοῦ Πατρός, οὕτω καὶ ἡμεῖς ἐν καινότητι ζωῆς περιπατήσωμεν. Εἰ γὰρ σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ, ἀλλὰ καὶ τῆς ἀναστάσεως ἐσόμεθα, τοῦτο γινώσκοντες, ὅτι ὁ παλαιὸς ἡμῶν ἄνθρωπος συνεσταυρώθη, ἵνα καταργηθῇ τὸ σῶμα τῆς ἁμαρτίας, τοῦ μηκέτι δουλεύειν ἡμᾶς, τῇ ἁμαρτίᾳ. Ὁ γὰρ ἀποθανὼν δεδικαίωται ἀπὸ τῆς ἁμαρτίας. Εἰ δὲ ἀπεθάνομεν σὺν Χριστῷ, πιστεύομεν ὅτι καὶ συζήσομεν αὐτῷ, εἰδότες ὅτι Χριστός, ἐγερθεὶς ἐκ νεκρῶν, οὐκέτι ἀποθνῄσκει, θάνατος αὐτοῦ οὐκέτι κυριεύει. Ὃ γὰρ ἀπέθανεν, τῇ ἁμαρτίᾳ, ἀπέθανεν ἐφάπαξ· ὃ δὲ ζῇ, ζῇ τῷ Θεῷ. Οὕτως καὶ ὑμεῖς λογίζεσθε ἑαυτοὺς εἶναι νεκροὺς μὲν τῇ ἁμαρτίᾳ, ζῶντας δὲ τῷ Θεῷ ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.

Ὁ Ἱερεύς· Εἰρήνη σοι τῷ ἀναγινώσκοντι.

Ὁ Χορός· Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα.

Ὁ Διάκονος· Σοφία· ὀρθοί· ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.

Ὁ Ἱερεύς· Εἰρήνη πᾶσι.

Ὁ Χορός· Καὶ τῷ πνεύματί σου.

Ὁ Ἱερεύς· Ἐκ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελίου τὸ Ἀνάγνωσμα. (Κεφ. κη´ 16–20)

Ὁ Διάκονος· Πρόσχωμεν.

Ὁ Ἱερεύς·

Τῷ καιρῷ ἐκείνῳ, οἱ ἕνδεκα Μαθηταὶ ἐπορεύθησαν εἰς τὴν Γαλιλαίαν, εἰς τὸ ὄρος, οὗ ἐτάξατο αὐτοῖς ὁ Ἰησοῦς. Καί ἰδόντες αὐτόν, προσεκύνησαν αὐτῷ· οἱ δὲ ἐδίστασαν. Καὶ προσελθὼν ὁ Ἰησοῦς ἐλάλησεν αὐτοῖς, λέγων· Ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς. Πορευθέντες οὖν, μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν· καὶ ἰδού, ἐγὼ μεθ᾿ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας, ἕως τῆς συντελείας τοῦ αἰῶνος. Ἀμήν.

Ὁ Χορός· Δόξα σοι, Κύριε, δόξα σοι.

ΕΥΧΑΙ ΤΗΣ ΑΠΟΛΟΥΣΕΩΣ

Ὁ Ἱερεύς· Εἰρήνη πᾶσι.

Ὁ Χορός· Καί τῷ πνεύματί σου.

Ὁ Διάκονος· Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.

Ὁ Χορός· Σοί, Κύριε.

Ὁ Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.

Ὁ Χορός· Κύριε, ἐλέησον.

Ὁ Ἱερεὺς τὴν Εὐχήν·

Ὁ λύτρωσιν ἁμαρτιῶν, διὰ τοῦ Βαπτίσματος, τῷ δούλῳ σου δωρησάμενος, καὶ ζωὴν ἀναγεννήσεως αὐτῷ χαρισάμενος· Αὐτός, Δέσποτα Κύριε, τὸν φωτισμὸν τοῦ προσώπου σου ἐν τῇ καρδίᾳ αὐτοῦ ἐναυγάζειν διὰ παντὸς εὐδόκησον· τὸν θυρεὸν τῆς πίστεως αὐτοῦ ἀνεπιβούλευτον ἐχθροῖς διατήρησον· τὸ τῆς ἀφθαρσίας ἔνδυμα, ὃ περιεβάλετο, ἀῤῥύπωτον ἐν αὐτῷ καὶ ἀμόλυντον διαφύλαξον· ἄθραυστον ἐν αὐτῷ τὴν πνευματικὴν σφραγῖδα τῇ χάριτί σου διατηρῶν, καὶ ἵλεως αὐτῷ τε καὶ ἡμῖν γενόμενος, κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου. Ὅτι ηὐλόγηται καὶ δεδόξασται τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομά σου, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ Χορός· Ἀμήν.

Ὁ Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.

Ὁ Χορός· Κύριε, ἐλέησον.

Ὁ Ἱερεὺς τὴν Εὐχήν·

Δέσποτα Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ διὰ τῆς κολυμβήθρας τὴν οὐράνιον ἔλλαμψιν τοῖς βαπτιζομένοις παρέχων· ὁ ἀναγεννήσας τὸν δοῦλόν σου τὸν νεοφώτιστον δι᾿ ὕδατος καὶ πνεύματος, καὶ τὴν τῶν ἑκουσίων καὶ ἀκουσίων ἁμαρτημάτων ἄφεσιν αὐτῷ δωρησάμενος, ἐπίθες αὐτῷ τὴν χεῖρά σου τὴν κραταιάν, καὶ φύλαξον αὐτὸν ἐν τῇ δυνάμει τῆς σῆς ἀγαθότητος· ἄσυλον τὸν ἀῤῥαβῶνα διαφύλαξον· καὶ ἀξίωσον αὐτὸν εἰς τὴν ζωὴν τὴν αἰώνιον, καὶ εἰς τὴν σὴν εὐαρεστίαν. Ὅτι σὺ εἶ ὁ ἁγιασμὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ὁ αὐτός· Εἰρήνη πᾶσι.

Ὁ Χορός· Καί τῷ Πνεύματί σου.

Ὁ Διάκονος· Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.

Ὁ Χορός· Σοί, Κύριε.

Ὁ Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.

Ὁ Χορός· Κύριε, ἐλέησον.

Ὁ Ἱερεὺς μυστικῶς τὴν Εὐχήν·

Ὁ ἐνδυσάμενος σέ, τὸν Χριστὸν καὶ Θεὸν ἡμῶν, σοὶ ὑπέκλινε σὺν ἡμῖν τὴν ἑαυτοῦ κεφαλήν· ὃν διαφύλαξον ἀήττητον ἀγωνιστὴν διαμεῖναι κατὰ τῶν μάτην ἔχθραν φερομένων κατ᾿ αὐτοῦ τε καὶ ἡμῶν· τῷ δὲ σῷ ἀφθάρτῳ στεφάνῳ μέχρι τέλους νικητὰς πάντας ἀνάδειξον.

Ἐκφώνως·

Ὅτι σόν ἐστι τὸ ἐλεεῖν καὶ σῴζειν ἡμᾶς, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ Χορός· Ἀμήν.

Ὁ Ἱερεὺς λύει τὸ ζωνάριον τοῦ παιδίου καὶ τὸ σάβανον [μυρόπανον] καί, ἑνώσας τὰς ἄκρας αὐτῶν, βρέχει μετὰ ὕδατος καθαροῦ αὐτὰς καὶ ῥαίνει τὸ παιδίον, λέγων·

Ἐδικαιώθης, ἐφωτίσθης.

Καὶ λαβὼν σπόγγον καινὸν ἢ βάμβακα μεθ᾿ ὕδατος, ἀποσπογγίζει τὸ πρόσωπον αὐτοῦ, σὺν τῇ κεφαλῇ, καὶ τὸ στῆθος καὶ τὰ λοιπά, λέγων·

Ἐβαπτίσθης, ἐφωτίσθης, ἐμυρώθης, ἡγιάσθης, ἀπελούσθης εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος. Ἀμήν.

ΕΥΧΗ ΕΙΣ ΤΡΙΧΟΚΟΥΡΙΑΝ

Ὁ Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.

Ὁ Χορός· Κύριε, ἐλέησον.

Ὁ Ἱερεὺς τὴν Εὐχήν·

Δέσποτα Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ τῇ εἰκόνι σου τιμήσας τὸν ἄνθρωπον, ἐκ ψυχῆς λογικῆς καὶ σώματος εὐπρεποῦς κατασκευάσας αὐτόν, ὡς ἂν τὸ σῶμα ἐξυπηρετῆσαι τῇ λογικῇ ψυχῇ· κεφαλὴν μὲν ἐπὶ τῶν ὑψηλοτάτων θείς, καὶ ἐν αὐτῇ τὰς πλεῖστας τῶν αἰσθήσεων καθιδρύσας, μὴ παρεμποδιζούσας ἀλλήλαις· ταῖς δὲ θριξὶ τὴν κεφαλὴν ὀροφώσας, πρὸς τὸ μὴ βλάπτεσθαι ταῖς μεταβολαῖς τῶν ἀέρων, καὶ πάντα τὰ μέλη αὐτῷ χρησίμως ἐμφυτεύσας, ἵνα διὰ πάντων εὐχαριστῇ σοι τῷ ἀριστοτέχνῃ. Αὐτός, Δέσποτα, ὁ διὰ τοῦ σκεύους τῆς ἐκλογῆς σου Παύλου τοῦ Ἀποστόλου ἐντειλάμενος ἡμῖν πάντα εἰς δόξαν σὴν ποιεῖν, τὸν προσελθόντα δοῦλόν σου (τόνδε) ἀπαρχὴν ποιήσασθαι κείρασθαι τὴν κόμην τῆς κεφαλῆς αὐτοῦ, εὐλόγησον, ἅμα τῷ αὐτοῦ ἀναδόχῳ· καὶ δὸς αὐτοῖς πάντα μελετᾶν ἐν τῷ νόμῳ σου καὶ τὰ εὐάρεστά σοι πράττειν. Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ Χορός· Ἀμήν.

Ὁ Ἱερεύς· Εἰρήνη πᾶσι.

Ὁ Χορός· Καὶ τῷ πνεύματί σου.

Ὁ Διάκονος· Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.

Ὁ Χορός· Σοί, Κύριε.

Ὁ Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.

Ὁ Χορός· Κύριε ἐλέησον.

Ὁ Ἱερεύς, κρατῶν τὴν δεξιὰν αὐτοῦ ἐπὶ τὴν κεφαλὴν τοῦ βαπτισθέντος, ἐπεύχεται·

Κύριε ὁ Θεὸς ἡμῶν, ὁ ἐκ τοῦ πληρώματος τῆς κολυμβήθρας διὰ τῆς σῆς ἀγαθότητος ἁγιάσας τοὺς εἰς σὲ πιστεύοντας, εὐλόγησον τὸ παρόν νήπιον, καὶ ἐπὶ τὴν κεφαλὴν αὐτοῦ ἡ εὐλογία σου καταβήτω. Καί ὡς εὐλόγησας διὰ τοῦ προφήτου Σαμουήλ, Δαυΐδ τὸν βασιλέα, εὐλόγησον καὶ τὴν κεφαλὴν τοῦ δούλου σου (τοῦδε), διὰ χειρὸς ἐμοῦ τοῦ ἁμαρτωλοῦ, ἐπιφοιτῶν αὐτῷ τῷ Πνεύματί σου τῷ Ἁγίῳ, ὅπως προκόπτων ἐν ἡλικίᾳ καὶ πολιᾷ γήρως, δόξαν σοι ἀναπέμψῃ, καὶ ἴδῃ τὰ ἀγαθὰ Ἱερουσαλὴμ πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ.

Ἐκφώνως·

Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ Χορός· Ἀμήν.

Ὁ Ἱερεὺς κείρει τὴν κόμην τῆς κεφαλῆς τοῦ παιδίου σταυροειδῶς, λέγων·

Κείρεται ὁ δοῦλος τοῦ Θεοῦ (ὁ δεῖνα) τὴν κόμην τῆς κεφαλῆς αὐτοῦ, εἰς τὸ ὄνομα τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος.

Ὁ Χορός· Ἀμήν.

Ὁ Διάκονος· Ἐλέησον ἡμᾶς ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον, καὶ ἐλέησον.

Ὁ Χορός· Κύριε, ἐλεήσον.

Ὁ Διάκονος· Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας καὶ σωτηρίας τῶν δούλων σου, τοῦ νεοφωτίστου (τοῦ δεῖνος), τοῦ ἀναδόχου (τοῦ δεῖνος) καὶ παντὸς τοῦ περιεστῶτος λαοῦ.

Ὁ Ἱερεύς· Ὅτι ἐλεήμων, καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ Χορός· Ἀμήν.

Εἶθ᾿ οὕτως ἡ Ἀπόλυσις, τοῦ Βαπτίσματος ὡς ἀκολούθως·

Ὁ Ἱερεύς· Δόξα σοι, ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι.

Ὁ Διάκονος· Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Κύριε, ἐλεήσον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον. Πάτερ ἅγιε, εὐλόγησον.

Ὁ Ἱερεύς· Ὁ ἐν Ἰορδάνῃ ὑπὸ Ἰωάννου βαπτισθῆναι καταδεξάμενος διὰ τὴν ἡμῶν σωτηρίαν, Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, τοῦ τιμίου, ἐνδόξου προφήτου, προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, (τοῦ ἁγίου οὗ τὸ ὄνομα ἔλαβεν ὁ νεοφώτιστος), καὶ πάντων τῶν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.

Δι᾿ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον ακὶ σῶσον ἡμᾶς.

Ὁ Χορός· Ἀμήν.

Καὶ οὕτως ἀπέρχονται ὁ νεοφώτιστος σὺν τῷ ἀναδόχῳ αὐτοῦ ἐν τῷ τοῦ νεοφωτίστου οἴκῳ, πάντων λαμπαδηφορούντων καὶ ψαλλόντων καθ᾿ ὁδὸν τό·

Ὅσοι εἰς Χριστόν... ἤ· Τήν παγκόσμιον δόξαν...

ΔΙΑΤΑΞΙΣ

Πρόσεχε, ὦ ἱερεῦ, καὶ παράγγειλον εἰς τὴν μαῖαν σὺν τῇ μητρὶ τοῦ νεοφωτίστου, ἵνα μὴ κολυμβήσωσιν αὐτὸν ἢ τὸ πρόσωπον αὐτοῦ νίψωσιν ἕως ἡμερῶν ζ´, τῇ δὲ ὀγδόῃ ἡμέρᾳ πλυνάτωσαν καὶ λουσάτωσαν αὐτόν, καὶ τὰ ἀπολούσματα τούτου ῥιψάτωσαν ἐν τόπῳ ὅπου οὐδεὶς βαδίζει ἐκεῖσε ἢ εἰς ποταμὸν ἢ εἰς τὸ χωνευτήριον τοῦ Ναοῦ.

ΚΑΤΑΒΑΣΙΑΙ

Δεῖ γινώσκειν ὅτι, ἐν τῷ νίπτεσθαι τὸν Ἱερέα, μετὰ τὸ βάπτισμα καὶ τὸ χρῖσμα τοῦ παιδίου, ἔθος ἐστὶ παρά τισι ψάλλειν, ἐν μὲν τῇ Διακαινησίμῳ ἑβδομάδι καὶ μέχρι τῆς Ἀποδόσεως τοῦ Πάσχα, τὰς Καταβασίας, τῆς Ἀναστάσεως, ἤτοι τὸ «Ἀναστάσεως ἡμέρα...» κ.λπ., ἐν δὲ τῷ λοιπῷ τοῦ ἐνιαυτοῦ, τὰς Καταβασίας τῆς Ὑψώσεως τοῦ Τιμίου Σταυροῦ, ἤτοι τὸ «Σταυρὸν χαράξας...» κ.λπ., ἅς τινας καὶ καταχωρίζομεν ἐνταῦθα πρὸς οἰκονομίαν τῶν εἰωθότων.

Α´. Τοῦ ἁγίου Πάσχα.

ᾨδὴ α´. Ἦχος α´.

Ἀναστάσεως ἡμέρα, λαμπρυνθῶμεν λαοί. Πάσχα Κυρίου, Πάσχα· ἐκ γὰρ θανάτου πρὸς ζωήν, καὶ ἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός, ἡμᾶς διεβίβασεν, ἐπινίκιον ᾄδοντας.

ᾨδὴ γ´.

Δεῦτε πόμα πίωμεν καινόν, οὐκ ἐκ πέτρας ἀγόνου τερατουργούμενον, ἀλλ᾿ ἀφθαρσίας πηγήν, ἐκ τάφου ὀμβρήσαντος Χριστοῦ, ἐν ᾧ στερεούμεθα.

ᾨδὴ δ´.

Ἐπὶ τῆς θείας φυλακῆς, ὁ θεηγόρος Ἀββακούμ, στήτω μεθ᾿ ἡμῶν καὶ δεικνύτω, φαεσφόρον Ἄγγελον, διαπρυσίως λέγοντα· Σήμερον σωτηρία τῷ κόσμῳ, ὅτι ἀνέστη Χριστὸς ὡς παντοδύναμος.

ᾨδὴ ε´.

Ὀρθρίσωμεν ὄρθρου βαθέος, καὶ ἀντὶ μύρου τὸν ὕμνον προσοίσωμεν τῷ Δεσπότῃ, καὶ Χριστὸν ὀψόμεθα, δικαιοσύνης ἥλιον, πᾶσι ζωὴν ἀνατέλλοντα.

ᾨδὴ ς´.

Κατῆλθες ἐν τοῖς κατωτάτοις τῆς γῆς, καὶ συνέτριψας μοχλοὺς αἰωνίους, κατόχους πεπεδημένων Χριστέ, καὶ τριήμερος, ὡς ἐκ κήτους Ἰωνᾶς, ἐξανέστης τοῦ τάφου.

ᾨδὴ ζ´.

Ὁ Παῖδας ἐκ καμίνου ῥυσάμενος, γενόμενος ἄνθρωπος, πάσχει ὡς θνητός, καὶ διὰ πάθους τὸ θνητόν, ἀφθαρσίας ἐνδύει εὐπρέπειαν, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

ᾨδὴ η´.

Αὕτη ἡ κλητὴ καὶ ἁγία ἡμέρα, ἡ μία τῶν Σαββάτων, ἡ βασιλὶς καὶ κυρία, ἑορτῶν ἑορτή, καὶ πανήγυρίς ἐστι πανηγύρεων, ἐν ᾗ εὐλογοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας.

ᾨδὴ θ´.

Ὁ Ἄγγελος ἐβόα τῇ κεχαριτωμένῃ· ἁγνὴ Παρθένε, χαῖρε, καὶ πάλιν ἐρῶ, χαῖρε· ὁ σὸς Υἱὸς ἀνέστη τριήμερος ἐκ τάφου.

Φωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήμ· ἡ γὰρ δόξα Κυρίου, ἐπὶ σὲ ἀνέτειλε. Χόρευε νῦν, καὶ ἀγάλλου Σιών· σὺ δὲ ἁγνή, τέρπου Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ Τόκου σου.

Β. Τῆς Ὑψώσεως τοῦ Τιμίου Σταυροῦ.

ᾨδὴ α´. Ἦχος πλ. δ´.

Σταυρὸν χαράξας Μωσῆς, ἐπ᾿ εὐθείας ῥάβδῳ, τὴν Ἐρυθρὰν διέτεμε, τῷ Ἰσραὴλ πεζεύσαντι· τὴν δὲ ἐπιστρεπτικῶς, Φαραὼ τοῖς ἅρμασι, κροτήσας ἥνωσεν· ἐπ᾿ εὔρους διαγράψας, τὸ ἀήττητον ὅπλον· διὸ Χριστῷ ᾄσωμεν, τῷ Θεῷ ἡμῶν· ὅτι δεδόξασται.

ᾨδὴ γ´.

Ῥάβδος εἰς τύπον τοῦ Μυστηρίου παραλαμβάνεται· τῷ βλαστῷ γὰρ προκρίνει τὸν Ἱερέα· τῇ στειρευούσῃ δὲ πρῴην, Ἐκκλησίᾳ νῦν, ἐξήνθησε, ξύλον Σταυροῦ, εἰς κράτος καὶ στερέωμα.

ᾨδὴ δ´.

Εἰσακήκοα Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν Θεότητα.

ᾨδὴ ε´.

Ὢ τρισμακάριστον Ξύλον! ἐν ᾧ ἐτάθη Χριστός, ὁ Βασιλεὺς καὶ Κύριος· δι᾿ οὗ πέπτωκεν ὁ ξύλῳ ἀπατήσας, τῷ ἐν σοὶ δελεασθείς, Θεῷ τῷ προσπαγέντι σαρκί, τῷ παρέχοντι, τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.

ᾨδὴ ς´.

Νοτίου θηρὸς ἐν σπλάγχνοις, παλάμας Ἰωνᾶς, σταυροειδῶς διεκπετάσας, τὸ σωτήριον πάθος προδιετύπου σαφῶς· ὅθεν τριήμερος ἐκδύς, τὴν ὑπερκόσμιον Ἀνάστασιν ὑπεζωγράφησε, τοῦ σαρκὶ προσπαγέντος Χριστοῦ τοῦ Θεοῦ, καὶ τριημέρῳ Ἐγέρσει, τὸν Κόσμον φωτίσαντος.

ᾨδὴ ζ´.

Ἔκνοον πρόσταγμα τυράννου δυσσεβοῦς, λαοὺς ἐκλόνισε, πνέον ἀπειλῆς καὶ δυσφημίας θεοστυγοῦς· ὅμως τρεῖς Παῖδας οὐκ ἐδειμάτωσε, θυμὸς θηριώδης, οὐ πῦρ βρόμιον· ἀλλ᾿ ἀντηχοῦντι δροσοβόλῳ πνεύματι, πυρὶ συνόντες ἔψαλλον· Ὁ ὑπερύμνητος, τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ η´.

Εὐλογεῖτε Παῖδες, τῆς Τριάδος ἰσάριθμοι, δημιουργὸν Πατέρα Θεόν· ὑμνεῖτε τὸν συγκαταβάντα Λόγον, καὶ τὸ πῦρ εἰς δρόσον μεταποιήσαντα· καὶ ὑπερυψοῦτε, τὸ πᾶσι ζωὴν παρέχον, Πνεῦμα πανάγιον εἰς τοὺς αἰῶνας.

ᾨδὴ θ´.

Μυστικὸς εἶ Θεοτόκε Παράδεισος, ἀγεωργήτως βλαστήσασα Χριστόν, ὑφ᾿ οὗ τὸ τοῦ Σταυροῦ ζωηφόρον ἐν γῇ, πεφυτούργηται δένδρον· δι᾿ οὗ νῦν ὑψουμένου, προσκυνοῦντες αὐτόν, σὲ μεγαλύνομεν.

ΑΚΟΛΟΥΘΙΑ ΕΠΙΣΤΡΟΦΗΣ ΕΙΣ ΤΗΝ ΟΡΘΟΔΟΞΙΑΝ ΑΠΟ ΤΗΣ ΛΑΤΙΝΙΚΗΣ ΕΚΚΛΗΣΙΑΣ

Ὁ Ἀρχιερεὺς ἢ ὁ Ἱερεύς· Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Δόξα σοι, ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι.

Βασιλεῦ οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρών, καὶ τὰ πάντα πληρῶν, ὁ θησαυρὸς τῶν ἀγαθῶν, καὶ ζωῆς χορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν, καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος, καὶ σῶσον, Ἀγαθέ, τὰς ψυχὰς ἡμῶν.

Ὁ Ἀναγνώστης ἢ ὁ ἐπιστρέφων εἰς τὴν Ὀρθοδοξίαν· Ἅγιος Θεός... (ἐκ γ´). Δόξα... Καὶ νῦν... Παναγία Τριάς... Κύριε, ἐλέησον (γ´). Δόξα... Καὶ νῦν... Πάτερ ἡμῶν... Ὅτι σοῦ ἐστιν... Κύριε, ἐλέησον. (ιβ´). Δεῦτε προσκυνήσωμεν. (γ´).

Ὁ Ν´ Ψαλμός.

Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντὸς. Σοὶ μόνῳ ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπω, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου, καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Ὁ ἐπιστρέφων εἰς τὴν Ὀρθοδοξίαν μετὰ τὴν προηγηθεῖσαν ἤδη κατήχησιν καὶ διδασκαλίαν ἐρωτᾶται ἂν ἐπιθυμῇ νὰ ἐπιστρέψῃ εἰς τὴν Ὀρθοδοξίαν καὶ μετὰ καταφατικὴν δήλωσιν ἀπαγγέλλει τὸ Σύμβολον τῆς Πίστεως.

Τὸ Σύμβολον τῆς Πίστεως.

Πιστεύω εἰς ἕνα Θεόν, Πατέρα, παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων. Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸν Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ, τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων· φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι´ οὗ τὰ πάντα ἐγένετο. Τὸν δι´ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ Πνεύματος ἁγίου καὶ Μαρίας τῆς Παρθένου καὶ ἐνανθρωπίσαντα. Σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου καὶ παθόντα καὶ ταφέντα. Καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς Γραφάς. Καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός. Καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρίναι ζῶντας καὶ νεκρούς· οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος. Καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, τὸ κύριον, τὸ ζωοποιόν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, τὸ σὺν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διὰ τῶν προφητῶν. Εἰς μίαν ἁγίαν, καθολικὴν καὶ ἀποστολικὴν Ἐκκλησίαν. Ὁμολογῶ ἓν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν. Προσδοκῶ ἀνάστασιν νεκρῶν. Καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος. Ἀμήν.

Μετὰ τοῦτο ὁ Ἀρχιερεὺς ἢ ὁ Ἱερεὺς χρίει διὰ τοῦ Ἁγίου Μύρου τὸ μέτωπον αὐτοῦ, τὰ ὦτα, τὸν πώγωνα, τὰς χεῖρας, τὸ στῆθος, καὶ τὰ γόνατα, λέγων·

Σφραγὶς δωρεᾶς Πνεύματος Ἁγίου. Ἀμήν.

Μετὰ τοῦτο λέγει τὴν Εὐχήν·

Τοῦ Κυρίου δεηθῶμεν.

Ὁ Ἀναγνώστης· Κύριε, ἐλέησον.

Ὁ Ἱερεύς· Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ὁ κλίνας οὐρανοὺς καὶ τοῖς ἐν γῇ δι᾿ ἄφατον ἔλεος ἐπιδημήσας καὶ διδάξας τοὺς ἀνθρώπους ὁμολογεῖν τὴν ἀληθινὴν καὶ ἄμεμπτον ὁμολογίαν, τὴν τῆς ὁμοουσίου καὶ συναϊδίου Τριάδος ἐπίγνωσιν, καὶ τὸ προσκυνητὸν καὶ παντοδύναμον Πνεῦμα διὰ τοῦ ἀψευδοῦς σου στόματος ὑποφήνας ἐκπορεύεσθαι τοῦτο καὶ ὑφίστασθαι ἐκ τοῦ ἀνάρχου σου Πατρὸς καὶ Θεοῦ· αὐτός, Δέσποτα, τὸν δοῦλόν σου (τὸν δεῖνα), τὸν ἐπιστρέφοντα ἐκ τῆς Λατινικῆς πλάνης πρὸς τὴν ἀλήθειαν τοῦ Εὐαγγελίου σου καὶ τοῦ ἀψευδοῦς σου στόματος, καὶ τὴν τῶν ἁγίων σου Ἀποστόλων καὶ Διδασκάλων τῆς εὐσεβείας ἀκραιφνῆ θεολογίαν τε αὐτῶν καὶ παράδοσιν, πρόσδεξαι, ὡς ἐλεήμων καὶ συμπαθής, συνάπτων αὐτὸν καὶ ἑνῶν τοῖς ἀληθέσι δόγμασι τῆς ἁγίας σου καθολικῆς καὶ ἀποστολικῆς Ἐκκλησίας καταξιῶν τε αὐτὸν τῆς ἀτελευτήτου καὶ ἀϊδίου τῶν οὐρανῶν βασιλείας τῇ ἐπιγνώσει καὶ ἀνακηρύξει τῶν τῆς εὐσεβείας δογμάτων. Πάριδε οὖν, ὡς συμπαθής, καὶ ἐλεήμων, τὰ ἐν γνώσει τε καὶ ἀγνοίᾳ, ἐν τῷ βίῳ πλημμεληθέντα αὐτῷ· στερέωσον αὐτὸν διαμένειν ἐν τῇ ὀρθοδόξῳ πίστει καὶ ὁμολογίᾳ σου· πλάτυνον δὲ αὐτοῦ τὸ στόμα ἐρεύγεσθαι κατὰ τῶν αἱρέσεων καὶ τῶν λοιπῶν ἀσεβειῶν· διάνοιξον αὐτοῦ τοὺς νοεροὺς ὀφθαλμοὺς κατανοεῖν σου τὰ θαυμάσια· δίδαξον αὐτὸν ἐπιτελεῖν ἁγιωσύνην ἐν φόβῳ σου· μὴ μνησθῇς τῶν ἀνομιῶν αὐτοῦ· κάθαρον αὐτοῦ τὴν ψυχὴν αἱρετικῆς ἀχλύος καὶ πάσης ἄλλης δυσσεβείας καὶ σύναψον αὐτὸν δι᾿ ἡμῶν προστρέχοντα τῇ ὀρθοδόξῳ σου ποίμνῃ. Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ παναγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εἶτα· Ἐλέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου· δεόμεθά σου, ἐπάκουσον, καὶ ἐλέησον.

Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τοῦ δούλου σου (τοῦ δεῖνος) τοῦ ἀπεκδεχομένου τὸ παρὰ σοῦ μέγα καὶ πλούσιον ἔλεος.

Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ Ἀναγνώστης· Ἀμήν.

Καὶ ὁ ἱερεὺς ποιεῖ τὴν ἀπόλυσιν· Δόξα σοι ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα Σοι.

Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας· δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων· ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου· τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων· τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν· τῶν Ἁγίων Πατέρων ἡμῶν, Μεγάλων Διδασκάλων καὶ Ἱεραρχῶν, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου, Ἰωάννου τοῦ Χρυσοστόμου, Ἀθανασίου τοῦ Μεγάλου, Νικολάου Μύρων, Φωτίου τοῦ Μεγάλου, Γρηγορίου Θεσσαλονίκης τοῦ Παλαμᾶ, Μάρκου Ἐφέσου τοῦ Εὐγενικοῦ, τοῦ Ἁγίου Ὁσιομάρτυρος Κοσμᾶ τοῦ Αἰτωλοῦ, τοῦ Ὁσίου Νικοδήμου τοῦ Ἁγιορείτου, τοῦ Ἁγίου Νεκταρίου Πενταπόλεως τοῦ θαυματουργοῦ· τοῦ ἁγίου (τοῦ Ναοῦ), τῶν ἁγίων καὶ δικαίων Θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης· τοῦ ἁγίου (τῆς ἡμέρας), οὗ καὶ τὴν μνήμην ἐπιτελοῦμεν, καὶ πάντων τῶν Ἁγίων, ἐλεήσαι καὶ σῶσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.

Ὁ Ἱερεύς· Δι´ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

Ὁ χορός· Ἀμήν.

ΛΙΒΕΛΛΟΣ ὃν δίδει ἐγγράφως ὁ ἐπιστρέφων εἰς τὴν Ὀρθοδοξίαν.

«Θεία χάριτι προσερχόμενος εἰς τὴν Ὀρθόδοξον, ἤτοι τὴν Μίαν, Ἁγίαν, Καθολικὴν καὶ Ἀποστολικὴν Ἐκκλησίαν, παρέχω τὸν παρόντα ἔγγραφον λίβελλον, δι᾿ οὗ καθομολογῶ καὶ στέργω ἅπαντα τὰ παρὰ τῶν Ἁγίων ἑπτὰ Οἰκουμενικῶν καὶ τῶν Τοπικῶν Συνόδων ἀποφανθέντα καὶ στερχθέντα, ἀποβαλλόμενος πάντα τὰ ὑπὸ τῆς Λατινικῆς Ἐκκλησίας καινοτομηθέντα περί τε τὰ Δόγματα, τὰ Μυστήρια, τὰς Παραδόσεις καὶ τὴν πρᾶξιν τῆς Ἐκκλησίας. Τὴν Ὀρθοδοξίαν δὲ καθομολογῶν καὶ ὁλοψύχως ἀσπαζόμενος, ἔσομαι πιστὸν καὶ γνήσιον αὐτῆς τέκνον».

(Ὑπογραφή)

ΑΡΡΑΒΩΝ καὶ ΓΑΜΟΣ. ΑΚΟΛΟΥΘΙΑ ΕΠΙ ΜΝΗΣΤΡΟΙΣ ἤτοι ΤΟΥ ΑΡΡΑΒΩΝΟΣ

Μετὰ τὴν θείαν Λειτουργίαν, τοῦ Ἱερέως ἑστῶτος ἐν τῷ Ἱερατείῳ, παρίστανται οἱ μέλλοντες ζεύγνυσθαι πρὸ τῶν ἁγίων Θυρῶν· ὁ μὲν ἀνὴρ ἐκ δεξιῶν, ἡ δὲ γυνὴ ἐξ εὐωνύμων. Ἀπόκεινται δὲ ἐν τῷ δεξιῷ μέρει τῆς ἁγίας Τραπέζης δακτύλιοι αὐτῶν δύω, χρυσοῦς καὶ ἀργυροῦς· ὁ μὲν ἀργυροῦς ἀπονεύων πρὸς τὰ δεξιά, ὁ δὲ χρυσοῦς πρὸς τὰ ἀριστερά, σύνεγγυς ἀλλήλων. Ὁ δὲ Ἱερεύς, ἐλθὼν ἐν τῷ νάρθηκι σφραγίζει τὰς κεφαλὰς τῶν νεονύμφων ἐκ γ´ καὶ δίδωσιν αὐτοῖς κηροὺς ἁπτομένους· καὶ εἰσάξας αὐτοὺς ἔνδον τοῦ Ναοῦ, θυμιᾷ σταυροειδῶς. Καὶ ἐρωτᾷ αὐτοὺς ὁ Ἱερεύς, πρὸς ὁμολογίαν, ἐὰν θέλῃ ἡ νύμφη τὸν νυμφίον· ὁμοίως καὶ ὁ νυμφίος τὴν νύμφην. Εἶτα λέγει·

Ὁ Διάκονος· Εὐλόγησον, Δέσποτα.

Ὁ Ἱερεύς, ἐκφώνως·

Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ Χορός· Ἀμήν.

Ὁ Διάκονος· Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

Ὁ Χορός· Κύριε, ἐλέησον.

Ὁ Διάκονος·

Ὑπὲρ τῆς ἄνωθεν εἰρήνης καὶ τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν, καὶ τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τοῦ ἁγίου Οἴκου τούτου, καὶ τῶν μετὰ πίστεως, εὐλαβείας καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (τοῦ δεῖνος), τοῦ τιμίου Πρεσβυτερίου, τῆς ἐν Χριστῷ Διακονίας, παντὸς τοῦ Κλήρου καὶ τοῦ Λαοῦ, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τοῦ δούλου τοῦ Θεοῦ (τοῦδε), καὶ τῆς δούλης τοῦ Θεοῦ (τῆσδε) τῶν νῦν μνηστευομένων ἀλλήλοις, καὶ τῆς σωτηρίας αὐτῶν, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τοῦ παρασχεθῆναι αὐτοῖς τέκνα εἰς διαδοχὴν γένους, καὶ πάντα τὰ πρὸς σωτηρίαν αἰτήματα, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τοῦ καταπεμφθῆναι αὐτοῖς ἀγάπην τελείαν, εἰρηνικήν, καὶ βοήθειαν, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τοῦ φυλαχθῆναι αὐτοὺς ἐν ὁμονοίᾳ καὶ βεβαίᾳ πίστει, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τοῦ εὐλογηθῆναι αὐτοὺς ἐν ὁμονοίᾳ καὶ βεβαίᾳ πίστει, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τοῦ διαφυλαχθῆναι αὐτοὺς ἐν ἀμέμπτῳ βιοτῇ καὶ πολιτείᾳ, τοῦ Κυρίου δεηθῶμεν.

Ὅπως Κύριος ὁ Θεὸς ἡμῶν χαρίσηται αὐτοῖς τίμιον τὸν γάμον, καὶ τὴν κοίτην ἀμίαντον, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον, καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεὸς, τῇ σῇ χάριτι.

Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου, καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους, καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Ὁ Χορός· Σοί, Κύριε.

Ὁ Ἱερεύς, ἐκφώνως· Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ Χορός· Ἀμήν.

Ὁ Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.

Ὁ Χορός· Κύριε, ἐλέησον.

Ὁ Ἱερεὺς λέγει τὴν Εὐχὴν ταύτην μεγαλοφώνως·

Ὁ Θεὸς ὁ αἰώνιος, ὁ τὰ διῃρημένα συναγαγὼν εἰς ἑνότητα καὶ σύνδεσμον διαθέσεως τιθεὶς ἄῤῥηκτον· ὁ εὐλογήσας Ἰσαὰκ καὶ Ῥεβέκκαν, καὶ κληρονόμους αὐτοὺς τῆς σῆς ἐπαγγελίας ἀναδείξας· αὐτὸς εὐλόγησον καὶ τοὺς δούλους σου τούτους, ὁδηγῶν αὐτοὺς ἐν παντὶ ἔργῳ ἀγαθῷ.

Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ Χορός· Ἀμήν.

Ὁ Ἱερεύς· Εἰρήνη πᾶσι.

Ὁ Διάκονος· Τὰς κεφαλὰς ὑμῶν τῷ Κυρίω κλίνατε.

Ὁ Ἱερεὺς ἐπεύχεται·

Κύριε ὁ Θεὸς ἡμῶν, ὁ τὴν ἐξ ἐθνῶν προμνηστευσάμενος Ἐκκλησίαν παρθένον ἁγνήν, εὐλόγησον τὰ μνῆστρα ταῦτα, καὶ ἕνωσον, καὶ διαφύλαξον τοὺς δούλους σου τούτους ἐν εἰρήνῃ καὶ ὁμονοίᾳ.

Ἐκφώνως·

Σοὶ γὰρ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ Χορός· Ἀμήν.

Εἶτα, λαβὼν ὁ Ἱερεὺς τοὺς δακτυλίους τοὺς ἐν τῷ δισκελίῳ, ἐπιδίδωσι πρῶτον τῷ ἀνδρὶ τὸν χρυσοῦν καὶ λέγει αὐτῷ·

Ἀῤῥαβωνίζεται ὁ δοῦλος τοῦ Θεοῦ (ὁ δεῖνα) τὴν δούλην τοῦ Θεοῦ (τὴν δεῖνα), εἰς τὸ ὄνομα τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος. Ἀμὴν (τρίς).

Καὶ ποιεῖ Σταυρὸν μετὰ τοῦ δακτυλίου ἐπὶ τὴν κεφαλὴν αὐτοῦ.

Εἶτα καὶ τῇ γυναικὶ λέγει, λαβὼν τὸν ἀργυροῦν·

Ἀῤῥαβωνίζεται ἡ δούλη τοῦ Θεοῦ (ἡ δεῖνα) τὸν δοῦλον τοῦ Θεοῦ (τὸν δεῖνα), εἰς τὸ ὄνομα τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος. Ἀμὴν (τρίς).

Καὶ ὅταν εἴπῃ εἰς ἕκαστον τρίς, ποιεῖ Σταυρὸν μετὰ τοῦ δακτυλίου ἐπὶ τὰς κεφαλὰς αὐτῶν καὶ ἐπιτίθησιν αὐτοὺς ἐν τοῖς δεξιοῖς αὐτῶν δακτύλοις.

Εἶτα ἀλλάσσει τοὺς δακτυλίους τῶν Νυμφίων ὁ Παράνυμφος.

Ὁ Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.

Ὁ Χορός· Κύριε, ἐλέησον.

Ὁ Ἱερεὺς λέγει τὴν Εὐχὴν ταύτην·

Κύριε ὁ Θεὸς ἡμῶν, ὁ τῷ παιδὶ τοῦ Πατριάρχου Ἀβραὰμ συμπορευθεὶς ἐν τῇ Μεσοποταμίᾳ, στελλομένῳ νυμφεύσασθαι τῷ κυρίῳ αὐτοῦ Ἰσαὰκ γυναῖκα, καὶ διὰ μεσιτείας ὑδρεύσεως ἀῤῥαβωνίσασθαι τὴν Ῥεβέκκαν ἀποκαλύψας· Αὐτός, εὐλόγησον τὸν ἀῤῥαβῶνα τῶν δούλων σου (τοῦδε) καὶ (τῆς δε) καὶ στήριξον τὸν παρ᾿ αὐτοῖς λαληθέντα λόγον. Βεβαίωσον αὐτοὺς τῇ παρὰ σοῦ ἁγίᾳ ἑνότητι· σὺ γὰρ ἀπ᾿ ἀρχῆς ἐδημιούργησας ἄρσεν καὶ θῆλυ, καὶ παρὰ σοῦ ἁρμόζεται ἀνδρὶ γυνὴ εἰς βοήθειαν καὶ διαδοχὴν τοῦ γένους τῶν ἀνθρώπων. Αὐτὸς οὖν, Κύριε ὁ Θεὸς ἡμῶν, ὁ ἐξαποστείλας τὴν ἀλήθειαν ἐπὶ τὴν κληρονομίαν σου, καὶ τὴν ἐπαγγελίαν σου ἐπὶ τοὺς δούλους σου, τοὺς πατέρας ἡμῶν, εἰς καθ᾿ ἑκάστην γενεὰν καὶ γενεὰν τοὺς ἐκλεκτούς σου, ἐπίβλεψον ἐπὶ τὸν δοῦλόν σου (τόνδε), καὶ τὴν δούλην σου (τήνδε), καὶ στήριξον τὸν ἀῤῥαβῶνα αὐτῶν ἐν πίστει καὶ ὁμονοίᾳ καὶ ἀληθείᾳ καὶ ἀγάπῃ· σὺ γάρ, Κύριε, ὑπέδειξας δίδοσθαι τὸν ἀῤῥαβῶνα καὶ στηρίζεσθαι ἐν παντί. Διὰ δακτυλιδίου ἐδόθη ἡ ἐξουσία τῷ Ἰωσὴφ ἐν Αἰγύπτῳ· διὰ δακτυλιδίου ἐδοξάσθη Δανιὴλ ἐν χώρᾳ Βαβυλῶνος· διὰ δακτυλιδίου ἐφανερώθη ἡ ἀλήθεια τῆς Θάμαρ· διὰ δακτυλιδίου ὁ Πατὴρ ἡμῶν ὁ οὐράνιος οἰκτίρμων γέγονεν ἐπὶ τὸν ἄσωτον υἱόν· «Δότε γάρ, φησι, δακτύλιον εἰς τὴν χεῖρα αὐτοῦ καὶ ἐνέγκαντες τὸν μόσχον τὸν σιτευτὸν θύσατε, καὶ φαγόντες εὐφρανθῶμεν». Αὕτη ἡ δεξιά σου, Κύριε, τὸν Μωϋσῆν ἐστρατοπέδευσεν ἐν Ἐρυθρᾷ θαλάσσῃ· διὰ γὰρ τοῦ λόγου σου τοῦ ἀληθινοῦ οἱ οὐρανοὶ ἐστερεώθησαν καὶ ἡ γῆ ἐθεμελιώθη· καὶ ἡ δεξιὰ τῶν δούλων σου εὐλογηθήσεται τῷ λόγῳ σου τῷ κραταιῷ καὶ τῷ βραχίονί σου τῷ ὑψηλῷ. Αὐτὸς οὖν καὶ νῦν, Δέσποτα, εὐλόγησον τὸ δακτυλοθέσιον τοῦτο εὐλογίαν οὐράνιον· καὶ Ἄγγελος Κυρίου προπορευέσθω ἔμπροσθεν αὐτῶν πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτῶν. Ὅτι σὺ εἶ ὁ εὐλογῶν καὶ ἁγιάζων τὰ σύμπαντα, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ Χορός· Ἀμήν.

Εἶτα Ἐκτενὴς καὶ Ἀπόλυσις.

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΣΤΕΦΑΝΩΜΑΤΟΣ ἤτοι ΤΟΥ ΓΑΜΟΥ

Εἶ μὲν βούλονται ἐν ταὐτῷ στεφανωθῆναι, παραμένουσιν ἐν τῷ Ναῷ καὶ ἄρχεται ἡ ἀκολουθία τοῦ στεφανώματος. Εἰ δὲ μεθ᾿ ἡμέρας βούλονται στεφανωθῆναι, εἰσέρχονται ἐν τῷ Ναῷ ἐκ τοῦ νάρθηκος μετὰ κηρῶν ἁπτομένων, προπορευομένου τοῦ Ἱερέως μετὰ τοῦ θυμιατοῦ, καὶ ψάλλοντος τὸν ρκζ´ (127) Ψαλμόν.

Μακάριοι πάντες οἱ φοβούμενοι τὸν Κύριον.

Ὁ Χορὸς ἐν ἑκάστῳ στίχῳ λέγει·

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Οἱ πορευόμενοι ἐν ταῖς ὁδοῖς αὐτοῦ.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Τοὺς πόνους τῶν καρπῶν σου φάγεσαι.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Μακάριος εἶ, καὶ καλῶς σοι ἔσται.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Ἡ γυνή σου ὡς ἄμπελος εὐθηνοῦσα ἐν τοῖς κλίτεσι τῆς οἰκίας σου.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Οἱ υἱοί σου ὡς νεόφυτα ἐλαιῶν, κύκλῳ τῆς τραπέζης σου.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Ἰδοὺ οὕτως εὐλογηθήσεται ἄνθρωπος ὁ φοβούμενος τὸν Κύριον.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Εὐλογήσαι σε Κύριος ἐκ Σιών, καὶ ἴδοις τὰ ἀγαθὰ Ἱερουσαλὴμ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Καὶ ἴδοις υἱοὺς τῶν υἱῶν σου. Εἰρήνη ἐπὶ τὸν Ἰσραήλ.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Εἶτα λέγει ὁ Διάκονος· Εὐλόγησον, Δέσποτα.

Ὁ Ἱερεύς, στραφεὶς κατὰ ἀνατολὰς καὶ ὑψῶν, ὡς συνήθως, τὸ ἅγιον Εὐαγγέλιον, ἐκφωνεῖ·

Εὐλογημένη ἡ Βασιλεία τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ Χορός· Ἀμήν.

Κατὰ τὴν πασχάλιον περίοδον, ψάλλεται τὸ «Χριστὸς ἀνέστη» (γ´).

Ὁ Διάκονος λέγει τὴν Συναπτήν, ὁ δὲ Χορὸς μεθ᾿ ἑκάστην Δέησιν λέγει τό· Κύριε, ἐλέησον.

Ὁ Διάκονος· Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τῆς ἄνωθεν εἰρήνης, καὶ τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν, καὶ τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τοῦ ἁγίου Οἴκου τούτου, καὶ τῶν μετὰ πίστεως, εὐλαβείας καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (τοῦ δεῖνος), τοῦ τιμίου πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας, παντὸς τοῦ κλήρου καὶ τοῦ λαοῦ, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ (τοῦδε) καὶ (τῆς δε), τῶν νῦν συναπτομένων ἀλλήλοις εἰς γάμου κοινωνίαν, καὶ τῆς σωτηρίας αὐτῶν, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τοῦ εὐλογηθῆναι τὸν γάμον τοῦτον, ὡς τὸν ἐν Κανᾷ τῆς Γαλιλαίας, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τοῦ παρασχεθῆναι αὐτοῖς σωφροσύνην, καὶ καρπὸν κοιλίας πρὸς τὸ συμφέρον, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τοῦ εὐφρανθῆναι αὐτοὺς ἐν ὁράσει υἱῶν καὶ θυγατέρων, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τοῦ δωρηθῆναι αὐτοῖς εὐτεκνίας ἀπόλαυσιν, καὶ ἀκατάγνωστον διαγωγήν, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τοῦ δωρηθῆναι αὐτοῖς τε καὶ ἡμῖν πάντα τὰ πρὸς σωτηρίαν αἰτήματα, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τοῦ ῥυσθῆναι αὐτούς τε καὶ ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον, καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.

Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου, καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους, καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Ὁ Χορός· Σοί, Κύριε.

Ὁ Ἱερεύς, ἐκφώνως·

Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ Χορός· Ἀμήν.

Ὁ Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.

Ὁ Χορός· Κύριε, ἐλέησον.

Καὶ ὁ Ἱερεὺς λέγει μεγαλοφώνως τὴν

ΕΥΧΗΝ

Ὁ Θεὸς ὁ ἄχραντος, καὶ πάσης κτίσεως δημιουργός, ὁ τὴν πλευρὰν τοῦ προπάτορος Ἀδὰμ διὰ τὴν σὴν φιλανθρωπίαν εἰς γυναῖκα μεταμορφώσας, καὶ εὐλογήσας αὐτούς, καὶ εἰπών· «Αὐξάνεσθε καὶ πληθύνεσθε, καὶ κατακυριεύσατε τῆς γῆς», καὶ ἀμφοτέρους αὐτοὺς ἓν μέλος ἀναδείξας διὰ τῆς συζυγίας· ἕνεκεν γὰρ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα, καὶ προσκολληθήσεται τῇ ἰδίᾳ γυναικί, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν· καί, οὓς ὁ Θεὸς συνέζευξεν, ἄνθρωπος μή χωριζέτω· ὁ τὸν θεράποντά σου Ἀβραὰμ εὐλογήσας, καὶ διανοίξας τὴν μήτραν Σάῤῥας, καὶ πατέρα πλήθους ἐθνῶν ποιήσας· ὁ τὸν Ἰσαὰκ τῇ Ῥεβέκκᾳ χαρισάμενος, καὶ τὸν τόκον αὐτῆς εὐλογήσας· ὁ τὸν Ἰακὼβ τῇ Ῥαχὴλ συνάψας, καὶ ἐξ αὐτοῦ τοὺς δώδεκα Πατριάρχας, ἀναδείξας· ὁ τὸν Ἰωσὴφ καὶ τὴν Ἀσυνὲθ συζεύξας, καρπὸν παιδοποιΐας αὐτοῖς τὸν Ἐφραίμ, καὶ τὸν Μανασσῆν χαρισάμενος· ὁ τὸν Ζαχαρίαν καὶ τὴν Ἐλισάβετ προσδεξάμενος, καὶ Πρόδρομον τὸν τόκον αὐτῶν ἀναδείξας· ὁ ἐκ τῆς ῥίζης Ἰεσσαὶ τὸ κατὰ σάρκα βλαστήσας τὴν ἀειπάρθενον, καὶ ἐξ αὐτῆς σαρκωθεὶς καὶ τεχθεὶς εἰς σωτηρίαν τοῦ γένους τῶν ἀνθρώπων· ὁ διὰ τὴν ἄφραστόν σου δωρεὰν καὶ πολλὴν ἀγαθότητα παραγενόμενος ἐν Κανᾷ τῆς Γαλιλαίας καὶ τὸν ἐκεῖσε γάμον εὐλογήσας, ἵνα φανερώσῃς ὅτι σὸν θέλημά ἐστιν ἡ ἔννομος συζυγία καὶ ἡ ἐξ αὐτῆς παιδοποιΐα. Αὐτός, Δέσποτα Πανάγιε, πρόσδεξαι τὴν δέησιν ἡμῶν τῶν ἱκετῶν σου, ὡς ἐκεῖσε καὶ ἐνταῦθα παραγενόμενος τῇ ἀοράτῳ σου ἐπιστασίᾳ· εὐλόγησον τὸν γάμον τοῦτον, καὶ παράσχου τοῖς δούλοις σου τούτοις (τῷ δεῖνι) καὶ (τῇ δεῖνι) ζωὴν εἰρηνικήν, μακροημέρευσιν, σωφροσύνην, τὴν εἰς ἀλλήλους ἀγάπην ἐν τῷ συνδέσμῳ τῆς εἰρήνης, σπέρμα μακρόβιον, τὴν ἐπὶ τέκνοις χάριν, τὸν ἀμαράντινον τῆς δόξης στέφανον. Ἀξίωσον αὐτοὺς ἰδεῖν τέκνα τέκνων· τὴν κοίτην αὐτῶν ἀνεπιβούλευτον διατήρησον· καὶ δὸς αὐτοῖς ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ ἄνωθεν, καὶ ἀπὸ τῆς πιότητος τῆς γῆς· ἔμπλησον τοὺς οἴκους αὐτῶν σίτου, οἴνου καὶ ἐλέου καὶ πάσης ἀγαθωσύνης, ἵνα μεταδιδῶσι καὶ τοῖς χρείαν ἔχουσι, δωρούμενος ἅμα καὶ τοῖς συμπαροῦσι πάντα τὰ πρὸς σωτηρίαν αἰτήματα. Ὅτι Θεὸς ἐλέους, οἰκτιρμῶν καὶ φιλανθρωπίας ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ Χορός· Ἀμήν.

Ὁ Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.

Ὁ Χορός· Κύριε, ἐλέησον.

Ὁ δὲ Ἱερεὺς ἐκφώνως τὴν

ΕΥΧΗΝ

Εὐλογητὸς εἶ, Κύριε ὁ Θεὸς ἡμῶν, ὁ τοῦ μυστικοῦ καὶ ἀχράντου γάμου ἱερουργὸς καὶ τοῦ σωματικοῦ νομοθέτης, ὁ τῆς ἀφθαρσίας φύλαξ, καὶ τῶν βιοτικῶν ἀγαθὸς οἰκονόμος· αὐτὸς καὶ νῦν, Δέσποτα, ὁ ἐν ἀρχῇ πλάσας τὸν ἄνθρωπον, καὶ θέμενος αὐτὸν ὡς βασιλέα τῆς κτίσεως, καὶ εἰπών· «Οὐ καλὸν εἶναι τὸν ἄνθρωπον μόνον ἐπὶ τῆς γῆς· ποιήσωμεν αὐτῷ βοηθὸν κατ᾿· αὐτόν»· καὶ λαβὼν μίαν τῶν πλευρῶν αὐτοῦ, ἔπλασας γυναῖκα, ἣν ἰδὼν Ἀδὰμ εἶπε· «Τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστῶν μου καὶ σάρξ ἐκ τῆς σαρκός μου· αὕτη κληθήσεται γυνή, ὅτι ἐκ τοῦ ἀνδρὸς αὐτῆς ἐλήφθη αὕτη· ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα, καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν»· καὶ «οὓς ὁ Θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω»· Αὐτὸς καὶ νῦν, Δέσποτα Κύριε, ὁ Θεὸς ἡμῶν, κατάπεμψον τὴν χάριν σου τὴν ἐπουράνιον ἐπὶ τοὺς δούλους σου τούτους (τὸν δεῖνα) καὶ (τὴν δεῖνα)· καὶ δὸς τῇ παιδίσκῃ ταύτῃ ἐν πᾶσιν ὑποταγῆναι τῷ ἀνδρί, καὶ τὸν δοῦλόν σου τοῦτον εἶναι εἰς κεφαλὴν τῆς γυναικός, ὅπως βιώσωσι κατὰ τὸ θέλημά σου. Εὐλόγησον αὐτούς, Κύριε, ὁ Θεὸς ἡμῶν, ὡς εὐλόγησας τὸν Ἀβραὰμ καὶ τὴν Σάῤῥαν. Εὐλόγησον αὐτούς, Κύριε ὁ Θεὸς ἡμῶν, ὡς εὐλόγησας τὸν Ἰσαὰκ καὶ τὴν Ῥεβέκκαν. Εὐλόγησον αὐτοὺς Κύριε ὁ Θεὸς ἡμῶν, ὡς εὐλόγησας τὸν Ἰακὼβ καὶ πάντας τοὺς πατριάρχας. Εὐλόγησον αὐτούς, Κύριε ὁ Θεὸς ἡμῶν, ὡς εὐλόγησας τὸν Ἰωσὴφ καὶ τὴν Ἀσυνέθ. Εὐλόγησον αὐτούς, Κύριε ὁ Θεὸς ἡμῶν, ὡς εὐλόγησας Μωσέα καὶ Σεπφόραν. Εὐλόγησον αὐτούς, Κύριε ὁ Θεὸς ἡμῶν, ὡς εὐλόγησας Ἰωακεὶμ καὶ τὴν Ἄνναν. Εὐλόγησον αὐτούς, Κύριε ὁ Θεὸς ἡμῶν, ὡς εὐλόγησας Ζαχαρίαν καὶ τήν Ἐλισάβετ. Διαφύλαξον αὐτούς, Κύριε ὁ Θεὸς ἡμῶν, ὡς διεφύλαξας τὸν Νῶε ἐν τῇ Κιβωτῷ. Διαφύλαξον αὐτούς, Κύριε ὁ Θεὸς ἡμῶν, ὡς διεφύλαξας τὸν Ἰωνᾶν ἐν τῇ κοιλίᾳ τοῦ κήτους. Διαφύλαξον αὐτούς, Κύριε ὁ Θεὸς ἡμῶν, ὡς διεφύλαξας τοὺς ἁγίους τρεῖς Παῖδας ἐκ τοῦ πυρός, καταπέμψας αὐτοῖς δρόσον οὐρανόθεν· καὶ ἔλθοι ἐπ᾿ αὐτοὺς ἡ χαρὰ ἐκείνη, ἣν ἔσχεν ἡ μακαρία Ἑλένη, ὅτε εὗρε τὸν τίμιον Σταυρόν. Μνημόνευσον αὐτῶν, Κύριε ὁ Θεὸς ἡμῶν, ὡς ἐμνημόνευσας τοῦ Ἐνώχ, τοῦ Σήμ, τοῦ Ἠλία. Μνημόνευσον αὐτῶν, Κύριε ὁ Θεὸς ἡμῶν, ὡς ἐμνημόνευσας τῶν ἁγίων σου Τεσσαράκοντα Μαρτύρων, καταπέμψας αὐτοῖς οὐρανόθεν τοὺς στεφάνους. Μνημόνευσον, Κύριε ὁ Θεὸς ἡμῶν, καὶ τῶν ἀναθρεψάντων αὐτοὺς γονέων· ὅτι εὐχαὶ γονέων στηρίζουσι θεμέλια οἴκων. Μνημόνευσον, Κύριε ὁ Θεὸς ἡμῶν, τῶν δούλων σου τῶν Παρανύμφων, τῶν συνελθόντων εἰς τὴν χαρὰν ταύτην. Μνημόνευσον, Κύριε ὁ Θεὸς ἡμῶν, τοῦ δούλου σου (τοῦδε) καὶ τῆς δούλης σου (τῆς δε), καὶ εὐλόγησον αὐτούς. Δὸς αὐτοῖς καρπὸν κοιλίας, καλλιτεκνίαν, ὁμόνοιαν ψυχῶν καὶ σωμάτων, Ὕψωσον αὐτοὺς ὡς τὰς κέδρους τοῦ Λιβάνου, ὡς ἄμπελον εὐκληματοῦσαν. Δώρησαι αὐτοῖς σπέρμα στάχυος, ἵνα, πᾶσαν αὐτάρκειαν ἔχοντες, περισσεύσωσιν εἰς πᾶν ἔργον ἀγαθὸν καὶ σοὶ εὐάρεστον, καὶ ἴδωσιν υἱοὺς τῶν υἱῶν αὐτῶν, ὡς νεόφυτα ἐλαιῶν κύκλῳ τῆς τραπέζης αὐτῶν· καὶ, εὐαρεστήσαντες ἐνώπιόν σου, λάμψωσιν ὡς φωστῆρες ἐν οὐρανῷ, ἐν σοὶ τῷ Κυρίῳ ἡμῶν· ᾧ πρέπει πᾶσα δόξα, κράτος, τιμή, καὶ προσκύνησις, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ Χορός· Ἀμήν.

Ὁ Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.

Ὁ Χορός· Κύριε, ἐλέησον·

Καὶ πάλιν ὁ Ἱερεὺς τὴν Εὐχὴν ταύτην ἐκφώνως·

Ὁ Θεὸς ὁ ἅγιος, ὁ πλάσας ἐκ χοὸς τὸν ἀνθρωπον, καὶ ἐκ τῆς πλευρᾶς αὐτοῦ ἀνοικοδομήσας γυναῖκα, καὶ συζεύξας αὐτῷ βοηθὸν κατ᾿ αὐτόν, διὰ τὸ οὕτως ἀρέσαι τῇ σῇ μεγαλειότητι, μὴ μόνον εἶναι τὸν ἄνθρωπον ἐπὶ τῆς γῆς· αὐτὸς καὶ νῦν, Δέσποτα, ἐξαπόστειλον τὴν χεῖρά σου ἐξ ἁγίου κατοικητηρίου σου, καὶ ἅρμοσον (τούτου λεγομένου, ὁ Ἱερεὺς ἁρμόζει τὰς δεξιὰς τῶν νυμφευομένων) τὸν δοῦλον σου (τόν δε) καὶ τὴν δούλην σου (τήν δε), ὅτι παρὰ σοῦ ἁρμόζεται ἀνδρὶ γυνή. Σύζευξον αὐτοὺς ἐν ὁμοφροσύνῃ· στεφάνωσον αὐτοὺς εἰς σάρκα μίαν· χάρισαι αὐτοῖς καρπὸν κοιλίας, εὐτεκνίας ἀπόλαυσιν. Ὅτι σὸν τὸ κράτος, καὶ σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς ἀιῶνας τῶν αἰώνων.

Ὁ Χορός· Ἀμήν.

Καὶ λαβὼν ὁ Ἱερεὺς τὰ Στέφανα, στέφει πρῶτον τὸν Νυμφίον, λέγων·

Στέφεται ὁ δοῦλος τοῦ Θεοῦ (ὁ δεῖνα), τὴν δούλην τοῦ Θεοῦ (τήν δε), εἰς τὸ ὄνομα τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος. Ἀμήν.

Τοῦτο δὲ λέγει ἐκ τρίτου, ποιῶν σχῆμα Σταυροῦ.

Εἶτα στέφει καὶ τὴν Νύμφην, λέγων·

Στέφεται ἡ δούλη τοῦ Θεοῦ (ἡ δεῖνα), τὸν δοῦλον τοῦ Θεοῦ (τόν δε), εἰς τὸ ὄνομα τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος. Ἀμήν.

Καὶ τοῦτο τρίς, ὁμοίως.

Εἶτα τίθησι τὰ Στέφανα ἐπὶ τὰς κεφαλὰς τῶν Νυμφίων, ψάλλων ἐκ τρίτου·

Κύριε ὁ Θεὸς ἡμῶν, δόξῃ καὶ τιμῇ στεφάνωσον αὐτούς.

Ὁ Διάκονος· Πρόσχωμεν.

Ὁ Ἀναγνώστης·

Προκείμενον, Ἦχος πλ. δ´.

Ἔθηκας ἐπὶ τὴν κεφαλὴν αὐτῶν στεφάνους ἐκ λίθων τιμίων.

Στίχ. Ζωὴν ᾐτήσαντό σε, καὶ ἔδωκας αὐτοῖς μακρότητα ἡμερῶν.

Ὁ Διάκονος· Σοφία.

Ὁ Ἀναγνώστης· Πρὸς Ἐφεσίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα (Κεφ. ε´ 20–33).

Ὁ Διάκονος· Πρόσχωμεν.

Ὁ Ἀναγνώστης·

Ἀδελφοί, εὐχαριστεῖτε πάντοτε ὑπὲρ πάντων, ἐν ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῷ Θεῷ καὶ Πατρί, ὑποτασσόμενοι ἀλλήλοις ἐν φόβῳ Χριστοῦ. Αἱ γυναῖκες τοῖς ἰδίοις ἀνδράσιν ὑποτάσσεσθε ὡς τῷ Κυρίῳ, ὅτι ὁ ἀνήρ ἐστι κεφαλὴ τῆς γυναικός, ὡς καὶ ὁ Χριστὸς κεφαλὴ τῆς Ἐκκλησίας, καὶ αὐτός ἐστι σωτὴρ τοῦ σώματος. Ἀλλ᾿ ὥσπερ ἡ Ἐκκλησία ὑποτάσσεται τῷ Χριστῷ, οὕτω καὶ αἱ γυναῖκες τοῖς ἰδίοις ἀνδράσιν ἐν παντί. Οἱ ἄνδρες ἀγαπᾶτε τὰς γυναῖκας ἑαυτῶν, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησε τὴν Ἐκκλησίαν καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ αὐτῆς, ἵνα αὐτὴν ἁγιάσῃ, καθαρίσας τῷ λουτρῷ τοῦ ὕδατος ἐν ῥήματι, ἵνα παραστήσῃ αὐτὴν ἑαυτῷ ἔνδοξον τὴν Ἐκκλησίαν, μὴ ἔχουσαν σπίλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων, ἀλλ᾿ ἵνᾳ ᾗ ἁγία καὶ ἄμωμος. Οὕτως ὀφείλουσιν οἱ ἄνδρες ἀγαπᾶν τὰς ἑαυτῶν γυναῖκας, ὡς τὰ ἑαυτῶν σώματα· ὁ ἀγαπῶν τὴν ἑαυτοῦ γυναῖκα ἑαυτὸν ἀγαπᾷ· οὐδεὶς γάρ ποτε τὴν ἑαυτοῦ σάρκα ἐμίσησεν, ἀλλ᾿ ἐκτρέφει καὶ θάλπει αὐτήν, καθὼς καὶ ὁ Κύριος τὴν Ἐκκλησίαν· ὅτι μέλη ἐσμὲν τοῦ σώματος αὐτοῦ, ἐκ τῆς σαρκὸς αὐτοῦ καὶ ἐκ τῶν ὀστέων αὐτοῦ· ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δὺο εἰς σάρκα μίαν. Τό μυστήριον τοῦτο μέγα ἐστίν, ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν Ἐκκλησίαν. Πλὴν καὶ ὑμεῖς οἱ καθ᾿ ἕνα, ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα οὕτως ἀγαπάτω ὡς ἑαυτόν, ἡ δὲ γυνὴ ἵνα φοβῆται τὸν ἄνδρα.

Ὁ Ἱερεύς· Εἰρήνη σοι τῷ ἀναγινώσκοντι.

Ὁ Χορός·

Ἦχος πλ. α´.

Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα.

Στίχ. Σύ, Κύριε, φυλάξαις ἡμᾶς καὶ διατηρήσαις ἡμᾶς.

Ὁ Διάκονος· Σοφία· ὀρθοί· ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.

Ὁ Ἱερεύς· Εἰρήνη πᾶσι.

Ὁ Χορός· Καί τῷ πνεύματί σου.

Ὁ Ἱερεύς· Ἐκ τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγγελίου τὸ Ἀνάγνωσμα. (Κεφ. β´ 1–11)

Ὁ Διάκονος· Πρόσχωμεν

Ὁ Ἱερεύς·

Τῷ καιρῷ ἐκείνῳ, γάμος ἐγένετο ἐν Κανᾷ τῆς Γαλιλαίας, καὶ ἦν ἡ μήτηρ τοῦ Ἰησοῦ ἐκεῖ· ἐκλήθη δὲ καὶ ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὸν γάμον. Καί ὑστερήσαντος οἴνου, λέγει ἡ μήτηρ τοῦ Ἰησοῦ πρὸς αὐτόν· Οἶνον οὐκ ἔχουσι. Λέγει αὐτῇ ὁ Ἰησοῦς· Τί ἐμοὶ καὶ σοί, γύναι; οὕπω ἥκει ἡ ὥρα μου. Λέγει ἡ μήτηρ αὐτοῦ τοῖς διακόνοις· Ὅ,τι ἂν λέγῃ ὑμῖν, ποιήσατε. Ἦσαν δὲ ἐκεῖ ὑδρίαι λίθιναι ἓξ κείμεναι κατὰ τὸν καθαρισμὸν τῶν Ἰουδαίων, χωροῦσαι ἀνὰ μετρητὰς δύο ἢ τρεῖς. Λέγει αὐτοῖς ὁ Ἰησοῦς· Γεμίσατε τὰς ὑδρίας ὕδατος. Καὶ ἐγέμισαν αὐτὰς ἕως ἄνω. Καὶ λέγει αὐτοῖς· Ἀντλήσατε νῦν καὶ φέρετε τῷ ἀρχιτρικλίνῳ. Καί ἤνεγκαν. Ὡς δὲ ἐγεύσατο ὁ ἀρχιτρίκλινος τὸ ὕδωρ οἶνον γεγενημένον (καὶ οὐκ ᾔδει πόθεν ἐστίν· οἱ δὲ διάκονοι ᾔδεισαν οἱ ἠντληκότες τὸ ὕδωρ) φωνεῖ τὸν νυμφίον ὁ ἀρχιτρίκλινος καὶ λέγει αὐτῷ· Πᾶς ἄνθρωπος πρῶτον τὸν καλὸν οἶνον τίθησι, καὶ ὅταν μεθυσθῶσι, τὸτε τὸν ἐλάσσω· σὺ δὲ τετήρηκας τὸν καλὸν οἶνον ἕως ἄρτι. Ταύτην ἐποίησε τὴν ἀρχὴν τῶν σημείων ὁ Ἰησοῦς ἐν Κανᾷ τῆς Γαλιλαίας καὶ ἐφανέρωσε τὴν δόξαν αὐτοῦ, καὶ ἐπίστευσαν εἰς αὐτὸν οἱ Μαθηταὶ αὐτοῦ.

Ὁ Χορός· Δόξα σοι, Κύριε, δόξα σοι.

Καὶ εὐθύς, ὁ Διάκονος, τὴν Ἐκτενῇ·

Εἴπωμεν πάντες ἐξ ὅλης τῆς ψυχῆς, καὶ ἐξ ὅλης τῆς διανοίας ἡμῶν εἴπωμεν.

Κύριε Παντοκράτορ, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, δεόμεθά σου ἐπάκουσον, καὶ ἐλέησον.

Ἐλέησον ἡμᾶς ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου· δεόμεθά σου ἐπάκουσον καὶ ἐλέησον.

Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγίειας καὶ σωτηρίας τῶν δούλων σου (τοῦ δεῖνος) καὶ (τῆς δεῖνος) καὶ ὑπὲρ τοῦ περιεστῶτος λαοῦ, τῶν ἀπεκδεχομένων τὸ παρὰ σοῦ πλούσιον ἔλεος.

Ὁ Ἱερεύς, ἐκφώνως· Ὅτι ἐλεήμων, καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ Χορός· Ἀμήν.

Ὁ Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.

Ὁ Χορός· Κύριε, ἐλέησον.

Καὶ ὁ Ἱερεὺς τὴν Εὐχὴν ταύτην·

Κύριε ὁ Θεὸς ἡμῶν, ὁ ἐν τῇ σωτηριώδει σου οἰκονομίᾳ καταξιώσας ἐν Κανᾷ τῆς Γαλιλαίας τίμιον ἀναδεῖξαι τὸν γάμον, διὰ τῆς σῆς παρουσίας, αὐτὸς καὶ νῦν τοὺς δούλους σου (τὸν δεῖνα) καὶ (τὴν δεῖνα), οὕς ηὐδόκησας συναφθῆναι ἀλλήλοις, ἐν εἰρήνῃ καὶ ὁμονοίᾳ διαφύλαξον. Τίμιον αὐτοῖς τὸν γάμον ἀνάδειξον· ἀμίαντον αὐτῶν τὴν κοίτην διατήρησον· ἀκηλίδωτον αὐτῶν τὴν συμβίωσιν διαμεῖναι εὐδόκησον· καὶ καταξίωσον αὐτοὺς ἐν γήρει πίονι καταντῆσαι, ἐν καθαρᾷ τῇ καρδίᾳ ἐργαζομένους τὰς ἐντολάς σου. Σὺ γὰρ εἶ ὁ Θεὸς ἡμῶν, Θεὸς τοῦ ἐλεεῖν καὶ σῴζειν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ Χορός· Ἀμήν.

Ὁ Διάκονος· Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.

Ὁ Χορός· Κύριε ἐλέησον.

Ὁ Διάκονος· Τὴν ἡμέραν πᾶσαν, τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

Ὁ Χορός, μεθ᾿ ἑκάστην Δέησιν· Παράσχου, Κύριε.

Ὁ Διάκονος· Ἄγγελον εἰρήνης, πιστὸν ὁδηγόν, φύλακα τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

Συγγνώμην καὶ ἄφεσιν τῶν ἁμαρτιῶν καὶ τῶν πλημμελημάτων ἡμῶν, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

Τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν, καὶ εἰρήνην τῷ κόσμῳ, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

Τόν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν, ἐν εἰρήνῃ καὶ μετανοίᾳ ἐκτελέσαι, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

Τήν ἑνότητα τῆς πίστεως, καὶ τὴν κοινωνίαν τοῦ Ἁγίου Πνεύματος αἰτησάμενοι, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Ὁ Ἱερεύς, ἐκφώνως· Καὶ καταξίωσον ἡμᾶς, Δέσποτα, μετὰ παῤῥησίας, ἀκατακρίτως, τολμᾶν ἐπικαλεῖσθαί σε τὸν ἐπουράνιον Θεὸν Πατέρα, καὶ λέγειν.

Ὁ Ἀναγνώστης τὸ

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς· ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς· τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὁ Ἱερεύς, ἐκφώνως·

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ Χορός· Ἀμήν.

Ὁ Ἱερεύς· Εἰρήνη πᾶσι.

Ὁ Χορός· Καί τῷ πνεύματί σου.

Ὁ Διάκονος· Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.

Ὁ Χορός· Σοί, Κύριε.

Εἶτα προσφέρεται τὸ κοινὸν ποτήριον.

Ὁ Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.

Ὁ Χορός· Κύριε, ἐλέησον.

Ὁ Ἱερεύς, εὐλογῶν τὸ ποτήριον, λέγει τὴν Εὐχὴν ταύτην·

Ὁ Θεός, ὁ πάντα ποιήσας τῇ ἰσχύϊ σου, καὶ στερεώσας τὴν οἰκουμένην, καὶ κοσμήσας τὸν στέφανον πάντων τῶν πεποιημένων ὑπὸ σοῦ, καὶ τὸ ποτήριον τὸ κοινὸν τοῦτο παρεχόμενος τοῖς συναφθεῖσι πρὸς γάμου κοινωνίαν, εὐλόγησον εὐλογίᾳ πνευματικῇ. Ὅτι ηὐλόγηταί σου τὸ ὄνομα, καὶ δεδόξασταί σου ἡ βασιλεία τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ Χορός· Ἀμήν.

Εἶτα, λαβὼν ὁ Ἱερεὺς ἐπὶ χεῖρας τὸ κοινὸν ποτήριον, μεταδίδωσιν αὐτοῖς ἐκ γ´, πρῶτον τῷ ἀνδρί, καὶ αὖθις τῇ γυναικί, ψάλλων εἰς ἦχον α´.

Ποτήριον σωτηρίου λήψομαι, καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι.

Καὶ εὐθέως λαβὼν αὐτοὺς ὁ Ἱερεύς, τοῦ Παρανύμφου κρατοῦντος ὄπισθεν τοὺς στεφάνους, στρέφει ὡς ἐν σχήματι κύκλου περὶ τὸ ἐν τῷ μέσῳ τραπεζίδιον ἐκ τρίτου.

Καὶ ψάλλει ὁ Ἱερεὺς ἢ ὁ Χορὸς τὰ Τροπάρια·

Ἦχος πλ. α´.

Ἡσαΐα χόρευε· ἡ Παρθένος ἔσχεν ἐν γαστρί, καὶ ἔτεκεν Υἱὸν τὸν Ἐμμανουήλ, Θεόν τε καὶ ἄνθρωπον· Ἀνατολὴ ὄνομα αὐτῷ· ὃν μεγαλύνοντες, τὴν Παρθένον μακαρίζομεν.

Ἦχος βαρύς.

Ἅγιοι Μάρτυρες, οἱ καλῶς ἀθλήσαντες καὶ στεφανωθέντες, πρεσβεύσατε πρὸς Κύριον, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα σοι Χριστὲ ὁ Θεός, Ἀποστόλων καύχημα, Μαρτύρων ἀγαλλίαμα, ὧν τὸ κήρυγμα. Τριὰς ἡ ὁμοούσιος.

Εἶτα ὁ Ἱερεὺς ἐπαίρει τοὺς στεφάνους· καὶ ἐπάρας τὸν στέφανον τοῦ Νυμφίου, λέγει·

Μεγαλύνθητι, Νυμφίε, ὡς ὁ Ἀβραὰμ, καὶ εὐλογήθητι ὡς ὁ Ἰσαάκ, καὶ πληθύνθητι ὡς ὁ Ἰακώβ, πορευόμενος ἐν εἰρήνῃ καὶ ἐργαζόμενος ἐν δικαιοσύνῃ τὰς ἐντολὰς τοῦ Θεοῦ.

Καὶ ἐν τῷ τῆς Νύμφης λέγει·

Καὶ σύ, Νύμφη, μεγαλύνθητι ὡς ἡ Σάῤῥα, καὶ εὐφράνθητι ὡς ἡ Ῥεβέκκα, καὶ πληθύνθητι ὡς ἡ Ῥαχήλ, εὐφραινομένη τῷ ἰδίῳ ἀνδρί, φυλάττουσα τοὺς ὅρους τοῦ νόμου, ὅτι οὕτως ηὐδόκησεν ὁ Θεός.

Εἶτα λέγει ὁ Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.

Ὁ Χορός· Κύριε, ἐλέησον.

Καὶ ὁ Ἱερεὺς τὴν Εὐχὴν ταύτην·

Ὁ Θεὸς, ὁ Θεὸς ἡμῶν, ὁ παραγενόμενος ἐν Κανᾷ τῆς Γαλιλαίας, καὶ τὸν ἐκεῖσε γάμον εὐλογήσας, εὐλόγησον καὶ τοὺς δούλους σου τούτους, τοὺς τῇ σῇ προνοίᾳ πρὸς γάμου κοινωνίαν συναφθέντας. Εὐλόγησον αὐτῶν εἰσόδους καὶ ἐξόδους· πλήθυνον ἐν ἀγαθοῖς τὴν ζωὴν αὐτῶν· ἀνάλαβε (ἐνταῦθα ὁ Ἱερεὺς αἴρει τοὺς στεφάνους ἀπὸ τῶν κεφαλῶν τῶν Νυμφίων, καὶ τίθησιν αὐτοὺς ἐπὶ τῆς τραπέζης) τοὺς στεφάνους αὐτῶν ἐν τῇ Βασιλείᾳ σου, ἀσπίλους καὶ ἀμώμους καὶ ἀνεπιβουλεύτους διατηρῶν εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ Χορός· Ἀμήν.

Ὁ Ἱερεύς· Εἰρήνη πᾶσι.

Ὁ Χορός· Καὶ τῷ πνεύματί σου.

Ὁ Διάκονος· Τὰς κεφαλὰς ὑμῶν τῷ Κυρίῳ κλίνατε.

Ὁ Χορός· Σοί, Κύριε.

Καὶ εὔχεται ὁ Ἱερεύς·

Ὁ Πατήρ, ὁ Υἱὸς καὶ τὸ Ἅγιον Πνεῦμα, ἡ παναγία καὶ ὁμοούσιος καὶ ζωαρχικὴ Τριάς, ἡ μία Θεότης καὶ Βασιλεία, εὐλογήσαι ὑμᾶς, καὶ παράσχοι ὑμῖν μακροζωΐαν, εὐτεκνίαν, προκοπὴν βίου καὶ πίστεως, καὶ ἐμπλήσαι ὑμᾶς πάντων τῶν ἐπὶ γῆς ἀγαθῶν, ἀξιώσαι δὲ ὑμᾶς καὶ τῶν ἐπηγγελμένων ἀγαθῶν τῆς ἀπολαύσεως, πρεσβείαις τῆς ἁγίας Θεοτόκου, καὶ πάντων τῶν Ἁγίων.

Ὁ Χορός· Ἀμήν.

Εἶτα εἰσέρχονται καὶ εὔχονται αὐτοῖς. Καὶ ἀσπασαμένων ἀλλήλους, γίνεται παρὰ τοῦ Ἱερέως τελεία Ἀπόλυσις οὕτως·

Ὁ Ἱερεύς· Δόξα σοι, ὁ Θεὸς, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι.

Ὁ Διάκονος· Δόξα, Καί νῦν. Κύριε, ἐλέησον (γ´). Πάτερ ἅγιε, εὐλόγησον.

Ὁ Ἱερεύς·

Ὁ διὰ τῆς ἐν Κανᾷ ἐπιδημίας τίμιον ἀναδείξας τὸν γάμον, Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου αὐτοῦ Μητρός, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων θεοστέπτων βασιλέων καὶ ἰσαποστόλων Κωνσταντίνου καὶ Ἑλένης, τοῦ ἁγίου μεγαλομάρτυρος Προκοπίου, καὶ πάντων τῶν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.

Δι᾿ εὐχῶν τῶν ἁγίων Πατέρων...

Ὁ Χορός· Ἀμήν.

Εὐχὴ ἐπὶ λύσιν στεφάνων τῇ ὀγδόῃ ἡμέρᾳ.

Τοῦ Κυρίου δεηθῶμεν.

Κύριε ὁ Θεὸς ἡμῶν, ὁ τοῦ ἐνιαυτοῦ τὸν στέφανον εὐλογήσας, καὶ τοὺς παρόντας στεφάνους ἐπιτίθεσθαι παραδοὺς τοῖς νόμῳ γάμου συναπτομένοις ἀλλήλοις, καὶ μισθὸν ὥσπερ ἀπονέμων αὐτοῖς τὸν τῆς σωφροσύνης, ὅτι ἁγνοὶ πρὸς τὸν ὑπὸ σοῦ νομοθετηθέντα γάμον συνήφθησαν· Αὐτός, καὶ ἐν τῇ λύσει τῶν παρόντων στεφάνων, τοὺς συναφθέντας ἀλλήλοις εὐλόγησον καὶ τὴν συνάφειαν αὐτῶν ἀδιάσπαστον διατήρησον· ἵνα εὐχαριστῶσι διὰ παντὸς τῷ παναγίῳ ὀνόματί σου, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Εἰρήνη πᾶσι.

Τὰς κεφαλὰς ὑμῶν τῷ Κυρίῳ κλίνατε.

Σύμφωνα καταντήσαντες οἱ δοῦλοί σου, Κύριε, καὶ τὴν ἀκολουθίαν ἐκτελέσαντες τοῦ ἐν Κανᾷ τῆς Γαλιλαίας γάμου, καὶ συστέλλοντες τὰ κατ᾿ αὐτὸν σύμβολα, δόξαν σοι ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ γίνεται Ἀπόλυσις.

ΚΕΦΑΛΑΙΑ ΠΕΡΙ ΔΙΓΑΜΩΝ

Κεφάλαιον Νικηφόρου Πατριάρχου ΚΠόλεως τοῦ Ὁμολογητοῦ.

Ὁ δίγαμος οὐ στεφανοῦται, ἀλλὰ καὶ ἐπιτιμᾶται μὴ μεταλαβεῖν τῶν ἀχράντων Μυστηρίων, ἔτη δύο· ὁ δὲ τρίγαμος, πέντε.

Ἐκ τῶν Ἀποκρίσεων τοῦ μακαρίου Νικήτα Μητροπολίτου Ἡρακλείας, ἐξ ὧν ἠρωτήθη παρὰ Κωνσταντίνου Ἐπισκόπου.

Ἡ μὲν ἀκρίβεια τοὺς διγάμους οὐκ εἴωθε στεφανοῦν· ἡ δὲ τῆς Μεγάλης Ἐκκλησίας συνήθεια, τὰ τοιαῦτα οὐ παρατηρεῖται, ἀλλὰ καὶ τοῖς διγάμοις καὶ τριγάμοις τοὺς νυμφικοὺς στεφάνους ἐπιτίθησι, καὶ οὐδεὶς οὐδέποτε παρὰ τοῦτο ἐνεκλήθη· πλὴν ἕνα ἢ δεύτερον χρόνον τῆς θείας εἴργονται Κοινωνίας. Ἀλλὰ καὶ τὸν ἱερολογήσαντα τούτους πρεσβύτερον, συνδειπνεῖν αὐτοῖς οὐ νενόμισται, κατὰ τὸν ζ´ Κανόνα τῆς ἐν Νεοκαισαρείᾳ Συνόδου.

ΑΚΟΛΟΥΘΙΑ ΕΙΣ ΔΙΓΑΜΟΝ

Ὁ Διάκονος· Εὐλόγησον, Δέσποτα.

Ὁ Ἱερεὺς ἐκφωνεῖ· Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ὁ Διάκονος ἢ ὁ Ἀναγνώστης· Ἅγιος ὁ Θεός... (ἐκ τρίτου). Δόξα... Καὶ νῦν... Παναγία Τριάς... Κύριε, ἐλέησον (γ´). Δόξα... Καὶ νῦν... Πάτερ ἡμῶν...

Ὁ Ἱερεύς· Ὅτι σοῦ ἐστιν ἡ βασιλεία...

Τὸ Ἀπολυτίκιον τῆς ἡμέρας.

Ὁ δὲ Διάκονος ἢ ὁ Ἱερεὺς λέγει τὴν Συναπτήν.

Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

Ὁ Χορός, μεθ᾿ ἑκάστην Δέησιν· Κύριε, ἐλέησον.

Ὁ Διάκονος·

Ὑπὲρ τῆς ἄνωθεν εἰρήνης, καὶ τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν, καὶ τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τοῦ ἁγίου Οἴκου τούτου, καὶ τῶν μετὰ πίστεως, εὐλαβείας καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ (τοῦ δεῖνος) καὶ (τῆς δεῖνος) καὶ τῆς ἐν Θεῷ σκέπης καὶ συμβιώσεως αὐτῶν, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τοῦ συζῆσαι αὐτοὺς καλῶς ἐν ὁμονοίᾳ, τοῦ Κυρίου δεηθῶμεν.

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον, καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.

Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου, καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους, καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Ὁ Χορός· Σοί, Κύριε.

Ὁ Ἱερεύς, ἐκφώνως· Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ Χορός· Ἀμήν.

Ὁ Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.

Ὁ Χορός· Κύριε, ἐλέησον.

Ὁ Ἱερεύς·

Ὁ Θεὸς ὁ αἰώνιος, ὁ τὰ διῃρημένα συναγαγὼν εἰς ἑνότητα, καὶ σύνδεσμον διαθέσεως τιθεὶς αὐτοῖς ἄῤῥηκτον· ὁ εὐλογήσας Ἰσαὰκ καὶ Ῥεβέκκαν, καὶ κληρονόμους αὐτοὺς τῆς σῆς ἐπαγγελίας ἀναδείξας· Αὐτός, εὐλόγησον καὶ τοὺς δούλους σου τούτους (τὸν δεῖνα), καὶ (τὴν δεῖνα), ὁδηγῶν αὐτοὺς ἐν παντὶ ἔργῳ ἀγαθῷ. Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ Χορός· Ἀμήν.

Ὁ Ἱερεύς· Εἰρήνη πᾶσι.

Ὁ Χορός· Καί τῷ πνεύματί σου.

Ὁ Διάκονος· Τὰς κεφαλὰς ὑμῶν τῷ Κυρίῳ κλίνατε.

Ὁ Ἱερεὺς ἐπεύχεται·

Κύριε ὁ Θεὸς ἡμῶν, ὁ τὴν ἐξ ἐθνῶν προμνηστευσάμενος Ἐκκλησίαν παρθένον ἁγνήν, εὐλόγησον τὰ μνῆστρα ταῦτα· καὶ ἕνωσον, καὶ διαφύλαξον τοὺς δούλους σου τούτους ἐν εἰρήνῃ καὶ ὁμονοίᾳ.

Ἐκφώνως· Σοὶ γὰρ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εἶτα λαβὼν ὁ Ἱερεὺς τοὺς δακτυλίους ἐπιδίδωσι πρῶτον τῷ ἀνδρὶ τὸν χρυσοῦν, τῇ δὲ γυναικὶ τὸν ἀργυροῦν, καὶ λέγει τῷ ἀνδρί·

Ἀῤῥαβωνίζεται ὁ δοῦλος τοῦ Θεοῦ (ὁ δεῖνα), τὴν δούλην τοῦ Θεοῦ (τὴν δεῖνα), εἰς τὸ ὄνομα τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος. Ἀμὴν (ἐκ τρίτου).

Ὁμοίως λέγει καὶ τῇ γυναικί·

Ἀῤῥαβωνίζεται ἡ δούλη τοῦ Θεοῦ (ἡ δεῖνα), τὸν δοῦλον τοῦ Θεοῦ (τὸν δεῖνα) εἰς τὸ ὄνομα τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος. Ἀμὴν (ἐκ τρίτου).

Καὶ ποιεῖ Σταυρὸν μετὰ τῶν δακτυλίων ἐπὶ τὰς κεφαλὰς αὐτῶν, καὶ ἐπιτίθησιν αὐτοὺς ἐν τοῖς δεξιοῖς δακτυλίοις.

Εἶτα ἀλλάσσει ὁ Παράνυμφος τὰ δακτυλίδια.

Ὁ δὲ Διάκονος λέγει· Τοῦ Κυρίου δεηθῶμεν.

Ὁ Χορός· Κύριε, ἐλέησον.

Ὁ Ἱερεύς·

Δέσποτα Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ πάντων φειδόμενος, καὶ πάντων προνοούμενος, ὁ τὰ κρυπτὰ γινώσκων τῶν ἀνθρώπων, καὶ πάντων τὴν γνῶσιν ἔχων, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν, καὶ τὰς ἀνομίας συγχώρησον τῶν σῶν ἱκετῶν, καλῶν αὐτοὺς εἰς μετάνοιαν· παρέχων αὐτοῖς συγγνώμην παραπτωμάτων, ἁμαρτιῶν ἱλασμόν, συγχώρησιν ἀνομιῶν ἑκουσίων τε καὶ ἀκουσίων. Ὁ εἰδὼς τὸ ἀσθενὲς τῆς ἀνθρωπίνης φύσεως,ὁ πλάστης καὶ δημιουργός, ὁ Ῥαὰβ τῇ πόρνῃ συγχωρήσας, καὶ τοῦ Τελώνου τὴν μετάνοιαν προσδεξάμενος, μὴ μνησθῇς ἁμαρτημάτων ἡμῶν ἀγνοίας ἐκ νεότητος· ἐὰν γὰρ ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε, τίς ὑποστήσεταί σοι; ἢ ποία σὰρξ δικαιωθήσεται ἐνώπιόν σου; Σὺ γὰρ μόνος ὑπάρχεις δίκαιος, ἀναμάρτητος, ἅγιος, πολυέλεος, πολυεύσπλαγχνος, καὶ μετανοῶν ἐπὶ κακίαις ἀνθρώπων· σύ, Δέσποτα, οἰκειωσάμενος τοὺς δούλους σου (τὸν δεῖνα) καὶ (τὴν δεῖνα) ἕνωσον τῇ πρὸς ἀλλήλους ἀγάπῃ· δώρησαι αὐτοῖς τοῦ Τελώνου τὴν ἐπιστροφήν, τῆς πόρνης τὰ δάκρυα, τοῦ λῃστοῦ τὴν ἐξομολόγησιν· ἵνα, διὰ μετανοίας ἐξ ὅλης καρδίας αὐτῶν, ἐν ὁμονοίᾳ καὶ εἰρήνῃ τὰς ἐντολάς σου ἐργαζόμενοι, καταξιωθῶσι καὶ τῆς ἐπουρανίου σου Βασιλείας. Ὅτι σὺ εἶ ὁ οἰκονόμος πάντων, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ Χορός· Ἀμήν.

Ὁ Ἱερεύς· Εἰρήνη πᾶσι.

Ὁ Χορός· Καί τῷ πνεύματί σου.

Ὁ Διάκονος· Τὰς κεφαλὰς ὑμῶν τῷ Κυρίῳ κλίνατε.

Ὁ Χορός· Σοί, Κύριε.

Ὁ Ἱερεύς·

Κύριε, Ἰησοῦ Χριστέ, Λόγε τοῦ Θεοῦ, ὁ ὑψωθεὶς ἐπὶ τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, τὸ καθ᾿ ἡμᾶς διαῤῥήξας χειρόγραφον, καὶ τῆς δυναστείας τοῦ διαβόλου ῥυσάμενος ἡμᾶς, ἱλάσθητι ταῖς ἀνομίαις τῶν δούλων σου· ὅτι τὸν καύσωνα καὶ τὸ βάρος τῆς ἡμέρας, καὶ τῆς σαρκὸς τὴν πύρωσιν μὴ ἰσχύοντες βαστάζειν, εἰς γάμου δευτέραν κοινωνίαν συνέρχονται, καθὼς ἐνομοθέτησας διὰ τοῦ σκεύους τῆς ἐκλογῆς σου, Παύλου τοῦ ἀποστόλου, εἰπὼν δι᾿ ἡμᾶς τοὺς ταπεινοὺς τὸ «κρεῖσσον ἐν Κυρίῳ γαμεῖν ἢ πυροῦσθαι». Αὐτός, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος, ἐλέησον καὶ συγχώρησον, ἱλάσθητι, ἄνες, ἄφες τὰ ὀφειλήματα ἡμῶν, ὅτι σὺ εἶ ὁ τὰς νόσους ἡμῶν ἐπὶ τῶν ὤμων ἀράμενος· οὐδεὶς γάρ ἐστιν ἀναμάρτητος, οὐδ᾿ ἂν μία ἡμέρα ὁ βίος αὐτοῦ ἐστιν, ἢ χωρὶς ῥύπου, εἰ μὴ σὺ μόνος ὁ σάρκα φορέσας ἀναμαρτήτως, καὶ τὴν αἰώνιον ἡμῖν δωρησάμενος ἀπάθειαν. Ὅτι σὺ εἶ ὁ Θεός, Θεὸς τῶν μετανοούντων, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ Χορός· Ἀμήν.

Ὁ Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.

Ὁ Χορός· Κύριε, ἐλέησον.

Ὁ Ἱερεύς·

Ὁ Θεὸς ὁ ἅγιος, ὁ πλάσας ἐκ χοὸς τὸν ἄνθρωπον, καὶ ἐκ τῆς πλευρᾶς αὐτοῦ ἀνοικοδομήσας γυναῖκα, καὶ συζεύξας αὐτῷ βοηθὸν κατ᾿ αὐτόν, διὰ τὸ οὕτως ἀρέσαι τῇ σῇ μεγαλειότητι, μὴ μόνον εἶναι τὸν ἄνθρωπον ἐπὶ τῆς γῆς· αὐτὸς καὶ νῦν, Δέσποτα, ἐξαπόστειλον τὴν χεῖρά σου ἐξ ἁγίου κατοικητηρίου σου, καὶ ἅρμοσον (ἐνταῦθα ὁ Ἱερεὺς ἁρμόζει τὰς χεῖρας τῶν Νυμφίων) τὸν δοῦλον σου (τόν δε) καὶ τὴν δούλην σου (τήν δε), ὅτι παρὰ σοῦ ἁρμόζεται ἀνδρὶ γυνή. Σύζευξον αὐτοὺς ἐν ὁμοφροσύνῃ· στεφάνωσον αὐτοὺς εἰς σάρκα μίαν· χάρισαι αὐτοῖς καρπὸν κοιλίας, εὐτεκνίας ἀπόλαυσιν. Ὅτι σὸν τὸ κράτος, καὶ σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς ἀιῶνας τῶν αἰώνων.

Καὶ λαβὼν τοὺς στεφάνους, στέφει τὸν Νυμφίον, λέγων·

Στέφεται ὁ δοῦλος τοῦ Θεοῦ (ὁ δεῖνα), τὴν δούλην τοῦ Θεοῦ (τὴν δεῖνα), εἰς τὸ ὄνομα τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος. Ἀμὴν (ἐκ γ´).

Εἶτα στέφει καὶ τὴν Νύμφην, λέγων·

Στέφεται ἡ δούλη τοῦ Θεοῦ (ἡ δεῖνα), τὸν δοῦλον τοῦ Θεοῦ (τὸν δεῖνα), εἰς τὸ ὄνομα τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος. Ἀμὴν (ἐκ γ´).

Εἶτα εὐλογεῖ αὐτούς, ψάλλων ἐκ τρίτου·

Κύριε ὁ Θεὸς ἡμῶν, δόξῃ καὶ τιμῇ στεφάνωσον αὐτούς.

Ὁ Διάκονος· Πρόσχωμεν.

Ὁ Ἀναγνώστης·

Προκείμενον, Ἦχος πλ. δ´.

Ἔθηκας ἐπὶ τὴν κεφαλὴν αὐτῶν στεφάνους ἐκ λίθων τιμίων.

Στίχ. Ζωὴν ᾐτήσαντό σε, καὶ ἔδωκας αὐτοῖς μακρότητα ἡμερῶν.

Ὁ Διάκονος· Σοφία.

Ὁ Ἀναγνώστης· Πρὸς Ἐφεσίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα.

Ὁ Διάκονος· Πρόσχωμεν.

Ὁ Ἀναγνώστης·

Ἀδελφοί, εὐχαριστεῖτε πάντοτε ὑπὲρ πάντων, ἐν ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῷ Θεῷ καὶ Πατρί, ὑποτασσόμενοι ἀλλήλοις ἐν φόβῳ Χριστοῦ. Αἱ γυναῖκες τοῖς ἰδίοις ἀνδράσιν ὑποτάσσεσθε ὡς τῷ Κυρίῳ, ὅτι ὁ ἀνήρ ἐστι κεφαλὴ τῆς γυναικός, ὡς καὶ ὁ Χριστὸς κεφαλὴ τῆς Ἐκκλησίας, καὶ αὐτός ἐστι σωτὴρ τοῦ σώματος. Ἀλλ᾿ ὥσπερ ἡ Ἐκκλησία ὑποτάσσεται τῷ Χριστῷ, οὕτω καὶ αἱ γυναῖκες τοῖς ἰδίοις ἀνδράσιν ἐν παντί. Οἱ ἄνδρες ἀγαπᾶτε τὰς γυναῖκας ἑαυτῶν, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησε τὴν Ἐκκλησίαν καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ αὐτῆς, ἵνα αὐτὴν ἁγιάσῃ, καθαρίσας τῷ λουτρῷ τοῦ ὕδατος ἐν ῥήματι, ἵνα παραστήσῃ αὐτὴν ἑαυτῷ ἔνδοξον τὴν Ἐκκλησίαν, μὴ ἔχουσαν σπίλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων, ἀλλ᾿ ἵνᾳ ᾗ ἁγία καὶ ἄμωμος. Οὕτως ὀφείλουσιν οἱ ἄνδρες ἀγαπᾶν τὰς ἑαυτῶν γυναῖκας, ὡς τὰ ἑαυτῶν σώματα· ὁ ἀγαπῶν τὴν ἑαυτοῦ γυναῖκα ἑαυτὸν ἀγαπᾷ· οὐδεὶς γάρ ποτε τὴν ἑαυτοῦ σάρκα ἐμίσησεν, ἀλλ᾿ ἐκτρέφει καὶ θάλπει αὐτήν, καθὼς καὶ ὁ Κύριος τὴν Ἐκκλησίαν· ὅτι μέλη ἐσμὲν τοῦ σώματος αὐτοῦ, ἐκ τῆς σαρκὸς αὐτοῦ καὶ ἐκ τῶν ὀστέων αὐτοῦ· ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν. Τό μυστήριον τοῦτο μέγα ἐστίν, ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν Ἐκκλησίαν. Πλὴν καὶ ὑμεῖς οἱ καθ᾿ ἕνα, ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα οὕτως ἀγαπάτω ὡς ἑαυτόν, ἡ δὲ γυνὴ ἵνα φοβῆται τὸν ἄνδρα.

Ὁ Ἱερεύς· Εἰρήνη σοι τῷ ἀναγινώσκοντι.

Ὁ Χορός· Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα.

Στίχ. Σύ, Κύριε, φυλάξαις ἡμᾶς καὶ διατηρήσαις ἡμᾶς.

Ὁ Διάκονος· Σοφία· ὀρθοί· ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.

Ὁ Ἱερεύς· Εἰρήνη πᾶσι.

Ὁ Χορός· Καί τῷ πνεύματί σου.

Ὁ Ἱερεύς· Ἐκ τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγγελίου τὸ Ἀνάγνωσμα.

Ὁ Διάκονος· Πρόσχωμεν

Ὁ Ἱερεύς·

Τῷ καιρῷ ἐκείνῳ, γάμος ἐγένετο ἐν Κανᾷ τῆς Γαλιλαίας, καὶ ἦν ἡ μήτηρ τοῦ Ἰησοῦ ἐκεῖ· ἐκλήθη δὲ καὶ ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὸν γάμον. Καί ὑστερήσαντος οἴνου, λέγει ἡ μήτηρ τοῦ Ἰησοῦ πρὸς αὐτὸν· Οἶνον οὐκ ἔχουσι. Λέγει αὐτῇ ὁ Ἰησοῦς· Τί ἐμοὶ καὶ σοί, γύναι; οὔπω ἥκει ἡ ὥρα μου. Λέγει ἡ μήτηρ αὐτοῦ τοῖς διακόνοις· Ὅ,τι ἂν λέγῃ ὑμῖν, ποιήσατε. Ἦσαν δὲ ἐκεῖ ὑδρίαι λίθιναι ἓξ κείμεναι κατὰ τὸν καθαρισμὸν τῶν Ἰουδαίων, χωροῦσαι ἀνὰ μετρητὰς δύο ἢ τρεῖς. Λέγει αὐτοῖς ὁ Ἰησοῦς· Γεμίσατε τὰς ὑδρίας ὕδατος. Καὶ ἐγέμισαν αὐτὰς ἕως ἄνω. Καὶ λέγει αὐτοῖς· Ἀντλήσατε νῦν καὶ φέρετε τῷ ἀρχιτρικλίνῳ. Καί ἤνεγκαν. Ὡς δὲ ἐγεύσατο ὁ ἀρχιτρίκλινος τὸ ὕδωρ οἶνον γεγενημένον (καὶ οὐκ ᾔδει πόθεν ἐστίν· οἱ δὲ διάκονοι ᾔδεισαν οἱ ἠντληκότες τὸ ὕδωρ) φωνεῖ τὸν νυμφίον ὁ ἀρχιτρίκλινος καὶ λέγει αὐτῷ· Πᾶς ἄνθρωπος πρῶτον τὸν καλὸν οἶνον τίθησι, καὶ ὅταν μεθυσθῶσι, τότε τὸν ἐλάσσω· σὺ δὲ τετήρηκας τὸν καλὸν οἶνον ἕως ἄρτι. Ταύτην ἐποίησε τὴν ἀρχὴν τῶν σημείων ὁ Ἰησοῦς ἐν Κανᾷ τῆς Γαλιλαίας καὶ ἐφανέρωσε τὴν δόξαν αὐτοῦ, καὶ ἐπίστευσαν εἰς αὐτὸν οἱ μαθηταὶ αὐτοῦ.

Ὁ Χορός· Δόξα σοι, Κύριε, δόξα σοι.

Ἔπειτα λέγει ὁ Διάκονος·

Εἴπωμεν πάντες ἐξ ὅλης τῆς ψυχῆς, καὶ ἐξ ὅλης τῆς διανοίας ἡμῶν εἴπωμεν.

Ὁ Χορός, μεθ᾿ ἑκάστην Δέησιν· Κύριε, ἐλέησον.

Ὁ Διάκονος· Κύριε Παντοκράτορ, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, δεόμεθά σου ἐπάκουσον, καὶ ἐλέησον.

Ἐλέησον ἡμᾶς ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου· δεόμεθά σου ἐπάκουσον καὶ ἐλέησον.

Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγίειας καὶ σωτηρίας τῶν δούλων σου (τοῦ δεῖνος) καὶ (τῆς δεῖνος) καὶ ὑπὲρ τοῦ περιεστῶτος λαοῦ, τοῦ ἀπεκδεχομένου τὸ παρὰ σοῦ πλούσιον ἔλεος.

Ὁ Ἱερεύς· Ὅτι ἐλεήμων, καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ Χορός· Ἀμήν.

Ὁ Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.

Ὁ Χορός· Κύριε, ἐλέησον.

Ὁ Ἱερεὺς τὴν Εὐχὴν ταύτην·

Κύριε ὁ Θεὸς ἡμῶν, ὁ ἐν τῇ σωτηριώδει σου οἰκονομίᾳ καταξιώσας ἐν Κανᾷ τῆς Γαλιλαίας τίμιον ἀναδεῖξαι τὸν γάμον διὰ τῆς σῆς παρουσίας· αὐτὸς καὶ νῦν τοὺς δούλους σου (τὸν δεῖνα) καὶ (τὴν δεῖνα), οὕς ηὐδόκησας συναφθῆναι ἀλλήλοις, ἐν εἰρήνῃ καὶ ὁμονοίᾳ διαφύλαξον. Τίμιον αὐτοῖς τὸν γάμον ἀνάδειξον· ἀμίαντον αὐτῶν τὴν κοίτην διατήρησον· ἀκηλίδωτον αὐτῶν τὴν συμβίωσιν διαμεῖναι εὐδόκησον· καὶ καταξίωσον αὐτοὺς ἐν γήρει πίονι καταντῆσαι, ἐν καθαρᾷ τῇ καρδίᾳ ἐργαζομένους τὰς ἐντολάς σου. Σὺ γὰρ εἶ ὁ Θεὸς ἡμῶν, Θεὸς τοῦ ἐλεεῖν καὶ σῴζειν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ὁ Διάκονος· Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.

Τὴν ἡμέραν πᾶσαν, τελείαν, ἁγίαν, εἰρηνικήν, καὶ ἀναμάρτητον, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

Ὁ Χορός· Παράσχου, Κύριε.

Ὁ Διάκονος· Ἄγγελον εἰρήνης, πιστὸν ὁδηγόν, φύλακα τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

Συγγνώμην καὶ ἄφεσιν τῶν ἁμαρτιῶν, καὶ τῶν πλημμελημάτων ἡμῶν, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

Τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν, καὶ εἰρήνην τῷ κόσμῳ, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

Τόν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν, ἐν εἰρήνῃ καὶ μετανοίᾳ ἐκτελέσαι, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

Χριστινανὰ τὰ τέλη τῆς ζωῆς ἡμῶν, ἀνώδυνα, ἀνεπαίσχυντα, εἰρηνικὰ καὶ καλὴν ἀπολογίαν, τὴν ἐπὶ τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ, αἰτησώμεθα.

Τήν ἑνότητα τῆς πίστεως, καὶ τὴν κοινωνίαν τοῦ Ἁγίου Πνεύματος αἰτησάμενοι, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Ὁ Χορός· Σοί, Κύριε.

Ὁ Ἱερεὺς ἐκφώνως· Καὶ καταξίωσον ἡμᾶς, Δέσποτα, μετὰ παῤῥησίας, ἀκατακρίτως, τολμᾶν ἐπικαλεῖσθαὶ σε τὸν ἐπουράνιον Θεὸν Πατέρα, καὶ λέγειν·

Καὶ λέγομεν τό· Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς...

Ὁ Ἱερεύς· Ὅτι σοῦ ἐστιν...

Ὁ Χορός· Ἀμήν.

Ὁ Ἱερεύς· Εἰρήνη πᾶσι.

Ὁ Χορός· Καί τῷ πνεύματί σου.

Ὁ Διάκονος· Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.

Ὁ Χορός· Σοί, Κύριε.

Εἶτα προσφέρεται τὸ κοινὸν ποτήριον, καὶ εὐλογῶν αὐτὸ ὁ Ἱερεὺς λέγει τὴν Εὐχὴν ταύτην·

Ὁ Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.

Ὁ Χορός· Κύριε, ἐλέησον.

Ὁ Ἱερεύς·

Ὁ Θεός, ὁ πάντα ποιήσας τῇ ἰσχύϊ σου, καὶ στερεώσας τὴν οἰκουμένην, καὶ κοσμήσας τὸν στέφανον πάντων τῶν πεποιημένων ὑπὸ σοῦ, καὶ τὸ ποτήριον τὸ κοινὸν τοῦτο παρεχόμενος τοῖς συναφθεῖσι πρὸς γάμου κοινωνίαν, εὐλόγησον εὐλογίᾳ πνευματικῇ. Ὅτι ηὐλόγηταί σου τὸ ὄνομα, καὶ δεδόξασταί σου ἡ βασιλεία, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ Χορός· Ἀμήν.

Εἶτα, λαβὼν ὁ Ἱερεὺς ἐπὶ χεῖρας τὸ κοινὸν ποτήριον, μεταδίδωσιν αὐτοῖς ἐκ γ´, πρῶτον τῷ ἀνδρί, καὶ αὖθις τῇ γυναικί, ψάλλων εἰς ἦχον α´·

Ποτήριον σωτηρίου λήψομαι, καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι.

Καὶ εὐθέως λαβὼν αὐτοὺς ὁ Ἱερεύς, στρέφει ὡς ἐν σχήματι κύκλου τρὶς περὶ τὸ ἐν τῷ μέσῳ τραπεζίδιον, τοῦ Παρανύμφου κρατοῦντος ὄπισθεν τοὺς στεφάνους, καὶ ψάλλει τὰ τροπάρια.

Ἦχος πλ. α´.

Ἡσαΐα χόρευε· ἡ Παρθένος ἔσχεν ἐν γαστρί, καὶ ἔτεκεν Υἱὸν τὸν Ἐμμανουήλ, Θεόν τε καὶ ἄνθρωπον· Ἀνατολὴ ὄνομα αὐτῷ· ὃν μεγαλύνοντες, τὴν Παρθένον μακαρίζομεν.

Ἦχος βαρύς.

Ἅγιοι Μάρτυρες, οἱ καλῶς ἀθλήσαντες καὶ στεφανωθέντες, προσβεύσατε πρὸς Κύριον, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα σοι Χριστὲ ὁ Θεός, Ἀποστόλων καύχημα, Μαρτύρων ἀγαλλίαμα, ὧν τὸ κήρυγμα. Τριὰς ἡ ὁμοούσιος.

Εἶτα ὁ Ἱερεὺς ἐπαίρει τοὺς στεφάνους· καὶ ἐπάρας τὸν στέφανον τοῦ Νυμφίου, λέγει·

Μεγαλύνθητι, Νυμφίε, ὡς ὁ Ἀβραάμ, καὶ εὐλογήθητι ὡς ὁ Ἰσαάκ, καὶ πληθύνθητι ὡς ὁ Ἰακώβ, πορευόμενος ἐν εἰρήνῃ καὶ ἐργαζόμενος ἐν δικαιοσύνῃ τὰς ἐντολὰς τοῦ Θεοῦ.

Καὶ ἐπάρας τὸν στέφανον τῆς Νύμφης, λέγει·

Καὶ σύ, Νύμφη, μεγαλύνθητι ὡς ἡ Σάῤῥα, καὶ εὐφράνθητι ὡς ἡ Ῥεβέκκα, καὶ πληθύνθητι ὡς ἡ Ῥαχήλ, εὐφραινομένη τῷ ἰδίῳ ἀνδρί, φυλάττουσα τοὺς ὅρους τοῦ νόμου, ὅτι οὕτως ηὐδόκησεν ὁ Θεός.

Ὁ Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.

Ὁ Χορός· Κύριε, ἐλέησον.

Εἶτα λέγει ὁ Ἱερεὺς τὴν Εὐχήν·

Ὁ Θεὸς, ὁ Θεὸς ἡμῶν, ὁ παραγενόμενος ἐν Κανᾷ τῆς Γαλιλαίας, καὶ τὸν ἐκεῖσε γάμον εὐλογήσας, εὐλόγησον καὶ τοὺς δούλους σου τούτους, τοὺς τῇ σῇ προνοίᾳ πρὸς γάμου κοινωνίαν συναφθέντας. Εὐλόγησον αὐτῶν εἰσόδους καὶ ἐξόδους· πλήθυνον ἐν ἀγαθοῖς τὴν ζωὴν αὐτῶν· ἀνάλαβε (ἐνταῦθα ὁ Ἱερεὺς αἴρει τοὺς στεφάνους ἀπὸ τῶν κεφαλῶν τῶν Νυμφίων, καὶ τίθησιν αὐτοὺς ἐπὶ τῆς τραπέζης) τοὺς στεφάνους αὐτῶν ἐν τῇ Βασιλείᾳ σου, ἀσπίλους καὶ ἀμώμους καὶ ἀνεπιβουλεύτους διατηρῶν εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ Χορὸς· Ἀμήν.

Ὁ Ἱερεύς· Εἰρήνη πᾶσι.

Ὁ Χορός· Καί τῷ πνεύματί σου.

Ὁ Διάκονος· Τὰς κεφαλὰς ὑμῶν τῷ Κυρίῳ κλίνατε.

Ὁ Χορός· Σοί, Κύριε.

Ὁ Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.

Ὁ Χορός· Κύριε, ἐλέησον.

Καὶ εὔχεται πάλιν ὁ Ἱερεύς·

Ὁ Πατήρ, ὁ Υἱός, καὶ τὸ Ἅγιον Πνεῦμα, ἡ παναγία καὶ ὁμοούσιος καὶ ζωαρχικὴ Τριὰς, ἡ μία Θεότης καὶ Βασιλεία, εὐλογήσαι ὑμᾶς, καὶ παράσχοι ὑμῖν μακροζωΐαν, εὐτεκνίαν, προκοπὴν βίου καὶ πίστεως, καὶ ἐμπλήσαι ὑμᾶς πάντων τῶν ἐπὶ γῆς ἀγαθῶν, ἀξιώσαι δὲ ὑμᾶς καὶ τῶν ἐπηγγελμένων ἀγαθῶν τῆς ἀπολαύσεως, πρεσβείαις τῆς ἁγίας Θεοτὸκου, καὶ πάντων τῶν Ἁγίων.

Ὁ Χορός· Ἀμήν.

Εἶτα εἰσέρχονται καὶ εὔχονται αὐτοῖς καὶ ἀσπασαμένων ἀλλήλους, γίνεται παρὰ τοῦ Ἱερέως τελεία Ἀπόλυσις οὕτως·

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Ὁ διὰ τῆς ἐν Κανᾷ ἐπιδημίας τίμιον ἀναδείξας τὸν γάμον, Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου αὐτοῦ Μητρός, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων θεοστέπτων βασιλέων καὶ ἰσαποστόλων Κωνσταντίνου καὶ Ἑλένης, τοῦ ἁγίου μεγαλομάρτυρος Προκοπίου, καὶ πάντων τῶν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.

Δι᾿ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν...

Ὁ Χορός· Ἀμήν.

ΑΚΟΛΟΥΘΙΑ ΕΠΙ ΕΠΑΝΑΣΥΣΤΑΣΕΙ ΓΑΜΟΥ ΔΙΑΖΕΥΧΘΕΝΤΩΝ

Ὁ Διάκονος· Εὐλόγησον, Δέσποτα.

Ὁ Ἱερεύς· Εὐλογητὸς ὁ Θεὸς ἡμῶν...

Εἶτα τοὺς ἀκολούθους στίχους, μεθ᾿ ἕκαστον τῶν ὁποίων ὁ Χορὸς ψάλλει·

Δόξα σοι, Κύριε, δόξα σοι.

Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον· ὅτι μέγας καὶ φοβερὸς ὁ Θεὸς ἐπὶ πάντας τοὺς περικύκλῳ αὐτοῦ.

Εἰς τὸν αἰῶνα φυλάξει Κύριος τὸ ἔλεος αὐτοῦ καὶ ἡ διαθήκη αὐτοῦ πιστή.

Δόξα καὶ πλοῦτος ἐν τῷ οἴκῳ αὐτοῦ· ἡ γὰρ χεὶρ Κυρίου συναντιλήψεται αὐτῷ, καὶ ὁ βραχίων αὐτοῦ κατισχύσει αὐτόν.

Ἡ γυνή σου ὡς ἄμπελος εὐθηνοῦσα ἐν τοῖς κλίτεσι τῆς οἰκίας σου· οἱ υἱοί σου ὡς νεόφυτα ἐλαιῶν κύκλῳ τῆς τραπέζης σου.

Εὐλογήσαι σε Κύριος ἐκ Σιὼν καὶ ἴδοις τὰ ἀγαθὰ Ἱερουσαλὴμ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου.

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος.

Ὁ Διάκονος· Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τῆς ἄνωθεν εἰρήνης, καὶ τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν, καὶ τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (τοῦ δεῖνος), τοῦ τιμίου πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας, παντὸς τοῦ κλήρου καὶ τοῦ λαοῦ, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τῶν ἐπανασυναπτομένων γάμῳ δούλων τοῦ Θεοῦ (τοῦ δεῖνος) καὶ (τῆς δεῖνος) καὶ τοῦ δωρηθῆναι αὐτοῖς βίον ἀλοιδόρητον, πολιτείαν ἄμεμπτον καὶ διαγωγὴν ἀκατάγνωστον, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τοῦ δωρηθῆναι αὐτοῖς συμβίωσιν ἐν ὁμονοίᾳ καὶ ἀγάπῃ, προκοπὴν ἐν ἔργοις ἀγαθοῖς καὶ ἡμερῶν μακρότητα, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τοῦ ῥυσθῆναι αὐτούς τε καὶ ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον, καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.

Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου, καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους, καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Ὁ Ἱερεύς· Ὅτι πρέπει σοι πᾶσα δόξα...

Ὁ Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.

Ὁ Ἱερεὺς τὴν Εὐχήν·

Δέσποτα φιλάνθρωπε, Βασιλεῦ τῶν αἰώνων καὶ Δημιουργὲ τῶν ἁπάντων, ὁ τὸ μεσότοιχον τῆς ἔχθρας καταλύσας καὶ εἰρήνην τῷ γένει τῶν ἀνθρώπων δωρησάμενος, σοῦ δεόμεθα καὶ σὲ παρακαλοῦμεν, ἔπιδε ἐπὶ τοὺς δούλους σου (τὸν δεῖνα) καὶ (τὴν δεῖνα) καὶ ἐπίχεε ἐπ᾿ αὐτοὺς τὴν εὐλογίαν σου. Ἐπανάγαγε τὴν διαταραχθεῖσαν εἰρήνην καὶ ἐμφύτευσον εἰς τὰς καρδίας αὐτῶν τὴν πρὸς ἀλλήλους ἀγάπην. Ἐπιδαψίλευσον αὐτοῖς γαλήνην πνευματικὴν καὶ πολιτείαν ἀνεπιβούλευτον, ἵνα, ἐν ψυχικῇ διατελοῦντες γαλήνῃ, ἀπολαύωσι τῶν οἰκείων ἀγαθῶν καὶ δοξάζωσί σε τὸν μόνον τῆς ἀγάπης Θεὸν καὶ πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εἶθ᾿ οὕτως ἡ συνήθης Ἀπόλυσις.

Δόξα σοι, Χριστὲ ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι. Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου ἐνδόξου προφήτου, προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, τοῦ ἁγίου ἐνδόξου μεγαλομάρτυρος Προκοπίου, τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, καὶ πάντων τῶν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.

Δι᾿ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν...

ΑΚΟΛΟΥΘΙΑ ΤΩΝ ΕΞΟΜΟΛΟΓΟΥΜΕΝΩΝ

Ὁ Ἱερεύς· Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

Κύριε, ἐλέησον.

Ὑπὲρ τῆς ἄνωθεν εἰρήνης καὶ τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τοῦ δούλου τοῦ Θεοῦ (τοῦ δεῖνος) ἀφέσεως τῶν ἁμαρτιῶν καὶ συγχωρήσεως τῶν ἑκουσίων καὶ ἀκουσίων αὐτοῦ πλημμελημάτων, τοῦ Κυρίου δεηθῶμεν.

Ὅπως Κύριος ὁ Θεὸς δωρήσηται αὐτῷ ἄφεσιν ἁμαρτιῶν καὶ καιρὸν μετανοίας, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τοῦ ῥυσθῆναι αὐτόν τε καὶ ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον, καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεὸς, τῇ σῇ χάριτι.

Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου δεσποίνης ἡμῶν Θεοτόκου, καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους, καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρί, καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.

Εἶτα λέγει ὁ Ἱερεὺς τὴν παροῦσαν Εὐχήν·

Τοῦ Κυρίου δεηθῶμεν.

Κύριε Ἰησοῦ Χριστέ, Υἱὲ τοῦ Θεοῦ τοῦ ζῶντος, ποιμὴν καὶ ἀμνέ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ὁ τὸ δάνειον χαρισάμενος τοῖς δυσὶ χρεωφειλέταις καὶ τῇ ἁμαρτωλῷ δοὺς ἄφεσιν ἁμαρτιῶν αὐτῆς· αὐτός, Δέσποτα, ἄνες, ἄφες, συγχώρησον τὰς ἁμαρτίας, τὰς ἀνομίας, τὰ πλημμελήματα τὰ ἑκούσια καὶ τὰ ἀκούσια, τὰ ἐν γνώσει, τὰ ἐν ἀγνοίᾳ, τὰ ἐν παραβάσει καὶ παρακοῇ γενόμενα παρὰ τῶν δούλων σου τούτων. Καὶ εἴ τι, ὡς ἄνθρωποι σάρκα φοροῦντες καὶ τὸν κόσμον οἰκοῦντες, ἐκ τοῦ Διαβόλου ἐπλανήθησαν, εἴτε ἐν λόγῳ εἴτε ἐν ἔργῳ εἴτε ἐν γνώσει εἴτε ἐν ἀγνοίᾳ εἴτε λόγον Ἱερέως κατεπάτησαν ἢ ὑπὸ κατάραν Ἱερέως ἐγένοντο εἴτε τῷ ἰδίῳ ἀναθέματι ὑπέπεσον ἢ ὅρκῳ ὑπήχθησαν, Αὐτός, ὡς ἀγαθὸς καὶ ἀμνησίκακος Δεσπότης, τούτους τοὺς δούλους σου λόγῳ λυθῆναι εὐδόκησον, συγχωρῶν αὐτοῖς καὶ τὸ ἴδιον ἀνάθεμα καὶ τὸν ὅρκον, κατὰ τὸ μέγα σου ἔλεος. Ναί, Δέσποτα φιλάνθρωπε Κύριε, ἐπάκουσον ἡμῶν δεομένων τῆς σῆς ἀγαθότητος ὑπὲρ τῶν δούλων σου τούτων καὶ πάριδε ὡς πολυέλεος τὰ πταίσματα αὐτῶν ἅπαντα· ἀπάλλαξον αὐτοὺς τῆς αἰωνίου κολάσεως· σὺ γὰρ εἶπας, Δέσποτα· «Ὅσα ἂν δήσητε ἐπὶ τῆς γῆς, ἔσται δεδεμένα ἐν τῷ οὐρανῷ, καὶ ὅσα ἂν λύσητε ἐπὶ τῆς γῆς ἔσται λελυμένα ἐν τῷ οὐρανῷ». Ὅτι σὺ εἶ μόνος ἀναμάρτητος καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ λέγει τὸ Τρισάγιον· Ἅγιος ὁ Θεός... (γ´). Δόξα. Καὶ νῦν. Παναγία Τριάς, Κύριε, ἐλέησον (γ´). Δόξα. Καὶ νῦν. Πάτερ ἡμῶν. Ὅτι σοῦ ἐστιν. Κύριε, ἐλέησον (ιβ´). Δεῦτε, προσκυνήσωμεν (γ´). Ἐλέησόν με, ὁ Θεός...

Εἶτα τὰ παρόντα Τροπάρια.

Ἦχος πλ. β´.

Ἐλέησον ἡμᾶς, Κύριε ἐλέησον ἡμᾶς. Πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοὶ τὴν ἱκεσίαν, ὡς Δεσπότη, οἱ ἁμαρτωλοὶ προσφέρομεν. Ἐλέησον ἡμᾶς.

Δόξα.

Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῇς ἡμῖν σφόδρα, μηδὲ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν· ἀλλ᾿ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος, καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν, καὶ ἡμεῖς λαός σου. Πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.

Τῆς εὐσπλαχνίας τὴν πύλην, ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσωμεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων· σὺ γὰρ εἶ ἡ σωτηρία τοῦ γένους τῶν χριστιανῶν.

Τό, Κύριε, ἐλέησον (μ´).

Ὁ δὲ ἐξομολογούμενος λέγει καθ᾿ ἑαυτόν·

Ἥμαρτον, Κύριε, συγχώρησόν μοι.

Καὶ τό, Ὁ Θεός, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ.

Ὁ Ἱερεύς· Τοῦ Κυρίου δεηθῶμεν.

Ὁ Θεὸς ὁ Σωτὴρ ἡμῶν, ὁ διὰ τοῦ προφήτου σου Νάθαν μετανοήσαντι τῷ Δαυΐδ ἐπὶ τοῖς ἰδίοις πλημμελήμασιν, ἄφεσιν δωρησάμενος, καὶ τοῦ Μανασσῆ τὴν ἐπὶ μετάνοιαν προσευχὴν δεξάμενος· αὐτός, καὶ τὸν δοῦλόν σου (τὸν δεῖνα) μετανοοῦντα, ἐφ᾿ οἷς ἔπραξε πλημμελήμασι, πρόσδεξαι τῇ συνήθει σου φιλανθρωπίᾳ, παρορῶν πάντα τὰ αὐτῷ πεπραγμένα, ὁ ἀφιεὶς ἀδικίας, καὶ ὑπερβαίνων ἀνομίας. Σὺ γὰρ εἶπας Κύριε· «Οὐ θελήσει θέλω τὸν θάνατον τοῦ ἁμαρτωλοῦ ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν»· καὶ ὡς ἑβδομηκοντάκις ἑπτὰ ἀφιέναι τὰ ἁμαρτήματα. Ἐπεί, ὡς ἡ μεγαλωσύνη σου ἀνείκαστος, καὶ τὸ ἔλεός σου ἀμέτρητον· ἐὰν γὰρ ἀνομίας παρατηρήσῃς, τίς ὑποστήσεται; Ὅτι σὺ εἶ ὁ Θεὸς τῶν μετανοούντων, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εἶτα ὁ ἐξομολογούμενος, κλίνων τὰ γόνατα καὶ ἄνω τὰς χεῖρας ἔχων, λέγει·

Πάτερ, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ἐξομολογοῦμαί σοι πάντα τὰ κρυπτὰ καὶ φανερὰ τῆς καρδίας καὶ διανοίας μου, ἃ ἔπραξα ἕως τῆς σήμερον. Διὸ ἄφεσιν αἰτῶ παρὰ σοῦ τοῦ δικαίου καὶ εὐσπλάγχνου Κριτοῦ καὶ χάριν τοῦ μηκέτι ἁμαρτάνειν.

Τότε ὁ πνευματικὸς ἱλαρᾷ τῇ φωνῇ λέγει·

Ἀδελφέ· δι᾿ ὃ ἦλθες πρὸς τὸν Θεὸν καὶ πρὸς ἐμέ, μὴ αἰσχυνθῇς· οὐ γὰρ ἐμοὶ ἀναγγέλεις, ἀλλὰ τῷ Θεῷ, ἐν ᾧ ἵστασαι.

Καὶ ἐρωτᾷ αὐτὸν ὁ Πνευματικὸς εἰς πάντα τὰ ἁμαρτήματα καὶ μετὰ τὸ ἐρωτῆσαι καταλεπτῶς, λέγει ταῦτα·

Τέκνον μου πνευματικόν, τὸ τῇ ἐμῇ ταπεινότητι ἐξομολογούμενον, ἐγὼ ὁ ταπεινὸς καὶ ἁμαρτωλὸς οὐκ ἰσχύω ἀφιέναι ἁμάρτημα ἐπὶ τῆς γῆς, εἰ μὴ ὁ Θεός· διὰ δὲ τὴν θεόλεκτον φωνὴν ἐκείνην, τὴν μετὰ τὴν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ Ἀνάστασιν γενομένην πρὸς τοὺς Ἀποστόλους, καὶ λέγουσαν· «Ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται αὐτοῖς· ἄν τινων κρατῆτε, κεκράτηνται», εἰς ἐκείνην καὶ ἡμεῖς θαῤῥοῦντες, λέγομεν· Ὅσα ἐξεῖπες τῇ ἐμῇ ἐλαχίστῃ ταπεινότητι, καὶ ὅσα οὐκ ἔφθασας εἰπεῖν, ἢ κατ᾿ ἄγνοιαν ἢ κατὰ λήθην, οἱαδήποτε, ὁ Θεὸς συγχωρήσοι σοι ἐν τῷ νῦν αἰῶνι, καὶ ἐν τῷ μέλλοντι.

Μετὰ ταῦτα ἐπισυνάπτει καὶ ταύτην τὴν Εὐχήν·

Ὁ Θεός, ὁ συγχωρήσας Δαυΐδ, διὰ Νάθαν τοῦ προφήτου, τὰ ἴδια ε᾿ξομολογήσαντι ἁμαρτήματα, καὶ Πέτρῳ τὴν ἄρνησιν κλαύσαντι πικρῶς, καὶ πόρνῃ δακρυσάσῃ ἐπὶ τοὺς αὐτοῦ πόδας, καὶ τελώνῃ καὶ ἀσώτῳ· αὐτὸς ὁ Θεὸς συγχωρήσοι σοι δι᾿ ἐμοῦ τοῦ ἁμαρτωλοῦ πάντα, καὶ ἐν τῷ νῦν αἰῶνι, καὶ ἐν τῷ μέλλοντι· καὶ ἀκατάκριτόν σε παραστήσοι ἐν τῷ φοβερῷ αὐτοῦ βήματι. Περὶ δὲ τῶν ἐξαγορευθέντων ἐγκλημάτων μηδεμίαν φροντίδα ἔχων, πορεύου εἰς εἰρήνην.

Ἀπόλυσις.

Εὐχὴ συγχωρητικὴ ἐπὶ Ἐξομολογουμένων. (Ἰωάννου τοῦ Χρυσοστόμου)

Δέσποτα, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ συγχωρήσας διὰ Νάθαν τοῦ προφήτου τῷ θεοπάτορι Δαυΐδ τὰ πλημμελήματα αὐτοῦ, ἅτινα εἰργάσατο, καὶ εἰπὼν αὐτῷ· Καὶ ὁ Κύριος ἀφείλετο τὸ ἁμάρτημά σου, διὰ τὸ εἰπεῖν· Ἡμάρτηκα τῷ Κυρίῳ· ὁ τῷ Πέτρῳ τὴν ἄρνησιν κλαύσαντι πικρῶς, καὶ ἐξομολογουμένῳ συμπαθήσας, καὶ προσδεξάμενος τὰ αὐτοῦ δάκρυα· ὁ καὶ τὴν πόρνην δακρύσασαν θερμῶς, καὶ καταβρέξασαν τοὺς ἀχράντους σου πόδας, καὶ ταῖς θριξὶν αὐτῆς ἐκμάξασαν, προσδεξάμενος, καὶ εἰπὼν αὐτῇ· Γύναι, ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου· ὃς τὸν Μανασσῆν, μετανοήσαντα ἐν Βαβυλῶνι, καὶ ἐν χαλκῷ ζωδίῳ ε᾿ξομολογούμενόν σοι, ἐν τῇ Σιὼν πάλιν βασιλέα κατέστησας· ὃς τὸν ἄσωτον, καταδαπανήσαντα πᾶσαν αὐτοῦ τὴν οὐσίαν μετὰ πορνῶν, καὶ τροφὴν δίκην χοίρων διαιτώμενον, ὑποστρέφοντα καλῶς ὑπεδέξω, θύσας τὸν μόσχον τὸν σιτευτόν, καὶ καταφιλήσας αὐτόν, δακτυλίδιον τῇ χειρὶ ἐπεβάλου· ὁ τοῦ τελώνου τὴν μετάνοιαν, καὶ τὴν ταπείνωσιν ὑπὲρ τὴν προσευχὴν τοῦ μεγαλαύχου φαρισαίου ἀναδειξάμενος καὶ δικαιώσας ῥήματι· ὁ καὶ τὴν τοῦ λῃστοῦ μετάνοιαν ἐπὶ τοῦ Σταυροῦ δεξάμενος· ὁ εἰπών· ὁ εἰπών· Ἐξομολογεῖσθε ἀλλήλοις τὰ παραπτώματα ὑμῶν, ἵνα, καθὼς ἐκάλεσας, πιστὸς ὑπάρχων καὶ δίκαιος, ἀφήσῃς ἡμῖν πάντα, καὶ καθαρίσῃς ἡμᾶς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος. Σύ, Κύριε, πανάγαθε καὶ πολυέλεε, συγχώρησον πάντα ὅσα ἐνώπιόν σου τῇ ἐμῇ ἐλαχιστότητι ἐξωμολογήσατο μετὰ συντετριμμένης καρδίας τὸ πνευματικόν μου τέκνον (ὁ δεῖνα) καὶ ἐν τῷ νῦν αἰῶνι καὶ ἐν τῷ μέλλοντι, καὶ ἀκατάκριτον αὐτὸν ἔμπροσθέν σου παρασταθῆναι καταξίωσον, ὁ ὢν εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν.

Εὐχὴ ἑτέρα.

Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ τῷ Πέτρῳ καὶ τῇ πόρνῃ διὰ δακρύων ἄφεσιν ἁμαρτιῶν δωρησάμενος, καὶ τὸν τελώνην τὰ ἴδια ἐπιγνόντα πταίσματα δικαιώσας, πρόσδεξαι τὴν ἐξομολόγησιν τοῦ δούλου σου (τοῦ δεῖνος) καὶ εἴτι ἐπλημμέλησεν ἑκούσιον ἢ ἀκούσιον ἁμάρτημα, ἐν λόγῳ ἢ κατὰ διάνοιαν, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς συγχώρησον. Σύ γὰρ εἶ ὁ μόνος ἐξουσίαν ἔχων ἀφιέναι ἁμαρτίας, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εὐχὴ ἐπὶ τῶν ἐν ἐπιτιμίοις ὄντων καὶ ἑαυτοὺς ὅρκῳ δεσμούντων

Δέσποτα, Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Πατρός, ὁ πάντα δεσμὸν ἁμαρτίας ἡμῶν τῷ σῷ πάθει διαῤῥήξας, καὶ ἐμφυσήσας εἰς τὰ πρόσωπα τῶν σῶν Ἀποστόλων, καὶ εἰπών· «Λάβετε Πνεῦμα ἅγιον· ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται αὐτοῖς· ἄν τινων κρατῆτε, κεκράτηνται»· σύ, Δέσποτα, διὰ τῶν ἁγίων σου Ἀποστόλων ἐχαρίσω τοῖς κατὰ καιρὸν ἱερουργοῦσιν ἐν τῇ ἁγία σου Ἐκκλησίᾳ, ἐπὶ γῆς ἀφιέναι τὰς ἁμαρτίας, καὶ δεσμεῖν καὶ λύειν πάντα σύνδεσμον ἀδικίας. Δεόμεθα οὖν καὶ νῦν ὑπὲρ τοῦ ἀδελφοῦ ἡμῶν (τοῦ δεῖνος) τοῦ παρεστηκότος ἐνώπιόν σου. Ἐπιχορήγησον αὐτῷ τὸ σὸν ἔλεος, διαῤῥήσσων αὐτοῦ τὸν δεσμὸν τῶν ἁμαρτιῶν, εἴτι ἐν ἀγνοίᾳ ἢ ὀλιγωρίᾳ ἐλάλησεν ἢ ὑπὸ μικροψυχίας ἔπραξεν, εἰδὼς τὴν ἀνθρωπίνην ἀσθένειαν, καί, ὡς φιλάνθρωπος καὶ ἀγαθὸς Δεσπότης, πάντα τὰ ἑκούσια καὶ τὰ ἀκούσια ἁμαρτήματα συγχώρησον αὐτῷ· ὅτι σὺ εἶ ὁ λύων τοὺς πεπεδημένους, ὁ ἀνορθῶν τοὺς κατεῤῥαγμένους, ἡ ἐλπὶς τῶν ἀπηλπισμένων, ἡ ἀνάστασις τῶν πεπτωκότων· καὶ τὸν δοῦλόν σου τοῦτον ἐλευθέρωσον ἀπὸ τοῦ δεσμοῦ τῶν ἁμαρτημάτων. Ὅτι δεδόξασταί σου τὸ πανάγιον ὄνομα, σὺν τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εὐχὴ ἐπὶ τῶν ἐξ ἐπιτιμίων λυομένων

Εὔσπλαγχνε, ἀγαθέ, καὶ φιλάνθρωπε Κύριε, ὁ διὰ τοὺς σοὺς οἰκτιρμοὺς ἐξαποστείλας τὸν μονογενῆ σου Υἱὸν εἰς τὸν κόσμον, ἵνα διαῤῥήξῃ τὸ καθ᾿ ἡμῶν χειρόγραφον τῶν πλημμελημάτων, καὶ λύσῃ τὰ δεσμὰ τῶν ὑπὸ τῆς ἁμαρτίας πεπεδημένων, καὶ κηρύξῃ αἰχμαλώτοις ἄφεσιν· σύ, Δέσποτα, καὶ τὸν δοῦλόν σου (τὸν δεῖνα) τῇ σῇ ἀγαθότητι ἐλευθέρωσον τοῦ ἐπικειμένου αὐτῷ δεσμοῦ· καὶ δώρησαι αὐτῷ ἀναμαρτήτως ἐν παντὶ καιρῷ καὶ τόπῳ προσιέναι τῇ σῇ μεγαλειότητι, καὶ μετὰ παῤῥησίας καὶ καθαροῦ συνειδότος αἰτεῖσθαι τὸ παρὰ σοῦ πλούσιον ἔλεος. Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εὐχὴ εἰς λύσιν ἀφορισμοῦ Ἱερέως ἐπὶ κοσμικόν τινα δεσμευθέντα παρ᾿ αὐτοῦ τοῦ Ἱερέως

Τοῦ Κυρίου δεηθῶμεν.

Εὔσπλαγχνε Κύριε, ἀγαθὲ καὶ φιλάνθρωπε, ὁ ἐλθὼν εἰς τὸν κόσμον, ἵνα διαῤῥήξῃς τὸ καθ᾿ ἡμῶν τῶν πλημμελημάτων χειρόγραφον, καὶ λύσῃς τὰ δεσμὰ τῶν ὑπὸ τῆς ἁμαρτίας πεπεδημένων, καὶ κηρύξῃς αἰχμαλώτοις ἄφεσιν· Σύ, Δέσποτα, τὸν παρόντα δοῦλόν σου, ἐν τῇ σῇ ἀγαθότητι, ἐλευθέρωσον τοῦ ἐπικειμένου δεσμοῦ τοῦ ἀφορισμοῦ, καὶ ἄνες αὐτῷ τὸν ἐπιτεθέντα δεσμὸν καὶ ζυγόν, καὶ δώρησαι αὐτῷ τελείαν τὴν συγχώρησιν, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος· καὶ μὴ χωρίσῃς αὐτὸν τῆς ἁγίας σου καθολικῆς καὶ ἀποστολικῆς Ἐκκλησίας, ἀλλὰ σύναψον αὐτὸν τῇ καθαρᾷ σου ποίμνῃ τῶν προβάτων, καὶ ἀξίωσον αὐτὸν πάλιν τῆς βασιλείας σου γενέσθαι κληρονόμον. Ὅτι σὺ εἶπας· «Οὐ θελήσει θέλω τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν», καὶ δώρησαι αὐτῷ ἀναμαρτήτως πορεύεσθαι, καὶ ἀξίωσον αὐτὸν μεταλαβεῖν τοῦ ἀχράντου Σώματός σου καὶ τοῦ τιμίου Αἵματος τῆς οἰκονομίας σου, διὰ πρεσβειῶν τῆς ὑπεράγνου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, τοῦ τιμίου προφήτου, προδρόμου, καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων καὶ πανευφήμων Ἀποστόλων, καὶ πάντων σου τῶν ἁγίων· Παρακλήθητι, Κύριε, καὶ συγχώρησον αὐτῷ τελείαν συγχώρησιν, καὶ παντὸς δεσμοῦ λῦσον, πᾶσαν κατάραν καὶ ἀφορισμὸν ἄκυρον αὐτῷ ποίησον· καὶ δώρησαι αὐτῷ μετὰ παῤῥησίας καὶ καθαροῦ συνειδότος προσιέναι τῇ σῇ μεγαλειότητι, καὶ αἰτεῖσθαι παρὰ σοῦ τὰ ἐλέη σου τὰ πλούσια· ὅτι φιλάνθρωπος καὶ οἰκτίρμων ὑπάρχεις, Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ πρέπει δόξα εἰς τοὺς αἰῶνα. Ἀμήν.

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΑΓΙΟΥ ΕΛΑΙΟΥ ἤτοι ΤΟΥ ΕΥΧΕΛΑΙΟΥ

ψαλλομένη ὑπὸ ἑπτὰ Ἱερέων, ἐν Ἐκκλησίᾳ ἤ ἐν Οἴκῳ.

Συναχθέντων τῶν ἑπτὰ Πρεσβυτέρων, προτίθεται ἐν μέσῳ τετράπους καὶ ἐπάνω αὐτοῦ ἡ εἰκὼν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἢ τῆς Δεσποίνης ἡμῶν Θεοτόκου ἢ ἄλλη τις, σκεῦός τι ἔχον σῖτον ἢ ἄλευρον, καὶ ἐν τῷ μέσῳ τοῦ σίτου τίθεται κανδήλα μετὰ οἴνου καὶ ἐλαίου, καὶ ἄρχεται ἡ Ἀκολουθία.

Ὁ πρῶτος τῇ τάξει τῶν Ἱερέων· Εὐλογητὸς ὁ Θεός ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ Διάκονος ἢ ὁ Ἀναγνώστης· Ἀμήν.

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς (γ´). Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.

Δόξα. Καὶ νῦν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς· ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς· τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὁ Ἱερεύς· Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ Διάκονος· Ἀμήν. Κύριε, ἐλέησον (ιβ´). Δόξα. Καὶ νῦν. Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ Βασιλεῖ ἡμῶν Θεῷ. Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ τῷ Βασιλεῖ ἡμῶν Θεῷ. Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ τῷ Βασιλεῖ καὶ Θεῷ ἡμῶν.

Ψαλμός ρμβ´ (142)

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου· ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου· ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ᾿ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου· ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε· ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μοι τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν, ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε· πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με· ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τήν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου· καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Εἶτα ἡ μικρὰ Συναπτή·

Ὁ Διάκονος· Ἐλέησον ἡμᾶς ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου· δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.

Ἔτι δεόμεθα ὑπὲρ τοῦ δούλου τοῦ Θεοῦ (τοῦδε) καὶ ὑπὲρ τοῦ ἐλθεῖν ἐπ᾿ αὐτὸν τὴν χάριν τοῦ Ἁγίου σου Πνεύματος.

Ὁ Ἱερεύς· Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Μετὰ ταύτην ψάλλεται εἰς ἦχον πλ. β´, τό· Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.

Στίχ. Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με.

Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.

Στίχ. Ἐλέησόν με, Κύριε, ὅτι ἀσθενής εἰμι.

Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.

Εἶτα τὰ Τροπάρια· Ἦχος πλ. β´.

Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς· πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν· ἐλέησον ἡμᾶς.

Δόξα.

Κύριε, ἐλέησον ἡμᾶς· ἐπὶ σοὶ γὰρ πεποίθαμεν· μὴ ὀργισθῇς ἡμῖν σφόδρα, μηδὲ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν· ἀλλ᾿ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαγχνος, καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν· σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου· πάντες ἔργα χειρῶν σου, καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.

Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε· ἐλπίζοντες εἰς σέ, μὴ ἀστοχήσωμεν· ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων· Σὺ γὰρ εἶ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Εἶθ᾿ οὕτω·

Ψαλμὸς ν´ (50)

Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τό πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπί πλεῖον πλῦνόν με ἀπό τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπό τῶν ἁμαρτιῶν μου, καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τήν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·

«Εὐχῆς ἐλαίου ψαλμὸς ἐξ Ἀρσενίου».

Στίχον δὲ λέγομεν ἐν ἑκάστῳ τροπαρίῳ.

Δέσποτα Χριστέ, ἐλέησον τὸν δοῦλόν σου.

Ἦχος δ´. ᾨδὴ α´. Θαλάσσης.

Ἐλαίῳ, τῆς εὐσπλαγχνίας Δέσποτα, ὁ ἱλαρύνων ἀεί, ψυχάς ὁμοῦ καὶ σώματα βροτῶν, καὶ φρουρῶν ἐν Ἐλαίῳ πιστούς· αὐτός καὶ νῦν οἰκτείρησον, τοὺς δι᾿ Ἐλαίου προσιόντας σοι.

Ὑπάρχει, σοῦ τοῦ ἐλέους Δέσποτα, πλήρης ἡ σύμπασα γῆ· ὅθεν Ἐλαίῳ θείῳ θείῳ μυστικῶς, οἱ χριόμενοι σήμερον, τὸν ὑπὲρ νοῦν σου ἔλεον, πιστῶς αἰτοῦμέν σε δοθῆναι ἡμῖν.

Χρισμόν σου, τὸν ἱερόν, Φιλάνθρωπε, ὁ Ἀποστόλοις τοῖς σοῖς, ἐπ᾿ ἀσθενοῦσι δούλοις σου τελεῖν, συμπαθῶς ἐντειλάμενος, ταῖς δι᾿ αὐτῶν ἐντεύξεσι, πάντας σφραγῖδι σου ἐλέησον.

Θεοτοκίον.

Ἡ μόνη, τό τῆς εἰρήνης πέλαγος, Ἁγνή, πλουτήσασα, ταῖς πρὸς Θεὸν πρεσβείαις σου ἀεί, νοσημάτων καὶ θλίψεων, τὸν σὸν οἰκέτην λύτρωσαι, ὅπως ἀπαύστως μεγαλύνῃ σε.

ᾨδὴ γ´. Εὐφραίνεται ἐπὶ σοί.

Σὺ μόνος ὢν θαυμαστός, καὶ ἐν ἀνθρώποις τοῖς πιστοῖς ἵλεως, τῷ ἀσθενοῦντι δεινῶς, δός, Χριστὲ τὴν χάριν σου ἄνωθεν.

Ἐλαίας κάρφος ποτέ, πρὸς ἀνοχὴν κατακλυσμοῦ θείᾳ σου, δείξας ῥοπῇ, Κύριε, σῶσον ἐν ἐλέει τόν κάμνοντα.

Λαμπάδι θείᾳ φωτός, ἐν τῷ ἐλέει σου, Χριστέ, φαίδρυνον, τὸν ἐν τῇ χρίσει καὶ νῦν, πίστει τοῦ ἐλέους σου σπεύδοντα.

Θεοτοκίον.

Ἐπίβλεψον εὐμενῶς, Μήτηρ τοῦ πάντων Ποιητοῦ ἄνωθεν, καὶ τὴν πικρὰν κάκωσιν, λῦσον τοῦ νοσοῦντος πρεσβείαις σου.

Κάθισμα. Ἦχος πλ. δ´. Αὐλῶν ποιμενικῶν.

Ὡς θεῖος ποταμός, τοῦ ἐλέους ὑπάρχων, ὡς ἄβυσσος πολλῆς, συμπαθείας Οἰκτίρμον, δεῖξον τοῦ σοῦ ἐλέους τά θεῖα ῥεῖθρα, καὶ πάντας ἴασαι· βλῦσον τὰς τῶν θαυμάτων πηγὰς ἀφθόνως, καὶ πλῦνον ἅπαντας· σοὶ γὰρ ἀεὶ προστρέχοντες θερμῶς, τὴν χάριν ἐξαιτούμεθα.

Ἕτερον. Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Ὁ ἰατρός καὶ βοηθὸς τῶν ἐν πόνοις, ὁ λυτρωτής τε καὶ Σωτὴρ τῶν ἐν νόσοις, αὐτὸς τῶν ὅλων Δέσποτα καὶ Κύριε, δώρησαι τὴν ἴασιν, τῷ νοσοῦντί σου δούλῳ, οἴκτειρον, ἐλέησον, τὸν πολλά ἐπταικότα, καὶ τῶν σφαλμάτων λύτρωσαι, Χριστέ, ὅπως δοξάζῃ τὴν θείαν σου δύναμιν.

ᾨδή δ´. Ἐπαρθέντα σε ἰδοῦσα.

Ἀδιάφθορον ὡς μύρον, Σωτήρ, ὑπάρχων, τὸ κενωθὲν ἐν χάριτι, καὶ κόσμον καθαῖρον, οἴκτειρον, ἐλέησον τὸν τῇ θείᾳ πίστει σου, μώλωπας σαρκὸς ἐπαλείφοντα.

Ἱλαρότητι σφραγῖδος τοῦ σοῦ ἐλέους, νῦν τὰς αἰσθήσεις Δέσποτα, σφραγίσας σοῦ δούλου, ἄβατον, ἀπρόσιτον, τὴν εἴσοδον ποίησον, πάσαις ἐναντίαις δυνάμεσιν.

Ὁ προσκαλεῖσθαι κελεύων τοὺς ἀσθενοῦντας, ἱερουργοὺς ἐνθέους σου, καὶ τούτων ἐντεύξει, καὶ χρίσει Ἐλαίου σου, Φιλάνθρωπε σώζεσθαι, σῶσον σῷ ἐλέει τὸν κάμνοντα.

Θεοτοκίον.

Θεοτόκε ἀειπάρθενε Παναγία, σκέπη στεῤῥὰ καὶ φύλαξ μου, λιμήν τε καὶ τεῖχος, κλῖμαξ καὶ προπύργιον, ἐλέησον οἴκτειρον· πρὸς σὲ γὰρ καὶ μόνην κατέφυγον.

ᾨδὴ ε´. Σὺ Κύριέ μου φῶς.

Ὑπάρχων Ἀγαθέ, τοῦ ἐλέους ἡ ἄβυσσος, ἐλέησον Ἐλεῆμον, σοῦ τῷ θείῳ Ἐλαίῳ, τὸν κάμνοντα, ὡς εὔσπλαγχνος.

Ψυχὰς ἡμῶν Χριστέ, καὶ τὰ σώματα ἄνωθεν, σφραγῖδός σου θείῳ τύπῳ, ἁγιάσας ἀφράστως, χειρί σου πάντας ἴασαι.

Ἀφάτῳ σου στοργῇ, ὑπεράγαθε Κύριε, δεξάμενος τὰς τοῦ μύρου, διὰ πόρνης ἀλείψεις, οἰκτείρησον τὸν δοῦλόν σου.

Θεοτοκίον.

Πανύμνητε ἁγνή, ὑπεράγαθε, Δέσποινα, ἐλέησον τοὺς τῷ θείῳ, χριομένους ἐλαίῳ, καὶ σῶσον τὸν οἰκέτην σου.

ᾨδὴ ς´. Θύσω σοι, μετὰ φωνῆς.

Λόγοις σου, ὁ δι᾿ Ἐλαίου δείξας, Φιλάνθρωπε, ἐν βασιλεῦσι τήν χρῆσιν, καὶ Ἀρχιερεῦσι ταύτην τελέσας, σφραγισμῷ σου, καὶ τὸν πάσχοντα σῶσον, ὡς εὔσπλαγχνος.

Μέθεξις, μὴ ἐκ πικρῶν δαιμόνων ἐφάψοιτο, τοῦ ἐπ᾿ ἀλείψει ἐνθέῳ, τὰς αἰσθήσεις Σῶτερ, σημειουμένου, ἀλλ᾿ ἐν σκέπῃ περιτείχισον τοῦτον τῆς δόξης σου.

Ὄρεξον, χεῖρα τὴν σὴν ἐξ ὕψους Φιλάνθρωπε, καὶ σοῦ τὸ Ἔλαιον, Σῶτερ, ἁγιάσας δίδου, τῷ σῷ οἰκέτῃ εἰς ὑγείαν, καὶ νοσημάτων πάντων ἐκλύτρωσιν.

Θεοτοκίον.

Πέφηνας, ἐν τῷ Θεοῦ σου οἴκῳ κατάκαρπος, Μήτηρ τοῦ Κτίστου ἐλαία, δι᾿ ἧς πλήρης ὤφθη κόσμος ἐλέους· ὅθεν σῶζε, πρεσβειῶν ἐπαφῇ σου τὸν κάμνοντα.

Κοντάκιον.

Ἦχος β´. Τὰ ἄνω ζητῶν.

Ἐλέους πηγὴ ὑπάρχων, ὑπεράγαθε, τοὺς πίστει θερμῇ, ἐλέει τῷ ἀφάτῳ σου, προσπεσόντας εὔσπλαγχνε, ἐκ παντοίας λύτρωσαι κακώσεως, καὶ τὰς αὐτῶν νόσους ἀράμενος, παράσχου τὴν θείαν χάριν ἄνωθεν.

ᾨδὴ ζ´. Ἐν τῇ καμίνῳ Ἀβραμιαῖοι.

Σὺ ἐν ἐλέει καὶ οἰκτιρμοῖς σου, Σῶτερ, μόνος Θεός, πάντων ἰατρεύων πάθη τε τῶν ψυχῶν καὶ σωμάτων τὰ συντρίμματα, αὐτὸς θεράπευσον, καὶ τὸν ἐν νόσοις πάσχοντα εὔσπλαγχνε.

Ἐν τῷ λιπαίνειν Ἐλαίου χρίσει, πάντων τὰς κεφαλάς, δίδου εὐφροσύνης τούτῳ τὴν χαρμονήν, τῷ τὸν ἔλεον ζητοῦντί σου, τῆς ἐκλυτρώσεως, τῷ πλουσίῳ ἐλέει σου Κύριε.

Ξίφος ὑπάρχει κατὰ δαιμόνων, Σῶτερ σοῦ ἡ σφραγίς· πῦρ τε ἀναλίσκον πάθη τὰ τῶν ψυχῶν, Ἱερέων ταῖς ἐντεύξεσιν· ὅθεν τὴν ἴασιν, οἱ δεδεγμένοι πίστει ὑμνοῦμέν σε.

Θεοτοκίον.

Σὺ τὸν κρατοῦντα ἐν δρακὶ πάντα, Μήτηρ Θεοῦ, ἔνδον ἐν κοιλίᾳ σχοῦσα θεοπρεπῶς, καὶ ἀφράστως σωματώσασα, ὑπὲρ τοῦ κάμνοντος, ἐξιλέωσαι τοῦτον δεόμεθα.

ᾨδὴ η´. Χεῖρας ἐκπετάσας Δανιήλ.

Ἅπαντας ἐλέησον Σωτήρ, κατὰ τὸ μέγα σου καὶ θεῖον ἔλεος· τούτου τὸν τύπον γὰρ Δέσποτα, μυστικῶς ὑπαινιττόμενοι, τὴν δι᾿ Ἐλαίου ἱεροῦ χρῖσιν προσάγομεν, τοῖς νοσοῦσιν· οὕς περ δυνάμει, τῇ σῇ πάντας ἴασαι.

Ῥείθροις τοῦ ἐλέους σου Χριστέ, καὶ ἐπαλείμμασι τῶν Ἱερέων σου, πλῦνον ὡς εὔσπλαγχνος, Κύριε, τὰς ὀδύνας καὶ τὰ τραύματα, καὶ ἀλγεινῶν ἐπιφοράς, τοῦ ἐν ἀνάγκαις παθῶν τρυχομένου, ὅπως καθάρσει τῇ σῇ, τύχῃ ῥώσεως.

Σύμβολον τῆς ἄνωθεν ῥοπῆς, καὶ ἱλαρότητος Ἔλαιον, θεῖον ἡμῖν τοῖς διαγράφουσι, Δέσποτα, μὴ μακρύνης σου τὸ ἔλεος, μηδὲ παρίδῃς τοὺς πιστῶς ἀεὶ κραυγάζοντας· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Θεοτοκίον.

Ἔνδοξον ὡς στέφανον, Ἁγνή, ἡ φύσις εἴληφε τὸν θεῖον τόκον σου, ἐχθρῶν ἀπείργοντα φάλαγγας, καὶ νικῶντα κατὰ κράτος αὐτούς· διὸ χαρίτων σου φαιδραῖς, καταστεφόμενοι ἀγλαΐαις, σὲ ἀνυμνοῦμεν πανύμνητε Δέσποινα.

ᾨδὴ θ´. Λίθος ἀχειρότμητος ὄρους.

Νεῦσον οὐρανόθεν, Οἰκτίρμον, δεῖξόν σου τὸ ἔλεος πᾶσι· δὸς νῦν τὴν ἀντίληψιν τὴν σήν, καὶ τὴν ἰσχύν σου τῷ προσιόντι σοι, διὰ τοῦ θείου χρίσματος, τῶν Ἱερέων σου, φιλάνθρωπε.

Ἴδομεν, πανάγαθε Σῶτερ, ἀγαλλιώμενοι τό θεῖον, ἔλαιον ῥοπῇ σου ἐνθέῳ, ὑπὲρ μετόχους, ὅπερ προσείληφας, καὶ τυπικῶς μετέδωκας, λουτροῦ τοῦ θείου τοῖς μετέχουσιν.

Οἴκτειρον ἐλέησον Σῶτερ, ῥῦσαι δεινῶν καὶ ἀλγηδόνων, λύτρωσαι βελῶν τοῦ πονηροῦ, τοὺς σοὺς οἰκέτας, ψυχὰς καὶ σώματα, ὡς ἐλεήμων Κύριος, χάριτι θείᾳ ἐξιώμενος.

Θεοτοκίον.

Ὕμνους καὶ δεήσεις, Παρθένε, προσδεχομένη τῶν σῶν δούλων, ῥῦσαι χαλεπῶν παθημάτων, καὶ ἀλγηδόνων ταῖς ἱκεσίαις σου, τὸν δι᾿ ἡμῶν Πανάχραντε, τῇ θείᾳ σκέπῃ σου προστρέχοντα.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Ἐξαποστειλάριον. Ἐπεσκέψατο ἡμᾶς.

Ἐν ἐλέει, Ἀγαθέ, ἐπίβλεψον σῷ ὄμματι, ἐπὶ τὴν δέησιν ἡμῶν, τῶν συνελθόντων ἐν τῷ Ναῷ σου, τῷ ἁγίῳ σήμερον, χρῖσαι θείῳ Ἐλαίῳ, νοσοῦντας τοὺς δούλους σου.

Εἰς τοὺς Αἴνους. Στιχηρὰ Προσόμοια.

Ἦχος δ´. Ἔδωκας σημείωσιν.

Ἔδωκας τὴν χάριν σου, διὰ τῶν σῶν εὐδιάλλακτε, Ἀποστόλων Φιλάνθρωπε, ἐλαίῳ ἁγίῳ σου, θεραπεύειν πάντων, πληγάς τε καὶ νόσους· διὸ ἐλαίῳ σου πιστῶς, τὸν προσιόντα καὶ νῦν ὡς εὔσπλαγχνος, ἁγίασον ἐλέησον, παντοίας νόσου καθάρισον, καὶ τρυφῆς τῆς ἀφθάρτου σου, καταξίωσον Κύριε.

Βλέψον ἀκατάληπτε, ἐξ οὐρανόθεν ὡς εὔσπλαγχνος, ἐν χειρί ἀοράτῳ σου, σφραγίσας Φιλάνθρωπε, τὰς ἡμῶν αἰσθήσεις, Ἐλαίῳ σου θείῳ, τὸν προσδραμόντα σοι πιστῶς, καὶ ἐξαιτοῦντα πταισμάτων ἄφεσιν· καὶ δώρησαι τὴν ἴασιν, τὴν τῆς ψυχῆς καὶ τοῦ σώματος, ἵνα πόθῳ δοξάζῃ σε, μεγαλύνων τὸ κράτος σου.

Χρίσει τοῦ ἐλέους σου, καὶ Ἱερέων Φιλάνθρωπε, ἐπαφῇ τοὺς οἰκέτας σου, ἁγίασον ἄνωθεν, νοσημάτων ῥῦσαι, ψυχῆς τε τὸν ῥύπον, κάθαρον ἔκπλυνον Σωτήρ, καὶ πολυπλόκων σκανδάλων λύτρωσαι· τοὺς πόνους παραμύθησαι, τὰς περιστάσεις ἐκδίωξον, καὶ τὰς θλίψεις ἀφάνισον, ὡς οἰκτίρμων καὶ εὔσπλαγχνος.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Σὲ τὸ καθαρώτατον, τοῦ βασιλέως παλάτιον, δυσωπῶ πολυΰμνητε· τὸν νοῦν μου καθάρισον, τὸν ἐσπιλωμένον, πάσαις ἁμαρτίαις, καὶ καταγώγιον τερπνόν, τῆς ὑπερθέου Τριάδος ποίησον· ὅπως τὴν δυναστείαν σου, καὶ τὸ ἀμέτρητον ἔλεος, μεγαλύνω σωζόμενος, ὁ ἀχρεῖος οἰκέτης σου.

Τρισάγιον· Δόξα. Καὶ νῦν. Παναγία Τριάς. Κύριε, ἐλέησον (γ´). Δόξα. Καὶ νῦν. Πάτερ ἡμῶν. Ὅτι σοῦ ἐστιν.

Τροπάριον. Ἦχος δ´. Ταχύ προκατάλαβε.

Ταχὺς εἰς ἀντίληψιν, μόνος ὑπάρχων Χριστέ, ταχεῖαν τὴν ἄνωθεν, δεῖξον ἐπίσκεψιν, τοῖς πάσχουσι δούλοις σου· λύτρωσαι νοσημάτων, καὶ πικρῶν ἀλγηδόνων· ἔγειρον τοῦ ὑμνεῖν σε, καὶ δοξάζειν ἀπαύστως· πρεσβείαις τῆς Θεοτόκου, μόνε φιλάνθρωπε.

Καὶ εὐθὺς τὴν Συναπτὴν ὁ Διάκονος, ἢ ἐλλείποντος τούτου, ὁ πρῶτος τῶν Ἱερέων·

Ἐν εἰρήνῃ, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τῆς ἄνωθεν εἰρήνης καὶ τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν, καὶ τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου δεηθῶμεν.

[Ὑπὲρ τοῦ ἁγίου Οἴκου τούτου, καὶ τῶν μετά πίστεως, εὐλαβείας καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν].

Ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (τοῦ δεῖνος), τοῦ τιμίου πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας, παντὸς τοῦ κλήρου καὶ τοῦ λαοῦ, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τοῦ περιεστῶτος λαοῦ, τοῦ ἀπεκδεχομένου τὴν χάριν τοῦ Ἁγίου Πνεύματος, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τοῦ εὐλογηθῆναι τὸ Ἔλαιον τοῦτο, τῇ ἐπιφοιτήσει καὶ δυνάμει καὶ ἐνεργείᾳ τοῦ Ἁγίου Πνεύματος, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τοῦ δούλου τοῦ Θεοῦ (τοῦ δεῖνος), καὶ τῆς ἐν Θεῷ ἐπισκέψεως αὐτοῦ, καὶ ὑπὲρ τοῦ ἐλθεῖν ἐπ᾿ αὐτὸν τὴν χάριν τοῦ Ἁγίου Πνεύματος, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τοῦ ῥυσθῆναι αὐτόν τε καὶ ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον, καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.

Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου Δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Ὁ Ἱερεύς ἐκφώνως· Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εἶτα ὁ Ἱερεύς λέγει τὴν Εὐχὴν τοῦ Ἐλαίου ἀπέναντι τῆς κανδήλας.

Ὁ Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.

Ὁ Ἱερεύς·

Κύριε, ὁ ἐν τῷ ἐλέει καὶ τοῖς οἰκτιρμοῖς σου ἰώμενος τὰ συντρίμματα τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν· αὐτός, Δέσποτα, ἁγίασον καὶ τὸ Ἔλαιον τοῦτο, ὥστε γενέσθαι τοῖς χριομένοις ἐξ αὐτοῦ εἰς θεραπείαν καὶ ἀπαλλαγὴν παντὸς πάθους, νόσου σωματικῆς, μολυσμοῦ σαρκὸς καὶ πνεύματος, καὶ παντὸς κακοῦ· ἵνα καὶ ἐν τούτῳ δοξασθῇ σου τὸ πανάγιον ὄνομα τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ἐν ὅσῳ δὲ λέγεται ἡ Εὐχὴ παρὰ τοῦ Ἱερέως, ψάλλονται τὰ Τροπάρια ταῦτα.

Ἦχος δ´. Ταχὺ προκατάλαβε.

Ταχὺς εἰς ἀντίληψιν, μόνος ὑπάρχων Χριστέ, ταχεῖαν τὴν ἄνωθεν, δεῖξον ἐπίσκεψιν, τοῖς πάσχουσι δούλοις σου· λύτρωσαι νοσημάτων, καὶ πικρῶν ἀλγηδόνων· ἔγειρον τοῦ ὑμνεῖν σε, καὶ δοξάζειν ἀπαύστως· πρεσβείαις τῆς Θεοτόκου, μόνε φιλάνθρωπε.

Ἦχος δ´. Ἐπεφάνης σήμερον.

Τῆς ψυχῆς τὰ ὄμματα, πεπηρωμένος, σοὶ Χριστὲ προσέρχομαι, ὡς ὁ Τυφλὸς ἐκ γενετῆς, ἐν μετανοίᾳ κραυγάζων σοι· Σὺ τῶν ἐν σκότει τὸ φῶς τὸ ὑπέρλαμπρον.

Ἦχος γ´. Ἡ Παρθένος σήμερον.

Τὴν ψυχήν μου, Κύριε, ἐν ἁμαρτίαις παντοίαις, καὶ ἀτόποις πράξεσι, δεινῶς παραλελυμένην, ἔγειρον τῇ θεϊκῇ σου ἐπιστασίᾳ, ὥσπερ καὶ τὸν Παράλυτον ἤγειρας πάλαι, ἵνα κράζω σεσωσμένος· Οἰκτίρμον δόξα, Χριστέ, τῷ κράτει σου.

Ἦχος πλ. δ´.

Ὡς τοῦ Κυρίου μαθητής, ἀνεδέξω δίκαιε τό Εὐαγγέλιον· ὡς Μάρτυς ἔχεις τό ἀπαράτρεπτον· τὴν παῤῥησίαν ὡς Ἀδελφόθεος, τὸ πρεσβεύειν ὡς Ἱεράρχης. Ἱκέτευε Χριστὸν τὸν Θεόν, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Ὁ τοῦ Πατρὸς μονογενὴς Θεὸς Λόγος, ἐπιδημήσας πρὸς ἡμᾶς ἐπ᾿ ἐσχάτων, τῶν ἡμερῶν Ἰάκωβε θεσπέσιε, πρῶτόν σε ἀνέδειξε τῶν Ἱεροσολύμων, ποιμένα καὶ διδάσκαλον, καὶ πιστὸν οἰκονόμον, τῶν Μυστηρίων τῶν πνευματικῶν· ὅθεν σε πάντες τιμῶμεν Ἀπόστολε.

Ἦχος γ´. Ἡ Παρθένος σήμερον.

Ἐν τοῖς Μύροις Ἅγιε, ἱερουργὸς ἀνεδείχθης· τοῦ Χριστοῦ γὰρ ὅσιε, τὸ Εὐαγγέλιον πληρώσας, ἔθηκας τὴν ψυχήν σου ὑπὲρ λαοῦ σου, ἔσωσας τοὺς ἀθώους ἐκ τοῦ θανάτου· διὰ τοῦτο ἡγιάσθης, ὡς μέγας μύστης Θεοῦ τῆς χάριτος.

Ἦχος γ´. Θείας πίστεως.

Μέγαν εὕρατο ἐν τοῖς κινδύνοις, σὲ ὑπέρμαχον ἡ οἰκουμένη, Ἀθλοφόρε τὰ ἔθνη τροπούμενον. Ὡς οὖν Λυαίου καθεῖλες τὴν ἔπαρσιν, ἐν τῷ σταδίῳ θαῤῥύνας τὸν Νέστορα, οὕτως Ἅγιε, Μεγαλομάρτυς Δημήτριε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Ἦχος γ´.

Ἀθλοφόρε ἅγιε καὶ ἰαματικὲ Παντελεῆμον, πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.

Ἦχος πλ. δ´.

Ἅγιοι Ἀνάργυροι καὶ θαυματουργοί, ἐπισκέψασθε τὰς ἀσθενείας ἡμῶν· δωρεὰν ἐλάβετε, δωρεὰν δότε ἡμῖν.

Ἦχος β´.

Τὰ μεγαλεῖά σου, Παρθένε, τίς διηγήσεται; Βρύεις γὰρ θαύματα, καὶ πηγάζεις ἰάματα, καὶ πρεσβεύεις ὑπὲρ τῶν ψυχῶν ἡμῶν, ὡς Θεολόγος καὶ φίλος Χριστοῦ.

Ἦχος β´.

Πρεσβεία θερμή, καὶ τεῖχος ἀπροσμάχητον, ἐλέους πηγή, τοῦ κόσμου καταφύγιον, ἐκτενῶς βοῶμέν σοι· Θεοτόκε Δέσποινα πρόφθασον, καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, ἡ μόνη ταχέως προστατεύουσα.

Ὁ Ἀπόστολος, λεγόμενος παρὰ τοῦ Διακόνου.

ΑΠΟΣΤΟΛΟΣ Α´.

Προκείμενον. Ἦχος α´.

Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ᾿ ἡμᾶς. Στίχ. Ἀγαλλιᾶσθε δίκαιοι ἐν Κυρίῳ.

Καθολικῆς Ἐπιστολῆς Ἰακώβου τὸ Ἀνάγνωσμα. (Κεφ. ε´ 10–16)

Ἀδελφοί, ὑπόδειγμα λάβετε τῆς κακοπαθείας καὶ τῆς μακροθυμίας τοὺς Προφήτας, οἳ ἐλάλησαν ἐν τῷ ὀνόματι Κυρίου. Ἰδοὺ μακαρίζομεν τοὺς ὑπομένοντας· τὴν ὑπομονὴν Ἰὼβ ἠκούσατε, καὶ τὸ τέλος Κυρίου εἴδετε, ὅτι πολυεύσπλαγχνός ἐστιν ὁ Κύριος καὶ οἰκτίρμων. Πρὸ πάντων δέ, ἀδελφοί μου, μὴ ὀμνύετε μήτε τὸν οὐρανόν, μήτε τὴν γῆν, μήτε ἄλλον τινὰ ὅρκον· ἤτω δὲ ἡμῶν τὸ ναὶ ναί· καὶ τὸ οὔ, οὔ, ἵνα μὴ εἰς ὑπόκρισιν πέσητε. Κακοπαθεῖ τις ἐν ὑμῖν; προσευχέσθω· εὐθυμεῖ τις; ψαλλέτω· ἀσθενεῖ τις ἐν ὑμῖν; προσκαλεσάσθω τοὺς πρεσβυτέρους τῆς Ἐκκλησίας, καὶ προσευξάσθωσαν ἐπ᾿ αὐτόν, ἀλείψαντες αὐτὸν ἐλαίῳ ἐν τῷ ὀνόματι τοῦ Κυρίου· καὶ ἡ εὐχὴ τῆς πίστεως σώσει τόν κάμνοντα, καὶ ἐγερεῖ αὐτὸν ὁ Κύριος· κἂν ἁμαρτίας ᾖ πεποιηκώς, ἀφεθήσεται αὐτῷ. Ἐξομολογεῖσθε ἀλλήλοις τά παραπτώματα, καὶ εὔχεσθε ὑπὲρ ἀλλήλων, ὅπως ἰαθῆτε· πολὺ ἰσχύει δέησις δικαίου ἐνεργουμένη.

Ἀλληλούϊα. Ἦχος πλ. δ´.Ἔλεος καὶ κρίσιν ᾄσομαί σοι, Κύριε.

ΕΥΑΓΓΕΛΙΟΝ Α´.

Ὁ Διάκονος· Σοφία· ὀρθοί· ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.

Ὁ Ἱερεύς· Εἰρήνη πᾶσι.

Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ Ἀνάγνωσμα. (Κεφ. ι´ 25–37)

Ὁ Διάκονος· Πρόσχωμεν.

Ὁ Ἱερεύς·

Τῷ καιρῷ ἐκείνῳ, νομικός τις προσῆλθε τῷ Ἰησοῦ, πειράζων αὐτόν καὶ λέγων· Διδάσκαλε, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; Ὁ δὲ εἶπε πρὸς αὐτόν· Ἐν τῷ νόμῳ τί γέγραπται; πῶς ἀναγινώσκεις; Ὁ δὲ ἀποκριθείς, εἶπεν· Ἀγαπήσεις Κύριον τὸν Θεόν σου· ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης τῆς ψυχῆς σου, καὶ ἐξ ὅλης τῆς ἰσχύος σου, καὶ ἐξ ὅλης τῆς διανοίας σου, καὶ τὸν πλησίον σου ὡς σεαυτόν. Εἶπε δὲ αὐτῷ· Ὀρθῶς ἀπεκρίθης· τοῦτο ποίει καὶ ζήσῃ. Ὁ δὲ θέλων δικαιοῦν ἑαυτόν, εἶπε πρὸς τὸν Ἰησοῦν· Καὶ τίς ἐστί μου πλησίον; Ὑπολαβὼν δὲ ὁ Ἰησοῦς εἶπεν· Ἄνθρωπός τις κατέβαινεν ἀπὸ Ἱερουσαλὴμ εἰς Ἱεριχὼ καὶ λησταῖς περιέπεσεν· οἳ καὶ ἐκδύσαντες αὐτόν, καὶ πληγὰς ἐπιθέντες, ἀπῆλθον, ἀφέντες ἡμιθανῆ τυγχάνοντα. Κατά συγκυρίαν δὲ Ἱερεύς τις κατέβαινεν ἐν τῇ ὁδῷ ἐκείνῃ· καὶ ἰδὼν αὐτόν, ἀντιπαρῆλθεν. Ὁμοίως δὲ καὶ Λευΐτης, γενόμενος κατὰ τὸν τόπον, ἐλθὼν καὶ ἰδών, ἀντιπαρῆλθε. Σαμαρείτης δέ τις ὁδεύων, ἦλθε κατ᾿ αὐτόν, καὶ ἰδὼν αὐτόν, εὐσπλαγχνίσθη. Καὶ προσελθὼν κατέδησε τὰ τραύματα αὐτοῦ ἐπιχέων ἔλαιον καὶ οἶνον· ἐπιβιβάσας δὲ αὐτὸν ἐπὶ τὸ ἴδιον κτῆνος, ἤγαγεν αὐτὸν εἰς πανδοχεῖον, καὶ ἐπεμελήθη αὐτοῦ. Καὶ ἐπὶ τὴν αὔριον ἐξελθών, ἐκβαλὼν δύο δηνάρια, ἔδωκε τῷ πανδοχεῖ καὶ εἶπεν αὐτῷ· Ἐπιμελήθητι αὐτοῦ· καὶ ὅ,τι ἂν προσδαπανήσῃς, ἐγὼ ἐν τῷ ἐπανέρχεσθαί με ἀποδώσω σοι. Τίς οὖν τούτων τῶν τριῶν πλησίον δοκεῖ σοι γεγονέναι τοῦ ἐμπεσόντος εἰς τοὺς λῃστάς; Ὁ δὲ εἶπεν· Ὁ ποιήσας τὸ ἔλεος μετ᾿ αὐτοῦ. Εἶπεν οὖν αὐτῷ ὁ Ἰησοῦς· Πορεύου καὶ σὺ ποίει ὁμοίως.

Εἶτα ὁ Διάκονος· Ἐλέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.

Ἔτι δεόμεθα, ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τοῦ δούλου τοῦ Θεοῦ (τοῦδε) καὶ ὑπὲρ τοῦ συγχωρηθῆναι αὐτῷ πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον.

Ὁ Ἱερεύς· Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν Δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ὁ Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.

Καὶ ὁ πρῶτος τῇ τάξει Ἱερεύς, λέγει τὴν Εὐχήν·

Ἄναρχε, ἀδιάδοχε, Ἅγιε ἁγίων, ὁ τὸν μονογενῆ σου Υἱὸν ἐξαποστείλας, ἰώμενον πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, κατάπεμψον τὸ Ἅγιόν σου Πνεῦμα, καὶ ἁγίασον τὸ Ἔλαιον τοῦτο· καὶ ποίησον αὐτὸ χριομένῳ τῷ σῷ δούλῳ (τῷ δε), εἰς τελείαν ἀπολύτρωσιν τῶν ἁμαρτιῶν αὐτοῦ, εἰς Βασιλείας οὐρανῶν κληρονομίαν (Ἰστέον, ὅτι τινὲς τὴν Εὐχὴν ταύτην ἕως ᾧδε μόνον λέγουσι, μετὰ τῆς ἐκφωνήσεως· Σὸν γάρ ἐστι τὸ ἐλεεῖν..., τινὲς δὲ ἕως τέλους). Σὺ γὰρ εἶ ὁ Θεός, ὁ μέγας καὶ θαυμαστός, ὁ φυλάσσων τὴν διαθήκην σου καὶ τὸ ἔλεός σου τοῖς ἀγαπῶσί σε· ὁ διδοὺς λύτρωσιν ἁμαρτιῶν διὰ τοῦ ἁγίου σου παιδὸς Ἰησοῦ Χριστοῦ· ὁ ἀναγεννήσας ἡμᾶς ἀπὸ τῆς ἁμαρτίας· ὁ φωτίζων τοὺς τυφλοὺς καὶ ἀνορθῶν τοὺς κατεῤῥαγμένους· ὁ ἀγαπῶν τοὺς δικαίους καὶ τοὺς ἁμαρτωλοὺς ἐλεῶν· ὁ ἀνακαινίσας ἡμᾶς ἐκ σκότους καὶ σκιᾶς θανάτου, λέγων τοῖς ἐν δεσμοῖς· «Ἐξέλθετε» καὶ τοῖς ἐν τῷ σκότει· «Ἀνακαλύπτεσθε». Ἔλαμψε γὰρ ἐν ταῖς καρδίαις ἡμῶν τὸ φῶς τῆς ἐπιγνώσεως τοῦ μονογενοῦς σου Υἱοῦ, ἀφ᾿ οὗ δι᾿ ἡμᾶς ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη· καὶ τοῖς δεξαμένοις αὐτὸν ἔδωκεν ἐξουσίαν τέκνα σοῦ τοῦ Θεοῦ γενέσθαι, διὰ λουτροῦ παλιγγενεσίας τὴν υἱοθεσίαν ἡμῖν χαρισάμενος, καὶ ἀμετόχους ἡμᾶς ἐποίησεν ἐκ τῆς καταδυναστείας τοῦ διαβόλου· ἐπεὶ οὐκ εὐδόκησεν ἐν αἵματι καθαρίζεσθαι, ἀλλ᾿ ἐν ἐλαίῳ ἁγίῳ ἔδωκε τὸν τύπον τοῦ Σταυροῦ αὐτοῦ, εἰς τὸ γενέσθαι ἡμᾶς Χριστοῦ ποίμνιον, βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον, καθαρίσας ἡμᾶς ἐν ὕδατι, καὶ ἁγιάσας ἐν τῷ ἁγίω Πνεύματι· αὐτός, Δέσποτα Κύριε, δὸς χάριν εἰς τήν διακονίαν σου ταύτην, ὡς ἔδωκας Μωσεῖ τῷ θεράποντί σου, καὶ Σαμουὴλ τῷ ἠγαπημένῳ σου, καὶ Ἰωάννῃ τῷ ἐκλεκτῷ σου, καὶ πᾶσι τοῖς καθ᾿ ἑκάστην γενεὰν εὐαρεστήσασί σοι· οὕτω ποίησον καὶ ἡμᾶς γενέσθαι διακόνους τῆς καινῆς τοῦ Υἱοῦ σου Διαθήκης ἐπὶ τό ἔλαιον τοῦτο, ἣν περιεποιήσω τῷ τιμίῳ αὐτοῦ Αἵματι· ἵνα, ἀποδυσάμενοι τὰς κοσμικὰς ἐπιθυμίας, ἀποθάνωμεν τῇ ἁμαρτίᾳ καὶ ζήσωμεν τῇ δικαιοσύνῃ, ἐνδυσάμενοι τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, διὰ τῆς χρίσεως τοῦ ἁγιασμοῦ τοῦ μέλλοντος ἐλαίου ἐπάγεσθαι. Γένοιτο, Κύριε, τὸ ἔλαιον τοῦτο, ἔλαιον ἀγαλλιάσεως, ἔλαιον ἁγιασμοῦ, ἔνδυμα βασιλικόν, θώραξ δυνάμεως, πάσης διαβολικῆς ἐνεργείας ἀποτρόπαιον, σφραγὶς ἀνεπιβούλευτος, ἀγαλλίαμα καρδίας, εὐφροσύνη αἰώνιος· ἵνα καὶ ἐν τούτῳ οἱ χριόμενοι, τῷ τῆς ἀναγεννήσεως ἐλαίῳ, φοβεροὶ ὦσι τοῖς ὑπεναντίοις καὶ λάμψωσιν ἐν ταῖς λαμπρότησι τῶν Ἁγίων σου, μὴ ἔχοντες σπίλον, ἢ ῥυτίδα, καὶ εἰσδεχθῶσιν εἰς τὰς αἰωνίους σου ἀναπαύσεις, καὶ δέξωνται τὸ βραβεῖον τῆς ἄνω κλήσεως. Σὸν γάρ ἐστι τὸ ἐλεεῖν, καὶ σώζειν ἡμᾶς, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ μετὰ τὴν Εὐχήν, λαμβάνει ὁ Ἱερεύς ἐκ τοῦ ἁγίου ἐλαίου καὶ χρίει τὸν ποιοῦντα τὸ Εὐχέλαιον, λέγων τὴν Εὐχὴν ταύτην·

Πάτερ Ἅγιε, ἰατρὲ τῶν ψυχῶν καὶ τῶν σωμάτων, ὁ πέμψας τὸν μονογενῆ σου Υἱόν, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, πᾶσαν νόσον ἰώμενον καὶ ἐκ θανάτου λυτρούμενον, ἴασαι καὶ τὸν δοῦλόν σου (τόνδε), ἐκ τῆς περιεχούσης αὐτὸν σωματικῆς καὶ ψυχικῆς ἀσθενείας, καὶ ζωοποίησον αὐτόν, διὰ τῆς χάριτος τοῦ Χριστοῦ σου· πρεσβείαις τῆς ὑπεραγίας, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας· δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων, ἐπουρανίων Δυνάμεων ἀσωμάτων· τοῦ τιμίου καὶ ἐνδόξου προφήτου, προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου· τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων· τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν· τῶν ἁγίων καὶ ἰαματικῶν Ἀναργύρων, Κοσμᾶ καὶ Δαμιανοῦ, Κύρου καὶ Ἰωάννου, Παντελεήμονος καὶ Ἑρμολάου, Σαμψὼν καὶ Διομήδους, Μωκίου καὶ Ἀνικήτου, Θαλλελαίου καὶ Τρύφωνος· τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης καὶ πάντων τῶν Ἁγίων. Ὅτι σὺ εἶ ἡ πηγὴ τῶν ἰαμάτων, Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Αὕτη ἡ Εὐχὴ λέγεται μυστικῶς παρ᾿ ἑνὸς ἑκάστου τῶν Ἱερέων, μετὰ τὸ εἰπεῖν τὸ Εὐαγγέλιον καὶ τὴν Εὐχήν, χριόντων ἅμα τῷ ἐλαίῳ τὸν νοσοῦντα.

ΑΠΟΣΤΟΛΟΣ Β´.

Προκείμενον. Ἦχος β´.

Ἰσχύς μου καὶ ὕμνησίς μου ὁ Κύριος. Στίχ. Παιδεύων ἐπαίδευσέ με ὁ Κύριος.

Πρὸς Ῥωμαίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα. (Κεφ. ιε´ 1–7)

Ἀδελφοί, ὀφείλομεν ἡμεῖς οἱ δυνατοὶ τὰ ἀσθενήματα τῶν ἀδυνάτων βαστάζειν, καὶ μὴ ἑαυτοῖς ἀρέσκειν. Ἕκαστος γὰρ ἡμῶν τῷ πλησίον ἀρεσκέτω εἰς τὸ ἀγαθὸν πρὸς οἰκοδομήν· καὶ γὰρ ὁ Χριστὸς οὐχ ἑαυτῷ ἤρεσεν, ἀλλά καθὼς γέγραπται· «Οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσον ἐπ᾿ ἐμέ». Ὅσα γὰρ προεγράφη, εἰς τὴν ἡμετέραν διδασκαλίαν προεγράφη, ἵνα διὰ τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως τῶν γραφῶν, τὴν ἐλπίδα ἔχωμεν. Ὁ δὲ Θεὸς τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως δῴη ὑμῖν τὸ αὐτὸ φρονεῖν ἐν ἀλλήλοις κατὰ Χριστὸν Ἰησοῦν· ἵνα ὁμοθυμαδὸν ἐν ἑνὶ στόματι δοξάζητε τὸν Θεὸν καὶ Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Διὸ προσλαμβάνεσθε ἀλλήλους, καθὼς καὶ ὁ Χριστὸς προσελάβετο ἡμᾶς εἰς δόξαν Θεοῦ.

Ἀλληλούϊα. Ἦχος πλ. α´.Τά ἐλέη σου, Κύριε, εἰς τὸν αἰῶνα ᾄσομαι.

ΕΥΑΓΓΕΛΙΟΝ Β´.

Σοφία· ὀρθοί· ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.

Εἰρήνη πᾶσι.

Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ Ἀνάγνωσμα. (Κεφ. ιθ´ 1–10)

Τῷ καιρῷ ἐκείνῳ διήρχετο ὁ Ἰησοῦς τὴν Ἱεριχώ. Καὶ ἰδοὺ ἀνὴρ ὀνόματι καλούμενος Ζακχαῖος· καὶ αὐτὸς ἦν ἀρχιτελώνης, καὶ οὗτος ἦν πλούσιος. Καί ἐζήτει ἰδεῖν τὸν Ἰησοῦν τίς ἐστι, καὶ οὐκ ἠδύνατο ἀπό τοῦ ὄχλου, ὅτι τῇ ἡλικίᾳ μικρὸς ἦν. Καὶ προδραμὼν ἔμπροσθεν, ἀνέβη ἐπὶ συκομορέαν, ἵνα ἴδῃ αὐτόν, ὅτι δι᾿ ἐκείνης ἤμελλε διέρχεσθαι. Καὶ ὡς ἦλθεν ἐπὶ τὸν τόπον, ἀναβλέψας ὁ Ἰησοῦς εἶδεν αὐτὸν καὶ εἶπε πρὸς αὐτόν· Ζακχαῖε, σπεύσας κατάβηθι· σήμερον γὰρ ἐν τῷ οἴκῳ σου δεῖ με μεῖναι. Καὶ σπεύσας κατέβη, καὶ ὑπεδέξατο αὐτὸν χαίρων. Καὶ ἰδόντες πάντες διεγόγγυζον λέγοντες ὅτι παρὰ ἁμαρτωλῷ ἀνδρὶ εἰσῆλθε καταλῦσαι. Σταθεὶς δὲ Ζακχαῖος εἶπε πρὸς τὸν Κύριον· ἰδοὺ τὰ ἡμίση τῶν ὑπαρχόντων μου, Κύριε, δίδωμι τοῖς πτωχοῖς, καὶ εἴ τινός τι ἐσυκοφάντησα, ἀποδίδωμι τετραπλοῦν. Εἶπε δὲ πρὸς αὐτὸν ὁ Ἰησοῦς, ὅτι σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ ἐγένετο, καθότι καὶ αὐτὸς υἱὸς Ἀβραάμ ἐστιν. Ἦλθε γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός.

Εἶτα ὁ Διάκονος· Ἐλέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.

Ἔτι δεόμεθα, ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τοῦ δούλου τοῦ Θεοῦ (τοῦδε) καὶ ὑπὲρ τοῦ συγχωρηθῆναι αὐτῷ πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον.

Ὁ Ἱερεύς· Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν Δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ὁ Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.

Καὶ ὁ Ἱερεύς τὴν Εὐχὴν ταύτην·

Ὁ Θεὸς ὁ μέγας καὶ ὕψιστος, ὁ ὑπὸ πάσης κτίσεως προσκυνούμενος, ἡ τῆς σοφίας πηγή, ἡ τῆς ἀγαθότητος ὄντως ἀνεξιχνίαστος ἄβυσσος, καὶ τῆς εὐσπλαγχνίας ἀπεριόριστον πέλαγος· αὐτός, φιλάνθρωπε Δέσποτα, ὁ τῶν προαιωνίων καὶ θαυμασίων Θεός, ὃν οὐδεὶς ἀνθρώπων ἐννοῶν, ἰσχύει καταλαβέσθαι, ἐπίβλεψον, εἰσάκουσον ἡμῶν τῶν ἀναξίων δούλων σου· καὶ ὅπου ἐπὶ τῷ ὀνόματί σου τῷ μεγάλῳ, τὸ ἔλαιον τοῦτο προσάγομεν, κατάπεμψον τῆς σῆς δωρεᾶς τὰ ἰάματα καὶ ἄφεσιν ἁμαρτιῶν, καὶ ἴασαι αὐτούς ἐν τῷ πλήθει τοῦ ἐλέους σου. Ναί, Κύριε εὐδιάλλακτε, ὁ μόνος ἐλεήμων καὶ φιλάνθρωπος, ὁ μετανοῶν ἐπὶ ταῖς κακίαις ἡμῶν, ὁ εἰδὼς ὅτι ἔγκειται ἡ διάνοια τοῦ ἀνθρώπου ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος αὐτοῦ, ὁ μὴ θέλων τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν, ὁ διὰ τὴν τῶν ἁμαρτωλῶν σωτηρίαν ἐνανθρωπήσας, Θεὸς ὤν, καὶ πλασθεὶς διὰ τὸ πλάσμα σου· σὺ εἶ ὁ εἰπών· «Οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν»· σὺ εἶ ὁ τὸ πρόβατον ζητήσας τὸ ἀπολωλός· σὺ εἶ ὁ τὴν ἀπολομένην δραχμὴν ἐπιμελῶς ζητήσας καὶ εὑρών· σὺ εἶ ὁ εἰπών, ὅτι· «Τὸν ἐρχόμενον πρός με οὐ μὴ ἐκβάλω ἔξω»· σὺ εἶ ὁ τὴν Πόρνην, τοὺς τιμίους σου πόδας δάκρυσι βρέξασαν, μὴ βδελυξάμενος· σὺ εἶ ὁ εἰπών· «Ὁσάκις ἂν πέσῃς, ἔγειραι καὶ σωθήσῃ»· σὺ εἶ ὁ εἰπών, ὅτι· «Χαρὰ γίνεται ἐν οὐρανῷ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι»· αὐτὸς ἔπιδε, εὔσπλαγχνε Δέσποτα, ἐξ ὕψους ἁγίου σου, συνεπισκιάσας ἡμῖν τοῖς ἁμαρτωλοῖς καὶ ἀναξίοις δούλοις σου, ἐν χάριτι τοῦ Ἁγίου Πνεύματος ἐν τῇ ὥρᾳ ταύτῃ, καὶ κατασκήνωσον ἐπὶ τὸν δοῦλόν σου (τόνδε) τὸν ἐπεγνωκότα τὰ ἴδια πλημμελήματα καὶ προσιόντα σοι πίστει· καὶ προσδεξάμενος τῇ ἰδίᾳ σου φιλανθρωπίᾳ, εἴ τι ἐπλημμέλησεν ἐν λόγῳ ἤ ἔργῳ ἢ κατὰ διάνοιαν, συγχωρήσας, ἐξάλειψον καὶ καθαρὸν αὐτὸν ἀπὸ πάσης ἁμαρτίας καί, ἀεὶ συμπαρὼν αὐτῷ, διαφύλαξον τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς αὐτοῦ, πορευόμενον ἐν τοῖς δικαιώμασί σου, πρὸς τὸ μηκέτι ἐπίχαρμα γενέσθαι αὐτὸν τῷ διαβόλῳ· ἵνα καὶ ἐπ᾿ αὐτῷ δοξασθῇ τὸ πανάγιον ὄνομά σου. Χάριτι καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ᾿ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΑΠΟΣΤΟΛΟΣ Γ´.

Προκείμενον. Ἦχος γ´.

Κύριος φωτισμός μου καὶ σωτήρ μου. Στίχ. Κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου.

Πρὸς Κορινθίους Α´ Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα. (Κεφ. ιβ´ 27 – ιγ´ 8)

Ἀδελφοί, ὑμεῖς ἐστε σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέρους. Καὶ οὓς μὲν ἔθετο ὁ Θεὸς ἐν τῇ Ἐκκλησίᾳ, πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους, ἔπειτα δυνάμεις, εἴτα χαρίσματα ἰαμάτων, ἀντιλήψεις, κυβερνήσεις, γένη γλωσσῶν. Μὴ πάντες ἀπόστολοι; μὴ πάντες προφῆται; μὴ πάντες διδάσκαλοι; μὴ πάντες δυνάμεις; μὴ πάντες χαρίσματα ἔχουσιν ἰαμάτων; μὴ πάντες γλώσσαις λαλοῦσι; μὴ πάντες διερμηνεύουσι; Ζηλοῦτε δὲ τὰ χαρίσματα τὰ κρείττονα. Καὶ ἔτι καθ᾿ ὑπερβολὴν ὁδὸν ὑμῖν δείκνυμι. Ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων, ἀγάπην δὲ μὴ ἔχω, γέγονα χαλκὸς ἠχῶν ἢ κύμβαλον ἀλαλάζον. Καὶ ἐὰν ἔχω προφητείαν καὶ εἰδῶ τὰ μυστήρια πάντα καὶ πᾶσαν τὴν γνῶσιν, καὶ ἐὰν ἔχω πᾶσαν τὴν πίστιν, ὥστε ὄρη μεθιστάνειν, ἀγάπην δὲ μὴ ἔχω, οὐδέν εἰμι. Καὶ ἐὰν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου, καὶ ἐὰν παραδῶ τὸ σῶμά μου ἵνα καυθήσομαι, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι. Ἡ ἀγάπη μακροθυμεῖ, χρηστεύεται, ἡ ἀγάπη οὐ ζηλοῖ, ἡ ἀγάπη οὐ περπερεύεται, οὐ φυσιοῦται, οὐκ ἀσχημονεῖ, οὐ ζητεῖ τὰ ἑαυτῆς, οὐ παροξύνεται, οὐ λογίζεται τὸ κακόν, οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ, συγχαίρει δέ τῇ ἀληθείᾳ· πάντα στέγει, πάντα πιστεύει, πάντα ἐλπίζει, πάντα ὑπομένει. Ἡ ἀγάπη οὐδέποτε ἐκπίπτει.

Ἀλληλούϊα. Ἦχος β´.Ἐπὶ σοί, Κύριε, ἤλπισα· μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα.

ΕΥΑΓΓΕΛΙΟΝ Γ´.

Σοφία· ὀρθοί· ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.

Εἰρήνη πᾶσι.

Ἐκ τοῦ κατά Ματθαῖον ἁγίου Εὐαγγελίου τὸ Ἀνάγνωσμα. (Κεφ. ι´ 1,5–8).

Τῷ καιρῷ ἐκείνῳ, προσκαλεσάμενος ὁ Ἰησοῦς τοὺς δώδεκα μαθητὰς αὐτοῦ ἔδωκεν αὐτοῖς ἐξουσίαν κατὰ πνευμάτων ἀκαθάρτων, ὥστε ἐκβάλλειν αὐτὰ καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. Τούτους ἀπέστειλεν ὁ Ἰησοῦς, παραγγείλας αὐτοῖς λέγων· Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε· πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. Πορευόμενοι δὲ κηρύσσετε λέγοντες ὅτι ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν. Ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαρίζετε, νεκροὺς ἐγείρετε, δαιμόνια ἐκβάλλετε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε.

Ὁ Διάκονος· Ἐλέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.

Ἔτι δεόμεθα, ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τοῦ δούλου τοῦ Θεοῦ (τοῦδε) καὶ ὑπὲρ τοῦ συγχωρηθῆναι αὐτῷ πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον.

Ὁ Ἱερεύς· Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν Δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ὁ Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.

Καὶ ὁ Ἱερεύς τὴν Εὐχὴν ταύτην·

Δέσποτα παντοκράτορ, ἅγιε Βασιλεῦ, ὁ παιδεύων καὶ μὴ θανατῶν, ὁ ὑποστηρίζων τοὺς καταπίπτοντας καὶ ἀνορθῶν τοὺς κατεῤῥαγμένους· ὁ τὰς σωματικὰς θλίψεις διορθούμενος τῶν ἀνθρώπων, αἰτούμεθά σε, ὁ Θεὸς ἡμῶν, ὅπως ἐπαγάγῃς τὸ ἔλεός σου ἐπὶ τὸ ἔλαιον τοῦτο, καὶ τοὺς χριομένους ἐξ αὐτοῦ ἐν τῷ ὀνόματί σου, ἵνα γένηται αὐτοῖς εἰς ἴασιν ψυχῆς τε καὶ σώματος καὶ εἰς καθαρισμὸν καὶ ἀπαλλαγὴν παντὸς πάθους, καὶ πάσης νόσου καὶ μαλακίας καὶ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος. Ναί, Κύριε, τὴν ἰατρικήν σου δύναμιν οὐρανόθεν ἐξαπόστειλον· ἅψαι τοῦ σώματος, σβέσον τὸν πυρετόν, πράϋνον τὸ πάθος, καὶ πᾶσαν λανθάνουσαν ἀσθένειαν ἀποδίωξον. Γενοῦ ἰατρὸς τοῦ δούλου σου (τοῦδε)· ἐξέγειρον αὐτὸν ἀπὸ κλίνης ὀδυνηρᾶς καὶ στρωμνῆς κακώσεως· σῷον καὶ ὁλόκληρον χάρισαι αὐτὸν τῇ Ἐκκλησίᾳ σου, εὐαρεστοῦντα καὶ ποιοῦντα τὸ θέλημά σου. Σὸν γάρ ἐστι τὸ ἐλεεῖν καὶ σώζειν ἡμᾶς, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΑΠΟΣΤΟΛΟΣ Δ´.

Προκείμενον. Ἦχος δ´.

Ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλέσωμαί σε. Στίχ. Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου.

Πρὸς Κορινθίους Β´ Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα. (Κεφ. ς´ 16–18, ζ´ 1–2)

Ἀδελφοί, ὑμεῖς ναὸς Θεοῦ ἐστε ζῶντος, καθὼς εἶπεν ὁ Θεός, ὅτι· «Ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω, καὶ ἔσομαι αὐτῶν Θεός, καὶ αὐτοὶ ἔσονταί μοι λαός». Διὸ «ἐξέλθετε ἐκ μέσου αὐτῶν καὶ ἀφορίσθητε, λέγει Κύριος, καὶ ἀκαθάρτου μὴ ἅπτεσθε· κἀγὼ εἰσδέξομαι ὑμᾶς, καὶ ἔσομαι ὑμῖν εἰς πατέρα, καὶ ὑμεῖς ἔσεσθέ μοι εἰς υἱοὺς καὶ θυγατέρας, λέγει Κύριος Παντοκράτωρ». Ταύτας οὖν ἔχοντες τὰς ἐπαγγελίας, ἀγαπητοί, καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἐπιτελοῦντες ἁγιωσύνην ἐν φόβῳ Θεοῦ.

Ἀλληλούϊα. Ἦχος β´.Ὑπομένων ὑπέμεινα τὸν Κύριον.

ΕΥΑΓΓΕΛΙΟΝ Δ´.

Σοφία· ὀρθοί· ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.

Εἰρήνη πᾶσι.

Ἐκ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελίου τὸ Ἀνάγνωσμα. (Κεφ. η´ 14–23).

Τῷ καιρῷ ἐκείνῳ, ἐλθὼν ὁ Ἰησοῦς εἰς τήν οἰκίαν Πέτρου εἶδε τὴν πενθερὰν αὐτοῦ βεβλημένην καὶ πυρέσσουσαν· καὶ ἥψατο τῆς χειρὸς αὐτῆς καὶ ἀφῆκεν αὐτὴν ὁ πυρετός· καὶ ἠγέρθη καὶ διηκόνει αὐτῷ. Ὀψίας δὲ γενομένης προσήνεγκαν αὐτῷ δαιμονιζομένους πολλούς· καὶ ἐξέβαλε τὰ πνεύματα λόγῳ, καὶ πάντας τοὺς κακῶς ἔχοντας ἐθεράπευσεν, ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ Ἡσαΐου τοῦ προφήτου λέγοντος· «Αὐτὸς τὰς ἀσθενείας ἡμῶν ἔλαβε καὶ τὰς νόσους ἐβάστασεν». Ἰδὼν δὲ ὁ Ἰησοῦς πολλοὺς ὄχλους περὶ αὐτόν, ἐκέλευσεν ἀπελθεῖν εἰς τὸ πέραν. Καὶ προσελθὼν εἷς γραμματεὺς εἶπεν αὐτῷ· Διδάσκαλε, ἀκολουθήσω σοι ὅπου ἐὰν ἀπέρχῃ. Καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· αἱ ἀλώπεκες φωλεοὺς ἔχουσι, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις, ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ. Ἕτερος δὲ τῶν μαθητῶν αὐτοῦ εἶπεν αὐτῷ· Κύριε, ἐπίτρεψόν μοι πρῶτον ἀπελθεῖν καὶ θάψαι τὸν πατέρα μου. Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ· ἀκολούθει μου, καὶ ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς. Καὶ ἐμβάντι αὐτῷ εἰς τὸ πλοῖον ἠκολούθησαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ.

Ὁ Διάκονος· Ἐλέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.

Ἔτι δεόμεθα, ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τοῦ δούλου τοῦ Θεοῦ (τοῦδε) καὶ ὑπὲρ τοῦ συγχωρηθῆναι αὐτῷ πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον.

Ὁ Ἱερεύς· Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν Δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ὁ Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.

Καὶ ὁ Ἱερεύς τὴν Εὐχήν·

Ἀγαθὲ καὶ φιλάνθρωπε, εὔσπλαγχνε καὶ πολυέλεε Κύριε, ὁ πολὺς ἐν ἐλέει καὶ πλούσιος ἐν ἀγαθότητι, ὁ Πατὴρ τῶν οἰκτιρμῶν καὶ Θεὸς πάσης παρακλήσεως, ὁ ἐνισχύσας ἡμᾶς διὰ τῶν ἁγίων σου Ἀποστόλων, ἐλαίῳ μετὰ προσευχῆς τὰς ἀσθενείας τοῦ λαοῦ θεραπεύεσθαι· αὐτὸς καὶ τὸ ἔλαιον τοῦτο σύνταξον εἰς ἴασιν τοῖς ἐξ αὐτοῦ χριομένοις, εἰς ἀπαλλαγὴν πάσης νόσου καὶ πάσης μαλακίας, εἰς ἀπολύτρωσιν τῶν κακῶν τῶν ἀπεκδεχομένων τὴν παρὰ σοῦ σωτηρίαν. Ναί, Δέσποτα Κύριε ὁ Θεὸς ἡμῶν, δεόμεθά σου, παντοδύναμε, τοῦ σώζειν πάντας ἡμᾶς· ὁ μόνος ψυχῶν τε καὶ σωμάτων ἰατρός, ἁγίασον πάντας ἡμᾶς· ὁ πᾶσαν νόσον ἰώμενος, ἴασαι καὶ τὸν δοῦλον σου (τόνδε)· ἐξέγειρον αὐτὸν ἀπὸ κλίνης ὀδυνηρᾶς, διὰ ἐλέους τῆς σῆς χρηστότητος· ἐπίσκεψαι αὐτὸν ἐν ἐλέει καὶ οἰκτιρμοῖς σου· ἀποδίωξον ἀπ᾿ αὐτοῦ πᾶσαν ἀῤῥωστίαν καὶ ἀσθένειαν· ἵνα, ἐξαναστὰς τῇ χειρί σου τῇ κραταιᾷ, δουλεύῃ σοι μετὰ πάσης εὐχαριστίας· ὅπως καὶ νῦν, μετέχοντες τῆς σῆς ἀφάτου φιλανθρωπίας, ὑμνῶμεν καὶ δοξάζωμεν σὲ τὸν ποιοῦντα μεγάλα καὶ θαυμαστά, ἔνδοξά τε καὶ ἐξαίσια. Σὸν γάρ ἐστι τὸ ἐλεεῖν καὶ σώζειν ἡμᾶς, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΑΠΟΣΤΟΛΟΣ Ε´.

Προκείμενον. Ἦχος πλ. α´.

Σύ, Κύριε, φυλάξαις ἡμᾶς. Στίχ. Σῶσόν με, Κύριε, ὅτι ἐκλέλοιπεν ὅσιος.

Πρὸς Κορινθίους Β´ Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα. (Κεφ. α´ 8–11).

Ἀδελφοί, οὐ θέλομεν ὑμᾶς ἀγνοεῖν ὑπὲρ τῆς θλίψεως ἡμῶν τῆς γενομένης ἡμῖν ἐν τῇ Ἀσίᾳ, ὅτι καθ᾿ ὑπερβολὴν ἐβαρήθημεν ὑπὲρ δύναμιν, ὥστε ἐξαπορηθῆναι ἡμᾶς καὶ τοῦ ζῆν. Ἀλλ᾿ αὐτοὶ ἐν ἑαυτοῖς τὸ ἀπόκριμα τοῦ θανάτου ἐσχήκαμεν, ἵνα μὴ πεποιθότες ὦμεν ἐφ᾿ ἑαυτοῖς, ἀλλ᾿ ἐπὶ τῷ Θεῷ τῷ ἐγείροντι τοὺς νεκρούς· ὃς ἐκ τηλικούτου θανάτου ἐῤῥύσατο ἡμᾶς καὶ ῥύεται, εἰς ὃν ἠλπίκαμεν ὅτι καὶ ἔτι ῥύσεται, συνυπουργούντων καὶ ὑμῶν ὑπὲρ ἡμῶν τῇ δεήσει, ἵνα ἐκ πολλῶν προσώπων τὸ εἰς ἡμᾶς χάρισμα διὰ πολλῶν εὐχαριστηθῇ ὑπὲρ ἡμῶν.

Ἀλληλούϊα. Ἦχος πλ. α´.Τὰ ἐλέη σου, Κύριε, εἰς τὸν αἰῶνα ᾄσομαι.

ΕΥΑΓΓΕΛΙΟΝ Ε´.

Σοφία· ὀρθοί· ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.

Εἰρήνη πᾶσι.

Ἐκ τοῦ κατά Ματθαῖον ἁγίου Εὐαγγελίου τὸ Ἀνάγνωσμα. (Κεφ. κε´ 1–13).

Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην. Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἵτινες λαβοῦσαι τὰς λαμπάδας αὐτῶν ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμφίου. Πέντε δὲ ἦσαν ἐξ αὐτῶν φρόνιμοι καὶ αἱ πέντε μωραί. Αἵτινες μωραὶ λαβοῦσαι τὰς λαμπάδας ἑαυτῶν οὐκ ἔλαβον μεθ᾿ ἑαυτῶν ἔλαιον· αἱ δὲ φρόνιμοι ἔλαβον ἔλαιον ἐν τοῖς ἀγγείοις αὐτῶν μετὰ τῶν λαμπάδων αὐτῶν. Χρονίζοντος δὲ τοῦ νυμφίου ἐνύσταξαν πᾶσαι καὶ ἐκάθευδον. Μέσης δὲ νυκτὸς κραυγὴ γέγονεν· Ἰδοὺ ὁ νυμφίος ἔρχεται, ἐξέρχεσθε εἰς ἀπάντησιν αὐτοῦ. Τότε ἠγέρθησαν πᾶσαι αἱ παρθένοι ἐκεῖναι καὶ ἐκόσμησαν τὰς λαμπάδας αὐτῶν. Αἱ δὲ μωραὶ ταῖς φρονίμοις εἶπαν· Δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν, ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται. Ἀπεκρίθησαν δὲ αἱ φρόνιμοι λέγουσαι· Μήποτε οὐκ ἀρκέσει ἡμῖν καὶ ὑμῖν· πορεύεσθε δὲ μᾶλλον πρὸς τοὺς πωλοῦντας καὶ ἀγοράσατε ἑαυταῖς. Ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι ἦλθεν ὁ νυμφίος καὶ αἱ ἕτοιμοι εἰσῆλθον μετ᾿ αὐτοῦ εἰς τοὺς γάμους, καὶ ἐκλείσθη ἡ θύρα. Ὕστερον δὲ ἔρχονται καὶ αἱ λοιπαὶ παρθένοι λέγουσαι· Κύριε κύριε, ἄνοιξον ἡμῖν. Ὁ δὲ ἀποκριθεὶς εἶπεν· Ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς. Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν οὐδὲ τὴν ὥραν ἐν ᾗ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.

Ὁ Διάκονος· Ἐλέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.

Ἔτι δεόμεθα, ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τοῦ δούλου τοῦ Θεοῦ (τοῦδε) καὶ ὑπὲρ τοῦ συγχωρηθῆναι αὐτῷ πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον.

Ὁ Ἱερεύς· Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν Δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ὁ Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.

Καὶ ὁ Ἱερεύς λέγει τὴν Εὐχὴν ταύτην·

Κύριε ὁ Θεὸς ἡμῶν, ὁ παιδεύων καὶ πάλιν ἰώμενος· ὁ ἐγείρων ἀπὸ γῆς πτωχὸν καὶ ἀπὸ κοπρίας ἀνυψῶν πένητα· ὁ τῶν ὀρφανῶν πατήρ, καὶ τῶν χειμαζομένων λιμήν, καὶ τῶν νοσούντων ἰατρός· ὁ τὰς ἀσθενείας ἡμῶν ἀπόνως βαστάζων, καὶ τὰς νόσους ἡμῶν λαμβάνων· ὁ ἐν ἱλαρότητι ἐλεῶν· ὁ ὑπερβαίνων ἀνομίας καὶ ἐξαίρων ἀδικίας· ὁ ταχὺς εἰς βοήθειαν καὶ βραδὺς εἰς ὀργήν· ὁ ἐμφυσήσας εἰς τοὺς σεαυτοῦ Μαθητὰς καὶ εἰπών· «Λάβετε Πνεῦμα Ἅγιον· ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται αὐτοῖς»· ὁ δεχόμενος τῶν ἁμαρτωλῶν τὴν μετάνοιαν, καὶ ἐξουσίαν ἔχων συγχωρεῖν ἁμαρτίας πολλὰς καὶ χαλεπὰς καὶ ἴασιν παρέχων πᾶσι τοῖς ἐν ἀσθενείᾳ καὶ μακρονοσίᾳ διάγουσιν· ὁ καὶ ἐμὲ τὸν ταπεινὸν καὶ ἁμαρτωλὸν καὶ ἀνάξιον δοῦλόν σου, τὸν ἐν πολλαῖς ἁμαρτίαις συμπεπλεγμένον, καὶ πάθεσιν ἡδονῶν συγκυλινδούμενον, καλέσας εἰς τὸν ἅγιον καὶ ὑπερμέγιστον βαθμὸν τῆς ἱερωσύνης, καὶ εἰσελθεῖν εἰς τὸ ἐνδότερον τοῦ καταπετάσματος, εἰς τὰ Ἅγια τῶν Ἁγίων, ὅπου παρακύψαι οἱ ἅγιοι Ἄγγελοι ἐπιθυμοῦσι, καὶ ἀκοῦσαι τῆς εὐαγγελικῆς φωνῆς Κυρίου τοῦ Θεοῦ, καὶ θεάσασθαι αὐτοψεὶ τὸ πρόσωπον τῆς ἁγίας ἀναφορᾶς, καὶ ἀπολαῦσαι τῆς θείας καὶ ἱερᾶς Λειτουργίας· ὁ καταξιώσας με ἱερουργῆσαι τὰ ἐπουράνιά σου Μυστήρια καὶ προσφέρειν σοι δῶρά τε καὶ θυσίας ὑπὲρ τῶν ἡμετέρων ἁμαρτημάτων καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων, καὶ μεσιτεῦσαι ὑπὲρ τῶν λογικῶν σου προβάτων, ἵνα διὰ τῆς πολλῆς καὶ ἀφάτου σου φιλανθρωπίας τὰ παραπτώματα αὐτῶν ἐξαλείψῃς· αὐτὸς, ὑπεράγαθε Βασιλεῦ, ἐνώτισαι τὴν προσευχήν μου ἐν ταύτῃ τῇ ὥρα τε καὶ ἁγίᾳ ἡμέρᾳ, καὶ ἐν παντὶ καιρῷ καὶ τόπῳ, καὶ πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου· καὶ τοῦ δούλου σου (τοῦδε) τοῦ ἐν ἀσθενείᾳ ψυχῆς καὶ σώματος ὄντος, τὴν ἴασιν δώρησαι, παρέχων ἄφεσιν ἁμαρτιῶν αὐτῷ, καὶ συγχώρησιν πλημμελημάτων ἑκουσίων τε καὶ ἀκουσίων· θεραπεύων αὐτοῦ πληγὰς ἀνιάτους, πᾶσάν τε νόσον καὶ πᾶσαν μαλακίαν. Δώρησαι αὐτῷ ψυχικὴν ἴασιν, ὁ ἁψάμενος τῆς πενθερᾶς τοῦ Πέτρου, καὶ ἀφῆκεν αὐτὴν ὁ πυρετός, καὶ ἠγέρθη καὶ διηκόνει σοι. Αὐτός, Δέσποτα, καὶ τῷ δούλῳ σου (τῷδε) παράσχου ἰατρείαν καὶ ἀπαλλαγὴν πάσης φθοροποιοῦ ἀλγηδόνος· καὶ μνήσθητι τῶν πλουσίων σου οἰκτιρμῶν καὶ τοῦ ἐλέους σου. Μνήσθητι, ὅτι ἐπιμελῶς ἔγκειται ἡ διάνοια τοῦ ἀνθρώπου ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος αὐτοῦ καὶ οὐδείς εὑρίσκεται ἀναμάρτητος ἐπὶ τῆς γῆς· σὺ γὰρ μόνος ἐκτὸς ἁμαρτίας ὑπάρχεις, ὁ ἐλθὼν καὶ σώσας τὸ ἀνθρώπινον γένος, καὶ ἐλευθερώσας ἡμᾶς ἐκ τῆς δουλείας τοῦ ἐχθροῦ· ἐὰν γὰρ εἰς κρίσιν ἔλθῃς μετὰ τῶν δούλων σου, οὐδεὶς εὑρεθήσεται καθαρὸς ἀπὸ ῥύπου· ἀλλὰ πᾶν στόμα φραγήσεται, μὴ ἔχον τὶ ἀπολογήσασθαι, ὅτι ὡς ῥάκος ἀποκαθημένης, πᾶσα ἡ δικαιοσύνη ἡμῶν ἐνώπιόν σου· διὰ τοῦτο ἁμαρτίας νεότητος ἡμῶν μὴ μνησθῇς, Κύριε. Σὺ γὰρ ὑπάρχεις ἐλπὶς τῶν ἀπηλπισμένων, καὶ ἀνάπαυσις τῶν κοπιώντων καὶ πεφορτισμένων ἐν ἀνομίαις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΑΠΟΣΤΟΛΟΣ ΣΤ´.

Προκείμενον. Ἦχος δ´.

Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός.

Πρὸς Γαλάτας Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα. (Κεφ. ε´ 22 – ς´ 3)

Ἀδελφοί, ὁ καρπὸς τοῦ Πνεύματός ἐστιν ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις, πραότης, ἐγκράτεια· κατὰ τῶν τοιούτων οὐκ ἔστι νόμος. Οἱ δὲ τοῦ Χριστοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις. Εἰ ζῶμεν πνεύματι, πνεύματι καὶ στοιχῶμεν. Μή γινώμεθα κενόδοξοι, ἀλλήλους προκαλούμενοι, ἀλλήλοις φθονοῦντες. Ἀδελφοί, ἐὰν καὶ προληφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι, ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον ἐν πνεύματι πραότητος, σκοπῶν σεαυτόν, μὴ καὶ σὺ πειρασθῇς. Ἀλλήλων τὰ βάρη βαστάζετε, καὶ οὕτως ἀναπληρώσατε τὸν νόμον τοῦ Χριστοῦ.

Ἀλληλούϊα. Ἦχος πλ. β´.Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

ΕΥΑΓΓΕΛΙΟΝ ΣΤ´.

Σοφία· ὀρθοί· ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.

Εἰρήνη πᾶσι.

Ἐκ τοῦ κατά Ματθαῖον ἁγίου Εὐαγγελίου τὸ Ἀνάγνωσμα. (Κεφ. ιε´ 21–28).

Τῷ καιρῷ ἐκείνῳ ἦλθεν ὁ Ἰησοῦς εἰς τὰ μέρη Τύρου καὶ Σιδῶνος. Καὶ ἰδοὺ γυνὴ Χαναναία ἀπὸ τῶν ὁρίων ἐκείνων ἐξελθοῦσα ἐκραύγασεν αὐτῷ λέγουσα· Ἐλέησόν με, Κύριε, υἱὲ Δαυΐδ· ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται. Ὁ δὲ οὐκ ἀπεκρίθη αὐτῇ λόγον. Καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ, ἠρώτων αὐτὸν λέγοντες· Ἀπόλυσον αὐτήν, ὅτι κράζει ὄπισθεν ἡμῶν. Ὁ δὲ ἀποκριθεὶς εἶπεν· Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. Ἡ δὲ ἐλθοῦσα προσεκύνησεν αὐτῷ λέγουσα· Κύριε, βοήθει μοι. Ὁ δὲ ἀποκριθεὶς εἶπεν· Οὐκ ἔστι καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ βαλεῖν τοῖς κυναρίοις. Ἡ δὲ εἶπε· Ναί, Κύριε· καὶ γὰρ τὰ κυνάρια ἐσθίει ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὐτῶν. Τότε ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτῇ· Ὦ γύναι, μεγάλη σου ἡ πίστις! Γενηθήτω σοι ὡς θέλεις. Καὶ ἰάθη ἡ θυγάτηρ αὐτῆς ἀπὸ τῆς ὥρας ἐκείνης.

Ὁ Διάκονος· Ἐλέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.

Ἔτι δεόμεθα, ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τοῦ δούλου τοῦ Θεοῦ (τοῦδε) καὶ ὑπὲρ τοῦ συγχωρηθῆναι αὐτῷ πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον.

Ὁ Ἱερεύς· Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν Δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ ὁ Ἱερεύς τὴν Εὐχήν·

Εὐχαριστοῦμέν σοι, Κύριε ὁ Θεός ἡμῶν, ὁ ἀγαθὸς καὶ φιλάνθρωπος, καὶ ἰατρὸς τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν· ὁ τὰς νόσους ἡμῶν ἀπόνως βαστάζων· οὗ τῷ μώλωπι πάντες ἰάθημεν· ὁ ποιμὴν ὁ καλός, ὁ εἰς ἀναζήτησιν ἐλθὼν τοῦ πλανηθέντος προβάτου· ὁ τοῖς ὀλιγοψύχοις διδοὺς παραμυθίαν, καὶ ζωὴν τοῖς συντετριμμένοις· ὁ τὴν πηγὴν τῆς αἱμοῤῥοούσης, δωδεκαετῆ οὖσαν ἰασάμενος· ὁ τὴν θυγατέρα τῆς Χαναναίας τοῦ χαλεποῦ δαιμονίου ἐλευθερώσας· ὁ τὸ δάνειον χαρισάμενος τοῖς δυσὶ χρεωφειλέταις, καὶ τῇ ἁμαρτωλῷ τὴν ἄφεσιν δούς· ὁ τὴν ἴασιν τῷ παραλυτικῷ δωρησάμενος σὺν τῇ ἀφέσει τῶν ἁμαρτιῶν αὐτοῦ· ὁ τὸν τελώνην τῷ λόγῳ δικαιώσας, καὶ τὸν ληστὴν ἐν τῇ ἐσχάτῃ αὐτοῦ ὁμολογίᾳ προσδεξάμενος· ὁ τὰς ἁμαρτίας τοῦ κόσμου ἀράμενος, καὶ τῷ Σταυρῷ προσηλώσας· σοῦ δεόμεθα, καὶ σὲ ἱκετεύομεν· ἐν τῇ ἀγαθότητί σου, αὐτός, ἄνες, ἄφες, συγχώρησον, ὁ Θεός, τὰς ἀνομίας καὶ τὰς ἁμαρτίας τοῦ δούλου σου (τοῦδε), τὰ πλημμελήματα αὐτοῦ, τὰ ἑκούσια καὶ τὰ ἀκούσια, τὰ ἐν γνώσει καὶ ἐν ἀγνοίᾳ, τὰ ἐν παραβάσει καὶ ἐν παρακοῇ, τὰ ἐν νυκτὶ καὶ ἐν ἡμέρᾳ· ἢ ὑπὸ κατάραν Ἱερέως ἢ πατρὸς ἢ μητρὸς ἐγένετο· ἢ ὀφθαλμὸν εἱστίασεν ἢ ὄσφρησιν ἐξεθήλυνεν ἢ ἀφῇ κατεμαλακίσθη ἢ γεύσει κατεπόρνευσεν ἢ ἐν οἱαδήποτε κινήσει σαρκὸς καὶ πνεύματος τοῦ σοῦ ἀπηλλοτριώθη θελήματος καὶ τῆς σῆς ἁγιότητος· εἴ τι ἥμαρτεν αὐτός τε καὶ ἡμεῖς, ὡς ἀγαθὸς καὶ ἀμνησίκακος Θεὸς καὶ φιλάνθρωπος, συγχώρησον, μὴ ἐῶν αὐτὸν καὶ ἡμᾶς εἰς τὸν ῥερυπωμένον βίον καταπεσεῖν, μηδὲ εἰς τὰς ὀλεθρίους ὁδοὺς ἀποτρέχειν. Ναί, Δέσποτα Κύριε, ἐπάκουσόν μου τοῦ ἁμαρτωλοῦ ἐν τῇ ὥρᾳ ταύτῃ ὑπὲρ τοῦ δούλου σου (τοῦδε)· πάριδε, ὡς ἀμνησίκακος Θεός, τὰ παραπτώματα αὐτοῦ ἅπαντα· ἀπάλλαξον αὐτὸν τῆς αἰωνίου κολάσεως· τὸ στόμα αὐτοῦ τῆς σῆς αἰνέσεως πλήρωσον· τὰ χείλη αὐτοῦ ἄνοιξον πρὸς δοξολογίαν τοῦ ὀνόματός σου· τὰς χεῖρας αὐτοῦ ἔκτεινον πρὸς ἐργασίαν τῶν ἐντολῶν σου· τοὺς πόδας αὐτοῦ πρὸς τὸν δρόμον τοῦ Εὐαγγελίου σου κατεύθυνον, πάντα αὐτοῦ τὰ μέλη καὶ τὴν διάνοιαν τῇ σῇ κατασφαλιζόμενος χάριτι. Σύ γὰρ εἶ ὁ Θεὸς ἡμῶν, ὁ διὰ τῶν ἁγίων σου Ἀποστόλων ἐντειλάμενος ἡμῖν, λέγων· «Ὅσα ἂν δήσητε ἐπὶ τῆς γῆς, ἔσται δεδεμένα ἐν τοῖς οὐρανοῖς· καὶ ὅσα ἂν λύσητε ἐπὶ τῆς γῆς, ἔσται λελυμένα ἐν τοῖς οὐρανοῖς»· καὶ πάλιν· «Ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται αὐτοῖς· ἄν τινων κρατῆτε, κεκράτηνται». Καὶ ὡς ἐπήκουσας Ἐζεκίου ἐν τῇ θλίψει τῆς ψυχῆς αὐτοῦ ἐν τῇ ὥρᾳ τοῦ θανάτου αὐτοῦ, καὶ οὐ παρεῖδες τὴν δέησιν αὐτοῦ, οὕτω κἀμοῦ τοῦ ταπεινοῦ καὶ ἁμαρτωλοῦ καὶ ἀναξίου δούλου σου ἐπάκουσον ἐν τῇ ὥρᾳ ταύτῃ δεομένου σου. Σὺ γὰρ εἶ, Κύριε Ἰησοῦ Χριστέ, ὁ ἑβδομηκοντάκις ἑπτὰ ἀφιέναι τοῖς περιπίπτουσιν ἐν ἁμαρτίαις κελεύσας, τῇ σῇ ἀγαθότητι καὶ φιλανθρωπίᾳ, καὶ μετανοῶν ἐπὶ ταῖς κακίαις ἡμῶν, καὶ χαίρων ἐπὶ τῇ ἐπιστροφῇ τῶν πεπλανημένων· ὅτι ὡς ἡ μεγαλωσύνη σου, οὕτω καὶ τὸ ἔλεός σου· καὶ σοὶ τήν δόξαν ἀναπέμπομεν σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΑΠΟΣΤΟΛΟΣ Ζ´.

Προκείμενον. Ἦχος δ´.

Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με. Στίχ. Ἐλέησόν με, Κύριε, ὅτι ἀσθενής εἰμι.

Πρὸς Θεσσαλονικεῖς Α´ Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα. (Κεφ. ε´ 14–23)

Ἀδελφοί, παρακαλοῦμεν ὑμᾶς νουθετεῖτε τοὺς ἀτάκτους, παραμυθεῖσθε τοὺς ὀλιγοψύχους, ἀντέχεσθε τῶν ἀσθενῶν, μακροθυμεῖτε πρὸς πάντας. Ὁρᾶτε μή τις κακὸν ἀντὶ κακοῦ τινι ἀποδῷ, ἀλλὰ πάντοτε τὸ ἀγαθὸν διώκετε καὶ εἰς ἀλλήλους καὶ εἰς πάντας. Πάντοτε χαίρετε, ἀδιαλείπτως προσεύχεσθε, ἐν παντὶ εὐχαριστεῖτε· τοῦτο γὰρ θέλημα Θεοῦ ἐν Χριστῷ Ἰησοῦ εἰς ὑμᾶς. Τὸ Πνεῦμα μὴ σβέννυτε, Προφητείας μὴ ἐξουθενεῖτε. Πάντα δὲ δοκιμάζετε, τὸ καλὸν κατέχετε· ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχεσθε. Αὐτὸς δὲ ὁ Θεὸς τῆς εἰρήνης ἁγιάσαι ὑμᾶς ὁλοτελεῖς, καὶ ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τηρηθείη.

Ἀλληλούϊα. Ἦχος β´.Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως.

ΕΥΑΓΓΕΛΙΟΝ Ζ´.

Σοφία· ὀρθοί· ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.

Εἰρήνη πᾶσι.

Ἐκ τοῦ κατά Ματθαῖον ἁγίου Εὐαγγελίου τὸ Ἀνάγνωσμα. (Κεφ. θ´ 9–13).

Τῷ καιρῷ ἐκείνῳ, παράγων ὁ Ἰησοῦς εἶδεν ἄνθρωπον καθήμενον ἐπὶ τὸ τελώνιον, Ματθαῖον λεγόμενον, καὶ λέγει αὐτῷ· Ἀκολούθει μοι. Καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ· Καὶ ἐγένετο αὐτοῦ ἀνακειμένου ἐν τῇ οἰκίᾳ, καὶ ἰδοὺ πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ ἐλθόντες συνανέκειντο τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ. Καὶ ἰδόντες οἱ Φαρισαῖοι εἶπον τοῖς μαθηταῖς αὐτοῦ· Διατὶ μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει ὁ διδάσκαλος ὑμῶν; Ὁ δὲ Ἰησοῦς ἀκούσας εἶπεν αὐτοῖς· Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ᾿ οἱ κακῶς ἔχοντες· Πορευθέντες δὲ μάθετε τί ἐστιν «ἔλεον θέλω καὶ οὐ θυσίαν». Οὐ γὰρ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν.

Ὁ Διάκονος· Ἐλέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.

Ἔτι δεόμεθα, ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τοῦ δούλου τοῦ Θεοῦ (τοῦδε) καὶ ὑπὲρ τοῦ συγχωρηθῆναι αὐτῷ πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον.

Ὁ Ἱερεύς· Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν Δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ὁ Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.

Καὶ ὁ Ἱερεύς τὴν Εὐχήν·

Δέσποτα Κύριε, ὁ Θεὸς ἡμῶν, ἰατρέ ψυχῶν καὶ σωμάτων, ὁ τὰ χρόνια πάθη θεραπεύων, ὁ ἰώμενος πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ· ὁ θέλων πάντας ἀνθρώπους σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν· ὁ μὴ βουλόμενος τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν· σὺ γὰρ Κύριε, ἐν τῇ Παλαιᾷ Διαθήκῃ ἔθου μετάνοιαν τοῖς ἁμαρτωλοῖς, Δαυΐδ καὶ Νινευΐταις, καὶ τοῖς πρὶν καὶ τοῖς μετὰ τούτους· ἀλλὰ καὶ ἐν τῇ ἐπιδημίᾳ τῆς ἐνσάρκου σου οἰκονομίας, οὐκ ἐκάλεσας δικαίους, ἀλλ᾿ ἁμαρτωλοὺς εἰς μετάνοιαν, ὡς τὸν τελώνην, ὡς τὴν πόρνην, ὡς τὸν ληστήν, ὡς βλάσφημον καὶ διώκτην τὸν μέγαν Παῦλον διὰ μετανοίας προσδεξάμενος· Πέτρον τὸν κορυφαῖον καὶ Ἀπόστολόν σου, ἀρνησάμενόν σε τρίτον, διὰ μετανοίας προσεδέξω καὶ προσελάβου καὶ ἐπηγγείλω αὐτῷ, λέγων· «Σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς· καὶ δώσω σοι τὰς κλεῖς τῆς Βασιλείας τῶν οὐρανῶν». Διόπερ καὶ ἡμεῖς, ἀγαθὲ καὶ φιλάνθρωπε, κατὰ τὰς ἀψευδεῖς σου ἐπαγγελίας θαῤῥοῦντες, δεόμεθά σου καὶ ἱκετεύομεν ἐν τῇ ὥρᾳ ταύτῃ. Ἐπάκουσον τῆς δεήσεως ἡμῶν, καὶ πρόσδεξαι αὐτὴν ὡς θυμίαμα προσφερόμενόν σοι, καὶ ἐπίσκεψαι τὸν δοῦλόν σου (τόνδε)· καὶ εἴ τι ἐπλημμέλησεν ἐν λόγῳ ἢ ἔργῳ ἢ κατὰ διάνοιαν ἢ ἐν νυκτὶ ἢ ἐν ἡμέρᾳ ἢ ὑπὸ κατάραν Ἱερέως ἐγένετο ἢ τῷ ἰδίῳ ἀναθέματι ὑπέπεσεν ἢ ὅρκῳ παρεπίκρανε καὶ ὡρκωμότησε, παρακαλοῦμέν σε καὶ δεόμεθά σου· ἄνες, ἄφες, συγχώρησον αὐτῷ, ὁ Θεός, παραβλέπων τὰς ἀνομίας αὐτοῦ καὶ τὰς ἁμαρτίας καὶ τὰ ἐν γνώσει καὶ ἀγνοίᾳ γενόμενα παρ᾿ αὐτοῦ. Καί εἴ τι τῶν ἐντολῶν σου παρέβῃ ἢ ἐπλημμέλησεν, ὡς σάρκα φορῶν καὶ τὸν κόσμον οἰκῶν ἢ ἐξ ἐνεργείας τοῦ διαβόλου, αὐτός, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος Θεός, συγχώρησον· ὅτι οὐκ ἔστιν ἄνθρωπος, ὃς ζήσεται καὶ οὐχ ἁμαρτήσει. Σὺ γὰρ μόνος ὑπάρχεις ἀναμάρτητος· ἡ δικαιοσύνη σου, δικαιοσύνη εἰς τὸν αἰῶνα, καὶ ὁ λόγος σου ἀλήθεια. Οὐ γάρ ἔπλασας τὸν ἄνθρωπον εἰς ἀπώλειαν, ἀλλ᾿ εἰς περιποίησιν τῶν ἐντολῶν σου καὶ ζωῆς ἀφθάρτου κληρονομίαν· καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ, καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εἶτα εἰσέρχεται μέσον τῶν Ἱερέων ὁ ποιῶν τό Εὐχέλαιον· καὶ λαβὼν ὁ προϊστάμενος τῶν Ἱερέων τὸ ἅγιον Εὐαγγέλιον, τίθησιν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ· καὶ τιθέασιν ἐπ᾿ αὐτὸ τὰς χεῖρας οἱ Ἱερεῖς· Ὁ δὲ προϊστάμενος λέγει τὴν Εὐχὴν ταύτην μεγαλοφώνως, τῶν λοιπῶν ὑποψαλλόντων τό· Κύριε, ἐλέησον.

Τοῦ Κυρίου δεηθῶμεν.

Βασιλεῦ ἅγιε, εὔσπλαγχνε, καὶ πολυέλεε, Κύριε Ἰησοῦ Χριστέ, Υἱὲ καὶ Λόγε τοῦ Θεοῦ τοῦ ζῶντος, ὁ μὴ θέλων τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν· οὐ τίθημι ἐμὴν χεῖρα ἁμαρτωλὸν ἐπὶ τὴν κεφαλὴν τοῦ προσελθόντος σοι ἐν ἁμαρτίαις καὶ αἰτουμένου παρὰ σοῦ δι᾿ ἡμῶν ἄφεσιν ἁμαρτιῶν· ἀλλὰ σὴν χεῖρα κραταιὰν καὶ δυνατήν, τὴν ἐν τῷ ἁγίῳ Εὐαγγελίῳ τούτῳ, ὃ οἱ συλλειτουργοί μου κατέχουσιν ἐπὶ τὴν κεφαλὴν τοῦ δούλου σου (τοῦδε), ἔκτεινον· καὶ δέομαι σὺν αὐτοῖς καὶ ἱκετεύω τὴν συμπαθεστάτην καὶ ἀμνησίκακόν σου φιλανθρωπίαν· ὁ Θεός, ὁ Σωτὴρ ἡμῶν, ὁ διὰ τοῦ προφήτου σοῦ Νάθαν μετανοήσαντι τῷ Δαυΐδ ἐπὶ τοῖς ἰδίοις ἁμαρτήμασιν ἄφεσιν δωρησάμενος, καὶ τοῦ Μανασσῆ τὴν ἐπὶ μετανοίᾳ προσευχὴν δεξάμενος, αὐτὸς καὶ τὸν δοῦλόν σου (τόνδε) μετανοοῦντα ἐπὶ τοῖς ἰδίοις αὐτοῦ πλημμελήμασι, πρόσδεξαι τῇ συνήθει σου φιλανθρωπίᾳ, παρορῶν αὐτοῦ πάντα τὰ παραπτώματα. Σὺ γὰρ εἶ ὁ Θεὸς ἡμῶν, ὁ καὶ ἑβδομηκοντάκις ἑπτὰ ἀφιέναι κελεύσας τοῖς περιπίπτουσιν ἐν ἁμαρτίαις· ὅτι ὡς ἡ μεγαλωσύνη σου, οὕτω καὶ τὸ ἔλεός σου. Καὶ σοὶ πρέπει πᾶσα δόξα, τιμή, καὶ προσκύνησις, σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ ἀσπάζεται τὸ ἅγιον Εὐαγγέλιον ὁ ποιήσας τὸ Εὐχέλαιον· ὁ δὲ Ἱερεύς μνημονεύει αὐτόν. Εἶτα ψάλλεται τὸ παρὸν Ἰδιόμελον.

Ἦχος δ´.

Πηγὴν ἰαμάτων ἔχοντες, ἅγιοι Ἀνάργυροι, τὰς ἰάσεις παρέχετε πᾶσι τοῖς δεομένοις, ὡς μεγίστων δωρεῶν ἀξιωθέντες, παρὰ τῆς ἀενάου πηγῆς τοῦ Σωτῆρος Χριστοῦ. Φησὶ γὰρ πρὸς ὑμᾶς ὁ Κύριος, ὡς ὁμοζήλους τῶν Ἀποστόλων· Ἰδοὺ δέδωκα ὑμῖν τὴν ἐξουσίαν, κατὰ πνευμάτων ἀκαθάρτων, ὥστε αὐτὰ ἐκβάλλειν, καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. Διὸ τοῖς προστάγμασιν αὐτοῦ καλῶς πολιτευσάμενοι, δωρεὰν ἐλάβετε, δωρεὰν παρέχετε, ἰατρεύοντες τὰ πάθη τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν.

Δόξα... Καὶ νῦν... Θεοτοκίον.

Ἦχος ὁ αὐτός.

Νεῦσον παρακλήσεσι, σῶν ἱκετῶν, Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάτουσα· σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα· μὴ αἰσχυνθῶμεν, Δέσποινα, σὲ προσκαλούμενοι. Σπεῦσον εἰς ἱκεσίαν τῶν σοὶ πιστῶς βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Ὁ Διάκονος· Δόξα... Καὶ νῦν... Κύριε, ἐλέησον (γ´). Πάτερ ἅγιε, εὐλόγησον.

Καὶ ποιεῖ Ἀπόλυσιν ὁ πρῶτος Ἱερεύς·

Δόξα σοι ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι.

Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός· δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, τοῦ ἁγίου Ἰακώβου τοῦ Ἀδελφοθέου καὶ πάντων τῶν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς ὡς ἀγαθὸς καὶ φιλάνθρωπος. Δι᾿ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

Ὁ ποιήσας δὲ τὸ Εὐχέλαιον, βαλὼν μετάνοιαν λέγει·

Εὐλογεῖτε, Πατέρες ἅγιοι· συγχωρήσατέ μοι τῷ ἁμαρτωλῷ (ἐκ γ´).

Καὶ λαβὼν παρ᾿ αὐτῶν εὐλογίαν καὶ συγχώρησιν ἀπέρχεται εὐχαριστῶν τῷ Θεῷ.

ΕΠΙ ΕΚΔΗΜΙΑ ΠΙΣΤΟΥ. ΑΚΟΛΟΥΘΙΑ ΕΙΣ ΨΥΧΟΡΡΑΓΟΥΝΤΑ

Εὐλογητὸς ὁ Θεὸς ἡμῶν...

Ἅγιος ὁ Θεός.. (γ´). Δόξα... Καὶ νῦν... Παναγία Τριάς... Κύριε, ἐλέησον (γ´). Δόξα... Καὶ νῦν... Πάτερ ἡμῶν... Ὅτι σοῦ ἐστιν... Κύριε, ἐλέησον (ιβ´). Δεῦτε προσκυνήσωμεν... (γ´), καὶ τοὺς Ψαλμούς.

Ψαλμὸς ξθ´ (69).

Ὁ Θεός, εἰς τὴν βοήθειάν μου πρόσχες· Κύριε, εἰς τὸ βοηθῆσαί μοι σπεῦσον. Αἰσχυνθήτωσαν, καὶ ἐντραπήτωσαν οἱ ζητοῦντες τὴν ψυχήν μου. Ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω, καὶ καταισχυνθήτωσαν οἱ βουλόμενοί μοι κακά. Ἀποστραφήτωσαν παραυτίκα αἰσχυνόμενοι, οἱ λέγοντές μοι· Εὖγε, εὖγε. Ἀγαλλιάσθωσαν καὶ εὐφρανθήτωσαν ἐπὶ σοί, πάντες οἱ ζητοῦντές σε, ὁ Θεός. Καί λεγέτωσαν διὰ παντός· Μεγαλυνθήτω ὁ Κύριος, οἱ ἀγαπῶντες τὸ σωτήριόν σου. Ἐγὼ δὲ πτωχός εἰμί καὶ πένης· ὁ Θεός, βοήθησόν μοι. Βοηθός μου καὶ ῥύστης μου εἶ σύ, Κύριε· μὴ χρονίσῃς.

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου...

Ἐλέησόν με, ὁ Θεός...

Εἶτα τὸν παρόντα Κανόνα.

Ποίημα Ἀνδρέου Κρήτης Ἱεροσολυμίτου.

Ἦχος πλ. β´.

ᾨδὴ α´. Ὡς ἐν ἠπείρῳ πεζεύσας.

Δεῦτε συνάχθητε πάντες οἱ εὐσεβῶς, ἐν τῷ βίῳ ζήσαντες, καὶ θρηνήσατε ψυχήν, ξενωθεῖσαν δόξης τοῦ Θεοῦ, καὶ δουλεύσασαν αἰσχροῖς, δαίμοσι πάσῃ σπουδῇ.

Νῦν ὁ χρόνος μου ἅπας ὁ τῆς ζωῆς, ὡς καπνὸς παρέδραμε, καὶ παρέστησαν λοιπόν, Ἄγγελοι πεμφθέντες ἐκ Θεοῦ, τὴν ἀθλίαν μου ψυχήν, ζητοῦντες ἀσυμπαθῶς.

Δόξα Πατρί.

Ἰδοὺ ἐφέστηκεν ὄχλος τῶν πονηρῶν, πνευμάτων κατέχοντες, τῶν ἐμῶν ἁμαρτιῶν, ἐγγραφὰς καὶ κράζουσι σφοδρῶς, ἐκζητοῦντες ἀναιδῶς, τὴν ταπεινήν μου ψυχήν.

Καὶ νῦν. Θεοτοκίον.

Λοιπὸν πρός τίνα βοήσω; Τίς μου κλαυθμόν, ἐξ ὀδύνης δέξεται, καὶ καρδίας στεναγμόν; Εἰμὴ σὺ πανάχραντε Ἁγνή, ἡ ἐλπίς χριστιανῶν, καὶ πάντων ἁμαρτωλῶν.

ᾨδὴ γ´. Οὐκ ἔστιν ἅγιος ὡς σύ.

Καλοί μου φίλοι καὶ γνωστοί, ἵνα τί οὐ θρηνεῖτε, ἐκ ψυχῆς καὶ καρδίας, τόν ποτε ἀγαπητόν, καὶ φίλον καὶ ἀδελφόν, νῦν δὲ ξένον καὶ Θεοῦ καὶ πάντων ὑμῶν;

Ἀγαπητοί μου ἀδελφοί, τὰς ἐμὰς καθορῶντες, ἁμαρτίας κειμένας, ἐν τῇ στάθμῃ τοῦ ζυγοῦ, Χριστὸν τὸν πάντων Θεόν, δυσωπεῖτε ἵλεων γενέσθαί μοι.

Δόξα Πατρί.

Μνησθέντες μου ἀγαπητοί, τῆς πρὸς ὑμᾶς φιλίας, τὸν Χριστὸν δυσωπεῖτε, ἐπιβλέψαι ἐπ᾿ ἐμέ, τὸν δυστυχῆ τῆς ζωῆς, στερηθέντα καὶ βασανιζόμενον.

Καὶ νῦν. Θεοτοκίον.

Κλῖνον τὸ οὖς σου ἐπ᾿ ἐμοί, τοῦ Θεοῦ μου ἡ Μήτηρ, ἐκ τοῦ ὕψους τῆς δόξης, τῆς πολλῆς σου ἀγαθή· εἰσάκουσον στεναγμῶν, τελευταίων καὶ χεῖρά μοι ὄρεξον.

Ἐλέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.

Ἔτι δεόμεθα ὑπὲρ τοῦ δούλου σου (τοῦδε) ἀφέσεως τῶν ἁμαρτιῶν καὶ συγχωρήσεως τῶν ἑκουσίων καὶ ἀκουσίων αὐτοῦ πλημμελημάτων.

Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος...

Κάθισμα. Ἦχος β´.

Πρεσβεία θερμή, καὶ τεῖχος ἀπροσμάχητον, ἐλέους πηγή, τοῦ κόσμου καταφύγιον, ἐκτενῶς βοῶμέν σοι· Θεοτόκε Δέσποινα πρόφθασον, καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, ἡ μόνη ταχέως προστατεύουσα.

ᾨδὴ δ´. Χριστός μου δύναμις.

Οἴμοι τὸν ἄσωτον! οἴμοι τὸν ἄθλιον! ὅτι χεῖρας ἐκτείνω πρὸς τοὺς ἐμούς, φίλους τε καὶ δάκρυα ἐξ ὀφθαλμῶν προχέω, ἀλλ᾿ οὐδεὶς ὁ ἐλεῶν ἐμέ.

Ἀγὼν ἐπέστη μοι ψυχῆς πανώλεθρος, καὶ τὰ ὄμματα ῥέπω πρὸς τοὺς Θεοῦ, φωτεινοὺς Ἀγγέλους καὶ βοῶ· Μικρὸν ἐάσατέ με ζῆν· ἀλλ᾿ οὐδεὶς ὁ εἰσακούων μου.

Δόξα Πατρί.

Ἐμὲ πενθήσατε, ἐμὲ θρηνήσατε, τῶν Ἀγγέλων οἱ δῆμοι καὶ τῶν βροτῶν, πάντων οἱ φιλόχριστοι· ἀθλίως γάρ μου ἡ ψυχή, ἐκ τοῦ σώματος χωρίζεται.

Καὶ νῦν. Θεοτοκίον.

Δέσποινα, Δέσποινα, ἄρτι ἐλέησον, ψυχὴν ἀπορουμένην καὶ πρὸς τὴν σήν, σκέπην μόνην βλέπουσαν, καὶ μὴ παρίδῃς ἀγαθή, ἐκδοθῆναί με τοῖς δαίμοσι.

ᾨδὴ ε´. Τῷ θείῳ φέγγει σου ἀγαθέ.

Φῶς νοητὸν λάμψον ἐπ᾿ ἐμοί, ἴδω σε Χριστὲ κἂν πρὸς βραχύ· οὐκέτι γάρ σε θεάσομαι· νέφος γὰρ δαιμόνων, ἄφνω ἐπῆλθέ μοι, καὶ σκότος τῶν αἰχρῶν μου ἔργων καλύπτει με.

Σώζεσθε πάντες ἀγαπητοί, ἄσπλαχνοι φανέντες ἐπ᾿ ἐμέ, τὸν δυστυχῆ καὶ πανάθλιον· πάντες γὰρ εἰ μίαν φωνήν ἐφθέγξασθε, πρὸς τὸν ἐμὸν Δεσπότην, οὐκ ἂν ἀπέτυχον.

Δόξα Πατρί.

Σώζου ὁ μέγας ἄρχων Θεοῦ, Μιχαὴλ Ἀγγέλων ἀρχηγέ· οὐκέτι γὰρ σου τὸ ἅγιον, ὄνομα καλέσω τοῦ βοηθῆσαί μοι· σιγῶσι γάρ μου χείλη, καὶ γλῶσσα δέδεται.

Καὶ νῦν. Θεοτοκίον.

Σώζου καὶ σὺ ἄχραντε ἁγνή, Μήτηρ τοῦ Χριστοῦ μου καὶ Θεοῦ· οὐκέτι γὰρ τὴν εἰκόνα σου, ἐξ ἐμῶν πταισμάτων βλέψω ὁ ἄθλιος· ἐσβέσθη γὰρ τὸ φῶς μου, νὺξ δὲ μ᾿ ἐκάλυψε.

ᾨδὴ ς´. Τοῦ βίου τὴν θάλασσαν.

Κλίνατε τὸ οὖς ὑμῶν, ἀδελφοί μου πρὸς ἐμέ, καὶ συμπαθῶς ἀκούσατε, ἐλεεινῶν ῥημάτων μικρὰν φθογγήν, καὶ μὴ παρακούσητε, καὶ μισθὸν ἐκ Κυρίου πάντες λήψεσθε.

Ἰδοὺ νῦν χωρίζεται, μετ᾿ ὀδύνης ἡ ψυχή, ἐκ τοῦ δεινοῦ μου σώματος· μὴ οὖν τὸ σῶμά μου θάψητε ἐν τῇ γῇ· ἐάσατε ἄταφον, ὅπως φάγωσι κύνες τὴν καρδίαν μου.

Δόξα Πατρί.

Τί γὰρ μοι τὸ ὄφελος, τὴν ψυχὴν ἐν φοβεροῖς, κολαστηρίοις σύρεσθαι, τὸ δὲ σῶμά μου ψάλλεσθαι ὑφ᾿ ὑμῶν; οὐκ ἔστι γὰρ ἄξιον, ἀλλὰ σύροντες ἔξω κυσὶ ῥίψατε.

Καὶ νῦν. Θεοτοκίον.

Ἴσως διερχόμενοι, ξένοι βλέποντες ὀστᾶ, ὑπὸ κυνῶν συρόμενα, κατανυγέντες κράξουσιν ἐκ ψυχῆς· Βοήθησον Δέσποινα, τῇ ψυχῇ τοῦ ἀθλίου τούτου σώματος.

Ἐλέησον ἡμᾶς, ὁ Θεός...

Ἔτι δεόμεθα ὑπὲρ τοῦ δούλου σου (τοῦδε) ἀφέσεως τῶν ἁμαρτιῶν καὶ συγχωρήσεως τῶν ἑκουσίων καὶ ἀκουσίων αὐτοῦ πλημμελημάτων.

Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος...

Κοντάκιον. Ἦχος β´.

Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε, μεσιτεία πρὸς τὸν Ποιητὴν ἀμετάθετε, μὴ παρίδῃς ἁμαρτωλῶν δεήσεων φωνάς· ἀλλὰ πρόφθασον ὡς ἀγαθή, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν πιστῶς κραυγαζόντων σοι· Τάχυνον εἰς πρεσβείαν, καὶ σπεῦσον εἰς ἱκεσίαν, ἡ προστατεύουσα ἀεί, Θεοτόκε τῶν τιμώντων σε.

Ὁ Οἶκος.

Ἔκτεινόν σου παλάμας, ἐν αἷς ὁ πάντων Δεσπότης, ὡς βρέφος ἐνηγκαλίσθῃ διὰ πλῆθος ἀγαθότητος· μὴ καταλίπῃς ἡμᾶς τοὺς ἀεὶ εἰς σὲ ἐλπίζοντας, τῇ ἀμέτρῳ προστασία σου, καὶ ἀμέτρῳ συμπαθείᾳ σου· οἰκτείρησον ἡμᾶς, καὶ φεῖσαι τῶν ψυχῶν ἡμῶν, εὐσπλαγχνίας ὑπάρχουσα πηγή· σὲ γὰρ προστασίαν κεκτήμεθα Πανάχραντε, ἐκ τῆς πρῴην ῥυσθέντες κακώσεως. Ἀλλ᾿ ὡς ἔχουσα σπλάγχνα οἰκτιρμῶν, τάχυνον εἰς πρεσβείαν, καὶ σπεῦσον εἰς ἱκεσίαν, ἡ προστατεύουσα ἀεί, Θεοτόκε τῶν τιμώντων σε.

ᾨδὴ ζ´. Δροσοβόλον μὲν τὴν κάμινον.

Ἰδοὺ σύραντες ἀπέσπασαν τοῦ σώματος, δεινῶς ἄφνω ἀθλίαν ψυχήν, καὶ ἀπάγουσι, πρὸς Κριτὴν φρικτὸν καὶ φοβερόν· μνησθέντες μου οὖν ἀγαπητοί, τῆς πρὸς ὑμᾶς ἀναστροφῆς, μνείαν ποιεῖσθέ μου.

Ἐλεήσατέ με Ἄγγελοι πανάγιοι, Θεοῦ τοῦ παντοκράτορος, καὶ λυτρώσασθε, τελωνίων πάντων πονηρῶν· οὐκ ἔχω γὰρ ἔργον ἀγαθόν, ἀντισταθμίσαι τῷ ζυγῷ, τῶν φαύλων πράξεων.

Δόξα Πατρί.

Ἄν ἐπανέλθητε πανάγιοί μου Ἄγγελοι, παραστῆναι βήματι Χριστοῦ, γόνυ κλίναντες, ἐν κλαυθμοῖς βοήσατε αὐτῷ· Ἐλέησον πάντων ποιητά, ἔργον χειρῶν σου ἀγαθέ,καὶ μὴ ἀπώσῃ ἐκ σοῦ.

Καὶ νῦν. Θεοτοκίον.

Προσκυνήσαντες τὴν Δέσποιναν καὶ ἄχραντον, Μητέρα τοῦ Θεοῦ ἡμῶν, δυσωπήσατε, ὅπως κλίνῃ γόνυ μεθ᾿ ἡμῶν, καὶ κάμψῃ πρὸς δέησιν αὐτῷ· Μήτηρ γὰρ οὖσα καὶ τροφός, εἰσακουσθήσεται.

ᾨδὴ η´. Ἐκ φλογὸς τοῖς ὁσίοις.

Συστενάξατε πάντα τῆς γῆς τὰ πέρατα, ἐπ᾿ ἐμοὶ τῷ ἀθλίῳ καὶ συνδακρύσατε· ἦλθε γὰρ δεινή, ἐκ τῶν ἄνω ἀπόφασις, χεῖράς μου δεθῆναι, καὶ πόδας ἐξωσθῆναι.

Ἀστοχήσας ἐκ πάντων πρὸς σὲ τὸν φύλακα, τῆς ἀθλίας ζωῆς μου στενάζων κράζω πικρῶς· Ἴδε μου δεσμῶν, αἰωνίων τὴν κάκωσιν, καὶ μὴ ἀποκάμῃς, ὑπὲρ ἐμοῦ πρεσβεύων.

Δόξα Πατρί.

Ἐπειδή ἐγενόμην δαίμοσιν ἔκδοτος, καὶ εἰς ᾍδου πυθμένα βίᾳ κατάγομαι, οἶδα ὅτι νῦν, πάντες μου ἐπελάθοντο· σὺ δὲ μνήσθητί μου, ὦ Ἄγγελε Κυρίου.

Καὶ νῦν. Θεοτοκίον.

Τοῦ Χριστοῦ μου ἡ Μήτηρ πῶς ἐπελάθου μου; Πῶς οὐκ ἔκαμψας σπλάγχνα τοῦ ἐκκενώσαντος, αἷμα ἐκ πλευρᾶς, ἵνα σώσῃ οὓς ἔπλασεν; Οἴμοι πῶς ἐκλείσθη, τὰ σπλάγχνα τοῦ Χριστοῦ μου!

ᾨδὴ θ´. Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον.

Θεοῦ οὐκέτι ἐγὼ μνησθήσομαι· οὐκ ἔνι γὰρ ἐν ᾍδη μνημονεύειν τὸν Κύριον· ἀλλὰ σκότει δεινῷ καλυπτόμενος, κάθημαι περιμένων τὴν ἐξανάστασιν, πάντων τῶν βροτῶν ἀνακριθείς, εἰς πῦρ βληθήσομαι.

Θεὸς οὐκέτι ἐμοῦ μνησθήσεται, οὐδὲ πληθὺς Ἀγγέλων, Ἀρχαγγέλων ὁμήγυρις, Προφητῶν, Ἀποστόλων ὁ σύλλογος, πλήθη τε τῶν Μαρτύρων, πάντων Δικαίων τε· μόνος οὖν ἀντλήσω τὰ κακά, ἅπερ συνέλεξα.

Δόξα Πατρί.

Θρηνήσατέ με νῦν καὶ πενθήσατε, ᾍδου πυθμὴν καὶ ἄβυσσος, καὶ σκώληξ καὶ τάρταρος· αἱ κολάσεις οὖν πᾶσαι στενάξατε· μόνος γὰρ ἐγὼ ὁ ἄθλιος, ἤχθην εἰς ὑμᾶς παραδοθείς, τοῦ τιμωρεῖσθαι πικρῶς.

Καὶ νῦν. Θεοτοκίον.

Θεοῦ ἡ Μήτηρ βλέψον εἰς ἄβυσσον, ἴδε ψυχὴν βασάνοις ἐκδοθεῖσαν κολάζεσθαι, καὶ τὰ γόνατα κλίνασα, δάκρυσον· ἵνα ἐπικαμφθείς σου ταῖς παρακλήσεσιν, ὁ τὸ αἷμα δοὺς ὑπὲρ ἐμοῦ, ἀνακαλέσῃ με.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν· τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Δέσποινα καὶ Μὴτηρ τοῦ Λυτρωτοῦ, δέξαι παρακλήσεις, ἀναξίων σῶν οἰκετῶν, ἵνα μεσιτεύσῃς πρὸς τὸν ἐκ σοῦ τεχθέντα· ὦ Δέσποινα τοῦ κόσμου, γενοῦ μεσίτρια.

Ἅγιος ὁ Θεός... (γ´). Δόξα... Καὶ νῦν... Παναγία Τριάς... Κύριε, ἐλεήσον (γ´). Δόξα... Καὶ νῦν... Πάτερ ἡμῶν... Ὅτι σοῦ ἐστιν...

Ἦχος πλ. β´.

Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς· πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν· Ἐλέησον ἡμᾶς.

Δόξα Πατρί.

Κύριε ἐλέησον ἡμᾶς· ἐπὶ σοὶ γὰρ πεποίθαμεν· μὴ ὀργισθῇς ἡμῖν σφόδρα, μηδὲ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν· ἀλλ᾿ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαγχνος, καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν· σὺ γὰρ εἶ Θεὸς ἡμῶν, καὶ ἡμεῖς λαός σου· πάντες ἔργα χειρῶν σου, καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν. Θεοτοκίον.

Τῆς εὐσπλαγχνίας, τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε· ἐλπίζοντες εἰς σέ, μὴ ἀστοχήσωμεν· ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων· σὺ γὰρ εἶ ἡ σωτηρία τοῦ γένους τῶν χριστιανῶν.

Ἐλέησον ἡμᾶς, ὁ Θεός...

Ἔτι δεόμεθα ὑπὲρ τοῦ δούλου σου (τοῦδε) ἀφέσεως τῶν ἁμαρτιῶν καὶ συγχωρήσεως τῶν ἑκουσίων καὶ ἀκουσίων αὐτοῦ πλημμελημάτων.

Καὶ ταύτην τὴν Εὐχὴν [εἰς ψυχοῤῥαγοῦντα]

Τοῦ Κυρίου δεηθῶμεν.

Κύριε ὁ Θεὸς ἡμῶν, ὁ τῇ σῇ ἀῤῥήτῳ σοφίᾳ, δημιουργήσας τὸν ἄνθρωπον ἐκ τοῦ χοός, καὶ τοῦτον ἀναμορφώσας εἰς εἶδος καὶ κάλλος καὶ ἐξωραΐσας, ὡς τίμιον καὶ οὐράνιον κτῆμα, εἰς δοξολογίαν καὶ εὐπρέπειαν τῆς σῆς δόξης καὶ βασιλείας, διὰ τὸ κατ᾿ εἰκόνα καὶ καθ᾿ ὁμοίωσιν τοῦτον παραγαγεῖν· ἐπεὶ δὲ τὴν ἐντολὴν παρέβη τοῦ σοῦ προστάγματος, καὶ μεταλαβὼν τῆς εἰκόνος καὶ μή φυλάξας, διά τοῦτο, ἵνα μὴ τὸ κακὸν ἀθάνατον γένηται, φιλανθρώπως ἐκέλευσας τὴν κρᾶσιν καὶ μῖξιν ταύτην καὶ τὸν ἄῤῥηκτόν σου τοῦτον δεσμόν, ὡς Θεὸς τῶν Πατέρων ἡμῶν, τῷ σῷ θείῳ βουλήματι ἀποτέμνεσθαι καὶ διαλύεσθαι· ὥστε τὴν μὲν ψυχὴν ἐκεῖσε χωρεῖν, ἔνθα καὶ τὸ εἶναι προσελάβετο μέχρι τῆς κοινῆς ἀναστάσεως, τὸ δὲ σῶμα εἰς τὰ ἐξ ὧν συνετέθη ἀναλύεσθαι. Διὰ τοῦτο δεόμεθα σοῦ τοῦ ἀνάρχου καὶ ἀθανάτου Πατρός, καὶ τοῦ μονογενοῦς σου Υἱοῦ, καὶ τοῦ παναγίου καὶ ὁμοουσίου καὶ ζωοποιοῦ σου Πνεύματος, ἵνα τὴν ἀπὸ τοῦ σώματος διάλυσιν τῆς ψυχῆς τοῦ δούλου σου (τοῦ δεῖνος) ἐν ἀναπαύσει ποιήσῃς. Καὶ εἴ τι ἐν γνώσει ἢ ἐν ἀγνοίᾳ προσέκρουσε τὴν σὴν ἀγαθότητα ἢ ὑπὸ κατάραν γέγονεν Ἱερέως ἢ τοὺς ἰδίους γονεῖς παρεπίκρανεν ἢ ὅρκον παρέβη ἢ φαντασίαις δαιμόνων καὶ γοητείαις αἰσχραῖς περιέπεσε, φθόνῳ τοῦ πονηροῦ δαίμονος, συγχώρησον, ὑπὸ τῆς σῆς ἀφάτου δυσωπούμενος ἀγαθότητος. Ναί, Δέσποτα Κύριε ὁ Θεός, ἐπάκουσον ἐμοῦ τοῦ ἁμαρτωλοῦ καὶ ἀναξίου δούλου σου ἐν τῇ ὥρᾳ ταύτῃ, καὶ λῦσον τὸν δοῦλόν σου (τὸν δεῖνα) τῆς ἀφορήτου ταύτης ὀδύνης, καὶ τῆς συνεχούσης αὐτὸν πικρᾶς ἀσθενείας, καὶ ἀνάπαυσον αὐτόν, ἔνθα τῶν δικαίων τὰ πνεύματα. Ὅτι σὺ εἶ ἡ ἀνάπαυσις τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ἑτέρα Εὐχὴ εἰς ψυχήν κρινομένην.

Δέσποτα Κύριε, ὁ Θεὸς ἡμῶν ὁ παντοκράτωρ, ὁ Πατὴρ τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ «πάντας ἀνθρώπους θέλων σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν»· ὁ «μὴ βουλόμενος τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν», δεόμεθα καὶ παρακαλοῦμέν σε· τὴν ψυχὴν τοῦ δούλου σου (τοῦδε) παντὸς δεσμοῦ λῦσον, πάσης κατάρας ἐλευθέρωσον· ὅτι σὺ εἶ ὁ λύων τοὺς πεπεδημένους, καὶ ἀνορθῶν τοὺς κατεῤῥαγμένους, ἡ ἐλπὶς τῶν ἀπηλπισμένων. Κρίσει τῇ παρὰ σοῦ ἐλεήσας, κέλευσον, Δέσποτα φιλάνθρωπε, ἀπολυθῆναι ἐν εἰρήνῃ τὴν ψυχὴν τοῦ δούλου σου (τοῦδε), καὶ καταπαῦσαι εἰς τὰς αἰωνίους σου μονᾶς μετὰ τῶν Ἁγίων σου. Χάριτι καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ᾿ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ, καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ἑτέρα Εὐχὴ μετὰ θάνατον συγχωρητική.

Κύριος Ἰησοῦς Χριστός, ὁ Θεὸς ἡμῶν, ὁ τὰς θείας ἐντολὰς τοῖς ἁγίοις αὐτοῦ Μαθηταῖς καὶ Ἀποστόλοις δούς, εἰς τὸ δεσμεῖν τε καὶ λύειν τοῖς πεπτωκόσι τὰ ἁμαρτήματα, ἐξ ἐκείνων δὲ καὶ ἡμῖν φιλανθρώπως τὸ αὐτὸ ποιεῖν διαβιβάσας, συγχωρήσαι σοι, τέκνον πνευματικόν, εἴ τι ἂν ἔπραξας ἐν τῷ νῦν αἰῶνι ἑκούσιον ἢ ἀκούσιον· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εἶθ᾿ οὕτως ἡ Ἀπόλυσις.

ΑΚΟΛΟΥΘΙΑ ΝΕΚΡΩΣΙΜΟΣ ἤτοι ΕΙΣ ΚΕΚΟΙΜΗΜΕΝΟΥΣ

[Βλέπε Τυπικὸν (Παράρτημα)· Ἀκολουθία Νεκρώσιμος εἰς Κοσμικούς].

«Πάντες γὰρ ὑμεῖς εἷς ἐστε ἐν Χριστῷ Ἰησοῦ» (Γαλ. γ´ 28)

Ἰστέον ὅτι ἡ κατωτέρω τάξις τῆς Νεκρωσίμου Ἀκολουθίας ψάλλεται εἰς ἅπαντας τοὺς κεκοιμημένους βασιλεῖς τε καὶ πατριάρχας, καὶ ἀρχιερεῖς, καὶ ἱερεῖς, εἰς ἄνδρας τε καὶ γυναῖκας, μικρούς τε καὶ μεγάλους, πλὴν τῶν νηπίων, ὧν ἡ Νεκρώσιμος Ἀκολουθία καταχωρίζεται ἐν σελίδι 268 ἑξ.

Τελευτήσαντός τινος τῶν εὐσεβῶν Ὀρθοδόξων, εὐθὺς προσκαλεῖται παρὰ τῶν συγγενῶν αὐτοῦ ὁ Ἱερὸς Κλῆρος. Ἐλθόντες δὲ εἰς τὸν οἶκον, ἐν ᾧ τὸ λείψανον κεῖται, οἱ μὲν Ἱερεῖς βάλλουσιν Ἐπιτραχήλιον καὶ Φελώνιον λευκόν, οἱ δὲ Διάκονοι ἐνδύονται Στιχάριον καὶ Ὀράριον, κρατοῦντες θυμιατά. Τότε εἷς Ἱερεὺς μετὰ Διακόνου εἰσέρχονται, ὅπου ὁ νεκρὸς κεῖται.

α´. ΕΝ Τῼ ΟΙΚῼ

Ὁ Διάκονος· Εὐλόγησον, Δέσποτα.

Ὁ Ἱερεύς· Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς ἀιῶνας τῶν αἰώνων.

Ὁ Διάκονος· Ἀμήν. Ἅγιος ὁ Θεὸς, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς (γ´).

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλεήσον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλεήσον· Κύριε, ἐλέησον.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς· ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς· τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὁ Ἱερεύς· Ὅτι σοῦ ἐστιν ἡ Βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ ψάλλουσι τὰ Τροπάρια ταῦτα.

Ἦχος δ´.

Μετὰ πνευμάτων δικαίων τετελειωμένων, τὴν ψυχὴν τοῦ δούλου σου, Σῶτερ, ἀνάπαυσον, φυλάττων αὐτὴν εἰς τὴν μακαρίαν ζωήν, τὴν παρὰ σοί, φιλάνθρωπε.

Εἰς τὴν κατάπαυσίν σου, Κύριε, ὅπου πάντες οἱ Ἅγιοί σου ἀναπαύονται, ἀνάπαυσον καὶ τὴν ψυχὴν τοῦ δούλου σου, ὅτι μόνος ὑπάρχεις ἀθάνατος.

Δόξα Πατρί.

Σὺ εἶ ὁ Θεὸς ἡμῶν, ὁ καταβὰς εἰς ᾍδην, καὶ τὰς ὀδύνας λύσας τῶν πεπεδημένων· αὐτὸς καὶ τὴν ψυχήν τοῦ δούλου σου, Σῶτερ, ἀνάπαυσον.

Καὶ νῦν. Θεοτοκίον.

Ἡ μόνη ἁγνὴ καὶ ἄχραντος Παρθένος, ἡ Θεὸν ἀφράστως κυήσασα, πρέσβευε ὑπὲρ τοῦ σωθῆναι τὴν ψυχὴν τοῦ δούλου σου.

Ὁ Διάκονος· Ἐλέησον ἡμᾶς, ὁ Θεός, κατὰ τό μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.

Ἔτι δεόμεθα ὑπὲρ ἀναπαύσεως τῆς ψυχῆς τοῦ κεκοιμημένου δούλου τοῦ Θεοῦ (τοῦδε)[Ἰστέον δέ, ὅτι ὁ αὐτὸς τύπος τηρεῖται καὶ εἰς κοιμηθείσας γυναῖκας καὶ εἰς παῖδας τῶν Ὀρθοδόξων, ἐναλλαττομένου μόνον τοῦ ὀνόματος, ἀπό τε ἀρσενικοῦ εἰς θηλυκόν, καὶ οὐχ ἕτερον], καὶ ὑπὲρ τοῦ συγχωρηθῆναι αὐτῷ πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον.

Ὅπως Κύριος ὁ Θεὸς τάξῃ τὴν ψυχὴν αὐτοῦ ἔνθα οἱ Δίκαιοι ἀναπαύονται· τὰ ἐλέη τοῦ Θεοῦ, τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ ἄφεσιν τῶν αὑτοῦ ἁμαρτιῶν, παρὰ Χριστῷ τῷ ἀθανάτῳ Βασιλεῖ καὶ Θεῷ ἡμῶν αἰτησώμεθα.

Τοῦ Κυρίου δεηθῶμεν.

Ὁ Ἱερεύς·

Ὁ Θεὸς τῶν πνευμάτων καὶ πάσης σαρκός, ὁ τὸν θάνατον καταπατήσας, τὸν δὲ διάβολον καταργήσας, καὶ ζωὴν τῷ κόσμῳ σου δωρησάμενος· αὐτός, Κύριε, ἀνάπαυσον τὴν ψυχὴν τοῦ κεκοιμημένου δούλου σου (τοῦδε) ἐν τόπῳ φωτεινῷ, ἐν τόπῳ χλοερῷ, ἐν τόπῳ ἀναψύξεως, ἔνθα ἀπέδρα ὀδύνη, λύπη καὶ στεναγμός. Πᾶν ἁμάρτημα τὸ παρ᾿ αὐτοῦ πραχθὲν ἐν λόγῳ ἢ ἔργῳ ἢ διανοίᾳ, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος Θεός, συγχώρησον· ὅτι οὐκ ἔστιν ἄνθρωπος, ὅς ζήσεται καὶ οὐχ ἁμαρτήσει· σὺ γὰρ μόνος ἐκτὸς ἁμαρτίας ὑπάρχεις· ἡ δικαιοσύνη σου δικαιοσύνη εἰς τὸν αἰῶνα, καὶ ὁ νόμος σου ἀλήθεια. Ὅτι σὺ εἶ ἡ ἀνάστασις, ἡ ζωή, καὶ ἡ ἀνάπαυσις τοῦ κεκοιμημένου δούλου σου (τοῦδε), Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ καὶ ἀγαθῶ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ ἡ ἀπόλυσις οὕτω·

Ὁ Διάκονος· Δόξα. Καὶ νῦν. Κύριε, ἐλεήσον (γ´). Πάτερ ἅγιε, εὐλόγησον.

Ὁ Ἱερεύς· Δόξα σοι, ὁ Θεός, ἡ ἐλπίς ἡμῶν, δόξα σοι.

Ὁ καὶ νεκρῶν καὶ ζώντων τὴν ἐξουσίαν ἔχων, ὡς ἀθάνατος Βασιλεύς, καὶ ἀναστὰς ἐκ νεκρῶν, Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου ἁγίας αὐτοῦ Μητρός· τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων· τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν· τῶν ἁγίων ἐνδόξων προπατόρων Ἀβραάμ, Ἰσαὰκ καὶ Ἰακώβ· τοῦ ἁγίου καὶ δικαίου φίλου αὐτοῦ Λαζάρου τοῦ τετραημέρου, καὶ πάντων τῶν Ἁγίων, τὴν ψυχήν τοῦ ἐξ ἡμῶν μεταστάντος δούλου αὐτοῦ ἐν σκηναῖς Δικαίων τάξαι, ἐν κόλποις Ἀβραὰμ ἀναπαύσαι, καὶ μετὰ Δικαίων συναριθμήσαι, ἡμᾶς δὲ ἐλέησαι ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.

Αἰωνία σου ἡ μνήμη, ἀξιομακάριστε καὶ ἀείμνηστε ἀδελφὲ ἡμῶν.

Ἐπὶ δὲ γυναικός·

Αἰωνία σου ἡ μνήμη, ἀξιομακάριστος καὶ ἀείμνηστος ἀδελφή ἡμῶν.

Δι᾿ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε, Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς Ἀμήν.

Καὶ εἰ μὲν ἕτοιμά ἐστιν ἅπαντα τὰ τοῦ ἐξοδίου, εὐλογεῖ αὖθις ὁ Ἱερεύς, καὶ ἀρχόμεθα ψάλλειν, μετὰ φόβου καὶ πάσης κατανύξεως, (καθ᾿ ὁδὸν) τό.

Ἅγιος ὁ Θεὸς, Ἅγιος Ἰσχυρὸς, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

Ἄραντες δὲ τὸ λείψανον, ἀπερχόμεθα εἰς τὸν Ναόν, προπορευομένων τῶν Ἱερέων μετὰ λαμπάδων καὶ τῶν Διακόνων ἔμπροσθεν μετὰ θυμιατῶν. Ὅταν δὲ ἔλθωμεν εἰς τὸν Ναόν, ἀποτίθεται τὸ λείψανον ἐν τῷ μέσῳ.

β´. ΕΝ Τῼ ΝΑῼ

Ὁ Διάκονος· Εὐλόγησον, Δέσποτα.

Ὁ Ἱερεύς· Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ Χορός· Ἀμήν.

Καὶ εὐθὺς οἱ Χοροὶ ἄρχονται ψάλλοντες (ἐναλλὰξ) ἐκ τοῦ ριη´ (118) Ψαλμοῦ.

ΣΤΑΣΙΣ Α´

Ἦχος πλ. β´.

Ἄμωμοι ἐν ὁδῷ, Ἀλληλούϊα. Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Ἀλληλούϊα.

Ἐπεπόθησεν ἡ ψυχή μου τοῦ ἐπιθυμῆσαι τὰ κρίματά σου ἐν παντὶ καιρῷ. Ἀλληλούϊα.

Ἐνύσταξεν ἡ ψυχή μου ἀπὸ ἀκηδίας, βεβαίωσόν με ἐν τοῖς λόγοις σου. Ἀλληλούϊα.

Κλῖνον τὴν καρδίαν μου εἰς τὰ μαρτύριά σου, καὶ μὴ εἰς πλεονεξίαν. Ἀλληλούϊα.

Ἀθυμία κατέσχε με ἀπὸ ἁμαρτωλῶν, τῶν ἐγκαταλιμπανόντων τὸν νόμον σου. Ἀλληλούϊα.

Μέτοχος ἐγώ εἰμι πάντων τῶν φοβουμένων σε, καὶ τῶν φυλασσόντων τὰς ἐντολάς σου. Ἀλληλούϊα. Ὁ α´ Χορός· Δόξα... Ὁ β´ Χορός· Καί νῦν... Ὁ α´ Χορός· Ἀλληλούϊα.

Ὁ Διάκονος· Ἐλέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.

Ἔτι δεόμεθα ὑπὲρ ἀναπαύσεως τῆς ψυχῆς τοῦ κεκοιμημένου δούλου τοῦ Θεοῦ (τοῦδε) καὶ ὑπὲρ τοῦ συγχωρηθῆναι αὐτῷ πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον.

Ὅπως, Κύριος ὁ Θεός, τάξῃ τὴν ψυχὴν αὐτοῦ ἔνθα οἱ Δίκαιοι ἀναπαύονται· τὰ ἐλέη τοῦ Θεοῦ, τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ ἄφεσιν τῶν αὑτοῦ ἁμαρτιῶν, παρὰ Χριστῷ τῷ ἀθανάτῳ Βασιλεῖ καὶ Θεῷ ἡμῶν αἰτησώμεθα.

Τοῦ Κυρίου δεηθῶμεν.

Ὁ Ἱερεύς, ἐκφωνεῖ·

Ὅτι σὺ εἶ ἡ ἀνάστασις, ἡ ζωή, καὶ ἡ ἀνάπαυσις τοῦ κεκοιμημένου δούλου σου (τοῦδε), Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ, καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ Χορός· Ἀμήν.

Καὶ μετὰ τοῦτο ἄρχεται ὁ β´ Χορός.

ΣΤΑΣΙΣ Β´.

Ἦχος πλ. α´.

Αἱ χεῖρές σου ἐποίησάν με καὶ ἔπλασάν με, συνέτισόν με, καὶ μαθήσομαι τὰς ἐντολάς σου. Ἐλέησόν με, Κύριε.

Ὅτι ἐγενήθην ὡς ἀσκὸς ἐν πάχνῃ, τὰ δικαιώματά σου οὐκ ἐπελαθόμην. Ἐλέησόν με, Κύριε.

Σός εἰμι ἐγώ, σῶσόν με, ὅτι τὰ δικαιώματά σου ἐξεζήτησα. Ἐλέησόν με, Κύριε.

Ἀπὸ τῶν κριμάτων σου οὐκ ἐξέκλινα, ὅτι σὺ ἐνομοθέτησάς με. Ἐλέησόν με, Κύριε.

Ἔκλινα τὴν καρδίαν μου, τοῦ ποιῆσαι τὰ δίκαιώματά σου εἰς τὸν αἰῶνα δι᾿ ἀντάμειψιν. Ἐλέησόν με, Κύριε.

Καιρὸς τοῦ ποιῆσαι τῷ Κυρίῳ· διεσκέδασαν τὸν νόμον σου. Ἐλέησόν με, Κύριε.

Δόξα. Καί νῦν. Ἐλέησόν με Κύριε, Κύριε.

Ὁ Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.

Ὁ β´ Ἱερεύς, ἐκφωνεῖ·

Ὅτι σὺ εἶ ἡ ἀνάστασις, ἡ ζωή, καὶ ἡ ἀνάπαυσις κ.τ.λ., ἐὰν ὦσι δύο ἢ πλείονες ἱερεῖς. Ἄλλως μετὰ τὸ «Ἐλέησόν με, Κύριε» εὐθέως ἄρχεται ὁ α´ Χορός.

ΣΤΑΣΙΣ Γ´.

Ἦχος πλ. δ´.

Καὶ ἐλέησόν με. Ἀλληλούϊα.

Ἐπίβλεψον ἐπ᾿ ἐμὲ καὶ ἐλέησόν με, κατὰ τὸ κρῖμα τῶν ἀγαπώντων τὸ ὄνομά σου. Ἀλληλούϊα.

Νεώτερος ἐγώ εἰμι, καὶ ε᾿ξουδενωμένος, τὰ δικαιώματά σου οὐκ ἐπελαθόμην. Ἀλληλούϊα.

Τῆς φωνῆς μου ἄκουσον, Κύριε, κατὰ τὸ ἔλεός σου, κατὰ τὸ κρῖμά σου ζῆσόν με. Ἀλληλούϊα.

Τῆς φωνῆς μου ἄκουσον, Κύριε, κατὰ τὸ ἔλεός σου, κατὰ τὸ κρῖμά σου ζῆσόν με. Ἀλληλούϊα.

Ἄρχοντες κατεδίωξάν με δωρεάν, καὶ ἀπὸ τῶν λόγων σου ἐδειλίασεν ἡ καρδία μου. Ἀλληλούϊα.

Ζήσεται ἡ ψυχή μου καὶ αἰνέσει σε, καὶ τὰ κρίματά σου βοηθήσει μοι.

Ἐπλανήθην ὡς πρόβατον ἀπολωλός· ζήτησον τὸν δοῦλόν σου, ὅτι τὰς ἐντολάς σου οὐκ ἐπελαθόμην.

Ὁ Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.

Ὁ Ἱερεύς, ἐκφωνεῖ·

Ὅτι σὺ εἶ ἡ ἀνάστασις... ἐὰν ὦσι τρεῖς ἢ πλείονες Ἱερεῖς. Ἄλλως μετὰ τὸ «οὐκ ἐπελαθόμην» ἄρχονται εὐθὺς τῶν νεκρωσίμων Εὐλογηταρίων.

Ἦχος πλ. α´.

Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Τῶν Ἁγίων ὁ χορός, εὗρε πηγὴν τῆς ζωῆς καὶ θύραν Παραδείσου· εὕρω κἀγώ, τὴν ὁδὸν διὰ τῆς μετανοίας· τὸ ἀπολωλὸς πρόβατον ἐγώ εἰμι· ἀνακάλεσαί με, Σωτήρ, καὶ σῶσόν με.

Ἐὰν ὦσι πλείονες τῶν τριῶν Ἱερεῖς, εἰς τὸ τέλος ἑκάστου Τροπαρίου ὁ Διάκονος ἐκφωνεῖ· Τοῦ Κυρίου δεηθῶμεν, οἱ δὲ Ἱερεῖς κατὰ τὴν τῶν πρεσβείων σειρὰν ἕκαστος ἐκ τῶν μὴ ἐκφωνησάντων· Ὅτι σὺ εἶ ἡ ἀνάστασις..., ἤτοι αἱ ἐκφωνήσεις γίνονται κατὰ τὸν ἀριθμὸν τῶν Ἱερέων.

Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Ὁ πάλαι μέν, ἐκ μὴ ὄντων πλάσας με, καὶ εἰκόνι σου θείᾳ τιμήσας, παραβάσει ἐντολῆς δὲ πάλιν με ἐπιστρέψας, εἰς γῆν ἐξ ἧς ἐλήφθην, εἰς τὸ καθ᾿ ὁμοίωσιν ἐπανάγαγε, τὸ ἀρχαῖον κάλλος ἀναμορφώσασθαι.

Εὐλογητός εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Εἰκών εἰμι, τῆς ἀῤῥήτου δόξης σου, εἰ καὶ στίγματα φέρω πταισμάτων· οἰκτείρησον τὸν σὸν πλάσμα Δέσποτα, καὶ καθάρισον σῇ εὐσπλαγχνίᾳ· καὶ τὴν ποθεινὴν πατρίδα παράσχου μοι, Παραδείσου πάλιν ποιῶν πολίτην με.

Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Ἀνάπαυσον, ὁ Θεὸς τὸν δοῦλόν σου, καὶ κατάταξον αὐτὸν ἐν Παραδείσῳ, ὅπου χοροὶ τῶν Ἁγίων Κύριε, καὶ οἱ Δίκαιοι ἐκλάμψουσιν ὡς φωστῆρες· τὸν κεκοιμημένον δοῦλόν σου ἀνάπαυσον, παρορῶν αὐτοῦ πάντα τὰ ἐγκλήματα.

Δόξα. Τριαδικόν.

Τὸ τριλαμπές, τῆς μιᾶς Θεότητος, εὐσεβῶς ὑμνήσωμεν βοῶντες· Ἅγιος εἶ, ὁ Πατὴρ ὁ ἄναρχος, ὁ συνάναρχος Υἱὸς καὶ τὸν θεῖον Πνεῦμα· φώτισον ἡμᾶς, πίστει σοι λατρεύοντας, καὶ τοῦ αἰωνίου πυρὸς ἐξάρπασον.

Καὶ νῦν. Θεοτοκίον.

Χαῖρε σεμνή, ἡ Θεὸν σαρκὶ τεκοῦσα, εἰς πάντων σωτηρίαν, δι᾿ ἧς γένος τῶν ἀνθρώπων εὕρατο τὴν σωτηρίαν· διὰ σοῦ εὕροιμεν Παράδεισον, Θεοτόκε, ἁγνὴ εὐλογημένη.

Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα, Δόξα σοι ὁ Θεὸς (ἐκ γ´).

Μετὰ τὰ Εὐλογητάρια, εἴθισται ἐν τῇ Ἐκκλησίᾳ τῆς Ἑλλάδος νὰ ψάλληται ὑπὸ τοῦ χοροῦ τὸ ἑξῆς Κοντάκιον·

Ἦχος πλ. δ´.

Μετὰ τῶν Ἁγίων ἀνάπαυσον, Χριστέ, τὴν ψυχὴν τοῦ δούλου σου, ἔνθα οὐκ ἔστι πόνος, οὐ λύπη, οὐ στεναγμός, ἀλλὰ ζωὴ ἀτελεύτητος.

Μετὰ ταῦτα, ἄρχονται εὐθὺς τῶν κατ᾿ Ἦχον Νεκρωσίμων Ἰδιομέλων εἱρμολογικῶς οἱ Ἱερεῖς, κατὰ σειρὰν ἕκαστος ψάλλοντες εὐκρινῶς.

(Ἰωάννου Μοναχοῦ, τοῦ Δαμασκηνοῦ).

Ἦχος α´.

Ποία τοῦ βίου τρυφὴ διαμένει λύπης ἀμέτοχος; Ποία δόξα ἔστηκεν ἐπὶ γῆς ἀμετάθετος; Πάντα σκιᾶς ἀσθενέστερα, πάντα ὀνείρων ἀπατηλότερα· μία ῥοπή, καὶ ταῦτα πάντα θάνατος διαδέχεται. Ἀλλ᾿ ἐν τῷ φωτί, Χριστέ, τοῦ προσώπου σου, καὶ τῷ γλυκασμῷ τῆς σῆς ὡραιότητος, ὃν ἐξελέξω ἀνάπαυσον, ὡς φιλάνθρωπος.

Ἦχος β´.

Ὡς ἄνθος μαραίνεται, καὶ ὡς ὄναρ παρέρχεται, καὶ διαλύεται πᾶς ἄνθρωπος· πάλιν δὲ ἠχούσης τῆς σάλπιγγος, νεκροί, ὡς ἐν συσσεισμῷ, πάντες ἀναστήσονται πρὸς τὴν σὴν ὑπάντησιν, Χριστὲ ὁ Θεός· τότε, Δέσποτα, ὃν μετέστησας ἐξ ἡμῶν, ἐν ταῖς τῶν Ἁγίων σου κατάταξον σκηναῖς, τὸ πνεῦμα τοῦ σοῦ δούλου, Χριστέ.

Ἕτερον ἐκτὸς Τυπικοῦ. Ἦχος ὁ αὐτός.

Οἴμοι, οἶον ἀγῶνα ἔχει ἡ ψυχή, χωριζομένη ἐκ τοῦ σώματος! Οἴμοι, πόσα δακρύει τότε, καὶ οὐχ ὑπάρχει ὁ ἐλεῶν αὐτήν! Πρὸς τοὺς Ἀγγέλους τὰ ὄμματα ῥέπουσα, ἄπρακτα καθικετεύει· πρὸς τοὺς ἀνθρώπους τὰς χεῖρας ἐκτείνουσα, οὐκ ἔχει τὸν βοηθοῦντα. Διό, ἀγαπητοί μου ἀδελφοί, ἐννοήσαντες ἡμῶν τὸ βραχὺ τῆς ζωῆς, τῷ μεταστάντι τὴν ἀνάπαυσιν, παρά Χριστοῦ αἰτησώμεθα, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Ἦχος γ´.

Πάντα ματαιότης τὰ ἀνθρώπινα, ὅσα οὐχ ὑπάρχει μετὰ θάνατον· οὐ παραμένει ὁ πλοῦτος, οὐ συνοδεύει ἡ δόξα· ἐπελθὼν γὰρ ὁ θάνατος, ταῦτα πάντα ἐξηφάνισται. Διὸ Χριστῷ τῷ ἀθανάτῳ Βασιλεῖ βοήσωμεν· Τόν μεταστάντα ἐξ ἡμῶν ἀνάπαυσον, ἔνθα πάντων ἐστὶν εὐφραινομένων ἡ κατοικία.

Ἦχος δ´.

Ὄντως φοβερώτατον, τὸ τοῦ θανάτου μυστήριον, πῶς ψυχὴ ἐκ τοῦ σώματος, βιαίως χωρίζεται ἐκ τῆς ἁρμονίας, καὶ τῆς συμφυΐας ὁ φυσικώτατος δεσμός, θείῳ βουλήματι ἀποτέμνεται. Διό σε ἱκετεύομεν· Τὸν μεταστάντα ἀνάπαυσον, ἐν σκηναῖς τῶν Δικαίων σου. Ζωοδότα Φιλάνθρωπε.

Ἕτερον ἐκτὸς Τυπικοῦ. Ἦχος ὁ αὐτός.

Ποῦ ἐστιν ἡ τοῦ κόσμου προσπάθεια; Ποῦ ἐστιν ἡ τῶν προσκαίρων φαντασία; Ποῦ ἐστιν ὁ χρυσὸς καὶ ὁ ἄργυρος; Ποῦ ἐστι τῶν οἰκετῶν ἡ πλημμύρα καὶ ὁ θόρυβος; Πάντα κόνις, πάντα τέφρα, πάντα σκιά. Ἀλλὰ δεῦτε βοήσωμεν τῷ ἀθανάτῳ Βασιλεῖ· Κύριε, τῶν αἰωνίων σου ἀγαθῶν ἀξίωσον, τὸν μεταστάντα ἐξ ἡμῶν, ἀναπαύων αὐτὸν ἐν τῇ ἀγήρῳ μακαριότητι.

Ἦχος πλ. α´.

Ἐμνήσθην τοῦ Προφήτου βοῶντος· Ἐγώ εἰμι γῆ καὶ σποδός· καὶ πάλιν κατενόησα ἐν τοῖς μνήμασι καὶ εἶδον τὰ ὀστᾶ τὰ γεγυμνωμένα καὶ εἶπον· ἆρα τίς ἐστι, βασιλεὺς ἢ στρατιώτης, ἢ πλούσιος ἢ πένης, ἢ δίκαιος ἢ ἁμαρτωλός; Ἀλλὰ ἀνάπαυσον, Κύριε, μετὰ Δικαίων τὸν δοῦλόν σου, ὡς φιλάνθρωπος.

Ἦχος πλ. β´.

Ἀρχή μοι καὶ ὑπόστασις, τὸ πλαστουργόν σου γέγονε πρόσταγμα· βουληθεὶς γὰρ ἐξ ἀοράτου τε, καὶ ὁρατῆς με ζῷον συμπῆξαι φύσεως, γῆθέν μου τὸ σῶμα διέπλασας, δέδωκας δέ μοι ψυχήν, τῇ θείᾳ σου καὶ ζωοποιῷ ἐμπνεύσει. Διό, Χριστέ, τὸν δοῦλόν σου, ἐν χώρᾳ ζώντων, ἐν σκηναῖς Δικαίων ἀνάπαυσον.

Ἦχος βαρύς.

Ἀνάπαυσον, Σωτὴρ ἡμῶν ζωοδότα, ὃν μετέστησας ἀδελφὸν ἡμῶν ἐκ τῶν προσκαίρων, κράζοντα δόξα σοι.

Ἕτερον ἐκτὸς Τυπικοῦ. Ἦχος ὁ αὐτός.

Κατ᾿ εἰκόνα σὴν καὶ ὁμοίωσιν, πλαστουργήσας κατ᾿ ἀρχὰς τὸν ἄνθρωπον, ἐν Παραδείσῳ τέθεικας, κατάρχειν σου τῶν κτισμάτων· φθόνῳ δὲ διαβόλου ἀπατηθείς, τῆς βρώσεως μετέσχε, τῶν ἐντολῶν σου παραβάτης γεγονώς· διὸ πάλιν εἰς γῆν ἐξ ἧς ἐλήφθη, κατεδίκασας ἐπιστρέφειν, Κύριε, καὶ αἰτεῖσθαι τὴν ἀνάπαυσιν.

Ἦχος πλ. δ´.

Θρηνῶ καὶ ὀδύρομαι, ὅταν ἐννοήσω τὸν θάνατον, καὶ ἴδω ἐν τοῖς τάφοις κειμένην τὴν κατ᾿ εἰκόνα Θεοῦ, πλασθεῖσαν ἡμῖν ὡραιότητα, ἄμορφον, ἄδοξον, μὴ ἔχουσαν εἶδος. Ὢ τοῦ θαύματος! Τί τὸ περὶ ἡμᾶς τοῦτο γέγονε μυστήριον; Πῶς παρεδόθημεν τῇ φθορᾷ, καὶ συνεζεύχθημεν τῷ θανάτῳ; Ὄντως Θεοῦ προστάξει, ὡς γέγραπται, τοῦ παρέχοντος τοῖς μεταστᾶσι τὴν ἀνάπαυσιν.

Δόξα Πατρί. Ὁ αὐτός.

Ὁ θάνατός σου, Κύριε, ἀθανασίας γέγονε πρόξενος· εἰ μὴ γὰρ ἐν μνήματι κατετέθης, οὐκ ἂν ὁ Παράδεισος ἠνέῳκτο· διὸ τὸν μεταστάντα ἀνάπαυσον ὡς φιλάνθρωπος.

Καὶ νῦν. Ὁ αὐτός.

Ἁγνὴ Παρθένε, τοῦ Λόγου Πύλη, τοῦ Θεοῦ ἡμῶν Μήτηρ, ἱκέτευε ἐλεηθῆναι τὴν ψυχὴν αὐτοῦ.

Οἱ Μακαρισμοί.

Ἐν τῇ βασιλείᾳ σου, μνήσθητί ἡμῶν, Κύριε.

Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.

Μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται.

Μακάριοι οἱ πρᾳεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν.

Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται.

Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται.

Ἦχος πλ. β´. Οἱ ὅσιοί σου Παῖδες.

Λῃστὴν τοῦ Παραδείσου Χριστὲ πολίτην, ἐπὶ Σταυροῦ σοι βοήσαντα, τὸ Μνήσθητί μου προαπειργάσω· αὐτοῦ τῆς μετανοίας, ἀξίωσον κἆμὲ τὸν ἀνάξιον.

Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεόν ὄψονται.

Ζωῆς ὁ κυριεύων καὶ τοῦ θανάτου, ἐν ταῖς αὐλαῖς Ἁγίων ἀνάπαυσον, ὃν προσελάβου ἐκ τῶν προσκαίρων, βοῶντα· Μνήσθητί μου, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου.

Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται.

Ὁ τῶν ψυχῶν δεσπόζων καὶ τῶν σωμάτων, οὗ ἐν τῇ χειρὶ ἡ πνοὴ ἡμῶν, τῶν θλιβομένων παραμυθία, ἀνάπαυσον ἐν χώρᾳ Δικαίων, ὃν μετέστησας δοῦλόν σου.

Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.

Χριστός σε ἀναπαύσοι ἐν χώρᾳ ζώντων, καὶ πύλας Παραδείσου ἀνοίξοι σοι, καὶ βασιλείας δείξοι πολίτην, καὶ ἄφεσίν σοι δῴη, ὧν ἥμαρτες ἐν βίῳ φιλόχριστε.

Μακάριοί ἐστε, ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσι καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα, καθ᾿ ὑμῶν ψευδόμενοι, ἕνεκεν ἐμοῦ.

Ἐξέλθωμεν καὶ ἴδωμεν ἐν τοῖς τάφοις, ὅτι γυμνὰ ὀστέα ὁ ἄνθρωπος, σκωλήκων βρῶμα καὶ δυσωδία καὶ γνῶμεν τίς ὁ πλοῦτος, τὸ κάλλος, ἡ ἰσχὺς καὶ ἡ εὐπρέπεια.

Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς.

Ἀκούσωμεν τί κράζει ὁ Παντοκράτωρ· Οὐαί, οἱ ἐκζητοῦντες θεάσασθαι, τὴν φοβερὰν ἡμέραν Κυρίου· αὕτη γάρ ἐστι σκότος· πυρὶ γὰρ δοκιμάσει τὰ σύμπαντα.

Δόξα Πατρί.

Ἀνάρχῳ καὶ γεννήσει τε καὶ προόδῳ, Πατέρα προσκυνῶ τὸν γεννήσαντα, Υἱὸν δοξάζω τὸν γεννηθέντα, ὑμνῶ τὸ συνεκλάμπον, Πατρί τε καὶ Υἱῷ Πνεῦμα Ἅγιον.

Καὶ νῦν. Θεοτοκίον.

Πῶς ἐκ μαζῶν σου γάλα βρύεις Παρθένε; Πῶς τρέφεις τὸν τροφέα τῆς κτίσεως; Ὡς εἶδεν ὁ πηγάσας ὕδωρ ἐκ πέτρας, τὰς φλέβας τῶν ὑδάτων, διψῶντι τῷ λαῷ, καθὼς γέγραπται.

Ὁ Ἀναγνώστης

Προκείμενον. Ἦχος γ´.

Μακαρία ἡ ὁδός, ᾗ πορεύει σήμερον, ὅτι ἡτοιμάσθη σοι τόπος ἀναπαύσεως (γ´).

Στίχ. Πρὸς σέ, Κύριε, κεκράξομαι, ὁ Θεός μου.

Ὁ Ἀναγνώστης

Πρὸς Θεσσαλονικεῖς Α´ Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα. (Κεφ. δ´ 13–17).

Ὁ Διάκονος· Πρόσχωμεν. Σοφία. Πρόσχωμεν.

Ὁ Ἀναγνώστης

Ἀδελφοί, οὐ θέλω ὑμᾶς ἀγνοεῖν περὶ τῶν κεκοιμημένων, ἵνα μὴ λυπῆσθε καθὼς καὶ οἱ λοιποὶ οἱ μή ἔχοντες ἐλπίδα. Εἰ γὰρ πιστεύομεν ὅτι Ἰησοῦς ἀπέθανε καὶ ἀνέστη, οὕτω καὶ ὁ Θεὸς τοὺς κοιμηθέντας διὰ τοῦ Ἰησοῦ ἄξει σὺν αὐτῷ. Τοῦτο γὰρ ὑμῖν λέγομεν ἐν λόγῳ Κυρίου, ὅτι ἡμεῖς οἱ ζῶντες, οἱ περιλειπόμενοι εἰς τὴν παρουσίαν τοῦ Κυρίου, οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας· ὅτι αὐτὸς ὁ Κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου καὶ ἐν σάλπιγγι Θεοῦ καταβήσεται ἀπ᾿ οὐρανοῦ, καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται πρῶτον, ἔπειτα ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι, ἅμα σὺν αὐτοῖς ἁρπαγησόμεθα ἐν νεφέλαις, εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, καὶ οὕτω πάντοτε σὺν Κυρίῳ ἐσόμεθα.

Ὁ Ἱερεύς· Εἰρήνη σοι τῷ ἀναγινώσκοντι.

Ὁ Χορός· Ἀλληλούϊα· Ἀλληλούϊα· Ἀλληλούϊα.

Στίχ. Μακάριος ὃν ἐξελέξω καὶ προσελάβου, Κύριε.

Ὁ Διάκονος· Σοφία· ὀρθοί· ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.

Ὁ Ἱερεύς· Εἰρήνη πᾶσι.

Ὁ Χορός· Καί τῷ πνεύματί σου.

Ὁ Ἱερεύς· Ἐκ τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγγελίου τὸ Ἀνάγνωσμα. (Κεφ. ε´ 24–30).

Ὁ Διάκονος· Πρόσχωμεν.

Ὁ Χορός· Δόξα σοι, Κύριε, δόξα σοι.

Ὁ Ἱερεύς·

Εἶπεν ὁ Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς αὐτὸν Ἰουδαίους. Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ὁ τὸν λόγον μου ἀκούων καὶ πιστεύων τῷ πέμψαντί με, ἔχει ζωὴν αἰώνιον, καὶ εἰς κρίσιν οὐκ ἔρχεται, ἀλλὰ μεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν. Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ἔρχεται ὥρα, καὶ νῦν ἐστιν, ὅτε οἱ νεκροὶ ἀκούσονται τῆς φωνῆς τοῦ Υἱοῦ τοῦ Θεοῦ, καὶ οἱ ἀκούσαντες ζήσονται. Ὥσπερ γὰρ ὁ Πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ· οὕτως ἔδωκε καὶ τῷ Υἱῷ ζωὴν ἔχειν ἐν ἑαυτῷ καὶ ἐξουσίαν ἔδωκεν αὐτῷ καὶ κρίσιν ποιεῖν, ὅτι υἱὸς ἀνθρώπου ἐστί. Μή θαυμάζετε τοῦτο· ὅτι ἔρχεται ὥρα, ἐν ᾗ πάντες οἱ ἐν τοῖς μνημείοις ἀκούσονται τῆς φωνῆς αὐτοῦ, καὶ ἐκπορεύσονται οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς, οἱ δὲ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως. Οὐ δύναμαι ἐγὼ ποιεῖν ἀπ᾿ ἐμαυτοῦ οὐδέν. Καθὼς ἀκούω κρίνω, καὶ ἡ κρίσις ἡ ἐμὴ δικαία ἐστίν· ὅτι οὐ ζητῶ τὸ θέλημα τὸ ἐμόν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με Πατρός.

Ὁ Χορός· Δόξα σοι, Κύριε, δόξα σοι.

Ὁ Διάκονος· Ἐλέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου ἐπάκουσον, καὶ ἐλέησον.

Ἔτι δεόμεθα ὑπὲρ ἀναπαύσεως τῆς ψυχῆς τοῦ κεκοιμημένου δούλου τοῦ Θεοῦ (τοῦδε), καὶ ὑπὲρ τοῦ συγχωρηθῆναι αὐτῷ πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον.

Ὅπως Κύριος ὁ Θεὸς τάξῃ τὴν ψυχὴν αὑτοῦ, ἔνθα οἱ δίκαιοι ἀναπαύονται· τὰ ἐλέη τοῦ Θεοῦ, τὴν βασιλείαν τῶν οὐρανῶν καὶ ἄφεσιν τῶν αὐτοῦ ἁμαρτιῶν, παρὰ Χριστῷ τῷ ἀθανάτῳ Βασιλεῖ καὶ Θεῷ ἡμῶν αἰτησώμεθα.

Τοῦ Κυρίου δεηθῶμεν.

Ὁ πρῶτος τῇ τάξει τῶν Ἱερέων, πλησίον τοῦ λειψάνου ἀπελθών, λέγει μεγαλοφώνως τὴν Εὐχήν· ὡσαύτως καὶ οἱ συμπαρόντες Ἱερεῖς ἅπαντες μυστικῶς.

Ὁ Θεὸς τῶν πνευμάτων καὶ πάσης σαρκός, ὁ τὸν θάνατον καταπατήσας, τὸν δὲ διάβολον καταργήσας καὶ ζωὴν τῷ κόσμῳ σου δωρησάμενος· αὐτός, Κύριε, ἀνάπαυσον τὴν ψυχὴν τοῦ κεκοιμημένου δούλου σου (τοῦδε), ἐν τόπῳ φωτεινῷ, ἐν τόπῳ χλοερῷ, ἐν τόπῳ ἀναψύξεως, ἔνθα ἀπέδρα ὀδύνη, λύπη καὶ στεναγμός. Πᾶν ἁμάρτημα τὸ παρ᾿ αὐτοῦ πραχθὲν ἐν λόγῳ ἢ ἔργῳ ἢ διανοίᾳ, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς συγχώρησον· ὅτι οὐκ ἔστιν ἄνθρωπος, ὃς ζήσεται καὶ οὐχ ἁμαρτήσει· σὺ γὰρ μόνος ἐκτὸς ἁμαρτίας ὑπάρχεις· ἡ δικαιοσύνη σου, δικαιοσύνη εἰς τὸν αἰῶνα, καὶ ὁ νόμος σου ἀλήθεια. Ὅτι σὺ εἶ ἡ ἀνάστασις, ἡ ζωὴ καὶ ἡ ἀνάπαυσις τοῦ κεκοιμημένου δούλου σου (τοῦδε), Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ, καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ὁ Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.

Καὶ ἕκαστος τῶν Ἱερέων κατὰ σειράν, εὐλογῶν τὸ λείψανον, ἐκφωνεῖ·

Ὅτι σὺ εἶ ἡ ἀνάστασις, ἡ ζωή, καὶ ἡ ἀνάπαυσις τοῦ κεκοιμημένου δούλου σου (τοῦδε), Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ, καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εἰ δὲ τῆς Νεκρωσίμου Ἀκολουθίας προΐσταται Ἀρχιερεύς, λέγει καὶ μίαν τῶν κατωτέρω Συγχωρητικῶν Εὐχῶν.

ΕΥΧΑΙ ΣΥΓΧΩΡΗΤΙΚΑΙ εἰς πᾶσαν ἀρὰν καὶ ἀφορισμόν, εἰς τεθνεῶτα, ἀναγινωσκόμεναι παρά τοῦ Ἀρχιερέως.

Ὁ Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.

Ὁ Ἀρχιερεύς·

Κύριε ὁ Θεὸς ἡμῶν, ὁ τῇ σῇ ἀῤῥήτῳ σοφίᾳ δημιουργήσας τὸν ἄνθρωπος ἐκ τοῦ χοός, καὶ τοῦτον ἀναμορφώσας εἰς εἶδος καὶ κάλλος, καὶ ἐξωραΐσας, ὡς τίμιον καὶ οὐράνιον κτῆμα, εἰς δοξολογίαν καὶ εὐπρέπειαν τῆς σῆς δόξης καὶ βασιλείας, διὰ τὸ κατ᾿ εἰκόνα καὶ καθ᾿ ὁμοίωσιν τοῦτον παραγαγεῖν· τὴν ἐντολὴν δὲ παραβάντα τοῦ σοῦ προστάγματος, καὶ μεταλαβόντα τῆς εἰκόνος, καὶ μὴ φυλάξαντα· καὶ διὰ τοῦτο, ἵνα μὴ τὸ κακὸν ἀθάνατον γένηται, φιλανθρώπως κελεύσας τὴν κρᾶσιν, καὶ μῖξιν ταύτην, καὶ τὸν ἄῤῥηκτόν σου, τοῦτον δεσμόν, ὡς Θεὸς τῶν Πατέρων ἡμῶν, τῷ θείῳ βουλήματι ἀποτέμνεσθαι καὶ διαλύεσθαι· ὥστε τὴν μὲν ψυχὴν ἐκεῖσε χωρεῖν, ἔνθα καὶ τὸ εἶναι προσελάβετο, μέχρι τῆς κοινῆς ἀναστάσεως, τὸ δὲ σῶμα εἰς τὰ ἐξ ὧν συνετέθη ἀναλύεσθαι· διὰ τοῦτο δεόμεθα σοῦ τοῦ ἀνάρχου Πατρός, καὶ τοῦ μονογενοῦς σου Υἱοῦ, καὶ τοῦ παναγίου, καὶ ὁμοουσίου καὶ ζωοποιοῦ σου Πνεύματος, ἵνα μὴ παρίδῃς τὸ σὸν πλάσμα καταποθῆναι τῇ ἀπωλείᾳ· ἀλλὰ τὸ μὲν σῶμα διαλυθῆναι εἰς τὰ ἐξ ὧν συνετέθη, τὴν δὲ ψυχὴν καταταγῆναι ἐν τῷ χορῷ τῶν δικαίων. Ναί, Κύριε ὁ Θεὸς ἡμῶν, νικησάτω σου τὸ ἄμετρον ἔλεος, καὶ ἡ φιλανθρωπία ἡ ἀνείκαστος· καὶ εἴτε ὑπὸ κατάραν πατρὸς ἢ μητρός, εἴτε τῷ ἰδίῳ ἀναθέματι ὑπέπεσεν ὁ δοῦλός σου οὗτος, εἴτε τινὰ τῶν ἱερωμένων παρεπίκρανε, καὶ παρ᾿ αὐτοῦ δεσμὸν ἄλυτον ἐδέξατο, εἴτε ὑπὸ Ἀρχιερέως βαρυτάτῳ ἀφορισμῷ περιέπεσε, καὶ ἀμελείᾳ καὶ ῥαθυμίᾳ χρησάμενος, οὐκ ἔτυχε συγχωρήσεως, συγχώρησον αὐτῷ δι᾿ ἐμοῦ τοῦ ἁμαρτωλοῦ καὶ ἀναξίου δούλου σου· καὶ τὸ μὲν σῶμα αὐτοῦ εἰς τὰ ἐξ ὧν συνετέθη διάλυσον, τὴν δὲ ψυχὴν αὐτοῦ ἐν σκηναῖς Ἁγίων κατάταξον. Ναί, Κύριε ὁ Θεὸς ἡμῶν, ὁ τοῖς ἁγίοις σου Μαθηταῖς καὶ Ἀποστόλοις τὴν ε᾿ξουσίαν ταύτην δοὺς ὥστε τῶν ἁμαρτημάτων διδόναι τὴν ἄφεσιν, καὶ εἰπών· Ὅσα ἂν δήσητε καὶ λύσητε, ἵνα ὦσι δεδεμένα, καὶ λελυμένα· δι᾿ αὐτῶν δὲ καὶ εἰς ἡμᾶς, εἰ καὶ ἀναξίους, ὡσαύτως τὴν τηλικαύτην δωρεὰν φιλανθρώπως διαβιβάσας, λῦσον τὸν κοιμηθέντα δοῦλόν σου (τὸν δεῖνα) τοῦ ψυχικοῦ καὶ σωματικοῦ ἁμαρτήματος, καὶ ἔστω συγκεχωρημένος, καὶ ἐν τῷ νῦν αἰῶνι καὶ ἐν τῷ μέλλοντι· πρεσβείαις τῆς παναχράντου καὶ ἀειπαρθένου σου Μητρός, καὶ πάντων σου τῶν Ἁγίων. Ἀμήν.

Εὐχὴ ἑτέρα.

Τοῦ Κυρίου δεηθῶμεν.

Δέσποτα πολυέλεε, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ τὰς κλεῖς τῆς τῶν οὐρανῶν Βασιλείας, καὶ τῇ σῇ χάριτι τὴν τοῦ δεσμεῖν τε καὶ λύειν τὰς τῶν ἀνθρώπων ἁμαρτίας, μετὰ τὴν ἁγίαν σου ἐκ νεκρῶν τριήμερον ἐξανάστασιν, τοῖς σοῖς ἁγίοις Μαθηταῖς καὶ ἱεροῖς Ἀποστόλοις δωρησάμενος ἐξουσίαν, ὥστε δεδεμένα εἶναι καὶ ἐν τῷ οὐρανῷ ὅσα δι᾿ αὐτῶν ἐν γῇ δέδενται, καὶ λελυμένα ὡσαύτως ἐν τῷ οὐρανῷ ὅσα δι᾿ αὐτῶν ἐν γῇ λέλυνται, διαδόχους δὲ ἡμᾶς τοὺς εὐτελεῖς καὶ ἀναξίους δούλους σου τῆς αὐτῆς ταύτης παρὰ σοῦ ὑπεραγίας δωρεᾶς τε καὶ χάριτος τῇ ἀφάτῳ σου φιλανθρωπίᾳ καταξιώσας γενέσθαι, ὥστε καὶ ἡμᾶς οὕτω δεσμεῖν τε καὶ λύειν τὰ ἐν τῷ λαῷ σου συμβαίνοντα· αὐτός, πανάγαθε Βασιλεῦ, δι᾿ ἐμοῦ τοῦ ταπεινοῦ καὶ ἀναξίου δούλου σου, συγχώρησον τῷ δούλῳ σου (τῷ δεῖνι) εἴτι ἐν τῷ παρόντι βίῳ ὡς ἄνθρωπος ἐπλημμέλησε· καὶ ἄφες αὐτῷ ὅσα ἐν λόγῳ ἢ ἔργῳ ἢ κατὰ διάνοιαν ἥμαρτε, λύσας αὐτοῦ καὶ τὸν ἐπικείμενον, μεθ᾿ οἱωνδήποτε τρόπων, δεσμόν, ὃν αὐτὸς καθ᾿ ἑαυτὸν ἐκ συναρπαγῆς ἢ ἄλλης τινὸς αἰτίας ἔδησεν, εἴτε ὑπὸ Ἀρχιερέως εἴτε παρ᾿ ἄλλου τινός, φθόνῳ καὶ συνεργείᾳ τοῦ πονηροῦ, τοιοῦτον ὑπέστη ὀλίσθημα· εὐδόκησον, ὡς μόνος ἀγαθὸς καὶ πολυέλεος, τὴν μὲν ψυχὴν αὐτοῦ μετὰ τῶν Ἁγίων ταχθῆναι τῶν ἀπ᾿ αἰῶνός σοι εὐαρεστησάντων, τὸ δὲ σῶμα τῇ παρὰ σοῦ δημιουργηθείσῃ φύσει δοθῆναι. Ὅτι εὐλογητὸς καὶ δεδοξασμένος ὑπάρχεις εἰς τοὺς αἰῶνας. Ἀμήν.

Ὁ Διάκονος· Δόξα... Καὶ νῦν... Κύριε, ἐλέησον (γ´). Πάτερ ἅγιε, εὐλόγησον.

Εἶτα παρὰ τοῦ Ἀρχιερέως ἢ τοῦ πρώτου τῇ τάξει Ἱερέως ἡ νεκρώσιμος Ἀπόλυσις οὕτως·

Δόξα σοι ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι.

Ὁ καὶ νεκρῶν καὶ ζώντων τὴν ἐξουσίαν ἔχων, ὡς ἀθάνατος Βασιλεύς, καὶ ἀναστὰς ἐκ νεκρῶν, Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου ἁγίας αὐτοῦ Μητρός, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, τῶν ἁγίων καὶ ἐνδόξων προπατόρων Ἀβραάμ, Ἰσαάκ καὶ Ἰακώβ, τοῦ ἁγίου καὶ δικαίου φίλου αὐτοῦ Λαζάρου τοῦ τετραημέρου καὶ πάντων τῶν Ἁγίων, τὴν ψυχὴν τοῦ ἐξ ἡμῶν μεταστάντος δούλου αὐτοῦ (τοῦ δεῖνος) ἐν σκηναῖς δικαίων τάξαι, ἐν κόλποις Ἀβραὰμ ἀναπαύσαι, καὶ μετὰ ἁγίων συναριθμήσαι, ἡμᾶς δὲ ἐλεήσαι ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.

Αἰωνία σου ἡ μνήμη, ἀξιομακάριστε καὶ ἀείμνηστε ἀδελφὲ ἡμῶν (ἐκ γ´).

Ἐπὶ δὲ γυναικῶν·

Αἰωνία σου ἡ μνήμη, ἀξιομακάριστος καὶ ἀείμνηστος ἀδελφὴ ἡμῶν.

Μετὰ δὲ τὴν ἀπόλυσιν γίνεται ὁ τελευταῖος ἀσπασμὸς τοῦ λειψάνου, ψαλλομένου τοῦ ἑξῆς Στιχηροῦ Προσομοίου.

Ἦχος β´. Ὅτε ἐκ τοῦ ξύλου σε νεκρόν.

Δεῦτε τελευταῖον ἀσπασμόν, δῶμεν ἀδελφοί τῷ θανόντι, εὐχαριστοῦντες Θεῷ· οὗτος γὰρ ἐξέλιπε τῆς συγγενείας αὐτοῦ, καὶ πρὸς τάφον ἐπείγεται, οὐκ ἔτι φροντίζων, τὰ τῆς ματαιότητος, καὶ πολυμόχθου σαρκός. Ποῦ νῦν συγγενεῖς τε καὶ φίλοι; Ἄρτι χωριζόμεθα, ὅνπερ ἀναπαῦσαι Κύριος εὐξώμεθα.

Ἐφ᾿ ὅσον συνεχίζεται ὁ ἀσπασμὸς, ψάλλομεν·

Ἦχος ὁ αὐτός.

Ποῖος χωρισμός, ὦ ἀδελφοί, ποῖος κοπετός, ποῖος θρῆνος, ἐν τῇ παρούσῃ ῥοπῇ! Δεῦτε οὖν ἀσπάσασθε τὸν πρὸ μικροῦ μεθ᾿ ἡμῶν· παραδίδοται τάφῳ γάρ, καλύπτεται λίθῳ, σκότει κατοικίζεται, νεκροῖς συνθάπτεται· πάντες συγγενεῖς τε καὶ φίλοι, ἄρτι χωριζόμεθα, ὅνπερ ἀναπαῦσαι Κύριος εὐξώμεθα.

Θεοτοκίον.

Σῷζε τοὺς ἐλπίζοντας εἰς σέ, Μήτηρ τοῦ ἀδύτου Ἡλίου, Θεογεννήτρια· αἴτησαι πρεσβείαις σου τὸν Ὑπεράγαθον, ἀναπαῦσαι δεόμεθα, τὸν νῦν μεταστάντα, ἔνθα ἀναπαύονται αἱ τῶν δικαίων ψυχαί· θείων ἀγαθῶν κληρονόμον, δεῖξον ἐν αὐλαῖς τῶν δικαίων εἰς μνημόσυνον, Πανάμωμε, αἰώνιον.

Δόξα. Ἦχος πλ. β´.

Ὁῥῶντές με ἄφωνον καὶ ἄπνουν προκείμενον, κλαύσατε πάντες ἐπ᾿ ἐμοί, ἀδελφοὶ καὶ φίλοι, συγγενεῖς καὶ γνωστοί· τὴν γὰρ χθὲς ἡμέραν μεθ᾿ ὑμῶν ἐλάλουν, καὶ ἄφνω ἐπῆλθέ μοι ἡ φοβερὰ ὥρα τοῦ θανάτου. Ἀλλὰ δεῦτε πάντες οἱ ποθούμενοί με, καὶ ἀσπάσασθέ με τὸν τελευταῖον ἀσπασμόν· οὐκ ἔτι γὰρ μεθ᾿ ὑμῶν πορεύσομαι, ἢ συλλαλήσω τοῦ λοιποῦ· εἰς κριτὴν γὰρ ἀπέρχομαι, ἔνθα προσωποληψία οὐκ ἔστι· δοῦλος γὰρ καὶ δεσπότης ὁμοῦ παρίστανται, βασιλεὺς καὶ στρατιώτης, πλούσιος καὶ πένης, ἐν ἀξιώματι ἴσῳ· ἕκαστος γὰρ ἐκ τῶν ἰδίων ἔργων ἢ δοξασθήσεται ἢ αἰσχυνθήσεται. Ἀλλ᾿ αἰτῶ πάντας καὶ δυσωπῶ, ἀδιαλείπτως ὑπὲρ ἐμοῦ προσεύχεσθαι Χριστῷ τῷ Θεῷ, ἵνα μὴ καταταγῶ διὰ τὰς ἁμαρτίας μου, εἰς τὸν τόπον τῆς βασάνου, ἀλλ᾿ ἵνα με κατατάξῃ, ὅπου τὸ φῶς τῆς ζωῆς.

Καὶ νῦν. Θεοτοκίον. Ὁ αὐτός.

Πρεσβείαις τῆς τεκούσης σε, Χριστέ, καὶ τῶν Μαρτύρων σου, Ἀποστόλων, Προφητῶν, Ἱεραρχῶν, Ὁσίων καὶ Δικαίων, καὶ πάντων τῶν Ἁγίων, τὸν κοιμηθέντα δοῦλόν σου ἀνάπαυσον.

Ὁ Ἱερεύς· Δι᾿ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς.

Ὁ Χορός· Ἀμήν.

Εἰ δὲ προΐσταται Ἀρχιερεύς, λέγει οὗτος·

Δι᾿ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν...

Ὁ Ἱερεύς· Δι᾿ εὐχῶν τοῦ ἁγίου Δεσπότου ἡμῶν...

Μετὰ τὸ πέρας τοῦ ἀσπασμοῦ ἄραντες τὸ λείψανον, ἀπερχόμεθα εἰς τὸν τάφον ψάλλοντες τό·

Θρηνῶ καὶ ὀδύρομαι...

γ´. ΕΠΙ ΤΟΥ ΤΑΦΟΥ

Καὶ ἐν τῷ κατατεθεῖναι τὸν νεκρὸν ἐν τῷ μνημείῳ, ὁ Ἱερεὺς ἀναγινώσκει τό «Νεκρώσιμον Τρισάγιον», ὡς ἐν τῷ οἴκῳ. Μετὰ ταῦτα καταβιβάζεται ὁ νεκρὸς ἐν τῷ τάφῳ, ὁπότε ὁ Ἱερεὺς ῥαντίζει αὐτὸν σταυροειδῶς διὰ τοῦ ἐλαίου τῆς κανδήλας λέγων·

Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι, πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.

Εἶτα ἄρας χοῦν διὰ τοῦ πτύου, ῥίπτει αὐτὸν σταυροειδῶς ἐπὶ τοῦ νεκροῦ λέγων·

Τοῦ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς, ἡ οἰκουμένη καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ. Γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσει.

Ἀπόλυσις.

Ἐπὶ Κληρικῶν εἴθισται, ὅπως εἰς μὲν τὰ «Εὐλογητάρια» ψάλλωνται μετὰ τὸ πρῶτον καὶ τά δύο ταῦτα.

Εὐλογητὸς εἶ, Κύριε...

Οἱ τὸν Ἀμνόν, τοῦ Θεοῦ κηρύξαντες, καὶ σφαγιασθέντες ὥσπερ ἄρνες, καὶ πρὸς ζωὴν τὴν ἀγήρῳ, ἅγιοι, καὶ ἀΐδιον μετατεθέντες, τοῦτον ἐκτενῶς, Μάρτυρες, αἰτήσασθε, ὀφλημάτων λύσιν ἡμῖν δωρήσασθαι.

Εὐλογητὸς εἶ, Κύριε...

Οἱ τὴν ὁδόν, τὴν στενὴν βαδίσαντες, τεθλιμμένην πάντες οἱ ἐν βίῳ· οἱ τὸν σταυρόν, ὡς ζυγὸν ἀράμενοι, καὶ ἐμοὶ ἀκολουθήσαντες ἐν πίστει, δεῦτε ἀπολάβετε, ἃ ἡτοίμασα ὑμῖν βραβεῖα, καὶ στέφη τὰ οὐράνια.

Ἡ δὲ Μνημόνευσις γίνεται οὕτω·

Ὁ Διάκονος· Ἐλέησον ἡμᾶς, ὁ Θεὸς, κατὰ τὸ μέγα ἔλεός σου. δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.

Ἔτι δεόμεθα ὑπὲρ ἀναπαύσεως τῆς ψυχῆς τοῦ κεκοιμημένου δούλου τοῦ Θεοῦ (τοῦ δεῖνος) ἱερέως, ἀδελφοῦ καὶ συλλειτουργοῦ ἡμῶν γενομένου, καὶ ὑπὲρ τοῦ συγχωρηθῆναι αὐτῷ πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον.

Ὅπως Κύριος ὁ Θεὸς τάξῃ τὴν ψυχὴν αὐτοῦ, ἔνθα οἱ Δίκαιοι ἀναπαύονται· τὰ ἐλέη τοῦ Θεοῦ, τὴν Βασιλείαν τῶν οὐρανῶν, καὶ ἄφεσιν τῶν αὑτοῦ ἁμαρτιῶν, παρὰ Χριστῷ τῷ ἀθανάτῳ Βασιλεῖ καὶ Θεῷ ἡμῶν αἰτησώμεθα.

Ἐν τέλει δὲ μετά τήν Εὐχὴν· Ὁ Θεὸς τῶν πνευμάτων, λέγεται καὶ ἡ ἀκόλουθος ἐξόδιος Εὐχή·

ΕΥΧΗ ΕΙΣ ΚΕΚΟΙΜΗΜΕΝΟΝ ΙΕΡΕΑ

Ὁ Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.

Ὁ Ἀρχιερεύς· Εὐχαριστοῦμέν σοι, Κύριε ὁ Θεὸς ἡμῶν, ὅτι σοῦ μόνον τὸ ζῆν ἀθάνατον, καὶ ἡ δόξα ἀκατάληπτος, καὶ τὸ ἔλεος ἀμέτρητον, καὶ ἡ φιλανθρωπία ἄφατος, καὶ ἡ βασιλεία ἀδιάδοχος, καὶ οὐκ ἔστι προσωποληψία παρὰ σοί, Κύριε· πᾶσι γὰρ ἀνθρώποις τὸ κοινὸν τοῦ βίου ἔταξας χρέος, τοῦ ὅρου πληρωθέντος. Διό σε ἱκετεύομεν, Κύριε ὁ Θεὸς ἡμῶν· Τὸν δοῦλόν σου (τὸν δεῖνα) ἱερέα, ἀδελφὸν καὶ συλλειτουργὸν ἡμῶν γενόμενον, τὸν ἐπ᾿ ἐλπίδι ἀναστάσεως ζωῆς αἰωνίου κοιμηθέντα, ἐν κόλποις Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἀνάπαυσον· καὶ ὥσπερ ἐπὶ τῆς γῆς ἐν τῇ Ἐκκλησίᾳ σου λειτουργὸν αὐτὸν κατέστησας, οὕτω καὶ ἐν τῷ οὐρανίῳ σου θυσιαστηρίῳ ἀνάδειξον, Κύριε· ἐπὶ ἀνθρώπων πνευματικῇ ἀξίᾳ κατακοσμήσας, ἐπὶ Ἀγγέλων τῇ σῇ δόξῃ ἀκατάκριτον πρόσδεξαι· αὐτὸς ἐπὶ τῆς γῆς τὴν ζωὴν αὐτοῦ ἐδόξασας, αὐτὸς δὲ καὶ τὴν ἔξοδον τοῦ βίου αὐτοῦ ἐν τῇ εἰσόδῳ τῶν Ἁγίων σου ποίησον, καὶ τὸ πνεῦμα αὐτοῦ μετὰ πάντων τῶν ἀπ᾿ αἰῶνός σοι εὐαρεστησάντων συναρίθμησον. Ὅτι σὺ εἶ ἡ ἀνάστασις, ἡ ζωή, καὶ ἡ ἀνάπαυσις τοῦ κεκοιμημένου δούλου σου (τοῦδε) ἱερέως, Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ, καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΕΠΙΚΗΔΕΙΟΣ ΑΚΟΛΟΥΘΙΑ ΕΝ Τῌ ΔΙΑΚΑΙΝΗΣΙΜῼ ΕΒΔΟΜΑΔΙ

Δεῖ γινώσκειν, ὅτι ἐὰν γένηταί τινα ἀδελφὸν ἐκδημῆσαι πρὸς Κύριον ἐν τῇ ἁγίᾳ ἑβδομάδι τῆς Διακαινησίμου, οὐ ψάλλομεν ἐπ᾿ αὐτοῦ τὴν συνειθισμένην Ἀκολουθίαν τῶν κεκοιμημένων, ἀλλὰ πᾶσαν τὴν Ἀναστάσιμον Ἀκολουθίαν.

Ἡ αὐτή Ἀκολουθία τελεῖται καὶ τῇ ἡμέρᾳ τῆς ἀποδόσεως τοῦ ἁγίου Πάσχα. Καθ᾿ ὅλην δὲ τὴν μέχρι ταύτης χρονικὴν περίοδον ψάλλεται ἡ συνήθης Νεκρώσιμος Ἀκολουθία, ἀντικαθισταμένου τοῦ Ἅγιος ὁ Θεὸς διὰ τοῦ Χριστὸς ἀνέστη. Μέχρι τοῦ Ναοῦ ψάλλομεν ἐπίσης τὸ Χριστὸς ἀνέστη. Ἀντὶ δὲ Δεῦτε τελευταῖον ἀσπασμόν... ψάλλομεν τὸ Ἀναστάσεως ἡμέρα... Τὸ αὐτὸ ψάλλομεν καὶ μέχρι τοῦ τάφου.

α´. ΕΝ Τῼ ΟΙΚῼ

Ὁ Διάκονος· Εὐλόγησον, Δέσποτα.

Ὁ Ἱερεύς· Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι ζωὴν χαρισάμενος (ἐκ γ´).

Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος.

Ὁ Διάκονος· Ἐλέησον ἡμᾶς ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.

Ἔτι δεόμεθα ὑπὲρ ἀναπαύσεως τῆς ψυχῆς τοῦ κεκοιμημένου δούλου τοῦ Θεοῦ (τοῦ δεῖνος), καὶ ὑπὲρ τοῦ συγχωρηθῆναι αὐτῷ πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον.

Ὅπως Κύριος ὁ Θεὸς τάξῃ τὴν ψυχὴν αὐτοῦ ἔνθα οἱ Δίκαιοι ἀναπαύονται· τὰ ἐλέη τοῦ Θεοῦ, τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ ἄφεσιν τῶν αὑτοῦ ἁμαρτιῶν παρὰ Χριστῷ τῷ ἀθανάτῳ Βασιλεῖ καὶ Θεῷ ἡμῶν αἰτησώμεθα.

Τοῦ Κυρίου δεηθῶμεν.

Ὁ Ἱερεύς· Ὁ Θεὸς τῶν πνευμάτων...

Ὅτι σὺ εἶ ἡ ἀνάστασις...

Ἡ Ἀπόλυσις.

Δόξα σοι ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι. Ὁ ἀναστὰς ἐκ νεκρῶν...

Αἰωνία σου ἡ μνήμη, ἀξιομακάριστε καὶ ἀείμνηστε ἀδελφὲ ἡμῶν (ἐκ γ´).

Χριστὸς ἀνέστη...

Καθ᾿ ὁδὸν μέχρι τοῦ Ναοῦ οἱ ψάλται ψάλλουσιν ἀργῶς τό·

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι ζωὴν χαρισάμενος.

β´. ΕΝ Τῼ ΝΑῼ

Ὁ Διάκονος· Εὐλόγησον, Δέσποτα.

Ὁ Ἱερεύς· Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

καὶ ψάλλει ἅπαξ τό· Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι ζωὴν χαρισάμενος.

Ὁ Χορός· Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι ζωὴν χαρισάμενος (δίς).

Ὁ Διάκονος· Ἐλέησον ἡμᾶς, ὁ Θεός... Ἔτι δεόμεθα ὑπὲρ ἀναπαύσεως... Ὅπως, Κύριος ὁ Θεός...

Τοῦ Κυρίου δεηθῶμεν.

Ὁ Ἱερεύς· Ὅτι σὺ εἶ ἡ ἀνάστασις...

Εἶτα ψάλλονται αἱ Καταβασίαι τοῦ Πάσχα ὡς ἑξῆς.

ᾨδὴ α´. Ἦχος α´.

Ἀναστάσεως ἡμέρα λαμπρυνθῶμεν λαοί, Πάσχα Κυρίου Πάσχα· ἐκ γὰρ θανάτου πρὸς ζωὴν καὶ ἐκ γῆς πρὸς οὐρανὸν Χριστὸς ὁ Θεός, ἡμᾶς διεβίβασεν ἐπινίκιον ᾄδοντας.

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι ζωὴν χαρισάμενος. (γ´)

Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος.

Ὁ Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.

Ὁ Ἱερεύς· Ὅτι σὺ εἶ ἡ ἀνάστασις...

Ἐὰν ὦσι πλείονες Ἱερεῖς, εἰς τὸ τέλος ἑκάστης ᾠδῆς ὁ Διάκονος ἐκφωνεῖ· Τοῦ Κυρίου δεηθῶμεν. Οἱ δὲ Ἱερεῖς κατὰ τὴν τῶν πρεσβείων σειρὰν ἕκαστος ἐκ τῶν μὴ ἐκφωνησάντων. Ὅτι σὺ εἶ ἡ ἀνάστασις... Ἤτοι αἱ ἐκφωνήσεις γίνονται κατὰ τὸν ἀριθμὸν τῶν Ἱερέων.

ᾨδὴ γ´. Ἦχος ὁ αὐτός.

Δεῦτε πόμα πίωμεν καινόν, οὐκ ἐκ πέτρας ἀγόνου τερατουργούμενον, ἀλλ᾿ ἀφθαρσίας πηγήν, ἐκ τάφου ὀμβρήσαντος Χριστοῦ, ἐν ᾧ στερεούμεθα.

Χριστὸς ἀνέστη... (τρίς). Ἀναστὰς ὁ Ἰησοῦς...

Ὁ Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.

Ὁ Ἱερεύς· Ὅτι σὺ εἶ ἡ ἀνάστασις...

ᾨδὴ δ´. Ἦχος ὁ αὐτός.

Ἐπὶ τῆς θείας φυλακῆς, ὁ Θεηγόρος Ἀββακούμ, στήτω μεθ᾿ ἡμῶν καὶ δεικνύτω, φαεσφόρον Ἄγγελον, διαπρυσίως λέγοντα· Σήμερον σωτηρία τῷ κόσμῳ, ὅτι ἀνέστη Χριστὸς ὡς παντοδύναμος.

Χριστὸς ἀνέστη... (τρίς). Ἀναστὰς ὁ Ἰησοῦς...

ᾨδὴ ε´. Ἦχος ὁ αὐτός.

Ὀρθρίσωμεν ὄρθρου βαθέως, καὶ ἀντὶ μύρου, τὸν ὕμνον προσοίσωμεν τῷ Δεσπότῃ, καὶ Χριστὸν ὀψόμεθα, δικαιοσύνης ἥλιον, πᾶσι ζωὴν ἀνατέλλοντα.

Χριστὸς ἀνέστη... (τρίς). Ἀναστὰς ὁ Ἰησοῦς...

ᾨδὴ ς´. Ἦχος ὁ αὐτός.

Κατῆλθες ἐν τοῖς κατωτάτοις τῆς γῆς, καὶ συνέτριψας μοχλοὺς αἰωνίους, κατόχους πεπεδημένων Χριστέ, καὶ τριήμερος, ὡς ἐκ κήτους Ἰωνᾶς ἐξανέστης τοῦ τάφου.

Χριστὸς ἀνέστη... (τρίς). Ἀναστὰς ὁ Ἰησοῦς...

ᾨδὴ ζ´. Ἦχος ὁ αὐτός.

Ὁ παῖδας ἐκ καμίνου ῥυσάμενος, γενόμενος ἄνθρωπος, πάσχει ὡς θνητός, καὶ διὰ πάθους τὸ θνητόν, ἀφθαρσίας ἐνδύει εὐπρέπειαν, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

Χριστὸς ἀνέστη... (τρίς). Ἀναστὰς ὁ Ἰησοῦς...

ᾨδὴ η´. Ἦχος ὁ αὐτός.

Αὕτη ἡ κλητή καὶ ἁγία ἡμέρα, ἡ μία τῶν Σαββάτων, ἡ βασιλὶς καὶ κυρία, ἑορτῶν ἑορτή, καὶ πανήγυρίς ἐστι πανηγύρεων, ἐν ᾗ εὐλογοῦμεν Χριστὸν εἰς τοὺς αἰῶνας.

Χριστὸς ἀνέστη... (τρίς). Ἀναστὰς ὁ Ἰησοῦς...

ᾨδὴ θ´. Ἦχος ὁ αὐτός.

Ὁ Ἄγγελος ἐβόα τῇ κεχαριτωμένῃ, ἁγνὴ Παρθένε, χαῖρε, καὶ πάλιν ἐρῷ, χαῖρε· ὁ σὸς Υἱὸς ἀνέστη τριήμερος ἐκ τάφου.

Φωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήμ· ἡ γὰρ δόξα Κυρίου, ἐπὶ σὲ ἀνέτειλε. Χόρευε νῦν καὶ ἀγάλλου Σιών· σὺ δὲ ἁγνὴ τέρπου Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου.

Χριστὸς ἀνέστη... (τρίς). Ἀναστὰς ὁ Ἰησοῦς...

Καὶ εὐθὺς τὸ Αὐτόμελον Ἐξαποστειλάριον. Ἦχος β´.

Σαρκὶ ὑπνώσας ὡς θνητός, ὁ Βασιλεὺς καὶ Κύριος, τριήμερος ἐξανέστης, Ἀδὰμ ἐγείρας ἐκ φθορᾶς· καὶ καταργήσας θάνατον. Πάσχα τῆς ἀφθαρσίας, τοῦ κόσμου σωτήριον. (δίς).

Εἶτα ὁ Ἀπόστολος καὶ τὸ Εὐαγγέλιον τῆς ἡμέρας.

Ὁ Χορός· Δόξα σοι, Κύριε, δόξα σοι.

Ὁ Διάκονος· Ἐλέησον ἡμᾶς, ὁ Θεός... Ἔτι δεόμεθα...

Τοῦ Κυρίου δεηθῶμεν.

Ἡ Εὐχὴ· Ὁ Θεὸς τῶν Πνευμάτων... Ὅτι σὺ εἶ ἡ ἀνάστασις... Εἰ δὲ προΐσταται Ἀρχιερεὺς καὶ μία τῶν Συγχωρητικῶν Εὐχῶν· Κύριε ὁ Θεὸς ἡμῶν... Δέσποτα πολυέλεε...

Ἡ Ἀπόλυσις.

Δόξα σοι, ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι. Ὁ ἀναστὰς ἐκ νεκρῶν, Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου αὑτοῦ Μητρός, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, καὶ πάντων τῶν ἁγίων, τὴν ψυχὴν τοῦ ἐξ ἡμῶν μεταστάντος δούλου αὐτοῦ, ἐν σκηναῖς δικαίων τάξαι, ἐν κόλποις Ἀβραὰμ ἀναπαύσαι καὶ μετὰ δικαίων συναριθμήσαι, ἡμᾶς δὲ ἐλεήσαι, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.

Αἰωνία σου ἡ μνήμη...

Ἀντὶ δὲ τοῦ Δεῦτε τελευταῖον ἀσπασμόν, ψάλλομεν τὸ ἑξῆς·

Δόξα. Καὶ νῦν. Ἦχος πλ. α´.

Ἀναστάσεως ἡμέρα καὶ λαμπρυνθῶμεν τῇ πανηγύρει· καὶ ἀλλήλους περιπτυξώμεθα. Εἴπωμεν ἀδελφοί, καὶ τοῖς μισοῦσιν ἡμᾶς· συγχωρήσωμεν πάντα τῇ Ἀναστάσει. Καὶ οὕτω βοήσωμεν· Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι ζωὴν χαρισάμενος.

Εἶτα ὁ Ἱερεύς·

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι ζωὴν χαρισάμενος.

Ἐκ τοῦ Ναοῦ μέχρι τοῦ τάφου ψάλλεται τό, Ἀναστάσεως ἡμέρα...

γ´. ΕΠΙ ΤΟΥ ΤΑΦΟΥ

Ὁ Ἱερεὺς ἀναγινώσκει τὸ Νεκρώσιμον Τρισάγιον, ὡς ἐν τῷ οἴκῳ. Εἶτα Ῥαντιεῖς με ὑσσώπῳ... Τοῦ Κυρίου ἡ γῆ... Ἀπόλυσις.

ΑΚΟΛΟΥΘΙΑ ΝΕΚΡΩΣΙΜΟΣ ΕΙΣ ΝΗΠΙΑ (Νήπιον λέγεται ὁ παῖς, ὁ ἔχων ἡλικίαν μικροτέραν τοῦ 7ου ἔτους συμπεριλαμβανομένου)

α´. ΕΝ Τῼ ΟΙΚῼ

Το Νεκρώσιμον Τρισάγιον.

Ὁ Διάκονος· Εὐλόγησον, Δέσποτα.

Ὁ Ἱερεύς· Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ Διάκονος· Ἀμήν. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς (τρίς).

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καί νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς· ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς· τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν· ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέτες ἡμῶν καὶ μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὁ Ἱερεύς· Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εἶτα τὰ ἑπόμενα Τροπάρια. Ἦχος δ´.

Μετὰ πνευμάτων δικαίων τετελειωμένων, τὴν ψυχὴν τοῦ δούλου σου, Σῶτερ, ἀνάπαυσον, φυλάττων αὐτὴν εἰς τὴν μακαρίαν ζωὴν τὴν παρὰ σοί, φιλάνθρωπε.

Εἰς τὴν κατάπαυσίν σου, Κύριε, ὅπου πάντες οἱ Ἅγιοί σου ἀναπαύονται, ἀνάπαυσον καὶ τὴν ψυχὴν τοῦ δούλου σου, ὅτι μόνος ὑπάρχεις ἀθάνατος.

Δόξα Πατρί.

Σὺ εἶ ὁ Θεὸς ἡμῶν, ὁ καταβὰς εἰς ᾍδην, καὶ τὰς ὀδύνας λύσας τῶν πεπεδημένων· αὐτὸς καὶ τὴν ψυχὴν τοῦ δούλου σου, Σῶτερ, ἀνάπαυσον.

Καὶ νῦν. Θεοτοκίον.

Ἡ μόνη ἁγνὴ καὶ ἄχραντος Παρθένος, ἡ Θεὸν ἀφράστως κυήσασα, πρέσβευε ὑπὲρ τοῦ σωθῆναι τὴν ψυχὴν τοῦ δούλου σου.

Ἐπὶ βρεφῶν μὲν δὲν γίνεται μνημόνευσις, μόνον·

Τοῦ Κυρίου δεηθῶμεν.

Ὁ φυλάσσων τὰ νήπια, Κύριε... Ὅτι σοῦ μόνου...

Ἐπί μεγαλυτέρας δὲ ἡλικίας·

Ὁ Διάκονος· Ἐλέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.

Ἔτι δεόμεθα ὑπὲρ ἀναπαύσεως τῆς ψυχῆς τοῦ κεκοιμημένου δούλου τοῦ Θεοῦ (τοῦ δεῖνος) καὶ ὑπὲρ τοῦ συγχωρηθῆναι αὐτῷ πᾶν πλημμέλημα ἑκούσιον τε καὶ ἀκούσιον.

Ὅπως Κύριος ὁ Θεὸς τάξῃ τὴν ψυχὴν αὐτοῦ, ἔνθα οἱ δίκαιοι ἀναπαύονται· τὰ ἐλέη τοῦ Θεοῦ, τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ ἄφεσιν τῶν αὐτοῦ πλημμελημάτων παρὰ Χριστῷ τῷ ἀθανάτῳ βασιλεῖ καὶ Θεῷ ἡμῶν, αἰτησώμεθα.

Τοῦ Κυρίου δεηθῶμεν.

Ὁ Ἱερεύς· Ὁ φυλάσσων τὰ νήπια, Κύριε, ἐν τῷ παρόντι βίῳ, ἐν δὲ τῷ μέλλοντι, διὰ τὸ τῆς γνώμης ἁπλοῦν καὶ ἀνεύθυνον, τοὺς Ἀβραμιαίους κόλπους ἀποπληρῶν καὶ φωτοειδέσι τόποις κατασκηνῶν, ἐν οἷς αὐλίζεται τῶν δικαίων τά πνεύματα, πρόσδεξαι ἐν εἰρήνῃ καὶ τοῦ δούλου σου (τοῦ δεῖνος) τὴν ψυχήν· αὐτὸς γὰρ εἶπας, τῶν τοιούτων εἶναι τὴν βασιλείαν τῶν οὐρανῶν. Ὅτι σοῦ μόνου ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρὶ, καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰ τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ ἡ Ἀπόλυσις τῆς Νεκρωσίμου Ἀκολουθίας.

Δόξα σοι, ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι.

Ὁ καὶ νεκρῶν καὶ ζώντων τὴν ἐξουσίαν ἔχων, ὡς ἀθάνατος Βασιλεύς, καὶ ἀναστὰς ἐκ νεκρῶν, Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου ἁγίας αὐτοῦ Μητρός, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, τῶν ἁγίων καὶ ἐνδόξων προπατόρων, Ἀβραάμ, Ἰσαὰκ καὶ Ἰακώβ, τοῦ ἁγίου καὶ δικαίου φίλου αὐτοῦ Λαζάρου, τοῦ τετραημέρου, καὶ πάντων τῶν Ἁγίων, τὴν ψυχήν τοῦ ἐξ ἡμῶν μεταστάντος δούλου αὐτοῦ (τοῦ δεῖνος) ἐν σκηναῖς δικαίων τάξαι, ἐν κόλποις Ἀβραὰμ ἀναπαύσαι, καὶ μετὰ ἁγίων συναριθμήσαι, ἡμᾶς δὲ ἐλεήσαι ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.

Δι᾿ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν...

Καθ᾿ ὁδὸν μέχρι τοῦ Ναοῦ ψάλλεται ἀργῶς τὸ Ἅγιος ὁ Θεός... (γ´).

β´. ΕΝ Τῼ ΝΑῼ

Ὁ Διάκονος· Εὐλόγησον, Δέσποτα.

Ὁ Ἱερεύς· Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε νῦν καὶ ἀεί, καὶ εὶς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ ψάλλεται ὁ Ἄμωμος. Εἶτα τὰ Εὐλογητάρια. Μετὰ ταῦτα ψάλλεται τὸ Κοντάκιον·

Μετὰ τῶν Ἁγίων ἀνάπαυσον, Χριστέ, τὴν ψυχὴν τοῦ δούλου (τῆς δούλης) σου· ἔνθα οὐκ ἐστὶ πόνος, οὐ λύπη, οὐ στεναγμός, ἀλλὰ ζωὴ ἀτελεύτητος.

Τὰ κατ᾿ Ἦχον Ἰδιόμελα παραλείπονται, καὶ εὐθύς·

Προκείμενον. Ἦχος γ´.

Μακαρία ἡ ὁδός, ᾗ πορεύῃ σήμερον, ὅτι ἡτοιμάσθη σοι τόπος ἀναπαύσεως (γ´).

Στίχ. Πρὸς σέ, Κύριε, κεκράξομαι, ὁ Θεός μου.

Πρὸς Ῥωμαίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα. (Κεφ. ς´ 9–11).

Ἀδελφοί, Χριστὸς ἐγερθεὶς ἐκ νεκρῶν, οὐκέτι ἀποθνῄσκει, θάνατος αὐτοῦ οὐκέτι κυριεύει. Ὃ γὰρ ἀπέθανε τῇ ἁμαρτίᾳ, ἀπέθανεν ἐφ᾿ ἅπαξ, ὃ δὲ ζῇ, ζῇ τῷ Θεῷ. Οὕτω καὶ ὑμεῖς λογίζεσθε ἑαυτοὺς νεκροὺς μὲν εἶναι τῇ ἁμαρτίᾳ, ζῶντας δὲ τῷ Θεῷ ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.

Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα.

Ἐκ τοῦ κατὰ Λουκᾶν. (Κεφ. ιη´ 15–17, 26–27).

Τῷ καιρῷ ἐκείνῳ προσέφερον τῷ Ἰησοῦ τὰ βρέφη, ἵνα αὐτῶν ἅπτηται· καὶ ἰδόντες οἱ Μαθηταὶ ἐπετίμησαν αὐτοῖς. Ὁ δὲ Ἰησοὺς προσκαλεσάμενος αὐτὰ εἶπεν· Ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με, καὶ μὴ κωλύετε αὐτά· τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. Ἀμὴν λέγω ὑμῖν, ὃς ἂν μὴ δέξηται τὴν βασιλείαν τοῦ Θεοῦ ὡς παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς αὐτὴν. Εἶπον δὲ οἱ ἀκούσαντες· καὶ τίς δύναται σωθῆναι; Ὁ δὲ εἶπε· τὰ ἀδύνατα παρὰ ἀνθρώποις, δυνατὰ παρὰ τῷ Θεῷ ἐστιν.

Ἐπὶ βρεφῶν μὲν δὲν γίνεται μνημόνευσις, μόνον·

Τοῦ Κυρίου δεηθῶμεν.

Ὁ φυλάσσων τὰ νήπια... Ὅτι σοῦ μόνον...

Ἐπὶ μεγαλυτέρας δὲ ἡλικίας·

Ὁ Διάκονος· Ἐλέησον ἡμᾶς, ὁ Θεός... Ἔτι δεόμεθα ὑπὲρ ἀναπαύσεως... Ὅπως Κύριος ὁ Θεὸς τάξῃ...

Τοῦ Κυρίου δεηθῶμεν.

Ὁ Ἱερεύς·

Ὁ φυλάσσων τὰ νήπια, Κύριε, ἐν τῷ παρόντι βίῳ, ἐν δὲ τῷ μέλλοντι διὰ τὸ τῆς γνώμης ἁπλοῦν καὶ ἀνεύθυνον, τοὺς Ἀβραμιαίους κόλπους ἀποπληρῶν, καὶ φωτοειδέσι τόποις κατασκηνῶν, ἐν οἷς αὐλίζεται τῶν δικαίων τὰ πνεύματα, πρόσδεξαι ἐν εἰρήνῃ καὶ τοῦ δούλου σου (τοῦ δεῖνος) τὴν ψυχήν· αὐτὸς γὰρ εἶπας· Τῶν τοιούτων εἶναι τὴν βασιλείαν τῶν οὐρανῶν.

Ὅτι σοῦ μόνου ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εἶτα ἡ Ἀπόλυσις.

Εἰς τὸν ἀσπασμὸν τῶν νηπίων ψάλλονται τὰ ἀκόλουθα προσόμοια ἀντὶ τοῦ Δεῦτε τελευταῖον...

Ἦχος πλ. δ´. Ὢ τοῦ παραδόξου θαύματος!

Ὢ τίς μὴ θρηνήσῃ τέκνον μου, τὴν ἐκ τοῦ βίου ἡμῶν, πενθηράν σου μετάστασιν; Ὅτι βρέφος ἄωρον, ἐκ μητρικῶν ἀγκαλῶν νῦν, ὥσπερ στρουθίον τάχος ἐπέτασας, καὶ πρὸς τὸν Κτίστην πάντων κατέφυγες; Ὦ τέκνον, τίς ποτε, μὴ θρηνήσῃ βλέπων σου τὸ ἐμφανὲς πρόσωπον εὐμάραντον, τὸ πρὶν ὡς ῥόδον τερπνόν;

Ὢ τίς μὴ στενάξῃ, τέκνον μου, καὶ μὴ βοήσῃ κλαυθμῷ, τὴν πολλήν σου εὐπρέπειαν, καὶ τὴν ὡραιότητα, τῆς ἁγνῆς πολιτείας σου; Ὥσπερ γὰρ ναῦς τις, ἴχνος οὐκ ἔχουσα, οὕτως ὑπέδυς ἐξ ὀφθαλμῶν μου ταχύ. Δεῦτε οἱ φίλοι μου, συγγενεῖς καὶ γείτονες ἅμα ἔμοί, τοῦτο ἀσπασώμεθα, τάφῳ ἐκπέμποντες.

Ὁ Ἱερεύς· Δι᾿ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

γ´. ΕΠΙ ΤΟΥ ΤΑΦΟΥ

Ἀναγινώσκεται τὸ Νεκρώσιμον Τρισάγιον, ὡς ἐν τῷ οἶκῳ.

ΑΚΟΛΟΥΘΙΑ ΝΕΚΡΩΣΙΜΟΣ ΕΙΣ ΝΗΠΙΑ ΚΑΤΑ ΤΗΝ ΔΙΑΚΑΙΝΗΣΙΜΟΝ ΕΒΔΟΜΑΔΑ

Αὕτη εἶναι ὁμοία πρὸς τὴν ὣς ἄνω ἐκτεθεῖσαν, παραλειπομένης τῆς Εὐχῆς· Ὁ Θεὸς τῶν πνευμάτων... καὶ ἀντὶ ταύτης λεγομένης τῆς Εὐχῆς· Ὁ φυλάσσων τὰ νήπια, Κύριε... Ἀπόστολος καὶ Εὐαγγέλιον, καὶ ἐν τῇ περιπτώσει ταύτῃ λέγονται τὰ τῶν Νηπίων.

ΠΕΡΙ ΤΗΣ ΤΑΦΗΣ ΕΤΕΡΟΔΟΞΩΝ ΥΠΟ ΟΡΘΟΔΟΞΩΝ ΙΕΡΕΩΝ

Συμφώνως πρὸς τὴν ὑπ᾿ ἀριθ. 1621/343 ἀπὸ 15 Μαρτίου 1891 ἐγκύκλιον τῆς Ἱερᾶς Συνόδου, ἐπιτρέπεται εἰς ὀρθοδόξους Ἱερεῖς νὰ κηδεύσωσιν ἑτεροδόξους Χριστιανούς, ὅταν δὲν ὑπάρχωσιν ἐκεῖ Ἱερεῖς τῆς ἰδίας αὐτῶν ὁμολογίας καὶ κατὰ τὸν ἑξῆς τύπον.

«Κατὰ πρῶτον ὁ Ἱερεὺς ποιεῖ Εὐλογητόν, εἶτα δὲ ἀρξαμένης τῆς ἐκφορᾶς τοῦ νεκροῦ, ψάλλεται ὁ Τρισάγιος ὕμνος μέχρι τοῦ Ναοῦ, ἢ τοῦ τάφου. Ἐκεῖ δὲ ψάλλεται ὁ ριη´ ψαλμός, Ἄμωμοι ἐν ὁδῷ... ἐκ τῆς νεκρωσίμου ἀκολουθίας, χωρὶς Αἰτήσεων καὶ Ἐκφωνήσεων, μετὰ τῆς ἀναγνώσεως τοῦ Ἀποστόλου καὶ Εὐαγγελίου· εἶτα δὲ γίνεται ἡ συνήθης μικρὰ ἀπόλυσις· κατατεθέντος δὲ τοῦ νεκροῦ ἐν τῷ τάφῳ, ὁ ἱερεὺς ἐπιῤῥίπτει γῆν, ἐπιλέγων· «Τοῦ Κυρίου, ἡ γῆ, καὶ τὸ πλήρωμα αὐτῆς».

ΑΚΟΛΟΥΘΙΑ ΝΕΚΡΩΣΙΜΟΥ ΤΡΙΣΑΓΙΟΥ ἢ ΠΑΡΑΣΤΑΣΙΜΟΥ

α´. ΕΝ Τῼ ΝΑῼ

Ψαλλομένου ἁπλῶς Τρισαγίου, ὅπερ εἴθισται νὰ ψάλληται ἐπὶ κολλύβων, κυρίως ἐν τῷ Ἑσπερινῷ τῆς Παρασκευῆς καὶ τὴν πρωΐαν τοῦ Σαββάτου ἐν τῷ Ναῷ, λέγονται τὰ ἑξῆς.

Μετὰ τὸ Ἀπολυτίκιον καὶ τὸ Θεοτοκίον τοῦ Ἑσπερινοῦ, πρὸ τῆς Ἀπολύσεως, ψάλλεται ὑπὸ τοῦ δεξιοῦ ψάλτου τὸ Τροπάριον·

Ἡ μόνη ἁγνὴ καὶ ἄχραντος Παρθένος...

Ὁ Ἱερεύς· Ἐλέησον ἡμᾶς, ὁ Θεός...

Ἔτι δεόμεθα ὑπὲρ ἀναπαύσεως...

Ὅπως Κύριος ὁ Θεὸς τάξῃ τὴν ψυχήν αὐτοῦ...

Τοῦ Κυρίου δεηθῶμεν.

Ὁ Θεὸς τῶν πνευμάτων...

Ὅτι σὺ εἶ ἡ ἀνάστασις... ἄνευ τοῦ Αἰωνία σου ἡ μνήμη, ἀξιομακάριστε, καὶ ἀείμνηστε ἀδελφὲ ἡμῶν, ὅπερ λέγεται ἐν τοῖς μνημοσύνοις τῆς Λειτουργίας.

Ὁ Ἱερεύς· Σοφία. Ὁ ὢν εὐλογητός... Εἶτα ἡ Ἀπόλυσις τοῦ Ἑσπερινοῦ.

β´. ΕΠΙ ΤΟΥ ΤΑΦΟΥ

Ψάλλεται ὁλόκληρον τὸ Τρισάγιον ὡς ἑξῆς·

Ὁ Ἱερεύς· Εὐλογητὸς ὁ Θεὸς ἡμῶν...

Ἅγιος ὁ Θεός... (ἐκ γ´). [Κατὰ τὴν πασχάλιον περίοδον, ἀντὶ τοῦ Ἅγιος ὁ Θεός... Χριστὸς ἀνέστη... (γ´)].

Δόξα... Καὶ νῦν... Παναγία Τριάς... Κύριε, ἐλέησον (γ´). Δόξα... Καί νῦν... Πάτερ ἡμῶν... Ὅτι σοῦ ἐστιν...

Εἶτα ψάλλομεν τὰ Τροπάρια· Μετὰ πνευμάτων δικαίων... κ.λ.π.

Ὁ Ἱερεύς· Ἐλέησον ἡμᾶς, ὁ Θεός... Ἔτι δεόμεθα ὑπὲρ ἀναπαύσεως... Ὅπως Κύριος ὁ Θεὸς τάξῃ... Ἡ Εὐχή· Ὁ Θεὸς τῶν πνευμάτων... Ὅτι σὺ εἶ ἡ ἀνάστασις...

Ὑπάρχοντος Ἀρχιερέως, μετὰ τὴν Εὐχὴν· Ὁ Θεὸς τῶν Πνευμάτων... ἀναγινώσκεται ἡ β´ συγχωρητικὴ Εὐχή· Δέσποτα πολυέλεε...

Ἂν προηγηθῇ ἀνάγνωσις Τρισαγίου ἐπὶ ἑτέρου τάφου, ἡ ἔναρξις γίνεται διὰ τοῦ Τροπαρίου· Ἡ μόνη ἁγνὴ καὶ ἄχραντος Παρθένος... Ἂν δὲ πρόκειται νὰ ψαλῶσι καὶ ἕτερα Τρισάγια, ἡ ἀπόλυσις γίνεται εἰς τὸ τελευταῖον Τρισάγιον, ὡς ἑξῆς·

Δόξα σοι, ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν δόξα σοι.

Ὁ καὶ νεκρῶν καὶ ζώντων τὴν ἐξουσίαν ἔχων, ὡς ἀθάνατος Βασιλεύς, καὶ ἀναστὰς ἐκ νεκρῶν, Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου ἁγίας αὐτοῦ Μητρός, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, τῶν ἁγίων ἐνδόξων προπατόρων, Ἀβραάμ, Ἰσαὰκ καὶ Ἰακώβ, τοῦ ἁγίου καὶ δικαίου φίλου αὐτοῦ Λαζάρου, τοῦ τετραημέρου, καὶ πάντων τῶν ἁγίων, τὰς ψυχὰς τῶν ἐξ ἡμῶν μεταστάντων δούλων αὐτοῦ ἐν σκηναῖς δικαίων τάξαι, ἐν κόλποις Ἀβραὰμ ἀναπαύσαι, καὶ μετὰ ἁγίων συναριθμήσαι, ἡμᾶς δὲ ἐλεήσαι ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.

Δι᾿ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε, Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ΔΕΗΣΙΣ ΥΠΕΡ ΤΩΝ ΠΡΟΚΕΚΟΙΜΗΜΕΝΩΝ Τῼ ΣΑΒΒΑΤῼ ΤΩΝ ΨΥΧΩΝ

Τῷ Σαββάτῳ τῶν ψυχῶν, ἐν ᾧ μνείαν ἐπιτελοῦμεν τῶν ἀπ᾿ αἰῶνος κοιμηθέντων εὐσεβῶς καὶ ἐπ᾿ ἐλπίδι ἀναστάσεως ζωῆς αἰωνίου πατέρων καὶ ἀδελφῶν ἡμῶν, μετὰ τὴν Ἐκτενῆ· Ἐλέησον ἡμᾶς ὁ Θεός... καὶ τὴν ἐκφώνησιν· Ὅτι ἐλεήμων... ψάλλομεν τὰ Τροπάρια· Μετὰ πνευμάτων... κ.λ.π.

Ὁ Ἱερεὺς μνημονεύει ἐπὶ τῶν πρὸ τῆς εἰκόνος τοῦ Χριστοῦ κειμένων ὑπὲρ τῶν κεκοιμημένων κολλύβων, ὡς ἑξῆς·

Ἐλέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.

Ἔτι δεόμεθα ὑπὲρ ἀναπαύσεως πάντων τῶν ἐπ᾿ ἐλπίδι ἀναστάσεως ζωῆς αἰωνίου, κεκοιμημένων εὐσεβῶς ὀρθοδόξων χριστιανῶν, βασιλέων, πατριαρχῶν, ἀρχιερέων, ἱερέων, ἱερομονάχων, ἱεροδιακόνων, μοναχῶν, μοναζουσῶν, πατέρων, προπατόρων, πάππων, προπάππων, γονέων, τέκνων, ἀδελφῶν καὶ συγγενῶν ἡμῶν, ἐκ τῶν ἀπ᾿ ἀρχῆς καὶ μέχρι τῶν ἐσχάτων, καὶ ὑπὲρ τοῦ συγχωρηθῆναι αὐτοῖς πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον.

Ὅπως Κύριος ὁ Θεὸς τάξῃ τὰς ψυχὰς αὐτῶν ἔνθα οἱ Δίκαιοι ἀναπαύονται· τὰ ἐλέη τοῦ Θεοῦ, τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ ἄφεσιν τῶν αὑτῶν ἁμαρτιῶν, παρὰ Χριστῷ τῷ ἀθανάτῳ Βασιλεῖ καὶ Θεῷ ἡμῶν αἰτησώμεθα.

Τοῦ Κυρίου δεηθῶμεν.

Ὁ Θεὸς τῶν πνευμάτων καὶ πάσης σαρκός, ὁ τὸν θάνατον καταπατήσας, τὸν δὲ διάβολον καταργήσας καὶ ζωὴν τῷ κόσμῳ σου δωρησάμενος, Αὐτός, Κύριε, ἀνάπαυσον καὶ τὰς ψυχὰς τῶν κεκοιμημένων δούλων σου, πάντων τῶν ἀπὸ περάτων ἕως περάτων τῆς οἰκουμένης κεκοιμημένων εὐσεβῶς ὀρθοδόξων χριστιανῶν, βασιλέων, πατριαρχῶν, ἀρχιερέων, ἱερέων, ἱερομονάχων, ἱεροδιακόνων, μοναχῶν, μοναζουσῶν, πατέρων, προπατόρων, πάππων, προπάππων, γονέων, συζύγων, τέκνων, ἀδελφῶν καὶ συγγενῶν ἡμῶν ἐν τόπῳ φωτεινῷ, ἐν τόπῳ χλοερῷ, ἐν τόπῳ ἀναψύξεως, ἔνθα ἀπέδρα ὀδύνη, λύπη καὶ στεναγμός· πᾶν ἁμάρτημα τὸ παρ᾿ αὐτῶν πραχθὲν ἐν λόγῳ ἢ ἔργῳ ἢ διανοίᾳ, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς συγχώρησον, ὅτι οὐκ ἔστιν ἄνθρωπος, ὅς ζήσεται καὶ οὐχ ἁμαρτήσει· σὺ γὰρ μόνος ἐκτὸς ἁμαρτίας ὑπάρχεις· ἡ δικαιοσύνη σου δικαιοσύνη εἰς τὸν αἰῶνα καὶ ὁ νόμος σου ἀλήθεια. Ὅτι σὺ εἶ ἡ ἀνάστασις, ἡ ζωὴ καὶ ἡ ἀνάπαυσις πάντων τῶν κεκοιμημένων εὐσεβῶς ὀρθοδόξων χριστιανῶν, Χριστὲ ὁ Θεὸς ἡμῶν καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Αἰωνία ὑμῶν ἡ μνήμη, ἀξιομακάριστοι καὶ ἀείμνηστοι ἀδελφοὶ ἡμῶν.

Εἶτα διὰ τοῦ· «Σοφία, Ὁ ὢν εὐλογητός...», γίνεται ἡ συνήθης τελεία Ἀπόλυσις.

Δι᾿ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν...

ΑΚΟΛΟΥΘΙΑ ΕΠΙ ΜΝΗΜΟΣΥΝῼ

Παρελάβομεν καὶ διακατέχομεν «εὐχὰς καὶ ἱκεσίας ὑπὲρ τῶν κεκοιμημένων, τῷ τῶν ὅλων Θεῷ ἀναπεμπομένας τῇ τρίτῃ, ἐνάτῃ, [εἰκοστῇ] καὶ τεσσαρακοστῇ ἡμέρᾳ ἀπὸ τῆς κοιμήσεως ἀδελφοῦ τινος. Τοῦτ᾿ αὐτὸ ποιεῖται μετὰ τρεῖς μῆνας καὶ αὖθις μετὰ ἕξ καὶ τελευταῖον μετ᾿ ἐνιαυτόν. Μετέπειτα καὶ ὁσάκις οἱ συγγενεῖς καὶ προσήκοντες τῷ ἀποιχομένῳ ἐθέλουσι τοῦτο ποιεῖν οὐ κωλύομεν».

Τὰ μνημόσυνα δύνανται νὰ τελῶνται καὶ ἐν οἱᾳδήποτε ἡμέρᾳ πλὴν τῆς τοῦ Πάσχα Μ. Τεσσαρακοστῆς, διότι κατ᾿ αὐτὴν οὔτε Λειτουργία, οὔτε μνήμη καὶ γενέθλια Ἁγίων τελοῦνται, πλὴν Σαββάτου καὶ Κυριακῆς. Ὡσαύτως δὲν τελοῦνται μνημόσυνα ἀπὸ τοῦ Σαββάτου τοῦ Λαζάρου μέχρι τῆς Κυριακῆς τοῦ Θωμᾶ.

Α´. ΕΝ ΣΑΒΒΑΤῼ Ἢ ΕΝ ΚΑΘΗΜΕΡΙΝῌ

Ἀφ᾿ ἑσπέρας ἐπὶ τῶν κολλύβων ὁ Ἱερεὺς ψάλλει τὸ Νεκρώσιμον Τρισάγιον.

Τῷ δὲ πρωΐ·

α´. Ἐν τῇ ἱερᾷ Προθέσει.

Ὁ Ἱερεὺς αἴρων μερίδα ἐκ τῆς ὑπὸ τῶν οἰκείων τοῦ κεκοιμημένου προσκομισθείσης προσφορᾶς, μνημονεύει οὕτω·

Μνήσθητι, Κύριε, τοῦ ἐπ᾿ ἐλπίδι ἀναστάσεως ζωῆς αἰωνίου ἐν τῇ σῇ κοινωνίᾳ κεκοιμημένου δούλου σου (τοῦ δεῖνος) καὶ συγχώρησον αὐτῷ πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον.

β´. Ἐν τῇ θείᾳ Λειτουργίᾳ.

Μετὰ τὴν Εἴσοδον τοῦ ἁγίου Εὐαγγελίου καὶ πρὸ τοῦ Ἀπολυτικίου τοῦ Ναοῦ, ὅταν ᾖ συλλείτουργον, οἱ Ἱερεῖς ψάλλουσι·

Ἦχος πλ. δ´.

Μνήσθητι, Κύριε, ὡς ἀγαθὸς τ... δούλ... σου καὶ ὅσα ἐν βίῳ ἤμαρτ... συγχώρησον, οὐδεὶς γὰρ ἀναμάρτητος, εἰ μὴ σὺ ὁ δυνάμενος καὶ τ... μεταστ... δοῦναι τὴν ἀνάπαυσιν.

Μετὰ τὸν καθαγιασμὸν τῶν τιμίων Δώρων, καὶ τὸ «Ἐξαιρέτως», ὅταν ὁ Ἱερεὺς ἀναγινώσκῃ τὴν Εὐχήν· «Τοῦ ἁγίου Ἰωάννου, προφήτου, προδρόμου...», μνημονεύει καὶ τοῦ ὀνόματος τοῦ ὑπὲρ οὗ τὸ μνημόσυνον τελεῖται.

Ἐν τῇ θέσει τοῦ Κοινωνικοῦ ψάλλεται ὑπ᾿ ἀμφοτέρων τῶν Χορῶν ὁ Ἄμωμος ὡς ἐν τῇ Νεκρωσίμῳ Ἀκολουθίᾳ.

Εἶτα τὸ Κοινωνικὸν τῆς ἡμέρας.

Μετὰ τὸ «Εὐλογία Κυρίου καὶ ἔλεος...», συνημμένως τῇ θείᾳ Λειτουργίᾳ, τελεῖται ἡ ἐπιμνημόσυνος Ἀκολουθία, καὶ ψάλλονται τὰ Εὐλογητάρια.

Ὁ Χορός· τὸ Κοντάκιον Μετὰ τῶν Ἁγίων... Εἶτα ὁ Ἱερεύς· Μετὰ πνευμάτων... κλπ. Ὁ Διάκονος*· Ἐλέησον ἡμᾶς ὁ Θεός... Ἔτι δεόμεθα ὑπὲρ ἀναπαύσεως τῆς ψυχῆς τ... κεκοιμημέν... δούλ... τοῦ Θεοῦ (δεῖνος)... Ὅπως Κύριος ὁ Θεός, τάξῃ τὴν ψυχὴν αὐτοῦ... Ὁ Ἱερεύς· Ὁ Θεὸς τῶν πνευμάτων... Ὅτι σὺ εἶ ἡ ἀνάστασις...

Ὁ Χορὸς ψάλλει· Αἱωνία ἡ μνήμη (γ´).

Εἶθ᾿ οὕτως, ὁ Ἱερεὺς ποιεῖ τὴν Ἀπόλυσιν τῆς θείας Λειτουργίας.

Β´. ΕΝ ΚΥΡΙΑΚῌ

Ἐκ Κυριακῇ τελουμένης Ἐπιμνημοσύνου Ἀκολουθίας, τηρεῖται ἡ ἐν Σαββάτῳ τυπικὴ τάξις παραλειπομένου τοῦ Ἀμώμου.

* Ὑπὸ τοῦ Διακόνου καὶ τοῦ Ἱερέως μνημονεύονται τὰ ὀνόματα τῶν τεθνεώτων ἢ ἑνικῶς ἢ πληθυντικῶς, εἰ ὑπὲρ ἑνὸς ἢ ὑπὲρ πολλῶν τὸ Μνημόσυνον τελεῖται.

ΕΥΧΗ ΕΙΣ ΠΕΝΘΟΥΝΤΑΣ (Ἐκτὸς Τυπικοῦ)

Κύριε Κύριε, ἡ τῶν θλιβομένων παραμυθία καὶ τῶν πενθούντων παράκλησις καὶ πάντων τῶν ἐν ὀλιγοψυχίᾳ ἀντίληψις ὑπάρχων, τοὺς τῷ πένθει τοῦ κοιμηθέντος συνεχομένους τῇ σῇ εὐσπλαγχνίᾳ παραμύθησαι· πᾶν ἄλγος λύπης ἐγκείμενον εἰς τὴν καρδίαν αὐτῶν θεράπευσον καὶ τὸν δοῦλον σου, ἐπ᾿ ἐλπίδι ἀναστάσεως κεκοιμημένον, ἐν κόλποις Ἀβραὰμ ἀνάπαυσον.

Σὺ γὰρ εἶ, ἡ ἀνάπαυσις τῶν σῶν δούλων καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.

ΑΚΟΛΟΥΘΙΑ ΕΙΣ ΠΑΡΑΚΛΗΣΙΝ ΑΣΘΕΝΩΝ χειμαζομένων ὑπὸ πνευμάτων ἀκαθάρτων καὶ ἐπηρεαζόντων.

Ὁ Ἱερεύς· Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς ἀιῶνας τῶν αἰώνων.

Ἀμήν. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς (τρίς). Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καί νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.

Δόξα... Καὶ νῦν...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς· ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς· τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ Βασιλεία...

Ἀμήν. Κύριε, ἐλέησον (ιβ´). Δεῦτε προσκυνήσωμεν... (γ´) καὶ τοὺς ψαλμούς.

Ψαλμὸς ρμβ´ (142)

Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου. Καί μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου· ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ᾿ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου· ἡ ψυχὴ μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε· ἐξέλιπε τὸ πνεῦμά μου. Μή ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μοι τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν, ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον· δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ· ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Ψαλμὸς κβ´ (22)

Κύριος ποιμαίνει με καὶ οὐδέν με ὑστερήσει. Εἰς τόπον χλόης, ἐκεῖ με κατεσκήνωσεν· ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέ με, τὴν ψυχήν μου ἐπέστρεψεν. Ὡδήγησέ με ἐπὶ τρίβους δικαιοσύνης, ἕνεκεν τοῦ ὀνόματος αὐτοῦ. Ἐὰν γὰρ καὶ πορευθῶ ἐν μέσῳ σκιᾶς θανάτου, οὐ φοβηθήσομαι κακά, ὅτι σὺ μετ᾿ ἐμοῦ εἶ· ἡ ῥάβδος σου καὶ ἡ βακτηρία σου αὗταί με παρεκάλεσαν. Ἡτοίμασας ἐνώπιόν μου τράπεζαν ἐξεναντίας τῶν θλιβόντων με· ἐλίπανας ἐν ἐλαίῳ τὴν κεφαλήν μου, καὶ τὸ ποτήριόν σου μεθύσκον με ὡσεὶ κράτιστον. Καὶ τὸ ἔλεός σου καταδιώξει με πάσας τὰς ἡμέρας τῆς ζωῆς μου, καὶ τὸ κατοικεῖν με ἐν οἴκῳ Κυρίου εἰς μακρότητα ἡμερῶν.

Ψαλμὸς κς´ (26)

Κύριος φωτισμός μου, καὶ σωτήρ μου· τίνα φοβηθήσομαι; Κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου· ἀπὸ τίνος διελιάσω; Ἐν τῷ ἐγγίζειν ἐπ᾿ ἐμὲ κακοῦντας, τοῦ φαγεῖν τὰς σάρκας μου. Οἱ θλίβοντές με καὶ οἱ ἐχθροί μου, αὐτοὶ ἠσθένησαν καὶ ἔπεσαν· ἐὰν παρατάξηται ἐπ᾿ ἐμὲ παρεμβολή, οὐ φοβηθήσεται ἡ καρδία μου· ἐὰν ἐπαναστῇ ἐπ᾿ ἐμὲ πόλεμος, ἐν ταύτῃ ἐγὼ ἐλπίζω. Μίαν ᾐτησάμην παρὰ Κυρίου, ταύτην ἐκζητήσω· τοῦ κατοικεῖν με ἐν οἴκῳ Κυρίου πάσας τὰς ἡμέρας τῆς ζωῆς μου, τοῦ θεωρεῖν με τὴν τερπνότητα τοῦ Κυρίου, καὶ ἐπισκέπτεσθαι τὸν ναὸν τὸν ἅγιον αὐτοῦ. Ὅτι ἔκρυψέ με ἐν σκηνῇ αὐτοῦ ἐν ἡμέρᾳ κακῶν μου· ἐσκέπασέ με ἐν ἀποκρύφῳ τῆς σκηνῆς αὐτοῦ, ἐν πέτρᾳ ὕψωσέ με. Καί νῦν ἰδοὺ ὕψωσε τὴν κεφαλήν σου ἐπ᾿ ἐχθρούς μου· ἐκύκλωσα καὶ ἔθυσα ἐν τῇ σκηνῇ αὐτοῦ θυσίαν αἰνέσεως καὶ ἀλαλαγμοῦ· ᾄσω καὶ ψάλω τῷ Κυρίῳ· Εἰσάκουσον, Κύριε, τῆς φωνῆς μου, ἧς ἐκέκραξα· ἐλέησόν με καὶ εἰσάκουσόν μου. Σοὶ εἶπεν ἡ καρδία μου· Κὺριον ζητήσω. Ἐξεζήτησέ σε τὸ πρόσωπόν μου· τὸ πρόσωπόν σου, Κύριε, ζητήσω. Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ, καὶ μὴ ἐκκλίνῃς ἐν ὀργῇ ἀπὸ τοῦ δούλου σου. Βοηθός μου γενοῦ, μὴ ἀποσκορακίσῃς με, καὶ μὴ ἐγκαταλίπῃς με, ὁ Θεός, ὁ σωτήρ μου. Ὅτι ὁ πατήρ μου καὶ ἡ μήτηρ μου ἐγκατέλιπόν με, ὁ δὲ Κύριος προσελάβετό με. Νομοθέτησόν με, Κύριε, ἐν τῇ ὁδῷ σου, καὶ ὁδήγησόν με, ἐν τρίβῳ εὐθείᾳ, ἕνεκα τῶν ἐχθρῶν μου. Μὴ παραδῷς με είς ψυχὰς θλιβόντων με, ὅτι ἐπανέστησάν μοι μάρτυρες ἄδικοι καὶ ἐψεύσατο ἡ ἀδικία ἑαυτῇ. Πιστεύω τοῦ ἰδεῖν τὰ ἀγαθὰ Κυρίου ἐν γῇ ζώντων. Ὑπόμεινον τὸν Κύριον, ἀνδρίζου, καὶ κραταιούσθω ἡ καρδία σου, καὶ ὑπόμεινον τὸν Κύριον.

Ψαλμὸς ξζ´ (67)

Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν. Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν· ὡς τήκεται κηρὸς ἀπὸ προσώπου, πυρός, οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ. Καί οἱ δίκαιοι εὐφρανθήτωσαν· ἀγαλλιάσθωσαν ἐνώπιον τοῦ Θεοῦ, τερφθήτωσαν ἐν εὐφροσύνῃ. ᾌσατε τῷ Θεῷ, ψάλατε τῷ ὀνόματι αὐτοῦ, ὁδοποιήσατε τῷ ἐπιβεβηκότι ἐπὶ δυσμῶν· Κύριος ὄνομα αὐτῷ καὶ ἀγαλλιᾶσθε ἐνώπιον αὐτοῦ. Ταραχθήτωσαν ἀπὸ προσώπου αὐτοῦ, τοῦ πατρὸς τῶν ὀρφανῶν, τοῦ κριτοῦ τῶν χηρῶν· ὁ Θεὸς ἐν τόπῳ ἁγίῳ αὐτοῦ. Ὁ Θεὸς κατοικίζει μονοτρόπους ἐν οἴκῳ, ἐξάγων πεπεδημένους ἐν ἀνδρείᾳ, ὁμοίως τοὺς παραπικραίνοντας, τοὺς κατοικοῦντας ἐν τάφοις. Ὁ Θεός, ἐν τῷ ἐκπορεύεσθαί σε ἐνώπιον τοῦ λαοῦ σου, ἐν τῷ διαβαίνειν σε ἐν τῇ ἐρήμῳ· Γῆ ἐσείσθη, καὶ γὰρ οἱ οὐρανοὶ ἔσταξαν ἀπὸ προσώπου τοῦ Θεοῦ τοῦ Σινᾶ, ἀπὸ προσώπου τοῦ Θεοῦ Ἰσραήλ. Βροχὴν ἑκούσιον ἀφοριεῖς, ὁ Θεὸς, τῇ κληρονομίᾳ σου· καὶ ἠσθένησε, σὺ δὲ κατηρτίσω αὐτήν. Τά ζῷά σου κατοικοῦσιν ἐν αὐτῇ· ἡτοίμασας ἐν τῇ χρηστότητί σου τῷ πτωχῷ ὁ Θεός. Κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ. Ὁ βασιλεὺς τῶν δυνάμεων τοῦ ἀγαπητοῦ, τῇ ὡραιότητι τοῦ οἴκου διελέσθαι σκῦλα. Ἐὰν κοιμηθῆτε ἀναμέσον τῶν κλήρων, πτέρυγες περιστερᾶς περιηργυρωμέναι καὶ τὰ μετάφρενα αὐτῆς ἐν χλωρότητι χρυσίου. Ἐν τῷ διαστέλλειν τὸν Ἐπουράνιον βασιλεῖς ἐπ᾿ αὐτῆς χιονωθήσονται ἐν Σελμών. Ὄρος τοῦ Θεοῦ, ὄρος πῖον, ὄρος τετυρωμένον, ὄρος πῖον. Ἱνατί ὑπολαμβάνετε ὄρη τετυρωμένα τὸ ὄρος, ὃ εὐδόκησεν ὁ Θεὸς κατοικεῖν ἐν αὐτῷ; Καί γὰρ ὁ Κύριος κατασκηνώσει εἰς τέλος. Τὸ ἅρμα τοῦ Θεοῦ μυριοπλάσιον, χιλιάδες εὐθηνούντων. Κύριος ἐν αὐτοῖς ἐν Σινᾶ ἦν, ἐν τῷ ἁγίῳ. Ἀναβὰς εἰς ὕψος, ᾐχμαλώτευσας αἰχμαλωσίαν, ἔλαβες δόματα ἐν ἀνθρώποις· καὶ γὰρ ἀπειθοῦντες τοῦ κατασκηνῶσαι. Κύριος ὁ Θεὸς εὐλογητός, εὐλογητὸς Κύριος ἡμέραν καθ᾿ ἡμέραν· κατευοδώσαι ἡμῖν ὁ Θεὸς τῶν σωτηρίων ἡμῶν. Ὁ Θεὸς ἡμῶν, ὁ Θεὸς τοῦ σώζειν· καὶ τοῦ Κυρίου Κυρίου αἱ διέξοδοι τοῦ θανάτου. Πλὴν ὁ Θεὸς συνθλάσει κεφαλὰς ἐχθρῶν αὐτοῦ, κορυφὴν τριχὸς διαπορευομένων ἐν πλημμελείαις αὐτῶν. Εἶπε Κύριος· ἐκ Βασὰν ἐπιστρέψω, ἐπιστρέψω ἐν βυθοῖς θαλάσσης. Ὅπως ἂν βαφῇ ὁ πούς σου ἐν αἵματι, ἡ γλῶσσα τῶν κυνῶν σου ἐξ ἐχθρῶν παρ᾿ αὐτοῦ. Ἐθεωρήθησαν αἱ πορεῖαί σου, ὁ Θεός, αἱ πορεῖαι τοῦ Θεοῦ μου τοῦ βασιλέως τοῦ ἐν τῷ ἁγίῳ. Προέφθασαν ἄρχοντες, ἐχόμενοι ψαλλόντων, ἐν μέσῳ νεανίδων τυμπανιστριῶν. Ἐν ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν, Κύριον ἐκ πηγῶν Ἰσραήλ. Ἐκεῖ Βενιαμὶν νεώτερος ἐν ἐκστάσει, ἄρχοντες Ἰούδα ἡγεμόνες αὐτῶν, ἄρχοντες Ζαβουλών, ἄρχοντες Νεφθαλείμ. Ἔντειλαι, ὁ Θεός, τῇ δυνάμει σου· δυνάμωσον, ὁ Θεός, τοῦτο, ὃ κατειργάσω ἐν ἡμῖν. Ἀπὸ τοῦ ναοῦ σου ἐπὶ Ἱερουσαλήμ, σοὶ οἴσουσι βασιλεῖς δῶρα. Ἐπιτίμησον τοῖς θηρίοις τοῦ καλάμου, ἡ συναγωγὴ τῶν ταύρων ἐν ταῖς δαμάλεσι τῶν λαῶν τοῦ μὴ ἀποκλεισθῆναι τοὺς δεδοκιμασμένους τῷ ἀργυρίῳ· διασκόρπισον ἔθνη τὰ τοὺς πολέμους θέλοντα. Ἥξουσι πρέσβεις ἐξ Αἰγύπτου, Αἰθιοπία προφθάσει χεῖρα αὐτῆς τῷ Θεῷ. Αἱ βασιλεῖαι τῆς γῆς, ᾄσατε τῷ Θεῷ, ψάλατε τῷ Κυρίῳ, τῷ ἐπιβεβηκότι ἐπὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ κατὰ ἀνατολάς· ἰδοὺ δώσει τῇ φωνῇ αὐτοῦ φωνὴν δυνάμεως. Δότε δόξαν τῷ Θεῷ· ἐπὶ τὸν Ἰσραὴλ ἡ μεγαλοπρέπεια αὐτοῦ, καὶ ἡ δύναμις αὐτοῦ ἐν ταῖς νεφέλαις· Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ· ὁ Θεὸς Ἰσραήλ, αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ. Εὐλογητὸς ὁ Θεός.

Ψαλμὸς ν´ (50)

Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, Καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι· Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου, καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα·

Ἦχος πλ. β´.

Μὴ καταπιστεύσῃς με, ἀνθρωπίνῃ προστασίᾳ, Παναγία Δέσποινα, ἀλλὰ δέξαι δέησιν τοῦ ἱκέτου σου· θλῖψις γὰρ ἔχει με, φέρειν οὐ δύναμαι, τῶν δαιμόνων τὰ τοξεύματα· σκέπην οὐ κέκτημαι, οὐδὲ ποῦ προσφύγω ὁ ἄθλιος, πάντοθεν πολεμούμενος, καὶ παραμυθίαν οὐκ ἔχω πλήν σου· Δέσποινα τοῦ κόσμου, ἐλπὶς καὶ προστασία τῶν πιστῶν, μὴ μοῦ παρίδῃς τὴν δέησιν, τὸ συμφέρον ποίησον.

Δέξαι μου τὴν δέησιν, ὁ πάντας θέλων σωθῆναι, καὶ μὴ ἀποῤῥίψῃς με, ἀπὸ τοῦ προσώπου σου τὸν ἀνάξιον, τὸν πολλὰ πταίσαντα, ὑπὲρ πᾶσαν φύσιν, τῶν ἀνθρώπων ἐκ νεότητος· διὸ προσπίπτω σοι, κλίνων μου τὸ γόνυ σὺν δάκρυσι· σπλαγχνίσθητι, ἐλέησον, δεῖξον ἐν ἐμοὶ τὰ ἐλέη σου, Κύριε τῆς δόξης, ἐλέους ὁ Πατὴρ καὶ οἰκτιρμῶν, μή με ἀπώσῃ τὸν ἄθλιον, τὸν παρακαλοῦντά σε.

Καὶ μνημονεύει τοῦ ἀσθενοῦς.

Ἐλέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον, καὶ ἐλέησον.

Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τοῦ δούλου σου (τοῦ δεῖνος), τοῦ ἀπεκδεχομένου τὸ παρὰ σοῦ μέγα καὶ πλούσιον ἔλεος.

Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εἶτα ψάλλομεν τὸν παρόντα Κανόνα.

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ

εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, εἰς τὴν Ὑπεραγίαν Θεοτόκον, εἰς τοὺς Ἀσωμάτους, εἰς τοὺς Ἀποστόλους, καὶ εἰς πάντας τοὺς Ἁγίους.

Ἦχος β´. ᾨδὴ α´. Δεῦτε λαοὶ ᾄσωμεν.

Ὁ ποιητὴς καὶ λυτρωτής μου καὶ Κύριος, ἡ τῶν πιστῶν βοήθεια, τάχυνον ῥῦσαί με, τοῦ παρόντος κινδύνου, ὁ δοῦλός σου βοᾷ σοι, μόνε φιλάνθρωπε.

Ὁ τὴν ἡμῶν μόνος γινώσκων ἀσθένειαν, ἐκ τῆς παρούσης θλίψεως, καὶ τοῦ συνέχοντος ὀλέθρου προφθάσας, ἐξάρπασον καὶ σῶσον, Σῶτερ, τὸν δοῦλόν σου.

Δόξα Πατρί.

Ἀγγελικαὶ τάξεις ἀΰλων Δυνάμεων, σὺν Ἀποστόλοις, Μάρτυσι, καθικετεύσατε τὸν τῶν ὅλων Δεσπότην, κινδύνου βαρυτάτου, ῥῦσαι τὸν δοῦλον αὐτοῦ.

Καὶ νῦν. Θεοτοκίον.

Ἡ τῶν πιστῶν καταφυγή, ἀειπάρθενε, ἡ κραταιὰ βοήθεια, ἡμῶν τῶν δούλων σου, τῆς παρούσης ἀνάγκης, τὸν δοῦλόν σου πρεσβείαις, λύτρωσαι Δέσποινα.

ᾨδὴ γ´. Στερέωσον ἡμᾶς.

Ὡς πάλαι Ἰακώβ, τὸν σὸν θεράποντα, ἐῤῥύσω τῆς τοῦ Ἠσαῦ βασκανίας, οὕτω ῥῦσαι τὸν ἱκέτην σου, τῆς παρούσης ἀνάγκης, ὡς φιλάνθρωπος.

Φιλάνθρωπε Σωτήρ, ἐπικαλοῦμαί σε, ἐν θλίψει ὑπάρχων καὶ ἀθυμίᾳ· μὴ παρίδῃς με τὸν δοῦλόν σου, ἀλλὰ σπεῦσον καὶ ῥῦσαί με, ὡς εὔσπλαγχνος.

Δόξα Πατρί.

Ὁ μόνος ἀγαθός, ὁ μόνος εὔσπλαγχνος, ὁ μόνος οἰκτίρμων καὶ ἐλεήμων, τῇ πρεσβείᾳ τῶν Ἁγίων σου, τὸν σὸν δοῦλον οἰκτείρας, ἐλευθέρωσον.

Καὶ νῦν. Θεοτοκίον.

Ὃν ἔτεκες Ἁγνή, Θεὸν ἱκέτευε, σὺν πᾶσιν Ἀγγέλοις καὶ Ἀποστόλοις, σὺν Προφήταις τε καὶ Μάρτυσιν, ἐκ κινδύνων τὸν δοῦλόν σου λυτρώσασθαι.

Εἶθ᾿ οὕτω τὸν Εἱρμόν.

«Στερέωσον ἡμᾶς ἐν σοὶ Κύριε, ὁ ξύλῳ νεκρώσας τὴν ἁμαρτίαν, καὶ τὸν φόβον σου ἐμφύτευσον, εἰς τὰς καρδίας ἡμῶν τῶν ὑμνούντων σε«.

Καὶ ὁ Ἱερεὺς μνημονεύει τοῦ ἀσθενοῦς·

Ἐλέησον ἡμᾶς ὁ Θεός... Ὅτι ἐλεήμων...

Ἦχος β´.

Πρεσβεία θερμή, καὶ τεῖχος ἀπροσμάχητον, ἐλέους πηγή, τοῦ κόσμου καταφύγιον, ἐκτενῶς βοῶμέν σοι· Θεοτόκε Δέσποινα πρόφθασον, καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, ἡ μόνη ταχέως προστατεύουσα.

ᾨδὴ δ´. Ἐλήλυθας ἐκ Παρθένου.

Τῇ λαίλαπι τῶν κινδύνων δεινῶς ῥιπιζόμενον, τὸν σὸν δοῦλον Δέσποτα, καὶ τῷ πελάγει τῶν θλίψεων, νῦν κλυδωνιζόμενον, πρὸς γαληνότατον ὅρμον καθοδήγησον.

Οἱ θλίβοντες τὸν σὸν δοῦλον, Χριστέ, ἐπληθύνθησαν, καὶ γλῶσσαν ἠκόνησαν, καθάπερ δίστομον μάχαιραν· ἴδε οὖν, φιλάνθρωπε, καὶ ἀδίκου θανάτου σὸν δοῦλον λύτρωσαι.

Δόξα Πατρί.

Ἀρχάγγελοι, Ἐξουσίαι, Δυνάμεις καὶ Ἄγγελοι, Ἀπόστολοι, Μάρτυρες, Ὅσιοι, Προφῆται καὶ Δίκαιοι, πάντες δυσωπήσατε, ὑπὲρ τοῦ νῦν παναθλίως κινδυνεύοντος.

Καὶ νῦν. Θεοτοκίον.

Πανύμνητε, τῶν ἀνθρώπων ἑτοίμη βοήθεια, τὰ ἄγρια κύματα τῶν πειρασμῶν καταπράϋνον, καὶ τὸν ἐν τῇ σκέπῃ σου, καταφεύγοντα ἴασαι δοῦλόν σου, Δέσποινα.

ᾨδὴ ε´. Ὁ τοῦ φωτὸς χορηγός.

Ὁ Ἑζεκίου ποτέ, ἀποπληρώσας τὰς εὐχὰς Κύριε, καὶ τὴν ἐμὴν πλήρωσον ἐν τάχει, ὁ μόνος ἀγαθός, καὶ σῶσον σὸν δοῦλον ἐκ πάσης κακώσεως.

Ὁ δι᾿ Ἀγγέλου χειρός, τὸν κορυφαῖον Μαθητὴν Κύριε, ἐκ φυλακῆς θείᾳ δυναστείᾳ ποτὲ ἐξαγαγών, ῥῦσαι τὸν σὸν δοῦλον δεινῶς κινδυνεύοντα.

Δόξα Πατρί.

Ἀγγελικαὶ στρατιαί, τῶν Ἀποστόλων, Προφητῶν δῆμός τε, πανευκλεῶν Μαρτύρων, Ὁσίων, ὑπὲρ τοῦ ἐν δεινοῖς ὑπάρχοντος, ἅμα πρεσβείαν ποιήσατε.

Καὶ νῦν. Θεοτοκίον.

Μήτηρ Χριστοῦ τοῦ Θεοῦ, τάχυνον ῥῦσαι τὸν πιστὸν δοῦλόν σου, τοῦ χαλεποῦ καὶ δεινοῦ κινδύνου, τοῦ νῦν ἐπελθόντος, ἵνα σε δοξάζῃ καρδίᾳ καὶ στόματι.

ᾨδὴ ς´. Ἐν ἀβύσσῳ πταισμάτων.

Ὁ κητῴας γαστρὸς λυτρωσάμενος, πάλαι τὸν Προφήτην σου Δέσποτα Κύριε, τὸν σὸν ἱκέτην λύτρωσαι, ἵνα πίστει καὶ πόθῳ δοξάζῃ σε.

Δανιὴλ ὡς ἐῤῥύσω λεόντων, Χριστέ, ῥῦσαι πονηρῶν ἐξ ἀνθρώπων νυνὶ κἀμέ, τὸν σὸν ἱκέτην Δέσποτα, καὶ φθορᾶς καὶ θανάτου ἀνάγαγε.

Δόξα Πατρί.

Κινδυνεύοντα σῶσον τὸν δοῦλόν σου, Σῶτερ, τῶν ἁγίων Ἀγγέλων δεήσεσι, τῶν Προφητῶν Μαρτύρων τε, καὶ σοφῶν Μαθητῶν σου ἐντεύξεσι.

Καὶ νῦν. Θεοτοκίον.

Μὴ παρίδῃς δεινῶς χειμαζόμενον, καὶ ἐξαπαρούμενον, Κόρη, τὸν δοῦλόν σου· ἀλλ᾿ ὡς συνήθως λύτρωσαι, προσφυγόντα τῇ σκέπῃ σου, Ἄχραντε.

Ὁ Εἱρμός.

«Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον. Ἐκ φθορᾶς ὁ Θεός με ἀνάγαγε.

Εἶθ᾿ οὕτω μνημονεύει τοῦ ἀσθενοῦς.

Εἶτα λέγει τὸ παρὸν Τροπάριον.

Ἦχος δ´.

Τῇ Θεοτόκῳ ἐκτενῶς νῦν προσδράμωμεν, ἁμαρτωλοὶ καὶ ταπεινοὶ καὶ προσπέσωμεν, ἐν μετανοίᾳ κράζοντες ἐκ βάθους ψυχῆς· Δέσποινα βοήθησον, ἐφ᾿ ἡμῖν σπλαγχνισθεῖσα, σπεῦσον ἀπολλύμεθα ὑπὸ πλήθους πταισμάτων· μὴ ἀποστρέψῃς σοὺς δούλους κενούς· σὲ γὰρ καὶ μόνην ἐλπίδα κεκτήμεθα.

Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου, Κύριον τὸν Θεὸν ἡμῶν ἱκετεύσωμεν. Σοφία· ὀρθοί· ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου. Εἰρήνη πᾶσι.

Ἐκ τοῦ κατὰ Μᾶρκον ἁγίου Εὐαγγελίου τὸ Ἀνάγνωσμα. Πρόσχωμεν.

(Κεφ. ε´, 24–35).

Τῷ καιρῷ ἐκείνῳ ἠκολούθει τῷ Ἰησοῦ ὄχλος πολὺς καὶ συνέθλιβον αὐτὸν. Καὶ γυνή τις οὖσα ἐν ῥύσει αἵματος ἔτη δώδεκα, καὶ πολλὰ παθοῦσα ὑπὸ πολλῶν ἰατρῶν, καὶ δαπανήσασα τὰ παρ᾿ ἑαυτῆς πάντα καὶ μηδὲν ὠφεληθεῖσα, ἀλλὰ μᾶλλον εἰς τὸ χεῖρον ἐλθοῦσα, ἀκούσασα περὶ τοῦ Ἰησοῦ, ἐλθοῦσα ἐν τῷ ὄχλῳ ὄπισθεν, ἥψατο τοῦ ἱματίου αὐτοῦ· ἔλεγε γὰρ ἐν ἑαυτῇ ὅτι ἐὰν ἅψωμαι κἂν τῶν ἱματίων αὐτοῦ, σωθήσομαι. Καί εὐθέως ε᾿ξηράνθη ἡ πηγὴ τοῦ αἵματος αὐτῆς, καὶ ἔγνω τῷ σώματι ὅτι ἴαται ἀπὸ τῆς μάστιγος. Καί εὐθέως ὁ Ἰησοῦς ἐπιγνοὺς ἐν ἑαυτῷ τὴν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν, ἐπιστραφεὶς ἐν τῷ ὄχλῳ ἔλεγε· Τίς μου ἥψατο τῶν ἱματίων; Καὶ ἔλεγον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ. Βλέπεις τὸν ὄχλον συνθλίβοντά σε, καὶ λέγεις· Τίς μου ἥψατο; Καὶ περιεβλέπετο ἰδεῖν τὴν τοῦτο ποιήσασαν. Ἡ δὲ γυνή, φοβηθεῖσα καὶ τρέμουσα, εἰδυῖα ὃ γέγονεν ἐπ᾿ αὐτῇ, ἦλθε καὶ προσέπεσεν αὐτῷ, καὶ εἶπεν αὐτῷ πᾶσαν τὴν ἀλήθειαν. Ὁ δὲ εἶπεν αὐτῇ· Θύγατερ, ἡ πίστις σου σέσωκέ σε· ὕπαγε εἰς εἰρήνην, καὶ ἴσθι ὑγιὴς ἀπὸ τῆς μάστιγός σου.

Δόξα Πατρί. Ἦχος β´.

Πάτερ, Λόγε, Πνεῦμα, Τριὰς ἡ ἐν Μονάδι, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.

Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχ. Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι.

Ὁ μόνος φιλάνθρωπος, ὁ πάντας θέλων σωθῆναι, καὶ καλῶν ὡς εὔσπλαγχνος, τοὺς λελυπηκότας σε πρὸς μετάνοιαν, μὴ μνησθῇς Δέσποτα, μηδαμῶς δέομαι, τῆς αἰσχύνης τῶν ἀτόπων μου, ἔργων ὧν ἔπραξα, φεῦ τῶν ὀφθαλμῶν σου ἀπέναντι, μὴ φρίξας ὁ πανάθλιος, τὸ τῶν σῶν χειρῶν ἀναπόδραστον· ὅθεν νῦν προσπίπτω, στενάζων καὶ πενθῶν καὶ νοητῶς, τῶν σῶν ποδῶν ἐφαπτόμενος, τοῦ λαβεῖν συγχώρησιν.

Σῶσον ὁ Θεὸς τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου· ἐπίσκεψαι τὸν κόσμον σου ἐν ἐλέει καὶ οἰκτιρμοῖς· ὕψωσον κέρας χριστιανῶν ὀρθοδόξων, καὶ κατάπεμψον ἐφ᾿ ἡμᾶς τὰ ἐλέη σου τὰ πλούσια. Πρεσβείαις τῆς παναχράντου δεσποίνης ἡμῶν Θεοτόκου, καὶ ἀειπαρθένου Μαρίας, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων· ἱκεσίαις τοῦ τιμίου καὶ ἐνδόξου προφήτου, προδρόμου, καὶ βαπτιστοῦ Ἰωάννου· τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων· τῶν ἐν ἁγίοις Πατέρων ἡμῶν, μεγάλων ἱεραρχῶν, καὶ οἰκουμενικῶν διδασκάλων, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου· Ἀθανασίου καὶ Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος, πατριαρχῶν Ἀλεξανδρείας· Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, τῶν θαυματουργῶν· τῶν ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλύτου, Θεοδώρου τοῦ Τήρωνος, Θεοδώρου τοῦ Στρατηλάτου, τῶν ἱερομαρτύρων Χαραλάμπους καὶ Ἐλευθερίου, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν· τῶν ἁγίων καὶ θαυματουργῶν Ἀναργύρων, Κοσμᾶ καὶ Δαμιανοῦ, Κύρου καὶ Ἰωάννου, Παντελεήμονος καὶ Ἑρμολάου· τῶν ἁγίων καὶ δικαίων Θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης (τοῦ ἁγίου τῆς ἡμέρας) καὶ πάντων σου τῶν Ἁγίων, ἱκετεύομέν σε, μόνε πολυέλεε Κύριε, ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων σου καὶ ἐλέησον ἡμᾶς.

Κύριε, ἐλέησον (ιβ´).

Ἐλέει, καὶ οἰκτιρμοῖς, καὶ φιλανθρωπίᾳ τοῦ Μονογενοῦς σου Υἱοῦ, μεθ᾿ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ᾨδὴ ζ´. Εἰκόνος χρυσῆς.

Ὡς πάλαι τοὺς τρεῖς, ἐκ καμίνου τοῦ πυρὸς Παῖδας ἐῤῥύσω, ῥῦσαι Οἰκτίρμον τὸν ἱκέτην σου, ὡς ἀγαθὸς δυσωποῦμέν σε, τῆς ἐπερχομένης ἀνάγκης, καὶ τῆς φλογώσεως, Δέσποτα, τῶν ἀνυποίστων πειρασμῶν, ὅπως δοξάζῃ σε.

Ὁ μόνος εἰδώς, τὴν ἀσθένειαν Χριστέ, τὴν ἀνθρωπίνην, ὁ ὑποδείξας ἐν ταῖς θλίψεσι, τὰς παρακλήσεις φιλάνθρωπε, ῥῦσαι τοῦ παρόντος κινδύνου, καὶ τὸν ἱκέτην σου ψάλλοντα· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Δόξα Πατρί.

Ἀγγέλων πληθύς, Ἀποστόλων, Προφητῶν, Μαρτύρων θείων, καὶ Προπατόρων θεῖος σύλλογος, τὸν Ἀγαθὸν δυσωπήσατε, νῦν τὸν κοπετὸν μεταστρέψαι εἰς χαρὰν τοῦ κραυγάζοντος· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.

Ἡ μόνη ἐλπίς, καὶ βοήθεια πιστῶν, Θεογεννῆτορ, σπεῦσον βοήθει τῷ ἱκέτῃ σου, χειμαζομένῳ ταῖς θλίψεσι πάντοθεν, καὶ ἠπορημένῳ, καὶ ἐν ὀδύνῃ ὑπάρχοντι, καὶ καταφεύγοντι εἰς σέ, ἐν πεποιθήσει ψυχῆς.

ᾨδὴ η´. Τόν ἐν καμίνῳ τοῦ πυρός.

Παύλου καὶ Σίλα τὰς εὐχάς, ὡς ἐδέξω καὶ δεσμῶν τούτους ἐῤῥύσω, καὶ ἡμῶν, Ἐλεῆμον, τῶν ἀναξίων νυνί, βοώντων τὰς φωνὰς ἐπάκουσον. Ῥῦσαι τὸν σὸν δοῦλον, φθορᾶς τε καὶ θανάτου.

Μὴ ἀποστρέψῃς ἐπ᾿ ἐμοῦ, τοῦ ἱκέτου σου, Χριστέ, τὸ πρόσωπόν σου, ὅτι θλίβομαι· ταχύ, ἐπάκουσόν μου, Σωτήρ, καὶ ῥῦσαι τοῦ παρόντος κλύδωνος, δι᾿ ἡμῶν βοᾷ σοι, ὁ δοῦλός σου Οἰκτίρμον.

Δόξα Πατρί.

Ταῖς ἱκεσίαις ὁ Θεός, τῶν ἀΰλων Λειτουργῶν καὶ Ἀποστόλων, καὶ Μαρτύρων χορείας, καὶ ἱερῶν Προφητῶν, Ὁσίων, Δικαίων, ἁπάντων τε, ῥῦσαι τὸν σὸν δοῦλον, τοῦ χαλεποῦ κινδύνου.

Καὶ νῦν. Θεοτοκίον.

Καταφυγὴ χριστιανῶν, βοηθὲ τῶν ἐν δεινοῖς χειμαζομένων, Παναγία Παρθένε, μὴ ὑπερίδῃς τὸν σὸν ἱκέτην, κινδύνοις ποντούμενον, καὶ τῇ κραταιᾷ σου, προσφεύγοντα νῦν σκέπῃ.

ᾨδὴ θ´. Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον.

Τὰ λυπηρὰ τοῦ σοῦ δούλου, τοῦ παρόντος κινδύνου, τὴν ζάλην τὴν πολλὴν καὶ χαλεπήν, μεταποίησον νῦν, Δέσποτα, καὶ μετάτρεψον τούτου, τὸ πένθος εἰς χαρὰν διηνεκῆ· ἵνα πίστει καὶ πόθῳ, ἀπαύστως μεγαλύνῃ σε.

Σοῦ τὴν πολλὴν εὐσπλαγχνίαν, μὴ νικήσῃ, Οἰκτίρμον, τὸ πλῆθος τῶν ἀμέτρων μου κακῶν· ἀλλὰ συνήθει ἐλέει σου, δι᾿ ἡμῶν σοι κραυγάζει ὁ δοῦλός σου. Νῦν ῥῦσαί με, Χριστέ, ἀπὸ βλάβης παντοίας, ὁ μόνος πολυέλεος.

Δόξα Πατρί.

Φεῖσαί μου, Κύριε, φεῖσαι, ὅταν μέλῃς με κρῖναι, καὶ μὴ καταδικάσῃς με εἰς τὸ πῦρ· μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, δυσωπεῖ σε Παρθένος, ἡ σὲ κυοφορήσασα, Χριστέ, τῶν Ἀγγέλων τὰ πλήθη, καὶ τῶν Μαρτύρων σύλλογος.

Καὶ νῦν. Θεοτοκίον.

Ὑπεραγία Παρθένε, μετὰ τῶν Ἀσωμάτων λειτουργῶν, καὶ ἁγίων Ἀγγέλων, Ἀποστόλων, Προφητῶν, Μαρτύρων καὶ Ὁσίων ἁπάντων, τὸν μόνον ὑπεράγαθον Θεόν, ἐκδυσώπει ῥυσθῆναι κακώσεως τὸν δοῦλόν σου (Εἶθ᾿ οὕτως ἀναγινώσκει ὁ Ἱερεὺς μίαν σειρὰν ἐκ τῶν πρόσθεν, διὰ τὰς αὐτὰς ἀσθενείας, Εὐχῶν).

Εἶθ᾿ οὕτως·

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν· τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Δέσποινα καὶ Μήτηρ τοῦ Λυτρωτοῦ, δέξαι παρακλήσεις ἀναξίων σῶν οἰκετῶν, ἵνα μεσιτεύσῃς πρὸς τὸν ἐκ σοῦ τεχθέντα· ὦ Δέσποινα τοῦ κόσμου, γενοῦ μεσίτρια.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαὶ, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ ἅγιοι πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Εἶτα μνημονεύει τοῦ ἀσθενοῦς καὶ λαμβάνων θρυαλλίδα, συναλείφει αὐτὸν λέγων τὴν Εὐχὴν ταύτην.

Πάτερ ἅγιε, ἰατρὲ τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, ὁ πέμψας τὸν μονογενῆ σου Υἱόν, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, πᾶσαν νόσον ἰώμενον, καὶ ἐκ θανάτου λυτρούμενον, ἴασαι καὶ τὸν δοῦλόν σου (τὸν δεῖνα) ἐκ τῆς περιεχούσης αὐτὸν ψυχικῆς τε καὶ σωματικῆς ἀσθενείας, διὰ τῆς χάριτος τοῦ Χριστοῦ σου· καὶ ζωοποίησον αὐτόν, κατὰ τὸ σοὶ εὐάρεστον, ὅπως τὴν ὀφειλομένην σοι εὐχαριστίαν καὶ προσκύνησιν ἐν ἀγαθοεργίαις, ἀποπληροῖ. Πρεσβείαις τῆς ὑπερευλογημένης ἐνδόξου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας καὶ πάντων σου τῶν Ἁγίων. Ὅτι σὺ εἶ ἡ πηγὴ τῶν ἰαμάτων καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ ἡ Ἀπόλυσις.

Δόξα σοι ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι. Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρὸς, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων ἱκεσίαις τοῦ τιμίου ἐνδόξου προφήτου, προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἐν ἁγίοις Πατέρων ἡμῶν Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, τῶν ἁγίων καὶ θαυματουργῶν Ἀναργύρων, Κοσμᾶ καὶ Δαμιανοῦ, Κύρου καὶ Ἰωάννου, Παντελεήμονος καὶ Ἑρμολάου, Σαμψὼν καὶ Διομήδους, Φωτίου καὶ Ἀνικήτου, τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης (τοῦ ἁγίου τῆς ἡμέρας) καὶ πάντων τῶν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.

Δι᾿ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ΕΥΧΑΙ ΕΙΣ ΔΙΑΦΟΡΟΥΣ ΠΕΡΙΣΤΑΣΕΙΣ

ΕΥΧΑΙ ἢτοι ΕΞΟΡΚΙΣΜΟΙ ἐπὶ πασχόντων ὑπὸ Δαιμόνων καὶ ἐπὶ πᾶσαν ἀσθένειαν.

[ΒΑΣΙΛΕΙΟΥ ΤΟΥ ΜΕΓΑΛΟΥ]

Τοῦ Κυρίου δεηθῶμεν.

Ὁ Θεὸς τῶν θεῶν, καὶ Κύριος τῶν κυρίων, ὁ τῶν πυρίνων ταγμάτων δημιουργός, καὶ τῶν ἀΰλων Δυνάμεων τεχνουργός, ὁ τῶν ἐπουρανίων καὶ τῶν ἐπιγείων τεχνίτης· ὃν εἶδεν οὐδεὶς ἀνθρώπων, οὐδὲ ἰδεῖν δύναται· ὃν φοβεῖται καὶ τρέμει πᾶσα ἡ κτίσις· ὁ τὸν τραχηλιάσαντά ποτε Ἀρχιστράτηγον, καὶ τὴν τούτου λειτουργίαν παρακοῇ ἀθετήσαντα, ῥήξας ἐπὶ τὴν γῆν, καὶ τοὺς συναποστάσας αὐτῷ ἀγγέλους, δαίμονας γενομένους, εἰς σκότωσιν βυθοῦ ταρταρώσας· δὸς τὸν ἀφορκισμὸν τοῦτον, ἐπὶ τῷ φρικτῷ ὀνόματί σου τελούμενον, φόβῳ γενέσθαι αὐτῷ τῷ προηγουμένῳ τῆς πονηρίας, καὶ πάσαις ταῖς φάλαγξιν αὐτοῦ, ταῖς συνεκπεσούσαις αὐτῷ ἐκ τῆς ἄνω φωτοφορίας, καὶ τρέψον αὐτὸν εἰς φυγήν, καὶ ἐπίταξον αὐτῷ καὶ τοῖς δαίμοσιν αὐτοῦ ἀναχωρῆσαι παντελῶς· ἵνα μή τι βλαβερὸν κατὰ τῆς ἐσφραγισμένης εἰκόνος ἐργάσηται· ἀλλὰ λαβέτωσαν ἰσχὺν οὗτοι οἱ ἐσφραγισμένοι κραταιότητος, τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. Σοῦ γὰρ ὑμνεῖται καὶ μεγαλύνεται, καὶ παρὰ πάσης πνοῆς ἐν φόβῳ δοξάζεται τὸ πανάγιον ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΕΥΧΗ ΔΕΥΤΕΡΑ

Τοῦ Κυρίου δεηθῶμεν.

Ἐξορκίζω σε τὸν ἀρχέκακον τῆς βλασφημίας, τὸν ἀρχηγόν τῆς ἀνταρσίας, καὶ αὐτουργὸν τῆς πονηρίας. Ἐξορκίζω σε τὸν ἐκριφθέντα ἐκ τῆς ἄνω φωτοφορίας, καὶ σκότῳ βυθοῦ κατενεχθέντα διὰ τὴν ἔπαρσιν. Ἐξορκίζω σε, καὶ πᾶσαν τὴν ἐκπεσοῦσαν δύναμιν, τῆς σῆς ἀκόλουθον προαιρέσεως. Ὁρκίζω σε, πνεῦμα ἀκάθαρτον, κατὰ τοῦ Θεοῦ Σαβαώθ, καὶ πάσης στρατιᾶς Ἀγγέλων Θεοῦ, Ἀδωναΐ, Ἐλωΐ, Θεοῦ παντοκράτορος, ἔξελθε καὶ ἀπαναχώρησον ἀπὸ τοῦ δούλου τοῦ Θεοῦ (τοῦδε). Ἐξορκίζω σε κατὰ τοῦ Θεοῦ τοῦ πάντα λόγῳ κτίσαντος, καὶ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦ μονογενοῦς Υἱοῦ αὐτοῦ, τοῦ πρὸ τῶν αἰώνων ἀῤῥήτως καὶ ἀπαθῶς ἐξ αὐτοῦ γεννηθέντος· τοῦ τὴν ἀόρατον καὶ ὁρατὴν κτίσιν δημιουργήσαντος, καὶ τοῦ κατ᾿ εἰκόνα ἰδίαν τὸν ἄνθρωπον πλαστουργήσαντος· τοῦ νόμῳ πρότερον φυσικῶς τοῦτον παιδαγωγήσαντος· καὶ Ἀγγέλων ἐπιστασίᾳ φυλάξαντος· τοῦ ὕδατι τὴν ἁμαρτίαν κατακλύσαντος ἄνωθεν, καὶ τὰς ὑπ᾿ οὐρανὸν ἀβύσσους ἀναστομώσαντος, καὶ γίγαντας ἀσεβήσαντας καταφθείραντος, καὶ πύργον τῶν βεβήλων κατασείσαντος, καὶ γῆν Σοδόμων καὶ Γομόῤῥων πυρὶ καὶ θείῳ τεφρώσαντος, οὗ μάρτυς καπνός, ἀκοίμητος ἐξατμίζεται· τοῦ ῥάβδῳ πέλαγος ῥήξαντος, καὶ λαὸν ἀβρόχοις ποσὶ περάσαντος, καὶ τύραννον Φαραώ, καὶ στρατὸν θεομάχον, εἰς αἰῶνα τοῖς κύμασι κατακλύσαντος τῆς ἀσεβείας πόλεμον· τοῦ ἐπ᾿ ἐσχάτων ἐκ Παρθένου ἁγνῆς σαρκωθέντος ἀνεκλαλήτως, καὶ σώας τὰς σφραγῖδας τῆς ἁγνείας φυλάξαντος· τοῦ πλῦναι βαπτίσματι τὸν παλαιὸν ἡμῶν ῥύπον εὐδοκήσαντος, ὃν ἡμεῖς διὰ τῆς παραβάσεως ἐπεσπασάμεθα. Ἐξορκίζω σε, κατὰ τοῦ βαπτισθέντος ἐν Ἰορδάνῃ, καὶ τύπον ἡμῖν ἀφθαρσίας ἐν ὕδατι κατὰ χάριν παρεχομένου, ὃν Ἄγγελοι καὶ πᾶσαι αἱ Δυνάμεις τῶν οὐρανῶν κατεπλάγησαν, τὸν σαρκωθέντα Θεὸν βλέπουσαι μετριάσαντα, ὅτε ὁ ἄναρχος Πατὴρ τὴν ἄναρχον γέννησιν τοῦ Υἱοῦ ἀπεκάλυψε, καὶ τοῦ Ἁγίου Πνεύματος ἡ κατάβασις τῆς Τριάδος τὴν ἕνωσιν ἐμαρτύρησεν. Ὁρκίζω σε, κατ᾿ ἐκείνου τοῦ ἄνεμον ἐπιτιμήσαντος, καὶ κλύδωνα θαλάσσης πραΰναντος· τοῦ στίφη δαιμόνων ἐκδιώξαντος, καὶ κόρας ὀμμάτων, ἀπὸ μήτρας λειπούσας, πηλῷ τυφλοῖς ἀναβλέψαι ἀναρμόσαντος, καὶ τὴν ἀρχαίαν τοῦ γένους ἡμῶν διάπλασιν ἀνακαινίσαντος, καὶ ἀλάλοις τὸ λαλεῖν ἀνορθώσαντος· τοῦ στίγματα λέπρας ἀποσμήξαντος καὶ νεκροὺς ἐκ τῶν τάφων ἀναστήσαντος· τοῦ μέχρι ταφῆς τοῖς ἀνθρώποις ὁμιλήσαντος, καὶ τὸν ᾍδην ἐγέρσει σκυλεύσαντος, καὶ πᾶσαν τὴν ἀνθρωπότητα ἀνάλωτον τῷ θανάτῳ κατασκευάσαντος. Ὁρκίζω σε, κατὰ Θεοῦ τοῦ Παντοκράτορος, τοῦ τῇ θεοπνεύστῳ φωνῇ τοὺς ἀνθρώπους ἐμπνεύσαντος, καὶ τοῖς Ἀποστόλοις συμπράξαντος, καὶ πᾶσαν τὴν οἰκουμένην εὐσεβείας πληρώσαντος. Φοβήθητι, φύγε, δραπέτευσον, ἀναχώρησον, δαιμόνιον ἀκάθαρτον καὶ ἐναγές, καταχθόνιον, βύθιον, ἀπατηλόν, ἄμορφον, θεατὸν δι᾿ ἀναίδειαν, ἀθέατον διά τὴν ὑπόκρισιν, ὅπου ἄν τυγχάνῃς ἢ ἀπέρχῃ, ἢ αὐτὸς εἶ ὁ Βεελζεβούλ, ἢ κατασείων, ἢ δρακοντοειδής, ἢ θηριοπρόσωπος ἢ ὡς ἀτμίς, ἢ ὡς καπνὸς φαινόμενος, ἢ ὡς ἄρσεν, ἢ ὡς θῆλυ, ἢ ὡς ἑρπετόν, ἢ ὡς πετεινόν, ἢ νυκτολάλον, ἢ κωφόν, ἢ ἄλαλον· ἢ ἐκφοβοῦν ἐξ ἐπιδρομῆς, ἢ σπαράσσον, ἢ ἐπιβουλεῦον, ἢ ἐν ὕπνῳ βαρεῖ, ἢ ἐν νόσῳ, ἢ ἐν μαλακίᾳ, ἢ ἐν γέλωτι ῥέμβον, ἢ δάκρυα φιλήδονα ἐμποιοῦν, ἢ λάγνον, ἢ δυσῶδες, ἢ ἐπιθυμητικόν, ἢ ἡδονικόν, ἢ φαρμακόφιλον, ἢ ἐρωτομανές, ἢ ἀστρομαγικόν, ἢ ἐνοικηματικόν, ἢ ἀναιδές, ἢ φιλόνεικον, ἢ ἀκατάστατον· ἢ τῇ σελήνῃ συναλλοιούμενον, ἢ χρόνῳ τινὶ συντρεπόμενον· ἢ ὀρθρινόν, ἢ μεσημβρινόν, ἢ μεσονυκτικόν, ἢ ἀωρίας τινός, ἢ αὐγῆς· ἢ αὐτομάτως συνήντησας, ἢ ἐπέμφθης ὑπό τινος, ἢ προσεπέλασας ἄφνω, ἢ ἐν θαλάσσῃ, ἢ ἐν ποταμῷ, ἢ ὑπὸ γῆς, ἢ φρέατος, ἢ ἐκ κρημνοῦ, ἢ ἐκ λάκκου, ἢ λίμνης, ἢ καλαμῶνος, ἢ ὕλης, ἢ ἀπογαίου, ἢ ἀκαθάρτου, ἢ ἄλσους, ἢ δρυμῶνος, ἢ δένδρου, ἢ ὀρνέου, ἢ βροντῆς, ἢ ἐκ στέγης λουτροῦ, ἢ ἐν κολυβήθρᾳ ὑδάτων, ἢ ἐκ μνήματος εἰδωλικοῦ, ἢ ὅθεν ἴσμεν καὶ οὐκ ἴσμεν, ἢ γνωστόν, ἢ ἄγνωστον, καὶ ἐξ ἀπερισκέπτου τόπου· μερίσθητι καὶ ἀπαλλάγηθι. Αἰσχύνθητι τὴν εἰκόνα, τὴν χειρὶ Θεοῦ πλασθεῖσαν καὶ μορφωθεῖσαν. Φοβήθητι τοῦ σαρκωθέντος Θεοῦ τὸ ὁμοίωμα, καὶ μὴ ἐγκρυβῇς εἰς τὸν δοῦλον τοῦ Θεοῦ (τόν δε), ἀλλὰ ῥάβδος σιδηρᾶ, καὶ κάμινος πυρός, καὶ τάρταρος, καὶ ὀδόντων βρυγμός, ἄμυνα τῆς παρακοῆς σε περιμένει. Φοβήθητι, φιμώθητι, φύγε· μὴ ὑποστρέψῃς, μὴ ὑποκρυβῇς, μεθ᾿ ἑτέρας πονηρίας πνευμάτων ἀκαθάρτων, ἀλλὰ ἄπελθε εἰς γῆν ἄνυδρον, ἔρημον, ἀγεώργητον, ἦν ἄνθρωπος οὐκ οἰκεῖ, Θεὸς μόνος ἐπισκοπεῖ, ὁ δεσμεύων πάντας τοὺς βασκαίνοντας, καὶ ἐπιβουλεύοντας τῇ αὐτοῦ εἰκόνι, καὶ σειραῖς ζόφου ταρταρώσας εἰς μακρὰν νύκτα καὶ ἡμέραν σὲ πάντων τῶν κακῶν πεπειραμένον καὶ ἐφευρέτην διάβολον· ὅτι μέγας ὁ φόβος τοῦ Θεοῦ, καὶ μεγάλη ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος. Ἀμήν.

ΕΥΧΗ ΤΡΙΤΗ

Τοῦ Κυρίου δεηθῶμεν.

Ὁ Θεὸς τῶν οὐρανῶν, ὁ Θεὸς τῶν φώτων, ὁ Θεὸς τῶν Ἀγγέλων τῶν ὑπὸ τὴν σὴν ἰσχύν, ὁ Θεὸς τῶν Ἀρχαγγέλων τῶν ὑπὸ τὸ σὸν κράτος, ὁ Θεὸς τῶν ἐνδόξων Κυριοτήτων, ὁ Θεὸς τῶν Ἁγίων, ὁ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ τὰς δεσμευθείσας τῷ θανάτῳ ψυχὰς λύσας· ὁ τὸν προσηλωθέντα ἄνθρωπον τῷ σκότει, διὰ τοῦ μονογενοῦς σου Υἱοῦ φωτίσας· ὁ λύσας τὰς ὀδύνας ἡμῶν καὶ πᾶν βάρος ἀποσκεδάσας· ὁ πᾶσαν τὴν προσβολὴν τοῦ ἐχθροῦ ἀφ᾿ ἡμῶν χωρίσας· καὶ σύ, Υἱέ καὶ Λόγε τοῦ Θεοῦ, ὁ ἀπαθανατίσας ἡμᾶς τῷ θανάτω σου καὶ δοξάσας ἡμᾶς τῆ δόξῃ σου· ὁ ἐξ ἀνθρώπων χωρεῖν εἰς Θεόν, ἐγέρσει τῇ σῇ, χαρισάμενος· ὁ πάντα δεσμὸν τῶν ἁμαρτιῶν ἡμῶν διὰ τοῦ Σταυροῦ σου βαστάσας· ὁ τὸ σύντριμμα ἡμῶν ἀναλαβὼν καὶ ἰασάμενος, Κύριε· ὁ ὁδοποίησας ἡμῖν ὁδὸν εἰς οὐρανούς, καὶ φθορὰν εἰς ἀφθαρσίαν μετασκευάσας· εἰσάκουσόν μου, πόθῳ καὶ φόβῳ κεκραγότος πρὸς σέ, οὗ τῷ φόβῳ τὰ ὄρη τήκονται τῆς ὑπ᾿ οὐρανὸν σὺν τῷ στερεώματι· οὗ τῇ δυνάμει ἄλαλοι στοιχείων ψυχαὶ φρίττουσι, τηροῦσαι τοὺς ἑαυτῶν ὅρους· δι᾿ οὗ τὸ πῦρ τὸ τῆς ἐκδικήσεως οὐχ ὑπερβήσεται ὅρους τοὺς ταχθέντας αὐτῷ, ἀλλ᾿ ἀναμένει στένον τὴν σὴν βουλήν· δι᾿ ὃν πᾶσα ἡ κτίσις ὠδίνει, στενάζουσα στεναγμοῖς ἀλαλήτοις, εἰς καιροὺς μένειν ἐπιταχθεῖσα· ὃν πᾶσα φύσις ἐναντία πέφευγε, καὶ τοῦ ἐχθροῦ στρατιὰ δεδάμασται, καὶ διάβολος πέπτωκε, καὶ ὄφις πεπάτηται, καὶ δράκων ἀνῄρηται· δι᾿ ὃν τὰ ἔθνη ὁμολογήσαντά σε ἐφωτίσθησαν καὶ ἐκραταιώθησαν ἐν σοί, Κύριε· δι᾿ ὅν ζωὴ πεφανέρωται, ἐλπίς ἥδρασται, ἡ πίστις κεκράτηται, τὸ Εὐαγγέλιον κεκήρυκται· δι᾿ ὃν ὁ ἄνθρωπος ἐκ γῆς ἀναπέπλασται, πιστεύσας ἐν σοί. Τίς γάρ ἐστιν ὡς σύ, Θεὸς παντοκράτωρ; Διὸ δεόμεθά σου, Θεὲ πατέρων καὶ Κύριε τοῦ ἐλέους, προαιώνιε καὶ ὑπερούσιε· τὸν πρὸς σὲ ἐληλυθότα ἐπὶ τῷ ἁγίῳ ὀνόματί σου, καὶ τοῦ ἠγαπημένου σου παιδὸς Ἰησοῦ Χριστοῦ, καὶ τοῦ Ἁγίου καὶ παντοδυνάμου καὶ ζωοποιοῦ σου Πνεύματος πρόσδεξαι. Ἀποσόβησον ἀπὸ τῆς ψυχῆς αὐτοῦ πᾶσαν μαλακίαν, πᾶσαν ἀπιστίαν, πᾶν πνεῦμα ἀκάθαρτον, σπαρακτικόν, καταχθόνιον, πύρινον, δυσωδιακόν, ἐπιθυμητικόν, φιλόχρυσον, φιλάργυρον, τυφωνικόν, πορνικόν, πᾶν δαιμόνιον, ἀκάθαρτον, σκοτεινόν, ἄμορφον, ἀναιδές. Ναί, ὁ Θεός, ἀπέλασον ἀπὸ τοῦ δούλου σου (τοῦ δεῖνος) πᾶσαν ἐνέργειαν τοῦ διαβόλου, πᾶσαν μαγείαν, πᾶσαν φαρμακείαν, εἰδωλολατρείαν, ἀστρομαντείαν, ἀστρολογίαν, νεκρομαντείαν, ὀρνεοσκοπίαν, ἡδυπάθειαν, ἔρωτα, φιλαργυρίαν, μέθην, πορνείαν, μοιχείαν, ἀσέλγειαν, ἀναίδειαν, ὀργήν, φιλονεικίαν, ἀκαταστασίαν, καὶ πᾶσαν ὑπόνοιαν πονηράν. Ναί, Κύριε ὁ Θεὸς ἡμῶν, ἐμφύσησον αὐτῷ τὸ Πνεῦμά σου τὸ εἰρηνικόν, ὅπως φρουρούμενος ὑπ᾿ αὐτοῦ, ποιήσῃ καρπὸν πίστεως, ἀρετῆς, σοφίας, ἁγνείας, ἐγκρατείας, ἀγάπης, χρηστότητος, ἐλπίδος, πραότητος, μακροθυμίας, ὑπομονῆς, σωφροσύνης, συνέσεως· ὅτι σοὶ ἐπικέκληται δοῦλος, ἐπὶ τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ, πιστεύων εἰς τὴν ὁμοούσιον Τριάδα, συμμαρτυρούντων Ἀγγέλων, Ἀρχαγγέλων, ἐνδόξων Κυριοτήτων, καὶ πάσης οὐρανίου στρατιᾶς. Σύν τούτῳ φύλαξον καὶ τὰς καρδίας ἡμῶν, ὅτι δυνατὸς εἶ Κύριε· καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εὐχαὶ διὰ τὰς αὐτὰς ἀσθενείας

[ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ]

Τοῦ Κυρίου δεηθῶμεν.

Ὁ Θεὸς ὁ αἰώνιος, ὁ λυτρωσάμενος τὸ γένος τῶν ἀνθρώπων ἐκ τῆς αἰχμαλωσίας τοῦ διαβόλου, ῥῦσαι τὸν δοῦλόν σου (τόν δε) ἀπὸ πάσης ἐνεργείας πνευμάτων ἀκαθάρτων· ἐπίταξον τοῖς πονηροῖς καὶ ἀκαθάρτοις πνεύμασί τε καὶ δαίμοσιν, ἀποστῆναι τῆς ψυχῆς καὶ τοῦ σώματος τοῦ δούλου σου (τοῦδε), καὶ μὴ ἐμμένειν, μηδὲ ἐγκρύπτεσθαι ἐν αὐτῷ. Φυγαδευθείησαν τῷ ὀνόματί σου τῷ Ἁγίῳ, καὶ τοῦ μονογενοῦς σου Υἱοῦ, καὶ τοῦ ζωοποιοῦ σου Πνεύματος, ἀπὸ τοῦ πλάσματος τῶν χειρῶν σου· ἵνα, καθαρισθεὶς ἀπὸ πάσης ἐπηρείας διαβολικῆς, ὁσίως καὶ δικαίως καὶ εὐσεβῶς ζήσῃ,ἀξιούμενος τῶν ἀχράντων μυστηρίων τοῦ μονογενοῦς σου Υἱοῦ καὶ Θεοῦ ἡμῶν· μεθ᾿ οὗ εὐλογητὸς εἶ καὶ δεδοξασμένος, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΕΥΧΗ ΕΤΕΡΑ

Τοῦ Κυρίου δεηθῶμεν.

Ὁ πᾶσιν ἀκαθάρτοις πνεύμασιν ἐπιτιμήσας, καὶ δυνάμει ῥήματος ἐκδιώξας τὸν λεγεῶνα, ἐπιφάνηθι καὶ νῦν διὰ τοῦ μονογενοῦς σου Υἱοῦ ἐπὶ τὸ πλάσμα, ὃ κατ᾿ εἰκόνα σου ἐποίησας, καὶ ἐξελοῦ αὐτὸ καταδυναστευόμενον ὑπὸ τοῦ ἀντικειμένου· ἵνα, ἐλεηθὲν καὶ καθαρισθέν, ἐνταγῇ τῇ ἁγίᾳ σου ποίμνῃ καὶ φυλαχθῇ ναὸς ἔμψυχος τοῦ Ἁγίου Πνεύματος, καὶ τῶν θείων καὶ ἀχράντων Ἁγιασμάτων· χάριτι καὶ οἰκτιρμοῖς, καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ᾿ οὗ εὐλογητὸς εἶ σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΕΥΧΗ ΕΤΕΡΑ

Τοῦ Κυρίου δεηθῶμεν.

Ἐπικαλούμεθά σε, Δέσποτα, Θεὲ παντοκράτορ, ὕψιστε, ἀπείραστε, εἰρηνικὲ Βασιλεῦ· ἐπικαλούμεθά σε τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν· ἐκ σοῦ γὰρ ἀνεφύη καὶ τὸ Α καὶ τὸ Ω, ἡ Ἀρχὴ καὶ τὸ Τέλος· ὁ δοὺς τοῖς ἀνθρώποις ὑπακούειν τετράποδα καὶ ἄλογα ζῶα, ὅτι σὺ ὑπέταξας αὐτὰ, Κύριε· ἔκτεινον τὴν χεῖρά σου τὴν κραταιάν, καὶ τὸν βραχίονά σου τὸν ὑψηλόν καὶ τὸν ἅγιον, καὶ ἐπισκοπῶν ἐπισκόπησον τὸ πλάσμα σου τοῦτο· κατάπεμψον αὐτῷ Ἄγγελον εἰρηνικόν, Ἄγγελον κραταιόν, ψυχῆς καὶ σώματος φύλακα, ὃς ἐπιτιμήσει καὶ ἀπελάσει ἀπ᾿ αὐτοῦ πᾶν πονηρὸν καὶ ἀκάθαρτον δαιμόνιον· ὅτι σὺ Κύριος μόνος,ὕψιστος, παντοκράτωρ, εὐλογητὸς εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΕΥΧΗ ΕΤΕΡΑ

Τοῦ Κυρίου δεηθῶμεν.

Τὴν θείαν τε καὶ ἁγίαν, καὶ μεγάλην, καὶ φρικτήν, καὶ ἄστεκτον ὀνομασίαν καὶ ἐπίκλησιν ποιοῦμεν πρὸς τὴν σὴν ἐξέλασιν, ἀποστάτα· ὡσαύτως καὶ ἐπιτίμησιν εἰς τὴν σὴν ἐξολόθρευσιν, Διάβολε. Ὁ Θεός, ὁ ἅγιος, ὁ ἄναρχος, ὁ φοβερός, ὁ ἀόρατος τῇ οὐσίᾳ, ὁ ἀνείκαστος τῇ δυνάμει, καὶ ἀκατάληπτος τῇ θεότητι, ὁ Βασιλεὺς τῆς δόξης, καὶ παντοκράτωρ Δεσπότης, ἐπιτιμήσει σοι, Διάβολε, ὁ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι τὰ πάντα εὐπραγῶς λόγῳ συστησάμενος, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων. Ἐπιτιμᾷ σοι Κύριος, Διάβολε, ὁ προσκαλούμενος τὸ ὕδωρ τῆς θαλάσσης, καὶ ἐκχέων αὐτὸ ἐπὶ πρόσωπον πάσης τῆς γῆς· Κύριος τῶν Δυνάμεων ὄνομα αὐτῷ. Ἐπιτιμᾷ σοι Κύριος, Διάβολε, ὁ ὑπὸ τῶν ἀναριθμήτων οὐρανίων ταγμάτων πυρίνων φόβῳ λειτουργούμενος καὶ ὑμνούμενος, καὶ ὑπὸ πλήθους χορῶν ἀγγελικῶν καὶ ἀρχαγγελικῶν τρόμῳ προσκυνούμενος καὶ δοξαζόμενος. Ἐπιτιμᾷ σοι Κύριος, Διάβολε, ὁ τιμώμενος ὑπὸ τῶν κύκλωθεν παρεστωσῶν Δυνάμεων, καὶ φρικωδεστάτων Ἑξαπτερύγων, καὶ πολυομμάτων Χερουβίμ καὶ Σεραφίμ, τῶν τὰ πρόσωπα ἑαυτῶν ταῖς δυσὶ πτέρυξι σκεπόντων, διὰ τὴν ἀθεώρητον αὐτοῦ καὶ ἀνεξιχνίαστον Θεότητα, καὶ ταῖς δυσὶ πτέρυξι τοὺς ἑαυτῶν πόδας καλυπτόντων, εἰς τὸ μὴ κατακαυθῆναι ἐκ τῆς ἀῤῥήτου δόξης καὶ ἀκατανοήτου μεγαλειότητος αὐτοῦ, καὶ ταῖς δυσὶ πτέρυξι πετομένων, καὶ τὸν οὐρανὸν πληρούντων ἐκ τῆς βοῆς αὐτῶν· «Ἅγιος, Ἅγιος, Ἅγιος Κύριος Σαβαώθ, πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης αὐτοῦ». Ἐπιτιμᾷ σοι Κύριος, Διάβολε, ὁ ἐκ τοῦ κόλπου τοῦ πατρικοῦ καταβὰς ἐξ οὐρανοῦ Θεὸς Λόγος, καὶ διὰ τῆς ἐκ Παρθένου ἁγίας, προσκυνητῆς, ἀφράστου καὶ ἀχράντου σαρκώσεως ἀνεκλαλήτως φανεὶς ἐν τῷ κόσμῳ, τοῦ σῶσαι αὐτόν, καὶ τῇ αὐθεντικῇ αὐτοῦ δυνάμει ῥίψας σε οὐρανόθεν καὶ ἀπόβλητον παντὶ δείξας. Ἐπιτιμᾷ σοι Κύριος, Διάβολε, ὁ εἰπὼν τῇ θαλάσσῃ· «Σιώπα, πεφίμωσο»· καὶ τῷ κελεύσματι εὐθέως ἐκόπασεν. Ἐπιτιμᾷ σοι Κύριος, Διάβολε, ὁ τῷ ἀχράντῳ πτυέλῳ πηλὸν ποιήσας, καὶ τὸ ἐλλεῖπον μέλος τῷ ἐκ γενετῆς τυφλῷ διαπλάσας, καὶ τὸ φῶς χαρισάμενος. Ἐπιτιμᾷ σοι Κύριος, Διάβολε, ὁ τὴν θυγατέρα τοῦ Ἀρχισυναγώγου λόγῳ ζωοποιήσας, καὶ τῆς χήρας τὸν υἱὸν ἐκ στόματος τοῦ θανάτου ἀφαρπάσας, καὶ τῇ ἰδίᾳ μητρὶ ὁλόκληρον καὶ ὑγιῆ αὐτὸν χαρισάμενος. Ἐπιτιμᾷ σοι Κύριος, Διάβολε, ὁ τὸν Λάζαρον ἐκ νεκρῶν τετραήμερον, ἄσηπον, ὡς μὴ θανόντα, καὶ ἄσπιλον εἰς ἔκπληξιν τῶν πολλῶν ἀναστήσας. Ἐπιτιμᾷ σοι Κύριος, Διάβολε, ὁ διὰ τοῦ ῥαπίσματος τὴν κατάραν καταργήσας, καὶ διὰ τῆς λόγχης τῆς ἀχράντου πλευρᾶς αὐτοῦ τὴν τὸν Παράδεισον φυλάττουσαν φλογίνην ῥομφαίαν ἀναστείλας. Ἐπιτιμᾷ σοι Κύριος, Διάβολε, ὁ διὰ τοῦ ἐμπτύσματος τοῦ τιμίου αὐτοῦ χαρακτῆρος πᾶν δάκρυον ἐκ παντὸς προσώπου ἐκμάξας. Ἐπιτιμᾷ σοι Κύριος, Διάβολε, ὁ πήξας τὸν Σταυρὸν εἰς στήριγμα ἕν, καὶ σωτηρίαν κόσμου, εἰς πτῶσιν δὲ σήν, καὶ πάντων τῶν ὑπὸ σὲ ἀγγέλων. Ἐπιτιμᾷ σοι Κύριος, Διάβολε, ὁ δοὺς φωνὴν ἐν τῷ Σταυρῷ αὐτοῦ, καὶ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη καὶ αἱ πέτραι διεῤῥάγησαν, καὶ τὰ μνημεῖα ἀνεῴχθησαν, καὶ οἱ ἀπ᾿ αἰῶνος θανόντες ἀνέστησαν. Ἐπιτιμᾷ σοι Κύριος, Διάβολε, ὁ θανάτῳ θάνατον θανατώσας, καὶ ζωὴν τῇ ἐγέρσει αὐτοῦ τοῖς ἀνθρώποις χαρισάμενος. Ἐπιτιμήσαι σοι Κύριος, Διάβολε, ὁ καταβὰς εἰς τὸν ᾍδην, καὶ τὰ μνημεῖα αὐτοῦ ἐκτινάξας, καὶ πὰντας τοὺς ἐν αὐτῷ κατεχομένους δεσμίους ἐλευθερώσας, καὶ πρὸς ἑαυτὸν ἀνακαλεσάμενος· ὃν οἱ πυλωροὶ τοῦ ᾍδου ἰδόντες ἔφριξαν καὶ ἀγωνίᾳ τοῦ ᾍδου κρυβέντες ἐξέλιπον. Ἐπιτιμήσαι σοι Κύριος, Διάβολε, ὁ ἐκ νεκρῶν ἀναστὰς Χριστὸς ὁ Θεὸς ἡμῶν, καὶ πᾶσι τὴν Ἀνάστασιν αὐτοῦ χαρισάμενος. Ἐπιτιμήσαι σοι Κύριος, Διάβολε, ὁ εἰς οὐρανοὺς ἐν δόξῃ ἀναληφθεὶς πρὸς τὸν πατέρα αὐτοῦ, καὶ ἐκ δεξιῶν τῆς μεγαλωσύνης ἐπὶ θρόνου δόξης καθήμενος. Ἐπιτιμήσαι σοι Κύριος, Διάβολε, ὁ πάλιν ἐρχόμενος μετὰ δόξης ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ μετὰ τῶν ἁγίων Ἀγγέλων αὐτοῦ, κρῖναι ζῶντας καὶ νεκρούς. Ἐπιτιμήσαι σοι Κύριος, Διάβολε, ὁ τὸ πῦρ τὸ ἄσβεστον, καὶ σκώληκα τὸν ἀκοίμητον, καὶ σκότος τὸ ἐξώτερον ἑτοιμάσας σοι εἰς αἰώνιον κόλασιν. Ἐπιτιμήσαι σοι Κύριος, Διάβολε, ὃν πάντα φρίσσει καὶ τρέμει ἀπὸ προσώπου τῆς δυνάμεως αὐτοῦ, ὅτι ἄστεκτος ἡ ὀργὴ τῆς ἐπὶ σὲ ἀπειλῆς αὐτοῦ. Αὐτὸς ἐπιτιμᾷ σοι Κύριος, Διάβολε, διὰ τοῦ φοβεροῦ αὐτοῦ ὀνόματος. Φρῖξον, τρόμαξον, φοβήθητι, ἀναχώρησον, ἐξολοθρεύθητι, φυγαδεύθητι, ὁ πεσὼν οὐρανόθεν, καὶ σὺν σοὶ πάντα τὰ πονηρὰ πνεύματα· πᾶν πνεῦμα πονηρόν, πνεῦμα ἀσελγείας, πνεῦμα πονηρίας, πνεῦμα νυκτερινὸν καὶ ἡμερινόν, μεσημβρινόν τε καὶ ἑσπερινόν· πνεῦμα μεσονυκτικόν, πνεῦμα φανταστικόν, πνεῦμα συναντικόν· εἴτε χερσαῖον, εἴτε ἔνυδρον, εἴτε ἐν ἄλσεσιν,, εἴτε ἐν καλάμοις, εἴτε ἐν φάραγξιν, εἴτε ἐν διόδοις καὶ τριόδοις, ἐν λίμναις, ἐν ποταμοῖς, ἐν οἴκοις, ἐν αὐλαῖς καὶ ἐν βαλανείοις παρατρέχον, καὶ βλάπτον καὶ ἀλλοιοῦν τὸν νοῦν τοῦ ἀνθρώπου· συντόμως ἀναχωρήσατε ἀπὸ τοῦ πλάσματος τοῦ δημιουργοῦ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, καὶ ἀπαλλάχθητε ἀπὸ τοῦ δούλου τοῦ Θεοῦ (τοῦ δε) ἀπὸ τοῦ νοός, ἀπὸ τῆς ψυχῆς, ἀπὸ τῆς καρδίας, ἀπὸ τῶν νεφρῶν, ἀπὸ τῶν αἰσθήσεων, ἀπό πάντων τῶν μελῶν, πρὸς τὸ εἶναι αὐτὸν ὑγιῆ, καὶ ὁλόκληρον, καὶ ἐλεύθερον, ἐπιγιγνώσκοντα τὸν ἴδιον Δεσπότην καὶ δημιουργὸν τῶν ἁπάντων Θεόν, τὸν ἐπισυνάγοντα τοὺς πεπλανημένους καὶ διδόντα αὐτοῖς σφραγῖδα σωτηρίας, διὰ τῆς ἀναγεννήσεως καὶ ἀνακαινίσεως τοῦ θείου βαπτίσματος, εἰς τὸ καταξιωθῆναι αὐτὸν τῶν ἀχράντων καὶ ἐπουρανίων φρικτῶν αὐτοῦ Μυστηρίων, καὶ ἑνωθῆναι τῇ αὐτοῦ ποίμνῃ τῇ ἀληθινῇ, εἰς τόπον χλόης κατασκηνοῦντα, καὶ ἐπὶ ὕδατος ἀναπαύσεως ἐκτρεφόμενον, καὶ ὑπὸ βακτηρίας τοῦ Σταυροῦ ποιμαντικῶς καὶ ἀσφαλῶς ὁδηγούμενον, εἰς ἄφεσιν ἁμαρτιῶν καὶ εἰς ζωὴν αἰώνιον.

Ὅτι αὐτῷ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις καὶ μεγαλοπρέπεια, σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ αὐτοῦ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΤΡΟΠΑΡΙΑ ὅταν σταυροῖ ὁ Ἱερεὺς πάθος νοσήματος διὰ τῆς ἁγίας Λόγχης

Ἦχος α´.

Σταυρωθέντος σου Χριστέ, ἀνῃρέθη ἡ τυραννίς, ἐπατήθη ἡ δύναμις τοῦ ἐχθροῦ· οὔτε γὰρ Ἄγγελος, οὐκ ἄνθρωπος, ἀλλ᾿ αὐτὸς ὁ Κύριος ἔσωσας ἡμᾶς· δόξα σοι.

Δόξα. Ἦχος δ´.

Ἐξηγόρασας ἡμᾶς ἐκ τῆς κατάρας τοῦ νόμου, τῷ τιμίῳ σου Αἵματι· τῷ Σταυρῷ προσηλωθείς, καὶ τῇ Λόγχῃ κεντηθείς, τὴν ἀθανασίαν ἐπήγασας ἀνθρώποις, Σωτὴρ ἡμῶν· δόξα σοι.

Καὶ νῦν.

Λόγχῃ πλευράν, ὦ Χριστέ μου, νυγείς σου, τὴν ἐκ πλευρᾶς ἀνθρωπίνης κτισθεῖσαν, ὀλέθρου πᾶσι βροτοῖς γεγονυῖαν πρόξενον, τῆς κατάρας ἠλευθέρωσας.

Εὐχὴ εἰς ἀσθενοῦντα

Τοῦ Κυρίου δεηθῶμεν.

Δέσποτα Κύριε Σαβαώθ, ὁ Θεὸς ἡμῶν, ὁ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ ἐπὶ τῶν Χερουβὶμ καθεζόμενος, καὶ ὑπὸ τῶν Σεραφὶμ ἀνυμνούμενος· ὁ ἐν ὑψηλοῖς κατοικῶν, καὶ τὰ ταπεινὰ ἐφορῶν· ὁ ἀνατέλλων τὸν ἥλιον ἐπὶ πονηροὺς καὶ ἀγαθούς, καὶ βρέχων ἐπὶ δικαίους καὶ ἀδίκους· ὁ διακρατῶν καὶ διακυβερνῶν ἀῤῥήτῳ δυνάμει καὶ σοφίᾳ πᾶσαν τὴν κτίσιν, καὶ πᾶσαν πνοήν· ὁ παιδεύων καὶ πάλιν ἰώμενος· δέξαι με προσερχόμενον τῇ σῇ βδελύξῃ με τὸν ἁμαρτωλόν· ἀλλ᾿ ἐπάκουσον τῆς φωνῆς τῆς δεήσεώς μου, καὶ ἐξαπόστειλον βοήθειαν ἐξ ἁγίου κατοικητηρίου σου, σπλαγχνισθεὶς ἐπὶ τῷ πλάσματι τῶν χειρῶν σου, ὁ πάντων τὰς προσευχὰς ἐπακούων, καὶ ἴασαι τὸν δοῦλόν σου (τὸν δεῖνα) ἐκ τῆς συνεχούσης αὐτὸν ἀσθενείας. Σόν γάρ ἐστι τὸ ἐλεεῖν καὶ σώζειν ἡμᾶς ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εὐχὴ ἐπὶ πᾶσαν ἀσθένειαν

Τοῦ Κυρίου δεηθῶμεν.

Δέσποτα παντοκράτορ, ἰατρὲ ψυχῶν καὶ σωμάτων, ὁ ταπεινῶν καὶ ἀνυψῶν, παιδεύων καὶ πάλιν ἰώμενος, τὸν ἀδελφὸν ἡμῶν (τὸν δεῖνα) τὸν ἀσθενοῦντα ἐπισκέψαι ἐν τῷ ἐλέει σου. Ἔκτεινον τὸν βραχίονά σου, τὸν πλήρη ἰάσεως καὶ θεραπείας, καὶ ἴασαι αὐτόν, ἐξανιστῶν ἀπὸ κλίνης καὶ ἀῤῥωστίας· ἐπιτίμησον τῷ πνεύματι τῆς ἀσθενείας· ἀπόστησον ἀπ᾿ αὐτοῦ πᾶσαν πληγήν, πᾶσαν ἀλγηδόνα, πᾶσαν μάστιγα, πάντα πυρετὸν ἢ ῥῖγος· καὶ εἴ τί ἐστιν ἐν αὐτῷ πλημμέλημα ἢ ἀνόμημα, ἄνες, ἄφες, συγχώρησον διὰ τὴν σὴν φιλανθρωπίαν. Ναί, Κύριε, φεῖσαι τοῦ πλάσματός σου, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ᾿ οὗ εὐλογητὸς εἶ, σύν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εὐχὴ εἰς πᾶν εἶδος ἀσθενείας

Τοῦ Κυρίου δεηθῶμεν.

Κύριε ὁ Θεὸς ἡμῶν, ὁ τὰ χρόνια καὶ δεινὰ πάθη λόγῳ μόνῳ θεραπεύσας, ὁ τὴν πενθερὰν Πέτρου πυρέσσουσαν ἰασάμενος· Αὐτὸς καὶ νῦν, Δέσποτα, ἴασαι τὸν δοῦλόν σου (τὸν δεῖνα) ἀπὸ τῆς συνεχούσης αὐτὸν μάστιγος, ὁ παιδεύων συμπαθῶς, καὶ ἰώμενος ἀγαθῶς· ὁ πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἀφαιρεῖσθαι δυνάμενος· καὶ ἀνάστησον αὐτὸν ἀπὸ κλίνης ὀδυνηρᾶς, καὶ ἀπὸ στρωμνῆς κακώσεως, ἐπιθεὶς ἐπ᾿ αὐτὸν τὸ φάρμακον τοῦ ἐλέους σου· παράσχου δὲ αὐτῷ τελείαν ἴασιν καὶ ὑγείαν. Ὅτι σὺ εἶ ὁ ἰατρὸς τῶν σωμάτων καὶ τῶν ψυχῶν ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εὐχὴ ἐπὶ βασκανίαν

Τοῦ Κυρίου δεηθῶμεν.

Κύριε ὁ Θεὸς ἡμῶν, ὁ Βασιλεὺς τῶν αἰώνων, ὁ παντοκράτωρ καὶ παντοδύναμος, ὁ ποιῶν πάντα καὶ μετασκευάζων μόνῳ τῷ βούλεσθαι· ὁ τὴν ἑπταπλάσιον κάμινον καὶ τὴν φλόγαν τὴν ἐν Βαβυλῶνι εἰς δρόσον μεταβαλὼν καὶ τοὺς ἁγίους σου τρεῖς Παῖδας σῴους διαφυλάξας· ὁ ἰατρὸς καὶ θεραπευτὴς τῶν ψυχῶν ἡμῶν· ἡ ἀσφάλεια τῶν εἰς σὲ ἐλπιζόντων· σοῦ δεόμεθα καὶ σὲ παρακαλοῦμεν, ἀπόστησον, φυγάδευσον καὶ ἀπέλασον πᾶσαν διαβολικὴν ἐνέργειαν, πᾶσαν σατανικὴν ἔφοδον καὶ πᾶσαν ἐπιβουλήν, περιέργειάν τε πονηρὰν καὶ βλάβην καὶ ὀφθαλμῶν βασκανίαν τῶν κακοποιῶν καὶ πονηρῶν ἀνθρώπων ἀπὸ τοῦ δούλου σου (τοῦδε)· καὶ ἢ ὑπὸ ὡραιότητος ἢ ἀνδρείας ἢ εὐτυχίας ἢ ζήλου καὶ φθόνου ἢ βασκανίας συνέβη, αὐτός, φιλάνθρωπε Δέσποτα, ἔκτεινον τὴν κραταιάν σου χεῖρα καὶ τὸν βραχίονά σου τὸν ἰσχυρὸν καὶ ὕψιστον, καὶ ἐπισκοπῶν ἐπισκόπησον τὸ πλάσμα σου τοῦτο, καὶ κατάπεμψον αὐτῷ Ἄγγελον εἰρηνικόν, κραταιόν, ψυχῆς καὶ σώματος φύλακα, ὃς ἐπιτιμήσει καὶ ἀπελάσει ἀπ᾿ αὐτοῦ πᾶσαν πονηρὰν βουλήν, πᾶσαν φαρμακείαν καὶ βασκανίαν τῶν φθοροποιῶν καὶ φθονερῶν ἀνθρώπων, ἵνα ὑπὸ σοῦ ὁ σὸς ἱκέτης φρουρούμενος, μετ᾿ εὐχαριστίας ψάλλῃ σοι· «Κύριος ἐμοὶ βοηθός, καὶ οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος»· καὶ πάλιν· «Οὐ φοβηθήσομαι κακά, ὅτι σὺ μετ᾿ ἐμοῦ εἶ· ὅτι σὺ εἶ ὁ Θεός, κραταίωμά μου, ἰσχυρὸς ἐξουσιαστής, ἄρχων εἰρήνης, πατὴρ τοῦ μέλλοντος αἰῶνος». Ναί, Κύριε ὁ Θεὸς ἡμῶν, φεῖσαι τοῦ πλάσματός σου, καὶ σῶσον τὸν δοῦλόν σου ἀπὸ πάσης βλάβης καὶ ἐπηρείας τῆς ἐκ βασκανίας γινομένης, καὶ ἀνώτερον αὐτὸν παντὸς κακοῦ διαφύλαξον· πρεσβείαις τῆς ὑπερευλογημένης, ἐνδόξου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, τῶν φωτοειδῶν Ἀρχαγγέλων, καὶ πάντων σου τῶν Ἁγίων. Ἀμήν.

Εὐχὴ τῶν Ἑπτὰ Παίδων εἰς ἀσθενῆ καὶ μὴ ὑπνοῦντα

Τοῦ Κυρίου δεηθῶμεν.

Ὁ Θεὸς ὁ μέγας καὶ αἰνετὸς καὶ ἀκατάληπτος καὶ ἀνεκδιήγηγος, ὁ πλάσας τὸν ἄνθρωπον τῇ χειρί σου, χοῦν λαβὼν ἀπὸ τῆς γῆς· καὶ τῇ εἰκόνι τῇ σῇ τιμήσας αὐτόν, Ἰησοῦ Χριστέ, τὸ ἐπιπόθητον ὄνομα, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, ἐπιφάνηθι ἐπὶ τὸν δοῦλον σου (τόνδε) καὶ ἐπίσκεψαι αὐτὸν ψυχῇ καὶ σώματι, δυσωπούμενος ὑπὸ τῆς πανενδόξου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας· τῶν ἁγίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων· τοῦ τιμίου ἐνδόξου προφήτου προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου· τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων· τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν μεγάλων Ἱεραρχῶν καὶ Οἰκουμενικῶν Διδασκάλων, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου, καὶ Ἰωάννου τοῦ Χρυσοστόμου, Ἀθανασίου καὶ Κυρίλλου, Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος τοῦ Θαυματουργοῦ, καὶ πάντων τῶν ἁγίων Ἱεραρχῶν· τοῦ ἁγίου Ἀποστόλου πρωτομάρτυρος καὶ ἀρχιδιακόνου Στεφάνου, τῶν ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλύτου, Θεοδώρου τοῦ Στρατηλάτου καὶ πάντων τῶν ἁγίων Μαρτύρων· τῶν Ὁσίων καὶ Θεοφόρων Πατέρων ἡμῶν, Ἀντωνίου, Εὐθυμίου, Σάββα τοῦ Ἡγιασμένου, Θεοδοσίου τοῦ Κοινοβιάρχου, Ὀνουφρίου, Ἀρσενίου, Ἀθανασίου τοῦ ἐν Ἄθῳ, καὶ πάντων τῶν Ὁσίων· τῶν ἁγίων καὶ ἰαματικῶν Ἀναργύρων, Κοσμᾶ καὶ Δαμιανοῦ, Κύρου καὶ Ἰωάννου, Παντελεήμονος καὶ Ἑρμολάου, Σαμψὼν καὶ Διομήδους, Θαλελαίου καὶ Τρύφωνος, καὶ τῶν λοιπῶν· τοῦ Ἁγίου (τοῦδε) καὶ πάντων σου τῶν Ἁγίων· καὶ δὸς αὐτῷ ὕπνον ἀνέσεως, ὕπνον σωματικὸν ὑγείας, καὶ σωτηρίας, καὶ ζωῆς, καὶ ῥῶσιν ψυχῆς καὶ σώματος· καὶ ὡς ἐπεσκέψω ποτὲ Ἀβιμέλεχ τὸν θεράποντά σου ἐν τῷ ἀγρῷ τοῦ Ἁγρίππα, καὶ ἔδωκας αὐτῷ ὕπνον παραμυθίας, τοῦ μὴ ἰδεῖν τὴν πτῶσιν Ἱερουσαλήμ, καὶ τοῦτον κοιμήσας ὕπνῳ θρεπτικῷ, καὶ πάλιν τοῦτον ἀναστήσας ἐν μιᾷ καιροῦ ῥοπῇ, εἰς δόξαν τῆς σῆς ἀγαθότητος· ἀλλὰ καὶ τοὺς ἁγίους σου καὶ ἐνδόξους ἑπτὰ Παῖδας, ὁμολογητὰς καὶ μάρτυρας τῆς σῆς ἐπιφανείας ἀναδείξας, ἐν ταῖς ἡμέραις Δεκίου τοῦ βασιλέως καὶ ἀποστάτου, καὶ τούτους κοιμίσας ἐν σπηλαίῳ ἔτη τριακόσια ἑβδομήκοντα δύο, ὡσεὶ βρέφη θάλποντα ἐν τῇ νηδύϊ τῆς αὐτῶν μητρός, καὶ μηδόλως ὑπομείναντας φθοράν, εἰς ἔπαινον καὶ δόξαν τῆς φιλανθρωπίας σου, εἰς ἔνδειξιν καὶ βεβαίωσιν ἡμῶν τῆς παλιγγενεσίας καὶ ἀναστάσεως πάντων. Αὐτὸς οὖν, φιλάνθρωπε Βασιλεῦ, πάρεσο καὶ νῦν διὰ τῆς ἐπιφοιτήσεως τοῦ Ἁγίου σου Πνεύματος, καὶ ἐπίσκεψαι τὸν δοῦλόν σου (τόνδε), καὶ δώρησαι αὐτῷ ὑγείαν, ῥῶσιν καὶ εὐρωστίαν διὰ τῆς σῆς ἀγαθότητος, ὅτι παρὰ σοῦ ἐστι πᾶσα δόσις ἀγαθή, καὶ πᾶν δώρημα τέλειον. Σὺ γὰρ εἶ, ὁ ἰατρὸς τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, Χριστὲ ὁ Θεός, καὶ σοὶ τὴν δόξαν καὶ εὐχαριστίαν καὶ προσκύνησιν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εὐχὴ ἐπὶ θεμελίου οἴκου

Ποιεῖ ὁ Ἱερεὺς Ἁγιασμόν· καὶ μετ᾿ αὐτόν, λέγει τὰς Εὐχὰς ταύτας·

Τοῦ Κυρίου δεηθῶμεν.

Ὁ Θεὸς ὁ παντοκράτωρ, ὁ ποιήσας τὸν οὐρανὸν ἐν συνέσει, καὶ θεμελιώσας τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, ὁ κτίστης καὶ δημιουργὸς τῶν ἁπάντων, ἔπιδε ἐπὶ τὸν δοῦλόν σου (τόνδε) τὸν ἑλόμενον ἐν τῷ κράτει τῆς ἰσχύος σου, ἐγεῖραι οἶκον εἰς κατοικίαν καὶ τῷ κτίσματι αὐτὸν ἀνεγεῖραι· ἕδρασον αὐτὸν ἐπὶ τὴν στερεὰν πέτραν, ἦν, κατὰ τὴν σὴν θείαν ἐν Εὐαγγελίοις φωνήν, οὐκ ἄνεμος, οὐχ ὕδωρ, οὐχ ἕτερόν τι καταβλάψαι ἰσχύσει, εὐδόκησον αὐτὸν εἰς τέλος ἀχθῆναι, καὶ τοὺς ἐν αὐτῷ μέλλοντας κατοικεῖν ἐκ πάσης ἐπιβουλῆς τοῦ ἀντικειμένου ἐλευθέρωσον. Ὅτι σὸν τὸ κράτος, καὶ σοῦ ἐστιν ἡ βασιλεία, καὶ ἡ δύναμις, καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εὐχὴ ὅταν μέλλῃ τις εἰσελθεῖν εἰς οἶκον νέον

Τοῦ Κυρίου δεηθῶμεν.

Ὁ Θεός, ὁ Σωτὴρ ἡμῶν, ὁ καταξιώσας ὑπὸ τὴν σκηνὴν τοῦ Ζακχαίου εἰσελθεῖν, καὶ σωτηρία αὐτῷ καὶ παντὶ τῷ οἴκῳ αὐτοῦ γενόμενος· αὐτὸς καὶ νῦν τούς ἐνταῦθα οἰκεῖν βουληθέντας, καὶ δι᾿ ἡμῶν τῶν ἀναξίων τὰς δεήσεις σοι καὶ ἱκεσίας προσάγοντας, ἀπὸ πάσης βλάβης τήρησον ἀτρώτους, εὐλογῶν αὐτῶν τὴν ζωὴν διαφυλάττων. Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εὐχὴ ἐπὶ ὀρύξει φρέατος

Τοῦ Κυρίου δεηθῶμεν.

Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ παντοκράτωρ καὶ παντοδύναμος, ὁ ποιῶν πάντα καὶ μετασκευάζων μόνῳ τῷ βούλεσθαι· ὁ ἐν ἀπόροις πόρον εὑρίσκων, ἀῤῥήτω καὶ ἀκαταλήπτῳ σοφίᾳ· ὁ ἐξ ἀνίκμου πέτρας ὑδάτων παρασκευάσας ῥυῆναι χειμάῤῥους καὶ διψῶντα τὸν σὸν ἐμπλήσας λαόν· αὐτὸς καὶ νῦν, Δέσποτα τῶν ἁπάντων, ἐπάκουσον ἡμῶν τῆς δεήσεως τῶν ἁμαρτωλῶν καὶ ἀναξίων δούλων σου, καὶ χάρισαι ἡμῖν ὕδωρ ἐν τῷ τόπῳ τῷδε, διαυγὲς καὶ πόσιμον, ἄφθονον μὲν εἰς χρείαν, ἀβλαβὲς δὲ πρὸς ἀπόλαυσιν· ὡς ἄν καὶ ἐν τούτῳ δοξάζωμεν τὸ πανάγιον ὄνομά σου τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΤΑΞΙΣ ΓΙΝΟΜΕΝΗ εἰς χωράφια, ἢ κήπους, ἢ ἀμπελῶνας, ὅταν συμβῇ βλάπτεσθαι ὑπὸ ἑρπετῶν ἢ ἄλλων εἰδῶν

Χρὴ γίνεσθαι Λειτουργίαν, καὶ ἅπτειν κανδήλαν τοῦ ἁγίου Τρύφωνος ἢ τοῦ ἁγίου Εὐσταθίου ἢ τοῦ ἁγίου Ἰουλιανοῦ τοῦ Λίβυος ἢ καὶ ἀμφοτέρων. Καὶ μετὰ τὴν θείαν Λειτουργίαν λαβὼν ὁ Ἱερεὺς ἔλαιον ἐκ τῶν κανδηλῶν, καὶ ὕδωρ τῶν ἁγίων Θεοφανείων, καὶ ἐπιῤῥαίνων σταυροειδῶς τὸ χωράφιον ἢ τὸ ἀμπέλιον ἢ τὸν κῆπον, λέγει τὰς Εὐχὰς ταύτας.

ΕΥΧΑΙ

Τοῦ Κυρίου δεηθῶμεν.

Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ ἐν ἀρχῇ τῆς δημιουργίας σου ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν· καὶ τὸν μὲν οὐρανὸν κατακοσμήσας διὰ τῶν μεγάλων φωστήρων, ὥστε φαίνειν ἐπὶ τῆς γῆς, καὶ θαυμάζεσθαι δι᾿ αὐτῶν σὲ τὸν μόνον Δημιουργὸν καὶ Δεσπότην τῆς κτίσεως· τὴν δὲ γῆν κατακοσμήσας χλόῃ καὶ χόρτῳ καὶ ποικιλίᾳ σπερμάτων σπορίμων κατὰ γένος, καὶ πᾶσιν ἄνθεσι μορφώσας εἰς εὐκοσμίαν, καὶ εὐλογήσας αὐτήν· αὐτὸς καὶ νῦν, Δέσποτα, ἐπίβλεψον ἐξ ἁγίου κατοικητηρίου σου, ἐπὶ τὸ κτῆμα τοῦτο καὶ εὐλόγησον αὐτό· καὶ διαφύλαξον ἀπὸ πάσης φαρμακείας καὶ ἐπαοιδίας καὶ παντὸς κακοῦ, περιεργείας τε πονηρᾶς, καὶ πανουργίας ἀνθρώπων πονηρῶν· καὶ δὸς αὐτῷ προσφέρειν καρποὺς κατὰ καιρὸν πεπληρωμένους τῆς εὐλογίας σου· καὶ πᾶν θηρίον καὶ ἑρπετὸν καὶ πᾶσαν ὀργὴν καὶ νόσον ἐπερχομένην βλαβερῶς ἀποδίωξον ἐξ αὐτοῦ. Ὅτι ἡγίασται, καὶ δεδόξασται τὸ πάντιμον, καὶ μεγαλοπρεπὲς ὄνομά σου, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ἐξορκισμὸς εἰς κήπους, ἀμπελῶνας καὶ χωράφια

[ΤΟΥ ΑΓΙΟΥ ΜΑΡΤΥΡΟΣ ΤΡΥΦΩΝΟΣ]

Ὄντος μου ἐν Λαμψάκου κώμῃ, καὶ τὰς χήνας ἐπιμελουμένου καὶ βόσκοντος, ὀργὴ κατῆλθεν ἀπὸ Θεοῦ παντοκράτορος, οὐκ εἰς τὸν τόπον ἐκεῖνον μόνον, ἀλλὰ καὶ εἰς τὰς κύκλῳ περιχώρους, τουτέστιν ὀργὴ πρὸς πᾶσαν ἄμπελον, χώραν τε καὶ κῆπον, ἀθρόως τῶν φύλλων καὶ τῶν καρπῶν βριθομένων, μαραινομένων καὶ ἀφανιζομένων. Ὁρῶν οὖν ἐγὼ ὁ ἐλάχιστος Τρύφων, οὕτω τηκομένους τοὺς καρπούς, καὶ διὰ ταύτην τὴν αἰτίαν δαπανωμένους τοὺς ἀνθρώπους, τῷ παντελεῖ ἀφανισμῷ τῶν καρπῶν τῆς γῆς τῶν τε χωραφίων, ἀμπέλων, κήπων καὶ λαχάνων καὶ παντοίων δένδρων τῷ τοιούτῳ ὀλέθρῳ παραδιδομένων, διαπονηθεὶς ἐδεήθην πρὸς τὸν Κύριον καὶ Θεὸν μου, τοῦ γενέσθαι ἀφανῆ πάντα τὰ θηρία, τὰ πρὸς ἀδικίαν καὶ φθορὰν ὑπάρχοντα τῶν τε κήπων, καὶ χωραφίων, καὶ ἀμπέλων, καὶ παντοίων δένδρων τε καὶ λαχάνων, καὶ μάλιστα τῶν τὴν κώμην ἐκείνην οἰκούντων τῆς παρακειμένης λίμνης, καὶ πρὸς ὑπόκλησιν, καὶ πρόσκλησίν μου παραγενομένων. Καὶ δὴ εἰς προσευχὴν κλίναντός μου τὸ γόνυ, καὶ τὰς χεῖρας πρὸς τὸν Θεὸν ἐκπετάσαντος, ὁ εἰσακούων τῶν εἰς αὐτὸν πεποιθότων Θεός, αὐτὸς ἐξαπέστειλεν ἐξ ἑτοίμου κατοικητηρίου αὐτοῦ Ἄγγελον, τοῦ πατάξαι πᾶν φῦλον, καὶ πᾶν γένος κακούργων θηρίων, τῶν ἀδικούντων τὴν ἄμπελον, τὴν χώραν τε καὶ τὸν κῆπον τῶν δούλων αὐτοῦ, ὁ καὶ τῶν θηρίων τούτων τὰ ὀνόματα σαφῶς ἐπιστάμενος· οἷα κάμπη, σκώληξ, σκωληκάμπη, σκάνθαρος, βροῦχος, ἀκρίς, ἐπίμαλος καλιγάρις, μακρόπους, μύρμηγξ, φθείρ, ῥυγίτης, ψυλλίτης, καυλοκόπος, ἐρυσίβη, κοχλοί, ψαλίτης, καὶ εἴτι ἄλλο προσφυσῶν καὶ μαραῖνον τὸν καρπὸν τῆς σταφύλης, καὶ τῶν λοιπῶν εἰδῶν καὶ λαχάνων· οὐ μὴν δέ, ἀλλά καὶ αὐτὸς ἐγὼ ὅρκῳ ταῦτα ἐδέσμουν, τοῦ μηκέτι τοὺς τόπους τῶν ἐμὲ προσκαλουμένων ἐπιβαίνειν τούτους καὶ διατρίβειν, ἀλλ᾿ ἐπὶ ἀβάτων τόπων ἐπέταξα ἀπελθεῖν.

Ὁ δὲ ὅρκος τοιοῦτός ἐστιν.

Ὁρκίζω ὑμᾶς κατὰ τῶν ἁγίων πολυομμάτων Χερουβίμ, καὶ τῶν ἑξαπτερύγων Σεραφίμ, τῶν ἱπταμένων κύκλῳ τοῦ θρόνου, καὶ κραζόντων τὸ Ἅγιος, Ἅγιος, Ἅγιος Κύριος Σαβαώθ, εἰς δόξαν Θεοῦ Πατρός, Ἀμήν. Ὁρκίζω ὑμᾶς κατὰ τῶν ἁγίων Ἀγγέλων, καὶ πάσης Δυνάμεως, καὶ τῶν μυρίων μυριάδων, καὶ χιλίων χιλιάδων τῶν φόβῳ πολλῷ ἱσταμένων κατενώπιον τῆς δόξης Κυρίου· μ´γ ἀδικήσητε τὴν ἄμπελον, μήτε τὴν χώραν, μήτε τὸν κῆπον τῶν δένδρων τε καὶ λαχάνων τοῦ δούλου τοῦ Θεοῦ (τοῦ δεῖνος), ἀλλὰ ἀπέλθετε εἰς τὰ ἄγρια ὄρη, εἰς τὰ ἄκαρπα ξύλα, εἰς ἃ ἐχαρίσατο ὑμῖν ὁ Θεὸς τὴν καθημερινὴν τροφήν. Ὁρκίζω ὑμᾶς κατὰ τοῦ τιμίου Σώματος καὶ Αἵματος Χριστοῦ τοῦ ἀληθινοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν, δι᾿ οὗ καὶ ἡ σωτηρία ἐδόθη ἡμῖν καὶ ἀπολύτρωσις καὶ ὑπὲρ οὗ μέλλομεν ἀποθνήσκειν· μὴ ἀδικήσητε μήτε τὴν χώραν, μήτε τὴν ἄμπελον, μήτε τὸν κῆπον, μήτε πᾶν δένδρον κάρπιμόν τε καὶ ἄκαρπον, ἢ φύλλον λαχάνων ἀδικήσητε, ἐκ τοῦ περιορισμοῦ καὶ τόπου τοῦ δούλου τοῦ Θεοῦ (τοῦ δεῖνος)· εἰ δὲ παρακούσητέ μου, καὶ παραβῆτε τὸν ὅρκον, ὃν ὥρκισα ὑμᾶς, οὐκ ἔχετε πρὸς ἐμὲ τὸν ταπεινὸν καὶ ἐλάχιστον Τρύφωνα, ἀλλὰ πρὸς τὸν Θεὸν τοῦ Ἀβραάμ, καὶ Ἰσαάκ, καὶ Ἰακώβ, τὸν ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς· Διό, καθὼς προεῖπον ὑμῖν, ὑπάγετε εἰς τὰ ἄγρια ὄρη καὶ εἰς τὰ ἄκαρπα ξύλα. Εἰ δὲ μὴ ἀκούσητέ μου, ἱκετεύειν μέλλω τὸν φιλάνθρωπον Θεόν, τοῦ ἀποστεῖλαι τὸν Ἄγγελον αὐτοῦ τὸν ἐπὶ τῶν θηρίων, καὶ σιδήρῳ καὶ μολύβδῳ δήσει ὑμᾶς καὶ ἀποκτενεῖ, ἀνθ᾿ ὧν ὅρκους καὶ τὴν προσευχὴν ἐμοῦ τοῦ ταπεινοῦ ἠθετήσατε Τρύφωνος· ἀλλὰ καὶ οἱ στρουθοί, πεμπόμενοι δι᾿ ἐμῆς προσευχῆς καταφάγονται ὑμᾶς. Ἔτι ὁρκίζω ὑμᾶς κατὰ τοῦ μεγάλου Ὀνόματος, τοῦ ἐπὶ τῆς πέτρας ἐπιγραφέντος, καὶ μὴ βαστασάσης, ἀλλὰ διαῤῥαγείσης, ὡσεὶ κηρὸς ἀπὸ προσώπου πυρός. Ἐξέλθετε ἐκ τῶν καθ᾿ ἡμᾶς, εἰς οὓς προεῖπον ὑμῖν τόπους ἀβάτους καὶ ἀνύδρους, καὶ ἀκάρπους· ἐξέλθετε ἀπὸ τοῦ τόπου καὶ περιορισμοῦ τῶν δούλων τοῦ Θεοῦ, τῶν κἀμὲ προσκαλουμένων εἰς βοήθειαν αὐτῶν καὶ ἀντίληψιν καὶ σωτηρίαν· ἵνα καὶ ἐν τούτοις δοξασθῇ τὸ πανάγιον ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, καὶ αἱ προσευχαί, καὶ αἱ αἰτήσεις τοῦ ταπεινοῦ Τρύφωνος ἐκπληρωθῶσιν. Ὅτι τῷ Θεῷ πρέπει δόξα, κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εἰρήνη πᾶσι.

Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.

Τοῦ Κυρίου δεηθῶμεν.

Δέσποτα Κύριε, Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ὁ ἐν τῇ ἐνσάρκῳ σου οἰκονομίᾳ εὐλογήσας τὴν Βηθλεέμ, καὶ τὴν Γεσθημανῆ, καὶ πρῴην τὸν οἶκον Ἰακώβ, ὃς καὶ εὐλογηθείς, Ἱσραὴλ μετωνομάσθη· ὁ καὶ τὸν οἶκον Δαυΐδ εὐλογήσας· αὐτὸς εὐλόγησον καὶ τὸ κτῆμα τοῦτο, καὶ ποίησον αὐτὸ ἐπ᾿ εὐλογίαις καρποφορεῖν· πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας· δυνάμεις τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων, ἐπουρανίων Δυνάμεων Ἀσωμάτων· τοῦ τιμίου καὶ ἐνδόξου προφήτου, προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου· τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων· τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων· τῶν ἁγίων ἐνδόξων μεγάλων Μαρτύρων Τρύφωνος, Εὐσταθίου καὶ Ἰουλιανοῦ· τοῦ Ἁγίου (τοῦδε) καὶ πάντων σου τῶν Ἁγίων.

Ὅτι σὺ εἶ ὁ εὐλογῶν καὶ ἁγιάζων τὰ σύμπαντα, Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ, καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εὐχὴ ἐπὶ εὐλογήσει σπόρου

Τοῦ Κυρίου δεηθῶμεν.

Κύριε, ὁ Θεὸς ἡμῶν, ἐκ τῆς ἀχράντου καὶ παμπλούτου παλάμης σου, τὴν προκειμένην πρὸ ὀφθαλμῶν σου τῶν σπερμάτων παροχὴν ἐκομισάμεθα. Δέσποτα, καὶ ταύτην σοι παρακαταθέσθαι δεόμεθα· οὐ γὰρ ἐθαῤῥήσαμεν τοῖς ἀψύχοις τῆς γῆς κόλποις ἐγκαθεῖρξαι ταῦτα, εἰμὴ ἀφορῶμεν εἰς τὸ πρόσταγμα τῆς σῆς μεγαλειότητος, τὸ κελεῦσαν ἐκτεκεῖν καὶ βλαστῆσαι τὴν γῆν, καὶ δοῦναι σπέρμα τῷ σπείροντι, καὶ ἄρτον εἰς βρῶσιν. Καί νῦν δεόμεθά σου, ὁ Θεὸς ἡμῶν δεομένων σου, καὶ ἄνοιξον ἡμῖν τὸν θησαυρόν σου τὸν μέγαν, καὶ ἀγαθόν, καὶ οὐράνιον, καὶ ἔκχεον τὴν εὐλογίαν σου, ἕως τοῦ ἱκανωθῆναι κατὰ τὰς ἀψευδεῖς σου ἐπαγγελίας· καὶ διάστειλον ἀφ᾿ ἡμῶν ἅπαντα τὰ βιβρώσκοντα τὸν καρπὸν τῆς γῆς ἡμῶν, καὶ πᾶσαν παιδείαν, δικαίως ἐπαγομένην ἡμῖν διὰ τὰς ἁμαρτίας ἡμῶν· καὶ τοὺς πολλούς σου οἰκτιρμοὺς κατάπεμψον ἐπὶ πάντα τὸν λαόν σου. Χάριτι καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ᾿ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ, καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εὐχὴ εἰς τὸ εὐλογῆσαι ἅλωνα

Τοῦ Κυρίου δεηθῶμεν.

Κύριε, ὁ Θεὸς ἡμῶν, ἡ πηγὴ τῶν ἀγαθῶν, ὁ κελεύσας τῇ γῇ ἐξενεγκεῖν καρπὸν διὰ τὴν σὴν εὐσπλαγχνίαν καὶ ἀγαθότητα, εὐλόγησον καὶ πλήθυνον καὶ τὴν ἅλωνα ταύτην, καὶ τὴν καρποφορίαν τῶν δούλων σου· ἔμπλησον τὰ ταμεῖα αὐτῶν παντὸς ἀγαθοῦ καρποῦ, σίτου, οἴνου, καὶ ἐλαίου· καὶ φύλαξον αὐτοὺς ἀπὸ παντὸς πειρασμοῦ, μετὰ πάντων τῶν προσόντων αὐτοῖς· καὶ φώτισον αὐτοὺς ἐν τῇ ἐπιγνώσει σου, ἵνα εὐάρεστοί σοι γενόμενοι, καταξιωθῶσι τῶν αἰωνίων σου ἀγαθῶν. Ὅτι ηὐλόγηται καὶ δεδόξασται τὸ πάντιμον, καὶ μεγαλοπρεπὲς ὄνομά σου τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εὐχὴ εἰς φύτευμα ἀμπελῶνος

Τοῦ Κυρίου δεηθῶμεν.

Κύριε Ἰησοῦ Χριστέ, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, καὶ ὁ Πατήρ σου ὁ γεωργός ἐστι· σὺ καὶ τοὺς Ἀποστόλους σου ἐκάλεσας κλήματα· σὺ καὶ τὸν Ἰσραήλ, ὡς ἄμπελον, ἐξ Αἰγύπτου μετῆρας· ἐξέβαλες ἔθνη, καὶ καταφύτευσας αὐτόν. Οὕτω καὶ νῦν, Δέσποτα, ἐπιφοίτησον ἐπὶ τὸν ἀμπελῶνα τοῦτον, φύτευσον, ῥίζωσον, βάθυνον τὸ ἔλεός σου ἐπ᾿ αὐτόν· δὸς αὐτῷ φύλακα τὴν σὴν βοήθειαν· περιχαράκωσον τὰς εἰσόδους καὶ ε᾿ξόδους αὐτοῦ τῇ προνοίᾳ σου· λύτρωσαι αὐτὸν καὶ πᾶσαν τὴν περιοχὴν αὐτοῦ, ἀπὸ πάσης χαλάζης, ἀπὸ χιόνος καὶ κρυστάλλου φερομένου βιαίως, ἀπὸ φρικτῶν κρυμῶν, καὶ πνευμάτων καύσωνος· ἀπὸ καταιγίδος καὶ πάσης ἁπαξαπλῶς ἐφόδου ὁρατῶν τε καὶ ἀοράτων ἐχθρῶν. Ἔπιδε καὶ ἐπίσκεψαι τὴν ἄμπελον ταύτην, ἣν ἐφύτευσεν ἡ δεξιά σου· ἵνα ἀποδῷ ἐν καιρῷ τοὺς καρποὺς αὐτῆς, καὶ καταξιωθῶμεν τρυγῆσαι καὶ προσκομίσαι σοι ἐξ αὐτῆς, εἰς τὸ μεταποιηθῆναι εἰς αἷμα σοῦ τοῦ Χριστοῦ. Σοὶ γὰρ πρέπει πᾶσα δόξα, τιμή, καὶ προσκύνησις, σὺν τῷ ἀνάρχῳ σου Πατρί καὶ τῷ παναγίῳ, καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σου Πνεύματι, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εὐχὴ εἰς μετάληψιν σταφυλῆς τῇ ς´ Αὐγούστου

Τοῦ Κυρίου δεηθῶμεν.

Εὐλόγησον, Κύριε, τὸν καρπὸν τοῦτον τῆς ἀμπέλου τὸν νέον, ὃν διὰ τῆς τοῦ ἀέρος εὐκρασίας, καὶ τῶν σταγόνων τῆς βροχῆς, καὶ τῆς τῶν καιρῶν γαλήνης εἰς ταύτην τὴν ὡριμωτάτην στάσιν ἐλθεῖν εὐδόκησας, ἵνα ᾖ ἐν ἡμῖν τοῖς ἐξ αὐτοῦ τοῦ γεννήματος τῆς ἀμπέλου μεταλαμβάνουσιν, εἰς εὐφροσύνην, καὶ τοῖς προσενέγκασι δῶρον, εἰς ἐξιλασμὸν ἁμαρτιῶν, διὰ τοῦ ἱεροῦ καὶ ἁγίου Σώματος καὶ Αἵματος τοῦ Χριστοῦ σου· μεθ᾿ οὗ εὐλογητὸς εἶ σὺν τῷ παναγίῳ, καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εὐχὴ ἐπὶ τρυγῆς ἀμπέλου

Τοῦ Κυρίου δεηθῶμεν.

Ὁ Θεός, ὁ Θεὸς ἡμῶν, ὁ εὐδοκήσας ἄμπελον κληθῆναι τὸν μονογενῆ σου Υἱόν, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, καὶ τὸν καρπὸν αὐτῆς ἀθανασίας πρόξενον ἀναδείξας, διὰ τῆς τοῦ Πνεύματός σου χάριτος· αὐτὸς καὶ νῦν, Δέσποτα, καὶ τοῦτον τῆς ἀμπέλου τὸν καρπὸν εὐλόγησον· καὶ δὸς πᾶσι τοῖς μεταλαμβάνουσιν ἐξ αὐτοῦ τὸν ἁγιασμόν, καὶ τὴν τῆς ψυχῆς προκοπήν· τὸν δὲ συγκαλέσαντα ἡμᾶς τῆς ἀληθινῆς σου ἀμπέλου μέτοχον ποίησον· ἀνεπηρέαστον τὴν ζωὴν αὐτοῦ διαφύλαξον, εἰρήνην αὐτῷ διὰ παντὸς χαριζόμενος, καὶ ταῖς αἰωνίοις σου καὶ ἀναφαιρέτοις δωρεαῖς αὐτὸν κατακοσμῶν. Χάριτι καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ᾿ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ, καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Εὐχὴ ἐπὶ εὐλογήσεως οἴνου

Τοῦ Κυρίου δεηθῶμεν.

Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ἀγαθὲ καὶ φιλάνθρωπε, ἔπιδε ἐπὶ τὸν οἶνον τοῦτον καὶ ἐπὶ τοὺς μεταλαμβάνοντας ἐξ αὐτοῦ· καὶ εὐλόγησον αὐτόν, ὡς ηὐλόγησας τὴν κολυμβήθραν τοῦ Σιλωάμ, καὶ τὸ ποτήριον τῶν ἁγίων σου Ἀποστόλων. Ὁ παραγενόμενος ἐν Κανᾷ τῆς Γαλιλαίας, καὶ εὐλογήσας τὰς ἓξ ὑδρίας, καὶ τὸ ὕδωρ εἰς οἶνον μεταβαλών, καὶ τὴν δόξαν σου φανερώσας τοῖς ἁγίοις σου Μαθηταῖς καὶ Ἀποστόλοις· αὐτὸς καὶ νῦν ἐξαπόστειλον, Κύριε, τὸ Ἅγιόν σου Πνεῦμα ἐπὶ τὸν οἶνον τοῦτον, καὶ εὐλόγησον αὐτὸν ἐπὶ τῷ ὀνόματί σου τῷ ἁγίῳ. Ὅτι σὺ εἶ ὁ εὐλογῶν καὶ ἁγιάζων τὰ σύμπαντα Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εὐχὴ ἐπὶ τῶν προσφερόντων ἀπαρχὰς ὀπωρῶν

Τοῦ Κυρίου δεηθῶμεν.

Δέσποτα Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ τὰ σὰ ἐκ τῶν σῶν προσφέρειν σοι, κατὰ τὴν πρόθεσιν, ἑκάστῳ κελεύσας, καὶ τῶν αἰωνίων σου ἀγαθῶν τούτοις ἀντάμειψιν χαριζόμενος· ὁ τῆς χήρας τὴν κατὰ δύναμιν προσφορὰν εὐαρέστως δεξάμενος, πρόσδεξαι καὶ τὰ νῦν προσκομισθέντα παρὰ τοῦ δούλου σου (τοῦ δεῖνος), καὶ τοῖς αἰωνίοις σου θησαυροῖς ἐναποθέσθαι ταῦτα καταξίωσον, δωρούμενος αὐτῷ καὶ τῶν ἐγκοσμίων σου ἀγαθῶν ἄφθονον τὴν ἀπόλαυσιν, σὺν πᾶσι τοῖς διαφέρουσιν αὐτῷ. Ὅτι ηὐλόγηταί σου τὸ ὄνομα, καὶ δεδόξασταί σου ἡ Βασιλεία, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εὐχὴ ἐπὶ εὐλογήσει κολλύβων

Τοῦ Κυρίου δεηθῶμεν.

Ὁ πάντα τελεσφορήσας τῷ λόγῳ σου, Κύριε, καὶ κελεύσας τῇ γῇ παντοδαποὺς ἐκφύειν καρπούς, εἰς ἀπόλαυσιν καὶ τροφὴν ἡμετέραν· ὁ τοῖς σπέρμασι τοὺς τρεῖς Παῖδας καὶ Δανιήλ τῶν ἐν Βαβυλῶνι ἁβροδιαίτων λαμπροτέρους ἀναδείξας· αὐτὸς πανάγαθε Βασιλεῦ, καὶ τὰ σπέρματα ταῦτα σὺν τοῖς διαφόροις καρποῖς εὐλόγησον, καὶ τοὺς ἐξ αὐτῶν μεταλαμβάνοντας ἁγίασον, ὅτι εἰς δόξαν σήν, καὶ εἰς τιμὴν καὶ μνήμην τοῦ Ἁγίου (τοῦδε) ταῦτα προετέθησαν παρὰ τῶν σῶν δούλων, καὶ εἰς μνημόσυνον τῶν ἐν εὐσεβεῖ τῇ πίστει τελειωθέντων. Παράσχου δέ, ἀγαθέ, τοῖς τε εὐτρεπίσασι ταῦτα καὶ τοῖς τὴν μνήμην ἐπιτελοῦσι, πάντα τὰ πρὸς σωτηρίαν αἰτήματα, καὶ τῶν αἰωνίων σου ἀγαθῶν τὴν ἀπόλαυσιν· πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, τοῦ Ἁγίου (τοῦδε), οὗ καὶ τὴν μνήμην ἐπιτελοῦμεν, καὶ πάντων σου τῶν Ἁγίων. Ὅτι σὺ εἶ ὁ εὐλογῶν καὶ ἁγιάζων τὰ σύμπαντα, Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ, καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εὐχὴ εἰς τὸ εὐλογῆσαι ἅλας

Τοῦ Κυρίου δεηθῶμεν.

Ὁ Θεός, ὁ Θεὸς ἡμῶν, ὁ παραγενόμενος ἐν Ἱεριχῷ ἐπὶ Ἐλισσαίου τοῦ Προφήτου, καὶ τὰ βλαβερὰ ὕδατα ἅλατι θεραπεύσας, αὐτὸς εὐλόγησον τὸ ἅλας τοῦτο, καὶ μετάβαλε αὐτὸ εἰς θυσίαν ἀγαλλιάσεως. Σὺ γὰρ εἶ ὁ Θεὸς ἡμῶν καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εὐχὴ εἰς τὸ εὐλογῆσαι ποίμνην

Τοῦ Κυρίου δεηθῶμεν.

Δέσποτα Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ ἐξουσίαν ἔχων πάσης κτίσεως, σοῦ δεόμεθα, καὶ σὲ παρακαλοῦμεν· ὡς ηὐλόγησας καὶ ἐπλήθυνας τὰ ποίμνια τοῦ Πατριάρχου Ἰακώβ, εὐλόγησον καὶ τὴν ποίμνην τῶν κτηνῶν τούτων τοῦ δούλου σου (τοῦδε) καὶ πλήθυνον, καὶ ἐνδυνάμωσον αὐτήν, καὶ ποίησον αὐτὴν εἰς χιλιάδας, καὶ ῥῦσαι ταύτην ἐκ τῆς καταδυναστείας τοῦ διαβόλου καὶ τῶν ἀλλοφύλων, καὶ πάσης ἐπιβουλῆς ἐχθρῶν, καὶ αὔρας θανατικῆς καὶ λοιμικῆς νόσου. Περιφρούρησον αὐτὴν δι᾿ ἁγίων Ἀγγέλων σου, πᾶσαν ἀσθένειαν, πάντα φθόνον καὶ πειρασμὸν φαρμακείας καὶ γοητείας, ἐξ ἐνεργείας ἐπερχομένης τοῦ διαβόλου, ἀποδιώκων ἐξ αὐτῆς. Ὅτι σοῦ ἐστιν ἡ βασιλεία, καὶ ἡ δύναμις, καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εὐχὴ εἰς νόσον βοῶν

Τοῦ Κυρίου δεηθῶμεν.

Δέσποτα φιλάνθρωπε, Κύριε ὁ Θεὸς ἡμῶν, ὁ εὐλογήσας πάντα τὰ ὄντα, καὶ ἐξουσίαν ἔχων πάσης κτίσεως· Σοῦ δεόμεθα, καὶ σὲ παρακαλοῦμεν· ὡς ηὐλόγησας καὶ ἐπλήθυνας τὰ ποίμνια τοῦ πατριάρχου Ἰακώβ, εὐλόγησον καὶ τὰ ζῶα ταῦτα, ἅπερ εἰς χρῆσιν καὶ δουλείαν ἡμῖν τοῖς δούλοις σου δέδωκας, ἀπόστησον ἐπ᾿ αὐτῶν, πολυέλεε Κύριε, πᾶσαν ἀσθένειαν, καὶ τὸν ἐπικίνδυνον τοῦτον θάνατον, ὃν αὐτοῖς ἐπέθηκας διὰ τὰς ἁμαρτίας ἡμῶν, καὶ ποίησον αὐτὰ ὑγιῆ καὶ εὔρωστα, καὶ ῥῦσαι ταῦτα ἐκ πάσης ἀσθενείας καὶ τῆς καταδυναστείας τοῦ διαβόλου, καὶ ἐκ πάσης ἐπιβουλῆς καὶ βλάβης ἐχθρῶν, καὶ αὔρας θανατικῆς καὶ λοιμικῆς νόσου, καὶ περιφρούρησον αὐτά, Κύριε, δι᾿ ἁγίων Ἀγγέλων σου. Ὅτι σὺ εἶ ὁ εὐλογῶν καὶ συντηρῶν τὰ σύμπαντα, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εὐχὴ εἰς κτήνη

[ΤΟΥ ΑΓΙΟΥ ΜΟΔΕΣΤΟΥ]

Τοῦ Κυρίου δεηθῶμεν.

Ὁ τοῦ φωτὸς δημιουργός, Κύριε ὁ Θεὸς ἡμῶν, καταξίωσόν με τῆς βασιλείας σου ἐπιτυχεῖν, ὅτι σέ, Δέσποτα, καὶ μόνον ἐπεπόθησεν ἡ ψυχή μου, καὶ διὰ τὸ ὄνομά σου, θανάτου καὶ βασάνων ἠλόγησα· μὴ οὖν ἀνάξιον κρίνῃς με φιλάνθρωπε, τῶν σῶν ἀγαθῶν, ἀλλ᾿ ἐπάκουσόν μου τοῦ δούλου σου, καὶ πρόσδεξαί μου ταύτην τὴν προσευχήν· καὶ ὅστις τὸ ἐμὸν ἐπικαλέσηται ὄνομα, καὶ τὴν μνήμην ἐμοῦ τοῦ ταπεινοῦ ἐκτελέσῃ, βοηθὸς αὐτῷ γενοῦ, Κύριε, καὶ μὴ ἐγκαταλίπῃς αὐτόν, ἀλλ᾿ ἔμπλησον αὐτὸν παντὸς ἀγαθοῦ, καὶ δώρησαι αὐτῷ πλούσια τὰ ἐλέη σου· καὶ ὅστις ἀναγνώσῃ τὸ τῆς ἀθλήσεώς μου μαρτύριον, εὐλόγησον αὐτόν, Κύριε, καὶ πᾶσαν τὴν περιουσίαν αὐτοῦ. Ἀπέλασον δὲ καὶ ἀποδίωξον διὰ τοῦ ὀνόματος τοῦ δούλου σου Μοδέστου ἀπὸ πάντων αὐτοῦ τῶν κτηνῶν παντοίαν βλάβην καὶ νόσον. Ναί, Δέσποτα, ἔπιδε ἐξ ἁγίου κατοικητηρίου σου, ἐπὶ τὴν ἐμὴν προσευχήν, καὶ εὐλόγησον, καὶ πλήθυνον τὰ κτήνη αὐτοῦ, ὡς εὐλόγησας καὶ ἐπλήθυνας τὰ ποίμνια, Ἀβραάμ, Ἰσαὰκ καὶ Ἰακώβ, καὶ πάντων σου τῶν θεραπόντων, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εὐχὴ

[ΤΟΥ ΑΓΙΟΥ ΜΟΔΕΣΤΟΥ]

Λεγομένη εἰς πᾶσαν ἀσθένειαν θανατηφόρον καὶ βλάβην βοῶν, ἵππων, ὄνων, ἡμιόνων, προβάτων, αἰγῶν, μελισσῶν καὶ τῶν λοιπῶν ζῴων.

(ποίημα τοῦ ὁσίου Πατρὸς ἡμῶν Νικοδήμου τοῦ Ἁγιορείτου)

Τοῦ Κυρίου δεηθῶμεν.

Κύριε, Ἰησοῦ Χριστὲ ὁ Θεός μου, ὁ ἐλεήμων καὶ πανάγαθος, ὁ πᾶσαν τὴν νοητὴν καὶ αἰσθητὴν κτίσιν ἐν σοφίᾳ δημιουργήσας· ὁ τοὺς οἰκτιρμούς σου ἐκχέων ἐπὶ πάντα τὰ ὑπὸ σοῦ δημιουργηθέντα· ὁ διὰ τῆς παναγάθου προνοίας σου πάντων προνοῶν, καὶ πάντων κηδόμενος τῶν κτισμάτων σου, ἀΰλων, ὑλικῶν, λογικῶν, ἀλόγων, ἐμψύχων, ἀψύχων, ἀπὸ τῶν πρώτων ἕως τῶν ἐσχάτων· οὐδὲν γὰρ ἀπρονόητον, οὐδὲ ἠμελημένον παρὰ σοὶ τῷ ποιητῇ καὶ προνοητῇ τοῦ παντός· σὺ γὰρ εἶ ὁ ἀνοίγων τὴν χεῖρά σου καὶ ἐμπιπλῶν πᾶν ζῷον εὐδοκίας· σὺ εἶ ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων· σὺ εἶ ὁ πάλαι τὰς τῶν ζῴων ἀγέλας τοῦ Ἰσραὴλ ἀνωτέρας διαφυλάξας τῆς θανατηφόρου πληγῆς τῶν πρωτοτόκων ζῴων τῶν Αἰγυπτίων· σὺ εἶ ὁ διὰ τῆς ἐνσάρκου σου οἰκονομίας καταργήσας τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τουτέστι τὸν διάβολον, καὶ τῷ θανάτῳ σου θανατώσας τὸν θάνατον· σὺ γὰρ εἶ ὁ καὶ δι᾿ ἐμοῦ τοῦ ἀναξίου δούλου σου, τὸν μὲν ὄφιν θανατώσας, τὸν τὴν πηγὴν τοῦ ὕδατος τῷ ἑαυτοῦ ἰῷ διαφθείραντα, τὰ δὲ ἐξ αὐτοῦ πιόντα ζῷα, καὶ νεκρωθέντα,τῇ ζωοποιῷ δυνάμει σου ἀναστήσας· τὸν δὲ εἰς τοῦτο συνεργήσαντα δαίμονα ἐμφανῆ γενέσθαι παρασκευάσας ὀμνύοντα, μηδέποτε προσεγγίσαι τολμῆσαι, ὅπου ἄν ἐπικληθείη τὸ ταπεινὸν ἐμοῦ ὄνομα. Σοῦ τοίνην δέομαι, Δέσποτα πανάγαθε, καὶ ποιητὰ τοῦ παντός, καὶ σὲ ἱκετεύω τὸν τῆς ζωῆς πάσης αἴτιον. Ἐπάκουσον ταύτης μου τῆς δεήσεως καὶ ἀπέλασον πᾶσαν θανατηφόρον ἀσθένειαν καὶ βλάβην ἀπὸ τῶν βοῶν (ἢ ἵππων, ὄνων, ἡμιόνων, προβάτων, αἰγῶν, μελισσῶν), καὶ τῶν λοιπῶν ζῴων, τῶν εἰς χρείαν ὄντων τῆς ζωῆς τῶν δούλων σου, τῶν ἐπικαλουμένων σε τὸν δοτῆρα πάντων τῶν ἀγαθῶν, καὶ τὸ ἐμὸν ὄνομα. Καὶ δός, Κύριε, πᾶσι τοῖς τὴν ἐμὴν μνήμην ἐπιτελοῦσι, καὶ μετὰ πίστεως προστρέχουσι τοῖς λειψάνοις, εἰρήνην σταθεράν, πληθυσμὸν ζῴων, ἀφθονίαν σίτου, οἴνου, καὶ ἐλέου, ἐπὶ πᾶσιν ἄφεσιν ἁμαρτιῶν, σωμάτων ὑγείαν, καὶ τὴν τῶν ψυχῶν αἰώνιον σωτηρίαν· Ναί, Κύριε Ἰησοῦ Χριστέ, τοῖς ἰδίοις σπλάγχνοις ἐπικαμπτόμενος, οἴκτειρον τὰ πάσχοντα ζῷα, τῇ δρεπάνῃ τοῦ θανάτου ἀγεληδὸν θεριζόμενα, καὶ ὡς λόγον μὴ ἔχοντα, μόνοις τοῖς μυκηθμοῖς, καὶ ταῖς γοεραῖς καὶ ἀνάρθροις φωναῖς, τὸ πάθος καὶ τὴν ὀδύνην αὐτῶν ἐλεεινῶς ἐξαγγέλλοντα· ὥστε καὶ τοὺς λογικοὺς εἰς συμπάθειαν τούτων ἕλκεσθαι. Εἰ γὰρ δίκαιος οἰκτείρει ψυχὰς κτηνῶν αὐτοῦ, πῶς οὐκ οἰκτειρήσῃς ταῦτα, σὺ ὁ τούτων ποιητὴς καὶ προνοητής; Σὺ γάρ, εὔσπλαγχνε, καὶ τῶν ἐν τῇ Κιβωτῷ ζῴων ἐμνήσθης, ὑπὸ τῆς οἰκείας χρηστότητος καὶ τῶν οἰκτιρμῶν σου νικώμενος. Ἵνα διὰ τῆς εὐεξίας καὶ τοῦ πληθυσμοῦ τῶν βοῶν καὶ λοιπῶν τετραπόδων ζώων, καλλιεργῆται μὲν ἡ γῆ, αὐξάνωσι δὲ οἱ καρποί, καὶ ἀφθόνως οἱ δοῦλοί σου οἱ ἐπικεκλημένοι τὸ ὄνομά σου ἀπολαύσωσι τῶν ἰδίων γεωργιῶν· ἐκ τούτων δὲ πᾶσαν αὐτάρκειαν ἔχοντες, περισσεύωσιν εἰς πᾶν ἔργον ἀγαθόν· καὶ δοξάζωσι μέν, σὲ τὸν χορηγὸν παντὸς ἀγαθοῦ, τιμῶσι δὲ κἀμὲ τὸν σὸν δοῦλον καὶ ἱκέτην θερμότατον τῆς παντοκρατορικῆς Βασιλείας σου· ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς ἀιῶνας τῶν αἰώνων. Ἀμήν.

Εὐχὴ εἰς κτήνη

[ΤΟΥ ΑΓΙΟΥ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΜΑΜΑΝΤΟΣ]

Τοῦ Κυρίου δεηθῶμεν.

Ἰδοὺ ἐγὼ ὁ ἁμαρτωλὸς καὶ ἐλάχιστος Μάμας, ὑπάρχων ἐν τοῖς ὄρεσι, διὰ τῆς δυνάμεως τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἤμελγον τὰς ἐλάφους, καὶ τυροὺς ποιῶν, διένεμον τοῖς πένησι, καὶ διέτριβον ἐν τοῖς ὄρεσι καὶ σπηλαίοις μέχρι τοῦ μαρτυρίου μου. Ἐκεῖ οὖν ἐμοῦ διατρίβοντος, προσῆλθον Ἰωάννης καὶ Φιλόθεος, παρακαλοῦντες καὶ λέγοντες· Φθόνος τοῦ διαβόλου ἐπέπεσεν εἰς τὰ ποίμνια καὶ βουκόλια καὶ τελευτῶσι κακῶς, καὶ δεόμεθά σου, ἅγιε τοῦ Θεοῦ, πρόσευξαι ὑπὲρ αὐτῶν, ἵνα ἰαθῶσιν ἀπὸ παντός κακοῦ εἰς μνημόσυνον τοῦ μετὰ ταῦτα χρόνου, εἰς δόξαν Θεοῦ· ἐγὼ δὲ εἶπον αὐτοῖς· Ἀδελφοί μου πνευματικοί, ἐγὼ ἁμαρτωλός εἰμι, καὶ ἁμαρτωλοῦ ὁ Θεὸς οὐκ ἀκούει. Αὐτοὶ δὲ ἐπέμενον παρακαλοῦντες με. Καμφθεὶς οὖν πρὸς τὰς δεήσεις αὐτῶν, προσευξάμενος τῷ Κυρίῳ εἶπον· Ἐπικαλούμεθά σε τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὸν ἀληθινὸν Θεόν, τὸν κατελθόντα ἐκ τῶν πατρικῶν κόλπων, καὶ σαρκωθέντα ἐκ τῆς ἁγίας Θεοτόκου, καὶ ἀειπαρθένου Μαρίας, θελήσει δὲ Σταυρὸν καὶ θάνατον ὑπομείναντα, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐξαναστάντα, καὶ ζωὴν τῷ γένει τῶν βροτῶν χαρισάμενον, ἐπάκουσόν μου τοῦ ἁμαρτωλοῦ, καὶ ἀναξίου δούλου σου Μάμαντος, καὶ ὅστις ἐστὶν ἐν ἀθυμίᾳ καὶ θλίψει πολλῇ, καὶ ἐπικαλέσηται τὸ ὄνομά σου, Κύριε ὁ Θεὸς ἡμῶν, καὶ μνησθείη τοῦ ὀνόματος τοῦ δούλου σου Μάμαντος, μὴ ἐπέλθῃ ἐπὶ τὴν ποίμνην αὐτοῦ ἢ τὴν ἀγέλην τῶν βοῶν αὐτοῦ διαβολικὴ συμφορὰ ἢ ἄλλη τις νόσος.

Ναί, Κύριε ὁ Θεὸς ἡμῶν, ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ τῷ λόγῳ συστησάμενος πάντα τὰ πρὸς σωτηρίαν τοῦ γένους ἡμῶν, μὴ παρίδῃς τὴν δέησιν ἐμοῦ τοῦ ταπεινοῦ καὶ εὐτελοῦς δούλου σου, ἀλλ᾿ ἐπάκουσόν μου, φιλάνθρωπε Κύριε, καὶ ὅπου ἀναγνωσθῇ αὕτη μου ἡ προσευχή, εἴτε εἰς ποίμνην, εἴτε εἰς βόας, εἴτε εἰς ποίμνην, εἴτε εἰς βόας, εἴτε εἰς ἡμιόνους, μὴ ἐπέλθῃ εἰς τὰ ζῷα αὐτοῦ νόσος ἢ ἕτερος πειρασμός· ὅπως ὑπὸ σοῦ πάντες φυλαττόμενοι, δόξαν καὶ προσκύνησιν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.

Εὐχὴ εἰς τὸ κατασκευάσαι πλοῖον

Τοῦ Κυρίου δεηθῶμεν.

Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, ὁ ἐντειλάμενος Νῶε τῷ σῷ θεράποντι κατασκευάσαι Κιβωτὸν πρὸς σωτηρίαν τοῦ κόσμου, ὁ ἐκ πολλῶν ξύλων εὐδοκήσας αὐτὴν ἓν ξύλον γενέσθαι καὶ συναρμοσθῆναι· αὐτός, Δέσποτα τῶν ἁπάντων, ὁ εὐδοκήσας διὰ τῶν ἀψύχων ξύλων κυβερνᾶσθαι, τῇ κραταιᾷ σου δὲ χειρὶ τὸ γένος τῶν ἀνθρώπων διασῴζων· αὐτὸς καὶ νῦν τὸ πλοῖον τοῦτο διατήρησον· δὸς αὐτῷ Ἄγγελον ἀγαθὸν καὶ εἰρηνικόν· τοὺς μέλλοντας πλέειν ἐν αὐτῷ διαφύλαξον· δὸς αὐτοῖς καὶ εἰς τὰ ἴδια ἀφικνεῖσθαι ὑγιαίνοντας· πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἡμῶν Θεοτόκου, καὶ ἀειπαρθένου Μαρίας· δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων, ἐπουρανίων Δυνάμεων ἀσωμάτων· τοῦ ἁγίου καὶ ἐνδόξου προφήτου, προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου· τῶν Ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων· τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Νικολάου, ἀρχιεπισκόπου Μύρων, τοῦ θαυματουργοῦ· τῶν Ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν· τοῦ ἁγίου (τοῦδε) καὶ πάντων σου τῶν Ἁγίων. Ὅτι σὺ εἶ ὁ κυβερνῶν, καὶ ἁγιάζων τά σύμπαντα, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν, καὶ εὐχαριστίαν, καὶ προσκύνησιν ἀναπέμπομεν, τῷ ἀνάρχῳ Πατρί, σὺν τῷ μονογενεῖ σου Υἱῷ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εὐχὴ εἰς τὴν κατασκευὴν σκάφους

Τοῦ Κυρίου δεηθῶμεν.

Δέσποτα Κύριε ὁ Θεὸς ἡμῶν, ὁ διὰ τὴν σὴν ἄφατον φιλανθρωπίαν καὶ ἀνεξιχνίαστον ἀγαθότητα, καταξιώσας διὰ τὴν ἡμετέραν σωτηρίαν, καὶ τὴν τοῦ κόσμου ἀνέγερσιν σάρκα ἀναλαβέσθαι, καὶ ψηλαφηθῆναι, καὶ συνοδεῦσαι, καὶ συμπλεῦσαι τοῖς ἁγίοις σου Ἀποστόλοις· ὁ ἐν εὐτελεῖ ξύλῳ κελεύσας πεζοβατεῖν τὸ τῆς θαλάσσης τέλμα· ὃν τρέμει ὁ οὐρανός, καὶ ἡ γῆ, καὶ ἡ θάλασσα, καὶ ἡ ἄβυσσος, καὶ πάντα τὰ ἐν αὐτοῖς· αὐτός, φιλάνθρωπε Βασιλεῦ, καὶ κατὰ πάντα ἀγαθέ, κατάπεμψον τὴν χάριν σου ἐπὶ τὸ εὐτελὲς τοῦτο πλοιάριον, καὶ εὐλόγησον αὐτό, ὁδηγῶν αὐτὸ ἐπὶ λιμένα θελήματός σου· λυτρούμενος αὐτὸ ἀπὸ φθορᾶς καὶ ζάλης καὶ κλύδωνος· καὶ μὴ καταποντισάτω αὐτὸ καταιγὶς ὕδατος, μηδὲ καταπιέτω αὐτὸ βυθός, μηδὲ ἐπέλθει αὐτῷ κίνδυνος μέγας ἢ μικρός· ἀλλ᾿ ἔλθοι ἡ εὐλογία σου καὶ ἡ χρηστότης καὶ ἡ ἀγαθωσύνη ἐπ᾿ αὐτό, καὶ ἐπὶ τὰς ἐμπεπιστευμένας τούτῳ ψυχὰς δεόμεθά σου, Κύριε ὁ Θεὸς ἡμῶν· εἰς τό ῥυσθῆναι αὐτὰς ἀπὸ συναντήματος πονηροῦ, ἀπό φαντασμάτων πονηρῶν. Σὺ γὰρ εἶ ὁ Θεὸς ἡμῶν, Θεὸς τοῦ ἐλεεῖν καὶ σῴζειν καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εὐχὴ εἰς τὸ εὐλογῆσαι δίκτυα

Τοῦ Κυρίου δεηθῶμεν.

Κύριε ὁ Θεὸς ἡμῶν, ὁ ἐκ πέντε ἄρτων καὶ δύο ἰχθύων πεντακισχιλίοις κορέσας, καὶ ἐκ τῶν περισσευμάτων πλῆθος συναχθῆναι παρασκευάσας· αὐτός, Δέσποτα παντοδύναμε, καὶ τὰ προκείμενα δίκτυα εὐλόγησον, διὰ πρεσβειῶν τῆς ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν, Θεοτόκου, καὶ ἀειπαρθένου Μαρίας· τοῦ ἁγίου ἐνδόξου καὶ πανευφήμου Ἀποστόλου καὶ Πρωτοκορυφαίου τῶν Ἀποστόλων Πέτρου· καὶ τοὺς ἐξ αὐτῶν μεταλαμβάνοντας ἰχθύων, ἐν εἰρήνῃ καὶ ὑγείᾳ ψυχῆς καὶ σώματος διαφύλαξον. Ὅτι σὺ εἶ ὁ δοτὴρ πάντων τῶν ἀγαθῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν σὺν τῷ ἀνάρχῳ σου Πατρί καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εὐχὴ ἐπὶ τῆς μετάξης, ἤτοι σηρικῆς πλοκῆς

Τοῦ Κυρίου δεηθῶμεν.

Κύριε ὁ Θεὸς ἡμῶν, ὁ καθήμενος ἐπὶ τῶν Χερουβίμ, καὶ ὑμνούμενος ὑπὸ τῶν Σεραφίμ, καὶ ὑπὸ ἀναριθμήτων Ἀγγέλων δοξαζόμενος· ὁ ποιῶν μεγάλα καὶ θαυμαστὰ, καὶ ἐξαίσια ἔργα, ἃ οὔτε ἔννοια καταλαβέσθαι δύναται, οὔτε λόγος ἑρμηνεῦσαι ἰσχύει· αὐτὸς οὖν, Κύριε ὁ Θεὸς ἡμῶν, ὁ τὸν θεράποντά σου Ἀβραὰμ Πατέρα πολλῶν ἐθνῶν ἀποκαλέσας, καὶ δοὺς αὐτῷ μετὰ γῆρας υἱὸν τὸν Ἰσαάκ, καὶ εἰπὼν αὐτῷ εὐλογήσας· Πληθύνων πληθυνῶ τὸ σπέρμα σου, ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ· καὶ ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης· ὁ γνῶσιν, καὶ σύνεσιν, καὶ σοφίαν, καὶ πλοῦτον Δαυΐδ καὶ Σολομῶντι τῷ αὐτοῦ υἱῷ χαρισάμενος, καὶ εὐλογήσας αὐτούς· αὐτὸς εὐλόγησον καὶ τὸν σκώληκα τοῦτον τῆς μετάξης, τὸν ἐξελθόντα διὰ τὴν σὴν ἀγαθότητα ἐκ τῆς ὀσφύος καὶ τοῦ ποδὸς τοῦ σοῦ θεράποντος Συμεών, καὶ πλήθυνον αὐτὸν ἐν τῷ παρόντι οἶκῳ, καὶ καρποφόρον ποίησον, καὶ εὔκρατον, καὶ ἀβλαβῆ ἀνάδειξον ἐκ παντὸς ῥίγους, καὶ φθοροποιοῦ πάθους. Ναί, Κύριε ὁ Θεὸς ἡμῶν, δεόμεθά σου, ἵνα ἐπιβλέψῃς ἐπὶ τὸν σκώληκα τοῦτον τῆς μετάξης, τὸν ποιοῦντα τοιαύτην θαυμαστὴν καὶ ἐξαίρετον ἐργασίαν· καὶ εὐλόγησον αὐτόν, καὶ διαφύλαξον αὐτὸν ἀπὸ πάσης φαρμακείας, καὶ ἐπαοιδίας, καὶ ἀπὸ παντὸς βασκάνου βλέμματος, καὶ ὁράσεως βλαπτικῆς. Δὸς τοῖς ἐργαζομένοις αὐτόν, ἵνα μὴ μάτην κοπιῶσιν ἀλλὰ πλουσίως τῆς εὐλογίας σου ταύτης καὶ δωρεᾶς ἐμπλησθῆναι ἀξίωσον· εἰς σὲ γὰρ πᾶσαν τὴν ἐλπίδα ἡμῶν ἐθέμεθα. Πᾶσαν ὀργὴν καὶ νόσον, ἐπερχομένην βλαβερῶς, ἀποδίωξον καὶ διασκέδασον ἀπ᾿ αὐτοῦ, πρεσβείαις τῆς παναχράντου σου Μητρός, καὶ τοῦ σοῦ θεράποντος Συμεών. Ὅτι σὺ εἶ ὁ εὐλογῶν καὶ ἁγιάζων τὰ πάντα, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εὐχὴ εἰς τὸ εὐλογῆσαι ἐδέσματα κρεῶν τῇ ἁγίᾳ καὶ μεγάλῃ Κυριακῇ τοῦ Πάσχα

Εὐλογητὸς ὁ Θεὸς ἡμῶν... Χριστὸς ἀνέστη, γ´.

Τοῦ Κυρίου δεηθῶμεν.

Ἐπίσκεψαι, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, τὰ ἐδέσματα τῶν κρεῶν καὶ ἁγίασον αὐτά, ὡς ἡγίασας τὸν ἀμνόν, ὅν σοι προσήγαγεν ὁ πιστὸς Ἀβραάμ, καὶ τὸν ἀρνόν, ὅν περ Ἄβελ σοὶ προσήνεγκεν εἰς ὁλοκάρπωσιν· ὁμοίως καὶ τὸν μόσχον τὸν σιτευτόν, ὃν θῦσαι ἐκέλευσας τῷ υἱῷ σου τῷ πεπλανημένῳ, καὶ πάλιν ἐπανελθόντι πρὸς σέ· ἵνα, καθὼς αὐτὸς ἠξιώθη τῆς σῆς χάριτος ἀπολαῦσαι, οὕτω καὶ τῶν ἁγιασθέντων ὑπὸ σοῦ καὶ εὐλογηθέντων ἀπολαύσωμεν εἰς τροφὴν πάντων ἡμῶν. Σὺ γὰρ εἶ ἡ ἀληθινὴ τροφὴ καὶ ὁ δοτὴρ τῶν ἀγαθῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ, καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εὐχὴ εἰς τὸ εὐλογῆσαι τυρὸν καὶ ὠά

Τοῦ Κυρίου δεηθῶμεν.

Δέσποτα Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ κτίστης καὶ δημιουργὸς τῶν ἁπάντων, εὐλόγησον τὸ γάλα τὸ πεπηγός, σὺν αὐτῷ δὲ καὶ τὰ ὠά· ἡμᾶς δὲ συντήρησον ἐν τῇ χρηστότητί σου, ὅπως οἱ μεταλαμβάνοντες αὐτῶν, τῶν σῶν ἀφθονοπαρόχων δωρεῶν ἐμπλησθῶμεν καὶ τῆς ἀνεκλαλήτου σου ἀγαθότητος. Ὅτι σὸν τὸ κράτος, καὶ σοῦ ἐστιν ἡ βασιλεία, καὶ ἡ δύναμις, καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εὐχὴ ἐπὶ μέλλοντός τινος πλέειν

Τοῦ Κυρίου δεηθῶμεν.

Δέσποτα Κύριε, ὁ καταξιώσας συμπλεῦσαι τοῖς ἁγίοις σου Μαθηταῖς καὶ Ἀποστόλοις σου, καὶ ἐπιτιμήσας τῇ λαίλαπι τῶν ἀνέμων καὶ τῆς θαλάσσης, γαληνιᾶν τὰ κύματα κελεύσας, σύμπλευσον καὶ τοῖς ἐνδημοῦσιν ἐν τῷ πλοίῳ τούτῳ, πάντα ἐναντίον ἄνεμον καταπραΰνων. Διέγειρον δὲ ἐπιτηδείους ἀνέμους, κυβερνήτης αὐτοῖς πανταχοῦ γενόμενος, πᾶσαν πειρατηρίων ἐξ αὐτῶν ἀποστρέφων ἐπιβουλήν· χαίροντας χαίρουσιν ἡμῖν ἐνταῦθα ἐπανελθεῖν εὐδόκησον αἰσίως, καὶ κατὰ πρόθεσιν πράττοντας τὰ ἐπιτηδευόμενα παρ᾿ αὐτῶν, χάριν τὴν σὴν δωρούμενος ἐν πᾶσι τοῖς ἔργοις αὐτῶν, σωτήριος καὶ εὔδιος λιμὴν τοῖς πλέουσι, καὶ τῷ πλοίῳ εὑρισκόμενος. Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμή, καὶ προσκύνησις, σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ Ἁγίῳ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εὐχὴ εἰς τὸ εὐλογῆσαι τὰ βαΐα τῇ Κυριακῇ τῶν Βαΐων

Τοῦ Κυρίου δεηθῶμεν.

Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ καθήμενος ἐπὶ τῶν Χερουβίμ, ὁ ἐξεγείρας τὴν δυναστείαν, καὶ ἀποστείλας τὸν μονογενῆ σου Υἱόν, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, ἵνα σώσῃ τὸν κόσμον διὰ τοῦ Σταυροῦ, τῆς Ταφῆς καὶ τῆς Ἀναστάσεως αὐτοῦ, οὗ παραγενομένου ἐν Ἱερουσαλὴμ ἐπὶ τὸ ἑκούσιον Πάθος, ὁ λαός, ὁ καθήμενος ἐν σκότει καὶ σκιᾷ θανάτου, λαβόντες τὰ τῆς νίκης σύμβολα, τοὺς κλάδους τῶν δένδρων καὶ τὰ βαΐα τῶν φοινίκων, τὴν Ἀνάστασιν προεμήνυσαν. Αὐτός, Δέσποτα, καὶ ἡμᾶς, τοὺς κατὰ μίμησιν ἐκείνων, τῇ προεορτίῳ ταύτῃ ἡμέρᾳ, βαΐα καὶ κλάδους δένδρων ἐν χερσὶ φέροντας, διατήρησον, καί, ὡς ἐκεῖνοι οἱ ὄχλοι καὶ οἱ παῖδες τὸ Ὡσαννά σοι προσφέροντας, διαφύλαξον· ὅπως ἐν ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς καταξιωθῶμεν, τῆς ζωοποιοῦ, καὶ τριημέρου Ἀναστάσεως, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ᾿ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εὐχὴ ἐπὶ δυσκρασίας ἀέρων καὶ κλύδωνα θαλάσσης

Τοῦ Κυρίου δεηθῶμεν.

Δέσποτα Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ τῷ ἐνυποστάτῳ καὶ ἀνάρχῳ σου Λόγῳ, καὶ τῷ ζωοποιῷ καὶ ὁμοτίμῳ σου Πνεύματι, ἐκ μὴ ὄντων εἰς τὸ εἶναι παραγαγὼν τὰ πάντα· ὁ θαλάσσῃ θέμενος ὅριον ψάμμον, καὶ σταθμήσας ὄρη τε καὶ τὰς νάπας ζυγῷ· ὁ σπιθαμῇ μετρήσας οὐρανόν, καὶ δρακί συνέχων τὴν γῆν· ὁ μέτρα καὶ κανόνας καὶ ὅρους, ἁρμονίας τε καὶ τάξεις, τῇ ὁρωμένῃ καὶ αἰσθητῇ κτίσει ταύτῃ δούς, καὶ καιρῶν ἀλλαγάς, καὶ τροπὰς ἡλίου, κράσεσι στοιχείων νεύματί σου ταύτην συνέχων ἀῤῥήτως, καὶ πρὸς τὸ ἀπαθές τε καὶ ἄλυτον διακυβερνῶν· αὐτός, πανάγαθε Βασιλεῦ, τῇ ἐμφύτῳ καὶ συνήθει σου φιλανθρωπίᾳ καὶ ἀγαθότητι πάλιν χρησάμενος πρὸς ἡμᾶς, ἐπίσκεψαι τά τῶν σῶν χειρῶν ἔργα, καὶ μὴ ἀποστήσῃς ἀφ᾿ ἡμῶν τὰ ἐλέη σου, καὶ τοὺς οἰκτιρμούς σου, μηδὲ διασκεδάσῃς τὴν διαθήκην σου, ὁ κατ᾿ εἰκόνα δημιουργήσας ἰδίαν ἀποῤῥήτως ἡμᾶς. Ὁ τόν μονογενῆ σου Υἱὸν λύτρον ὑπὲρ ἡμῶν δούς, καὶ Πνεύματος ἀποῤῥήτῳ κοινωνίᾳ τῆς οἰκείας Θεότητος μεταδούς, ἄφες τὸ τῶν ἁμαρτιῶν, δεόμεθα, πλῆθος τῷ ὑπερέχοντι πλήθει τῶν οἰκτιρμῶν σου. ὁ τῷ Σταυρῷ τοῦ σοῦ Υἱοῦ καὶ τῷ αἵματι τὴν ἁμαρτίαν ἀπαλείψας τοῦ γένους ἡμῶν, ἐπανάγαγέ σου τὴν κτίσιν πρὸς τὴν φυσικὴν ἁρμονίαν καὶ τάξιν εἰς τὸ παρὰ φύσιν ἐλεεινῶς ἐκτραπεῖσαν, διὰ τὴν παρὰ φύσιν ἀταξίαν καὶ ἀκοσμίαν τῆς ἀθέσμου καὶ φαύλης πολιτείας ἡμῶν. Δεῖξον ἡμῖν τὴν συνήθη τοῦ μεγάλου τούτου πελάγους γαλήνην, καὶ τὸν ἐπικείμενον κλύδωνα καὶ τὴν ταραχὴν τοῦ ἀέρος διακόψας, ἐντειλαι τοῖς ἀνέμοις καίριον καὶ κατάλληλον πνοὴν δοῦναι. Ἐπιτίμησον τῷ κλύδωνι τῆς θαλάσσης, καὶ ταῖς παρὰ φύσιν τῶν ἀνέμων κινήσεσι· στήτω πνεῦμα καταιγίδος, καὶ πρὸς γαλήνην τὰ τῆς ζάλης μετατεθήτω· ἵνα τὰ σὰ ἔργα καὶ θαυμάσια πάλιν ἴδωσιν οἱ καταβαίνοντες εἰς θάλασσαν ἐν πλοίοις, ποιοῦντες ἐργασίαν ἐν ὕδασι πολλοῖς· παρασκεύασον αὐτήν, φιλάνθρωπε Δέσποτα, τῇ σῇ ἀνεικάστῳ φιλανθρωπίᾳ, παύσασθαι τοῦ κλύδωνος. Ὁ τὸν μονογενῆ σου Υἱὸν καὶ Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, εὐδοκίᾳ σῇ καὶ συνεργείᾳ τοῦ Ἁγίου σου Πνεύματος, καταξιώσας γενέσθαι ἄνθρωπον, καὶ συμπλεῦσαι τοῖς ἁγίοις αὐτοῦ Μαθηταῖς καὶ Ἀποστόλοις, καὶ ἐπιτιμῆσαι τῇ λαίλαπι τῶν ἀνέμων, καὶ τῆς θαλάσσης γαληνιᾶν τὰ κύματα κελεῦσαι· αὐτὸς καὶ νῦν πάντα ἐναντίον ἄνεμον κοίμησον, καὶ τὰ κύματα πράϋνον, καὶ τὸν κλύδωνα κατάπαυσον, καὶ τοὺς ἐπιτηδείους, καὶ εὐθέτους καιροὺς καὶ ἀνέμους ἐξαπόστειλον, κυβερνήτης καὶ βοηθὸς πανταχοῦ γινόμενος τοῖς δούλοις σου, ὁδηγῶν αὐτοὺς εἰς λιμένα σωτηρίας· οἱ γὰρ τὸ σὸν μόνον εἰδότες ὄνομα, καὶ μὴ γινώσκοντες πλήν σου Θεὸν ἕτερον, πρὸς τὴν σὴν βοήθειαν διὰ παντὸς ἀποβλέπουσιν, εὐχαῖς καὶ πρεσβείαις τῆς ὑπερευλογημένης Θεοτόκου, τῶν θεοειδῶν Ἀγγέλων, καὶ πὰντων τῶν Ἁγίων. Εὐδοκίᾳ καὶ ἀγαθότητι τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ᾿ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ, καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΤΑΞΙΣ ΓΙΝΟΜΕΝΗ ΟΤΑΝ ΣΥΜΒῌ ΤΙ ΜΙΑΡΟΝ ΟΙΟΝΔΗΠΟΤΕ ΕΜΠΕΣΕΙΝ ΕΙΣ ΦΡΕΑΡ ΥΔΑΤΟΣ

Χρὴ πρῶτον ἐξαντλῆσαι ἐκ τοῦ φρέατος κάδους μ´ καὶ αὐτοὺς ἐκχέειν ἔξω, εἶτα ἅψας ὁ Ἱερεὺς τρεῖς κηρούς, καὶ λαβὼν θυμιατόν, θυμιᾷ κύκλῳ τοῦ φρέατος· εἶτα βάλλει ὕδωρ τῶν ἁγίων Θεοφανείων, σταυροειδῶς ἐκ γ´ καὶ οὕτω σταθεὶς κατὰ ἀνατολάς, ἐπεύχεται λέγων·

Τοῦ Κυρίου δεηθῶμεν.

Κύριε, ὁ Θεὸς τῶν Δυνάμεων, ὁ πάντα καλὰ λίαν ποιήσας, ὁ καθαρίζων ἐν τῷ ὀνόματί σου πάντα μολυσμὸν καὶ ἀκαθαρσίαν, καὶ μετασκευάσας ἁγιάζων τὰ πάντα· αὐτὸς καὶ νῦν, Δέσποτα, ἐπίφανον ἐπὶ τῆς παρούσης ὥρας, διὰ τοῦ τύπου τοῦ Σταυροῦ σου, καὶ καθάρισον τὸ φρέαρ τοῦτο ἐκ τῆς εὑρεθείσης ἐν αὐτῷ ἀκαθαρσίας, καὶ τοῦ ἐμπεπτωκότος ἐν αὐτῷ μυσαροῦ ἢ κνωδάλου, συγκαταβαίνων τῷ ἀτελεῖ τῆς διανοίας ἡμῶν, καὶ τῇ ἀσθενείᾳ τῶν λογισμῶν· καὶ μὴ κατακρίνῃς ἡμᾶς τὰ καλὰ λίαν μὴ χωροῦντας, ἀλλὰ καθάρισον ἡμᾶς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, καὶ ἁγίασον τὸ ὕδωρ τοῦτο τῷ Πνεύματί σου τῷ Ἁγίῳ. Ὅτι σὺ εἶ ὁ ἁγιασμὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ Ἁγίῳ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΕΥΧΗ Β´.

Τοῦ Κυρίου δεηθῶμεν.

Ὁ Θεός, ὁ μέγας καὶ θαυμαστός, ὁ ἀνεκδιηγήτῳ ἀγαθωσύνῃ, καὶ πλουσίᾳ προνοίᾳ διοικῶν τὴν τῶν ἀνθρώπων ζωήν· ὁ καὶ τὰ ἐγκόσμια ἡμῖν δωρησάμενος ἀγαθά σου· ὁ τὸ πικρὸν ὕδωρ ἐπὶ Μωϋσέως τῷ λαῷ εἰς γλυκύτητα μεταποιήσας, καὶ τά βλαβερὰ ὕδατα ἐπὶ Ἐλισσαίου ἅλατι θεραπεύσας· ὁ τῷ Ἀποστόλῳ σου Πέτρῳ δι᾿ ὀπτασίας νομοθετήσας, μηδὲν ἡγεῖσθαι κοινὸν ἢ ἀκάθαρτον· αὐτός, Δέσποτα φιλάνθρωπε, καθάρισον τὸ ὕδωρ τοῦτο, διὰ τῆς σημειώσεως τοῦ τύπου τοῦ Σταυροῦ σου, ἀπὸ παντὸς μολυσμοῦ· καὶ ἁγίασον αὐτὸ τῷ Πνεύματί σου τῷ Ἁγίῳ, εἰς τὸ γενέσθαι αὐτὸ τοῖς ἐξ αὐτοῦ μεταλαμβάνουσιν ἀῤῥύπωτον. Ὅτι σὺ εἶ ὁ εὐλογῶν καὶ ἁγιάζων τὰ σύμπαντα, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΤΑΞΙΣ ΓΙΝΟΜΕΝΗ ΟΤΑΝ ΣΥΜΒῌ ΤΙ ΜΙΑΡΟΝ ἢ ΑΚΑΘΑΡΤΟΝ ΠΡΟΣΦΑΤΩΣ ΕΜΠΕΣΕΙΝ ΕΙΣ ΑΓΓΕΙΟΝ ΟΙΝΟΥ, ΕΛΑΙΟΥ, ΜΕΛΙΤΟΣ ἢ ΑΛΛΟΥ ΤΙΝΟΣ

Χρὴ τὸ ἐμπεσὸν ἀκάθαρτον παραχρῆμα αἴρεσθαι, καὶ ῥίπτεσθαι ἔξω, καὶ εἰς ἕτερον ἀγγεῖον βαλεῖν τὸν οἶνον ἢ τὸ ἔλαιον τὸ δὲ κενωθὲν ἀγγεῖον πλύνεσθαι ἔσωθεν καὶ ἔξωθεν· καὶ τὸν Ἱερέα λαβόντα θυμιατόν, θυμιᾶσαι τὸ πλυθὲν ἀγγεῖον ἔσωθεν καὶ ἔξωθεν, καὶ βαλεῖν αὐτῷ ὕδωρ ἀπὸ τῶν ἁγίων Θεοφανείων, ποιοῦντα Σταυροῦ τύπον, τρίτον εἶτα βαλεῖν ἐν αὐτῷ τὸν οἶνον ἢ τὸ ἔλαιον, καὶ θυμιάσαντα ἐπεύχεσθαι οὕτως·

ΕΥΧΗ

Τοῦ Κυρίου δεηθῶμεν.

Ἅγιε Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ τῇ σῇ εὐσπλάγχνῳ ἐπὶ γῆς ἐπιδημίᾳ πᾶσαν ἀκαθαρσίαν τοῦ ἐχθροῦ καταργήσας· ὁ διαστειλάμενος, μὴ τὰ εἰσπορευόμενα κοινοῦν τὸν ἄνθρωπον, ἀλλὰ πάντα καθαρὰ εἶναι τοῖς καθαροῖς· ὁ διὰ τοῦ σκεύους τῆς ἐκλογῆς τοῦ σοῦ Ἀποστόλου διδάξας ἡμᾶς, πάντα τὰ ὑπὸ σοῦ κτισθέντα καλὰ εἶναι πιστεύειν, καὶ μηδὲν ἡγεῖσθαι ἀπόβλητον, τὸ διὰ θείου λόγου, καὶ τῆς πρὸς σὲ ἐντεύξεως ἁγιαζόμενον· αὐτὸς εὐλόγησον τὸν οἶνον τοῦτον (ἢ τὸ ἔλαιον) τῇ σῇ χάριτι διὰ τῆς ἐπιχύσεως τοῦ ἁγίου Ὕδατος τούτου· καὶ πάντα μολυσμὸν ἢ δισταγμόν, ἐκ τοῦ ἐν αὐτῷ ἐμπεσόντος ἑρπετοῦ, κατὰ μεθοδείαν τοῦ πονηροῦ, ἀπέλασον ἐκ τῆς διανοίας τῶν δούλων σου, εἰς τὸ γενέσθαι πᾶσι τοῖς χρωμένοις καὶ πίνουσιν αὐτὸ (ἢ ἐσθίουσιν) εἰς εὐφροσύνην, διδοὺς πᾶσι τοῖς ἐξ αὐτῶν μεταλαμβάνουσιν ἐν ἁγιασμῷ καὶ ἐν καθαρᾷ συνειδήσει προσιέναι τοῖς ἀχράντοις σου Μυστηρίοις. Ὅτι σὺ εἶ ὁ εὐλογῶν καὶ ἁγιάζων τὰ σύμπαντα, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εἶτα ἀπογεύεται πρῶτον ὁ Ἱερεὺς ἐξ αὐτοῦ καὶ ἀποδίδωσι καὶ τοῖς τοῦ οἴκου κυρίοις. Εἰ δέ γε συμβῇ τὸ ἐμπεσὸν ἀκάθαρτον, χρονίσαν ἐν τῷ ἀγγείῳ τοῦ οἴνου ἢ τοῦ ἐλαίου, σαπῆναι, ἐκχέεσθαι χρὴ ταῦτα (τὸν οἶνον ἢ τὸ ἔλαιον) καὶ μηδένα τούτων ἅπτεσθαι.

Εὐχὴ ἐπὶ σκεύους μιανθέντος

Χρὴ αὐτὸ πλύνεσθαι καὶ, βαλλομένου ἁγιάσματος σταυροειδῶς, λέγειν καὶ τὴν Εὐχὴν ταύτην.

Τοῦ Κυρίου δεηθῶμεν.

Κύριε ὁ Θεὸς ἡμῶν, ὁ μόνος Ἅγιος, ἁγίασον τό σκεῦος τοῦτο τῇ ἁγιαστικῇ σου ἐπιφοιτήσει, καὶ καθάρισον αὐτὸ, τοῦ εἶναι εἰς ὑπηρεσίαν τῶν δούλων σου ἀμίαντον· καὶ δὸς ἡμῖν πάντοτε ἐν ἁγιωσύνῃ προσεύχεσθαι ταῖς ἁγίαις σου Ἐκκλησίαις, ὅπως ὑπὸ σοῦ πάντες φυλαττόμενοι, δόξαν καὶ προσκύνησιν ἀναπέμπομεν, σοὶ τῷ Πατρί καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εὐχὴ ἐπὶ σίτου μιανθέντος ἢ ἀλεύρου ἢ ἄλλου τινός

Τοῦ Κυρίου δεηθῶμεν.

Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ ἐν τῇ κατὰ σάρκα σου οἰκονομίᾳ, διαστειλάμενος, μὴ τὰ εἰσπορευόμενα κοινοῦν τὸν ἄνθρωπον, ἀλλὰ πάντα καθαρὰ εἶναι τοῖς καθαροῖς· ὁ διά τοῦ σκεύους τῆς ἐκλογῆς Παύλου τοῦ σοῦ Ἀποστόλου, διδάξας ἡμᾶς, πάντα τὰ ὑπὸ σοῦ κτισθέντα καλὰ εἶναι πιστεύειν, διὰ θείου λόγου καὶ τῆς πρὸς σὲ ἐντεύξεως ἁγιαζόμενα· αὐτὸς καὶ νῦν, Δέσποτα, συμπαθῶν ταῖς ἀσθενείαις ἡμῶν, εὐλόγησον τὸν σῖτον τοῦτον τῇ σῇ χάριτι καὶ φιλανθρωπίᾳ, διὰ τῆς τοῦ Ὕδατος τούτου, τοῦ ἐπὶ τῷ σῷ ὀνόματι ἁγιασθέντος, εὐλογίας καὶ ἐπιῤῥαντίσεως, καὶ πάντα μολυσμὸν ἢ δισταγμόν, ἐκ τοῦ ἐν αὐτῷ ἐμπεσόντος ἀκαθάρτου κατὰ μεθοδείαν τοῦ διαβόλου, ἀπέλασον ἐκ τῆς διανοίας τῶν δούλων σου· καὶ δὸς αὐτοῖς, ἐλπίδι τῇ εἰς σέ, καὶ πληροφορίᾳ τῶν σῶν οἰκτιρμῶν, τῆς τούτου μετασχεῖν μεταλήψεως, ἐν εὐχαριστίᾳ τοῦ ἁγίου σου ὀνόματος, καὶ ἀκατακρίτους διαφυλαχθῆναι. Ὅτι σὺ εἶ ὁ εὐλογῶν καὶ ἁγιάζων τὰ σύμπαντα, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εὐχὴ ἐπὶ τῶν μιαροφαγησάντων

Τοῦ Κυρίου δεηθῶμεν.

Δέσποτα, Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ ἐν ὑψηλοῖς κατοικῶν καὶ τὰ ταπεινὰ ἐφορῶν, ὁ ἐν Ἁγίοις ἀναπαυόμενος, ὁ ἔπαινος τοῦ Ἰσραήλ, κλῖνον τὸ οὖς σου, καὶ ἐπάκουσον ἡμῶν τῶν δεομένων σου, καὶ παράσχου συγγνώμην τῷ σῷ οἰκέτῃ (τῷδε) μιαροφαγήσαντι, γευσαμένῳ κρεῶν ἢ τοίων δὴ βρωμάτων, μὴ καθαρῶν, ὧν τὴν βρῶσιν ἀπηγόρευσας ἐν Νόμῳ ἁγίῳ σου· τούτων δὲ ἀβουλήτως μετασχόντι συγχώρησον, καὶ καταξίωσον αὐτὸν ἀκατακρίτως μεταλαβεῖν τῶν φρικτῶν Μυστηρίων, τοῦ τιμίου Σώματός τε καὶ Αἵματος τοῦ Χριστοῦ σου· ὅπως ῥυσθείη τοῦ λοιποῦ πάσης ἀκαθάρτου μεταλήψεως καὶ πράξεως, ὡς ἐντρυφῶν τοῖς θείοις σου Μυστηρίοις καὶ ἀπολαύων τῆς ἁγίας σου καὶ μυστικῆς Τραπέζης, καὶ διαφυλασσόμενος σὺν ἡμῖν ἐν τῇ ἁγίᾳ σου Ἐκκλησίᾳ, αἰνῶν καὶ δοξάζων τὸ Ὄνομά σου τὸ ὕψιστον πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ. Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΑΚΟΛΟΥΘΙΑΙ ΠΕΡΙΣΤΑΤΙΚΑΙ

Ἐν ἁπάσαις ταῖς ἱεραῖς Ἀκολουθίαις ταύταις, ἐν αἷς τελεῖται Ἁγιασμός, εὐτρεπίζεται μικρὰ τράπεζα καὶ τίθεται ἐπ᾿ αὐτῆς τὸ ἱερὸν Εὐαγγέλιον, ξύλινος ἀργυρόδετος Σταυρός, θυμιατήριον (κατζίον), δοχεῖον μεθ᾿ ὕδατος καθαροῦ, δύο κηροπήγια, ἐν οἷς ἀνάπτονται κηρία καθαρά, μικρὰ δέσμη βασιλικοῦ ξηροῦ καὶ λευκὸν καθαρὸν μάκτρον. Συνηγμένων δὲ πάντων τοῦ τε Λαοῦ καὶ τοῦ ἱεροῦ Κλήρου ἄρχεται ἡ Ἀκολουθία προεξάρχοντος τοῦ πρώτου Ἱερέως, ὡς καὶ ἐν πάσῃ ἱεροπραξίᾳ, φέροντος ἐπιτραχήλιον, τοῦ δὲ διακόνου στιχάριον σὺν ὀραρίῳ.

ΑΚΟΛΟΥΘΙΑ ΕΠΙ Τῌ ΕΝΑΡΞΕΙ ΚΑΙ ΛΗΞΕΙ ΤΩΝ ΜΑΘΗΜΑΤΩΝ ΕΝ ΤΟΙΣ ΣΧΟΛΕΙΟΙΣ

Ὁ Διάκονος· Εὐλόγησον, Δέσποτα.

Ὁ Ἱερεύς· Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ Χορός· Ἀμήν.

Καὶ ψάλλει τὸ Ἀπολυτίκιον τῆς Πεντηκοστῆς

Ἦχος πλ. δ´.

Εὐλογητὸς εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ πανσόφους τοὺς ἁλιεῖς ἀναδείξας, καταπέμψας αὐτοῖς τὸ Πνεῦμα τό Ἅγιον, καὶ δι᾿ αὐτῶν τὴν οἰκουμένην σαγηνεύσας, Φιλάνθρωπε, δόξα σοι.

Δόξα. Καὶ νῦν.

Παναγία Θεοτόκε Παρθένε, τῶν χειρῶν ἡμῶν τὰ ἔργα κατεύθυνον, καὶ συγχώρησιν τῶν πταισμάτων ἡμῶν αἴτησαι, ἐν τῷ ψάλλειν ἡμᾶς τῶν Ἀγγέλων τὸν ὕμνον.

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς (ἐκ γ´).

Δόξα... Καὶ νῦν... Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

Ὁ Διάκονος· Δύναμις.

Ὁ Χορός· Ἅγιος ὁ Θεὸς, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

Ὁ Διάκονος· Πρόσχωμεν.

Ὁ Ἀναγνώστης· Προκείμενον

Δουλεύσατε τῷ Κυρίῳ ἐν φόβῳ καὶ ἀγαλλιᾶσθε αὐτῷ ἐν τρόμῳ.

Στίχ. Δράξασθε παιδείας μήποτε ὀργισθῇ Κύριος.

Ὁ Διάκονος· Σοφία.

Ὁ Ἀναγνώστης· Καθολικῆς Ἐπιστολῆς Ἰακώβου τὸ Ἀνάγνωσμα. (Κεφ. γ´ 13–18)

Ὁ Διάκονος· Πρόσχωμεν.

Ὁ Ἀναγνώστης

Ἀδελφοί, τίς σοφὸς καὶ ἐπιστήμων ἐν ὑμῖν; δειξάτω ἐκ τῆς καλῆς ἀναστροφῆς τὰ ἔργα αὐτοῦ ἐν πραΰτητι σοφίας. Εἰ δὲ ζῆλον πικρὸν ἔχετε καὶ ἐριθείαν ἐν τῇ καρδίᾳ ὑμῶν, μὴ κατακαυχᾶσθε καὶ ψεύδεσθε κατὰ τῆς ἀληθείας. Οὐκ ἔστιν αὕτη ἡ σοφία ἄνωθεν κατερχομένη, ἀλλ᾿ ἐπίγειος, ψυχικὴ δαιμονιώδης. Ὅπου γὰρ ζῆλος καὶ ἐριθεία, ἐκεῖ ἀκαταστασία καὶ πᾶν φαῦλον πρᾶγμα. Ἡ δὲ ἄνωθεν σοφία πρῶτον μὲν ἁγνὴ ἐστιν, ἔπειτα εἰρηνική, ἐπιεικής, εὐπειθής, μεστὴ ἐλέους καὶ καρπῶν ἀγαθῶν, ἀδιάκριτος καὶ ἀνυπόκριτος. Καρπὸς δὲ τῆς δικαιοσύνης ἐν εἰρήνῃ σπείρεται τοῖς ποιοῦσιν εἰρήνην.

Ὁ Ἱερεύς· Εἰρήνη σοι τῷ ἀναγινώσκοντι.

Ὁ Χορός· Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα.

Ὁ Διάκονος· Σοφία· ὀρθοί· ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.

Ὁ Ἱερεύς· Εἰρήνη πᾶσι.

Ὁ Χορός· Καὶ τῷ πνεύματί σου.

Ὁ Ἱερεύς· Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ Ἀνάγνωσμα. (Κεφ. β´ 41–52)

Ὁ Διάκονος· Πρόσχωμεν.

Ὁ Ἱερεύς·

Τῷ καιρῷ ἐκείνῳ ἐπορεύοντο οἱ γονεῖς τοῦ Ἰησοῦ κατ᾿ ἔτος εἰς Ἱερουσαλὴμ τῇ ἑορτῇ τοῦ Πάσχα. Καὶ ὅτε ἐγένετο ἐτῶν δώδεκα, ἀναβάντων αὐτῶν εἰς Ἱεροσόλυμα κατὰ τὸ ἔθος τῆς ἑορτῆς καὶ τελειωσάντων τὰς ἡμέρας, ἐν τῷ ὑποστρέφειν αὐτοὺς ὑπέμεινεν Ἰησοῦς ὁ παῖς ἐν Ἱερουσαλὴμ καὶ οὐκ ἔγνω Ἰωσήφ καὶ ἡ μήτηρ αὐτοῦ. Νομίσαντες δὲ αὐτὸν ἐν τῇ συνοδείᾳ εἶναι, ἦλθον ἡμέρας ὁδὸν καὶ ἀνεζήτουν αὐτὸν ἐν τοῖς συγγενέσι καὶ ἐν τοῖς γνωστοῖς· καὶ μὴ εὑρόντες αὐτὸν ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ ζητοῦντες αὐτόν. Καὶ ἐγένετο μεθ᾿ ἡμέρας τρεῖς εὗρον αὐτὸν ἐν τῷ ἱερῷ καθεζόμενον ἐν μέσῳ τῶν διδασκάλων καὶ ἀκούοντα αὐτῶν καὶ ἐπερωτῶντα αὐτούς· ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες αὐτοῦ ἐπὶ τῇ συνέσει καὶ ταῖς ἀποκρίσεσιν αὐτοῦ. Καὶ ἰδόντες αὐτὸν ἐξεπλάγησαν, καὶ πρὸς αὐτὸν ἡ μήτηρ αὐτοῦ εἶπε· Τέκνον, τὶ ἐποίησας ἡμῖν οὕτως; Ἰδοὺ ὁ πατὴρ σου κἀγὼ ὀδυνώμενοι ἐζητοῦμέν σε. Καὶ εἶπε πρὸς αὐτούς· Τί ὅτι ἐζητεῖτέ με; Οὐκ ἤδειτε ὅτι ἐν τοῖς τοῦ πατρός μου δεῖ εἶναί με; Καὶ αὐτοὶ οὐ συνῆκαν τὸ ῥῆμα ὃ ἐλάλησεν αὐτοῖς. Καὶ κατέβη μετ᾿ αὐτῶν καὶ ἦλθεν εἰς Ναζαρέτ, καὶ ἦν ὑποτασσόμενος αὐτοῖς. Καὶ ἡ μήτηρ αὐτοῦ διετήρει πάντα τὰ ῥήματα ταῦτα ἐν τῇ καρδίᾳ αὐτῆς. Καὶ Ἰησοῦς προέκοπτε σοφίᾳ καὶ ἡλικίᾳ καὶ χάριτι παρὰ Θεῷ καὶ ἀνθρώποις.

Ὁ Χορός· Δόξα σοι, Κύριε, δόξα σοι.

Ὁ Διάκονος· Ἐν εἰρήνῃ, τοῦ Κυρίου δεηθῶμεν.

Ὁ Χορὸς (καθ᾿ ἑκάστην δέησιν)· Κύριε, ἐλέησον.

Ὁ Διάκονος· Ὑπὲρ τῆς ἄνωθεν εἰρήνης καὶ τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν καὶ τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (τοῦ δεῖνος), τοῦ τιμίου πρεσβυτερίου τῆς ἐν Χριστῷ διακονίας παντὸς τοῦ κλήρου καὶ τοῦ λαοῦ, τοῦ Κυρίου δεηθῶμεν.

(Ὑπὲρ τοῦ εὐσεβοῦς ἡμῶν ἔθνους, πάσης Ἀρχῆς καὶ ἐξουσίας ἐν τῷ Κράτει ἡμῶν καὶ τοῦ κατὰ ξηράν, θάλασσαν καὶ ἀέρα φιλοχρίστου Στρατοῦ τοῦ Κυρίου δεηθῶμεν).

Ὑπὲρ τοῦ ἁγιασθῆναι τὸ ὕδωρ τοῦτο, τῇ δυνάμει καὶ ἐνεργείᾳ καὶ ἐπιφοιτήσει τοῦ Ἁγίου Πνεύματος, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τῶν ἐν τῇ Σχολῇ ταύτῃ διδασκόντων καὶ διδασκομένων, τῶν γονέων καὶ κηδεμόνων αὐτῶν, τῶν εὐεργετῶν καὶ δωρητῶν, τῶν ἐφόρων καὶ πάντων τῶν συντελούντων εἰς τὴν κατὰ Θεὸν ἐπίδοσιν τῆς Σχολῆς, τοῦ Κυρίου δεηθῶμεν.

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον και διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.

Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης ἐνδόξου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Ὁ Ἱερεύς· Ὅτι πρέπει σοι πᾶσα δόξα τιμὴ καὶ προσκύνησις τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ Χορός· Ἀμήν.

Ὁ Ἱερεύς· Εἰρήνη πᾶσι.

Ὁ Χορός· Καὶ τῷ Πνεύματί σου.

Ὁ Διάκονος· Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.

Ὁ Χορός· Σοί, Κύριε.

Ὁ Ἱερεὺς (χαμηλῇ τῇ φωνῇ).

Κλῖνον Κύριε τὸ οὖς σου καὶ ἐπάκουσον ἡμῶν, ὁ ἐν Ἰορδάνῃ βαπτισθῆναι καταδεξάμενος καὶ ἁγιάσας τὰ ὕδατα· καὶ εὐλόγησον πάντας ἡμᾶς, τοὺς διὰ τῆς κλίσεως τοῦ ἑαυτῶν αὐχένος σημαίνοντας τὸ τῆς δουλείας πρόσχημα· καὶ καταξίωσον ἡμᾶς ἐμπλησθῆναι τοῦ ἁγιασμοῦ σου διὰ τῆς τοῦ ὕδατος τούτου μεταλήψεώς τε καὶ ῥαντισμοῦ καὶ γενέσθω ἡμῖν, Κύριε, εἰς ὑγίειαν ψυχῆς τε καὶ σώματος.

Ἐκφώνως

Σὺ γὰρ εἶ ὁ ἁγιασμὸς τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν καὶ σοὶ τὴν δόξαν καὶ εὐχαριστίαν καὶ προσκύνησιν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ Χορός· Ἀμήν.

Ὁ Ἱερεύς, βαπτίζων τόν τίμιον Σταυρὸν ἐν τῷ ὕδατι ψάλλει ἐκ γ´.

Ἦχος α´.

Σῶσον Κύριε τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς Βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων, διὰ τοῦ Σταυροῦ σου πολίτευμα.

Εἶτα ῥαντίζων σταυροειδῶς ψάλλει. Ἦχος β´.

Τῶν σῶν δωρεῶν ἀξίους ἡμᾶς ποίησον, Θεοτόκε Παρθένε, παρορῶσα τὰ πλημμελήματα ἡμῶν, καὶ παρέχουσα ἰάματα τοῖς ἐν πίστει λαμβάνουσι, τὴν εὐλογίαν σου, Ἄχραντε.

Ὁ Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.

Ὁ Ἱερεύς·

Κύριε ὁ Θεὸς ἡμῶν, ὁ φῶς οἰκῶν ἀπρόσιτον, ἡ πηγὴ τῆς σοφίας καὶ τῆς γνώσεως, ὁ τὸν Σολομῶντα σοφίαν διδάξας καὶ διὰ τῆς ἐπιφοιτήσεως τοῦ παναγίου Πνεύματος τοὺς ἁλιεῖς κήρυκας τοῦ Εὐαγγελίου, διδασκάλους καὶ Ἀποστόλους ἀναδείξας· σὺ Κύριε, ὁ εἰπὼν ἐκ σκότους φῶς λάμψαι, λάμψον ἐν ταῖς καρδίαις τῶν ἐνταῦθα διδασκόντων καὶ διδασκομένων τὴν ἐπίγνωσιν τῆς σῆς ἀληθείας καὶ τὸ φῶς σου τὸ ἀΐδιον· δὸς αὐτοῖς πνεῦμα σοφίας, πνεῦμα συνέσεως· φώτισον τοὺς ὀφθαλμοὺς τῶν ψυχῶν αὐτῶν εἰς τὸ εἰδέναι αὐτοὺς καὶ ποιεῖν τὸ θέλημά σου· υἱοὺς φωτὸς ἀνάδειξον αὐτούς, ἐν παντὶ ἔργῳ ἀγαθῷ καρποφοροῦντας καὶ αὐξανομένους διὰ τῆς ἄνωθεν σοφίας, πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας σου Μητρός, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων Ἱεραρχῶν καὶ οἰκουμενικῶν διδασκάλων Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου καὶ πάντων σου τῶν Ἁγίων.

Ὁ Χορός· Ἀμήν.

Ὁ Ἱερεύς· Δι᾿ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς.

Ὁ Χορός· Ἀμήν.

ΑΚΟΛΟΥΘΙΑ ΕΠΙ Τῌ ΕΝΑΡΞΕΙ ΠΑΝΤΟΣ ΙΔΙΩΤΙΚΟΥ ΕΡΓΟΥ

Ὁ Διάκονος· Εὐλόγησον, Δέσποτα.

Ὁ Ἱερεύς· Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ Χορός· Ἀμήν.

Καὶ τὰ ἑπόμενα Τροπάρια.

Ἦχος δ´.

Ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, ὁ ποιῶν ἀεὶ μεθ᾿ ἡμῶν κατὰ τὴν σὴν ἐπιείκειαν, μὴ ἀποστήσῃς τὸ ἔλεός σου ἀφ᾿ ἡμῶν, ἀλλὰ ταῖς αὐτῶν ἱκεσίαις, ἐν εἰρήνῃ κυβέρνησον τὴν ζωὴν ἡμῶν.

Δόξα. Καὶ νῦν. Ἦχος πλ. δ´.

Παναγία Θεοτόκε Παρθένε, τῶν χειρῶν ἡμῶν τὰ ἔργα κατεύθυνον, καὶ συγχώρησιν τῶν πταισμάτων ἡμῶν αἴτησαι, ἐν τῷ ψάλλειν ἡμᾶς τῶν Ἀγγέλων τὸν ὕμνον.

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς (ἐκ γ´).

Δόξα... Καὶ νῦν... Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

Ὁ Διάκονος· Δύναμις.

Ὁ Χορός· Ἅγιος ὁ Θεὸς, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

Ὁ Διάκονος· Πρόσχωμεν.

Ὁ Ἀναγνώστης· Προκείμενον.

Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας.

Στίχ. Εὐλόγει ἡ ψυχή μου τὸν Κύριον.

Ὁ Διάκονος· Σοφία.

Ὁ Ἀναγνώστης

Πρὸς Θεσσαλονικεῖς Β´ Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα. (Κεφ. γ´ 6–16)

Ὁ Διάκονος· Πρόσχωμεν.

Ὁ Ἀναγνώστης

Ἀδελφοί, παραγγέλλομεν ὑμῖν, ἐν ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, στέλλεσθαι ὑμᾶς ἀπὸ παντὸς ἀδελφοῦ ἀτάκτως περιπατοῦντος καὶ μὴ κατὰ τὴν παράδοσιν, ἣν παρέλαβον παρ᾿ ἡμῶν· αὐτοὶ γὰρ οἴδατε πῶς δεῖ μιμεῖσθαι ἡμᾶς, ὅτι οὐκ ἠτακτήσαμεν ἐν ὑμῖν, οὐδὲ δωρεὰν ἄρτον ἐφάγομεν παρά τινος, ἀλλ᾿ ἐν κόπῳ καὶ μόχθῳ, νύκτα καὶ ἡμέραν ἐργαζόμενοι, πρὸς τὸ μὴ ἐπιβαρῆσαί τινα ὑμῶν· οὐχ ὅτι οὐκ ἔχομεν ἐξουσίαν, ἀλλ᾿ ἵνα ἑαυτοὺς τύπον δῶμεν ὑμῖν εἰς τὸ μιμεῖσθαι ἡμᾶς· καὶ γὰρ ὅτε ἦμεν πρὸς ὑμᾶς, τοῦτο παρηγγέλλομεν ὑμῖν, ὅτι εἴ τις οὐ θέλει ἐργάζεσθαι μηδὲ ἐσθιέτω. Ἀκούομεν γάρ τινας περιπατοῦντας ἐν ὑμῖν ἀτάκτως, μηδὲν ἐργαζομένους, ἀλλὰ περιεργαζομένους· τοῖς δὲ τοιούτοις παραγγέλλομεν καὶ παρακαλοῦμεν διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἵνα μετὰ ἡσυχίας ἐργαζόμενοι τὸν ἑαυτῶν ἄρτον ἐσθίωσιν. Αὐτὸς δὲ ὁ Κύριος τῆς εἰρήνης δώῃ ὑμῖν τὴν εἰρήνην διὰ παντὸς ἐν παντὶ τρόπῳ. Ὁ Κύριος μετὰ πάντων ὑμῶν.

Ὁ Ἱερεύς· Εἰρήνη σοι τῷ ἀναγινώσκοντι.

Ὁ Χορός· Ἀλληλούϊα (ἐκ γ´).

Ὁ Διάκονος· Σοφία· ὀρθοί· ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.

Ὁ Ἱερεύς· Εἰρήνη πᾶσι.

Ὁ Χορός· Καὶ τῷ πνεύματί σου.

Ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. ε´ 1–11)

Ὁ Διάκονος· Πρόσχωμεν.

Ὁ Ἱερεύς·

Τῷ καιρῷ ἐκείνῳ, ἑστὼς ὁ Ἰησοῦς παρὰ τὴν λίμνην Γεννησαρέτ, εἶδε δύο πλοῖα, ἑστῶτα παρὰ τὴν λίμνην· οἱ δὲ ἁλιεῖς ἀποβάντες ἀπ᾿ αὐτῶν, ἀπέπλυναν τὰ δίκτυα. Ἐμβὰς δὲ εἰς ἓν τῶν πλοίων, ὃ ἦν τοῦ Σίμωνος, ἠρώτησεν αὐτὸν ἀπὸ τῆς γῆς ἐπαναγαγεῖν ὀλίγον· καὶ καθίσας, ἐδίδασκεν ἐκ τοῦ πλοίου τοὺς ὄχλους. Ὡς δὲ ἐπαύσατο λαλῶν, εἶπε πρὸς τὸν Σίμωνα· Ἐπανάγαγε εἰς τὸ βάθος, καὶ χαλάσατε τὰ δίκτυα ὑμῶν εἰς ἄγραν. Καὶ ἀποκριθεὶς ὁ Σίμων, εἶπεν αὐτῷ· Ἐπιστάσα, δι᾿ ὅλης τῆς νυκτὸς κοπιάσαντες, οὐδὲν ἐλάβομεν· ἐπὶ δὲ τῷ ῥήματί σου χαλάσω τὸ δίκτυον. Καὶ τοῦτο ποιήσαντες, συνέκλεισαν πλῆθος ἰχθύων πολύ· διεῤῥήγνυτο δὲ τὸ δίκτυον αὐτῶν. Καὶ κατένευσαν τοῖς μετόχοις τοῖς ἐν τῷ ἑτέρῳ πλοίῳ, τοῦ ἐλθόντας συλλαβέσθαι αὐτοῖς· καὶ ἦλθον, καὶ ἔπλησαν ἀμφότερα τὰ πλοῖα, ὥστε βυθίζεσθαι αὐτά. Ἰδὼν δὲ Σίμων Πέτρος, προσέπεσε τοῖς γόνασι τοῦ Ἰησοῦ λέγων· Ἔξελθε ἀπ᾿ ἐμοῦ, ὅτι ἀνὴρ ἁμαρτωλός εἰμι, Κύριε· θάμβος γὰρ περιέσχεν αὐτὸν καὶ πάντας τοὺς σὺν αὐτῷ, ἐπὶ τῇ ἄγρᾳ τῶν ἰχθύων ᾗ συνέλαβον· ὁμοίως δὲ καὶ Ἰάκωβον καὶ Ἰωάννην, υἱοὺς Ζεβεδαίου, οἵ ἦσαν κοινωνοί τῷ Σίμωνι. Καὶ εἶπε πρὸς τὸν Σίμωνα ὁ Ἰησοῦς· Μὴ φοβοῦ· ἀπὸ τοῦ νῦν ἀνθρώπους ἔσῃ ζωγρῶν. Καὶ καταγαγόντες τὰ πλοῖα ἐπὶ τὴν γῆν, ἀφέντες ἅπαντα, ἠκολούθησαν αὐτῷ.

Ὁ Χορός· Δόξα σοι, Κύριε, δόξα σοι.

Ὁ Διάκονος· Ἐν εἰρήνῃ, τοῦ Κυρίου δεηθῶμεν.

Ὁ Χορὸς (καθ᾿ ἑκάστην δέησιν)· Κύριε, ἐλέησον.

Ὁ Διάκονος· Ὑπὲρ τῆς ἄνωθεν εἰρήνης καὶ τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν καὶ τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (τοῦ δεῖνος), τοῦ τιμίου πρεσβυτερίου τῆς ἐν Χριστῷ διακονίας παντὸς τοῦ κλήρου καὶ τοῦ λαοῦ, τοῦ Κυρίου δεηθῶμεν.

(Ὑπὲρ τοῦ εὐσεβοῦς ἡμῶν ἔθνους, πάσης Ἀρχῆς καὶ ἐξουσίας ἐν τῷ Κράτει ἡμῶν καὶ τοῦ κατὰ ξηράν, θάλασσαν καὶ ἀέρα φιλοχρίστου Στρατοῦ τοῦ Κυρίου δεηθῶμεν).

Ὑπὲρ τοῦ ἁγιασθῆναι τὸ ὕδωρ τοῦτο, τῇ δυνάμει καὶ ἐνεργείᾳ καὶ ἐπιφοιτήσει τοῦ Ἁγίου Πνεύματος, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τοῦ καταπεμφθῆναι ἡμῖν πλουσίαν τὴν θείαν Χάριν ἐν τοῖς ἔργοις ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τοῦ γενέσθαι τὸν Θεὸν ἡμῶν συνεργὸν καὶ ἀντιλήπτορα, ἐν οἷς κατὰ τὸν θεῖον αὐτοῦ φωτισμὸν πράττομεν ἀγαθοῖς, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον και διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.

Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης ἐνδόξου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Ὁ Ἱερεύς· Ὅτι πρέπει σοι πᾶσα δόξα τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ Χορός· Ἀμήν.

Ὁ Ἱερεύς· Εἰρήνη πᾶσι.

Ὁ Χορός· Καὶ τῷ πνεύματί σου.

Ὁ Διάκονος· Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.

Ὁ Χορός· Σοί, Κύριε.

Ὁ Ἱερεὺς (χαμηλῇ τῇ φωνῇ).

Κλῖνον Κύριε τὸ οὖς σου καὶ ἐπάκουσον ἡμῶν, ὁ ἐν Ἰορδάνῃ βαπτισθῆναι καταδεξάμενος καὶ ἁγιάσας τὰ ὕδατα· καὶ εὐλόγησον πάντας ἡμᾶς, τοὺς διὰ τῆς κλίσεως τοῦ ἑαυτῶν αὐχένος σημαίνοντας τὸ τῆς δουλείας πρόσχημα· καὶ καταξίωσον ἡμᾶς ἐμπλησθῆναι τοῦ ἁγιασμοῦ σου διὰ τῆς τοῦ ὕδατος τούτου μεταλήψεώς τε καὶ ῥαντισμοῦ καὶ γενέσθω ἡμῖν, Κύριε, εἰς ὑγίειαν ψυχῆς τε καὶ σώματος.

Ἐκφώνως

Σὺ γὰρ εἶ ὁ ἁγιασμὸς τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν καὶ σοὶ τὴν δόξαν καὶ εὐχαριστίαν καὶ προσκύνησιν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ Χορός· Ἀμήν.

Ὁ Ἱερεύς, βαπτίζων τόν τίμιον Σταυρὸν ἐν τῷ ὕδατι ψάλλει ἐκ γ´.

Ἦχος α´.

Σῶσον Κύριε τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς Βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων, διὰ τοῦ Σταυροῦ σου πολίτευμα.

Εἶτα ῥαντίζων σταυροειδῶς ψάλλει.

Ἦχος β´.

Τῶν σῶν δωρεῶν ἀξίους ἡμᾶς ποίησον, Θεοτόκε Παρθένε, παρορῶσα τὰ πλημμελήματα ἡμῶν, καὶ παρέχουσα ἰάματα, τοῖς ἐν πίστει λαμβάνουσι, τὴν εὐλογίαν σου, Ἄχραντε.

Ὁ Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.

Ὁ Ἱερεὺς τὴν Εὐχήν.

Δέσποτα Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ ἀῤῥήτῳ φιλανθρωπίᾳ τὸ γένος τῶν ἀνθρώπων ἐπισκεψάμενος καὶ πᾶσι τοῖς δεομένοις σου τὴν σὴν εὐλογίαν ἐπιχορηγήσας, σοῦ δεόμεθα καὶ σὲ παρακαλοῦμεν, ἔπιδε καὶ νῦν ἐπὶ τὸν δοῦλόν σου (τόνδε), τὸν ἑλόμενον ἐν τῷ κράτει τῆς ἰσχύος σου τραπῆναι εἰς ἐργασίαν πρὸς πορισμὸν καὶ εὐλόγησον αὐτόν τε καὶ τὰ ἔργα αὐτοῦ. Τήρησον αὐτὸν ἀνεπηρέαστον παντὸς κακοῦ, ἐπιδαψιλεύων αὐτῷ τε καὶ τοῖς ἐνταῦθα ἐργαζομένοις εἰρήνην, ἀγάπην, ὁμόνοιαν καὶ δικαιοσύνην. Πάρεχε τῷ δούλῳ σου τούτῳ πλούσια τὰ ἐλέη σου καὶ κατεύθυνον τά διαβήματα αὐτοῦ εἰς πᾶν ἔργον ἀγαθόν. Ὅτι Θεὸς ἐλέους, οἰκτιρμῶν καὶ φιλανθρωπίας ὑπάρχεις καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ἀπόλυσις

Δόξα σοι, ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι.

Ὁ Διάκονος· Δόξα... Καὶ νῦν... Κύριε ἐλέησον (γ´). Πάτερ ἅγιε, εὐλόγησον.

Ὁ Ἱερεὺς

Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναγίας αὐτοῦ Μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου ἐνδόξου προφήτου προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, καὶ πάντων τῶν ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.

Δι᾿ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν...

Ὁ Χορός· Ἀμήν.

ΑΚΟΛΟΥΘΙΑ ΕΠΙ Τῌ ΕΝΑΡΞΕΙ ΠΑΝΤΟΣ ΚΟΙΝΩΦΕΛΟΥΣ ΕΡΓΟΥ

Ὁ Διάκονος· Εὐλόγησον, Δέσποτα.

Ὁ Ἱερεύς· Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ Χορός· Ἀμήν.

Καὶ τὰ ἑπόμενα Τροπάρια.

Ἦχος πλ. δ´.

Ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, ὁ ποιῶν ἀεὶ μεθ᾿ ἡμῶν κατὰ τὴν σὴν ἐπιείκειαν, μὴ ἀποστήσῃς τὸ ἔλεός σου ἀφ᾿ ἡμῶν, ἀλλὰ ταῖς αὐτῶν ἱκεσίαις, ἐν εἰρήνῃ κυβέρνησον τὴν ζωὴν ἡμῶν.

Δόξα. Καὶ νῦν. Ἦχος πλ. δ´.

Παναγία Θεοτόκε Παρθένε, τῶν χειρῶν ἡμῶν τὰ ἔργα κατεύθυνον, καὶ συγχώρησιν τῶν πταισμάτων ἡμῶν αἴτησαι, ἐν τῷ ψάλλειν ἡμᾶς τῶν Ἀγγέλων τὸν ὕμνον.

Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς (ἐκ γ´).

Δόξα... Καὶ νῦν... Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

Ὁ Διάκονος· Δύναμις.

Ὁ Χορός· Ἅγιος ὁ Θεός...

Ὁ Διάκονος· Πρόσχωμεν.

Ὁ Ἀναγνώστης· Προκείμενον

Ἔλεος καὶ ἀλήθεια συνήντησαν, δικαιοσύνη καὶ εἰρήνη κατεφίλησαν.

Στίχ. Εὐδόκησας, Κύριε, τὴν γῆν σου.

Ὁ Διάκονος· Σοφία.

Ὁ Ἀναγνώστης· Πρὸς Τίτον ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα. (Κεφ. γ´ 8–11, 14)

Ὁ Διάκονος· Πρόσχωμεν.

Ὁ Ἀναγνώστης

Τέκνον Τίτε, πιστὸς ὁ λόγος· καὶ περὶ τούτων βούλομαί σε διαβεβαιοῦσθαι, ἵνα φροντίζωσιν καλῶν ἔργων προΐστασθαι οἱ πεπιστευκότες τῷ Θεῷ. Ταῦτά ἐστιν καλὰ καὶ ὠφέλιμα τοῖς ἀνθρώποις· μωρὰς δὲ συζητήσεις καὶ γενεαλογίας καὶ ἔριν καὶ μάχας νομικὰς περιΐστατο, εἰσὶν γὰρ ἀνωφελεῖς καὶ μάταιοι. Αἱρετικὸν ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν νουθεσίαν παραιτοῦ, εἰδὼς ὅτι ἐξέστραπται ὁ τοιοῦτος καὶ ἁμαρτάνει ὤν αὐτοκατάκριτος. Μανθανέτωσαν δὲ οἱ ἡμέτεροι καλῶν ἔργων προΐστασθαι εἰς τὰς ἀναγκαίας χρείας, ἵνα μὴ ὦσιν ἄκαρποι.

Ὁ Ἱερεύς· Εἰρήνη σοι τῷ ἀναγινώσκοντι.

Ὁ Χορός· Ἀλληλούϊα (γ´).

Ὁ Διάκονος· Σοφία· ὀρθοί· ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.

Ὁ Ἱερεύς· Εἰρήνη πᾶσι.

Ὁ Χορός· Καὶ τῷ πνεύματί σου.

Ὁ Ἱερεύς· Ἐκ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελίου...(Κεφ. ε´ 13–17)

Ὁ Διάκονος· Πρόσχωμεν.

Ὁ Ἱερεὺς

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Ὑμεῖς ἐστε τὸ ἅλας τῆς γῆς· ἐὰν δὲ τὸ ἅλας μωρανθῇ, ἐν τίνι ἁλισθήσεται; Εἰς οὐδὲν ἰσχύει ἔτι εἰ μὴ βληθῆναι ἔξω καὶ καταπατεῖσθαι ὑπὸ τῶν ἀνθρώπων. Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου· οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη· οὐδὲ καίουσι λύχνον καὶ τιθέασιν αὐτὸν ὑπὸ τὸν μόδιον, ἀλλ᾿ ἐπὶ τὴν λυχνίαν καὶ λάμπει πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ. Οὕτω λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα καὶ δοξάσωσι τὸν πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας· οὐκ ἦλθον καταλῦσαι, ἀλλὰ πληρῶσαι.

Ὁ Χορός· Δόξα σοι, Κύριε, δόξα σοι.

Ὁ Διάκονος· Ἐν εἰρήνῃ, τοῦ Κυρίου δεηθῶμεν.

Ὁ Χορὸς (καθ᾿ ἑκάστην δέησιν)· Κύριε, ἐλέησον.

Ὁ Διάκονος· Ὑπὲρ τῆς ἄνωθεν εἰρήνης καὶ τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν καὶ τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (τοῦ δεῖνος), τοῦ τιμίου πρεσβυτερίου τῆς ἐν Χριστῷ διακονίας παντὸς τοῦ κλήρου καὶ τοῦ λαοῦ, τοῦ Κυρίου δεηθῶμεν.

(Ὑπὲρ τοῦ εὐσεβοῦς ἡμῶν ἔθνους, πάσης Ἀρχῆς καὶ ἐξουσίας ἐν τῷ Κράτει ἡμῶν καὶ τοῦ κατὰ ξηράν, θάλασσαν καὶ ἀέρα φιλοχρίστου Στρατοῦ τοῦ Κυρίου δεηθῶμεν).

Ὑπὲρ τοῦ ἁγιασθῆναι τὸ ὕδωρ τοῦτο, τῇ δυνάμει καὶ ἐνεργείᾳ καὶ ἐπιφοιτήσει τοῦ Ἁγίου Πνεύματος, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τοῦ καταπεμφθῆναι ἡμῖν πλουσίαν τὴν θείαν Χάριν ἐν τοῖς ἔργοις ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τοῦ γενέσθαι ἡμῖν τὸν Θεὸν ἡμῶν συνεργὸν καὶ ἀντιλήπτορα, ἐν οἷς κατὰ τὸν θεῖον αὐτοῦ φωτισμὸν πράττομεν ἀγαθοῖς, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.

Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης ἐνδόξου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Ὁ Ἱερεύς· Ὅτι πρέπει σοι πᾶσα δόξα τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ Χορός· Ἀμήν.

Ὁ Ἱερεύς· Εἰρήνη πᾶσι.

Ὁ Χορός· Καὶ τῷ πνεύματί σου.

Ὁ Διάκονος· Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.

Ὁ Χορός· Σοί, Κύριε.

Ὁ Ἱερεὺς (χαμηλῇ τῇ φωνῇ).

Κλῖνον, Κύριε τὸ οὖς σου καὶ ἐπάκουσον ἡμῶν, ὁ ἐν Ἰορδάνῃ βαπτισθῆναι καταδεξάμενος καὶ ἁγιάσας τὰ ὕδατα· καὶ εὐλόγησον πάντας ἡμᾶς, τοὺς διὰ τῆς κλίσεως τοῦ ἑαυτῶν αὐχένος σημαίνοντας τὸ τῆς δουλείας πρόσχημα· καὶ καταξίωσον ἡμᾶς ἐμπλησθῆναι τοῦ ἁγιασμοῦ σου διὰ τῆς τοῦ ὕδατος τούτου μεταλήψεώς τε καὶ ῥαντισμοῦ καὶ γενέσθω ἡμῖν, Κύριε, εἰς ὑγίειαν ψυχῆς τε καὶ σώματος.

Ἐκφώνως

Σὺ γὰρ εἶ ὁ ἁγιασμὸς τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν καὶ σοὶ τὴν δόξαν καὶ εὐχαριστίαν καὶ προσκύνησιν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ Χορός· Ἀμήν.

Ὁ Ἱερεύς, βαπτίζων τόν τίμιον Σταυρὸν ἐν τῷ ὕδατι, ψάλλει ἐκ γ´.

Ἦχος α´.

Σῶσον, Κύριε τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς Βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων, διὰ τοῦ Σταυροῦ σου πολίτευμα.

Εἶτα ῥαντίζων σταυροειδῶς, ψάλλει. Ἦχος β´.

Τῶν σῶν δωρεῶν ἀξίους ἡμᾶς ποίησον, Θεοτόκε Παρθένε, παρορῶσα τὰ πλημμελήματα ἡμῶν, καὶ παρέχουσα ἰάματα τοῖς ἐν πίστει λαμβάνουσι, τὴν εὐλογίαν σου, Ἄχραντε.

Ὁ Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.

Ὁ Ἱερεὺς τὴν Εὐχήν.

Κύριε Ἰησοῦ Χριστέ, ὁ ἐνανθρωπήσας Θεὸς ἡμῶν, ὁ ἐν κόπῳ καὶ μόχθῳ γενόμενος καὶ τὰ ἡμέτερα ἐπιτηδεύματα ἐργασάμενος, ὁ καὶ τοὺς Ἁγίους Ἀποστόλους ἀπὸ τῆς ἐργασίας καλέσας, ἵνα ταύτην εὐλογῶν ἁγιάσῃς, αὐτὸς Κύριε, ὁ πρῶτος ἐν ἡμῖν ἐργάτης καὶ τεχνουργός, εὐλόγησον ἡμᾶς καὶ τὰ ἔργα ἡμῶν ταῦτα, ὧν ἐν τῷ ὀνόματί σου καταρχόμεθα σήμερον, ἵνα ταῦτα ταχὺ καὶ αἰσίως εἰς πέρας ἀγάγωμεν. Φώτισον δὲ ἡμῶν τὴν διάνοιαν καὶ ἐνίσχυσον ἡμῶν τοὺς βραχίονας, ἵνα πάντοτε τὸ ἀγαθὸν πράττωμεν καὶ τὰ ἔργα τοῦ φωτὸς ἔργαζώμεθα εἰς διακονίαν τοῦ λαοῦ σου καὶ εἰς δόξαν σὴν καὶ τοῦ Πατρὸς καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ἡ Ἀπόλυσις ὡς συνήθως.

ΑΚΟΛΟΥΘΙΑ ΕΠΙ ΘΕΜΕΛΙΩΣΕΙ ΕΚΚΛΗΣΙΑΣ

Μετὰ τὴν θείαν Λειτουργίαν, ἐξέρχονται οἱ πιστοὶ μετὰ τοῦ ἱεροῦ Κλήρου, λιτανεύοντες μετὰ τῶν ἑξαπτερύγων καὶ τῶν ἱερῶν εἰκόνων καὶ ψάλλοντες τὸ Ἀπολυτίκιον τοῦ Ἁγίου, ἐπ᾿ ὀνόματι τοῦ ὁποίου τιμᾶται ὁ θεμελιούμενος ναός, ὅταν δὲ ἔλθωσιν ἐπὶ τόν καθωρισμένον τόπον, τελεῖται Ἁγιασμός, κατὰ τὴν ὡς ἕπεται τάξιν.

Ὁ Διάκονος· Εὐλόγησον, Δέσποτα.

Ὁ Ἱερεύς· Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε...

Ὁ Χορός· Ἀμήν.

Τὸ Ἀπολυτίκιον τοῦ Ἁγίου, εἰς τὸ ὄνομα τοῦ ὁποίου ὁ Ναὸς μέλλει ἀνεγείρεσθαι, εἶτα δὲ τὸ παρὸν Θεοτοκίον.

Δόξα. Καὶ νῦν. Ἦχος πλ. δ´.

Παναγία Θεοτόκε Παρθένε, τῶν χειρῶν ἡμῶν τὰ ἔργα κατεύθυνον, καὶ συγχώρησιν τῶν πταισμάτων ἡμῶν αἴτησαι, ἐν τῷ ψάλλειν ἡμᾶς τῶν Ἀγγέλων τὸν ὕμνον.

Εἶτα τὸ Ἅγιος ὁ Θεός... ὡς συνήθως.

Ὁ Διάκονος· Πρόσχωμεν.

Ὁ Ἀναγνώστης· Οἰκοδομήσει Κύριος τὴν Σιὼν καὶ ὀφθήσεται ἐν τῇ δόξῃ αὐτοῦ.

Στίχ. Λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν Κύριον.

Ὁ Διάκονος· Σοφία.

Ὁ Ἀναγνώστης· Πράξεων τῶν Ἀποστόλων τὸ Ἀνάγνωσμα. (Κεφ. ζ´ 44–47)

Ὁ Διάκονος· Πρόσχωμεν.

Ὁ Ἀναγνώστης

Ἀδελφοί, ἡ σκηνὴ τοῦ μαρτυρίου ἦν τοῖς πατράσιν ἡμῶν ἐν τῇ ἐρήμῳ, καθὼς διετάξατο ὁ λαλῶν τῷ Μωϋσῇ ποιῆσαι αὐτὴν κατὰ τὸν τύπον ὃν ἑωράκει· ἣν καὶ εἰσήγαγον διαδεξάμενοι οἱ πατέρες ἡμῶν μετὰ Ἰησοῦ ἐν τῇ κατασχέσει τῶν ἐθνῶν ὧν ἔξωσεν ὁ Θεὸς ἀπὸ προσώπου τῶν πατέρων ἡμῶν, ἕως τῶν ἡμερῶν Δαυΐδ· ὃς εὗρε χάριν ἐνώπιον τοῦ Θεοῦ καὶ ᾐτήσατο εὑρεῖν σκήνωμα τῷ Θεῷ Ἰακώβ. Σολομὼν δὲ ᾠκοδόμησεν αὐτῷ οἶκον.

Ὁ Ἱερεύς· Εἰρήνη σοι τῷ ἀναγινώσκοντι.

Ὁ Χορός· Ἀλληλούϊα (γ´).

Ὁ Διάκονος· Σοφία· ὀρθοί· ἀκούσωμεν τοῦ Ἁγίου Εὐαγγελίου.

Ὁ Ἱερεύς· Εἰρήνη πᾶσι.

Ὁ Χορός· Καί τῷ πνεύματί σου.

Ὁ Ἱερεύς· Ἐκ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελίου τὸ Ἀνάγνωσμα. (Κεφ. ις´ 13–19)

Ὁ Διάκονος· Πρόσχωμεν.

Ὁ Ἱερεὺς

Τῷ καιρῷ ἐκείνῳ ἐλθὼν ὁ Ἰησοῦς εἰς τὰ μέρη Καισαρείας τῆς Φιλίππου ἠρώτα τοὺς μαθητὰς αὐτοῦ λέγων· Τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι τὸν υἱὸν τοῦ ἀνθρώπου; Οἱ δὲ εἶπον· Οἱ μὲν Ἰωάννην τὸν Βαπτιστήν, ἄλλοι δὲ Ἠλίαν, ἕτεροι δὲ Ἱερεμίαν ἢ ἕνα τῶν προφητῶν. Λέγει αὐτοῖς· Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; Ἀποκριθεὶς δὲ Σίμων Πέτρος εἶπε· Σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος. καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτῷ· Μακάριος εἶ, Σίμων Βαριωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ σοι, ἀλλ᾿ ὁ πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς. Κἀγὼ δέ σοι λέγω ὅτι σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς. Καί δώσω σοι τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν, καὶ ὃ ἐὰν δήσῃς ἐπὶ τῆς γῆς, ἔσται δεδεμένον ἐν τοῖς οὐρανοῖς καὶ ὃ ἐὰν λύσῃς ἐπὶ τῆς γῆς, ἔσται λελυμένον ἐν τοῖς οὐρανοῖς.

Ὁ Χορός· Δόξα σοι, Κύριε, δόξα σοι.

Ὁ Διάκονος· Ἐν εἰρήνῃ, τοῦ Κυρίου δεηθῶμεν.

Ὁ Χορός, (καθ᾿ ἑκάστην δέησιν)· Κύριε, ἐλέησον.

Ὁ Διάκονος· Ὑπὲρ τῆς ἄνωθεν εἰρήνης καὶ τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν καὶ τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (τοῦ δεῖνος), τοῦ τιμίου πρεσβυτερίου τῆς ἐν Χριστῷ διακονίας παντὸς τοῦ κλήρου καὶ τοῦ λαοῦ, τοῦ Κυρίου δεηθῶμεν.

(Ὑπὲρ τοῦ εὐσεβοῦς ἡμῶν ἔθνους, πάσης Ἀρχῆς καὶ ἐξουσίας ἐν τῷ Κράτει ἡμῶν καὶ τοῦ κατὰ ξηράν, θάλασσαν καὶ ἀέρα φιλοχρίστου Στρατοῦ τοῦ Κυρίου δεηθῶμεν).

Ὑπὲρ τοῦ ἁγιασθῆναι τὸ ὕδωρ τοῦτο, τῇ δυνάμει καὶ ἐνεργείᾳ καὶ ἐπιφοιτήσει τοῦ Ἁγίου Πνεύματος, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τοῦ ἔργου τῶν χειρῶν ἡμῶν καὶ τοῦ αἰσίως καὶ ταχὺ ἀχθῆναι τοῦτο εἰς πέρας, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον και διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.

Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης ἐνδόξου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Ὁ Χορός· Σοί, Κύριε.

Ὁ Ἱερεύς· Ὅτι πρέπει σοι πᾶσα δόξα τιμὴ καὶ προσκύνησις τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ Χορός· Ἀμήν.

Ὁ Ἱερεύς· Εἰρήνη πᾶσι.

Ὁ Χορός· Καὶ τῷ πνεύματί σου.

Ὁ Διάκονος· Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.

Ὁ Ἱερεὺς (χαμηλῇ τῇ φωνῇ).

Κλῖνον, Κύριε, τὸ οὖς σου καὶ ἐπάκουσον ἡμῶν, ὁ ἐν Ἰορδάνῃ βαπτισθῆναι καταδεξάμενος καὶ ἁγιάσας τὰ ὕδατα· καὶ εὐλόγησον πάντας ἡμᾶς, τοὺς διὰ τῆς κλίσεως τοῦ ἑαυτῶν αὐχένος σημαίνοντας τὸ τῆς δουλείας πρόσχημα· καὶ καταξίωσον ἡμᾶς ἐμπλησθῆναι τοῦ ἁγιασμοῦ σου διὰ τῆς τοῦ ὕδατος τούτου μεταλήψεώς τε καὶ ῥαντισμοῦ καὶ γενέσθω ἡμῖν, Κύριε, εἰς ὑγίειαν ψυχῆς τε καὶ σώματος.

Ἐκφώνως

Σὺ γὰρ εἶ ὁ ἁγιασμὸς τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν καὶ σοὶ τὴν δόξαν καὶ εὐχαριστίαν καὶ προσκύνησιν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ Χορός· Ἀμήν.

Ὁ Ἱερεύς, βαπτίζων τόν τίμιον Σταυρὸν ἐν τῷ ὕδατι ψάλλει ἐκ γ´.

Ἦχος α´.

Σῶσον, Κύριε, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς Βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων, διὰ τοῦ Σταυροῦ σου πολίτευμα.

Εἶτα ῥαντίζων σταυροειδῶς καὶ προσφέρων τὸν Τίμιον Σταυρὸν εἰς προσκύνησιν, ψάλλει·

Ἦχος β´.

Τῶν σῶν δωρεῶν ἀξίους ἡμᾶς ποίησον, Θεοτόκε Παρθένε, παρορῶσα τὰ πλημμελήματα ἡμῶν, καὶ παρέχουσα ἰάματα τοῖς ἐν πίστει λαμβάνουσι, τὴν εὐλογίαν σου, Ἄχραντε.

Ὁ Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.

Ὁ Χορός· Κύριε, ἐλέησον.

Ὀ Ἱερεὺς τὴν Εὐχήν.

Μέγας εἶ, Κύριε ὁ Θεὸς ἡμῶν, ὁ ἄναρχος καὶ αἰώνιος, ὁ ἐκ μὴ ὄντων εἰς τὸ εἶναι παραγαγὼν τὰ σύμπαντα, ὁ ἐν σοφίᾳ τὴν γῆν θεμελιώσας καὶ στερεώσας τοὺς οὐρανοὺς ἐν φρονήσει. Σύ, Παντοκράτορ, ἀπερινόητε καὶ ἀπερίληπτε, ὁ ἔχων θρόνον οὐρανὸν καὶ ὑποπόδιον τὴν γῆν, ηὐδόκησας κατοικεῖν ἐν ἡμῖν καὶ ἐμπεριπατεῖν τῷ λαῷ σου· καὶ ἔδωκας τῷ Μωϋσῇ πρόσταγμα καὶ ὑπογραμμόν, καὶ τῷ Βεσελεὴλ ἐνέθηκας πνεῦμα σοφίας, καὶ ἱκάνωσας αὐτοὺς πρὸς ἀπαρτισμὸν τῆς σκηνῆς τοῦ μαρτυρίου· τῷ δὲ Σολομῶντι ἔδωκας φρόνησιν καὶ σοφίαν πολλὴν καὶ ᾠκοδόμησεν οἶκον ἐν τῷ ὀνόματί σου. Καί ἠγάπησας, Κύριε, καὶ ἡγίασας τὰ σκηνώματά σου, καὶ ᾑρετίσω κατοικεῖν ἐν αὐτοῖς, καὶ εἰσακούειν ἐκεῖ τῶν δεήσεων τῶν δούλων σου ἡμέρας καὶ νυκτός. Ἐπὶ σὲ τοίνυν καὶ ἡμεῖς σήμερον, τὸν θεμελιοῦντα τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, τὸν ναὸν τοῦτον τῆς δόξης σου ἑδράζομεν, Κύριε, καὶ σὲ ἱκετεύομεν καὶ παρακαλοῦμεν· Στερέωσον, ὁ Θεός, τὴν Ἐκκλησίαν, ἣν ἐκτήσω τῷ τιμίῳ αἵματι τοῦ μονογενοῦς σου Υἱοῦ, στερέωσον καὶ τὸν οἶκον τοῦτον εἰς αἰῶνα αἰῶνος· τοὺς θεμελίους αὐτοῦ ἀῤῥαγεῖς καὶ ἀσαλεύτους διατήρησον καὶ τέλειον τοῦτον ἀνάδειξον, ὅπως ἂν καὶ ἐν αὐτῷ πανευφήμοις ᾠδαῖς καὶ ἀπαύστοις δοξολογίαις ἀνυμνῶμέν σε τὸν ἀληθινὸν Θεὸν ἡμῶν, ᾧ πρέπει πᾶς ὕμνος, εὐχαριστία καὶ δόξᾳ, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εἶτα λαβὼν ὁ ἱερεὺς ἕνα τῶν λίθων καὶ σταυρὸν ἐπ᾿ αὐτὸν χαράξας, αὐτὸς ἰδίαις χερσὶ τίθησι τοῦτον ἐν τῷ θεμελίῳ, λέγων.

Ἐπὶ τὴν ἀσάλευτον, Χριστέ, πέτραν τῶν ἐντολῶν σου, τὴν Ἐκκλησίαν σου στερέωσον.

Εἶθ᾿ οὕτως ἄρχονται κτίζοντες οἱ τεχνῖται.

Καὶ ποιεῖ ὁ Ἱερεὺς τὴν συνήθη Ἀπόλυσιν.

ΑΚΟΛΟΥΘΙΑ ΕΠΙ ΘΕΜΕΛΙΩΣΕΙ ΣΧΟΛΕΙΟΥ

Παρατεταγμένων τῶν μαθητῶν ὑπὸ τῶν διδασκάλων αὐτῶν ἐπὶ τὸν τόπον ἔνθα μέλλει ἀνεγείρεσθαι τὸ διδακτήριον τῶν τε ἀρχόντων ἑστώτων ἐν τῇ οἰκείᾳ θέσει καὶ τοῦ λαοῦ, ἔρχεται ὁ ἱερὸς Κλῆρος καὶ τελεῖται Ἁγιασμός, κατὰ τὴν ὡς ἕπεται τάξιν.

Ὁ Διάκονος· Εὐλόγησον, Δέσποτα.

Ὁ Ἱερεύς· Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ Χορός· Ἀμήν.

Τὸ Ἀπολυτίκιον τοῦ Ἁγίου τοῦ Ναοῦ τῆς ἐνορίας, εἶτα.

Δόξα. Καὶ νῦν. Ἦχος πλ. δ´.

Παναγία Θεοτόκε Παρθένε, τῶν χειρῶν ἡμῶν τὰ ἔργα κατεύθυνον, καὶ συγχώρησιν τῶν πταισμάτων ἡμῶν αἴτησαι, ἐν τῷ ψάλλειν ἡμᾶς τῶν Ἀγγέλων τὸν ὕμνον.

Εἶτα τὸ Ἅγιος ὁ Θεός, ὡς συνήθως.

Ὁ Διάκονος· Πρόσχωμεν.

Ὁ Ἀναγνώστης· Τοῦ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς.

Στίχ. Αὐτὸς ἐπὶ θαλασσῶν ἐθεμελίωσεν αὐτήν.

Ὁ Διάκονος· Σοφία.

Ὁ Ἀναγνώστης· Πρὸς Κορινθίους Α´ Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα. (Κεφ. γ´ 9–11)

Ὁ Διάκονος· Πρόσχωμεν.

Ὁ Ἀναγνώστης

Ἀδελφοί, Θεοῦ γεώργιον, Θεοῦ οἰκοδομή ἐστε. Κατὰ τὴν χάριν τοῦ Θεοῦ τὴν δοθεῖσάν μοι ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον τέθεικα, ἄλλος δὲ ἐποικοδομεῖ· ἕκαστος δὲ βλεπέτω πῶς ἐποικοδομεῖ· θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὃς ἐστιν Ἰησοῦς Χριστὸς.

Ὁ Ἱερεύς· Εἰρήνη σοι τῷ ἀναγινώσκοντι.

Ὁ Χορός· Ἀλληλούϊα (γ´).

Ὁ Διάκονος· Σοφία· ὀρθοί· ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.

Ὁ Ἱερεύς· Εἰρήνη πᾶσι.

Ὁ Χορός· Καί τῷ πνεύματί σου.

Ὁ Ἱερεύς· Ἐκ τοῦ κατὰ Ματθαῖον Ἁγίου Εὐαγγελίου τὸ Ἀνάγνωσμα. (Κεφ. ζ´ 24–25)

Ὁ Διάκονος· Πρόσχωμεν.

Ὁ Ἱερεὺς

Εἶπεν ὁ Κύριος· πᾶς ὅστις ἀκούει μου τοὺς λόγους τούτους καὶ ποιεῖ αὐτούς, ὁμοιώσω αὐτὸν ἀνδρὶ φρονίμῳ, ὅστις ᾠκοδόμησε τὴν οἰκίαν αὐτοῦ ἐπὶ τὴν πέτραν· καὶ κατέβη ἡ βροχὴ καὶ ἦλθον οἱ ποταμοὶ καὶ ἔπνευσαν οἱ ἄνεμοι καὶ προσέπεσον τῇ οἰκίᾳ ἐκείνῃ, καὶ οὐκ ἔπεσε· τεθεμελίωτο γὰρ ἐπὶ τὴν πέτραν.

Ὁ Χορός· Δόξα σοι, Κύριε, δόξα σοι.

Ὁ Διάκονος· Ἐν εἰρήνῃ, τοῦ Κυρίου δεηθῶμεν.

Ὁ Χορὸς (καθ᾿ ἑκάστην δέησιν)· Κύριε, ἐλέησον.

Ὁ Διάκονος· Ὑπὲρ τῆς ἄνωθεν εἰρήνης καὶ τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν καὶ τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (τοῦ δεῖνος), τοῦ τιμίου πρεσβυτερίου τῆς ἐν Χριστῷ διακονίας, παντὸς τοῦ κλήρου καὶ τοῦ λαοῦ, τοῦ Κυρίου δεηθῶμεν.

(Ὑπὲρ τοῦ εὐσεβοῦς ἡμῶν ἔθνους, πάσης Ἀρχῆς καὶ ἐξουσίας ἐν τῷ Κράτει ἡμῶν καὶ τοῦ κατὰ ξηράν, θάλασσαν καὶ ἀέρα φιλοχρίστου Στρατοῦ τοῦ Κυρίου δεηθῶμεν).

Ὑπὲρ τοῦ ἁγιασθῆναι τὸ ὕδωρ τοῦτο, τῇ δυνάμει καὶ ἐπιφοιτήσει καὶ ἐνεργείᾳ τοῦ Ἁγίου Πνεύματος, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τοῦ ἔργου τῶν χειρῶν ἡμῶν, τοῦ ἀσάλευτον ἑδρασθῆναι τοῦτο ἐπὶ τὴν πέτραν τῆς πίστεως καὶ ταχὺ καὶ αἰσίως εἰς πέρας ἀχθῆναι, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τῶν ψυχῶν τῶν ἀειμνήστων διδασκάλων τοῦ Γένους ἡμῶν καὶ τῶν μεγάλων Εὐεργετῶν τῆς Παιδείας αὐτοῦ, τοῦ Κυρίου δεηθῶμεν.

Ὁ Χορός· Αἰωνία ἡ μνήμη αὐτῶν.

Ὁ Διάκονος· Ὑπὲρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.

Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης ἐνδόξου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Ὁ Χορός· Σοί, Κύριε.

Ὁ Ἱερεύς· Ὅτι πρέπει σοι πᾶσα δόξα τιμὴ καὶ προσκύνησις τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ Χορός· Ἀμήν.

Ὁ Ἱερεύς· Εἰρήνη πᾶσι.

Ὁ Χορός· Καὶ τῷ πνεύματί σου.

Ὁ Διάκονος· Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.

Ὁ Χορός· Σοί, Κύριε.

Ὁ Ἱερεύς, κλινόμενος, λέγει μυστικῶς τὴν Εὐχὴν ταύτην·

Κλῖνον Κύριε τὸ οὖς σου καὶ ἐπάκουσον ἡμῶν, ὁ ἐν Ἰορδάνῃ βαπτισθῆναι καταδεξάμενος καὶ ἁγιάσας τὰ ὕδατα· καὶ εὐλόγησον πάντας ἡμᾶς, τοὺς διὰ τῆς κλίσεως τοῦ ἑαυτῶν αὐχένος σημαίνοντας τὸ τῆς δουλείας πρόσχημα· καὶ καταξίωσον ἡμᾶς ἐμπλησθῆναι τοῦ ἁγιασμοῦ σου, διὰ τῆς τοῦ ὕδατος τούτου μεταλήψεώς τε καὶ ῥαντισμοῦ· καὶ γενέσθω ἡμῖν, Κύριε, εἰς ὑγίειαν ψυχῆς τε καὶ σώματος.

Ἐκφώνως

Σὺ γὰρ εἶ ὁ ἁγιασμὸς τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν καὶ σοὶ τὴν δόξαν καὶ εὐχαριστίαν καὶ προσκύνησιν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ Χορός· Ἀμήν.

Ὁ Ἱερεύς, λαβὼν τόν τίμιον Σταυρόν, εὐλογεῖ τὰ ὕδατα ἐκ τρίτου, κατάγων καὶ ἀνάγων αὐτὸν ὄρθιον καὶ ψάλλων·

Ἦχος α´.

Σῶσον, Κύριε, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς Βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων, διὰ τοῦ Σταυροῦ σου πολίτευμα.

Εἶτα ῥαντίζων σταυροειδῶς καὶ προσφέρων τὸν Τίμιον Σταυρὸν εἰς προσκύνησιν, ψάλλει.

Ἦχος β´.

Τῶν σῶν δωρεῶν ἀξίους ἡμᾶς ποίησον, Θεοτόκε Παρθένε, παρορῶσα τὰ πλημμελήματα ἡμῶν, καὶ παρέχουσα ἰάματα, τοῖς ἐν πίστει λαμβάνουσι, τὴν εὐλογίαν σου, Ἄχραντε.

Ὁ Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.

Ὁ Χορός· Κύριε, ἐλέησον.

Ὁ Ἱερεὺς

Ἐπάκουσον ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ἡ σοφία τοῦ Θεοῦ ἡ ἀνείκαστος, ὁ Λόγος τοῦ Πατρὸς ὁ προαιώνιος, ἡ πηγὴ τῆς σοφίας καὶ τῆς γνώσεως. Σοὶ γὰρ οἱ οὐρανοὶ ἐστερεώθησαν καὶ ἡ γῆ ἐθεμελιώθη, σὺ δὲ καὶ τὸν Σολομῶντα σοφίαν ἐδίδαξας καὶ τοὺς ἁλιεῖς Ἀποστόλους ἀνέδειξας, πνεῦμα σοφίας αὐτοῖς ἐμφυσήσας καὶ τὸ πῦρ τῆς θεότητος οὐρανόθεν παρὰ τοῦ Πατρὸς καταπέμψας. Σέ τοίνυν τὴν ἐνυπόστατον Σοφίαν καὶ Λόγον τοῦ Θεοῦ ἐπικαλούμεθα ἐν τῇδε τῇ ὥρᾳ καὶ σοῦ δεόμεθα, Κύριε· ἔπιδε ἐφ᾿ ἡμᾶς καὶ ἐπὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν καὶ ταχέως ἄγαγε ταῦτα εἰς αἴσιον πέρας. Τοῦ Ἔθνους ἡμῶν πρόστηθι, τὴν Ἐκκλησίαν σου στερέωσον, τοὺς διδασκάλους ἐν ἡμῖν ἐντίμους ἔχε καὶ δὸς αὐτοῖς τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν. Μνήσθητι, Κύριε, τῶν ἀοιδίμων Εὐεργετῶν τῆς παιδείας τοῦ Ἔθνους ἡμῶν καὶ τῶν μεγάλων Διδασκάλων αὐτοῦ· μνήσθητι τοῦ κόπου τῆς ἀγάπης αὐτῶν καὶ μὴ ἐπιλάθου τῆς αὐτῶν ἐπιποθήσεως καὶ τοῦ ζήλου ὑπὲρ τοῦ Γένους ἡμῶν. Σὺ γὰρ εἶ ὁ δοτὴρ παντὸς ἀγαθοῦ καὶ χορηγὸς πάσης σοφίας καὶ γνώσεως, καὶ σοὶ τὴν δόξαν καὶ εὐχαριστίαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εἶθ᾿ οὕτω τίθησιν ὁ Ἱερεὺς ἐν τῷ θεμελίῳ τὸν πρῶτον λίθον, λέγων·

Ἰδοὺ τίθημι ἐν Σιὼν λίθον ἀκρογωνιαῖον, ἐκλεκτόν, ἔντιμον, καὶ ὁ πιστεύων ἐπ᾿ αὐτῷ οὐ μὴ καταισχυνθῇ.

Ποιοῦντος δὲ αὐτοῦ τὴν Ἀπόλυσιν ἄρχονται κτίζοντες οἱ τεχνῖται.

ΑΚΟΛΟΥΘΙΑ ΕΠΙ ΘΕΜΕΛΙΩΣΕΙ ΠΑΝΤΟΣ ΚΤΙΣΜΑΤΟΣ

Ὁ Διάκονος· Εὐλόγησον, Δέσποτα.

Ὁ Ἱερεύς· Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ὁ Χορὸς τὰ ἑπόμενα Τροπάρια·

Ἦχος δ´.

Ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, ὁ ποιῶν ἀεὶ μεθ᾿ ἡμῶν κατὰ τὴν σὴν ἐπιείκειαν, μὴ ἀποστήσῃς τὸ ἔλεός σου ἀφ᾿ ἡμῶν, ἀλλὰ ταῖς αὐτῶν ἱκεσίαις, ἐν εἰρήνῃ κυβέρνησον τὴν ζωὴν ἡμῶν.

Δόξα. Καὶ νῦν. Ἦχος πλ. δ´.

Παναγία Θεοτόκε Παρθένε, τῶν χειρῶν ἡμῶν τὰ ἔργα κατεύθυνον, καὶ συγχώρησιν τῶν πταισμάτων ἡμῶν αἴτησαι, ἐν τῷ ψάλλειν ἡμᾶς τῶν Ἀγγέλων τὸν ὕμνον.

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἡμᾶς (ἐκ γ´).

Δόξα... Καὶ νῦν... κτλ.

Ὁ Διάκονος· Πρόσχωμεν.

Ὁ Ἀναγνώστης· Προκείμενον·

Κατ᾿ ἀρχὰς σύ, Κύριε, τὴν γῆν ἐθεμελίωσας καὶ ἔργα τῶν χειρῶν σου εἰσὶν οἱ οὐρανοί.

Στίχ. Οἰκοδομήσει Κύριος τὴν Σιὼν καὶ ὀφθήσεται ἐν τῇ δόξῃ αὐτοῦ.

Ὁ Διάκονος· Σοφία.

Ὁ Ἀναγνώστης· Πρὸς Κορινθίους Α´ Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα. (Κεφ. γ´ 9–11)

Ὁ Διάκονος· Πρόσχωμεν.

Ὁ Ἀναγνώστης

Ἀδελφοί, Θεοῦ γεώργιον, Θεοῦ οἰκοδομή ἐστε. Κατὰ τὴν χάριν τοῦ Θεοῦ τὴν δοθεῖσάν μοι ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον τέθεικα, ἄλλος δὲ ἐποικοδομεῖ· ἕκαστος δὲ βλεπέτω πῶς ἐποικοδομεῖ· θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὃς ἐστιν Ἰησοῦς Χριστός.

Ὁ Ἱερεύς· Εἰρήνη σοι τῷ ἀναγινώσκοντι.

Ὁ Χορός· Ἀλληλούϊα (ἐκ γ´).

Ὁ Διάκονος· Σοφία· ὀρθοί· ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.

Ὁ Ἱερεύς· Εἰρήνη πᾶσι.

Ὁ Χορός· Καί τῷ πνεύματί σου.

Ὁ Ἱερεύς· Ἐκ τοῦ κατὰ Ματθαῖον...(Κεφ. ζ´ 24–25)

Ὁ Διάκονος· Πρόσχωμεν.

Ὁ Ἱερεὺς

Εἶπεν ὁ Κύριος· πᾶς ὅστις ἀκούει μου τοὺς λόγους τούτους καὶ ποιεῖ αὐτούς, ὁμοιώσω αὐτὸν ἀνδρὶ φρονίμῳ, ὅστις ᾠκοδόμησε τὴν οἰκίαν αὐτοῦ ἐπὶ τὴν πέτραν· καὶ κατέβη ἡ βροχὴ καὶ ἦλθον οἱ ποταμοὶ καὶ ἔπνευσαν οἱ ἄνεμοι καὶ προσέπεσον τῇ οἰκίᾳ ἐκείνῃ, καὶ οὐκ ἔπεσε· τεθεμελίωτο γὰρ ἐπὶ τὴν πέτραν.

Ὁ Χορός· Δόξα σοι, Κύριε, δόξα σοι.

Ὁ Διάκονος· Ἐν εἰρήνῃ, τοῦ Κυρίου δεηθῶμεν.

Ὁ Χορός, (καθ᾿ ἑκάστην δέησιν)· Κύριε, ἐλέησον.

Ὁ Διάκονος· Ὑπὲρ τῆς ἄνωθεν εἰρήνης καὶ τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν καὶ τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (τοῦ δεῖνος), τοῦ τιμίου πρεσβυτερίου τῆς ἐν Χριστῷ διακονίας, παντὸς τοῦ κλήρου καὶ τοῦ λαοῦ, τοῦ Κυρίου δεηθῶμεν.

(Ὑπὲρ τοῦ εὐσεβοῦς ἡμῶν ἔθνους, πάσης Ἀρχῆς καὶ ἐξουσίας ἐν τῷ Κράτει ἡμῶν καὶ τοῦ κατὰ ξηράν, θάλασσαν καὶ ἀέρα φιλοχρίστου Στρατοῦ τοῦ Κυρίου δεηθῶμεν).

Ὑπὲρ τοῦ ἁγιασθῆναι τὸ ὕδωρ τοῦτο, τῇ δυνάμει καὶ ἐνεργείᾳ καὶ ἐπιφοιτήσει τοῦ Ἁγίου Πνεύματος, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τοῦ καταπεμφθῆναι ἡμῖν πλούσιαν τὴν θείαν Χάριν ἐν τοῖς ἔργοις ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τοῦ ἑδρασθῆναι τὸ ἔργον ἡμῶν τοῦτο ἐπὶ τὴν πέτραν τῆς πίστεως καὶ ἐπὶ τὸν ἀκρογωνιαῖον λίθον, ὅς ἐστιν Ἰησοῦς ὁ Χριστός, ἀσάλευτόν τε καὶ ἄσειστον διαμεῖναι εἰς τὸν αἰῶνα, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.

Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης ἐνδόξου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Ὁ Ἱερεύς· Ὅτι πρέπει σοι πᾶσα δόξα τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ Χορός· Ἀμήν.

Ὁ Ἱερεύς· Εἰρήνη πᾶσι.

Ὁ Χορός· Καὶ τῷ πνεύματί σου.

Ὁ Διάκονος· Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.

Ὁ Χορός· Σοί, Κύριε.

Ὁ Ἱερεὺς (χαμηλῇ τῇ φωνῇ).

Κλῖνον, Κύριε, τὸ οὖς σου καὶ ἐπάκουσον ἡμῶν, ὁ ἐν Ἰορδάνῃ βαπτισθῆναι καταδεξάμενος καὶ ἁγιάσας τὰ ὕδατα· καὶ εὐλόγησον πάντας ἡμᾶς, τοὺς διὰ τῆς κλίσεως τοῦ ἑαυτῶν αὐχένος σημαίνοντας τὸ τῆς δουλείας πρόσχημα· καὶ καταξίωσον ἡμᾶς ἐμπλησθῆναι τοῦ ἁγιασμοῦ σου, διὰ τῆς τοῦ ὕδατος τούτου μεταλήψεώς τε καὶ ῥαντισμοῦ καὶ γενέσθω ἡμῖν, Κύριε, εἰς ὑγίειαν ψυχῆς τε καὶ σώματος.

Ἐκφώνως

Σὺ γὰρ εἶ ὁ ἁγιασμὸς τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν καὶ σοὶ τὴν δόξαν καὶ εὐχαριστίαν καὶ προσκύνησιν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ Χορός· Ἀμήν.

Ὁ Ἱερεύς, βαπτίζων τόν Τίμιον Σταυρὸν ἐν τῷ ὕδατι, ψάλλει ἐκ γ´.

Σῶσον, Κύριε, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς Βασιλεῦσι, κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων, διὰ τοῦ Σταυροῦ σου πολίτευμα.

Εἶτα ῥαντίζων σταυροειδῶς, ψάλλει·

Ἦχος β´.

Τῶν σῶν δωρεῶν ἀξίους ἡμᾶς ποίησον, Θεοτόκε Παρθένε, παρορῶσα τὰ πλημμελήματα ἡμῶν, καὶ παρέχουσα ἰάματα τοῖς ἐν πίστει λαμβάνουσι, τὴν εὐλογίαν σου, Ἄχραντε.

Ὁ Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.

Ὁ Χορός· Κύριε, ἐλέησον.

Ὁ Ἱερεὺς τὴν Εὐχήν.

Ὁ Θεὸς ὁ παντοκράτωρ, ὁ στερεώσας τοὺς οὐρανοὺς ἐν συνέσει καὶ τὴν γῆν θεμελιώσας ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, ὁ διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἱδρύσας τὴν Ἐκκλησίαν καὶ ταύτην ἐπὶ τὴν πέτραν τῆς πίστεως οἰκοδομήσας, αὐτὸς Κύριε, ὁ μέγας ἀρχιτέκτων καὶ δομήτωρ, προνοητής τε καὶ συντηρητὴς τοῦ σύμπαντος κόσμου, ἐπίβλεψον ἐφ᾿ ἡμᾶς, καὶ εὐλόγησον τὰ ἔργα τῶν χειρῶν ἡμῶν. Ἐν τῷ σῷ ὀνόματι σήμερον θεμέλιον τίθεμεν καὶ τὴν σὴν δύναμιν πρὸς στερέωσιν αἰτούμεθα· οὐ γὰρ ἐπὶ τὴν ἄμμον τόν κόπον ἡμῶν κτίζομεν, ἀλλ᾿ ἐπὶ σὲ τὴν ἄσειστον πέτραν θεμελιοῦμεν, ἵνα ἐάν τε ἡ βροχὴ καταβῇ ἐάν τε οἱ ποταμοὶ ἔλθωσιν ἐάν τε οἱ ἄνεμοι πνεύσωσι, μὴ πέσῃ οὐδ᾿ οὐ μὴ σαλευθῇ. Εὐλόγησον ἐν εἰρήνῃ τὰ ἔργα ἡμῶν καὶ ἄγαγε ταῦτα εἰς αἴσιον πέρας, ὅτι οὐκ ἐν πυρὶ καὶ μαχαίρᾳ ἡ κατάσχεσις ἡμῶν, ἀλλ᾿ ἐν τιμίῳ ἱδρῶτι καὶ ἐν προστασίᾳ ἔργων καλῶν· αὕτη ἡ μερὶς τῆς κληρονομίας ἡμῶν εἰς αἰῶνα αἰῶνος. Σοῦ γὰρ ἀκούοντες, ταῦτα ἐν τῇ σῇ ἐργαζόμεθα δυνάμει, εἰς δόξαν σοῦ τοῦ Πατρὸς ἡμῶν τοῦ ἐν τοῖς οὐρανοῖς καὶ τοῦ μονογενοῦς σου Υἱοῦ καὶ δημιουργικοῦ σου Λόγου, καὶ τοῦ Ἁγίου καὶ ζωοποιοῦ σου Πνεύματος νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εἶθ᾿ οὕτω τίθησιν ὁ Ἱερεὺς ἐν τῷ θεμελίῳ τὸν πρῶτον λίθον, λέγων·

Ἰδοὺ τίθημι ἐν Σιὼν λίθον ἀκρογωνιαῖον, ἐκλεκτόν, ἔντιμον, καὶ ὁ πιστεύων ἐπ᾿ αὐτῷ οὐ μὴ καταισχυνθῇ.

Ποιοῦντος δὲ αὐτοῦ τὴν Ἀπόλυσιν ἄρχονται κτίζοντες οἱ τεχνῖται.

ΑΚΟΛΟΥΘΙΑ ΕΠΙ ΕΓΚΑΙΝΙΟΙΣ ΦΙΛΑΝΘΡΩΠΙΚΟΥ ΚΑΤΑΣΤΗΜΑΤΟΣ

Ὁ Διάκονος· Εὐλόγησον, Δέσποτα.

Ὁ Ἱερεύς· Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ὁ Χορός· Ἀμὴν καὶ τὰ ἑπόμενα Τροπάρια·

Ἦχος δ´.

Ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, ὁ ποιῶν ἀεὶ μεθ᾿ ἡμῶν, κατὰ τὴν σὴν ἐπιείκειαν, μὴ ἀποστήσῃς τὸ ἔλεός σου ἀφ᾿ ἡμῶν, ἀλλὰ ταῖς αὐτῶν ἱκεσίαις, ἐν εἰρήνῃ κυβέρνησον τὴν ζωὴν ἡμῶν.

Ἐὰν ᾖ Νοσοκομεῖον, ψάλλεται τὸ Ἀπολυτίκιον τῶν Ἁγίων Ἀναργύρων.

Ἦχος πλ. δ´.

Ἅγιοι Ἀνάργυροι καὶ θαυματουργοί, ἐπισκέψασθε τὰς ἀσθενείας ἡμῶν· δωρεὰν ἐλάβετε, δωρεὰν δότε ἡμῖν.

Δόξα. Καὶ νῦν. Ἦχος ὁ αὐτός.

Παναγία Θεοτόκε Παρθένε, τῶν χειρῶν ἡμῶν τὰ ἔργα κατεύθυνον, καὶ συγχώρησιν τῶν πταισμάτων ἡμῶν αἴτησαι, ἐν τῷ ψάλλειν ἡμᾶς τῶν Ἀγγέλων τὸν ὕμνον.

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἡμᾶς (ἐκ γ´).

Δόξα... Καὶ νῦν... κτλ.

Ὁ Διάκονος· Πρόσχωμεν.

Ὁ Ἀναγνώστης· Προκείμενον·

ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν.

Στίχ. Ὅτι θαυμαστὰ ἐποίησεν ὁ Κύριος.

Ὁ Διάκονος· Σοφία.

Ὁ Ἀναγνώστης· Πράξεων τῶν Ἀποστόλων τὸ Ἀνάγνωσμα. (Κεφ. ε´ 12–16)

Ὁ Διάκονος· Πρόσχωμεν.

Ὁ Ἀναγνώστης

Ἐν ταῖς ἡμέραις ἐκείναις διὰ τῶν χειρῶν τῶν Ἀποστόλων ἐγίνετο σημεῖα καὶ τέρατα ἐν τῷ λαῷ πολλά· καὶ ἦσαν ὁμοθυμαδὸν ἅπαντες ἐν τῇ στοᾷ Σολομῶντος· τῶν δὲ λοιπῶν οὐδεὶς ἐτόλμα κολλᾶσθαι αὐτοῖς, ἀλλ᾿ ἐμεγάλυνεν αὐτοὺς ὁ λαός· μᾶλλον δὲ προσετίθεντο πιστεύοντες τῷ Κυρίῳ πλήθη ἀνδρῶν τε καὶ γυναικῶν, ὥστε κατὰ τὰς πλατείας ἐκφέρειν τοὺς ἀσθενεῖς καὶ τιθέναι ἐπὶ κλινῶν καὶ κραβάττων, ἵνα ἐρχομένου Πέτρου κἄν ἡ σκιὰ ἐπισκιάσῃ τινὶ αὐτῶν. Συνήρχετο δὲ καὶ τὸ πλῆθος τῶν πέριξ πόλεων εἰς Ἱερουσαλήμ, φέροντες ἀσθενεῖς καὶ ὀχλουμένους ὑπὸ πνευμάτων ἀκαθάρτων, οἵτινες ἐθεραπεύοντο ἅπαντες.

Ὁ Ἱερεύς· Εἰρήνη σοι τῷ ἀναγινώσκοντι.

Ὁ Χορός· Ἀλληλούϊα (ἐκ γ´).

Ὁ Διάκονος· Σοφία· ὀρθοί· ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.

Ὁ Ἱερεύς· Εἰρήνη πᾶσι.

Ὁ Χορός· Καί τῷ πνεύματί σου.

Ὁ Ἱερεύς· Ἐκ τοῦ κατὰ Ἰωάννην... (Κεφ. ε´ 1–9)

Ὁ Διάκονος· Πρόσχωμεν.

Ὁ Ἱερεὺς

Τῷ καιρῷ ἐκείνῳ ἀνέβη ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα. Ἔστι δὲ ἐν τοῖς Ἱεροσολύμοις, ἐπὶ τῇ προβατικῇ, κολυμβήθρα ἡ ἐπιλεγομένη ἑβραϊστὶ Βηθεσδά, πέντε στοὰς ἔχουσα. Ἐν ταύταις κατέκειτο πλῆθος πολὺ τῶν ἀσθενούντων, τυφλῶν, χωλῶν, ξηρῶν, ἐκδεχομένων τὴν τοῦ ὕδατος κίνησιν. Ἄγγελος γὰρ κατὰ καιρὸν κατέβαινεν ἐν τῇ κολυμβήθρᾳ καὶ ἐτάραττε τὸ ὕδωρ· ὁ οὖν πρῶτος ἐμβὰς μετὰ τὴν ταραχὴν τοῦ ὕδατος ὑγιὴς ἐγίνετο ᾧ δήποτε κατείχετο νοσήματι. Ἦν δέ τις ἄνθρωπος ἐκεῖ τριάκοντα καὶ ὀκτὼ ἔτη ἔχων ἐν τῇ ἀσθενείᾳ αὐτοῦ. Τοῦτον ἰδὼν ὁ Ἰησοῦς κατακείμενον καὶ γνοὺς ὅτι πολὺν ἤδη χρόνον ἔχει, λέγει αὐτῷ· Θέλεις ὑγιὴς γενέσθαι; Ἀπεκρίθη αὐτῷ ὁ ἀσθενῶν· Κύριε, ἄνθρωπον οὐκ ἔχω, ἵνα ὅταν ταραχθῇ τὸ ὕδωρ, βάλῃ με εἰς τὴν κολυμβήθραν· ἐν ᾧ δὲ ἔρχομαι ἐγὼ, ἄλλος πρὸ ἐμοῦ καταβαίνει. Λέγει αὐτῷ ὁ Ἰησοῦς· Ἔγειραι, ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει. Καὶ εὐθέως ἐγένετο ὑγιὴς ὁ ἄνθρωπος, καὶ ἦρε τὸν κράβαττον αὐτοῦ καὶ περιεπάτει.

Ὁ Χορός· Δόξα σοι, Κύριε, δόξα σοι.

Ὁ Διάκονος· Ἐν εἰρήνῃ, τοῦ Κυρίου δεηθῶμεν.

Ὁ Χορός, (καθ᾿ ἑκάστην δέησιν)· Κύριε, ἐλέησον.

Ὁ Διάκονος· Ὑπὲρ τῆς ἄνωθεν εἰρήνης καὶ τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν, καὶ τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (τοῦ δεῖνος), τοῦ τιμίου πρεσβυτερίου τῆς ἐν Χριστῷ διακονίας παντὸς τοῦ κλήρου καὶ τοῦ λαοῦ, τοῦ Κυρίου δεηθῶμεν.

(Ὑπὲρ τοῦ εὐσεβοῦς ἡμῶν ἔθνους, πάσης Ἀρχῆς καὶ ἐξουσίας ἐν τῷ Κράτει ἡμῶν καὶ τοῦ κατὰ ξηράν, θάλασσαν καὶ ἀέρα φιλοχρίστου Στρατοῦ τοῦ Κυρίου δεηθῶμεν).

Ὑπὲρ τοῦ ἁγιασθῆναι τὸ ὕδωρ τοῦτο, τῇ δυνάμει καὶ ἐνεργείᾳ καὶ ἐπιφοιτήσει τοῦ Ἁγίου Πνεύματος, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τοῦ καταπεμφθῆναι ἡμῖν πλούσιαν τὴν Θείαν Χάριν ἐν τοῖς ἔργοις ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τοῦ γενέσθαι ἡμῖν τὸν Θεὸν ἡμῶν συνεργὸν καὶ ἀντιλήπτορα, ἐν οἷς κατὰ τὸν θεῖον αὐτοῦ φωτισμὸν πράττομεν ἀγαθοῖς, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τοῦ εὐαγοῦς Ἱδρύματος τούτου, τῶν Ἱδρυτῶν αὐτοῦ καὶ τῶν Εὐεργετῶν, καὶ πάντων τῶν ἔργῳ τε καὶ λόγῳ εἰσενεγκόντων ὑπὲρ τῆς συστάσεως αὐτοῦ, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τῶν συγκροτούντων τὴν Διοίκησιν τοῦ Ἱδρύματος τούτου καὶ πάντων τῶν ἐν αὐτῷ διακονούντων καὶ διακονουμένων, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον και διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.

Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης ἐνδόξου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Ὁ Ἱερεύς· Ὅτι πρέπει σοι πᾶσα δόξα τιμὴ καὶ προσκύνησις τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ Χορός· Ἀμήν.

Ὁ Ἱερεύς· Εἰρήνη πᾶσι.

Ὁ Χορός· Καὶ τῷ πνεύματί σου.

Ὁ Διάκονος· Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.

Ὁ Χορός· Σοί, Κύριε.

Ὁ Ἱερεὺς (χαμηλῇ τῇ φωνῇ).

Κλῖνον, Κύριε, τὸ οὖς σου καὶ ἐπάκουσον ἡμῶν, ὁ ἐν Ἰορδάνῃ βαπτισθῆναι καταδεξάμενος καὶ ἁγιάσας τὰ ὕδατα· καὶ εὐλόγησον πάντας ἡμᾶς, τοὺς διὰ τῆς κλίσεως τοῦ ἑαυτῶν αὐχένος σημαίνοντας τὸ τῆς δουλείας πρόσχημα· καὶ καταξίωσον ἡμᾶς ἐμπλησθῆναι τοῦ ἁγιασμοῦ σου διὰ τῆς τοῦ ὕδατος τούτου μεταλήψεώς τε καὶ ῥαντισμοῦ καὶ γενέσθω ἡμῖν, Κύριε, εἰς ὑγίειαν ψυχῆς τε καὶ σώματος.

Ἐκφώνως

Σὺ γὰρ εἶ ὁ ἁγιασμὸς τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν καὶ σοὶ τὴν δόξαν καὶ εὐχαριστίαν καὶ προσκύνησιν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ Χορός· Ἀμήν.

Ὁ Ἱερεύς, βαπτίζων τόν Τίμιον Σταυρὸν ἐν τῷ ὕδατι ψάλλει ἐκ γ´.

Ἦχος α´.

Σῶσον Κύριε τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς Βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων, διὰ τοῦ Σταυροῦ σου πολίτευμα.

Εἶτα ῥαντίζων σταυροειδῶς ψάλλει.

Ἦχος β´.

Τῶν σῶν δωρεῶν ἀξίους ἡμᾶς ποίησον, Θεοτόκε Παρθένε, παρορῶσα τὰ πλημμελήματα ἡμῶν, καὶ παρέχουσα ἰάματα τοῖς ἐν πίστει λαμβάνουσι, τὴν εὐλογίαν σου, Ἄχραντε.

Ὁ Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.

Ὁ Ἱερεὺς τὴν Εὐχήν.

Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ὁ ἰατρὸς καὶ ὁ ποιμήν, ὁ τὰ σωματικὰ καὶ ψυχικὰ πάθη τῶν ἀνθρώπων ἰώμενος, ὁ ἐλθὼν εἰς τὸν κόσμον, ἵνα ζητήσῃς καὶ σώσῃς τὸ ἀπολωλός, ὁ τοὺς κοπιῶντας καὶ πεφορτισμένους πρὸς σεαυτὸν καλῶν καὶ ἀναπαύων, ὁ τοὺς συντετριμμένους τὴν καρδίαν ἀνορθῶν καὶ τοῖς πτωχοῖς εὐαγγελιζόμενος εἰρήνην· αὐτὸς Κύριε, ἐπισκίασον ἡμῖν τῷ Ἁγίῳ σου Πνεύματι, ἐν τῷδε τῷ τοῦ ἐλέους καταστήματι καὶ τῷ τῆς ἀγάπης πανδοχείῳ. Τὴν σὴν εἰρήνην καὶ τὴν σὴν εὐλογίαν χάρισαι πᾶσιν ἡμῖν, τοῖς τε διακονοῦσι τοῖς τε διακονουμένοις ἐν τῷδε τῷ οἴκῳ καὶ πᾶσι τοῖς εἰς θεραπείαν τοῦ λαοῦ σου τεταγμένοις· δὸς αὐτοῖς, ἐν εἰλικρινείᾳ καὶ πίστει ἀληθεῖ, ἐν ἀγάπῃ τελείᾳ καὶ πνεύματι ζέοντι, τελεῖν τὰ ἑαυτῶν ἔργα, ἐν πᾶσι καὶ πάντοτε τὴν σὴν εἰκόνα ἐν τῷ ἀνθρώπῳ βλέποντας, ἐν τῷ σῷ ὀνόματι τοὺς πάσχοντας δεχομένους, καὶ κατὰ τὸν σὸν λόγον ἔλαιον καὶ οἶνον ἐπὶ τὰ ἄλγη αὐτῶν ἐπιχέοντας· οὐδὲν γὰρ ὡς ἀληθῶς, οὐδὲν ὠφελούμεθα, ἂν μὴ τὰ ἔργα ἡμῶν ἐν ἀγάπῃ τελῶμεν, ἐξόχως δὲ ταῦτα, τὰ εἰς θεραπείαν τῶν ἀδελφῶν ἡμῶν γινόμενα. Δώρησαι τοίνυν ἡμῖν τὴν ἀγάπην, ἵνα ταύτην καὶ λόγον καὶ τέλος ἐν τῷ βίῳ ἡμῶν ἔχωμεν καὶ ἵνα σὲ τὸν Χριστόν, τὴν ὄντως ἀγάπην, σχῶμεν κατοικοῦντα ἐν ταῖς καρδίαις ἡμῶν, ποιοῦντα ἐν ἡμῖν τὸ θέλειν καὶ τὸ ἐνεργεῖν ὑπὲρ τῆς εὐδοκίας, εἰς τὸ εἶναι ἡμᾶς πνευματοκινήτους καὶ θεοδιδάκτους εἰς τὸ ἀγαθόν· ἵνα ἡ δύναμις ἐν οἷς πράττομεν ᾖ ἐκ Θεοῦ καὶ μὴ ἐξ ἡμῶν, ἵνα τὰ σὰ ἐκ τῶν σῶν σοὶ προσφέρωμεν πάντοτε, εἰς δόξαν καὶ τιμὴν τοῦ ὑπερενδόξου ὀνόματός σου, καὶ τοῦ ἀνάρχου σου Πατρὸς καὶ τοῦ Ἁγίου Πνεύματος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ἡ Ἀπόλυσις ὡς συνήθως, ἐν τέλει τῆς ὁποίας γίνεται μνεία· τῶν ἁγίων καὶ θαυματουργῶν Ἀναργύρων, καὶ τοῦ ἁγίου ἐνδόξου Μεγαλομάρτυρος καὶ ἰαματικοῦ Παντελεήμονος.

ΑΚΟΛΟΥΘΙΑ ΕΠΙ ΕΓΚΑΙΝΙΟΙΣ ΑΡΔΕΥΤΙΚΩΝ ΕΡΓΩΝ

Ἐγκαινιαζομένων ἔργων ἐπὶ ποταμῶν ἢ λιμνῶν ἢ ὑδραγωγείων ἐπὶ κοινῇ ὠφελείᾳ τῶν χριστιανῶν τελεῖται ἡ ἱερὰ Ἀκολουθία τοῦ Ἁγιασμοῦ κατὰ τὴν ὡς ἕπεται τάξιν.

Ὁ Διάκονος· Εὐλόγησον, Δέσποτα.

Ὁ Ἱερεύς· Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ Χορός· Ἀμήν.

Τὸ Ἀπολυτίκιον τοῦ Ἁγίου τοῦ Ναοῦ τῆς ἐνορίας. Εἶτα·

Δόξα... Καὶ νῦν... Ἦχος πλ. δ´.

Παναγία Θεοτόκε Παρθένε, τῶν χειρῶν ἡμῶν τὰ ἔργα κατεύθυνον, καὶ συγχώρησιν τῶν πταισμάτων ἡμῶν αἴτησαι, ἐν τῷ ψάλλειν ἡμᾶς τῶν Ἀγγέλων τὸν ὕμνον.

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἡμᾶς (ἐκ γ´).

Δόξα... Καὶ νῦν...

Ὁ Διάκονος· Πρόσχωμεν.

Ὁ Ἀναγνώστης· Ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν, ἀνὰ μέσον τῶν ὀρέων διελεύσονται ὕδατα.

Στίχ. Ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὐτοῦ, ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ.

Ὁ Διάκονος· Σοφία.

Ὁ Ἀναγνώστης· Καθολικῆς Β´ ἐπιστολῆς Πέτρου τὸ Ἀνάγνωσμα. (Κεφ. γ´ 3–9)

Ὁ Διάκονος· Πρόσχωμεν.

Ὁ Ἀναγνώστης·

Ἀδελφοί, τοῦτο πρῶτον γινώσκετε, ὅτι ἐλεύσονται ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν ἐμπαῖκται, κατὰ τὰς ἰδίας ἐπιθυμίας αὐτῶν πορευόμενοι καὶ λέγοντες· Ποῦ ἐστιν ἡ ἐπαγγελία τῆς παρουσίας αὐτοῦ; Ἀφ᾿ ἧς γὰρ οἱ πατέρες ἐκοιμήθησαν, πάντα οὕτω διαμένει ἀπ᾿ ἀρχῆς κτίσεως. Λανθάνει γὰρ αὐτοὺς τοῦτο θέλοντας, ὅτι οὐρανοὶ ἦσαν ἔκπαλαι καὶ γῆ ἐξ ὕδατος καὶ δι᾿ ὕδατος συνεστῶτα τῷ τοῦ Θεοῦ λόγῳ, δι᾿ ὧν ὁ τότε κόσμος ὕδατι κατακλυσθεὶς ἀπώλετο· οἱ δὲ νῦν οὐρανοὶ καὶ ἡ γῇ τῷ αὐτοῦ λόγῳ τεθησαυρισμένοι εἰσὶ πυρὶ τηρούμενοι εἰς ἡμέραν κρίσεως καὶ ἀπωλείας τῶν ἀσεβῶν ἀνθρώπων. Ἕν δὲ τοῦτο μὴ λανθανέτω ὑμᾶς, ἀγαπητοί, ὅτι μία ἡμέρα παρὰ Κυρίῳ ὡς χίλια ἔτη, καὶ χίλια ἔτη ὡς ἡμέρα μία. Οὐ βραδύνει ὁ Κύριος τῆς ἐπαγγελίας, ὥς τινες βραδυτῆτα ἡγοῦνται, ἀλλὰ μακροθυμεῖ εἰς ἡμᾶς, μὴ βουλόμενός τινας ἀπολέσθαι, ἀλλὰ πάντας εἰς μετάνοιαν χωρῆσαι.

Ὁ Ἱερεύς· Εἰρήνη σοι τῷ ἀναγινώσκοντι.

Ὁ Χορός· Ἀλληλούϊα (ἐκ γ´).

Ὁ Διάκονος· Σοφία· ὀρθοί· ἀκούσωμεν τοῦ Ἁγίου Εὐαγγελίου.

Ὁ Ἱερεύς· Εἰρήνη πᾶσι.

Ὁ Χορός· Καί τῷ πνεύματί σου.

Ὁ Ἱερεύς· Ἐκ τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγγελίου τὸ Ἀνάγνωσμα. (Κεφ. γ´ 22–27)

Ὁ Διάκονος· Πρόσχωμεν.

Ὁ Ἱερεὺς

Τῷ καιρῷ ἐκείνῳ ἦλθεν ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὴν Ἰουδαίαν γῆν, καὶ ἐκεῖ διέτριβε μετ᾿ αὐτῶν καὶ ἐβάπτιζεν. Ἦν δὲ καὶ Ἰωάννης βαπτίζων ἐν Αἰνὼν ἐγγὺς τοῦ Σαλείμ, ὅτι ὕδατα πολλὰ ἦν ἐκεῖ, καὶ παρεγίνοντο καὶ ἐβαπτίζοντο· οὔπω γὰρ ἦν βεβλημένος εἰς τὴν φυλακὴν ὁ Ἰωάννης. Ἐγένετο οὖν ζήτησις ἐκ τῶν μαθητῶν Ἰωάννου μετὰ Ἰουδαίου περὶ καθαρισμοῦ. Καὶ ἦλθον πρὸς τὸν Ἰωάννην καὶ εἶπον αὐτῷ· Ῥαββί, ὃς ἦν μετὰ σοῦ πέραν τοῦ Ἰορδάνου, ᾧ σὺ μεμαρτύρηκας, ἴδε οὗτος βαπτίζει καὶ πάντες ἔρχονται πρὸς αὐτόν. Ἀπεκρίθη Ἰωάννης καὶ εἶπεν· Οὐ δύναται ἄνθρωπος λαμβάνειν οὐδέν, ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ οὐρανοῦ.

Ὁ Χορός· Δόξα σοι, Κύριε, δόξα σοι.

Ὁ Διάκονος· Ἐν εἰρήνῃ, τοῦ Κυρίου δεηθῶμεν.

Ὁ Χορὸς (καθ᾿ ἑκάστην δέησιν)· Κύριε, ἐλέησον.

Ὁ Διάκονος· Ὑπὲρ τῆς ἄνωθεν εἰρήνης καὶ τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν καὶ τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (τοῦ δεῖνος), τοῦ τιμίου πρεσβυτερίου τῆς ἐν Χριστῷ διακονίας παντὸς τοῦ κλήρου καὶ τοῦ λαοῦ, τοῦ Κυρίου δεηθῶμεν.

(Ὑπὲρ τοῦ εὐσεβοῦς ἡμῶν ἔθνους, πάσης Ἀρχῆς καὶ ἐξουσίας ἐν τῷ Κράτει ἡμῶν καὶ τοῦ κατὰ ξηράν, θάλασσαν καὶ ἀέρα φιλοχρίστου Στρατοῦ τοῦ Κυρίου δεηθῶμεν).

Ὑπὲρ τοῦ ἁγιασθῆναι τὸ ὕδωρ τοῦτο, τῇ δυνάμει καὶ ἐνεργείᾳ καὶ ἐπιφοιτήσει τοῦ Ἁγίου Πνεύματος, πρὸς ψυχικὴν ἡμῶν ὠφέλειαν καὶ πρὸς στερέωσιν τῶν ἔργων ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τοῦ εὐλογηθῆναι τὰ ἐπὶ τῇ εὐημερίᾳ τοῦ εὐσεβοῦς λαοῦ εἰρηνικὰ ταῦτα τῶν χειρῶν ἡμῶν ἔργα, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον και διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.

Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης ἐνδόξου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Ὁ Ἱερεύς· Ὅτι πρέπει σοι πᾶσα δόξα τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ Χορός· Ἀμήν.

Ὁ Ἱερεύς· Εἰρήνη πᾶσι.

Ὁ Χορός· Καὶ τῷ πνεύματί σου.

Ὁ Διάκονος· Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.

Ὁ Χορός· Σοί, Κύριε.

Ὁ Ἱερεὺς κλινόμενος, λέγει μυστικῶς τὴν Εὐχὴν ταύτην·

Κλῖνον Κύριε τὸ οὖς σου καὶ ἐπάκουσον ἡμῶν, ὁ ἐν Ἰορδάνῃ βαπτισθῆναι καταδεξάμενος καὶ ἁγιάσας τὰ ὕδατα· καὶ εὐλόγησον πάντας ἡμᾶς, τοὺς διὰ τῆς κλίσεως τοῦ ἑαυτῶν αὐχένος σημαίνοντας τὸ τῆς δουλείας πρόσχημα· καὶ καταξίωσον ἡμᾶς ἐμπλησθῆναι τοῦ ἁγιασμοῦ σου, διὰ τῆς τοῦ ὕδατος τούτου μεταλήψεώς τε καὶ ῥαντισμοῦ· καὶ γενέσθω ἡμῖν, Κύριε, εἰς ὑγίειαν ψυχῆς τε καὶ σώματος.

Ἐκφώνως

Σὺ γὰρ εἶ ὁ ἁγιασμὸς τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, καὶ σοὶ τὴν δόξαν καὶ εὐχαριστίαν καὶ προσκύνησιν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ Χορός· Ἀμήν.

Ὁ Ἱερεὺς λαβὼν τὸν τίμιον Σταυρὸν, εὐλογεῖ τὰ ὕδατα ἐκ τρίτου, κατάγων καὶ ἀνάγων αὐτὸν ὄρθιον καὶ ψάλλων·

Ἦχος α´.

Σῶσον, Κύριε, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς Βασιλεῦσι, κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων, διὰ τοῦ Σταυροῦ σου πολίτευμα.

Εἶτα ῥαντίζων σταυροειδῶς ψάλλει.

Ἦχος β´.

Τῶν σῶν δωρεῶν ἀξίους ἡμᾶς ποίησον, Θεοτόκε Παρθένε, παρορῶσα τὰ πλημμελήματα ἡμῶν, καὶ παρέχουσα ἰάματα τοῖς ἐν πίστει λαμβάνουσι, τὴν εὐλογίαν σου, Ἄχραντε.

Ὁ Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.

Ὁ Χορός· Κύριε, ἐλέησον.

Ὁ Ἱερεὺς

Κύριε, ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ! Πάντα γὰρ ὅσα ἠθέλησας ἐποίησας ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ, ἐν ταῖς θαλάσσαις καὶ ἐν πάσαις ταῖς ἀβύσσοις. Σὺ τὴν θάλασσαν ἔκτισας καὶ τὴν γῆν ἐστερέωσας ἐπὶ τῶν ὑδάτων· ἀνέῳξας ἐπὶ τῶν ὀρέων ποταμοὺς καὶ ἐν μέσῳ πεδίων πηγάς. Σύ σκοτεινὸν ὕδωρ συνάγεις ἐν νεφέλαις ἀέρων καὶ ἐκχέεις αὐτὸ ἐπὶ πᾶσαν τὴν γῆν καὶ ἐκ τῶν ὑπερῴων σου ποτίζεις τὰ ὄρη. Ἡ φωνή σου ὡς φωνὴ ὑδάτων πολλῶν, ὡς βροντὴ κυμαινομένης θαλάσσης. Σὺ μὲν ἐπήγαγες κατακλυσμὸν ἐπὶ τὴν γῆν καὶ ἐῤῥάγησαν πᾶσαι αἱ πηγαὶ τῆς ἀβύσσου καὶ οἱ καταῤῥάκται τοῦ οὐρανοῦ ἀνεῴχθησαν καὶ κατέφθειρας πᾶσαν σάρκα ἐν τοῖς ὕδασιν· αὐτὸς δὲ καὶ ἐν Ἰορδάνῃ ἡγίασας τὰ ὕδατα καὶ ἔθου τὴν ἀναγέννησιν ἡμῶν δι᾿ ὕδατος καὶ πνεύματος. Σύ μὲν τὸν Φαραὼ καὶ τὴν δύναμιν αὐτοῦ κατεπόντισας ἐν Ἐρυθρᾷ θαλάσσῃ· αὐτὸς δὲ καὶ διέῤῥηξας πέτραν ἐν ἐρήμῳ καὶ ἐῤῥύησαν ὕδατα καὶ ἐπότισας τὸν λαὸν σου ὡς ἐν ἀβύσσῳ πολλῇ. Σὺ μὲν ἐν Αἰγύπτῳ τὰ ποτάμια ὕδατα εἰς αἷμα μετέβαλες καὶ ἀπώζεσε πᾶσα ἡ χώρα· αὐτὸς δὲ καὶ ἐν Μεῤῥᾶ τὰ πικρὰ ὕδατα εἰς γλυκέα μετέστρεψας καὶ διψῶντα τὸν λαὸν σου ἐπότισας. Σὺ γάρ, Κύριε, ἐν τῇ δυνάμει σου θανατοῖς καὶ σώζεις, τίθης ποταμοὺς εἰς ἔρημον καὶ γῆν καρποφόρον εἰς ἅλμην ἀπὸ κακίας τῶν κατοικούντων ἐν αὐτῇ, τίθης δὲ καὶ ἔρημον εἰς λίμνας ὑδάτων καὶ εἰς γῆν καρποφόρον. Ὅθεν τῷ ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ ἐποχουμένῳ καὶ περιπατοῦντι ἐπὶ νώτων θαλάσσης, δοξολογίαν κατὰ χρέος σοι προσάγοντες, σοῦ δεόμεθα καὶ σὲ ἱκετεύομεν, μεγαλόδωρε τοῦ γένους ἡμῶν εὐεργέτα. Ἐπάκουσον ἡμῶν, Κύριε, καὶ ὡς ὑετὸν ἀπὸ τοῦ οὐρανοῦ κατάπεμψον ἡμῖν τὴν εὐλογίαν σου. Εὐλόγησον ἡμᾶς καὶ τὰ εἰρηνικὰ ταῦτα τῶν χειρῶν ἡμῶν ἔργα, καὶ τῷ προστάγματί σου, ὡς ὅτε τὸν κόσμον ἐποίεις, συναχθήτω τὰ ὕδατα ταῦτα εἰς συναγωγὴν μίαν· ὕδατα μὲν εἰς ἀπώλειαν ἄχρι τῆς σήμερον ἐγένετο, ὕδατα δὲ εἰς εὐημερίαν τοῦ λαοῦ σου εἰς τὸν ἐπιόντα χρόνον ἔσονται. Τότε δὴ χαρήσεται τὰ πεδία καὶ πιανθήσονται αἱ ἔρημοι καὶ πᾶν ὄρος ἔσται εἰς ὁδὸν καὶ πᾶσα τρίβος εἰς βόσκημα καὶ ἡ πετρώδης εἰς ἕλη ὑδάτων καὶ ἡ διψῶσα γῇ ἐν ὑδραγωγοῖς· καὶ ἀναβήσεται εἰς τὴν ἄνυδρον κέδρος καὶ πύξος καὶ μυρσίνη καὶ κυπάρισσος καὶ λεύκη· καὶ ἀγαλλιάσονται οἱ πτωχοὶ καὶ οἱ ἐνδεεῖς, καὶ συστήσουσι πόλεις κατοικεσίας καὶ σπεροῦσιν ἀγροὺς καὶ φυτεύσουσιν ἀμπελῶνας καὶ ἔσται τοῦ ἐλέους σου, Κύριε, πλήρης πᾶσα ἡ γῆ. Σύ γὰρ εἶ ἡ πηγὴ τῆς ζωαρχίας, ὁ διδοὺς ἡμῖν τὸ ὕδωρ τὸ ζῶν τὸ ἁλλόμενον εἰς ζωὴν αἰώνιον καὶ σοὶ τὴν δέησιν προσάγομεν καὶ τὴν δόξαν ἀναπέμπομεν τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ Χορός· Ἀμήν.

Εἶθ᾿ οὕτως ἡ συνήθης Ἀπόλυσις.

ΑΚΟΛΟΥΘΙΑ ΕΠΙ ΕΓΚΑΙΝΙΟΙΣ ΠΛΟΙΟΥ

Μετὰ τὸ εἰπεῖν τὸν Διάκονον τὸ Εὐλόγησον, Δέσποτα καὶ τὸν Ἱερέα τὸ Εὐλογητὸς ὁ Θεός... ὁ Χορὸς ἀποκρίνεται τὸ Ἀμὴν καὶ ψάλλει τὰ ἑπόμενα Τροπάρια.

Ἦχος πλ. δ´.

Κύριε, ὁ Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῶν Ἁγίων σου, τῶν χειρῶν ἡμῶν τὰ ἔργα κατεύθυνον, καὶ σοὶ εὐαρεστεῖν ἐν πᾶσιν, ἡμᾶς καταξίωσον.

Ἅγιε Νικόλαε, σὲ προστάτην πάντες ἔχομεν, τὴν εὐρύχωρον οἱ πλέοντες θάλασσαν· ἡμῶν τὰ ἔργα καὶ τὸν βίον, ἐν πᾶσιν εὐλόγησον.

Δόξα... Καὶ νῦν...

Κύριε, ὁ Θεὸς ἡμῶν, ταῖς λιταῖς τῆς Θεομήτορος, τῶν χειρῶν ἡμῶν τὰ ἔργα κατεύθυνον· καὶ γὰρ τὸν ὕμνον τῶν Ἀγγέλων, εἰς σὲ ἀναμέλπομεν.

Ἅγιος ὁ Θεὸς ὡς συνήθως. Εἶθ᾿ οὕτως

Ὁ Διάκονος· Πρόσχωμεν.

Ὁ Ἀναγνώστης· Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι χρηστός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.

Στίχ. Οἱ καταβαίνοντες εἰς τὴν θάλασσαν ἐν πλοίοις, οἱ ποιοῦντες ἐργασίαν ἐν ὕδασι πολλοῖς.

Ὁ Διάκονος· Σοφία.

Ὁ Ἀναγνώστης· Πράξεων τῶν Ἀποστόλων τὸ Ἀνάγνωσμα. (Κεφ. κζ´ 2–8)

Ὁ Διάκονος· Πρόσχωμεν.

Ὁ Ἀναγνώστης

Ἐν ταῖς ἡμέραις ἐκείναις, ἐπιβάντες πλοίῳ Ἀδραμυττηνῷ μέλλοντες πλεῖν τοὺς κατὰ τὴν Ἀσίαν τόπους ἀνήχθημεν, ὄντος σὺν ὑμῖν Ἀριστάρχου Μακεδόνος Θεσσαλονικέως, τῇ τε ἑτέρᾳ κατήχθημεν εἰς Σιδῶνα· φιλανθρώπως τε ὁ Ἰούλιος τῷ Παύλῳ χρησάμενος ἐπέτρεψε πρὸς τοὺς φίλους πορευθέντα ἐπιμελείας τυχεῖν. Κἀκεῖθεν ἀναχθέντες ὑπεπλεύσαμεν τὴν Κύπρον διὰ τὸ τοὺς ἀνέμους εἶναι ἐναντίους, τό τε πέλαγος τὸ κατὰ τὴν Κιλικίαν καὶ Παμφυλίαν διαπλεύσαντες κατήλθομεν εἰς Μύρα τῆς Λυκίας. Κἀκεῖ εὑρὼν ὁ ἑκατοντάρχης πλοῖον Ἀλεξανδρῖνον πλέον εἰς τὴν Ἰταλίαν ἐνεβίβασεν ἡμᾶς εἰς αὐτό. Ἐν ἱκαναῖς δὲ ἡμέραις βραδυπλοοῦντες καὶ μόλις γενόμενοι κατὰ τὴν Κνίδον, Μή προσεῶντος ἡμᾶς τοῦ ἀνέμου, ὑπεπλεύσαμεν τὴν Κρήτην κατὰ Σαλμώνην, μόλις τε παραλεγόμενοι αὐτὴν ἤλθομεν εἰς τόπον τινὰ καλούμενον Καλοὺς λιμένας, ᾧ ἐγγὺς ἦν πόλις Λασαία.

Ὁ Ἱερεύς· Εἰρήνη σοι τῷ ἀναγινώσκοντι.

Ὁ Χορός· Ἀλληλούϊα (ἐκ γ´).

Ὁ Διάκονος· Σοφία· ὀρθοί· ἀκούσωμεν τοῦ Ἁγίου Εὐαγγελίου.

Ὁ Ἱερεύς· Εἰρήνη πᾶσι.

Ὁ Χορός· Καί τῷ πνεύματί σου.

Ὁ Ἱερεύς· Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ Ἀνάγνωσμα. (Κεφ. ε´ 1–3)

Ὁ Διάκονος· Πρόσχωμεν.

Ὁ Ἱερεὺς

Τῷ καιρῷ ἐκείνῳ ἐγένετο ἐν τῷ τὸν ὄχλον ἐπικεῖσθαι τῷ Ἰησοῦ τοῦ ἀκούειν τὸν λόγον τοῦ Θεοῦ καὶ αὐτὸς ἦν ἑστὼς παρὰ τὴν λίμνην τῆς Γεννησαρέτ, καὶ εἶδε δύο πλοῖα ἑστῶτα παρὰ τὴν λίμνην· οἱ δὲ ἁλιεῖς ἀποβάντες ἀπ᾿ αὐτῶν ἀπέπλυναν τὰ δίκτυα. Ἐμβὰς δὲ εἰς ἓν τῶν πλοίων, ὃ ἧν τοῦ Σίμωνος, ἠρώτησεν αὐτὸν ἀπὸ τῆς γῆς ἐπαναγαγεῖν ὀλίγον· καὶ καθίσας ἐδίδασκεν ἐκ τοῦ πλοίου τοὺς ὄχλους.

Ὁ Χορός· Δόξα σοι, Κύριε, δόξα σοι.

Ὁ Διάκονος· Ἐν εἰρήνῃ, τοῦ Κυρίου δεηθῶμεν.

Ὁ Χορὸς (καθ᾿ ἑκάστην δέησιν)· Κύριε, ἐλέησον.

Ὁ Διάκονος· Ὑπὲρ τῆς ἄνωθεν εἰρήνης καὶ τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν καὶ τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (τοῦ δεῖνος), τοῦ τιμίου πρεσβυτερίου τῆς ἐν Χριστῷ διακονίας παντὸς τοῦ κλήρου καὶ τοῦ λαοῦ, τοῦ Κυρίου δεηθῶμεν.

(Ὑπὲρ τοῦ εὐσεβοῦς ἡμῶν ἔθνους, πάσης Ἀρχῆς καὶ ἐξουσίας ἐν τῷ Κράτει ἡμῶν καὶ τοῦ κατὰ ξηράν, θάλασσαν καὶ ἀέρα φιλοχρίστου Στρατοῦ τοῦ Κυρίου δεηθῶμεν).

Ὑπὲρ τοῦ ἁγιασθῆναι τὸ ὕδωρ τοῦτο, τῇ δυνάμει καὶ ἐνεργείᾳ καὶ ἐπιφοιτήσει τοῦ Ἁγίου Πνεύματος, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τοῦ διαφυλάττεσθαι τὴν ναῦν ταύτην στερεὰν τε καὶ ἀσινῆ, ἐν τῷ ἔχειν αὐτὴν κυβερνήτην τε καὶ οἰακιστὴν τὸν Σωτῆρα ἡμῶν Χριστόν, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τῶν ἐν θαλάσσῃ καλῶς πλεόντων καὶ μακρόθεν ἐμπορευομένων, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον και διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.

Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης ἐνδόξου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Ὁ Ἱερεύς· Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ Χορός· Ἀμήν.

Ὁ Ἱερεὺς (χαμηλῇ τῇ φωνῇ)

Κλῖνον, Κύριε, τὸ οὖς σου καὶ ἐπάκουσον ἡμῶν, ὁ ἐν Ἰορδάνῃ βαπτισθῆναι καταδεξάμενος καὶ ἁγιάσας τὰ ὕδατα· καὶ εὐλόγησον πάντας ἡμᾶς, τοὺς διὰ τῆς κλίσεως τοῦ ἑαυτῶν αὐχένος σημαίνοντας τὸ τῆς δουλείας πρόσχημα· καὶ καταξίωσον ἡμᾶς ἐμπλησθῆναι τοῦ ἁγιασμοῦ σου, διὰ τῆς τοῦ ὕδατος τούτου μεταλήψεώς τε καὶ ῥαντισμοῦ καὶ γενέσθω ἡμῖν, Κύριε, εἰς ὑγίειαν ψυχῆς τε καὶ σώματος.

Ἐκφώνως

Σὺ γὰρ εἶ ὁ ἁγιασμὸς τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν καὶ σοὶ τὴν δόξαν καὶ εὐχαριστίαν καὶ προσκύνησιν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ Χορός· Ἀμήν.

Ὁ Ἱερεύς, βαπτίζων τὸν τίμιον Σταυρὸν ἐν τῷ ὕδατι, ψάλλει ἐκ γ´.

Ἦχος α´.

Σῶσον Κύριε τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς Βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων, διὰ τοῦ Σταυροῦ σου πολίτευμα.

Εἶτα ῥαντίζων σταυροειδῶς ψάλλει.

Ἦχος β´.

Τῶν σῶν δωρεῶν ἀξίους ἡμᾶς ποίησον, Θεοτόκε Παρθένε, παρορῶσα τὰ πλημμελήματα ἡμῶν, καὶ παρέχουσα ἰάματα, τοῖς ἐν πίστει λαμβάνουσι, τὴν εὐλογίαν σου, Ἄχραντε.

Ὁ Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.

Ὁ Χορός· Κύριε, ἐλέησον.

Ὁ Ἱερεὺς

Σὲ Κύριε, δοξάζομεν, τὸν παντοκράτορα καὶ παντεχνίτην δημιουργόν, ὃν ὑμνεῖ καὶ δοξάζει πᾶσα ἡ κτίσις εἰς τοὺς αἰῶνας. Σὺ γὰρ ἐποίησας τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς· σὺ διεχώρισας ἀναμέσον τῆς ξηρᾶς καὶ ἀναμέσον τοῦ ὕδατος, καὶ ἐκάλεσας τὴν ξηρὰν γῆν καὶ τὰ συστήματα τῶν ὑδάτων ἐκάλεσας θαλάσσας. Σὺ ἔθου τῇ θαλάσσῃ νέφος τὴν ἀμφίεσιν αὐτῆς, ὁμίχλῃ δὲ αὐτὴν ἐσπαργάνωσας καὶ διὰ πυλῶν ἔφραξας αὐτὴν καὶ ὅρια ἔθηκας αὐτῇ καὶ κλεῖθρα, πρὸς τὸ μὴ ἐπαναστρέψαι καὶ καλύψαι τὴν γῆν. Σὺ δεσπόζεις τοῦ κράτους τῶν ὑδάτων· συνταράσσεις τὸ κύτος τῆς θαλάσσης, τὸν δὲ σάλον τῶν κυμάτων αὐτῆς σὺ καταπραΰνεις· πᾶν γὰρ τὸ ὕδωρ καὶ ἡ κτίσις ἅπασα ἐπείγεται τῷ δημιουργικῷ σου Λόγῳ ὑπουργεῖν, ὡς ὅτε ἐν ἀρχῇ, φωνῇ τοῦ σοῦ προστάγματος, μᾶλλον δὲ ῥοπῇ τοῦ σοῦ θελήματος, τὰ πάντα ἐγένετο. Δοξάζομέν σε τὸν παντοδύναμον δημιουργὸν καὶ εὐχαριστοῦμέν σοι τῷ ἀγαθῷ καὶ φιλανθρώπῳ Δεσπότῃ. Τὶ ὅτι καλὰ λίαν τὰ ἔργα τῶν χειρῶν σου ἡ σὴ ἀριστοτέχνις παντεχνία ἐθεάσατο, ἀλλ᾿ ἢ ὅτι ταῦτα ἡ σὴ πατρικὴ ἀγαθότης τῷ βίῳ ἡμῶν ὑπηρετεῖν διετάξατο; Ἔπλασας γὰρ τὸν ἄνθρωπον καὶ ἔθηκας αὐτὸν ὡς βασιλέα τῆς κτίσεως καὶ ἔδωκας ἡμῖν σοφίαν καὶ ἐδίδαξας ἡμᾶς ἐπιστήμας καὶ τέχνας, ἵνα διὰ τούτων κατακυριεύσωμεν τῆς γῆς. Ὄντως καλὰ λίαν τὰ τῶν οὐρανίων Δυνάμεων συστήματα, ὅτι οἱ ἅγιοι Ἄγγελοι διακονοῦσι τοῖς μέλλουσι κληρονομεῖν σωτηρίαν· καλὰ λίαν τὰ τῆς γῆς ἀγαθά, ὅτι διὰ τούτων ἡ τοῦ σώματος ζωὴ συντηρεῖται καὶ προάγεται· καλὴ δὲ λίαν καὶ ἡ θάλασσα ὅτι εἰ μὴ θάλασσα ἦν, οὐδ᾿ ἂν ἐξ οὐρανοῦ ἦσαν ὑετοὶ καὶ βροχαὶ καὶ πρόσωπον τῆς γῆς πότιμον ὕδωρ· καλὴ ἡ θάλασσα λίαν, ὅτι ἡμῖν ὑπηρετεῖ ὁ ἐνάλιος πλοῦτος, τὰς δὲ πλεῖστον ἀπ᾿ ἀλλήλων διεστώσας ἠπείρους αὕτη συνάπτει, ἀκώλυτον τοῖς ναυτιλλομένοις τὴν ἐπιμιξίαν παρεχομένη, δι᾿ ὦν καὶ τοῖς ἀνθρώποις κοινωνίας καὶ πλούτου πρόξενος γίνεται. Διόπερ καὶ ἡμεῖς σήμερον τὰ ἐγκαίνια τοῦδε τοῦ πλοίου τελοῦντες καὶ σὲ, ἐφ᾿ οἷς ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήγαγες, δοξάζοντες, σοὶ δέ, ἐφ᾿ οἷς διὰ τὴν ζωὴν ἡμῶν καὶ σωτηρίαν ἐποίησας, εὐχαριστοῦντες, σοῦ δεόμεθα καὶ σὲ παρακαλοῦμεν. Κύριε ὁ Θεός, ὁ Πατὴρ ἡμῶν ὁ οὐράνιος. Ὁ τοῦ παντὸς κυβερνήτης ἐλθὲ μεθ᾿ ἡμῶν διὰ Ἰησοῦ τοῦ Σωτῆρος καὶ γενοῦ τῆς νηὸς ταύτης κυβερνήτης καὶ οἰακιστής, καὶ τῶν μελλόντων πλέειν ἐν αὐτῇ συμπλωτὴρ καὶ προστάτης· οὕτω γὰρ ὅτε ἦν ἐπὶ γῆς ὁ Σωτὴρ ἡμῶν περιεπάτει ἐπὶ νώτων θαλάσσης, εἰς βοήθειαν σπεύδων τῶν ἑαυτοῦ μαθητῶν, καὶ ἐπετίμα τοῖς ἀνέμοις καὶ τῇ θαλάσσῃ καὶ ἐγίνετο γαλήνη μεγάλη. Οὗτος ὁ φιλάνθρωπος Σωτὴρ ἡμῶν καὶ τὸ νεοπαγὲς τοῦτο πλοῖον εὐλογήσαι, ὅσα αὐτοῦ ἐστιν ἐν τῇ πρώρᾳ καὶ ἐν τῇ πρύμνῃ καὶ ἐν τῷ κύτει, τὴν τρόπιν καὶ τὸ πηδάλιον, τὰς μηχανὰς καὶ τὰς ἕλικας, τὰς ἁρμογὰς καὶ τὰ ὑποζώματα, τὰ καταστρώματα καὶ τοὺς ἱστοὺς καὶ ταῦτα πάντα ἀσινῆ τε καὶ ἀῤῥαγῆ διατηρήσαι· οὕτω γὰρ ἡ κιβωτός, ἡ κατὰ τὸ σὸν πρόσταγμα κατασκευασθεῖσα, τῇ σῇ εὐλογίᾳ τῶν ὑδάτων περιεγένετο καὶ τὸν δίκαιον Νῶε καὶ τοὺς μετ᾿ αὐτοῦ ἐπὶ τοῦ κατακλυσμοῦ διεσώσατο. Κύριε τῶν Δυνάμεων, διάταξον τοῖς Ἀγγέλοις τοῖς ἐπὶ τὰς τέσσαρας τῆς γῆς γωνίας ἑστῶσι καὶ τοὺς τέσσαρας κρατοῦσιν ἀνέμους, ἵνα μήποτε ἀδικήσωσι τὴν θάλασσαν ἐφ᾿ ἣν ἂν μέλλῃ πλέειν τὸ πλοῖον τοῦτο, διαφύλαξον δὲ τοὺς ἄνδρας καὶ τὰ πληρώματα αὐτοῦ καὶ δὸς αὐτοῖς φύλακα Ἄγγελον ἀγαθὸν καὶ εἰρηνικόν. Ναί, Κύριε, ποίησον μεθ᾿ ἡμῶν καὶ τῶν συνευχομένων ἡμῖν πάντων πλούσια τὰ ἐλέη σου, ὅτι σὺ δαψιλῶς παρέχεις πᾶσι τοῖς ἐπικαλουμένοις σε ἐν πίστει τά τε πνευματικὰ καὶ ὑλικὰ ἀγαθά σου, κατὰ τὸν πλοῦτον τῆς χρηστότητος καὶ τῆς χάριτος τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾿ οὗ δεδοξασμένος εἶ σὺν καὶ τῷ Ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ Χορός· Ἀμήν.

Εἶθ᾿ οὕτως ἡ συνήθης Ἀπόλυσις, ἐν ᾗ ἐν τέλει μνημονεύομεν τοῦ προστάτου τῶν ναυτιλλομένων Ἁγίου Νικολάου.

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΑΓΙΑΣΜΟΥ ΕΠΙ ΕΥΛΟΓΗΣΕΙ ΝΕΟΥ ΟΧΗΜΑΤΟΣ

Εὐλογήσαντος τοῦ Ἱερέως, ψάλλεται τὸ Ἀπολυτίκιον τοῦ ἁγίου Μάρτυρος Χριστοφόρου.

Ἦχος δ´. Ταχὺ προκατάλαβε.

Στολαῖς ταῖς ἐξ αἵματος ὡραϊζόμενος, Κυρίῳ παρίστασαι τῷ Βασιλεῖ οὐρανῶν, Χριστοφόρε ἀοίδιμε· ὅθεν σὺν Ἀσωμάτων καὶ Μαρτύρων χορείαις, ᾄδεις τῇ τρισαγίῳ καὶ φρικτῇ μελῳδίᾳ· διὸ ταῖς ἱκεσίαις ταῖς σαῖς, σῶζε τοὺς δούλους σου.

Δόξα... Καὶ νῦν... Ἦχος πλ. δ´.

Παναγία Θεοτόκε Παρθένε, τῶν χειρῶν ἡμῶν τὰ ἔργα κατεύθυνον, καὶ συγχώρησιν τῶν πταισμάτων ἡμῶν αἴτησαι, ἐν τῷ ψάλλειν ἡμᾶς τῶν Ἀγγέλων τὸν ὕμνον.

Ἅγιος ὁ Θεός· Ἅγιος Ἰσχυρός· Ἅγιος Ἀθάνατος· ἐλέησον ἡμᾶς (γ´).

Δόξα... Καὶ νῦν... Ἅγιος Ἀθάνατος...

Δύναμις. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός· Ἅγιος Ἀθάνατος· ἐλέησον ἡμᾶς.

Προκείμενον.

Ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ ὑψίστου ἐν σκέπῃ τοῦ Θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεται.

Στίχ. Τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ τοῦ διαφυλάξαι σε ἐν πάσαις ταῖς ὁδοῖς σου.

Πρόσχωμεν. Σοφία. Πρόσχωμεν.

Πρὸς Ἑβραίους ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα. (Κεφ. ια´ 39-ιβ´ 2)

Ἀδελφοί, οἱ Ἅγιοι πάντες, μαρτυρηθέντες διὰ τῆς πίστεως, οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν, τοῦ Θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσι. Τοιγαροῦν καὶ ἡμεῖς, τοσοῦτον ἔχοντες περικείμενον ἡμῖν νέφος μαρτύρων, ὄγκον ἀποθέμενοι πάντα καὶ τὴν εὐπερίστατον ἁμαρτίαν, δι᾿ ὑπομονῆς τρέχωμεν τὸν προκείμενον ἡμῖν ἀγῶνα, ἀφορῶντες εἰς τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειωτὴν Ἰησοῦν.

Ἀλληλούϊα (γ´).

Σοφία· ὀρθοί· ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.

Εἰρήνη πᾶσι.

Ἐκ τοῦ κατὰ Ἰωάννην...(Ἰω. ε´ 17, 18, θ´ 4, 5, ιβ´ 35)

Πρόσχωμεν.

Εἶπεν ὁ Κύριος· Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι. Διὰ τοῦτο οὖν μᾶλλον ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι. Ὅτι οὑ μόνον ἔλυε τὸ σάββατον, ἀλλὰ καὶ πατέρα ἴδιον ἔλεγε τὸν Θεόν. Εἶπεν οὖν πάλιν ὁ Ἰησοῦς· Ἐμὲ δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός με ἕως ἡμέρα ἐστίν· ἔρχεται νὺξ ὅτε οὐδεὶς δύναται ἐργάζεσθαι. Ὅταν ἐν τῷ κόσμῳ ὦ, φῶς εἰμι τοῦ κόσμου· περιπατεῖτε ἕως τὸ φῶς ἔχετε.

Δόξα σοι, Κύριε, δόξα σοι.

Ἐν εἰρήνῃ, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τῆς ἄνωθεν εἰρήνης καὶ τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν καὶ τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (τοῦ δεῖνος), παντὸς τοῦ κλήρου καὶ τοῦ λαοῦ, τοῦ Κυρίου δεηθῶμεν.

(Ὑπὲρ τοῦ εὐσεβοῦς ἡμῶν ἔθνους, πάσης Ἀρχῆς καὶ ἐξουσίας ἐν τῷ Κράτει ἡμῶν καὶ τοῦ κατὰ ξηράν, θάλασσαν καὶ ἀέρα φιλοχρίστου Στρατοῦ τοῦ Κυρίου δεηθῶμεν).

Ὑπὲρ τοῦ δούλου τοῦ Θεοῦ (τοῦ δεῖνος) καὶ τῆς ἐν Θεῷ βοηθείας αὐτοῦ, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον και διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.

Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Ὅτι πρέπει σοι πᾶσα δόξα τιμὴ καὶ προσκύνησις τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εἰρήνη πᾶσι.

Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.

Κλῖνον Κύριε τὸ οὖς σου καὶ ἐπάκουσον ἡμῶν, ὁ ἐν Ἰορδάνῃ βαπτισθῆναι καταδεξάμενος καὶ ἁγιάσας τὰ ὕδατα· καὶ εὐλόγησον πάντας ἡμᾶς, τοὺς διὰ τῆς κλίσεως τοῦ ἑαυτῶν αὐχένος σημαίνοντας τὸ τῆς δουλείας πρόσχημα· καὶ καταξίωσον ἡμᾶς ἐμπλησθῆναι τοῦ ἁγιασμοῦ σου, διὰ τῆς τοῦ ὕδατος τούτου μεταλήψεώς τε καὶ ῥαντισμοῦ· καὶ γενέσθω ἡμῖν, Κύριε, εἰς ὑγίειαν ψυχῆς τε καὶ σώματος.

Σὺ γὰρ εἶ ὁ ἁγιασμὸς τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν καὶ σοὶ τὴν δόξαν καὶ εὐχαριστίαν καὶ προσκύνησιν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εἶθ᾿ οὕτως ὁ Ἱερεὺς ψάλλει· Ἦχος α´.

Σῶσον Κύριε τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς Βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων, διὰ τοῦ Σταυροῦ σου πολίτευμα (ἐκ γ´).

Ἦχος β´.

Τῶν σῶν δωρεῶν ἀξίους ἡμᾶς ποίησον, Θεοτόκε Παρθένε, παρορῶσα τὰ πλημμελήματα ἡμῶν, καὶ παρέχουσα ἰάματα τοῖς ἐν πίστει λαμβάνουσι, τὴν εὐλογίαν σου, Ἄχραντε.

Μεθ᾿ ὃ λέγει ὁ Ἱερεὺς τὴν παροῦσαν εὐχήν.

Τοῦ Κυρίου δεηθῶμεν.

Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ὁ παραγενόμενος ἐπὶ σωτηρίᾳ τοῦ γένους τῶν ἀνθρώπων, ὁ ἐν οὐρανῷ τῷ θρόνῳ ἐποχούμενος, καὶ ἐν γῇ πεζῇ περιαγαγὼν τὰς πόλεις καὶ τὰς κώμας, εἰς δὲ τὴν ἁγίαν πόλιν μικρὸν πρὸ τοῦ ἑκουσίου Πάθους ἐπὶ πώλου ὄνου καθεζόμενος εἰσελθών· ὁ δι᾿ Ἀγγέλου σου Φιλίππῳ τῷ διακόνῳ λαλήσας, ἵνα ἀναστὰς πορευθῇ κατὰ διακόνῳ λαλήσας, ἵνα ἀναστὰς πορευθῇ κατὰ μεσημβρίαν ἐπὶ τὴν ὁδὸν τὴν καταβαίνουσαν ἀπὸ Ἱερουσαλὴμ εἰς Γάζαν καὶ προσελθὼν κολληθῇ τῷ ἅρματι τοῦ αἰθίοπος, ὃν καί, μετὰ τὸ εὐαγγελίσασθαι αὐτῷ ἐπὶ τοῦ ἅρματος σὲ τὸν ἀμνὸν τοῦ Θεοῦ, τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου καὶ μετὰ τὸ πιστεῦσαι αὐτὸν ἐξ ὅλης καρδίας εἶναί σε τὸν Υἱὸν τοῦ Θεοῦ, στάντος τοῦ ἅρματος καὶ καταβάντων ἀμφοτέρων, ἐβάπτισεν· αὐτὸς Δέσποτα, εὐλόγησον καὶ τὸ ὄχημα τοῦτο καὶ δὸς τῷ δούλῳ σου (τῷ δεῖνι) ἵνα πορεύηται τὴν ὁδὸν αὐτοῦ χαίρων καὶ τελειώσῃ τὸν δρόμον αὐτοῦ καὶ τὴν διακονίαν, ἣν ἔλαβε παρὰ σοῦ. Τὸ γὰρ τὸν δρόμον τελέσαι, οὐ τοῦ θέλοντος οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος Θεοῦ· διόπερ καὶ δεόμεθά σου δὸς ἡμῖν Ἄγγελον φωτεινόν, ἵνα πορεύηται ἔμπροσθεν ἡμῶν, ῥυόμενος ἡμᾶς, ἢ ἐν νυκτὶ ἢ ἐν ἡμέρᾳ, ἀπὸ παντὸς κακοῦ καὶ ἵνα, Πνεύματι Θεοῦ ἀγόμενοι, τρέχωμεν καλῶς καὶ μὴ εἰς κενόν κοπιῶμεν. Σὺ γὰρ εἶ ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωὴ καὶ σοὶ τὴν δόξαν καὶ εὐχαριστίαν ἀναπέμπομεν σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ Παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εἶθ᾿ οὕτως ἡ συνήθης Ἀπόλυσις.

ΑΚΟΛΟΥΘΙΑ ΕΠΙ ΕΓΚΑΤΑΣΤΑΣΕΙ ΔΗΜΟΤΙΚΗΣ ἢ ΚΟΙΝΟΤΙΚΗΣ ΑΡΧΗΣ

Ὁ Διάκονος· Εὐλόγησον, Δέσποτα.

Ὁ Ἱερεύς· Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ Χορός· Ἀμήν.

Καὶ ψάλλει τὰ παρόντα τροπάρια.

Ἦχος δ´.

Ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, ὁ ποιῶν ἀεὶ μεθ᾿ ἡμῶν κατὰ τὴν σὴν ἐπιείκειαν, μὴ ἀποστήσῃς τὸ ἔλεός σου ἀφ᾿ ἡμῶν, ἀλλὰ ταῖς αὐτῶν ἱκεσίαις, ἐν εἰρήνῃ κυβέρνησον τὴν ζωὴν ἡμῶν.

Δόξα. Καὶ νῦν. Ἦχος πλ. δ´.

Παναγία Θεοτόκε Παρθένε, τῶν χειρῶν ἡμῶν τὰ ἔργα κατεύθυνον, καὶ συγχώρησιν τῶν πταισμάτων ἡμῶν αἴτησαι, ἐν τῷ ψάλλειν ἡμᾶς τῶν Ἀγγέλων τὸν ὕμνον.

Ἅγιος ὁ Θεός... Εἶθ᾿ οὕτως·

Ὁ Διάκονος· Πρόσχωμεν.

Ὁ Ἀναγνώστης· Κύριος κραταίωμα τοῦ λαοῦ αὐτοῦ.

Στίχ. Σῶσον τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου.

Ὁ Διάκονος· Σοφία.

Ὁ Ἀναγνώστης· Πράξεων τῶν Ἀποστόλων τὸ Ἀνάγνωσμα. (Κεφ. κ´ 17, 19, 32–35)

Ὁ Διάκονος· Πρόσχωμεν.

Ὁ Ἀναγνώστης

Ἐν ταῖς ἡμέραις ἐκείναις πέμψας ὁ Παῦλος ἀπὸ Μιλήτου εἰς Ἔφεσον μετεκαλέσατο τοὺς πρεσβυτέρους τῆς Ἐκκλησίας. Ὡς δὲ παρεγένοντο πρὸς αὐτόν, εἶπεν αὐτοῖς· Ὑμεῖς ἐπίστασθε, ἀπὸ πρώτης ἡμέρας ἀφ᾿ ἧς ἐπέβην εἰς τὴν Ἀσίαν, πῶς μεθ᾿ ὑμῶν τὸν πάντα χρόνον ἐγενόμεην, δουλεύων τῷ Κυρίῳ μετὰ πάσης ταπεινοφροσύνης. Καὶ τὰ νῦν παρατίθεμαι ὑμᾶς, ἀδελφοί, τῷ Θεῷ καὶ τῷ λόγῳ τῆς χάριτος αὐτοῦ τῷ δυναμένῳ ἐποικοδομῆσαι καὶ δοῦναι ὑμῖν κληρονομίαν ἐν τοῖς ἡγιασμένοις πᾶσιν. Ἀργυρίου ἢ χρυσίου ἢ ἱματισμοῦ οὐδενὸς ἐπεθύμησα· αὐτοὶ γινώσκετε ὅτι ταῖς χρείαις μου καὶ τοῖς οὖσι μετ᾿ ἐμοῦ ὑπηρέτησαν αἱ χεῖρες αὗται. Πάντα ὑπέδειξα ὑμῖν ὅτι οὕτω κοπιῶντας δεῖ ἀντιλαμβάνεσθαι τῶν ἀσθενούντων, μνημονεύειν τε τῶν λόγων τοῦ Κυρίου Ἰησοῦ, ὅτι αὐτὸς εἶπε· μακάριόν ἐστι μᾶλλον διδόναι ἢ λαμβάνειν.

Ὁ Ἱερεύς· Εἰρήνη σοι τῷ ἀναγινώσκοντι.

Ὁ Χορός· Ἀλληλούϊα (ἐκ γ´).

Ὁ Διάκονος· Σοφία· ὀρθοί· ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.

Ὁ Ἱερεύς· Εἰρήνη πᾶσι.

Ὁ Χορός· Καί τῷ πνεύματί σου.

Ὁ Ἱερεύς· Ἐκ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελίου τὸ Ἀνάγνωσμα. (Κεφ. κ´ 25–28)

Ὁ Διάκονος· Πρόσχωμεν.

Ὁ Ἱερεὺς

Τῷ καιρῷ ἐκείνῳ προσκαλεσάμενος ὁ Ἰησοῦς τοὺς μαθητὰς αὐτοῦ εἶπεν αὐτοῖς· οἴδατε ὅτι οἱ ἄρχοντες τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν καὶ οὶ μεγάλοι καταξουσιάζουσιν αὐτῶν. Οὐχ οὕτως ἔσται ἐν ὑμῖν, ἀλλ᾿ ὅς ἐάν θέλῃ ἐν ὑμῖν μέγας γενέσθαι, ἔσται ὑμῶν διάκονος, καὶ ὃς ἐὰν θέλῃ ἐν ὑμῖν εἶναι πρῶτος, ἔσται ὑμῶν δοῦλος· ὥσπερ ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθε διακονηθῆναι, ἀλλὰ διακονῆσαι καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν.

Ὁ Χορός· Δόξα σοι, Κύριε, δόξα σοι.

Ὁ Διάκονος· Ἐν εἰρήνῃ, τοῦ Κυρίου δεηθῶμεν.

Ὁ Χορός· Κύριε, ἐλέησον (καθ᾿ ἑκάστην δέησιν).

Ὁ Διάκονος· Ὑπὲρ τῆς ἄνωθεν εἰρήνης καὶ τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν καὶ τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (τοῦ δεῖνος), τοῦ τιμίου πρεσβυτερίου τῆς ἐν Χριστῷ διακονίας παντὸς τοῦ κλήρου καὶ τοῦ λαοῦ, τοῦ Κυρίου δεηθῶμεν.

(Ὑπὲρ τοῦ εὐσεβοῦς ἡμῶν ἔθνους, πάσης Ἀρχῆς καὶ ἐξουσίας ἐν τῷ Κράτει ἡμῶν καὶ τοῦ κατὰ ξηράν, θάλασσαν καὶ ἀέρα φιλοχρίστου Στρατοῦ τοῦ Κυρίου δεηθῶμεν).

Ὑπὲρ πάσης Ἀρχῆς καὶ Ἐξουσίας ἐν τῷ Κράτει ἡμῶν καὶ ὑπὲρ τοῦ εὐοδωθῆναι αὐτὰς ἐν τοῖς ὑπὲρ τοῦ εὐσεβοῦς λαοῦ ἔργοις αὐτῶν, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τοῦ ἁγιασθῆναι τὸ ὕδωρ τοῦτο, τῇ δυνάμει καὶ ἐνεργείᾳ καὶ ἐπιφοιτήσει τοῦ Ἁγίου Πνεύματος, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον και διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.

Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης ἐνδόξου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Ὁ Ἱερεύς· Ὅτι πρέπει σοι πᾶσα δόξα τιμὴ καὶ προσκύνησις τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ Χορός· Ἀμήν.

Ὁ Ἱερεὺς (χαμηλῇ τῇ φωνῇ)

Κλῖνον Κύριε τὸ οὖς σου καὶ ἐπάκουσον ἡμῶν, ὁ ἐν Ἰορδάνῃ βαπτισθῆναι καταδεξάμενος καὶ ἁγιάσας τὰ ὕδατα· καὶ εὐλόγησον πάντας ἡμᾶς, τοὺς διὰ τῆς κλίσεως τοῦ ἑαυτῶν αὐχένος σημαίνοντας τὸ τῆς δουλείας πρόσχημα· καὶ καταξίωσον ἡμᾶς ἐμπλησθῆναι τοῦ ἁγιασμοῦ σου διὰ τῆς τοῦ ὕδατος τούτου μεταλήψεώς τε καὶ ῥαντισμοῦ καὶ γενέσθω ἡμῖν, Κύριε, εἰς ὑγίειαν ψυχῆς τε καὶ σώματος.

Ἐκφώνως

Σὺ γὰρ εἶ ὁ ἁγιασμὸς τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν καὶ σοὶ τὴν δόξαν καὶ εὐχαριστίαν καὶ προσκύνησιν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ Χορός· Ἀμήν.

Ὁ Ἱερεύς, βαπτίζων τόν Τίμιον Σταυρὸν ἐν τῷ ὕδατι ψάλλει ἐκ γ´.

Ἦχος α´.

Σῶσον Κύριε τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς Βασιλεῦσι, κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων, διὰ τοῦ Σταυροῦ σου πολίτευμα.

Εἶτα ῥαντίζων σταυροειδῶς ψάλλει.

Ἦχος β´.

Τῶν σῶν δωρεῶν ἀξίους ἡμᾶς ποίησον, Θεοτόκε Παρθένε, παρορῶσα τὰ πλημμελήματα ἡμῶν, καὶ παρέχουσα ἰάματα τοῖς ἐν πίστει λαμβάνουσι, τὴν εὐλογίαν σου, Ἄχραντε.

Ὁ Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.

Ὁ Χορός· Κύριε, ἐλέησον.

Ὁ Ἱερεὺς

Εὐλογητὸς εἶ, Κύριε ὁ Θεὸς ἡμῶν, ὁ δημιουργὸς καὶ κτίστης τοῦ παντός, ὁ προνοητὴς καὶ συντηρητὴς πάσης τῆς κτίσεως· τῷ γὰρ λόγῳ σου οἱ οὐρανοὶ ἐστερεώθησαν καὶ τῷ πνεύματι τοῦ στόματός σου πᾶσα ἡ δύναμις αὐτῶν· σὺ ἀνοίγεις τὴν χεῖρὰ σου καὶ ἐμπιπλᾶς πᾶσαν ψυχὴν εὐδοκίας καὶ δίδως τοῖς πᾶσι πνοὴν καὶ ζωήν καὶ τὰ πάντα· εὐλογητὸς εἶ καὶ δεδοξασμένος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ὅθεν πρὸς σέ, Κύριε Παντοκράτορ, ἐκχέομεν σήμερον τὰς καρδίας ἡμῶν, ὅτι πολλῶν παθημάτων ἄθλησιν ὑπομείναντες ἐν ταῖς πρότερον ἡμέραις. τῇ σῇ δυνάμει καὶ τῇ σῇ φιλανθρωπίᾳ ἤχθημεν σῷοι καὶ διεφυλάχθημεν εἰς τὸν παρόντα χρόνον. Εὐχαριστοῦμέν σοι, Πάτερ ἀγαθέ, ὅτι ἐῤῥύσω ἡμᾶς μετὰ κρίματος καὶ δικαιοσύνης ἐξ ἐχθρῶν δυνατῶν καὶ ὀργίλων. Καὶ ἴδε νῦν πᾶσα ἡμῶν ἡ χώρα, ἣν ἔδωκας, ὁ Θεός, τοῖς πατράσιν ἡμῶν εἰς κατάσχεσιν, ἀποκαθίσταται εἰς τὸ πρότερον· καὶ πόλεις, ἃς καθεῖλον ἀνακαινίζονται· καὶ ἀγροί, οὓς ἠρήμωσαν, σιτοδοτοῦσι· καὶ οἰκίαι καὶ Ναοί, οὓς ἐνεπύρησαν καὶ κατέσκαψαν, ἀνακτίζονται εἰς λατρείαν τοῦ ὀνόματός σου καὶ τοῦ λαοῦ σου εἰς κατοίκησιν. Ἧκεν ἐφ᾿ ἡμᾶς ἡ εἰρήνη, ἧκεν ἡ ἀσφάλεια, ἐλήλυθεν ἡ εὐνομία. Ὕψωσας γὰρ ἐκλεκτοὺς ἐκ τοῦ λαοῦ σου, ἔδωκας πάλιν ἄρχοντας ἡμῖν, εἰς τὸ ἄρχειν καὶ κρίνειν ἀνὰ μέσον τοῦ λαοῦ. Διόπερ ὑπὲρ τούτων δεόμεθά σου. Ἄρχον εἰρήνης καὶ δικαιοσύνης Κριτά· σὺ ἔδωκας ἡμῖν ἄρχοντας κατὰ τὴν καρδίαν ἡμῶν, αὐτὸς δὲ καὶ δὸς αὐτοῖς ἄρχειν μετ᾿ ἐπιστήμης, ὅτι χαλεποῦ τοῦ εἰδέναι ἄρχεσθαι χαλεπώτερόν ἐστι τὸ ἄρχειν ἀνθρώπων. Κατάκτησον αὐτοὺς διακόνους εἰς τὸ ἀγαθόν· τὰς ὁδούς σου γνώρισον αὐτοῖς, καὶ τὰς τρίβους σου δίδαξον αὐτούς, καὶ ὁδήγησον αὐτοὺς ἐπὶ τὴν ἀληθειάν σου, ἵνα πορευθῶσιν ἐν ἀκακίᾳ καὶ στῶσιν ἐν εὐθύτητι. Διακονησάτωσαν καὶ οὐ διακονηθήτωσαν· οὐκ ἄρξουσιν οὗτοι ἐν ἡμῖν, ἀλλὰ σὺ ἄρξεις ἡμῶν δι᾿ αὐτῶν· ὅτι πᾶσα ἀρχὴ καὶ ἐξουσία ὑπὸ σοῦ τέτακται καὶ οὐκ ἔστιν ἐξουσία εἰ μὴ ὑπὸ σοῦ. Ναί, ὁ Θεός, ὁ Σωτὴρ ἡμῶν, ἐπάκουσον ἡμῶν ἐν τῷ αἴρειν ἡμᾶς χεῖρας καὶ καρδίαν ἐπὶ σὲ καὶ πλήρωσον ἡμῶν τὰ αἰτήματα. Ὅτι σὺ εἶ ὁ ἀποκαθιστῶν τὴν κληρονομίαν ἡμῶν καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ Χορός· Ἀμήν.

Εἶθ᾿ οὕτως ἡ συνήθης Ἀπόλυσις.

ΤΑΞΙΣ ΟΡΚΩΜΟΣΙΑΣ ΔΗΜΟΣΙΩΝ ΥΠΑΛΛΗΛΩΝ

Ὁ Ἱερεύς, φέρων ἐπιτραχήλιον·

Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Βασιλεῦ οὐράνιε, παράκλητε, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν, ὁ θησαυρὸς τῶν ἀγαθῶν καὶ ζωῆς χορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος καὶ σῶσον, ἀγαθέ, τὰς ψυχὰς ἡμῶν.

Καὶ ἀπαγγέλλεται ὑπὸ τοῦ Ἱερὲως ὁ ὅρκος, τοῦ ὁρκιζομένου ὑψοῦντος τὴν δεξιὰν μετὰ τῶν τριῶν δακτύλων ἡνωμένων ὡς ἐν τῷ σημείῳ τοῦ σταυροῦ, καὶ ἐπαναλαμβάνοντος εὐκρινῶς τὰς λέξεις τοῦ ὅρκου. Ἐὰν ὦσι πλείονες τοῦ ἑνὸς οἱ ὁρκιζόμενοι, ἐπαναλαμβάνουσιν ἕκαστος τὸν ὅρκον δι᾿ ἑαυτόν. Ἰστέον ὅτι ἐνώπιον τοῦ Ἱερέως ὁρκίζονται μόνον οἱ ὀρθόδοξοι χριστιανοί.

«Ὁρκίζομαι εἰς τὸ ὄνομα τῆς Ἁγίας καὶ Ὁμοουσίου καὶ Ἀδιαιρέτου Τριάδος καὶ εἰς τὸ Ἱερὸν Εὐαγγέλιον νὰ φυλάττω πίστιν εἰς τὴν πατρίδα, ὑπακοὴν εἰς τὸ Σύνταγμα καὶ τοὺς Νόμους τοῦ Κράτους καὶ νὰ ἐκπληρῶ τιμίως καὶ εὐσυνειδήτως τὰ καθήκοντά μου».

Εἶθ᾿ οὕτως ἡ Εὐχὴ ἅμα καὶ Ἀπόλυσις.

Τοῦ Κυρίου δεηθῶμεν.

Κύριε ὁ Θεὸς ἡμῶν, πρόσδεξαι τὴν δέησιν ἡμῶν σήμερον καὶ ἐνίσχυσον τὸν δοῦλόν σου (τὸν δεῖνα) τῇ θείᾳ σου χάριτι, ἵνα τὴν ἐπαγγελίαν αὐτοῦ πληρώσας, ἄξιος γένηται τῆς κλήσεως αὐτοῦ. Πρεσβείαις τῆς παναγίας δεσποίνης ἡμῶν Θεοτόκου, καὶ πάντων σου τῶν Ἁγίων. Ἀμήν.

Δι᾿ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν...

ΔΟΞΟΛΟΓΙΑ ΕΠΙ Τῌ ΕΠΕΤΕΙῼ ΔΙΑΣΩΣΕΩΣ ΠΟΛΕΩΣ ΕΞ ΕΠΙΔΡΟΜΗΣ ΕΧΘΡΩΝ

Πολλαὶ πόλεις, καὶ κῶμαι ἐν ταῖς προλαβούσαις τοῦ πολέμου ἡμέραις δεινὰς προσβολὰς ἐξ ἐχθρῶν δυσμενῶν ὑπέστησαν, ἀνδρείως δὲ καὶ ἐῤῥωμένως ἀμυνάμεναι πᾶσαι, τῇ στρατηγίᾳ τῆς ὑπεραγίας Θεοτόκου καὶ τῇ τοῦ Θεοῦ δυνάμει ἐκ τοῦ κινδύνου ἐῤῥύσθησαν. Ὅθεν ἐπὶ τούτῳ ἐτησίως ἐν εὐγνωμοσύνῃ τῶν πιστῶν ἐν τῷ Ναῷ συναγομένων τελεῖται Δοξολογία τάξει τῇ ἀκολούθῳ.

Ὁ Διάκονος· Εὐλόγησον, Δέσποτα.

Ὁ Ἱερεύς· Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ Χορός· Ἀμήν.

Ἦχος α´.

Σῶσον, Κύριε, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς Βασιλεῦσι, κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων, διὰ τοῦ Σταυροῦ σου πολίτευμα.

Τὸ Ἀπολυτίκιον τοῦ Ἁγίου τοῦ Ναοῦ καὶ ἐκ τῆς Δοξολογίας τοὺς παρόντας στίχους.

Δόξα σοι τῷ δείξαντι τὸ φῶς, δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.

Κύριε, Βασιλεῦ ἐπουράνιε, Θεὲ Πάτερ παντοκράτορ· Κύριε Υἱὲ μονογενὲς Ἰησοῦ Χριστὲ, καὶ Ἅγιον Πνεῦμα.

Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.

Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.

Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς (γ´).

Δόξα... Καὶ νῦν... κτλ.

Ὁ Διάκονος· Ἐλέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.

Ὁ Χορός· Κύριε, ἐλέησον (γ´ καθ᾿ ἑκάστην δέησιν).

Ὁ Διάκονος· Ἔτι δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν.

Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (τοῦ δεῖνος), τοῦ τιμίου πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας, παντὸς τοῦ κλήρου καὶ τοῦ λαοῦ.

(Ὑπὲρ τοῦ εὐσεβοῦς ἡμῶν ἔθνους, πάσης Ἀρχῆς καὶ ἐξουσίας ἐν τῷ Κράτει ἡμῶν καὶ τοῦ κατὰ ξηράν, θάλασσαν καὶ ἀέρα φιλοχρίστου Στρατοῦ τοῦ Κυρίου δεηθῶμεν).

Ἔτι δεόμεθα ὑπὲρ αἰωνίας μνήμης καὶ μακαρίας ἀναπαύσεως τῶν ἀδελφῶν ἡμῶν, πάντων τῶν ἡρωϊκῶς ἀγωνισαμένων καὶ ἐνδόξως πεσόντων ἐν τῇ προασπίσει τῆς πόλεως ταύτης.

Ὁ Χορός· Αἰωνία ἡ μνήμη (γ´).

Ὁ Διάκονος

Ἔτι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν πόλιν ταύτην, καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ λοιμοῦ, λιμοῦ, σεισμοῦ καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων καὶ ἐμφυλίου πολέμου· ὑπὲρ τοῦ ἵλεων, εὐμενῆ καὶ εὐδιάλλακτον γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καὶ διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον τὴν καθ᾿ ἡμῶν κινουμένην, καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς δικαίας αὐτοῦ ἀπειλῆς, καὶ ἐλεῆσαι ἡμᾶς.

Τούτων λεγομένων, ἑκάτερος τῶν Χορῶν ψάλλει Κύριε, ἐλέησον (ιβ´).

Ὁ Διάκονος· Ἔτι δεόμεθα καὶ ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν ἡμῶν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν, καὶ ἐλεῆσαι ἡμᾶς.

Ὁ Χορός· Ἀμήν.

Ὁ Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.

Ὁ Ἱερεὺς

Κύριε Σαβαώθ, ὁ Θεὸς τῶν δυνάμεων, ὁ βασιλεὺς τῶν αἰώνων, ὁ συντρίβων πολέμους ἐν ὑψηλῷ βραχίονι, ἡ ἰσχὺς τῆς σωτηρίας ἡμῶν· ἡ βασιλεία σου βασιλεία πάντων τῶν αἰώνων καὶ ἡ δεσποτεία σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. Τὶς ὅμοιός σοι ἐν Θεοῖς, Κύριε; Τίς ὅμοιός σοι, δεδοξασμένος ἐν ἁγίοις, θαυμαστὸς ἐν δόξῃ, ποιῶν τέρατα ἐν οὐρανῷ καὶ ἐπὶ γῆς; Ἡ δεξιά σου δεδόξασται ἐν ἰσχύϊ, ἡ δεξιά σου χεὶρ ἔθραυσεν ἐχθρούς, καὶ τῷ πλήθει τῆς δόξης σου συνέτριψας τοὺς ὑπεναντίους. Ἀλλότριοι ἐπανέστησαν ἐφ᾿ ἡμᾶς καὶ κραταιοὶ ἐζήτησαν τὸν τόπον ἡμῶν· ῥομφαίαν ἐσπάσαντο οἱ ἐχθροὶ ἡμῶν καὶ ἐνέτειναν τόξον τοῦ καταλαβεῖν ἡμᾶς ἐταράχθησαν πάντες οἱ θεωροῦντες αὐτοὺς καὶ ἐφοβήθη πᾶς ἄνθρωπος. Ἐδοκίμασας ἡμᾶς, ὁ Θεός, καὶ ἐπύρωσας ἡμᾶς ὡς πυροῦται τὸ ἀργύριον· εἰσήγαγες ἡμᾶς εἰς παγίδα καὶ ἔθου θλίψεις ἐπὶ τὸν νῶτον ἡμῶν, κατεργαζόμενος ἐν ἡμῖν διὰ τῆς θλίψεως τὴν ὑπομονήν, διὰ δὲ τῆς ὑπομονῆς τὴν ἐλπίδα· οὐ γὰρ διεπετάσαμεν χεῖρας ἡμῶν πρὸς θεοὺς ἀλλοτρίους καὶ ἐν τῇ θλίψει ἡμῶν οὐ διελίπομεν προσευχόμενοι λέγοντες· Ὁ Θεὸς ἡμῶν καταφυγὴ καὶ δύναμις, βοηθὸς ἐν ταῖς θλίψεσι ταῖς εὑρούσαις ἡμᾶς σφόδρα· ἀπὸ τῶν ἐπανισταμένων ἡμῖν ὕψωσον ἡμᾶς καὶ ἀπὸ ἀνδρῶν ἀδίκων ῥῦσαι ἡμᾶς, ὅτι σὺ εἶ ὁ ὑπερασπιστὴς ἡμῶν, Κύριε· ἐπιλαβοῦ ὅπλου καὶ θυρεοῦ καὶ ἀνάστα εἰς τὴν βοήθειαν ἡμῶν· σκέπασον ἡμᾶς ἀπὸ συστροφῆς πονηρευομένων καὶ ἀπὸ πλήθους ἐργαζομένων ἀδικίαν· δὸς ἡμῖν βοήθειαν ἐκ θλίψεως καὶ ματαία σωτηρία ἀνθρώπου. Καί ἐπήκουσας ἡμῶν, ὁ Θεός, ὁ διασκεδάζων βουλὰς ἐθνῶν, ὁ ἀθετῶν λογισμοὺς λαῶν καὶ βουλὰς ἀρχόντων· ἐξαπέστειλας βέλη καὶ ἐσκόρπισας τοὺς ἐχθροὺς ἡμῶν καὶ ἀστραπὰς ἐπλήθυνας καὶ συνετάραξας αὐτούς· καὶ ἐγένετο οἱ πολεμοῦντες ἡμᾶς ὡσεὶ χνοῦς κατὰ πρόσωπον ἀνέμου καὶ Ἄγγελος Κυρίου καταδιώκων αὐτούς. Ἐμεγάλυνας, Κύριε, τοῦ ποιῆσαι μεθ᾿ ἡμῶν καὶ ἐγενήθημεν εὐφραινόμενοι· ἐπλήσθη χαρᾶς τὸ στόμα ἡμῶν καὶ ἡ γλῶσσα ἡμῶν ἀγαλλιάσεως. Καί τὰ νῦν, Δέσποτα Παντοκράτορ, πρὸς σὲ βοῶμεν ἐν ἀλαλαγμῷ· δόξα τῷ κράτει τῆς ἰσχύος σου, δόξα τῷ βάθει τῶν κριμάτων σου, δόξα τῷ πλήθει τοῦ ἐλέους σου. Ὅθεν ἐπάκουσον ἡμῶν ἐκτενῶς δεομένων σου καὶ τὰς ψυχὰς τῶν ἀδελφῶν ἡμῶν τῶν ὑπερασπιστῶν τῆς πόλεως ταύτης, ὧν τὸ αἷμα ἔῤῥευσεν ὑπὲρ τῆς Πίστεως καὶ τῆς Πατρίδος ἡμῶν, ἐν οὐρανίοις θαλάμοις ὑπόδεξαι καὶ ἐν τῇ χορείᾳ τῶν ἐκλεκτῶν σου κατάταξον· τοὺς τάφους αὐτῶν ἱεροὺς ἐν τῇ γῇ διατήρησον, καὶ τὰ ὀστέα αὐτῶν λείψανα τίμια παρὰ τῷ λαῷ σου διαφύλαξον· τήρησον τὴν μνήμην αὐτῶν αἰωνίαν, καὶ τὰ ὀνόματα αὐτῶν γράψον ἐν βίβλῳ ζωῆς. Δεόμεθά σου καὶ ὑπὲρ τοῦ λαοῦ σου, ὑπὲρ τῆς ποίμνης σου ταύτης, ἵνα φυλάξῃς αὐτὴν καὶ διατηρήσῃς ἀπὸ τῆς γενεᾶς ταύτης καὶ εἰς τὸν αἰῶνα· ὁδήγησον ἡμᾶς ἐν τῇ δικαιοσύνῃ σου καὶ νομοθέτησον ἡμᾶς ἐν τῇ ὁδῷ σου, ἕνεκα τῶν ἐχθρῶν ἡμῶν· τὴν σὴν εἰρήνην καὶ τὴν σὴν εὐλογίαν δώρησαι ἡμῖν, τῇ Ἐκκλησίᾳ σου, τῷ Ἔθνει ἡμῶν, τῷ Στρατῷ καὶ παντὶ τῷ λαῷ σου. Ἔτι δεόμεθά σου, Κύριε, καὶ ὑπὲρ τῶν ἐχθρῶν ἡμῶν· σὸν γάρ ἐστι θέλημα κυρῶσαι εἰς αὐτοὺς ἀγάπην. Φώτισον τοὺς ὀφθαλμοὺς αὐτῶν, μήποτε ἀπόλωνται ἐν τῇ ἁμαρτίᾳ αὐτῶν· μή ἀποκτείνῃς αὐτούς, μήποτε ἐπιλάθωνται τοῦ νόμου σου, ἀλλ᾿ ἐσκορπισμένους ἐπισυνάγαγε τῇ δυνάμει σου, καὶ πεπλανημένους ἐπανάγαγε τῇ ἀγάπῃ σου, καὶ σύναψον τῇ ἁγίᾳ σου Ἐκκλησίᾳ. Σὺ γὰρ εἶ ὁ Θεός, ὁ Σωτὴρ πάντων ἡμῶν καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ὁ Χορός· Τῇ ὑπερμάχῳ στρατηγῷ τὰ νικητήρια, ὡς λυτρωθεῖσα τῶν δεινῶν εὐχαριστήρια, ἀναγράφω σοι ἡ πόλις σου Θεοτόκε· ἀλλ᾿ ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον, ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον. Ἵνα κράζω σοι· Χαῖρε Νύμφη ἀνύμφευτε.

Εἶθ᾿ οὕτως ἡ συνήθης Ἀπόλυσις.

ΕΠΙΜΝΗΜΟΣΥΝΟΣ ΔΕΗΣΙΣ ΥΠΕΡ ΤΩΝ ΕΝ ΠΟΛΕΜῼ ΠΕΣΟΝΤΩΝ

Μετὰ τὴν Θ. Λειτουργίαν, προτεθειμένων τῶν κολλύβων ἐν τῷ μέσῳ τοῦ Ναοῦ ἢ ἐπὶ σήματος ἐν οἷς χώροις τὰ ὀστέα τῶν πεσόντων τέθαπται, τελεῖται ἡ συνήθης Ἀκολουθία τοῦ ἱεροῦ Μνημοσύνου, ἐν ᾗ ὁ Διάκονος μνημονεύει.

Ἐλέησον ἡμᾶς, ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου ἐπάκουσον καὶ ἐλέησον.

Ἔτι δεόμεθα ὑπὲρ αἰωνίας μνήμης καὶ μακαρίας ἀναπαύσεως τῶν ἐν τοῖς ἱεροῖς ἡμῶν ἀγῶσιν ὑπὲρ τῆς Πίστεως καὶ τῆς Πατρίδος ἡμῶν εὐκλεῶς ἀγωνισαμένων καὶ ἡρωϊκῶς πεσόντων πατέρων καὶ ἀδελφῶν ἡμῶν καὶ ὑπὲρ τοῦ συγχωρηθῆναι αὐτοῖς πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον.

Ὅπως Κύριος ὁ Θεὸς τάξῃ τὰς ψυχὰς αὐτῶν ἔνθα οἱ Δίκαιοι ἀναπαύονται· τὰ ἐλέη τοῦ Θεοῦ, τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ ἄφεσιν τῶν αὑτῶν ἁμαρτιῶν, παρὰ Χριστῷ τῷ ἀθανάτῳ βασιλεῖ καὶ Θεῷ ἡμῶν αἰτησώμεθα.

Τοῦ Κυρίου δεηθῶμεν.

Ὁ δὲ Ἱερεύς, λέγει τὴν παροῦσαν εὐχήν.

Κύριε ὁ Θεὸς ἡμῶν, ὁ Θεὸς τῶν Δυνάμεων, ὁ συντρίβων πολέμους ἐν ὑψηλῷ βραχίονι, ὁ διὰ τῆς ἀῤῥήτου ἐνανθρωπήσεως καὶ τοῦ ἑκουσίου Πάθους τοῦ μονογενοῦς σου Υἱοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ προτυπώσας καὶ δείξας ἡμῖν, ὅτι ἀεὶ τῇ θυσίᾳ ἕπεται ἡ νίκη καὶ τῷ σταυρῷ ἀκολουθεῖ ἡ ἀνάστασις, ἐπάκουσον ἡμῶν δεομένων τῆς σῆς ἰσχύος καὶ τῆς σῆς φιλανθρωπίας· ἰσχύος μέν, ἵνα τὸ Ἔθνος ἡμῶν διαφυλάττων, ἀπὸ νίκης εἰς νίκην ὁδηγῇς καὶ ἀπὸ δόξης εἰς δόξαν ἀνάγῃς· φιλανθρωπίας δέ, ἵνα τὰς ψυχὰς τῶν ὑπὲρ τῆς Πίστεως καὶ τῆς Πατρίδος ἡμῶν εὐκλεῶς ἀγωνισαμένων καὶ ἡρωϊκῶς πεσόντων ἐν τῇ χορείᾳ τῶν ἐκλεκτῶν σου κατατάξῃς. Τούτων γὰρ τὰ πνεύματα ὡς νέφος ἡμῖν ὧδε περίκεινται καὶ τῶν ὀστέων αὐτῶν οἱ τύμβοι τὰ ὅρια τῆς πατρίδος γῆς φυλάττουσι, τὰ δὲ αὐτῶν τίμια αἵματα τῆς ἐλευθερίας ἡμῶν τὸ δένδρον ἀρδεύουσιν. Ὥσπερ ἐν τῇ γῇ τὴν φάλαγγα τῶν ἐπιλέκτων ἀπετέλεσαν, οὕτω καὶ ἐν τῷ οὐρανῷ στρατιὰν ἁγίων μαρτύρων συγκροτήτωσαν· καὶ ὥσπερ παρ᾿ ἀνθρώποις τίμιοι γεγόνασιν, οὕτω παρὰ σοὶ τῷ Θεῷ ἅγιοι ἔστωσαν· τὸν γὰρ ἀγῶνα τὸν καλὸν ἠγωνίσαντο καὶ τὸν δρόμον οἱ γενναῖοι ἀθληταὶ νικηφόρως ἐτέλεσαν, ἀπόδος οὖν αὐτοῖς, ὁ δίκαιος Κριτής, τὸν τῆς δικαιοσύνης στέφανον. Ἡμῖν δέ, τοῖς τῷ ἐκείνων θανάτῳ ἐλευθέροις νῦν ζῶσι, παράσχου, ὁ Θεός, ἀεὶ μνημονεύειν τῆς ὑπερόχου αὐτῶν θυσίας, καὶ ἀναθεωροῦντας τὴν ἔκβασιν αὐτῶν τῆς ἀναστροφῆς, μιμεῖσθαι τὴν ἀνδρείαν. Ἐπίβλεψον, Κύριε, ἀπ᾿ οὐρανοῦ καὶ ἀπὸ θρόνου δόξης τῆς βασιλείας σου, καὶ τῷ Ἔθνει ἡμῶν τὴν εὐλογίαν σου κατάπεμψον, τοῦ ἐνδόξου στρατοῦ τῆς Πατρίδος ἡμῶν πρόστηθι, τοὺς γενναίους αὐτοῦ ἡγήτορας ἐνίσχυε, καὶ πάντας ἡμᾶς διὰ τῆς ὑπερμάχου Στρατηγοῦ εἰς τὴν νίκην ὁδήγει. Σύ γὰρ ὁ Θεὸς τῶν σωτηρίων ἡμῶν καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εἶθ᾿ οὕτως ἡ συνήθης Ἀπόλυσις τοῦ νεκρωσίμου Τρισαγίου.

ΕΠΙΜΝΗΜΟΣΥΝΟΣ ΔΕΗΣΙΣ ΥΠΕΡ ΤΩΝ ΕΥΕΡΓΕΤΩΝ ΤΗΣ ΠΑΙΔΕΙΑΣ ΤΟΥ ΕΘΝΟΥΣ ΗΜΩΝ

Τῶν ἐν τῷ Γένει ἡμῶν, τῶν ὑπὲρ τῆς ἀναγεννήσεως τῆς Παιδείας τῆς τε ἐκκλησιαστικῆς καὶ τῆς θύραθεν πολλὰ ἐκ δικαίων αὐτῶν πόνων εἰσενεγκόντων, δίκαιον ἅμα τε καὶ πρέπον μνημονεύειν· τὰ μὲν σώματα αὐτῶν ἐν εἰρήνῃ ἐτάφη, τὸν δὲ αὐτῶν ἔπαινον ἐξαγγέλλει ἡ Ἐκκλησία. Μετὰ οὖν τὴν θείαν Λειτουργίαν, προτεθειμένων τῶν κολλύβων, τελεῖται ἡ συνήθης Ἀκολουθία τοῦ ἱεροῦ Μνημοσύνου, ἐν ᾗ ὁ Διάκονος μνημονεύει.

Ἐλέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου ἐπάκουσον καὶ ἐλέησον.

Ἔτι δεόμεθα ὑπὲρ αἰωνίας μνήμης καὶ μακαρίας ἀναπαύσεως τῶν δούλων τοῦ Θεοῦ (τῶνδε) τῶν Εὐεργετῶν γενομένων τῆς Παιδείας τοῦ Ἔθνους ἡμῶν καὶ ὑπὲρ τοῦ συγχωρηθῆναι αὐτοῖς...

Ὁ δὲ Ἱερεὺς λέγει τὴν παροῦσαν ἐγκωμιαστικὴν ἅμα καὶ συγχωρητικὴν εὐχήν.

Εὐλογητὸς εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ Θεὸς τῶν πνευμάτων καὶ πάσης σαρκός, ὁ Κύριος τῆς ζωῆς καὶ τοῦ θανάτου· σὺ γὰρ τὸν διάβολον κατεπάτησας, τὸν δὲ θάνατον κατήργησας καὶ ζωὴν τῷ κόσμῳ σου ἐδωρήσῳ, ἔστησας δὲ ἡμέραν, ἐν ᾗ μέλλεις κρίνειν τὴν οἰκουμένην ἐν δικαιοσύνῃ. Ἐπὶ ταύτην οὖν τὴν ἡμέραν τὴν μεγάλην καὶ ἐπιφανῆ τῆς ἐνδόξου παρουσίας σου, Κύριε, ἡμᾶς ἡ μνήμη περιφέρει. Ὅθεν καὶ προτεθήκαμεν σήμερον ἐνώπιόν σου τὰ σύμβολα ταῦτα τῆς ἀναστάσεως ἡμῶν καὶ μνημόσυνα τελοῦμεν ἀνδρῶν ὑπερόχων καὶ ἐπιφανῶν ἐν τῷ Ἔθνει ἡμῶν, τῶν ἀοιδίμων (τῶν δεῖνα). Οὗτοι γὰρ τὸν λόγον σου ἀκούσαντες· «Πώλησὸν σου τὰ ὑπάρχοντα καὶ διάδος πτωχοῖς», οὐκ ἐστύγνασαν οὐδ᾿ ἀπῆλθον λυπούμενοι, ἀλλ᾿ ἔδωκαν ἑαυτοὺς τῷ σῷ θελήματι καὶ τῷ Ἔθνει αὐτῶν καὶ ἐλειτούργησαν αὐτῷ ἐν τοῖς σαρκικοῖς καὶ ἐν τοῖς πνευματικοῖς. Οὗτοι ἐγενήθησαν οἱ πιστοὶ οἰκονόμοι, οὕς κατέστησεν ὁ κύριος αὐτῶν ἐπὶ τῆς θεραπείας αὐτοῦ, ἀξίως τοῦ Εὐαγγελίου πολιτευσάμενοι· οὐ γὰρ ὑψηλοφρόνησαν· οὐδὲ ἤλπισαν ἐπὶ πλούτου ἀδηλότητι, ἀλλ᾿ ἔθεντο τὴν ἐλπίδα αὐτῶν ἐπὶ σὲ τὸν ζῶντα Θεόν, ἐλόμενοι ἀγαθοεργεῖν καὶ πλουτεῖν ἐν ἔργοις καλοῖς, ἀποθησαυρίζοντες ἑαυτοῖς θεμέλιον καλὸν εἰς τὸ μέλλον, ἵνα ἐπιβάλωνται τῆς αἰωνίου ζωῆς. Ὑπὲρ τούτων οὖν τῆς σῆς φιλανθρωπίας δεόμεθα, ἵνα ὥσπερ ἐπλεόνασεν αὐτοῖς ἐν τῇ γῇ τὸ πλῆθος τῶν ἀγαθῶν, οὕτω περισσεύσῃ αὐτοῖς καὶ ἐν τῷ οὐρανῷ ὁ πλοῦτος τῆς θείας σου χάριτος· εἰ δὲ καὶ ὡς ἄνθρωποι ἔν τινι ἔπταισαν, σὺ αὐτοῖς ὡς Θεὸς τὰ πάντα συγχώρησον. Κατασκήνωσον αὐτοὺς ἐν ταῖς αὐλαῖς σου ἐν τόπῳ χλόης καὶ ἐπὶ ὕδατος ἀναπαύσεως μνήσθητι τοῦ κόπου τῆς ἀγάπης αὐτῶν καὶ μὴ ἐπιλάθου τῆς αὐτῶν ἐπιποθήσεως καὶ τοῦ ζήλου ὑπὲρ τοῦ Ἔθνους ἡμῶν. Ὅταν δὲ φανερωθῇς καὶ ἔλθῃς μετὰ τῶν Ἀγγέλων τῶν ἁγίων, τότε παράστησον αὐτοὺς ἐν τοῖς δεξιοῖς καὶ ἐν βουλῇ δικαίων· καὶ ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασας, ὁ Θεός, τοῖς ἀγαπῶσί σε, ταῦτα χάρισαι αὐτοῖς. Παρὰ σοὶ γὰρ ἀπόκειται ὁ τῆς δικαιοσύνης στέφανος καὶ σοὶ τὴν δέησιν ἡμῶν καὶ τὴν δοξολογίαν προσάγομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εἶθ᾿ οὕτως ἡ συνήθης τοῦ νεκρωσίμου Τρισαγίου Ἀπόλυσις.

ΕΠΙΜΕΤΡΟΝ. ΕΥΑΓΓΕΛΙΑ ΕΩΘΙΝΑ ΑΝΑΣΤΑΣΙΜΑ

ΕΩΘΙΝΟΝ ΠΡΩΤΟΝ

Ἐκ τοῦ κατὰ Ματθαῖον. (Κεφ. κη´ 16–20)

Τῷ καιρῷ ἐκείνῳ, οἱ ἕνδεκα Μαθηταὶ ἐπορεύθησαν εἰς τὴν Γαλιλαίαν, εἰς τὸ ὄρος, οὗ ἐτάξατο αὐτοῖς ὁ Ἰησοῦς. Καὶ ἰδόντες αὐτὸν προσεκύνησαν αὐτῷ· οἱ δὲ ἐδίστασαν. Καὶ προσελθὼν ὁ Ἰησοῦς, ἐλάλησεν αὐτοῖς, λέγων· Ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς. Πορευθέντες οὖν μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος· διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν· καὶ ἰδού, ἐγὼ μεθ᾿ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας, ἕως τῆς συντελείας τοῦ αἰῶνος. Ἀμήν.

ΕΩΘΙΝΟΝ ΔΕΥΤΕΡΟΝ

Ἐκ τοῦ κατὰ Μᾶρκον. (Κεφ. ις´ 1–8)

Διαγενομένου τοῦ Σαββάτου, Μαρία ἡ Μαγδαληνή, καὶ Μαρία ἡ τοῦ Ἰακώβ, καὶ Σαλώμη, ἠγόρασαν ἀρώματα, ἵνα ἐλθοῦσαι ἀλείψωσι τὸν Ἰησοῦν. Καὶ λίαν πρωΐ τῆς μιᾶς Σαββάτων ἔρχονται ἐπὶ τὸ μνημεῖον, ἀνατείλαντος τοῦ ἡλίου. Καὶ ἔλεγον πρὸς ἑαυτάς· Τὶς ἀποκυλίσει ἡμῖν τὸν λίθον ἐκ τῆς θύρας τοῦ μνημείου; Καὶ ἀναβλέψασαι θεωροῦσιν ὅτι ἀποκεκύλισται ὁ λίθος· ἦν γὰρ μέγας σφόδρα. Καὶ εἰσελθοῦσαι εἰς τὸ μνημεῖον, εἶδον νεανίσκον καθήμενον ἐν τοῖς δεξιοῖς, περιβεβλημένον στολὴν λευκήν, καὶ ἐξεθαμβήθησαν. Ὁ δὲ λέγει αὐταῖς· Μὴ ἐκθαμβεῖσθε· Ἰησοῦν ζητεῖτε τὸν Ναζαρηνὸν τὸν ἐσταυρωμένον· ἠγέρθη, οὐκ ἔστιν ὧδε· ἴδε ὁ τόπος ὅπου ἔθηκαν αὐτόν. Ἀλλ᾿ ὑπάγετε, εἴπατε τοῖς Μαθηταῖς αὐτοῦ καὶ τῷ Πέτρῳ, ὅτι προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν· ἐκεῖ αὐτὸν ὄψεσθε, καθὼς εἶπεν ὑμῖν. Καὶ ἐξελθοῦσαι ταχύ, ἔφυγον ἀπὸ τοῦ μνημείου· εἶχε δὲ αὐτὰς τρόμος καὶ ἔκστασις, καὶ οὐδενὶ οὐδὲν εἶπον· ἐφοβοῦντο γάρ.

ΕΩΘΙΝΟΝ ΤΡΙΤΟΝ

Ἐκ τοῦ κατὰ Μᾶρκον. (Κεφ. ις´ 9–20)

Ἀναστὰς ὁ Ἰησοῦς πρωΐ πρώτῃ Σαββάτου ἐφάνη πρῶτον Μαρίᾳ τῇ Μαγδαληνῇ, ἀφ᾿ ἧς ἐκβεβλήκει ἑπτὰ δαιμόνια. Ἐκείνη πορευθεῖσα ἀπήγγειλε τοῖς μετ᾿ αὐτοῦ γενομένοις, πενθοῦσι καὶ κλαίγουσι. Κἀκεῖνοι ἀκούσαντες ὅτι ζῇ καὶ ἐθεάθῃ ὑπ᾿ αὐτῆς, ἠπίστησαν. Μετὰ δὲ ταῦτα δυσὶν ἐξ αὐτῶν περιπατοῦσιν ἐφανερώθη ἐν ἑτέρᾳ μορφῇ, πορευομένοις εἰς ἀγρόν. Κἀκεῖνοι ἀπελθόντες ἀπήγγειλαν τοῖς λοιποῖς· οὐδὲ ἐκείνοις ἐπίστευσαν. Ὕστερον ἀνακειμένοις αὐτοῖς τοῖς Ἕνδεκα ἐφανερώθη, καὶ ὠνείδισε τὴν ἀπιστίαν αὐτῶν καὶ σκληροκαρδίαν, ὅτι τοῖς θεασαμένοις αὐτὸν ἐγηγερμένον οὐκ ἐπίστευσαν. Καὶ εἶπεν αὐτοῖς· Πορευθέντες εἰς τὸν κόσμον ἅπαντα κηρύξατε τὸ Εὐαγγέλιον πάσῃ τῇ κτίσει. Ὁ πιστεύσας καὶ βαπτισθεὶς σωθήσεται, ὁ δὲ ἀπιστήσας κατακριθήσεται. Σημεῖα δὲ τοῖς πιστεύσασι ταῦτα παρακολουθήσει· ἐν τῷ ὀνόματί μου δαιμόνια ἐκβαλοῦσι· γλώσσαις λαλήσουσι καιναῖς· ὄφεις ἀροῦσι· κἂν θανάσιμόν τι πίωσιν, οὐ μὴ αὐτοὺς βλάψει· ἐπὶ ἀῤῥώστους χεῖρας ἐπιθήσουσι, καὶ καλῶς ἕξουσιν. Ὁ μὲν οὖν Κύριος, μετὰ τὸ λαλῆσαι αὐτοῖς, ἀνελήφθη εἰς τὸν οὐρανὸν καὶ ἐκάθισεν ἐκ δεξιῶν τοῦ Θεοῦ. Ἐκεῖνοι δὲ ἐξελθόντες ἐκήρυξαν πανταχοῦ, τοῦ Κυρίου συνεργοῦντος καὶ τὸ λόγον βεβαιοῦντος διά τῶν ἐπακολουθούντων σημείων. Ἀμήν.

ΕΩΘΙΝΟΝ ΤΕΤΑΡΤΟΝ

Ἐκ τοῦ κατὰ Λουκᾶν. (Κεφ. κδ´ 1–12)

Τῇ μιᾷ τῶν Σαββάτων, ὄρθρου βαθέος, ἦλθον γυναῖκες ἐπὶ τὸ μνῆμα φέρουσαι ἃ ἡτοίμασαν ἀρώματα, καί τινες σὺν αὐταῖς. Εὗρον δὲ τὸν λίθον ἀποκεκυλισμένον ἀπὸ τοῦ μνημείου, καὶ εἰσελθοῦσαι οὐχ εὗρον τὸ σῶμα τοῦ Κυρίου Ἰησοῦ. Καὶ ἐγένετο ἐν τῷ διαπορεῖσθαι αὐτὰς περὶ τούτου, καὶ ἰδοὺ δύο ἄνδρες ἐπέστησαν αὐταῖς ἐν ἐσθήσεσιν ἀστραπτούσαις. Ἐμφόβων δὲ γενομένων αὐτῶν, καὶ κλινουσῶν τὸ πρόσωπον εἰς τὴν γῆν, εἶπον πρὸς αὐτάς· Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; Οὐκ ἔστιν ὧδε, ἀλλ᾿ ἠγέρθη· μνήσθητε ὡς ἐλάλησεν ὑμῖν, ἔτι ὢν ἐν τῇ Γαλιλαίᾳ, λέγων ὅτι δεῖ τὸν Υἱὸν τοῦ ἀνθρώπου παραδοθῆναι εἰς χεῖρας ἀνθρώπων ἁμαρτωλῶν καὶ σταυρωθῆναι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι. Καὶ ἐμνήσθησαν τῶν ῥημάτων αὐτοῦ, καὶ ὑποστρέψασαι ἀπὸ τοῦ μνημείου ἀπήγγειλαν ταῦτα πάντα τοῖς Ἕνδεκα καὶ πᾶσι τοῖς λοιποῖς. Ἦσαν δὲ ἡ Μαγδαληνὴ Μαρία, καὶ Ἰωάννα, καὶ Μαρία Ἰακώβου, καὶ αἱ λοιπαὶ σὺν αὐταῖς, αἵ ἔλεγον πρὸς τοὺς Ἀποστόλους ταῦτα. Καὶ ἐφάνησαν ἐνώπιον αὐτῶν ὡσεὶ λῆρος τὰ ῥήματα αὐτῶν, καὶ ἠπίστουν αὐταῖς. Ὁ δὲ Πέτρος ἀναστὰς ἔδραμεν ἐπὶ τὸ μνημεῖον, καὶ παρακύψας βλέπει τὰ ὀθόνια κείμενα μόνα· καὶ ἀπῆλθε πρὸς ἑαυτὸν θαυμάζων τὸ γεγονός.

ΕΩΘΙΝΟΝ ΠΕΜΠΤΟΝ

Ἐκ τοῦ κατὰ Λουκᾶν. (Κεφ. κδ´ 12–35)

Τῷ καιρῷ ἐκείνῳ ὁ Πέτρος ἀναστὰς ἔδραμεν ἐπὶ τὸ μνημεῖον, καὶ παρακύψας βλέπει τὰ ὀθόνια κείμενα μόνα, καὶ ἀπῆλθε πρὸς ἑαυτὸν θαυμάζων τὸ γεγονός. Καὶ ἰδοὺ δύο ἐξ αὐτῶν ἦσαν πορευόμενοι ἐν αὐτῇ τῇ ἡμέρᾳ εἰς κώμην, ἀπέχουσαν σταδίους ἑξήκοντα ἀπὸ Ἱερουσαλήμ, ᾗ ὄνομα Ἐμμαούς. Καὶ αὐτοὶ ὡμίλουν πρὸς ἀλλήλους περὶ πάντων τῶν συμβεβηκότων τούτων. Καὶ ἐγένετο ἐν τῷ ὁμιλεῖν αὐτοὺς καὶ συζητεῖν, καὶ αὐτὸς ὁ Ἰησοῦς ἐγγίσας συνεπορεύετο αὐτοῖς· οἱ δὲ ὀφθαλμοὶ αὐτῶν ἐκρατοῦντο τοῦ μὴ ἐπιγνῶναι αὐτόν. Εἶπε δὲ πρὸς αὐτούς· Τίνες οἱ λόγοι οὗτοι, οὓς ἀντιβάλλετε πρὸς ἀλλήλους περιπατοῦντες, καί ἐστε σκυθρωποί· Ἀποκριθεὶς δὲ ὁ εἷς, ᾧ ὄνομα Κλεόπας, εἶπε πρὸς αὐτόν· Σὺ μόνος παροικεῖς ἐν Ἱερουσαλήμ, καὶ οὐκ ἔγνως τὰ γενόμενα ἐν αὐτῇ ἐν ταῖς ἡμέραις ταύταις; Καὶ εἶπεν αὐτοῖς· Ποῖα; Οἱ δὲ εἶπον αὐτῷ· Τὰ περὶ Ἰησοῦ τοῦ Ναζωραίου, ὃς ἐγένετο ἀνὴρ προφήτης δυνατὸς ἐν ἔργῳ καὶ λόγῳ ἐναντίον τοῦ Θεοῦ καὶ παντὸς τοῦ λαοῦ· ὅπως τε παρέδωκαν αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ἄρχοντες ἡμῶν εἰς κρῖμα θανάτου, καὶ ἐσταύρωσαν αὐτόν. Ἡμεῖς δὲ ἠλπίζομεν ὅτι αὐτός ἐστιν ὁ μέλλων λυτροῦσθαι τὸν Ἰσραήλ· ἀλλά γε σὺν πᾶσι τούτοις τρίτην ταύτην ἡμέραν ἄγει σήμερον, ἀφ᾿ οὗ ταῦτα ἐγένετο. Ἀλλὰ καὶ γυναῖκές τινες ἐξ ἡμῶν ἐξέστησαν ἡμᾶς, γενόμεναι ὄρθριαι ἐπὶ τὸ μνημεῖον, καὶ μὴ εὑροῦσαι τὸ σῶμα αὐτοῦ, ἦλθον λέγουσαι καὶ ὀπτασίαν Ἀγγέλων ἑωρακέναι, οἳ λέγουσιν αὐτὸν ζῆν. Καὶ ἀπῆλθόν τινες τῶν σὺν ἡμῖν ἐπὶ τὸ μνημεῖον, καὶ εὗρον οὕτω, καθὼς καὶ αἱ γυναῖκες εἶπον, αὐτὸν δὲ οὐκ εἶδον. Καὶ αὐτὸς εἶπε πρὸς αὐτούς· Ὦ ἀνόητοι καὶ βραδεῖς τῇ καρδίᾳ τοῦ πιστεύειν ἐπὶ πᾶσιν, οἷς ἐλάλησαν οἱ Προφῆται οὐχὶ ταῦτα ἔδει παθεῖν τὸν Χριστὸν καὶ εἰσελθεῖν εἰς τὴν δόξαν αὐτοῦ; Καὶ ἀρξάμενος ἀπὸ Μωϋσέως καὶ ἀπὸ πάντων τῶν προφητῶν, διηρμήνευεν αὐτοῖς ἐν πάσαις ταῖς Γραφαῖς τὰ περὶ ἑαυτοῦ. Καὶ ἤγγισαν εἰς τὴν κώμην οὗ ἐπορεύοντο καὶ αὐτὸς προσεποιεῖτο ποῤῥωτέρω πορεύεσθαι. Καὶ παρεβιάσαντο αὐτὸν λέγοντες· Μεῖνον μεθ᾿ ἡμῶν, ὅτι πρὸς ἑσπὲραν ἐστὶ καὶ κέκλικεν ἡ ἡμέρα. Καὶ εἰσῆλθε τοῦ μεῖναι σὺν αὐτοῖς. Καὶ ἐγένετο ἐν τῷ κατακλιθῆναι αὐτὸν μετ᾿ αὐτῶν, λαβὼν τὸν ἄρτον εὐλόγησε, καὶ κλάσας ἐπεδίδου αὐτοῖς. Αὐτῶν δὲ διηνοίχθησαν οἱ ὀφθαλμοὶ καὶ ἐπέγνωσαν αὐτόν· καὶ αὐτὸς ἄφαντος ἐγένετο ἀπ᾿ αὐτῶν. Καὶ εἶπον πρὸς ἀλλήλους· Οὐχὶ ἡ καρδία ἡμῶν καιομένη ἦν ἐν ἡμῖν, ὡς ἐλάλει ἡμῖν ἐν τῇ ὁδῷ καὶ ὡς διήνοιγεν ἡμῖν τὰς Γραφάς; Καὶ ἀναστάντες αὐτῇ τῇ ὥρᾳ ὑπέστρεψαν εἰς Ἱερουσαλήμ, καὶ εὗρον συνηθροισμένους τοὺς Ἕνδεκα, καὶ τοὺς σὺν αὐτοῖς, λέγοντας ὅτι ἠγέρθη ὁ Κύριος ὄντως, καὶ ὤφθη Σίμωνι. Καὶ αὐτοὶ ἐξηγοῦντο τὰ ἐν τῇ ὁδῷ, καὶ ὡς ἐγνώσθη αὐτοῖς ἐν τῇ κλάσει τοῦ ἄρτου.

ΕΩΘΙΝΟΝ ΕΚΤΟΝ

Ἐκ τοῦ κατὰ Λουκᾶν. (Κεφ. κδ´ 36–53)

Τῷ καιρῷ ἐκείνῳ ἀναστὰς ὁ Ἰησοῦς ἐκ νεκρῶν ἔστη ἐν μέσῳ τῶν Μαθητῶν αὐτοῦ καὶ λέγει αὐτοῖς· Εἰρήνη ὑμῖν. Πτοηθέντες δὲ καὶ ἔμφοβοι γενόμενοι ἐδόκουν πνεῦμα θεωρεῖν. Καὶ εἶπεν αὐτοῖς· Τὶ τεταραγμένοι ἐστέ, καὶ διατὶ διαλογισμοὶ ἀναβαίνουσιν ἐν ταῖς καρδίαις ὑμῶν; Ἴδετε τὰς χεῖράς μου καὶ τοὺς πόδας μου, ὅτι αὐτὸς ἐγώ εἰμι· ψηλαφήσατέ με καὶ ἴδετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα. Καὶ τοῦτο εἰπών, ἐπέδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τοὺς πόδας. Ἔτι δὲ ἀπιστούντων αὐτῶν ἀπὸ τῆς χαρᾶς καὶ θαυμαζόντων, εἶπεν αὐτοῖς· Ἔχετέ τι βρώσιμον ἔνθάδε; Οἱ δὲ ἐπέδωκαν αὐτῷ ἰχθύος ὀπτοῦ μέρος καὶ ἀπὸ μελισσίου κηρίου, καὶ λαβὼν ἐνώπιον αὐτῶν ἔφαγεν. Εἶπε δὲ αὐτοῖς· Οὗτοι οἱ λόγοι, οὓς ἐλάλησα πρὸς ὑμᾶς, ἔτι ὢν σὺν ὑμῖν, ὅτι δεῖ πληρωθῆναι πάντα τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωϋσέως, καὶ Προφήταις, καὶ Ψαλμοῖς περὶ ἐμοῦ. Τότε διήνοιξεν αὐτῶν τὸν νοῦν τοῦ συνιέναι τὰς Γραφάς, καὶ εἶπεν αὐτοῖς ὅτι οὕτω γέγραπται, καὶ οὕτως ἔδει παθεῖν τὸν Χριστόν, καὶ ἀναστῆναι ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ, καὶ κηρυχθῆναι ἐπὶ τῷ ὀνόματι αὐτοῦ μετάνοιαν, καὶ ἄφεσιν ἁμαρτιῶν εἰς πάντα τὰ ἔθνη, ἀρξάμενον ἀπὸ Ἱερουσαλήμ. Ὑμεῖς δέ ἐστε μάρτυρες τούτων. Καὶ ἰδοὺ ἐγὼ ἀποστέλλω τὴν ἐπαγγελίαν τοῦ Πατρός μου ἐφ᾿ ὑμᾶς· ὑμεῖς δὲ καθίσατε ἐν τῇ πόλει Ἱερουσαλήμ, ἕως οὗ ἐνδύσησθε δύναμιν ἐξ ὕψους. Ἐξήγαγε δὲ αὐτοὺς ἔξω ἕως εἰς Βηθανίαν, καὶ ἐπάρας τὰς χεῖρας αὐτοῦ εὐλόγησεν αὐτούς. Καὶ ἐγένετο ἐν τῷ εὐλογεῖν αὐτὸν αὐτούς, διέστη ἀπ᾿ αὐτῶν, καὶ ἀνεφέρετο εἰς τὸν οὐρανόν. Καὶ αὐτοὶ προσκυνήσαντες αὐτόν, ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ μετὰ χαρᾶς μεγάλης. Καὶ ἦσαν διὰ παντὸς ἐν τῷ ἱερῷ αἰνοῦντες καὶ εὐλογοῦντες τὸν Θεόν. Ἀμήν.

ΕΩΘΙΝΟΝ ΕΒΔΟΜΟΝ

Ἐκ τοῦ κατὰ Ἰωάννην. (Κεφ. κ´ 1–10)

Τῇ μιᾷ τῶν Σαββάτων Μαρία ἡ Μαγδαληνὴ ἔρχεται πρωΐ, σκοτίας ἔτι οὔσης, εἰς τὸ μνημεῖον, καὶ βλέπει τὸν λίθον ἠρμένον ἐκ τοῦ μνημείου. Τρέχει οὖν καὶ ἔρχεται πρὸς Σίμωνα Πέτρον, καὶ πρὸς τὸν ἄλλον μαθητὴν ὃν ἐφίλει ὁ Ἰησοῦς, καὶ λέγει αὐτοῖς· Ἦραν τὸν Κύριον ἐκ τοῦ μνημείου, καὶ οὐκ οἴδαμεν ποῦ ἔθηκαν αὐτόν. Ἐξῆλθεν οὖν ὁ Πέτρος καὶ ὁ ἄλλος μαθητὴς καὶ ἤρχοντο εἰς τὸ μνημεῖον. Ἔτρεχον δὲ οἱ δύο ὁμοῦ· καὶ ὁ ἄλλος μαθητὴς προέδραμε τάχιον τοῦ Πέτρου καὶ ἦλθε πρῶτος εἰς τὸ μνημεῖον, καὶ παρακύψας βλέπει κείμενα τὰ ὀθόνια· οὐ μέντοι εἰσῆλθεν. Ἔρχεται οὖν Σίμων Πέτρος ἀκολουθῶν αὐτῷ, καὶ εἰσῆλθεν εἰς τὸ μνημεῖον, καὶ θεωρεῖ τὰ ὀθόνια κείμενα, καὶ τὸ σουδάριον, ὃ ἦν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ, οὐ μετὰ τῶν ὀθονίων κείμενον, ἀλλὰ χωρὶς ἐντετυλιγμένον εἰς ἕνα τόπον. Τότε οὖν εἰσῆλθε καὶ ὁ ἄλλος Μαθητὴς ὁ ἐλθὼν πρῶτος εἰς τὸ μνημεῖον, καὶ εἶδε καὶ ἐπίστευσεν· οὐδέπω γὰρ ἤδεισαν τὴν Γραφήν, ὅτι δεῖ αὐτὸν ἐκ νεκρῶν ἀναστῆναι. Ἀπῆλθον οὖν πάλιν πρὸς ἑαυτοὺς οἱ Μαθηταί.

ΕΩΘΙΝΟΝ ΟΓΔΟΟΝ

Ἐκ τοῦ κατὰ Ἰωάννην. (Κεφ. κ´ 11–18)

Τῷ καιρῷ ἐκείνῳ Μαρία εἱστήκει πρὸς τὸ μνημεῖον κλαίουσα ἔξω. Ὡς οὖν ἔκλαιε, παρέκυψεν εἰς τὸ μνημεῖον, καὶ θεωρεῖ δύο Ἀγγέλους ἐν λευκοῖς καθεζομένους, ἕνα πρὸς τῇ κεφαλῇ, καὶ ἕνα πρὸς τοῖς ποσίν, ὅπου ἔκειτο τὸ σῶμα τοῦ Ἰησοῦ. Καὶ λέγουσιν αὐτῇ ἐκεῖνοι· Γύναι, τί κλαίεις; Λέγει αὐτοῖς· Ὅτι ἦραν τὸν Κύριόν μου, καὶ οὐκ οἶδα ποῦ ἔθηκαν αὐτόν. Καὶ ταῦτα εἰποῦσα ἐστράφη εἰς τὰ ὀπίσω, καὶ θεωρεῖ τὸν Ἰησοῦν ἑστῶτα, καὶ οὐκ ἤδει ὅτι ὁ Ἰησοῦς ἐστι. Λέγει αὐτῇ ὁ Ἰησοῦς· Γύναι, τί κλαίεις; τίνα ζητεῖς; Ἐκείνη δοκοῦσα ὅτι ὁ κηπουρός ἐστι, λέγει αὐτῷ· Κύριε, εἰ σὺ ἐβάστασας αὐτόν, εἰπέ μοι ποῦ ἔθηκας αὐτόν, κἀγὼ αὐτὸν ἀρῶ. Λέγει αὐτῇ ὁ Ἰησοῦς· Μαρία. Στραφεῖσα ἐκείνη λέγει αὐτῷ· Ῥαββουνί, ὃ λέγεται Διδάσκαλε. Λέγει αὐτῇ ὁ Ἰησοῦς· Μή μου ἅπτου· οὕπω γὰρ ἀναβέβηκα πρὸς τὸν Πατέρα μου· πορεύου δὲ πρὸς τοὺς ἀδελφούς μου, καὶ εἰπὲ αὐτοῖς· Ἀναβαίνω πρὸς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν. Ἔρχεται Μαρία ἡ Μαγδαληνὴ ἀπαγγέλλουσα τοῖς Μαθηταῖς ὅτι ἑώρακε τὸν Κύριον, καὶ ταῦτα εἶπεν αὐτῇ.

ΕΩΘΙΝΟΝ ΕΝΑΤΟΝ

Ἐκ τοῦ κατὰ Ἰωάννην. (Κεφ. κ´ 19–31)

Οὔσης ὀψίας τῇ ἡμέρᾳ ἐκείνῃ τῇ μιᾷ τῶν σαββάτων, καὶ τῶν θυρῶν κεκλεισμένων, ὅπου ἦσαν οἱ Μαθηταὶ συνηγμένοι διὰ τὸν φόβον τῶν Ἰουδαίων, ἦλθεν ὁ Ἰησοῦς καὶ ἔστη εἰς τὸ μέσον, καὶ λέγει αὐτοῖς· Εἰρήνη ὑμῖν. Καὶ τοῦτο εἰπὼν ἔδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τὴν πλευρὰν αὐτοῦ. Ἐχάρησαν οὖν οἱ Μαθηταὶ ἰδόντες τὸν Κύριον. Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς πάλιν· Εἰρήνη ὑμῖν. Καθὼς ἀπέσταλκέ με ὁ Πατήρ, κἀγὼ πέμπω ὑμᾶς. Καὶ τοῦτο εἰπὼν ἐνεφύσησε καὶ λέγει αὐτοῖς· Λάβετε Πνεῦμα Ἅγιον· ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται αὐτοῖς· ἄν τινων κρατῆτε, κεκράτηνται. Θωμᾶς δὲ εἷς ἐκ τῶν δώδεκα, ὁ λεγόμενος Δίδυμος, οὐκ ἦν μετ᾿ αὐτῶν ὅτε ἦλθεν ὁ Ἰησοῦς. Ἔλεγον οὖν αὐτῷ οἱ ἄλλοι Μαθηταί· Ἑωράκαμεν τὸν Κύριον. Ὁ δὲ εἶπεν αὐτοῖς· Ἐὰν μὴ ἴδω ἐν ταῖς χερσίν αὐτοῦ τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὸν δάκτυλόν μου εἰς τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὴν χεῖρά μου εἰς τὴν πλευρὰν αὐτοῦ, οὐ μὴ πιστεύσω. Καὶ μεθ᾿ ἡμέρας ὀκτὼ πάλιν ἦσαν ἔσω οἱ Μαθηταὶ αὐτοῦ, καὶ Θωμᾶς μετ᾿ αὐτῶν. Ἔρχεται ὁ Ἰησοῦς τῶν θυρῶν κεκλεισμένων, καὶ ἔστη εἰς τὸ μέσον καὶ εἶπεν· Εἰρήνη ὑμῖν. Εἶτα λέγει τῷ Θωμᾷ· Φέρε τὸν δάκτυλόν σου ὧδε, καὶ ἴδε τὰς χεῖράς μου· καὶ φέρε τὴν χεῖρά σου, καὶ βάλε εἰς τὴν πλευράν μου· καὶ μὴ γίνου ἄπιστος, ἀλλὰ πιστός. Καὶ ἀπεκρίθη ὁ Θωμᾶς καὶ εἶπεν αὐτῷ· Ὁ Κύριός μου καὶ ὁ Θεός μου. Λέγει αὐτῷ ὁ Ἰησοῦς· Ὅτι ἑώρακάς με, πεπίστευκας· μακάριοι οἱ μὴ ἰδόντες καὶ πιστεύσαντες. Πολλὰ μὲν οὖν καὶ ἄλλα σημεῖα ἐποίησεν ὁ Ἰησοῦς ἐνώπιον τῶν Μαθητῶν αὐτοῦ, ἃ οὐκ ἔστι γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ· ταῦτα δὲ γέγραπται, ἵνα πιστεύσητε ὅτι ὁ Ἰησοῦς ἐστιν ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ, καὶ ἵνα πιστεύοντες ζωὴν ἔχητε ἐν τῷ ὀνόματι αὐτοῦ.

ΕΩΘΙΝΟΝ ΔΕΚΑΤΟΝ

Ἐκ τοῦ κατὰ Ἰωάννην. (Κεφ. κα´ 1–14)

Τῷ καιρῷ ἐκείνῳ ἐφανέρωσεν ἑαυτὸν ὁ Ἰησοῦς τοῖς Μαθηταῖς αὐτοῦ, ἐγερθεὶς ἐκ νεκρῶν, ἐπὶ τῆς θαλάσσης τῆς Τιβεριάδος· ἐφανέρωσε δὲ οὕτως. Ἦσαν ὁμοῦ Σίμων Πέτρος, καὶ Θωμᾶς ὁ λεγόμενος Δίδυμος, καὶ Ναθαναὴλ ὁ ἀπὸ Κανᾶ τῆς Γαλιλαίας, καὶ οἱ τοῦ Ζεβεδαίου, καὶ ἄλλοι ἐκ τῶν Μαθητῶν αὐτοῦ δύο. Λέγει αὐτοῖς Σίμων Πέτρος· Ὑπάγω ἁλιεύειν. Λέγουσιν αὐτῷ· Ἐρχόμεθα καὶ ἡμεῖς σὺν σοί. Ἐξῆλθον καὶ ἀνέβησαν εἰς τὸ πλοῖον εὐθύς, καὶ ἐν ἐκείνῃ τῇ νυκτὶ ἐπίασαν οὐδέν. Πρωΐας δὲ ἤδη γενομένης, ἔστη ὁ Ἰησοῦς εἰς τὸν αἰγιαλόν· οὐ μέντοι ᾔδεισαν οἱ Μαθηταί, ὅτι Ἰησοῦς ἐστι. Λέγει οὖν αὐτοῖς ὁ Ἰησοῦς· Παιδία, μὴ τι προσφάγιον ἔχετε; Ἀπεκρίθησαν αὐτῷ· Οὔ. Ὁ δὲ εἶπεν αὐτοῖς· Βάλετε εἰς τὰ δεξιὰ μέρη τοῦ πλοίου τὸ δίκτυον, καὶ εὑρήσετε. Ἔβαλον οὖν, καὶ οὐκέτι αὐτὸ ἑλκύσαι ἴσχυσαν ἀπὸ τοῦ πλήθους τῶν ἰχθύων. Λέγει οὖν ὁ Μαθητὴς ἐκεῖνος, ὃν ἠγάπα ὁ Ἰησοῦς, τῷ Πέτρῳ· Ὁ Κύριός ἐστι. Σίμων οὖν Πέτρος, ἀκούσας ὅτι ὁ Κύριός ἐστι, τὸν ἐπενδύτην διεζώσατο (ἦν γὰρ γυμνὸς καὶ ἔβαλεν ἑαυτὸν εἰς τὴν θάλασσαν· οἱ δὲ ἄλλοι Μαθηταὶ τῷ πλοιαρίῳ ἦλθον (οὐ γὰρ ἦσαν μακρὰν ἀπὸ τῆς γῆς, ἀλλ᾿ ὡς ἀπὸ πηχῶν διακοσίων) συρόντες τὸ δίκτυον τῶν ἰχθύων. Ὡς οὖν ἀπέβησαν εἰς τὴν γῆν, βλέπουσιν ἀνθρακιὰν κειμένην, καὶ ὀψάριον ἐπικείμενον, καὶ ἄρτον. Λέγει αὐτοῖς ὁ Ἰησοῦς· Ἐνέγκατε ἀπὸ τῶν ὀψαρίων ὦν ἐπιάσατε νῦν. Ἀνέβη Σίμων Πέτρος, καὶ εἵλκυσε τὸ δίκτυον ἐπὶ τῆς γῆς, μεστὸν ἰχθύων μεγάλων ἑκατὸν πεντήκοντα τριῶν· καὶ τοσούτων ὄντων, οὐκ ἐσχίσθη τὸ δίκτυον. Λέγει αὐτοῖς ὁ Ἰησοῦς· Δεῦτε ἀριστήσατε. Οὐδεὶς δὲ ἐτόλμα τῶν Μαθητῶν ἐξετάσαι αὐτόν· Σὺ τίς εἶ; εἰδότες ὅτι ὁ Κύριός ἐστιν. Ἔρχεται οὖν ὁ Ἰησοῦς, καὶ λαμβάνει τὸν ἄρτον καὶ δίδωσιν αὐτοῖς, καὶ τὸ ὀψάριον ὁμοίως. Τοῦτο ἤδη τρίτον ἐφανερώθη ὁ Ἰησοῦς τοῖς Μαθηταῖς αὐτοῦ, ἐγερθεὶς ἐκ νεκρῶν.

ΕΩΘΙΝΟΝ ΕΝΔΕΚΑΤΟΝ

Ἐκ τοῦ κατὰ Ἰωάννην. (Κεφ. κα´ 15–25)

Τῷ καιρῷ ἐκείνῳ ἐφανέρωσεν ἑαυτὸν ὁ Ἰησοῦς τοῖς Μαθηταῖς αὐτοῦ, ἐγερθεὶς ἐκ νεκρῶν· καὶ λέγει τῷ Σίμωνι Πέτρῳ· Σίμων Ἰωνᾶ ἀγαπᾷς με πλεῖον τούτων; Λέγει αὐτῷ· Ναί, Κύριε· σὺ οἶδας ὅτι φιλῶ σε. Λέγει αὐτῷ· Βόσκε τὰ ἀρνία μου. Λέγει αὐτῷ πάλιν δεύτερον· Σίμων Ἰωνᾷ, ἀγαπᾷς με; Λέγει αὐτῷ· Ναί, Κύριε· σὺ οἶδας ὅτι φιλῶ σε. Λέγει αὐτῷ· Ποίμαινε τὰ πρόβατά μου. Λέγει αὐτῷ τὸ τρίτον· Σίμων Ἰωνᾶ, φιλεῖς με; Ἐλυπήθη ὁ Πέτρος, ὅτι εἶπεν αὐτῷ τὸ τρίτον· Φιλεῖς με; καὶ εἶπεν αὐτῷ· Κύριε, σὺ πάντα οἶδας· σὺ γινώσκεις ὅτι φιλῶ σε. Λέγει αὐτῷ ὁ Ἰησοῦς· Βόσκε τὰ πρόβατά μου. Ἀμὴν ἀμὴν λέγω σοι, ὅτε ἦς νεώτερος, ἐζώννυες σεαυτόν, καὶ περιεπάτεις ὅπου ἤθελες· ὅταν δὲ γηράσῃς, ἐκτενεῖς τὰς χεῖράς σου, καὶ ἄλλος σε ζώσει, καὶ οἴσει ὅπου οὐ θέλεις. Τοῦτο δὲ εἶπε, σημαίνων ποίῳ θανάτῳ δοξάσει τὸν Θεόν. Καὶ τοῦτο εἰπών, λέγει αὐτῷ· Ἀκολούθει μοι. Ἐπιστραφεὶς δὲ ὁ Πέτρος βλέπει τὸν Μαθητὴν ὃν ἠγάπα ὁ Ἰησοῦς ἀκολουθοῦντα, ὃς καὶ ἀνέπεσεν ἐν τῷ δείπνῳ ἐπὶ τὸ στῆθος αὐτοῦ καὶ εἶπε· Κύριε, τίς ἐστιν ὁ παραδιδούς σε; Τοῦτον ἰδὼν ὁ Πέτρος λέγει τῷ Ἰησοῦ· Κύριε, οὗτος δὲ τί; Λέγει αὐτῷ ὁ Ἰησοῦς· Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τὶ πρὸς σὲ; Σὺ ἀκολούθει μοι. Ἐξῆλθεν οὖν ὁ λόγος οὗτος εἰς τοὺς ἀδελφοὺς ὅτι ὁ Μαθητὴς ἐκεῖνος οὐκ ἀποθνήσκει· καὶ οὐκ εἶπεν αὐτῷ ὁ Ἰησοῦς ὅτι οὐκ ἀποθνήσκει· ἀλλ᾿, ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ; Οὗτός ἐστιν ὁ Μαθητὴς ὁ μαρτυρῶν περὶ τούτων καὶ γράψας ταῦτα, καὶ οἴδαμεν ὅτι ἀληθής ἐστιν ἡ μαρτυρία αὐτοῦ. Ἔστι δὲ καὶ ἄλλα πολλὰ ὅσα ἐποίησεν ὁ Ἰησοῦς, ἅτινα ἐὰν γράφηται καθ᾿ ἕν, οὐδὲ αὐτὸν οἶμαι τὸν κόσμον χωρῆσαι τὰ γραφόμενα βιβλία. Ἀμήν.

ΚΑΤΑΒΑΣΙΑΙ

Δεῖ γινώσκειν ὅτι, ἐν τῷ νίπτεσθαι τὸν Ἱερέα, μετὰ τὸ Βάπτισμα καὶ τὶ Χρῖσμα τοῦ παιδίου ἕθος ἐστὶ παρά τισι ψάλλειν, ἐν μὲν τῇ Διακαινησίμῳ ἑβδομάδι καὶ μέχρι τῆς ἀποδόσεως τοῦ Πάσχα, τὰς Καταβασίας τῆς Ἀναστάσεως, ἤτοι τὸ «Ἀναστάσεως ἡμέρα...» κλπ., ἐν δὲ τῷ λοιπῷ τοῦ ἐνιαυτοῦ, τὰς Καταβασίας τῆς Ὑψώσεως τοῦ Τιμίου Σταυροῦ, ἤτοι τὸ «Σταυρὸν χαράξας...» κλπ., ἅς τινας καὶ καταχωρίζομεν ἐνταῦθα πρὸς οἰκονομίαν τῶν εἰωθότων.

Α´. Τοῦ ἁγίου Πάσχα.

Ἦχος α´. ᾨδὴ α´.

Ἀναστάσεως ἡμέρα, λαμπρυνθῶμεν λαοί, Πάσχα Κυρίου Πάσχα· ἐκ γὰρ θανάτου πρὸς ζωήν, καὶ ἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός, ἡμᾶς διεβίβασεν, ἐπινίκιον ᾄδοντας.

ᾨδὴ γ´.

Δεῦτε πόμα πίωμεν καινόν, οὐκ ἐκ πέτρας ἀγόνου τερατουργούμενον, ἀλλ᾿ ἀφθαρσίας πηγήν, ἐκ τάφου ὀμβρήσαντος Χριστοῦ, ἐν ᾧ στερεούμεθα.

ᾨδὴ δ´.

Ἐπὶ τῆς θείας φυλακῆς, ὁ θεηγόρος Ἀββακούμ, στήτω μεθ᾿ ἡμῶν καὶ δεικνύτω, φαεσφόρον Ἄγγελον, διαπρυσίως λέγοντα· Σήμερον σωτηρία τῷ κόσμῳ, ὅτι ἀνέστη Χριστὸς ὡς παντοδύναμος.

ᾨδὴ ε´.

Ὀρθρίσωμεν ὄρθρου βαθέος, καὶ ἀντὶ μύρου τὸν ὕμνον, προσοίσωμεν τῷ Δεσπότῃ, καὶ Χριστὸν ὀψόμεθα, δικαιοσύνης ἥλιον, πᾶσι ζωὴν ἀνατέλλοντα.

ᾨδὴ ς´.

Κατῆλθες ἐν τοῖς κατωτάτοις τῆς γῆς, καὶ συνέτριψας μοχλοὺς αἰωνίους, κατόχους πεπεδημένων Χριστέ, καὶ τριήμερος, ὡς ἐκ κήτους Ἰωνᾶς, ἐξανέστης τοῦ τάφου.

ᾨδὴ ζ´.

Ὁ παῖδας ἐκ καμίνου ῥυσάμενος, γενόμενος ἄνθρωπος, πάσχει ὡς θνητός, καὶ διὰ πάθους τὸ θνητόν, ἀφθαρίας ἐνδύει εὐπρέπειαν, ὁ μόνος εὐλογητὸς τῶν πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

ᾨδὴ η´.

Αὕτη ἡ κλητὴ καὶ ἁγία ἡμέρα, ἡ μία τῶν σαββάτων, ἡ βασιλὶς καὶ κυρία, ἑορτῶν ἑορτή, καὶ πανήγυρίς ἐστι πανηγύρεων, ἐν ᾗ εὐλογοῦμεν Χριστὸν εἰς τοὺς αἰῶνας.

ᾨδὴ θ´.

Ὁ Ἄγγελος ἐβόα τῇ κεχαριτωμένῃ· ἁγνὴ Παρθένε, χαῖρε, καὶ πάλιν ἐρῶ, χαῖρε· ὁ σὸς Υἱὸς ἀνέστη τριήμερος ἐκ τάφου.

Φωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήμ· ἡ γὰρ δόξα Κυρίου, ἐπὶ σὲ ἀνέτειλε. Χόρευε νῦν, καὶ ἀγάλλου Σιών· σὺ δὲ ἁγνή, τέρπου Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου.

Β´. Τῆς Ὑψώσεως τοῦ τιμίου Σταυροῦ.

Ἦχος πλ. δ´. ᾨδὴ α´.

Σταυρὸν χαράξας Μωσῆς, ἐπ᾿ εὐθείας ῥὰβδῳ, τὴν Ἐρυθρὰν διέτεμε, τῷ Ἰσραὴλ πεζεύσαντι· τὴν δὲ ἐπιστρεπτικῶς, Φαραὼ τοῖς ἅρμασι, κροτήσας ἥνωσεν, ἐπ᾿ εὔρους διαγράψας, τὸ ἀήττητον ὅπλον· διὸ Χριστῷ ᾄσωμεν, τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.

ᾨδὴ γ´.

Ῥάβδος εἰς τύπον, τοῦ Μυστηρίου παραλαμβάνεται· τῷ βλαστῷ γὰρ προκρίνει τὸν Ἱερέα· τῇ στειρευούσῃ δὲ πρῴην Ἐκκλησίᾳ νῦν ἐξήνθησε, ξύλον Σταυροῦ, εἰς κράτος καὶ στερέωμα.

ᾨδὴ δ´.

Εἰσακήκοα Κύριε, τῆς οἰκονομίας σου τὸ Μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν Θεότητα.

ᾨδὴ ε´.

Ὦ τρισμακάριστον ξύλον! ἐν ᾧ ἐτάθη Χριστός, ὁ Βασιλεὺς καὶ Κύριος· δι᾿ οὗ πέπτωκεν ὁ ξύλῳ ἀπατήσας, τῷ ἐν σοὶ δελεασθείς, Θεῷ τῷ προσπαγέντι σαρκί, τῷ παρέχοντι, τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.

ᾨδὴ ς´.

Νοτίου θηρὸς ἐν σπλάγχνοις, παλάμας Ἰωνᾶς, σταυροειδῶς διεκπετάσας, τὸ σωτήριον Πάθος, προδιετύπου σαφῶς· ὅθεν τριήμερος ἐκδύς, τὴν ὑπερκόσμιον ἀνάστασιν ὑπεζωγράφησε, τοῦ σαρκὶ προσπαγέντος Χριστοῦ τοῦ Θεοῦ, καὶ τριημέρῳ Ἐγέρσει, τὸν κόσμον φωτίσαντος.

ᾨδὴ ζ´.

Ἔκνοον πρόσταγμα τυράννου δυσσεβοῦς, λαοὺς ἐκλόνησε, πνέον ἀπειλῆς καὶ δυσφημίας θεοστυγοῦς· ὅμως τρεῖς παῖδας οὐκ ἐδειμάτωσε, θυμὸς θηριώδης, οὐ πῦρ βρόμιον· ἀλλ᾿ ἀντηχοῦντι δροσοβόλῳ πνεύματι, πυρὶ συνόντες ἔψαλλον· ὁ ὑπερύμνητος, τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ η´.

Εὐλογεῖτε παῖδες, τῆς Τριάδος ἰσάριθμοι, Δημιουργὸν Πατέρα Θεόν· ὑμνεῖτε τὸν συγκαταβάντα Λόγον, καὶ τὸ πῦρ εἰς δρόσον μεταποιήσαντα· καὶ ὑπερυψοῦτε τὸ πᾶσι ζωὴν παρέχον, Πνεῦμα πανάγιον εἰς τοὺς αἰῶνας.

ᾨδὴ θ´.

Μυστικὸς εἶ Θεοτόκε Παράδεισος, ἀγεωργήτως βλαστήσασα Χριστόν, ὑφ᾿ οὗ τὸ τοῦ Σταυροῦ, ζωηφόρον ἐν γῇ, πεφυτούργηται δένδρον, δι᾿ οὗ νῦν ὑψουμένου, προσκυνοῦντες αὐτόν, σὲ μεγαλύνομεν.

Ὁ διὰ βρώσεως τοῦ ξύλου, τῷ γένει προσγενόμενος θάνατος, διὰ Σταυροῦ κατήργηται σήμερον· τῆς γὰρ προμήτορος ἡ παγγενής, κατάρα διαλέλυται, τῷ βλαστῷ τῆς ἁγνῆς Θεομήτορος· ἣν πᾶσαι αἱ Δυνάμεις, τῶν οὐρανῶν μεγαλύνουσι.

ΜΗΝΟΛΟΓΙΟΝ ΤΟΥ ΟΛΟΥ ΕΝΙΑΥΤΟΥ

ἵνα ὁδηγῆται ὁ Ἱερεὺς τίνος Ἁγίου ὄνομα πρέπει νὰ μνημονεύῃ εἰς τὴν ἱερὰν Πρόθεσιν καὶ τὰς Ἀπολύσεις.

ΣΕΠΤΕΜΒΡΙΟΣ

1. Ἀρχὴ τῆς Ἰνδίκτου, ἤτοι τοῦ νέου ἐκκλησιαστικοῦ ἔτους. Συμεών, Μελετίου, Μάρθας καὶ Εὐανθίας, τῶν ὁσίων, Ἀγγελῆ νεομάρτυρος, Ἰησοῦ τοῦ Ναυῆ.

2. Μάμαντος μάρτυρος, Ἰωάννου πατριάρχου ΚΠόλεως τοῦ Νηστευτοῦ.

3. Ἀνθίμου ἱερομάρτυρος, Χαρίτωνος μάρτυρος, Πολυδώρου νεομάρτυρος, Θεοκτίστου ὁσίου, Φοίβης τῆς διακόνου.

4. Βαβύλα ἱερομάρτυρος, Μωϋσέως τοῦ θεόπτου, Ἱερουσαλὴμ μάρτυρος καὶ τῶν υἱῶν αὐτῆς Σεκένδου, Σεκενδίνου καὶ Κεγούρου τῶν ἐν Βεῤῥοίᾳ, Ἑρμιόνης μάρτυρος.

5. Ζαχαρίου τοῦ προφήτου καὶ Ἀβδαίου μάρτυρος.

6. Ἀνάμνησις τοῦ ἐν Χώναις θαύματος τοῦ Ἀρχαγγέλου Μιχαήλ, Εὐδοξίου καὶ Καλοδότης τῶν μαρτύρων.

7. Σώζοντος μάρτυρος, Εὐόδου καὶ Ὀνησιφόρου τῶν Ἀποστόλων.

8. Τὸ Γενέθλιον τῆς ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου.

9. Τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, Σεβηριανοῦ μεγαλομάρτυρος. Τῶν ἐν τῇ Γ´ Οἰκουμενικῇ Συνόδῳ ἁγίων Πατέρων.

10. Μηνοδώρας, Μητροδώρας καὶ Νυμφοδώρας τῶν μαρτύρων, Πουλχερίας τῆς βασιλίσσης.

11. Θεοδώρας καὶ Εὐφροσύνου τῶν ὁσίων, Ἴας μάρτυρος.

12. Αὐτονόμου καὶ Κουρνούτου τῶν ἱερομαρτύρων, Ὠκεανοῦ μάρτυρος, Δανιὴλ ὁσίου.

13. Κορνηλίου τοῦ Ἑκατοντάρχου, Ἱεροθέου ὁσίου.

14. Ἡ παγκόσμιος Ὕψωσις τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ.

15. Νικήτα μεγαλομάρτυρος, Βησσαρίωνος ἐπισκόπου Λαρίσης, Ἰωάννου νεομάρτυρος, Φιλοθέου καὶ Γερασίμου τῶν ὁσίων.

16. Εὐφημίας μεγαλομάρτυρος.

17. Σοφίας, Πίστεως, Ἐλπίδος καὶ Ἀγάπης τῶν μαρτύρων, Ἡρακλείδου ἱερομάρτυρος, Ἀγαθοκλείας μάρτυρος.

18. Εὐμενίου ἐπισκόπου Γορτύνης τοῦ θαυματουργοῦ, Ἀριάδνης μάρτυρος.

19. Τροφίμου, Δορυμέδοντος, Σαββατίου μαρτύρων.

20. Εὐσταθίου μεγαλομάρτυρος καὶ τῶν σὺν αὐτῷ, Ἱλαρίωνος ὁσιομάρτυρος.

21. Κορδάτου ἀποστόλου, ἐπισκόπου Ἀθηνῶν, Ἰωνᾶ προφήτου.

22. Φωκᾶ ἱερομάρτυρος τοῦ θαυματουργοῦ, Ἰσαὰκ καὶ Μαρτίνου τῶν μαρτύρων, τῶν ἐν Ἁγίῳ Ὄρει 26 Ὁσιομαρτύρων.

23. Ἡ Σύλληψις τοῦ τιμίου Προδρόμου, Ραΐδος μάρτυρος, Νικολάου νεομάρτυρος, Ξανθίππης καὶ Πολυξένης τῶν ὁσίων.

24. Θέκλης μεγαλομάρτυρος καὶ ἰσαποστόλου. Ἀνάμνησις τοῦ ἐν Κυθήροις θαύματος τῆς Θεοτόκου «Μυρτιδιωτίσσης».

25. Εὐφροσύνης ὁσίας, Παφνουτίου ὁσιομάρτυρος.

26. Ἡ μετάστασις Ἰωάννου τοῦ ἀποστόλου καὶ εὐαγγελιστοῦ, τοῦ Θεολόγου.

27. Καλλιστράτου μάρτυρος, Ἀριστάρχου, Ζήνωνος καὶ Μάρκου τῶν ἀποστόλων, Ἀκυλίνης νεομάρτυρος.

28. Χαρίτωνος ὁσίου καὶ ὁμολογητοῦ, Ἡλιοδώρου μάρτυρος, Βαροὺχ προφήτου.

29. Κυριακοῦ ὁσίου, Πετρωνίας μάρτυρος.

30. Γρηγορίου ἱερομάρτυρος καὶ φωτιστοῦ τοῦ θαυματουργοῦ.

ΟΚΤΩΒΡΙΟΣ

1. Ἀνανίου τοῦ ἀποστόλου, Ρωμανοῦ τοῦ μελῳδοῦ καὶ Ἰωάννου τῶν ὁσίων.

2. Κυπριανοῦ ἱερομάρτυρος, Ἰουστίνης παρθενομάρτυρος, Θεοφίλου ὁσίου, Γεωργίου νεομάρτυρος.

3. Διονυσίου ἱερομάρτυρος τοῦ Ἀρεοπαγίτου, πρώτου ἐπισκόπου καὶ πολιούχου Ἀθηνῶν.

4. Ἱεροθέου ἐπισκόπου Ἀθηνῶν, Δομνίνης μάρτυρος.

5. Χαριτίνης μάρτυρος.

6. Θωμᾶ τοῦ ἀποστόλου, Μακαρίου νεομάρτυρος.

7. Σεργίου καὶ Βάκχου τῶν μαρτύρων, Πολυχρονίου ἱερομάρτυρος, Ἰουλιανοῦ πρεσβυτέρου.

8. Πελαγίας ὁσίας, Πελαγίας παρθενομάρτυρος. Ταϊσίας Ὁσίας.

9. Ἰακώβου ἀποστόλου, Ἀνδρονίκου, Ἀθανασίας καὶ Ποπλίας τῶν ὁσίων, Ἀβραὰμ τοῦ δικαίου.

10. Εὐλαμπίου καὶ Εὐλαμπίας τῶν μαρτύρων, Θεοφίλου ὁσίου.

11. Φιλίππου τοῦ διακόνου καὶ ἀποστόλου, Θεοφάνους τοῦ Γραπτοῦ, Νεκταρίου, Ἀρσακίου καὶ Σισινίου πατριαρχῶν ΚΠόλεως.

12. Πρόβου, Ἀνδρονίκου καὶ Ταράχου τῶν μαρτύρων.

13. Κάρπου, Παπύλου, Ἀγαθοδώρου, Ἀγαθονίκης καὶ Βενιαμὶν διακόνου τῶν μαρτύρων, Χρυσῆς νεομάρτυρος.

14. Ναζαρίου, Γερβασίου, Προτασίου καὶ Κελσίου τῶν μαρτύρων, Κοσμᾶ, Παρασκευῆς καὶ Νικολάου τῶν ὁσίων, Ἰγνατίου ἐπισκόπου Μηθύμνης.

15. Λουκιανοῦ ἱερομάρτυρος, Σαββίνου καὶ Βάρσου τῶν ὁσίων.

16. Λογγίνου μάρτυρος τοῦ ἑκατοντάρχου, τοῦ ἐν τῷ Σταυρῷ.

17. Ὠσηὲ τοῦ προφήτου, Ἀνδρέου ὁσιομάρτυρος.

18. Λουκᾶ τοῦ ἀποστόλου καὶ εὐαγγελιστοῦ, Μαρίνου μάρτυρος, Γαβριὴλ νεομάρτυρος.

19. Ἰωὴλ τοῦ προφήτου, Οὐάρου μάρτυρος.

20. Ἀρτεμίου μεγαλομάρτυρος, Γερασίμου τοῦ νέου ἀσκητοῦ, τοῦ ἐν Κεφαλληνίᾳ, Ματρώνης ὁσίας τῆς Χιοπολίτιδος.

21. Ἱλαρίωνος ὁσίου τοῦ μεγάλου, Χριστοδούλου ὁσίου τοῦ ἐν Πάτμῳ, Σωκράτους ἱερομάρτυρος, Θεοδότης μάρτυρος, Φιλοθέου ὁσίου, τοῦ ἐν Ἄθῳ, Ἰωάννου νεομάρτυρος, τοῦ ἐκ Μονεμβασίας.

22. Ἀβερκίου τοῦ ἰσαποστόλου, ἐπισκόπου Ἱεραπόλεως, τῶν ἐν Ἐφέσῳ ἁγίων Ἑπτὰ Παίδων μαρτύρων.

23. Ἰακώβου ἀποστόλου τοῦ Ἀδελφοθέου, Ἰγνατίου πατριάρχου ΚΠόλεως.

24. Ἀρέθα μεγαλομάρτυρος, Σεβαστιανῆς μάρτυρος.

25. Μαρκιανοῦ καὶ Μαρτυρίου, τῶν νοταρίων, Χρυσάφου μάρτυρος, Ταβιθᾶ τῆς ἐλεήμονος.

26. Δημητρίου μεγαλομάρτυρος, τοῦ μυροβλύτου.

27. Νέστορος μάρτυρος, Πρόκλης, συζύγου τοῦ Πιλάτου, Κυριακοῦ πατριάρχου ΚΠόλεως.

28. Ἡ εὐχαριστήριος ἑορτὴ τῆς Ἁγίας Σκέπης τῆς Ὑπεραγίας Θεοτόκου ἐπὶ τῇ ἐθνικῇ ἑορτῇ, Τερεντίου, Νοενίλλης καὶ Εὐνίκης τῶν μαρτύρων, Ἀθανασίου πατριάρχου ΚΠόλεως, Ἀγγελῆ, Μανουήλ, Γεωργίου καὶ Νικολάου τῶν ἐν Ρεθύμνῃ νεομαρτύρων, Στεφάνου ὁσίου τοῦ ποιητοῦ.

29. Ἀναστασίας ὁσιομάρτυρος, Ἀβραμίου καὶ Μαρίας τῶν ὁσίων, Ἀθανασίου ἱερομάρτυρος, τοῦ νέου.

30. Ζηνοβίου καὶ Ζηνοβίας τῶν μαρτύρων, Κλεόπα καὶ Ἀρτεμᾶ τῶν ἀποστόλων, Ἰωσὴφ πατριάρχου ΚΠόλεως.

31. Στάχυος, Ἀπελλοῦ, Ἀμπλίου, Οὐρβανοῦ, Ἀριστοβούλου καὶ Ναρκίσου τῶν ἀποστόλων, Ἐπιμάχου μάρτυρος, Νικολάου νεομάρτυρος.

ΝΟΕΜΒΡΙΟΣ

1. Τῶν ἁγίων καὶ θαυματουργῶν Ἀναργύρων Κοσμᾶ καὶ Δαμιανοῦ, Θεοδότης, Δαυὶδ τοῦ ἐν Εὐβοίᾳ τῶν ὁσίων.

2. Ἀκινδύνου, Πηγασίου, Ἀφθονίου, Ἐλπιδηφόρου καὶ Ἀνεμποδίστου τῶν μαρτύρων.

3. Ἀκεψιμᾶ, Ἰωσὴφ καὶ Ἀειθαλᾶ τῶν μαρτύρων, Γεωργίου μεγαλομάρτυρος τοῦ Τροπαιοφόρου, Γεωργίου νέου ὁσιομάρτυρος, Νεαπολίτου.

4. Ἰωννικίου ὁσίου τοῦ μεγάλου, Νικάνδρου καὶ Ἑρμαίου τῶν ἱερομαρτύρων, Πορφυρίου μάρτυρος.

5. Γαλακτίωνος καὶ Ἐπιστήμης τῶν μαρτύρων, Ἑρμᾶ, Λίνου, Γαΐου, Πατρόβα καὶ Φιλολόγου τῶν ἀποστόλων, Παμφίλου μάρτυρος.

6. Παύλου ἀρχιεπισκόπου ΚΠόλεως τοῦ ὁμολογητοῦ, Λουκᾶ ὁσίου, Νικάνδρου μάρτυρος.

7. Τῶν ἐν Μελιτινῇ 33 Μαρτύρων, Λαζάρου καὶ Γρηγορίου τῶν ὁσίων.

8. Ἡ Σύναξις τῶν ἀρχιστρατήγων Μιχαὴλ καὶ Γαβριὴλ καὶ πασῶν τῶν ἐπουρανίων Δυνάμεων ἀσωμάτων.

9. Ὀνησιφόρου καὶ Πορφυρίου τῶν μαρτύρων, Ματρώνης, Θεοκτίστης, Συμεὼν τοῦ Μεταφραστοῦ, Εὐθυμίου καὶ Νεοφύτου τῶν ὁσίων, Νεκταρίου ὁσίου, Μητροπολίτου Πενταπόλεως, τοῦ ἐν Αἰγίνῃ.

10. Ὀλυμπᾶ, Ροδίωνος, Σωσιπάτρου, Τερτίου, Ἐράστου καὶ Κουάρτου τῶν ἀποστόλων, Ὀρέστου μάρτυρος.

11. Μηνᾶ, Βίκτωρος καὶ Βικεντίου τῶν μαρτύρων, Στεφανίδος μάρτυρος, Θεοδώρου ὁσίου τοῦ Στουδίτου.

12. Ἰωάννου πατριάρχου Ἀλεξανδρείας, τοῦ Ἐλεήμονος, Νείλου ὁσίου, τοῦ μυροβλήτου, Σάβα καὶ Νικολάου τῶν νεομαρτύρων.

13. Ἰωάννου τοῦ Χρυσοστόμου, ἀρχιεπισκόπου ΚΠόλεως.

14. Φιλίππου τοῦ ἀποστόλου, Γρηγορίου ἀρχιεπισκόπου Θεσσαλονίκης, τοῦ Παλαμᾶ, Κωνσταντίνου νεομάρτυρος τοῦ ἐξ Ὕδρας.

15. Γουρία, Σαμωνᾶ καὶ Ἀβίβου τῶν μαρτύρων.

16. Ματθαίου τοῦ ἀποστόλου τοῦ εὐαγγελιστοῦ.

17. Γρηγορίου ἐπισκόπου Νεοκαισαρείας τοῦ θαυματουργοῦ, Γενναδίου καὶ Μαξίμου ἀρχιεπισκόπων ΚΠόλεως.

18. Πλάτωνος, Ρωμανοῦ καὶ Ζακχαίου τῶν μαρτύρων.

19. Ἀβδιοὺ τοῦ προφήτου, Ἀγαπίου, Ἄζη, Βαρλαάμ, Ἡλιοδώρου καὶ Εὐφημίας τῶν μαρτύρων.

20. Γρηγορίου τοῦ Δεκαπολίτου, Πρόκλου ΚΠόλεως.

21. Ἡ ἐν τῷ Ναῷ εἴσοδος τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας.

22. Φιλήμονος, Ἀπφίας, Ἀρχίππου καὶ Ὀνησίμου τῶν ἀποστόλων, Κλήμεντος, ἐπισκόπου Βουλγαρίας καὶ Σισινίου τῶν ἱερομαρτύρων.

23. Ἀμφιλοχίου, Γρηγορίου καὶ Ἰσχυρίωνος τῶν ἐπισκόπων, Σισινίου ὁσίου καὶ ὁμολογητοῦ.

24. Κλήμεντος ἐπισκόπου Ρώμης καὶ Πέτρου Ἀλεξανδρείας τῶν ἱερομαρτύρων, Φιλουμένου μάρτυρος, Ἑρμογένους ἐπισκόπου.

25. Αἰκατερίνης τῆς πανσόφου καὶ Μερκουρίου τῶν μεγαλομαρτύρων.

26. Ἀλυπίου, Στυλιανοῦ καὶ Νίκωνος τοῦ «Μετανοεῖτε» τῶν ὁσίων, Γεωργίου νεομάρτυρος.

27. Ἰακώβου μάρτυρος τοῦ Πέρσου, Ναθαναὴλ ὁσίου.

28. Στεφάνου τοῦ νέου, Εἰρηνάρχου μάρτυρος.

29. Παραμόνου καὶ Φιλουμένου τῶν μαρτύρων, Διονυσίου ἱερομάρτυρος ἐπισκόπου Κορίνθου, Οὐρβανοῦ ἐπισκόπου Μακεδονίας, Νικολάου ἀρχιεπισκόπου Θεσσαλονίκης.

30. Ἀνδρέου ἀποστόλου τοῦ πρωτοκλήτου, Φρουμεντίου ἀρχιεπισκόπου καὶ φωτιστοῦ Ἰνδίας (Αἰθιοπίας), Ἀλεξάνδρου ἐπισκόπου Μηθύμνης.

ΔΕΚΕΜΒΡΙΟΣ

1. Ναοὺμ τοῦ προφήτου, Φιλαρέτου ὁσίου τοῦ ἐλεήμονος, Ἀνανίου τοῦ Πέρσου μάρτυρος, Θεοκλήτου ἀρχιεπισκόπου Λακεδαιμονίας.

2. Ἀββακοὺμ προφήτου, Ἀβίβου καὶ Μυρόπης τῶν μαρτύρων, Θεοφίλου καὶ Ἀνδρέου τῶν ὁσίων.

3. Σοφονίου προφήτου, Ἀγαπίου καὶ Σελεύκου τῶν μαρτύρων, Ἀγγελῆ ἰατροῦ νεομάρτυρος, Θεοδούλου ὁσίου.

4. Βαρβάρας μεγαλομάρτυρος, Ἰωάννου ὁσίου τοῦ Δαμασκηνοῦ, Σεραφεὶμ ἐπισκόπου Φαναρίου (ἐν Θεσσαλίᾳ) ἱερομάρτυρος τοῦ νέου.

5. Σάββα ὁσίου τοῦ ἡγιασμένου, Διογένους μάρτυρος, Νεκταρίου καὶ Φιλοθέου, τῶν ὁσίων.

6. Νικολάου ἐπισκόπου Μύρων τῆς Λυκίας τοῦ θαυματουργοῦ.

7. Ἀμβροσίου ἐπισκόπου Μεδιολάνων, Γρηγορίου τοῦ ἐν Ἄθῳ, Γερασίμου Εὐβοέως, τῶν ὁσίων.

8. Παταπίου ὁσίου, Σωφρονίου ἐπισκόπου Κύπρου, Σωσθένους, Ἀπολλώ, Κηφᾶ, Καίσαρος καὶ Ἐπαφροδίτου τῶν ἀποστόλων.

9. Ἡ σύλληψις τῆς ἁγίας Ἄννης, μητρὸς τῆς Θεοτόκου.

10. Μηνᾶ, Ἑρμογένους καὶ Εὐγράφου τῶν μαρτύρων, Θωμᾶ τοῦ ὁσίου.

11. Δανιήλ, Λουκᾶ, στυλιτῶν καὶ Λεοντίου τοῦ ἐν Ἀχαΐα, τῶν ὁσίων, Βαρσαβᾶ μάρτυρος.

12. Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, τοῦ θαυματουργοῦ, Ἰωάννου μητροπολίτου Ζιχνῶν.

13. Εὐστρατίου, Αὐξεντίου, Εὐγενίου, Μαρδαρίου, Ὀρέστου καὶ Λουκίας τῶν μαρτύρων, Γαβριὴλ ἱερομάρτυρος.

14. Θύρσου, Λευκίου, Καλλινίκου, Φιλήμονος, Ἀπολλωνίου καὶ Ἀῤῥιανοῦ τῶν μαρτύρων.

15. Ἐλευθερίου ἱερομάρτυρος.

16. Ἀγγαίου προφήτου, Θεοφανοῦς βασιλίσσης τῆς θαυματουργοῦ, Μοδέστου Ἱεροσολύμων.

17. Δανιὴλ τοῦ προφήτου, τῶν ἁγίων Τριῶν Παίδων, Διονυσίου Ἐπισκόπου Αἰγίνης τοῦ ἐν Ζακύνθῳ.

18. Σεβαστιανοῦ, Ζωῆς καὶ τῶν σὺν αὐτοῖς μαρτύρων.

19. Βονιφατίου, Ἄρεως, Εὐτυχίου καὶ Θεσσαλονίκης τῶν μαρτύρων, Ἀγλαΐας τῆς Ρωμαίας.

20. Ἰγνατίου ἱερομάρτυρος, τοῦ Θεοφόρου, Ἰωάννου νεομάρτυρος.

21. Ἰουλιανῆς καὶ Θεμιστοκλέους τῶν μαρτύρων.

22. Ἀναστασίας μεγαλομάρτυρος τῆς φαρμακολυτρίας, Χρυσογόνου μάρτυρος.

23. Τῶν ἐν Κρήτῃ δέκα μαρτύρων.

24. Εὐγενίας ὁσιοπαρθενομάρτυρος, Ἀχαϊκοῦ, Βασίλλας τῶν μαρτύρων, Ἄχμετ νεομάρτυρος.

25. Ἡ κατὰ σάρκα Γέννησις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.

26. Ἡ Σύναξις τῆς ὑπεραγίας Θεοτόκου, Εὐθυμίου ἐπισκόπου Σάρδεων τοῦ ὁμολογητοῦ.

27. Στεφάνου τοῦ πρωτομάρτυρος καὶ ἀρχιδιακόνου, Θεοδώρου τοῦ ὁσίου τοῦ Γραπτοῦ.

28. Τῶν ἐν Νικομηδείᾳ καέντων δισμυρίων μαρτύρων, Γλυκερίου ἱερομάρτυρος, Σίμωνος τοῦ μυροβλύτου.

29. Τῶν ἁγίων 14 χιλιάδων νηπίων, Μαρκέλλου ὁσίου, Γεωργίου ἐπισκόπου. Πάντων τῶν χριστιανῶν καὶ ἀδελφῶν ἡμῶν τῶν ἐν λιμῷ καὶ δίψῃ καὶ μαχαίρᾳ καὶ ψύχει τελειωθέντων.

30. Ἀνυσίας ὁσιομάρτυρος, Φιλεταίρου μάρτυρος, Λέοντος ὁσίου, Γεδεὼν ὁσιομάρτυρος, νέου.

31. Μελάνης ὁσίας, Ζωτικοῦ ἱερομάρτυρος τοῦ ὀρφανοτρόφου.

ΙΑΝΟΥΑΡΙΟΣ

1. Ἡ κατὰ σάρκα περιτομὴ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Βασιλείου ἀρχιεπισκόπου Καισαρείας τῆς Καππαδοκίας οὐρανοφάντορος τοῦ Μεγάλου.

2. Σιλβέστρου πάπα Ρώμης, Κοσμᾶ ἀρχιεπισκόπου ΚΠόλεως, Θεαγένους ἱερομάρτυρος, Σεργίου καὶ Θεοπίστου, τῶν μαρτύρων.

3. Γορδίου μάρτυρος, Μαλαχίου τοῦ προφήτου.

4. Ἡ Σύναξις τῶν 70 Ἀποστόλων, Θεοκτίστου ὁσίου, Ὀνουφρίου ὁσιομάρτυρος τοῦ νέου.

5. Θεοπέμπου καὶ Θεωνᾶ τῶν μαρτύρων, Συγκλητικῆς ὁσίας, Ρωμανοῦ ὁσιομάρτυρος τοῦ νέου.

6. Τὰ ἅγια Θεοφάνεια τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.

7. Ἡ Σύναξις τοῦ τιμίου, ἐνδόξου Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου.

8. Δομνίκης καὶ Γεωργίου τοῦ Χοζεβίτου τῶν ὁσίων, Θεοφίλου μάρτυρος, Κύρου καὶ Ἀττικοῦ πατριαρχῶν ΚΠόλεως.

9. Πολυεύκτου μάρτυρος, Εὐστρατίου ὁσίου, Παρθένας νεομάρτυρος τῆς Ἐδεσσαίας.

10. Γρηγορίου ἐπισκόπου Νύσσης, Μαρκιανοῦ πρεσβυτέρου, Δομετιανοῦ ἐπισκόπου Μελιτηνῆς.

11. Θεοδοσίου ὁσίου τοῦ κοινοβιάρχου, Σύναξις τῶν Μυρίων Ἀγγέλων.

12. Τατιανῆς, Εὐθασίας, Μαρτίου μαρτύρων.

13. Ἑρμύλου, Στρατονίκου, Παχωμίου καὶ Παπυρίνου τῶν μαρτύρων.

14. Τῶν ἁγίων Ἀββάδων τῶν ἐν Ραϊθῷ καὶ Σινᾷ, Ἁγνῆς μάρτυρος, Σάβα πρώτου ἀρχιεπισκόπου Σερβίας.

15. Παύλου τοῦ Θηβαίου καὶ Ἰωάννου τοῦ Καλυβίτου τῶν ὁσίων, Πανσοφίου μάρτυρος.

16. Ἡ προσκύνησις τῆς τιμίας ἁλύσεως τοῦ ἀποστόλου Πέτρου, Πευσίππου, Νεονίλλης καὶ τῶν σὺν αὐτοῖς μαρτύρων, Δαμασκηνοῦ ἱερομάρτυρος νέου.

17. Ἀντωνίου ὁσίου τοῦ μεγάλου, Ἀντωνίου τοῦ νέου ἀσκητοῦ τοῦ ἐν Βεῤῥοίᾳ, Γεωργίου νεομάρτυρος τοῦ ἐν Ἰωαννίνοις.

18. Ἀθανασίου καὶ Κυρίλλου πατριαρχῶν Ἀλεξανδρείας, Θεοδούλης μάρτυρος.

19. Μακαρίων ὁσίων, Ἀρσενίου Ἐπισκόπου Κερκύρας, Μάρκου μητροπολίτου Ἐφέσου τοῦ Εὐγενικοῦ.

20. Εὐθυμίου ὁσίου τοῦ μεγάλου, Ζαχαρίου τοῦ Ἀρταίου, νεομάρτυρος.

21. Μαξίμου ὁσίου, τοῦ ὁμολογητοῦ, Νεοφύτου καὶ Ἁγνῆς τῶν μαρτύρων, Ζωσίμου ὁσίου.

22. Τιμοθέου ἀποστόλου, Ἀναστασίου ὁσιομάρτυρος τοῦ Πέρσου.

23. Κλήμεντος ἱερομάρτυρος ἐπισκόπου Ἀγκύρας, Ἀγαθαγγέλου μάρτυρος.

24. Ξένης Ὁσίας, Βαβύλα ἱερομάρτυρος, Φίλωνος ἐπισκόπου Καρπάσων, Διονυσίου τοῦ ἐν Ὀλύμπῳ, καὶ Νεοφύτου τοῦ Ἐγκλείστου ἐν Κύπρῳ, ὁσίων.

25. Γρηγορίου ἀρχιεπισκόπου ΚΠόλεως τοῦ Θεολόγου, Δημητρίου ὁσίου, Αὐξεντίου νεομάρτυρος.

26. Ξενοφῶντος καὶ τῆς συνοδείας αὐτοῦ.

27. Ἡ ἀνακομιδὴ τοῦ λειψάνου Ἰωάννου τοῦ Χρυσοστόμου, Μαρκιανῆς τῆς βασιλίσσης, Δημητρίου νεομάρτυρος.

28. Ἐφραὶμ τοῦ Σύρου καὶ Παλλαδίου τῶν ὁσίων, Χάριτος μάρτυρος.

29. Ἡ ἀνακομιδὴ τοῦ λειψάνου Ἰγνατίου τοῦ θεοφόρου, Δημητρίου νεομάρτυρος τοῦ Χίου.

30. Τῶν ἐν ἁγίοις πατέρων ἡμῶν μεγάλων ἱεραρχῶν καὶ οἰκουμενικῶν διδασκάλων Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου. Ἱππολύτου ἱερομάρτυρος, Χρυσῆς μάρτυρος, Θεοδώρου νεομάρτυρος, Μυτιληναίου.

31. Κύρου καὶ Ἰωάννου, τῶν Ἀναργύρων, Ἀθανασίας, Θεοδότης, Θεοκτίστης, Εὐδοξίας καὶ Παπία τοῦ ἐν Κορίνθῳ, τῶν μαρτύρων, Ἠλία Ὁσιομάρτυρος, νέου τοῦ Ἀρδούνη.

ΦΕΒΡΟΥΑΡΙΟΣ

1. Τρύφωνος, Περπέτουας τῶν μαρτύρων, Βασιλείου, ἀρχιεπισκόπου Θεσσαλονίκης τοῦ ὁμολογητοῦ, Ἀναστασίου νεομάρτυρος Ναυπλιέως.

2. Ἡ Ὑπαπαντὴ τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.

3. Τοῦ ἁγίου καὶ δικαίου Συμεὼν τοῦ θεοδόχου, Ἄννης τῆς προφήτιδος, Νικολάου, Σταματίου καὶ Ἰωάννου, τῶν ἐκ Σπετσῶν νεομαρτύρων.

4. Ἰσιδώρου Πηλουσιώτου καὶ Νικολάου Στουδίτου ὁμολογητοῦ, ὁσίων, Ἀβραμίου ἱερομάρτυρος ἐπισκόπου Ἀρβὴλ Περσίας, Ἰωσὴφ νεομάρτυρος.

5. Ἀγάθης μάρτυρος, Πολυεύκτου πατριάρχου ΚΠόλεως, Ἀντωνίου νεομάρτυρος Ἀθηναίου, Θεοδοσίου ὁσίου τοῦ ἐξ Ἀντιοχείας.

6. Βουκόλου ἐπισκόπου, Φωτίου πατριάρχου ΚΠόλεως τοῦ μεγάλου.

7. Παρθενίου ἐπισκόπου Λαμψάκου, Λουκᾶ ὁσίου τοῦ ἐν Στειρίῳ.

8. Θεοδώρου μεγαλομάρτυρος τοῦ Στρατηλάτου, Ζαχαρίου τοῦ προφήτου.

9. Νικηφόρου μάρτυρος, Μαρκέλλου ἱερομάρτυρος, Παγκρατίου καὶ Φιλαγρίου τῶν ἐπισκόπων.

10. Χαραλάμπους ἱερομάρτυρος τοῦ θαυματουργοῦ.

11. Βλασίου ἱερομάρτυρος, Θεοδώρας τῆς βασιλίσσης, Γεωργίου νεομάρτυρος, τοῦ Σέρβου.

12. Μελετίου ἀρχιεπισκόπου Ἀντιοχείας, Χρήστου νεομάρτυρος.

13. Μαρτινιανοῦ ὁσίου, Ἀκύλα καὶ Πρισκίλλης τῶν ἀποστόλων καὶ μαρτύρων, Εὐλογίου πατριάρχου Ἀλεξανδρείας.

14. Αὐξεντίου ὁσίου, Ἀβραάμου καὶ Μάρωνος τῶν ὁσίων, Νικολάου τοῦ ἐξ Ἰχθύος καὶ Γεωργίου ἐκ Μυτιλήνης νεομαρτύρων.

15. Ὀνησίμου ἀποστόλου, Εὐσεβίου ὁσίου, Μαΐωρος μάρτυρος.

16. Παμφίλου μάρτυρος, Φλαβιανοῦ πατριάρχου ΚΠόλεως.

17. Θεοδώρου μεγαλομάρτυρος, τοῦ Τήρωνος, Μαρκιανοῦ καὶ Πουλχερίας τῶν εὐσεβῶν βασιλέων, Θεοδώρου νεομάρτυρος τοῦ Βυζαντίου.

18. Λέοντος πάπα Ρώμης, Ἀγαπητοῦ ἐπισκόπου τοῦ ὁμολογητοῦ.

19. Ἀρχίππου, Φιλήμονος καὶ Ἀπφίας τῶν ἀποστόλων, Φιλοθέης ὁσιομάρτυρος τῆς Ἀθηναίας.

20. Λέοντος ἐπισκόπου Κατάνης, Βησσαρίωνος ὁσίου, Ἀγάθωνος πάπα Ρώμης.

21. Τιμοθέου ὁσίου, τοῦ ἐν Συμβόλοις, Εὐσταθίου Ἀντιοχείας, Ἰωάννου ΚΠόλεως καὶ Ζαχαρίου Ἱεροσολύμων.

22. Εὕρεσις λειψάνων τῶν ἐν τοῖς Εὐγενίου μαρτύρων, Ἀνθούσης μάρτυρος.

23. Πολυκάρπου ἱερομάρτυρος ἐπισκόπου Σμύρνης, Γοργονίας ὁσίας.

24. Ἡ α´ καὶ β´ εὕρεσις τῆς τιμίας κεφαλῆς τοῦ Προδρόμου.

25. Ταρασίου ἀρχιεπισκόπου ΚΠόλεως, Ρηγίνου ἱερομάρτυρος ἐπισκόπου Σκοπέλου, Μαρκέλλου ἐπισκόπου Ἀπαμείας Κύπρου, Ἀλεξάνδρου μάρτυρος τοῦ ἐν Θράκῃ.

26. Πορφυρίου ἐπισκόπου Γάζης, Φωτεινῆς μεγαλομάρτυρος τῆς Σαμαρείτιδος καὶ τῶν σὺν αὐτῇ, Θεοκλήτου κλπ. μαρτύρων, Ἰωάννου νεομάρτυρος.

27. Προκοπίου ὁσίου καὶ ὁμολογητοῦ τοῦ Δεκαπολίτου, Γελασίου καὶ Νησίου τῶν μαρτύρων.

28. Βασιλείου ὁσίου τοῦ ὁμολογητοῦ, Προτερίου ἱερομάρτυρος, Νυμφᾶ καὶ Εὐβούλου τῶν ἀποστόλων, Κυράννης νεομάρτυρος.

29. Κασσιανοῦ ὁσίου τοῦ ὁμολογητοῦ.

ΜΑΡΤΙΟΣ

1. Εὐδοκίας ὁσιομάρτυρος, Δομνίνης ὁσίας, Μαρκέλλου καὶ Ἀντωνίνης τῶν μαρτύρων.

2. Ἡσυχίου καὶ Εὐθαλίας τῶν μαρτύρων, Θεοδότου ἱερομ. ἐπισκόπου Κυρηνείας Κύπρου.

3. Εὐτροπίου, Κλεονίκου, Βασιλίσκου τῶν μαρτύρων καὶ Θεοδωρήτου ἱερομάρτυρος.

4. Γερασίμου ὁσίου τοῦ Ἰορδανίτου, Γρηγορίου ἐπισκόπου Ἄσσου, Παύλου καὶ Ἰουλιανῆς τῶν μαρτύρων.

5. Κόνωνος ὁσιομάρτυρος, Ἀρχελάου καὶ τῶν σὺν αὐτῷ 152 μαρτύρων.

6. Τῶν ἐν Ἀμορίῳ Τεσσαράκοντα δύο μαρτύρων. Ἀνάμνησις τῆς εὑρέσεως τοῦ τιμίου Σταυροῦ, μετὰ τῶν τιμίων Ἥλων.

7. Τῶν ἐν Χερσῶνι ἐπισκοπησάντων ἱερομαρτύρων Εὐφραίμ, Βασιλέως, Εὐγενίου, Καπίτωνος, Ἐλπιδίου, Ἀγαθοδώρου καὶ Αἰθερίου, Λαυρεντίου ὁσίου τοῦ ἐκ Μεγάρων.

8. Θεοφυλάκτου ἐπισκόπου Νικομηδείας, Ἑρμοῦ τοῦ ἀποστόλου.

9. Τῶν ἐν Σεβαστείᾳ Τεσσαράκοντα μαρτύρων.

10. Κοδράτου τοῦ ἐν Κορίνθῳ καὶ τῶν σὺν αὐτῷ 5 μαρτύρων, Ἀναστασίας τῆς πατρικίας, Μιχαὴλ νεομάρτυρος, τοῦ ἐν Θεσσαλονίκῃ.

11. Σωφρονίου πατριάρχου Ἱεροσολύμων, Θαλλοῦ καὶ Τροφίμου τῶν μαρτύρων, Γεωργίου ὁσίου.

12. Θεοφάνους ὁμολογητοῦ, Γρηγορίου πάπα Ρώμης τοῦ Διαλόγου, Συμεὼν ὁσίου τοῦ νέου θεολόγου, Φινεὲς τοῦ δικαίου.

13. Ἡ ἀνακομιδὴ τοῦ λειψάνου Νικηφόρου πατριάρχου ΚΠόλεως, Ποπλίου ἱερομάρτυρος ἐπισκόπου Ἀθηνῶν.

14. Βενεδίκτου ὁσίου, Εὐσχήμονος ἐπισκόπου.

15. Ἀγαπίου μάρτυρος καὶ τῶν σὺν αὐτῷ, Ἀριστοβούλου ἀποστόλου, ἐπισκόπου Βρεττανίας, νεομάρτυρος Μανουὴλ τοῦ Κρητός.

16. Σαβίνου μάρτυρος, Χριστοδούλου ὁσίου τοῦ ἐν Πάτμῳ, τοῦ θαυματουργοῦ.

17. Ἀλεξίου ὁσίου τοῦ ἀνθρώπου τοῦ Θεοῦ, Θεοστηρίκτου ὁμολογητοῦ.

18. Κυρίλλου πατριάρχου Ἱεροσολύμων, Τροφίμου, Εὐκαρπίωνος καὶ τῶν σὺν αὐτοῖς μαρτύρων.

19. Χρυσάνθου καὶ Δαρείας, Ἰάσονος, Μαύρου, Διοδώρου, Παγχαρίου καὶ Ἱλαρίας τῶν μαρτύρων.

20. Τῶν ἐν τῇ μονῇ τοῦ ἁγίου Σάβα ἀναιρεθέντων ὁσίων Πατέρων.

21. Ἰακώβου ἐπισκόπου τοῦ ὁμολογητοῦ, Θωμᾶ πατριάρχου ΚΠόλεως.

22. Βασιλείου ἱερομάρτυρος, Καλλινίκης καὶ Βασιλίσσης μαρτύρων.

23. Νίκωνος ὁσιομάρτυρος καὶ τῶν σὺν αὐτῷ, Λουκᾶ νέου ὁσιομάρτυρος.

24. Ἀρτέμονος καὶ Ζαχαρίου τῶν ὁσίων, Παρθενίου ἱερομάρτυρος τοῦ νέου.

25. Ὁ Εὐαγγελισμὸς τῆς ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας.

26. Ἡ σύναξις τοῦ Ἀρχαγγέλου Γαβριήλ. Στεφάνου ὁμολογητοῦ.

27. Ματρώνης τῆς ἐν Θεσσαλονίκῃ, Φιλητοῦ καὶ Λυδίας τῶν μαρτύρων, Παύλου ἐπισκόπου Κορίνθου καὶ Εὐτυχίου τῶν ὁσίων.

28. Ἱλαρίωνος ὁσίου τοῦ νέου, Ἡρωδίωνος ἀποστόλου.

29. Μάρκου ἐπισκόπου, Κυρίλλου, Ἰωνᾶ καὶ Βαραχησίου τῶν μαρτύρων, Εὐσταθίου ἐπισκόπου καὶ ὁμολογητοῦ.

30. Ἰωάννου τοῦ ὁσίου συγγραφέως τῆς Κλίμακος, Ζαχαρίου ἱερομάρτυρος τοῦ νέου.

31. Ὑπατίου ἐπισκόπου Γαγγρῶν, Ἀκακίου τοῦ ὁσίου καὶ ὁμολογητοῦ ἐπισκόπου Μελιτηνῆς.

ΑΠΡΙΛΙΟΣ

1. Μαρίας ὁσίας τῆς Αἰγυπτίας, Γεροντίου καὶ Βασιλείδου τῶν μαρτύρων.

2. Τίτου ὁσίου, Θεοδώρας παρθενομάρτυρος, Αἰδεσίου μάρτυρος.

3. Νικήτα τοῦ ὁσίου καὶ Ἰωσὴφ τοῦ Ὑμνογράφου, Παύλου νεομάρτυρος, τοῦ Ρώσου.

4. Γεωργίου ὁσίου, Θεοδούλου καὶ Ἀγαθόποδος τῶν μαρτύρων.

5. Κλαυδίου, Διδύμου καὶ Διοδώρου τῶν μαρτύρων, Γεωργίου νεομάρτυρος, τοῦ ἐν Ἐφέσῳ.

6. Εὐτυχίου πατριάρχου, Πλατωνίδος ὁσίας.

7. Καλλιοπίου μάρτυρος, Γεωργίου ὁσίου ἐπισκόπου Μυτιλήνης.

8. Ἀγάβου, Ρούφου, Φλέγοντος, Ἀσυγκρίτου, Ἡρωδίωνος καὶ Ἑρμοῦ τῶν ἀποστόλων, Κελεστίνου ἐπισκόπου Ρώμης, Ἰωάννου νεομάρτυρος, ἐν Κῷ.

9. Εὐψυχίου μάρτυρος, Βαδίμου ὁσιομάρτυρος.

10. Τερεντίου καὶ Πομπηΐου τῶν μαρτύρων, Γρηγορίου ἱερομάρτυρος πατριάρχου ΚΠόλεως τοῦ Ε´, Δήμου νεομάρτυρος.

11. Ἀντίπα ἱερομάρτυρος ἐπισκόπου Περγάμου, Τρυφαίνης ὁσίας.

12. Βασιλείου ἐπισκόπου Παρίου τοῦ ὁμολογητοῦ, Ἀνθούσης ὁσίας, Ἀκακίου ὁσίου τοῦ Καυσοκαλυβίτου.

13. Μαρτίνου πάπα Ρώμης τοῦ ὁμολογητοῦ, Ζωΐλου καὶ Θεοδοσίου τῶν μαρτύρων.

14. Ἀριστάρχου, Πούδη καὶ Τροφίμου τῶν Ἀποστόλων, Θωμαΐδος μάρτυρος, Δημητρίου νεομάρτυρος τοῦ Πελοποννησίου.

15. Κρήσκεντος μάρτυρος, Λεωνίδου ἐπισκόπου Ἀθηνῶν ἱερομάρτυρος.

16. Ἀγάπης, Εἰρήνης καὶ Χιονίας αὐταδέλφων παρθενομαρτύρων, Λεωνίδου μάρτυρος καὶ τῶν σὺν αὐτῷ Χαρίσσης, Νίκης, Γαλήνης, Καλλίδος, Νουνεχίας, Βασιλίσσης καὶ Θεοδώρας τῶν παρθένων καὶ μαρτύρων, Μιχαὴλ νεομάρτυρος, τοῦ ἐκ Βρυούλων.

17. Συμεὼν ἱερομάρτυρος, Ἀδριανοῦ μάρτυρος, Ἀγαπητοῦ πάπα Ρώμης, Μακαρίου ἀρχιεπισκόπου Κορίνθου.

18. Ἰωάννου καὶ Ἀθανασίας τῆς ἐν Αἰγίνῃ τῶν ὁσίων, Κοσμᾶ ἐπισκόπου Χαλκηδόνος τοῦ ὁμολογητοῦ, Ἰωάννου νεομάρτυρος, ἐξ Ἰωαννίνων.

19. Παφνουτίου ἱερομάρτυρος, Τρύφωνος πατριάρχου ΚΠόλεως.

20. Θεοδώρου καὶ Ἰωάσαφ τῶν ὁσίων, Ζακχαίου ἀποστόλου.

21. Ἰανουαρίου ἱερομάρτυρος, Μαξίμου ΚΠόλεως καὶ Ἀναστασίου Σιναΐτου, ὁσίου.

22. Θεοδώρου ἐπισκόπου Συκεώτου, Ναθαναὴλ ἀποστόλου, Νεάρχου μάρτυρος.

23. Γεωργίου μεγαλομάρτυρος τοῦ Τροπαιοφόρου.

24. Ἐλισάβετ ὁσίας τῆς θαυματουργοῦ, Σάβα μάρτυρος, Φίλωνος, Φουρτουνάτου καὶ Ἀχιλλέως τῶν ἱερομαρτύρων, Δούκα Μυτιληναίου, Νικολάου τοῦ ἐν Μαγνησίᾳ, νεομαρτύρων.

25. Μάρκου τοῦ ἀποστόλου καὶ εὐαγγελιστοῦ.

26. Βασιλέως ἱερομάρτυρος, Γλαφύρας ὁσίας.

27. Συμεὼν ἱερομάρτυρος, Ἰωάννου ὁμολογητοῦ, ἡγουμένου Μονῆς Καθαρῶν καὶ Εὐλογίου ξενοδόχου, ὁσίων.

28. Τῶν ἐν Κυζίκῳ Ἐννέα μαρτύρων, Μέμνονος ὁσίου τοῦ θαυματουργοῦ.

29. Ἰάσονος καὶ Σωσιπάτρου τῶν ἀποστόλων, Κερκύρας μάρτυρος.

30. Ἰακώβου ἀποστόλου, Δονάτου ἐπισκόπου Εὐροίας, Ἀργυρῆς νεομάρτυρος.

ΜΑΪΟΣ

1. Ἱερεμίου τοῦ προφήτου, Εὐθυμίου, Ἰγνατίου καὶ Ἀκακίου τῶν νέων ὁσιομαρτύρων.

2. Ἡ ἀνακομιδὴ τοῦ λειψάνου Ἀθανασίου πατριάρχου Ἀλεξανδρείας τοῦ μεγάλου, Ἑσπέρου, Ζωῆς, Κυριακοῦ καὶ Θεοδούλου τῶν μαρτύρων.

3. Τιμοθέου καὶ Μαύρας τῶν μαρτύρων, Πέτρου ἀρχιεπισκόπου Ἄργους.

4. Πελαγίας ὁσιομάρτυρος, Ἱλαρίου, Ἀθανασίου ἐπισκόπου Κορίνθου καὶ Νικηφόρου τῶν ὁσίων.

5. Εἰρήνης μεγαλομάρτυρος, Εὐθυμίου ὁσίου ἐπισκόπου Μαδύτου, τοῦ θαυματουργοῦ.

6. Ἰὼβ τοῦ δικαίου, Σεραφεὶμ ὁσίου τοῦ ἐν τῷ Δομπῷ.

7. Ἡ ἀνάμνησις τοῦ ἐν οὐρανῷ φανέντος σημείου τοῦ τιμίου Σταυροῦ, Ἀκακίου καὶ Κοδράτου τῶν μαρτύρων.

8. Ἰωάννου ἀποστόλου καὶ εὐαγγελιστοῦ τοῦ θεολόγου, Ἀρσενίου ὁσίου τοῦ μεγάλου.

9. Ἡσαΐου προφήτου, Χριστοφόρου μάρτυρος, Νικολάου ὁσιομάρτυρος, τοῦ ἐν Βουνένοις.

10. Σίμωνος ἀποστόλου τοῦ Ζηλωτοῦ, Λαυρεντίου ὁσίου.

11. Μωκίου ἱερομάρτυρος, Μεθοδίου καὶ Κυρίλλου τῶν ἰσαποστόλων καὶ φωτιστῶν, Διοσκούρου μάρτυρος, Ἀργυροῦ νεομάρτυρος.

12. Ἐπιφανίου ἐπισκόπου Κύπρου, Γερμανοῦ πατριάρχου ΚΠόλεως, Θεοδώρου ὁσίου τοῦ ἐν Κυθήροις, Ἰωάννου νεομάρτυρος.

13. Γλυκερίας μάρτυρος, Σεργίου τοῦ ὁμολογητοῦ, Εὐθυμίου ὁσίου τοῦ νέου, τοῦ ἐν Ἄθῳ.

14. Ἰσιδώρου μάρτυρος τοῦ ἐν Χίῳ, Θεράποντος ἱερομάρτυρος, Ἰωάννου τοῦ Βουλγάρεως καὶ Μάρκου τοῦ Κρητός, νεομαρτύρων.

15. Παχωμίου ὁσίου τοῦ μεγάλου, Ἀχιλλίου ἐπισκόπου Λαρίσης, Βαρβάρου ὁσίου, τοῦ μυροβλύτου.

16. Θεοδώρου ὁσίου τοῦ ἡγιασμένου, Ἀλεξάνδρου ἀρχιεπισκόπου, Νικολάου νεομάρτυρος τοῦ ἐκ Μετσόβου.

17. Ἀνδρονίκου καὶ Ἰουνίας τῶν ἀποστόλων, Ἀθανασίου ἐπισκόπου Χριστιανουπόλεως.

18. Πέτρου, Διονυσίου, Ἀνδρέου, Παύλου, Χριστίνης, Ἡρακλείου, Παυλίνου καὶ Βενεδίμου τῶν μαρτύρων, Στεφάνου πατριάρχου ΚΠόλεως.

19. Πατρικίου ἱερομάρτυρος καὶ τῶν σὺν αὐτῷ Ἀκακίου, Μενάνδρου καὶ Πολυαίνου μαρτύρων.

20. Θαλλελαίου μάρτυρος, Νικήτα, Ἰωάννου καὶ Ἰωσὴφ ὁσίων, τῶν ἐν Χίῳ. Ἡ ἀνακομιδὴ καὶ μετακομιδὴ τοῦ ἱεροῦ Λειψάνου τοῦ ἁγίου Νικολάου Μύρων τῆς Λυκίας.

21. Κωνσταντίνου καὶ Ἑλένης τῶν Θεοστέπτων βασιλέων καὶ ἰσαποστόλων.

22. Βασιλίσκου μάρτυρος, Ἰωάννου Βλαδιμήδου τοῦ βασιλέως, Δημητρίου καὶ Παύλου τῶν νεομαρτύρων.

23. Μιχαὴλ ἐπισκόπου Συνάδων, τοῦ ὁμολογητοῦ, Μαρίας τῆς Μυροφόρου, τῆς τοῦ Κλοπᾶ, Συνεσίου Καρπασίας Κύπρου.

24. Συμεὼν Θαυμαστορείτου ὁσίου, καὶ Μελετίου μάρτυρος τοῦ στρατηλάτου.

25. Ἡ τρίτη εὕρεσις τῆς τιμίας κεφαλῆς τοῦ Προδρόμου, Ὀλβιανοῦ ὁσίου, Κελεστίνου μάρτυρος.

26. Κάρπου καὶ Ἀλφαίου τῶν ἀποστόλων, Ἀλεξάνδρου νεομάρτυρος, Θεσσαλονικέως.

27. Ἑλλαδίου καὶ Θεράποντος ἱερομαρτύρων, Ἀλυπίου μάρτυρος, Ἰωάννου ὁμολογητοῦ τοῦ Ρώσου.

28. Εὐτυχοῦς ἱερομάρτυρος, Ἑλικωνίδος μάρτυρος.

29. Θεοδοσίας μάρτυρος, Ἰωάννου (Νάννου) Θεσσαλονικέως νεομάρτυρος.

30. Ἰσαακίου ἡγουμένου μονῆς τῶν Δαλμάτων, Ρωμανοῦ μάρτυρος, Βαρλαὰμ ὁσίου.

31. Ἑρμείου καὶ Εὐσεβίου τῶν μαρτύρων.

ΙΟΥΝΙΟΣ

1. Ἰουστίνου τοῦ φιλοσόφου καὶ μάρτυρος καὶ τῶν σὺν αὐτῷ καὶ Πύρρου ἱερομάρτυρος.

2. Νικηφόρου πατριάρχου ΚΠόλεως τοῦ ὁμολογητοῦ, Ἰωάννου τοῦ ἐν Ἀσπροκάστρῳ, Δημητρίου τοῦ ἐν Φιλαδελφείᾳ καὶ Κωνσταντίνου τοῦ ἐξ Ἀγαρηνῶν, νεομαρτύρων.

3. Λουκιλλιανοῦ καὶ Παύλης τῶν μαρτύρων, Ἀθανασίου ὁσίου τοῦ θαυματουργοῦ.

4. Μητροφάνους ἀρχιεπισκόπου ΚΠόλεως, Μαρίας καὶ Μάρθας τῶν ἀδελφῶν τοῦ δικαίου Λαζάρου.

5. Δωροθέου ἱερομάρτυρος ἐπισκόπου Τύρου, Νικάνδρου μάρτυρος, Μάρκου νεομάρτυρος, τοῦ ἐν Χίῳ.

6. Ἱλαρίωνος τοῦ νέου, Ἀττάλου ὁσίου.

7. Θεοδότου ἱερομάρτυρος ἐν Ἀγκύρᾳ, Σεβαστιανῆς ὁσίας.

8. Ἡ ἀνακομιδὴ τοῦ λειψάνου μεγαλομάρτυρος Θεοδώρου τοῦ Στρατηλάτου, Νικάνδρου καὶ Καλλιόπης τῶν μαρτύρων.

9. Κυρίλλου πατριάρχου Ἀλεξανδρείας.

10. Ἀλεξάνδρου καὶ Ἀντωνίνης τῶν μαρτύρων, Θεοφάνους καὶ Πανσέμνης τῶν ὁσίων.

11. Βαρθολομαίου καὶ Βαρνάβα, ἱδρυτοῦ καὶ προστάτου τῆς ἐκκλησίας Κύπρου, τῶν ἀποστόλων. Ἡ σύναξις τοῦ Ἀρχαγγέλου Γαβριήλ, τοῦ «Ἄξιόν ἐστι».

12. Ὀνουφρίου καὶ Πέτρου τοῦ ἐν τῷ Ἄθῳ τῶν ὁσίων, Τριφιλλίου ἐπισκόπου Λευκωσίας Κύπρου.

13. Ἀκυλίνης μάρτυρος, Ἀντιπάτρου τοῦ ἐπισκόπου Βόστρων.

14. Ἐλισσαίου τοῦ προφήτου, Μεθοδίου πατριάρχου ΚΠόλεως τοῦ ὁμολογητοῦ, Νήφωνος ὁσίου, ἐν Ἄθῳ.

15. Ἀμὼς τοῦ προφήτου, Ἀχαϊκοῦ, Στεφανᾶ καὶ Φουρτουνάτου τῶν ἀποστόλων, Ἱερωνύμου, Αὐγουστίνου ἐπισκόπου Ἱππῶνος τῶν ὁσίων.

16. Τύχωνος ἐπισκόπου τοῦ θαυματουργοῦ.

17. Μανουήλ, Σαβέλ, Ἰσμαήλ, Ἰσαύρου, Βασιλείου, Ἰννοκεντίου, Ἑρμείου, Φήλικος καὶ Πελεγρίνου τῶν μαρτύρων, Ἰωσὴφ καὶ Πίωρ τῶν ὁσίων.

18. Λεοντίου, Ὑπατίου καὶ Θεοδούλου τῶν μαρτύρων, Λεοντίου ὁσίου, μυροβλήτου, ἐν Ἄθῳ.

19. Ἰούδα (Θαδδαίου) τοῦ ἀποστόλου, Παϊσίου, καὶ Ζήνωνος τῶν ὁσίων, Ζωσίμου μάρτυρος.

20. Μεθοδίου ἐπισκόπου Πατάρων.

21. Ἰουλιανοῦ μάρτυρος, Νικήτα νεομάρτυρος, τοῦ Νισυρίου.

22. Εὐσεβίου ἱερομάρτυρος, Ζήνωνος καὶ Ζηνᾶ τῶν μαρτύρων.

23. Ἀγριππίνης, Ἀριστοκλέους, Εὐστοχίου, Δημητριανοῦ καὶ Λολίας τῶν μαρτύρων.

24. Τὸ Γενέθλιον τοῦ τιμίου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, Παναγιώτου νεομάρτυρος.

25. Φεβρωνίας ὁσιομάρτυρος, Λογγίνου μάρτυρος, Προκοπίου ὁσιομάρτυρος, νέου.

26. Δαβὶδ τοῦ ἐν Θεσσαλονίκῃ καὶ Ἰωάννου ἐπισκόπου Γοτθίας τῶν ὁσίων.

27. Σαμψὼν τοῦ ξενοδόχου, Ἰωάννας τῆς Μυροφόρου.

28. Ἡ ἀνακομιδὴ τῶν λειψάνων Κύρου καὶ Ἰωάννου τῶν Ἀναργύρων, Παππίου μάρτυρος.

29. Πέτρου καὶ Παύλου τῶν Ἀποστόλων.

30. Σύναξις τῶν ἁγίων Δώδεκα Ἀποστόλων.

ΙΟΥΛΙΟΣ

1. Κοσμᾶ καὶ Δαμιανοῦ τῶν Ἀναργύρων.

2. Ἡ κατάθεσις τῆς τιμίας Ἐσθῆτος τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου ἐν Βλαχέρναις, Ἰουβεναλίου ἀρχιεπισκόπου Ἱεροσολύμων.

3. Ὑακίνθου καὶ Θεοδότης τῶν μαρτύρων, Ἀνατολίου πατριάρχου ΚΠόλεως, Γερασίμου ὁσιομάρτυρος τοῦ νέου.

4. Ἀνδρέου ἐπισκόπου Κρήτης, Θεοδώρου Κυρήνης, ἱερομάρτυρος, Κυπρίλλας καὶ Λουκίας μαρτύρων.

5. Ἀθανασίου τοῦ ἐν Ἄθῳ καὶ Λαμπαδοῦ τῶν ὁσίων, Κυπριανοῦ ὁσιοϊερομάρτυρος.

6. Σισώη ὁσίου τοῦ μεγάλου, Ἀρχίππου, Φιλήμονος, Ὀνησίμου, Ἐπιμάχου καὶ Ἀλεξανδρίωνος τῶν μαρτύρων.

7. Κυριακῆς μεγαλομάρτυρος, Θωμᾶ ὁσίου τοῦ ἐν Μαλέῳ.

8. Προκοπίου μεγαλομάρτυρος, Θεοφίλου ὁσίου, μυροβλύτου ἐν Ἄθῳ, Ἀναστασίου νέου ἱερομάρτυρος, Νικοστράτου καὶ Ἀντιόχου μαρτύρων.

9. Παγκρατίου ἱερομ. ἐπισκόπου Ταυρομενίας, Διονυσίου ρήτορος καὶ Μητροφάνους ὁσίων, ἐν Ἄθῳ.

10. Τῶν ἐν Νικοπόλει τῆς Ἀρμενίας 45 μαρτ.

11. Εὐφημίας μεγαλομάρτυρος, Ὄλγας ἰσαποστόλου.

12. Πρόκλου καὶ Ἱλαρίου τῶν μαρτύρων, Βερονίκης τῆς αἱμοῤὁούσης.

13. Ἡ σύναξις τοῦ Ἀρχαγγέλου Γαβριήλ, Στεφάνου τοῦ Σαββαΐτου ὁσίου καὶ Γολινδοὺχ μάρτυρος.

14. Ἀκύλα τοῦ ἀποστόλου, Ἰωσὴφ τοῦ ὁμολογητοῦ ἀρχιεπισκόπου Θεσσαλονίκης, Ὀνησίμου ὁσίου, Νικοδήμου ὁσίου τοῦ Ἁγιορείτου.

15. Κηρύκου καὶ Ἰουλίττης τῶν μεγαλομαρτύρων.

16. Ἀθηνογένους ἱερομάρτυρος καὶ τῶν σὺν αὐτῷ.

17. Μαρίνης μεγαλομάρτυρος.

18. Αἰμιλιανοῦ μάρτυρος, Ἰωάννου μητροπολίτου Χαλκηδόνος, Στεφάνου πατριάρχου ΚΠόλεως.

19. Μακρίνης καὶ Δίου τῶν ὁσίων, Θεοδώρου ἀρχιεπισκόπου Ἐδέσσης.

20. Ἠλιοὺ τοῦ Προφήτου.

21. Συμεὼν διὰ Χριστὸν σαλοῦ καὶ Ἰωάννου ὁσίων, Παρθενίου ἐπισκόπου Ραδοβυσδίου.

22. Τῆς μυροφόρου καὶ ἰσαποστόλου Μαρίας τῆς Μαγδαληνῆς, Μαρκέλλης παρθενομάρτυρος.

23. Φωκᾶ καὶ Ἀπολλωνίου τῶν ἱερομαρτύρων, Ἰεζεκιὴλ τοῦ προφήτου.

24. Χριστίνης μεγαλομάρτυρος, Ἀθανασίου καὶ Θεοφίλου τῶν νεομαρτύρων.

25. Ἡ κοίμησις τῆς ἁγίας Ἄννης μητρὸς τῆς Θεοτόκου, Ὀλυμπιάδος ὁσίας, τῆς διακόνου.

26. Παρασκευῆς ὁσιοπαρθενομάρτυρος, Ἑρμολάου ἱερομάρτυρος.

27. Παντελεήμονος μεγαλομάρτυρος, Χριστοδούλου νεομάρτυρος.

28. Προχόρου, Νικάνορος, Τίμωνος καὶ Παρμενᾶ τῶν ἀποστόλων καὶ διακόνων.

29. Καλλινίκου μάρτυρος, Θεοδοσίου τοῦ εὐσεβοῦς βασιλέως, Κωνσταντίνου [Α´] πατριάρχου ΚΠόλεως.

30. Σίλα, Σιλουανοῦ, Κρήσκεντος, Ἐπαινετοῦ καὶ Ἀνδρονίκου ἀποστόλων.

31. Εὐδοκίμου τοῦ δικαίου, Ἰωσὴφ τοῦ ἀπὸ Ἀριμαθαίας.

ΑΥΓΟΥΣΤΟΣ

1. Ἡ πρόοδος τοῦ τιμίου Σταυροῦ. Τῶν ἁγίων Ἑπτὰ Παίδων τῶν Μακκαβαίων, Σολομονῆς τῆς μητρὸς αὐτῶν καὶ Ἐλεαζάρου τοῦ διδασκάλου, Ἐλέσης ὁσιομάρτυρος.

2. Ἡ ἀνακομιδὴ τοῦ λειψάνου τοῦ ἁγίου πρωτομάρτυρος καὶ ἀρχιδιακόνου Στεφάνου, Θεοδώρου νεομάρτυρος, ἐν Δαρδανελλίοις.

3. Δαλμάτου, Φαύστου, Ἰσαακίου, Θεοκλητοῦς καὶ Θεοδώρας τῆς ἐν Θεσσαλονίκῃ, τῶν ὁσίων, Σαλώμης τῆς μυροφόρου.

4. Τῶν ἐν Ἐφέσῳ ἁγίων ἑπτὰ Παίδων.

5. Εὐσιγνίου μάρτυρος.

6. Ἡ Μεταμόρφωσις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.

7. Δομετίου ὁσιομάρτυρος τοῦ Πέρσου, Ναρκίσσου ἱερομάρτυρος, πατριάρχου Ἱεροσολύμων, Θεοδοσίου ἰαματικοῦ, καὶ Νικάνορος τοῦ ἐν Καλλιστράτῳ, ὁσίων.

8. Αἰμιλιανοῦ Κυζίκου ὁμολογητοῦ καὶ Μύρωνος Κνωσσοῦ Κρήτης, Ἀναστασίου καὶ Τριανταφύλλου τῶν νεομαρτύρων.

9. Ματθία ἀποστόλου.

10. Λαυρεντίου τοῦ ἀρχιδιακόνου καὶ μάρτυρος, Ξύστου ἐπισκόπου Ρώμης.

11. Εὔπλου διακόνου καὶ μάρτυρος, Νήφωνος πατριάρχου ΚΠόλεως. Ἀνάμνησις μεγίστου θαύματος ἐν Κερκύρᾳ Σπυρίδωνος τοῦ θαυματουργοῦ.

12. Φωτίου καὶ Ἀνικήτου τῶν μαρτύρων.

13. Μαξίμου τοῦ ὁμολογητοῦ, Εὐδοκίας καὶ Εἰρήνης (Ξένης) τῶν βασιλισσῶν, Δοσιθέου ὁσίου.

14. Μιχαίου προφήτου, Συμεὼν νεομάρτυρος Τραπεζουντίου.

15. Ἡ Κοίμησις τῆς ὑπεραγίας ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας.

16. Μνήμη τῆς ἐξ Ἐδέσσης ἀνακομιδῆς τῆς ἀχειροποιήτου εἰκόνος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἤτοι τοῦ Ἁγίου Μανδηλίου, Διομήδους καὶ Ἀλκιβιάδου τῶν μαρτύρων, Γερασίμου ὁσίου τοῦ ἐν Κεφαλληνίᾳ, Τιμοθέου ἐπισκόπου Εὐρίπου, Νικοδήμου νέου ὁσιομάρτυρος, Ἀποστόλου [Σταματίου] τοῦ νεομάρτυρος.

17. Μύρωνος, Κυπριανοῦ, Παύλου, καὶ Ἰουλιανῆς, τῶν μαρτύρων.

18. Φλώρου καὶ Λαύρου τῶν Μαρτύρων, Σωφρονίου, Βαρνάβα, Χριστοφόρου καὶ Ἀρσενίου τοῦ ἐν Πάρῳ, τῶν ὁσίων, Δημητρίου νεομάρτυρος τοῦ ἐκ Σαμαρίνης.

19. Ἀνδρέου στρατηλάτου καὶ τῶν σὺν αὐτῷ, Θεοφάνους ὁσίου, νέου.

20. Σαμουὴλ τοῦ προφήτου, Ἡλιοδώρου καὶ Φωτεινῆς τῶν μαρτύρων.

21. Θαδδαίου ἀποστόλου, Βάσσης, Θεογνίου, Ἀγαπίου καὶ Πιστοῦ τῶν μαρτύρων.

22. Ἀγαθονίκου μάρτυρος καὶ τῶν σὺν αὐτῷ.

23. Λούπου μάρτυρος, Εἰρηναίου Σιρμίου, καὶ Εἰρηναίου Λουγδούνων, τῶν ἱερομαρτύρων, Νικολάου ὁσίου, ἐν Εὐβοίᾳ.

24. Εὐτυχοῦς ἱερομάρτυρος, Κοσμᾶ ἰσαποστόλου τοῦ Αἰτωλοῦ, Διονυσίου ἐπισκόπου Αἰγίνης τοῦ θαυματουργοῦ (ἀνάμνησις τῆς μεταθέσεως ἐν Ζακύνθῳ τοῦ ἱεροῦ λειψάνου).

25. Τίτου ἐπισκόπου Γορτύνης καὶ Βαρθολομαίου τῶν ἀποστόλων.

26. Ἀδριανοῦ, Ναταλίας, μαρτύρων, Ἰωάσαφ ὁσίου.

27. Ποιμένος καὶ Ὁσίου Κορδούης, τῶν ὁσίων, Ἀνθούσης μάρτυρος, Φανουρίου τοῦ νεοφανοῦς.

28. Μωϋσέως ὁσίου τοῦ Αἰθίοπος, Διομήδους καὶ Λαυρεντίου τῶν μαρτύρων.

29. Ἡ ἀποτομὴ τῆς κεφαλῆς τοῦ ἁγίου ἐνδόξου Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου.

30. Ἀλεξάνδρου, Παύλου καὶ Ἰωάννου τῶν πατριαρχῶν ΚΠόλεως, Φαντίνου ὁσίου, Εὐλαλίου ἐπισκόπου.

31. Ἡ κατάθεσις τῆς τιμίας Ζώνης τῆς ὑπεραγίας Θεοτόκου.

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΙΚΡΟΥ ΑΓΙΑΣΜΟΥ

Ἐκ χειρογράφου τοῦ Μοναχοῦ Ἰακώβου Νεοσκητιώτου τοῦ ἔτους 1843.

Ὁ Ἱερεύς· Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ Ἀναγνώστης· Ἀμήν.

Ψαλμὸς ρμβ´ (142)

Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου. Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου· ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ᾿ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου· ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου· Κύριε, πρὸς σὲ κατέφυγον· δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ· ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμί.

Καὶ εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων αὐτοῦ ἐξ ἑκατέρων τῶν χορῶν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ παρόντα τροπάρια. Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τῇ Θεοτόκῳ ἐκτενῶς νῦν προσδράμωμεν, ἁμαρτωλοὶ καὶ ταπεινοὶ καὶ προσπέσωμεν, ἐν μετανοίᾳ κράζοντες ἐκ βάθους ψυχῆς· Δέσποινα βοήθησον, ἐφ᾿ ἡμῖν σπλαγχνισθεῖσα· σπεῦσον ἀπολλύμεθα, ὑπὸ πλήθους πταισμάτων· μὴ ἀποστρέψῃς σοὺς δούλους κενούς· σὲ γὰρ καὶ μόνην ἐλπίδα κεκτήμεθα.

Δόξα. Τοῦ Σταυροῦ. Ὅμοιον.

Τῷ ζωηφόρῳ νῦν Σταυρῷ προσπελάσωμεν, οἱ μακρυνθέντες τοῖς κακοῖς καὶ προσψαύσωμεν, ἐν ἐπιστρόφῳ λέγοντες καρδίας πιστῶς· πρόφθασον βοήθησον, ὁ σταυρὸς τοῦ Κυρίου, φάνηθι λυτρούμενος, ἐκ παντοίων κινδύνων, μὴ ἐποφθῶμεν ἄπρακτα ζητεῖς, τὴν σὴν γὰρ σκέπην βεβαίαν ἐλπίζομεν.

Καὶ νῦν. Θεοτοκίον. Ὅμοιον.

Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο, ἐκ τοσούτων κινδύνων; τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Ὁ Ν´. (50ος Ψαλμός).

Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνον με ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα ψάλλομεν τὰ παρόντα τροπάρια εἰς ἦχον πλ. β´.

Κατὰ ἀλφάβητον. Ὁ Εἱρμὸς ἐκ δευτέρου.

Ἡ τὸ χαῖρε δι᾿ Ἀγγέλου δεξαμένη, καὶ τεκοῦσα τὸν κτίστιν τὸν ἴδιον, παρθένε σῶζε, τοὺς σὲ μεγαλύνοντας.

Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς. (ἢ Ὑπεραγία Θεοτόκε σκέπε, φρούρει, φύλαττε τοὺς δούλους σου).

Ἀνυμνοῦμεν τὸν υἱόν σου Θεοτόκε, καὶ βοῶμεν Πανάχραντε, παντὸς κινδύνου, ῥῦσαι τοὺς οἰκέτας σου.

Βασιλέων Προφητῶν, καὶ Ἀποστόλων, καὶ Μαρτύρων ὑπάρχεις τὸ καύχημα, καὶ προστασία τοῦ κόσμου Θεόνυμφε.

Γλῶσσα πᾶσα εὐφημεῖ καὶ μακαρίζει, καὶ δοξάζει τὸν ἄχραντον τόκον σου, τῶν ὀρθοδόξων Μαρία Θεόνυμφε.

Δός Χριστέ μου καὶ ἐμοὶ τῷ ἀναξίῳ, ὀφλημάτων τὴν ἄφεσιν δέομαι, τῆς σὲ τεκούσης Πρεσβείαις ὡς Εὔσπλαχνος.

Ἐπὶ σὲ μου τὰς ἐλπίδας ἀνεθέμην, Θεοτόκε σῶσον ταῖς πρεσβείαις σου, καὶ δώρησαί μοι πταισμάτων τὴν ἄφεσιν.

Ζώωσόν με ἡ τεκοῦσα ζωοδότην, καὶ σωτῆρα, σῶσον ταῖς Πρεσβείαις σου, εὐλογημένη ἐλπὶς τῶν ψυχῶν ἡμῶν.

Ἡ τὸν κτίστιν τῶν ἁπάντων ἐν γαστρί σου συλλαβοῦσα, Παρθένε ἡ τέξασα αὐτὸν δυσώπει, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Θεοτόκε ἡ τεκοῦσα διὰ λόγου, ὑπὲρ λόγον, τὸν Λόγον Πανύμνητε, αὐτὸν δυσώπει, σῶσαι τὰς ψυχὰς ἡμῶν.

Ἵλεών μοι τὸν κριτήν τε καὶ υἱόν σου, ἐπταικότι ὑπὲρ πάντα ἄνθρωπον, ταῖς σαῖς πρεσβείαις, ἀπέργασαι Δέσποινα.

Καταχρέος ἐκβοῶμεν σοι τὸ χαῖρε, Θεοτόκε ἁγνὴ ἀειπάρθενε, ἐκδυσωποῦντες Πρεσβείαις σου σώζεσθαι.

Λύτρωσαί με τοῦ πυρὸς τοῦ αἰωνίου, καὶ βασάνων τῶν ἀποκειμένων μοι, Θεογεννῆτορ ὅπως μακαρίζω σε.

Μὴ παρίδῃς τὰς δεήσεις τῶν σῶν δούλων, δυσωποῦμεν Δέσποινα Πανύμνητε, ἵνα ῥυσθῶμεν, πάσης περιστάσεως.

Νοσημάτων καὶ παντοίων ἀλγηδόνων, καὶ κινδύνων ἡμᾶς ἐλευθέρωσον, τῇ ἱερᾷ σου σκέπῃ καταφύγοντας.

Ξένον θαῦμα, τὸ ἐν σοὶ θεογεννῆτορ ἀνεδείχθη, ὁ πάντων γὰρ Κύριος, ἐκ σοῦ ἐτέχθη, Μῆτερ ἀειπάρθενε.

Ὁ ναός σου Θεοτόκε ἀνεδείχθη, ἰατρεῖον νοσημάτων ἄμισθον, καὶ θλιβομένων ψυχῶν παραμύθιον.

Παναγία Θεοτόκε, ἡ τεκοῦσα τὸν σωτῆρα, κινδύνων, καὶ πάσης ἄλλης ἀνάγκης τοὺς δούλους σου φύλαττε.

Ῥῦσαι πάσης ἀπειλῆς ἐπερχομένης, τοὺς σοὺς δούλους Παναγία Δέσποινα, καὶ πάσης βλάβης, ψυχῆς τε καὶ σώματος.

Σῶσον πάντας ταῖς πρεσβείαις σου Παρθένε, Θεοτόκε τοὺς εἰς σὲ προστρέχοντας, καὶ ῥῦσαι πάσης ἀνάγκης καὶ θλίψεως.

Ταῖς πρεσβείαις ἐλεῆμον τῆς Μητρός σου, τῆς ἀχράντου, καὶ πάντων τῶν ἁγίων σου, τὰ σὰ ἐλέη, τῷ λαῷ σου δώρησαι.

Ὑπὸ πάντων δυσωπούμενος οἰκτίρμον, τῶν ἁγίων καὶ τῶν ἄνω τάξεων, ἱλάθητί μοι διὰ τῆς τεκούσης σε.

Φῶς τοῦ κόσμου σὺ ὑπάρχεις Θεοτόκε, τὸν γὰρ κτίστιν ἁπάντων ἐκύησας, αὐτὸν δυσώπει, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Χαῖρε κόσμου ἱλαστήριον Παρθένε, χαῖρε στάμνε, καὶ λυχνία πάγχρυσε, τοῦ θείου μάννα, καὶ φωτὸς Θεόνυμφε.

Ψάλλομέν σοι ἐκβοῶντες, Παναγία Θεοτόκε, ἐλπὶς καὶ βοήθεια, ἡμῶν Παρθένε, ὑπάρχεις καὶ στήριγμα.

Ὦ Παρθένε ἡ τεκοῦσα τὸν Σωτῆρα καὶ Δεσπότην, τοῦ κόσμου καὶ Κύριον, αὐτὸν δυσώπει, σῶσαι τὰς ψυχὰς ἡμῶν.

Σταυρὲ τοῦ Χριστοῦ σῶσον ἡμᾶς τῇ δυνάμει σου.

Προσκυνοῦμεν καὶ τιμῶμεν καὶ ὑμνοῦμεν, τὸν Σταυρόν σου Χριστὲ τὸν πανάγιον, ἐκ πάσης νόσου, ἡμᾶς ἐλευθέρωσον.

Σταυρὲ τοῦ Χριστοῦ σῶσον ἡμᾶς τῇ δυνάμει σου.

Τῇ δυνάμει τοῦ Σταυροῦ σου ζωοδότα, φώτισόν με τὸν δοῦλόν σου δέομαι, ἵνα ὑμνῶ σε δι´αὐτοῦ σωζόμενος.

Πᾶσαι αἱ οὐράνιαι δυνάμεις, πρεσβεύσατε ὑπὲρ ὑμῶν.

Ταξιάρχα πρωτοστάτα τῶν Ἀγγέλων, σὺν τοῖς ἄνω χοροῖς καὶ στρατεύμασι, Πρεσβείαν ποίει, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ὁ κηρύξας τὴν μετάνοιαν ἀνθρώποις, τοῦ Κυρίου Βαπτιστὰ καὶ Πρόδρομε, μετανοεῖν με ἐκ ψυχῆς ἱκέτευε.

Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Τῇ πρεσβείᾳ τοῦ τιμίου καὶ ἐνδόξου, Βαπτιστοῦ Προφήτου Προδρόμου τε, Χριστέ μου Σῶτερ, τοὺς δούλους σου φύλαττε.

Ἅγιοι Ἀπόστολοι πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Ταῖς Πρεσβείαις τῶν ἐνδόξων Ἀποστόλων, ζωοδότα Χριστὲ ὁ Θεὸς ἡμῶν, τὴν πίστιν ἡμῶν ἀσάλευτον τήρησον.

Ἅγιοι Ἱεράρχαι καὶ Διδάσκαλοι τῆς οἰκουμένης, πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Ταῖς πρεσβείαις τῶν Μεγάλων Διδασκάλων, Βασιλείου σοφοῦ, Γρηγορίου τε καὶ Ἰωάννου, τοὺς δούλους σου Κύριε φύλαττε.

Ἅγιε Ἱεράρχα τοῦ Χριστοῦ Νικόλαε πρέσβευε ὑπὲρ ἡμῶν.

Τὴν ὀξείαν καὶ θερμήν σου προστασίαν, καὶ τὴν σκέπην Παμμάκαρ Νικόλαε, τοῖς ὑμνηταῖς σου πλουσίως κατάπεμψον.

Ἅγιοι Μεγαλομάρτυρες πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Ταῖς πρεσβείαις τῶν Ἁγίων Ἀθλοφόρων, Γεωργίου, Δημητρίου, σοφῶν Θεοδώρων τε καὶ Ἀρτεμίου, Κύριε ἡμᾶς διαφύλαξον.

Ἅγιοι Ἀνάργυροι καὶ θαυματουργοί, πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Ταῖς πρεσβείαις τῶν Ἁγίων Ἀναργύρων Κύριε, καὶ πάντων ἁγίων σου, τὰ σὰ ἐλέη, ἐφ᾿ ἡμᾶς κατάπεμψον.

Ἅγιε Μεγαλομάρτυς καὶ ἰαματικὲ Παντελεῆμον, πρέσβευε ὑπὲρ ἡμῶν.

Ἀθλοφόρε τοῦ Χριστοῦ Παντελεῆμον, τοὺς τῇ σκέπῃ τῇ σῇ καταφεύγοντας, ταῖς σαῖς πρεσβείαις, νόσων ἐλευθέρωσον.

Ἅγιε Ἱεράρχα τοῦ Χριστοῦ Μιχαὴλ Συννάδων, πρέσβευε ὑπὲρ ἡμῶν.

Ταῖς πρεσβείαις σου Παμμάκαρ Μιχαὴλ Ἱερομύστα, ῥῦσαι τοὺς ὑμνοῦντας σε, πληγῆς ἀκρῖδος, καὶ παντὸς νοσήματος.

Ἅγιε Ἱεράρχα τοῦ Χριστοῦ Νεκτάριε, πρέσβευε ὑπὲρ ἡμῶν.

Ταῖς πρεσβείαις τοῦ Ἁγίου Νεκταρίου, τοὺς δούλους σου Κύριε φύλαττε.

Ὅσιοι Πατέρες ἡμῶν πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Ταῖς πρεσβείαις τῶν ἐν Ἄθῳ Πανοσίων, θεοφόρων Πατέρων ἡμῶν, σὴν ποίμνην σῶτερ, καλῶς περιφρούρησον.

Ἅγιοι Προπάτεορες τοῦ Χριστοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Τῶν Ἁγίων καὶ δικαίων προπατόρων, ταῖς πρεσβείαις ἁπάντων δικαίων τε, καὶ τῶν ὁσίων, Χριστὲ ἡμᾶς φύλαττε.

Ὑπεραγία Θεοτόκε πρέσβευε ὑπὲρ ἡμῶν.

Τὴν ἐν ζάλῃ πειρασμῶν καὶ τρικυμίαις, ταῖς τοῦ βίου πικρῶς κινδυνεύουσαν, Παρθένε ποίμνην, τὴν σὴν περιφύλαττε.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

Τὸν Πατέρα καὶ Υἱὸν δοξολογοῦμεν, καὶ τὸ Πνεῦμα τὸ Ἅγιον λέγοντες, Τριὰς Ἁγία, σῶσον τοὺς ὑμνοῦντας σε.

Καὶ νῦν. Θεοτοκίον.

Χαῖρε ὄρος, χαῖρε βάτε, χαῖρε κλίμαξ, χαῖρε πύλη, χαῖρε θεία τράπεζα, τοῦ λόγου χαῖρε, ἡ πάντων βοήθεια.

Καὶ εὐθέως τὸ παρόν.

Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν εὐλογημένη Θεοτόκε. Ἐλπίζοντες ἐπὶ σὲ μὴ ἀστοχήσωμεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ εἶ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Εἶτα τὰ τροπάρια ταῦτα.

Ἦχος πλ. δ´.

Νῦν ἐπέστη ὁ καιρὸς ὁ πάντας ἀναμένων, καὶ ὁ δίκαιος ἡμῶν ἐπέστη κριτής, ἀλλ᾿ ἐπίστρεψον ψυχὴ πρὸς μετάνοιαν, ὡς ἡ πόρνη κράζουσα σὺν δάκρυσι, Κύριε ἐλέησόν με.

Νάμασιν ἐπομβρίσας Χριστὲ πηγὴν τῶν ἰάσεων, ἐν τῷ πανσέπτῳ ναῷ τῆς Παρθένου σήμερον, τὴν σὴν εὐλογίαν καὶ ῥαντισμῷ, φυγαδεύεις τὰς νόσους τῶν ἀσθενούντων, ἰατρὲ τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν.

Παρθένος ἔτεκες ἀπειρόγαμε, καὶ Παρθένος ἔμεινας Μῆτερ ἀνύμφευτε, Θεοτόκε Μαρία, Χριστὸν τὸν Θεὸν ἱκέτευε σωθῆναι ἡμᾶς.

Παναγία Θεοτόκε, τῶν χειρῶν ἡμῶν τὰ ἔργα κατεύθυνον, καὶ συγχώρησιν πταισμάτων ἡμῖν δώρησαι, ἐν τῷ ψάλλειν ἡμᾶς τῶν ἀγγέλων τὸν ὕμνον.

Εἶτα τό· Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς· ἐκ τρίτου.

Προκείμενον. Ἦχος δ´.

Κύριος φωτισμός μου καὶ σωτήρ μου, τίνα φοβηθήσομαι.

Στίχ. Κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου, ἀπὸ τίνος δειλιάσω.

Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα (β´ 11–18)

Ἀδελφοί, ὅ τε ἁγιάζων καὶ οἱ ἁγιαζόμενοι ἐξ ἑνὸς πάντες· δι´ ἣν αἰτίαν οὐκ ἐπαισχύνεται ἀδελφοὺς αὐτοὺς καλεῖν, λέγων· ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε· καὶ πάλιν· ἐγὼ ἔσομαι πεποιθὼς ἐπ᾿ αὐτῷ· καὶ πάλιν· ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ Θεός. ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκε σαρκὸς καὶ αἵματος, καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν, ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τοῦτ´ ἔστι τὸν διάβολον, καὶ ἀπαλλάξῃ τούτους, ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῆν ἔνοχοι ἦσαν δουλείας. οὐ γὰρ δήπου ἀγγέλων ἐπιλαμβάνεται, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται. ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι, ἵνα ἐλεήμων γένηται καὶ πιστὸς ἀρχιερεὺς τὰ πρὸς τὸν Θεόν, εἰς τὸ ἱλάσκεσθαι τὰς ἁμαρτίας τοῦ λαοῦ. ἐν ᾧ γὰρ πέπονθεν αὐτὸς πειρασθείς, δύναται τοῖς πειραζομένοις βοηθῆσαι.

Ἀλληλούϊα.

Στίχ. Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν.

Ὁ Ἱερεύς· Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου, Κύριον τὸν Θεὸν ἡμῶν ἱκετεύσωμεν.

Ὁ χορός· Κύριε, ἐλέησον (γ´).

Ὁ Ἱερεύς· Σοφία. Ὀρθοί, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου. Εἰρήνη πᾶσι.

Ὁ χορός· Καὶ τῷ πνεύματί σου.

Ὁ Ἱερεύς· Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου, τὸ Ἀνάγνωσμα. Πρόσχωμεν.

Ὁ χορός· Δόξα σοι, Κύριε, δόξα σοι.

Εὐαγγέλιον κατὰ Ἰωάννην (ε´ 1–4).

Τῷ καιρῷ ἐκείνῳ, ἀνέβη ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα. Ἔστι δὲ ἐν τοῖς Ἱεροσολύμοις ἐπὶ τῇ προβατικῇ κολυμβήθρᾳ, ἡ ἐπιλεγομένη ἑβραϊστὶ Βηθεσδά, πέντε στοὰς ἔχουσα. ἐν ταύταις κατέκειτο πλῆθος πολὺ τῶν ἀσθενούντων, τυφλῶν, χωλῶν, ξηρῶν, ἐκδεχομένων τὴν τοῦ ὕδατος κίνησιν. ἄγγελος γὰρ κατὰ καιρὸν κατέβαινεν ἐν τῇ κολυμβήθρᾳ, καὶ ἐταράσσετο τὸ ὕδωρ· ὁ οὖν πρῶτος ἐμβὰς μετὰ τὴν ταραχὴν τοῦ ὕδατος ὑγιὴς ἐγίνετο ᾧ δήποτε κατείχετο νοσήματι.

Ὁ χορός· Δόξα σοι, Κύριε, δόξα σοι.

Καὶ εὐθὺς τὰ εἰρηνικά.

Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

Ὁ λαὸς μεθ᾿ ἑκάστην δέησιν· Κύριε, ἐλέησον.

Ὑπὲρ τῆς ἄνωθεν εἰρήνης καὶ τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ ἐκκλησιῶν καὶ τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τοῦ ἁγίου οἴκου τούτου, καὶ τῶν μετὰ πίστεως, εὐλαβείας καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος), τοῦ τιμίου Πρεσβυτερίου τῆς ἐν Χριστῷ Διακονίας, παντὸς τοῦ Κλήρου καὶ τοῦ Λαοῦ, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τῆς Πόλεως ταύτης (ἁγίας Μονῆς ταύτης καὶ τῶν ἀσκουμένων ἐν αὐτῇ), πάσης Μονῆς, Πόλεως Χώρας, καὶ τῶν πίστει οἰκούντων ἐν αὐταῖς, τοῦ Κυρίου δεηθῶμεν.

(Εἰ ἐν οἴκῳ) Ὑπὲρ τοῦ οἴκου τούτου καὶ τῶν κατοικούντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.

(Εἰ ἐν πλοίῳ) Ὑπὲρ τοῦ πλοίου τούτου καὶ τῶν συμπλεόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ εὐκρασίας ἀέρων, εὐφορίας τῶν καρπῶν τῆς γῆς, καὶ καιρῶν εἰρηνικῶν, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων καὶ τῆς σωτηρίας αὐτῶν, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τοῦ ἁγιασθῆναι τὸ ὕδωρ τοῦτο, τῇ δυνάμει καὶ ἐνεργείᾳ, καὶ ἐπιφοιτήσει τοῦ Ἁγίου Πνεύματος, τοῦ Κυρίου δεηθῶμεν.

Καὶ σφραγίζει τὸ ὕδωρ ἐκ τρίτου.

Ὑπὲρ τοῦ καταπεμφθῆναι αὐτῷ τὴν χάριν τῆς ἀπολυτρώσεως, τὴν εὐλογίαν τοῦ Ἰορδάνου· τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τοῦ δωρηθῆναι αὐτῷ δύναμιν ἐξ ὕψους ἰαματικήν, διὰ τῆς ἐπιφοιτήσεως τοῦ Ἁγίου Πνεύματος, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τοῦ φωτισθῆναι ἡμᾶς φωτισμὸν γνώσεως καὶ εὐσεβείας, διὰ τῆς ὁμοουσίου Τριάδος, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τοῦ ρυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς ὁ Θεὸς τῇ σῇ χάριτι.

Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Ὁ χορός· Σοί, Κύριε.

Ὁ Ἱερεύς· Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Καὶ εὐθὺς ὁ Ἱερεὺς τὴν Εὐχὴν ταύτην μεγαλοφώνως·

Ὁ Θεὸς ὁ μέγας, ὁ ὕψιστος ὁ ἐν Τριάδι ἁγίᾳ προσκυνούμενος· ἡ ὑπερούσιος καὶ ἀτελεύτητος μεγαλειότης· ἡ ἀνεξιχνίαστος δύναμις, ἡ ἄῤῥητος ἐξουσία, ἡ τῆς σοφίας πηγή, τὸ τῆς ἀγαθότητος ὄντως ἀνεξιχνίαστον πέλαγος· σὺ φιλάνθρωπε Δέσποτα, ὁ τῶν προαιώνων θαυμασίων Θεός, ὃν οὔτε ἔννοια καταλαβέσθαι δύναται, οὔτε λόγος ἑρμηνεῦσαι ἰσχύει, ἐπίβλεψον καὶ τάνῦν ἐφ᾿ ἡμᾶς τοὺς ταπεινοὺς καὶ ἀναξίους δούλους σου· καὶ δὸς ἐν τῇ διανοίᾳ ἡμῶν, Πνεῦμα σοφίας καὶ συνέσεως, ἄξιον τοῦ εἰς τὰ ὦτα φθάσαι τῆς σῆς ἀγαθότητος, καὶ τὸν ἔλαιον ἐπισπάσασθαι τῆς σῆς χάριτος· ἐκ σοῦ γὰρ καὶ παρὰ τῆς σῆς ζωοποιοῦ δωρεᾶς, καὶ τὸ θέλειν καὶ τὸ ἐνεργεῖν, ὑπὲρ τῆς κατὰ τὸ θέλημα τὸ σόν, καὶ τῆς σῆς εὐδοκίας τοῖς ἀνθρώποις ὑπάρχει· Καὶ κατάπεμψον ἡμῖν τὴν σὴν εὐλογίαν, καὶ τῶν ἰαμάτων τὴν χάριν ἐπὶ τὸ ὕδωρ τοῦτο.

Καὶ σφραγίζει τρίτον.

Ὁ τὸ λουτρὸν τῆς παλιγγενεσίας τῷ γένει ἡμῶν δωρησάμενος, πρὸς ἀπόνιψιν τῶν τῆς ἁμαρτίας μολυσμῶν, καὶ ἀνάκλησιν ἐκ τῶν ἐπισυμβαινόντων ἡμῖν παντοίων ἀῤῥωστημάτων· καὶ καταξίωσον ἡμᾶς ἐῤῥαντισμένους τὰς καρδίας ἀπὸ συνειδήσεως πονηρᾶς, καὶ λελουσμένους τὸ σῶμα ὕδατι καθαρῷ, ἐν παντί ἔργῳ ἀγαθῷ καρποφορεῖν καὶ αὐξάνεσθαι, καὶ τὴν εἰς τοὺς δεομένους συμπάθειαν, ἀόκνῳ σπουδῇ, πρὸς θεραπείαν τῶν πεπονηκότων ἀδελφῶν ἡμῶν διὰ παντὸς ἐπιδείκνυσθαι, καὶ τῆς σῆς εὐσπλαγχνίας καταξιοῦσθαι· τῶν τε ψυχικῶν ἀῤῥωστημάτων, καὶ τῶν σωματικῶν ἀλγηδόνων τὴν ἀπολύτρωσιν κομιζομένους, καὶ κατάπεμψον τὰ τῆς σῆς φιλανθρώπου δωρεᾶς ἰάματα ἐν τῷ παρόντι ὕδατι, οὐ πρὸς ἡδονὴν σαρκός, ἀλλὰ πρὸς ἴασιν ψυχῆς τε καὶ σώματος, ἡ ἐπιτελουμένη παρ᾿ ἡμῶν λατρεία πνευματικὴ γενέσθω · Ναί, Δέσποτα Φιλάνθρωπε τῇ ταπεινώσει ἡμῶν ἐπικαμπτόμενος· ὁ δοὺς ἡμῖν τὴν χιονοφεγγῆ ταύτην φορέσαι στολήν, ἐξ ὕδατος τε καὶ πνεύματος, ἀπόσμιξον διὰ τοῦ ὕδατος τούτου, καὶ τοῖς ῥαντίσμασι τῆς σῆς εὐλογίας, τοὺς ῥύπους τῶν παθῶν ἡμῶν ἀποκάθαρον.

Πρεσβείαις τῆς Παναχράντου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας· δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων ἐπουρανίων δυνάμεων ἀσωμάτων· τοῦ Τιμίου ἐνδόξου Προφήτου Προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου· Τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων· Τῶν ἁγίων καὶ θαυματουργῶν Ἀναργύρων, Κοσμᾶ καὶ Δαμιανοῦ, Κύρου καὶ Ἰωάννου, Παντελεήμονος καὶ Ἑρμολάου, Σαμψὼν καὶ Διομήδους, Θαλλελαίου τε καὶ Τρύφωνος· Τῶν ἐν ἁγίοις Μεγάλων Ἱεραρχῶν καὶ οἰκουμενικῶν Διδασκάλων Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου, καὶ Ἰωάννου τοῦ Χρυστοστόμου· Τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Νικολάου Μύρων τῆς Λυκίας τοῦ θαυματουργοῦ· Σπυρίδωνος Τριμυθοῦντος, καὶ Ἱερομάρτυρος Χαραλάμπους· Τῶν ἁγίων ἐνδόξων Μεγάλων Μαρτύρων, Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλήτου, Θεοδώρου τοῦ Στρατηλάτου, καὶ Θεοδώρου τοῦ Τήρωνος, καὶ Συμεὼν τοῦ ἐν τῇ Μάνδρᾳ· τῶν ἁγίων Μαρτύρων Μακκαβαίων· τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν· τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Νεκταρίου ἐπισκόπου Πενταπόλεως τοῦ θαυματουργοῦ· τοῦ ἁγίου (τοῦ Ναοῦ), τοῦ ἁγίου (τοῦδε) οὗ καὶ τὴν μνήμην ἐπιτελοῦμεν· τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακείμ καὶ Ἄννης, καὶ πάντων σου τῶν Ἁγίων·

[Εἶτα λαμβάνει ἐν τῇ δεξιᾷ τὸν σταυρόν, ὑψοῖ τοῦτον τετραμερῶς, ἐν ἑκάστῳ μέρει ἓν ἐκ τῶν ἀνωτέρω τεσσάρων, α) κατὰ Ἀνατολάς, β) κατὰ Δυσμάς, γ) ἐκ δεξιῶν καὶ δ) ἐξ ἀριστερῶν. Εἶτα τίθησιν αὐτὸν εἰς τὸν τόπον αὐτοῦ πάλιν, καὶ ἑπομένως λέγει τὰ ἀκόλουθα τῆς Εὐχῆς]

ὧν ταῖς πρεσβείαις·

α) φύλαττε Κύριε τοὺς δούλους σου τοὺς πιστοὺς βασιλεῖς, καὶ ὀρθοδόξους χριστιανούς, καὶ ὑπόταξον αὐτοῖς πάντα τὰ βάρβαρα ἔθνη τὰ τοὺς πολέμους θέλοντα·

β) Φύλαττε Κύριε τοὺς πατέρας καὶ ἀδελφοὺς ἡμῶν, τοὺς κατοικοῦντας ἐν τῇ Ἁγίᾳ Μονῇ ταύτῃ καὶ τῷ Ἁγιονύμῳ Ὄρει τούτῳ· Ἐὰν ἐν ᾗ οἴκῳ, Καὶ φύλαττε Κύριε τὸν οἶκον τοῦτον καὶ πάντας τοὺς ἐν αὐτῷ. Καὶ φύλαττε Κύριε τὸν δοῦλόν σου (δεῖνα), μετὰ τῆς συζύγου καὶ τῶν τέκνων αὐτοῦ. Ἐὰν ἐν ᾗ ἐν πλοίῳ, Καὶ φύλαττε Κύριε τὸ πλοῖο τοῦτον καὶ πάντας τοὺς ἐν αὐτῷ. Καὶ φύλαττε Κύριε τὸν δοῦλόν σου (δεῖνα), μετὰ τῶν συμπλεόντων αὐτῷ.

γ) Καὶ φύλαττε, Κύριε, πάντας τοὺς ἐλεοῦντας καὶ διακονοῦντας ἡμῖν.

χάρισαι αὐτοῖς ψυχῆς καὶ σώματος τὴν ὑγείαν, πάντα τε τὰ πρὸς σωτηρίαν αἰτήματα, καὶ ζωὴν τὴν αἰώνιον.

Μνήσθητι, Κύριε, τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης Ἐπισκοπῆς Ὀρθοδόξων, τῶν ὀρθοτομούντων τὸν λόγον τῆς ἀληθείας. Μνήσθητι, Κύριε, παντὸς Ἱερατικοῦ καὶ Μοναχικοῦ τάγματος. Μνήσθητι, Κύριε, τοῦ πατρὸς ἡμῶν (δεῖνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Μνήσθητι, Κύριε, τῶν καλλιεργούντων καὶ καρποφορούντων ἐν ταῖς ἁγίαις σου Ἐκκλησίαις, καὶ μεμνημένων τῶν πενήτων. Μνήσθητι, Κύριε, τοῦ περιεστῶτος λαοῦ καὶ τῶν δι´ εὐλόγους αἰτίας ἀπολειφθέντων ἀδελφῶν ἡμῶν. Μνήσθητι, Κύριε, τῶν ἀδελφῶν ἡμῶν τῶν αἰχμαλώτων, καὶ τῶν ἐν ἀσθενείαις κατακειμένων καὶ ἐπίσκεψαι καὶ ἴασαι πάντα, κατὰ τὸ μέγα σου ἔλεος, πάσης ἀνάγκης ῥυόμενος· πᾶσι παρέχων τὰ πρὸς σωτηρίαν αἰτήματα, καὶ ζωὴν τὴν αἰώνιον.

Ὅτι σὺ εἶ ὁ εὐλογῶν, καὶ ἁγιάζων τὰ σύμπαντα, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ χορός· Ἀμήν.

Ὁ Ἱερεύς· Εἰρήνη πᾶσι.

Ὁ χορός· Καὶ τῷ πνεύματί σου.

Ὁ Ἱερεύς· Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνατε.

Ὁ χορός· Σοί, Κύριε.

Καὶ ὁ Ἱερεύς, τὴν εὐχὴν μυστικῶς·

Κλῖνον Κύριε τὸ οὖς σου καὶ ἐπάκουσόν μου, ὁ ἐν Ἰορδάνῃ βαπτισθῆναι καταδεξάμενος, καὶ ἁγιάσας τὰ ὕδατα· εὐλόγησον πάντας ἡμᾶς, τοὺς διὰ τὴς κλίσεως τοῦ ἑαυτοῦ αὐχένος, σημαίνοντας τὸ τῆς δουλείας πρόσχημα· καὶ καταξίωσον ἡμᾶς ἐμπλησθῆναι τοῦ ἁγιασμοῦ σου, διὰ τῆς χάριτος τοῦ Παναγίου σου Πνεύματος· διὰ τῆς τοῦ ὕδατος τούτου μεταλήψεως καὶ ῥαντισμοῦ· καὶ γενέσθω ἡμῖν Κύριε, εἰς ἴασιν, καὶ ὑγείαν ψυχῆς τε καὶ σώματος.

Ἐκφώνως·

Σὺ γὰρ εἶ ὁ ἁγιασμὸς ἡμῶν, Χριστὲ ὁ Θεός, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ Παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ λαβὼν ὁ Ἱερεὺς τὸν τίμιον Σταυρόν, εὐλογεῖ τὰ ὕδατα σταυροειδῶς, κατάγων αὐτὸν καὶ ἀνάγων ὄρθιον ἐκ τρίτου, ψάλλων καὶ τὸ παρὸν τροπάριον ἐκ τρίτου.

Ἦχος α´.

Σῶσον Κύριε τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων, διὰ τοῦ Σταυροῦ σου πολίτευμα.

Εἴτα ῥαντίζει τὸν ναὸν ψάλλων τὸ παρόν τροπάριον ἅπαξ.

Ἦχος β´.

Τῶν σῶν δωρεῶν ἀξίους ἡμᾶς ποίησον, Θεοτόκε Παρθένε, παρορῶσα τὰ πλημμελήματα ἡμῶν, καὶ παρέχουσα ἰάματα, τοῖς ἐν πίστει λαμβάνουσι τῆν εὐλογίαν σου Ἄχραντε.

Εἶθ᾿ οὕτως ἀσπάζεται ὁ Ἱερεὺς καὶ πᾶς ὁ λαὸς τὸν τίμιον Σταυρόν, καὶ πάντες οἱ ἀδελφοί· ἡμεῖς δὲ ψάλλομεν τὸ παρὸν ἰδιόμελον.

Ἦχος δ´.

Πηγὴν ἰαμάτων ἔχοντες, Ἅγιοι Ἀνάργυροι, τὰς ἰάσεις παρέχετε, πᾶσι τοῖς δεομένοις, ὡς μεγίστων δωρεῶν ἀξιωθέντες, παρὰ τῆς ἀεννάου πηγῆς, τοῦ Σωτῆρος Χριστοῦ. Φησὶ γὰρ πρὸς ὑμᾶς ὁ Κύριος, ὡς ὁμοζήλους τῶν Ἀποστόλων· ἰδοὺ δέδωκα ὑμῖν τὴν ἐξουσίαν, κατὰ πνευμάτων ἀκαθάρτων, ὥστε αὐτὰ ἐκβάλλειν, καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν· διὰ τοῖς προστάγμασιν αὐτοῦ καλῶς πολιτευσάμενοι, δωρεὰν ἐλάβετε, δωρεὰν παρέχετε, ἰατρεύοντες τὰ πάθη, τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν.

Καὶ τὸ παρὸν Θεοτοκίον. Ἦχος ὁ αὐτός.

Νεῦσον παρακλήσεσι σῶν ἱκετῶν πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάτουσα, σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα, μὴ αἰσχυνθῶμεν Δέσποινα σὲ προσκαλούμενοι· σπεῦσον εἰς ἱκεσίαν τῶν σοὶ πιστῶς βοώντων, χαῖρε Δέσποινα ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Εἴτα λέγει ὁ Ἱερεύς·

Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου ἐπάκουσον καὶ ἐλέησον.

Τὸ Κύριε, ἐλέησον (γ´), καὶ μνημονεύει ὧν βούλεται. Εἴτα·

Ἔτι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Μονὴν ταύτην.

Ἐπάκουσον ἡμῶν ὁ σωτὴρ ἡμῶν.

Καὶ ὁ ἱερεὺς ποιεῖ τὴν ἀπόλυσιν·

Δόξα σοι ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα Σοι.

Ὁ ἐν Ἰορδάνῃ ὑπὸ Ἰωάννου βαπτισθῆναι καταδεξάμενος, Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας· δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων· ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου· τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων· τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν· τῶν Ἁγίων καὶ ἰαματικῶν Ἀναργύρων Κοσμᾶ καὶ Δαμιανοῦ, Κύρου καὶ Ἰωάννου, Παντελεήμονος καὶ Ἑρμολάου, Σαμψὼν καὶ Διομήδους, Μωκίου καὶ Ἀνικήτου, Θαλλελαίου καὶ Τρύφωνος καὶ Παγκρατίου τοῦ ἀρχιεπισκόπου· τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Νεκταρίου ἐπισκόπου Πενταπόλεως τοῦ θαυματουργοῦ· τοῦ ἁγίου (τοῦ Ναοῦ), τῶν ἁγίων καὶ δικαίων Θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης· τοῦ ἁγίου (τῆς ἡμέρας), οὗ καὶ τὴν μνήμην ἐπιτελοῦμεν, καὶ πάντων τῶν Ἁγίων, ἐλεήσαι καὶ σῶσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.

Δι᾿ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

Τέλος τοῦ Ἁγιασμοῦ.

Στίχοι τοῦ τέλους.

Σὺ γὰρ πέφυκας τῶν ψυχῶν ἡμῶν Σῶτερ Ἴαμα θεῖον ἀπαύγασμα καὶ δόξα. Εἴληφε πέρας εἰς δόξαν τοῦ Κυρίου Μηνὶ Μαΐῳ ἔτει δὲ σωτηρίῳ Τῷ χιλιοστῷ ὀκτακοσιαστῷ τε Τριτοί τεσσαράκοντα δευτέρᾳ τῆς ἰνδίκτου Κτῆμα τοῦ Μονάζοντος Ὁσίου Θεοκλήτου.

ΔΕΗΣΙΣ ΥΠΕΡ ΤΩΝ ΕΝ ΑΝΑΓΚΑΙΣ ΕΥΡΙΣΚΟΜΕΝΩΝ

Μετὰ τὸ «Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον...» τῆς Θείας Λειτουργίας τῶν Χριστουγέννων, παρακαλοῦμεν ὅπως ἐπισυναφθῇ ἡ ἀκόλουθος Δέησις, ἀφοῦ προηγουμένως ἐξηγηθῇ εἰς τοὺς πιστοὺς ὁ σκοπὸς αὐτῆς, ἤτοι ἡ προσευχὴ ἡμῶν ὑπὲρ τῶν ἐν ἀνάγκαις εὑρισκομένων ἀνθρώπων καὶ ἡ ἀλληλεγγύη πρὸς τοὺς ἀγωνιζομένους εἰς τὴν ζωὴν ἀδελφοὺς ἡμῶν.

Ὁ Διάκονος· Ἐλέησον ἡμᾶς ὁ Θεός κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου ἐπάκουσον καὶ ἐλέησον.

Ὁ Χορός· Κύριε, ἐλέησον (γ´ καθ᾿ ἑκάστην).

Ἔτι δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν καὶ Ὀρθοδόξων Χριστιανῶν.

Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος), καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.

Ἔτι δεόμεθα ὑπὲρ τοῦ εὐσεβοῦς ἡμῶν Ἔθνους, πάσης Ἀρχῆς καὶ Ἐξουσίας ἐν αὐτῷ, τοῦ κατὰ ξηράν, θάλασσαν καὶ ἀέρα φιλοχρίστου ἡμῶν στρατοῦ.

Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ πόλει (ἢ κώμῃ, ἢ χώρᾳ, ἢ νήσῳ) ταύτῃ, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.

Ἔτι δεόμεθα ὑπὲρ πάντων τῶν ἐν ἀνάγκαις ὄντων, τῶν ἐν στενοχωρίᾳ, θλίψει, δοκιμασίᾳ, διωγμοῖς, ταλαιπωρίαις, πολέμοις, ἀνεχείαις, πτωχείᾳ, ἀνεργίᾳ καὶ περιστάσεσιν ὄντων ἐν παντί τόπῳ τῆς δεσποτείας Κυρίου.

Ἔτι δεόμεθα ὑπὲρ πάντων τῶν ἐργαζομένων καὶ τὰς βιοτικὰς ἀνάγκας αὐτῶν τιμίως καὶ ἐναρέτως καλυπτόντων, τῶν μισούντων καὶ ἀγαπώντων ἡμᾶς καὶ πάντων τῶν ἐντειλαμένων ἡμῖν τοῖς ἀναξίοις εὔχεσθαι ὑπὲρ αὐτῶν.

Ἔτι δεόμεθα ὑπὲρ τῶν ἀδελφῶν ἡμῶν ἐν Κύπρῳ, Βορείῳ Ἠπείρῳ, Κωνσταντινουπόλει καὶ ὑπὲρ δικαίας ἐπιλύσεως τῶν ἐθνικῶν ἡμῶν προβλημάτων, ἵνα εἰρηνικῶς διάγωσιν ἐν πάσῃ σεμνότητι καὶ συνεργασίᾳ ἀμφότεραι αἱ γηγενεῖς ἐν ταῖς χώραις κοινότητες.

Ἔτι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν πόλιν (ἢ κώμην, ἢ χώραν, ἢ νῆσον) ταύτην, καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου, καὶ αἰφνιδίου θανάτου· ὑπὲρ τοῦ ἵλεων, εὐμενῆ καὶ εὐδιάλλακτον γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καὶ διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον, τὴν καθ᾿ ἡμῶν κινουμένην· καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς, καὶ ἐλεῆσαι ἡμᾶς.

Τούτων λεγομένων, ὁ Διάκονος ἢ ὁ Ἀναγνώστης, ψάλλει πραείᾳ τῇ φωνῇ, πολλάκις τό· Κύριε, ἐλέησον.

Ὁ Ἱερεύς· Ἔτι δεόμεθα καὶ ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν, καὶ ἐλεῆσαι ἡμᾶς.

Ὁ Ἀναγνώστης, τό· Κύριε, ἐλέησον (γ´).

Ὁ Ἱερεύς, κλινόμενος, λέγει· Ἀμήν.

ΕΥΧΗ

Κύριε καὶ Θεέ μας, Ἐσύ ποὺ ἀπόλυτη ἀγάπη προσέλαβες τὴν ἀνθρώπινη φύση καὶ σαρκώθηκες, διὰ τῆς Παναχράντου καὶ Ἀειπαρθένου Μαρίας, διὰ ὅλους ἐμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν δική μας σωτηρία, προκειμένου νὰ θεώσεις τὴν ἀνθρώπινη φύση, στρέψε τὸ βλέμμα Σου πάνω μας, τούτη τὴν ἡμέρα τῆς κατὰ σάρκα Γεννήσεώς Σου, κατά τὴν ὁποία Σοῦ ἀφιερώνουμε τὸν πλοῦτο τῆς Ὀρθοδόξου Θεολογίας καὶ Σοῦ προσφέρουμε τὰ κτιστά δώρα τῆς ἀνθρώπινης φύσης μας, μὲ εὐγνωμοσύνη ψυχῆς καὶ ἐσωτερική ἀγαλλίαση. Στείλε, Κύριε, τὴν ἐξ ὕψους δύναμή Σου, οὕτως ὥστε, μὲ ὁδηγό τὴν δική Σου γνώση, νὰ παρέχουμε στοὺς συνανθρώπους μας μαρτυρία πίστεως καὶ ἀγάπης καθημερινά, ἀπεκδεχόμενοι τὴν παρὰ Σοῦ πρὸς ὅλους μας προσφερθεῖσα σωτηρία, πορευόμενοι στή ζωή μας ὡς τέκνα φωτός καὶ ἡμέρας, ἐπιτελώντας ὅλα ὅσα Σὲ εὐαρεστοῦν.

Ὅλοι μας, Κύριε, πλησιάζοντας νοερῶς τὴν Βηθλεέμ, Σὲ ἀντικρίζουμε νεογέννητο βρέφος, τὴν στιγμή ποὺ ὅλη ἡ κτίση Σὲ εὐχαριστεῖ μὲ τὸ δικό της μοναδικό τρόπο. Γι´ αὐτό καὶ ἐμεῖς, βλέποντας τὴν ἀπεριόριστη συγκατάβασή Σου, μὲ ὕμνους καὶ πνευματικές ὠδές, Σὲ λατρεύουμε, μὲ ὅλη τὴν δύναμη τῆς ψυχῆς μας, Ἐσένα ποὺ εἶσαι ὁ μόνος Θεός στοὺς αἰῶνες.

Δύο χιλιάδες καὶ τρία χρόνια πέρασαν, Κύριε, ἀπό τὴν εὐλογημένη ἐκείνη νύχτα, κατά τὴν ὁποία στρατιές Ἀγγέλων, βλέποντας τὸ κατάντημά μας, ἔψαλλαν θριαμβευτικῶς τὸν ὕμνο τῆς ἀθάνατης καταλλαγῆς μεταξύ οὐρανοῦ καὶ γῆς καὶ κήρυξαν σ´ ὅλο τὸν κόσμο τὴν εἰρήνη, τὴν ἀγάπη καὶ τὴν λύτρωση, μιλώντας διὰ τὴν καινὴ ἐν Χριστῷ ζωή καὶ βεβαιώνοντας διὰ τὴν καταλλαγή τῶν ὅλων. Ὅμως, οἱ ἄνθρωποι, ἐπειδή ἔπεσαν σὲ ποικίλους πειρασμούς, ἀκολούθησαν περισσότερο τὸ σκοτάδι παρὰ τὸ φῶς, ἐπιτελοῦντες φαῦλες πράξεις ἀπανθρωπίας. Γι´ αὐτό γέμισε ἡ γῆ ἀπό κακία, ὀδύνη καὶ μίσος. Πολλαπλασιάστηκαν, Κύριε, οἱ ἀνομίες μας καὶ τὰ δάκρυα τῶν ἀνθρώπων ρέουν σὰν ποταμός. Πάγωσε ἡ ἀγάπη, ἡ εὐσπλαχνία χάθηκε καὶ ἡ δυστυχία ἐπικράτησε. Οἱ ἁμαρτίες μας, Κύριε, «λαός»!

Καί τώρα, στρέφοντας τὸν νοῦ σὲ Ἐσένα, ἀντικρίζουμε τὰ ἀποτελέσματα τῆς πονηρίας μας, ἐνθυμούμενοι τοὺς πάσχοντες ἀδελφούς μας σὲ ὅλον τὸν κόσμο, ἀλλὰ καὶ ὅλους ὅσοι ἀγωνίζονται τὸν καλόν ἀγώνα τῆς ἀρετῆς. Γιὰ ὅλους αὐτούς, ἱκετεύουμε καὶ παρακαλοῦμε·

Θυμήσου, Κύριε, τοὺς ἀδελφοὺς εὐσεβεῖς Ὀρθοδόξους Χριστιανοὺς σ´ ὁλόκληρο τὸν κόσμο ποὺ βιώνουν δοκιμασίες, διωγμοὺς καὶ στερήσεις.

Ὁ Χορός· Κύριε, ἐλέησον.

Θυμήσου, Κύριε, τὰ ἑκατομμύρια τῶν προσφύγων στόν κόσμο, ἐκείνων ποὺ ἐγκαταλείπουν τίς πατρίδες τους ἐξαιτίας πολέμων, θεομηνιῶν, διακρίσεων, ἀνελεύθερων καθεστώτων, φτώχειας καὶ κακοπάθειας.

Ὁ Χορός· Κύριε, ἐλέησον.

Θυμήσου, Κύριε, τοὺς ἀδελφούς μας ὅπου γῆς, ποὺ ἀγωνίζονται διὰ τὴν διαφύλαξη τῆς ἐθνικῆς τους ἀνεξαρτησίας καὶ τοῦ δικαιώματος νὰ ζοῦν ἐλεύθεροι ἀπό τίς ὅποιες ἔξωθεν ἐξαρτήσεις καὶ τίς ἄνομες ἐπιδιώξεις τῶν ἰσχυρῶν τῆς ἐποχῆς.

Ὁ Χορός· Κύριε, ἐλέησον.

Θυμήσου, Κύριε, τοὺς πτωχούς, τοὺς πεινασμένους, τοὺς ἀστέγους, ὅσους στεροῦνται ἱατρικῶν καὶ φαρμακευτικῶν φροντίδων καὶ τὰ ἑκατομμύρια παιδιά τοῦ τρίτου κόσμου ποὺ βρίσκονται στὸ χεῖλος τοῦ θανάτου.

Ὁ Χορός· Κύριε, ἐλέησον.

Θυμήσου, Κύριε, τίς οἰκογένειες ποὺ κλονίζονται καὶ διαλύονται ἐξαιτίας τῶν ἀνθρωπίνων ἐγωϊσμῶν, τὰ παιδιά ποὺ πέφτουν θύματα τῆς γονεϊκῆς ἀσπλαχνίας καὶ κακοποίησης, τοὺς νέους ποὺ στεροῦνται τῆς θαλπωρῆς τῆς οἰκογενειακῆς ἑστίας, καταφεύγουν στὰ ναρκωτικά καὶ ζοῦν στὸ περιθώριο.

Ὁ Χορός· Κύριε, ἐλέησον.

Θυμήσου, Κύριε, τοὺς ἀσθενεῖς, τοὺς ἀνιάτως πάσχοντες, τοὺς προσβεβλημένους ἀπό λοιμώδη νοσήματα, ὅλους ὅσοι σηκώνουν τὸν Σταυρό τοῦ μαρτυρίου κουβαλώντας τὰ στίγματα τῆς κοινωνικῆς ἀπομόνωσης, τοὺς φορεῖς καὶ τοὺς ἀσθενεῖς τοῦ AIDS.

Ὁ Χορός· Κύριε, ἐλέησον.

Θυμήσου, Κύριε, τοὺς ἀνέργους ἀδελφούς μας, ποὺ ἀντιμετωπίζουν μὲ σκεπτικισμό καὶ ἀπογοήτευση τὴν ἐπιβίωσή τους, τοὺς ἀποκλεισμένους νέους ποὺ ψάχνουν μία εὐκαιρία νὰ προσφέρουν καὶ νὰ δημιουργήσουν, χωρίς νὰ βρίσκουν διεξόδους στ´ ἀδιέξοδά τους.

Ὁ Χορός· Κύριε, ἐλέησον.

Θυμήσου, Κύριε, ὅλους τοὺς πνευματικούς, ἐθνικοὺς καὶ κοινωνικοὺς ἐργάτες, τοὺς Κληρικοὺς τῆς Ἐκκλησίας μας, ποὺ διακονοῦν τὴν κατά Θεόν προκοπή τῶν πιστῶν, ἐκείνους ποὺ μὲ εὐσυνειδησία ὑπηρετοῦν τὴν ἐθνική μας παιδεία, μὲ πιστότητα στήν Ἑλληνορθόδοξη παράδοσή μας, τοὺς ἱατρούς, τοὺς νοσοκόμους, ποὺ ἀπαλύνουν τὸν ἀνθρώπινο πόνο, τὰ στελέχη τοῦ Στρατοῦ μας καὶ τὰ στρατευμένα νιάτα μας, ποὺ στηρίζουν τὴν ἐθνική μας ὑπερηφάνεια καὶ ἀνεξαρτησία, τοὺς ὑπαλλήλους τοῦ Κράτους, τοὺς ἐπιστήμονες καὶ ἐρευνητές ποὺ ἀνακαλύπτουν στὰ ἔργα τους τὸν Θεό καὶ τὸν ἄνθρωπο, τὸ ὑπέροχο κόσμημα τῆς δημιουργίας, καθώς καὶ τῆς κοινωνικῆς ἰσορροπίας. Γιὰ ὅλους αὐτούς, Σὲ ἱκετεύουμε καὶ παρακαλοῦμε.

Ὁ Χορός· Κύριε, ἐλέησον.

Θυμήσου, Κύριε, τοὺς ἐμπόρους ποὺ διακινοῦν τὰ ἀγαθά, ἀπομάκρυνε ἀπό τὰ διανοήματά τους τὸ ἐνδεχόμενο κερδοσκοπίας καὶ αἰσχροκέρδειας, ἀλλὰ καὶ τῆς ἐξυπηρέτησης τοῦ ἰδίου συμφέροντος, τοὺς ἐργάτες τῆς Βιομηχανίας, τοὺς ἐργαζομένους στόν ἰδιωτικό καὶ δημόσιο τομέα, φύλαξέ τους ἀπό τὰ χέρια σκληρόκαρδων καὶ ἀπάνθρωπων ἐργοδοτῶν.

Ὁ Χορός· Κύριε, ἐλέησον.

Θυμήσου, Κύριε, τὴν νεολαία τῆς πατρίδος μας καὶ εὐλόγησέ την. Δῶσε στοὺς νέους μας ζῆλο διὰ νὰ ἐργάζονται ἔργα ἀγαθά, πρόσθεσε σ´ αὐτοὺς πίστη, ἀπομάκρυνε ἀπό αὐτοὺς κάθε διαβολικὴ ἐνέργεια καὶ ἐνίσχυσε τὴν δημιουργική τους πνοή διὰ νὰ καλλιεργοῦν τίς Θεῖες Σου ἐντολές.

Ὁ Χορός· Κύριε, ἐλέησον.

Θυμήσου, Κύριε, τοὺς πολυτέκνους γονεῖς, τίς φιλότιμες καὶ φιλόπονες μητέρες, τίς ἐργαζόμενες μητέρες, τοὺς ἀγωνιστές Χριστιανούς, τοὺς ὁμολογητές τῆς πίστεως, τοὺς ἐργάτες βαρέων καὶ ἀνθυγιεινῶν ἐπαγγελμάτων, τοὺς ἀδικουμένους, τοὺς ταπεινοὺς καὶ καταφρονεμένους. Γιὰ ὅλους αὐτοὺς Σὲ ἱκετεύουμε καὶ παρακαλοῦμε.

Ὁ Χορός· Κύριε, ἐλέησον.

Θυμήσου, Κύριε, τοὺς ἄρχοντές μας, ἐντύπωσε ἀγαθές σκέψεις στίς καρδιές τους διὰ τὴν Ἐκκλησία Σου καὶ τὸν λαό Σου καὶ κατεύθυνε τὰ διανοήματά τους σὲ κάθε ἔργο ἀγαθὸ ποὺ Σὲ εὐαρεστεῖ.

Ὁ Χορός· Κύριε, ἐλέησον.

Θυμήσου, Κύριε, τοὺς Κυπρίους ἀδελφούς μας καὶ δῶσε στὸ ἐκκρεμοῦν μεγάλο ἐθνικό μας πρόβλημα δίκαιη καὶ βιώσιμη λύση.

Ὁ Χορός· Κύριε, ἐλέησον.

Θυμήσου, Κύριε, τοὺς λαοὺς ποὺ βιώνουν τὰ ἀποτελέσματα τῶν πολεμικῶν συγκρούσεων καὶ ζοῦν ὑπὸ τὸν φόβο τρομοκρατικῶν ἐνεργειῶν, θύματα τῆς ἀνθρώπινης μισαλλοδοξίας καὶ φαυλότητος.

Ὁ Χορός· Κύριε, ἐλέησον.

Θυμήσου, Κύριε, τὴν Ἁγία Ὀρθόδοξη Ἐκκλησία Σου, στερέωσε τίς βάσεις τῆς ἑνότητάς Της στὰ πλαίσια τῆς ἀγάπης, τῆς ὁμονοίας, τῆς ἐλευθερίας καὶ τῆς δικαιοσύνης. Ἀπομάκρυνε τίς ὅποιες διαφορές καὶ ἀντιπαραθέσεις, διὰ νὰ πορεύεται στὸν χρόνο ἰσχυρή καὶ εἰρηνική, ὁδηγώντας τὸν λαό Σου στὸν δρόμο τῆς σωτηρίας καὶ δοξάζοντας τὸ πάντιμο καὶ μεγαλοπρεπές ὄνομά Σου, καθώς καὶ τοῦ Πατρός καὶ τοῦ Ἁγίου Πνεύματος, τώρα καὶ στοὺς αἰῶνες τῶν αἰώνων.

Ὁ Χορός· Ἀμήν.

Ἐνταῦθα ἅπαντες ψάλλουσιν ἀργῶς καὶ μετὰ κατανύξεως τό· Σὲ ὑμνοῦμεν, σὲ εὐλογοῦμεν, σοὶ εὐχαριστοῦμεν, Κύριε, καὶ δεόμεθά σου, ὁ Θεὸς ἡμῶν.

Καὶ ἐν συνεχείᾳ ἡ Ἀπόλυσις τῆς Θείας Λειτουργίας.

Η ΠΡΩΪΝΗ ΔΕΗΣΙΣ ΔΙΑ ΤΗΝ ΚΑΤΑΠΑΥΣΙΝ ΤΟΥ ΠΟΛΕΜΟΥ

Ἔκδοσις «Ἁγιορειτικῆς Βιβλιοθήκης», 1941 Ἐκδοτικὸς Οἶκος Σωτ. Ν. Σχοινᾶ, Ἐν Βόλῳ

Ἡ πρωϊνὴ μετὰ τὴν θείαν Λειτουργίαν δέησις, γίνεται οὕτω.

Κατὰ τὴν ὥραν τῆς θείας Μεταλήψεως ὑπὸ τοῦ ἱερέως ἀντὶ Κοινωνικοῦ, ψάλλεται πρῶτον τὸ παρόν·

Ἀπολυτίκιον. Ἦχος α´.

Σῶσον, Κύριε, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων, διὰ τοῦ Σταυροῦ σου πολίτευμα.

Εἶτα ἀκολουθεῖ ὁ Κανών, Τὸν κραταιὸν ἐν ἰσχύϊ καὶ δυνατόν· μετὰ τὸν ὁποῖον ὁ ἱερεὺς ἱστάμενος πρὸ τῆς ἁγίας Τραπέζης ἀναφωνεῖ·

Ἐλέησον ἡμᾶς ὁ Θεός κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου ἐπάκουσον καὶ ἐλέησον.

Ὁ Χορός· Κύριε, ἐλέησον (γ´ καθ᾿ ἑκάστην).

Ἔτι δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν καὶ Ὀρθοδόξων Χριστιανῶν.

Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος), καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.

Ἔτι δεόμεθα ὑπὲρ τοῦ εὐσεβεστάτου βασιλέως ἡμῶν Γεωργίου, τοῦ διαδόχου Παύλου, τῆς συζύγου αὐτοῦ Φρειδερίκης, τοῦ υἱοῦ αύτῶν Κωνσταντίνου, πάσης τῆς Βασιλικῆς οἰκογενείας, τῶν μελῶν τῆς Κυβερνήσεως, τοῦ κατὰ γῆν, ἀέρα καὶ θάλασσαν φιλοχρίστου ἡμῶν στρατοῦ, καὶ ὑπὲρ τοῦ Κύριον τὸν Θεὸν ἡμῶν τοῦ ἐπὶ πλέον συνεργήσαι καὶ κατευοδώσαο αὐτοὺς ἐν πᾶσι, καὶ ὑπὲρ τοῦ συμπολεμήσαι καὶ ὑποτάξαι πάντα ἐχθρὸν καὶ πολέμιον, εἴπομεν.

Ἔτι δεόμεθα ὑπὲρ ἐπικρατήσεως τῆς σωτηρίας τοῦ ἔθνους ἡμῶν καὶ τῆς νίκης τοῦ κατὰ ξηράν, θάλασσαν καὶ ἀέρα φιλοχρίστου ἡμῶν στρατοῦ.

Ἔτι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν (Μονὴν) καὶ τὴν πόλιν (ἢ κώμην, ἢ χώραν, ἢ νῆσον) ταύτην, καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου, καὶ αἰφνιδίου θανάτου· ὑπὲρ τοῦ ἵλεων, εὐμενῆ καὶ εὐδιάλλακτον γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καὶ διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον, τὴν καθ᾿ ἡμῶν κινουμένην· καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς, καὶ ἐλεῆσαι ἡμᾶς.

Ὁ α´ χορός· Κύριε, ἐλέησον. (τεσσαράκοντα, ἀνὰ δέκα ἐναλλάξ, καὶ αὖθις ὁμοίως τρὶς ἐναλλάξ).

Ὁ Ἱερεύς· Ἔτι δεόμεθα ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν, καὶ ἐλέησον ἡμᾶς.

Ἔτι δεόμεθα καὶ ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν, καὶ ἐλεῆσαι ἡμᾶς.

Ὁ β´ χορός· Κύριε, ἐλέησον.

Ὁ Ἱερεύς· Ἐπάκουσον ἡμῶν, ὁ Θεός, ὁ Σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ καὶ ἀέρει μακράν, καὶ ἵλεως, ἵλεως γενοῦ ἡμῖν, Δέσποτα ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν, καὶ ἐλέησον ἡμᾶς.

Ὁ Χορός· Ἀμήν.

Ὁ Ἱερεὺς ἀμέσως ἀναφωνεῖ·

Ἔτι καὶ ἔτι, κλίναντες τὰ γόνατα, τοῦ Κυρίου δεηθῶμεν.

Ὁ Χορός· Κύριε, ἐλέησον.

Καὶ πάντων κλινόντων τὰ γόνατα ἐπὶ γῆς, καὶ ἀσκεπῶν ὄντων, ὁ Ἱερεὺς ἀναγινώσκει ἀπὸ τῆς Ὡραίας Πύλης, ἀτενίζων πρὸς τὸν λαόν, μίαν τῶν κάτωθι εὐχῶν, μεγαλοφώνως εἰς ἐπήκοον πάντων.

ΕΥΧΗ ΥΠΕΡ ΕΙΡΗΝΕΥΣΕΩΣ ΤΩΝ ΛΑΩΝ

(Ποίημα + Μητροπολίτου Δημητριάδος Ἰωακείμ)

Κύριε καὶ Θεὲ τοῦ ἐλέους, ὁ πάσης ἀγαθότητος χορηγὸς καὶ τῶν θαυμασίων Θεός, μὲ εὐμενεῖς διαθέσεις καὶ συμπαθητικὸν ὅμμα, ἐπίβλεψον πρὸς ἡμᾶς τοὺς ἁμαρτωλοὺς καὶ ἀναξίους δούλους σου. Ἐν θλίψει πολλῇ εὑρισκόμενοι καὶ φόβῳ πολλῷ συνεχόμενοι διὰ τὰς ἐπαπειλουμένας συμφοράς, καταφεύγομεν πρὸς σὲ τὸν εὔσπλαχνον Κύριον καὶ φιλάνθρωπον Δεσπότην καὶ αἰτούμεθα τὴν κραταιὰν καὶ ἀκαταμάχητον ἐν πολέμοις προστασίαν σου. Συναισθανόμεθα, Κύριε, ὅτι διὰ τὰς πολλὰς καὶ ποικίλας ἁμαρτίας ἡμῶν, περιήλθομεν εἰς τὴν δεινὴν αὐτὴν δυστυχίαν.

Ποία ἁμαρτία ὑπάρχει τὴν ὁποίαν δὲν διεπράξαμεν; Ποία κακία, τὴν ὁποίαν δὲν ἐπετελέσαμεν ἀσυλλογίστως; Τὰς προσευχὰς πρὸς τὸν ἐπουράνιον Πατέρα παραλείψαμεν, ἀπὸ τὴν ἐκκλησίαν ἀπεμακρύνθημεν, ἀδικίας καὶ ψευδορκίας διεπράξαμεν. Πολλοὶ ἐγενόμεθα αἰσχροκερδεῖς εἰς βάρος τοῦ πλησίον, ἄλλοι ἐκυλίσθημεν εἰς τὴν ἀκολασίαν καὶ τὴν διαφθοράν, αἱ παράνομοι συμβιώσεις ἐπληθύνθησαν, αἱ ἀρπαγαὶ καὶ αἱ πλεονεξίαι ἐθεωρήθησαν ὡς νόμιμοι πράξεις, αἱ ἀνόσιοι βλασφημίαι ἀκούονται πανταχοῦ καὶ μονύνουσι τὸν ἀέρα. Αἰ ἀνομίαι ἡμῶν ἐπηυξήθησαν εἰς ἐπίφοβον βαθμὸν καὶ αἱ ἁμαρτίαι ὑπερέβησαν τὴν κεφαλὴν ἡμῶν. Ἡμεῖς οἱ ἴδιοι παρεσκευάσαμεν τὰς δεινὰς ταύτας περιστάσεις· ἡμεῖς οἱ ἴδιοι προεκαλέσαμεν ἐφ᾿ ἡμᾶς τὴν δικαίαν ὀργήν σου διὰ τῶν ἁμαρτιῶν ἡμῶν.

Ἀλλ᾿ ἤδη βλέποντες τὸ βάραθρον, εἰς τὸ ὁποῖον ἐπέσαμεν, προσερχόμεθα ἐν ἐξομολογήσει καὶ μὲ συντετριμμένην καρδίαν ἐνώπιόν σου καὶ δεόμεθά σου, εὐσυμπάθητε Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, καὶ παρακαλοῦμεν καὶ καθικετεύομεν. Γενοῦ ἵλεως, Κύριε, καὶ ἀπομάκρυνον ἀφ᾿ ἡμῶν τὰ ἐπαπειλοῦντα δεινὰ τοῦ πολέμου, διὰ τῶν οἰκτιρμῶν τοῦ Μονογενοῦς σου Υἱοῦ. Ἐπίβλεψον ἐπὶ τὴν ταπεινὴν δέησιν ἡμῶν καὶ θὲς ἡμᾶς ὑπὸ τὴν κραταιάν σου καὶ ἀκαταμάχητον προστασίαν. Κατάπαυσον τὸν φρικαλέον πόλεμον καὶ δώρησαι εἰς πάντας τοὺς λαούς σου καὶ δὴ τοὺς ἀλληλοσφαζομένους, τὴν γλυκυτάτην εἰρήνην. Στεῖλε εἰς ἡμᾶς ἄγγελον φρουρὸν καὶ φύλακα, ἵνα ἀφ᾿ ἑνὸς μὲν ἐνισχύῃ ἡμᾶς ἵνα ζῶμεν εἰς τὸ ἑξῆς βίον σύμφωνον πρὸς τὰς ἁγίας ἐντολάς σου, ἀφ᾿ ἑτέρου δὲ νὰ συμπαρίσταται βοηθὸς ἡμῶν καὶ ἀκατανίκητος ὑπερασπιστὴς εἰς πᾶσαν δεινὴν περίστασιν τοῦ Ἔθνους ἡμῶν. Πρεσβείαις τῆς ὑπερευλογημένης Θεοτόκου καὶ πάντων τῶν ἁγίων.

Ὅτι Σὺ εἶ ἡ κραταιὰ βοήθεια καὶ ἡ ἀκατανίκητος ἰσχὺς πάντων τῶν ἐπικαλουμένων τὴν βοήθειάν σου ἐν ἐξομολογήσει, ἐν συντριβῇ καρδίας καὶ ταπεινώσει ἐνώπιόν σου, Κύριε, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ἤ·

ΕΥΧΗ ΥΠΕΡ ΚΑΤΑΠΑΥΣΕΩΣ ΤΟΥ ΠΟΛΕΜΟΥ

(Ποίημα + Μητροπολίτου Δημητριάδος Ἰωακείμ)

Παντοδύναμε Κύριε, Βασιλεῦ τῶν βασιλευόντων καὶ Κύριε οὐρανοῦ καὶ γῆς, πρὸς σὲ τὸν Πανάγαθον Πατέρα ἡμῶν ἀπευθυνόμεθα κατὰ τὰς κρισίμους ταὐτας ἡμέρας, τὰς ὁποίας διέρχεται τὸ Ἔθνος ἡμῶν. Σὺ Κύριε ὡς καρδιογνώστης, γινώσκεις πόσον ἄδικος εἶνε ὁ ἐπεγερθεὶς ἐναντίον ἡμῶν πόλεμος. Διὸ καὶ θαῤῥοῦντες, σὲ ἱκετεύομεν, ἔκτεινον τὴν κραταιάν σου χεῖρα, ὑπεράνω τοῦ Ἔθνους ἡμῶν. Σκέπασον διὰ τῆς δυνάμεώς σου τὸν Βασιλέα ἡμῶν, τὴν Κυβέρνησιν, τὸν κατὰ γῆν, ἀέρα καὶ θάλασσαν φιλόχριστον ἡμῶν στρατόν, καὶ πάντας τοὺς συμμάχους καὶ συμπολεμοῦντας ὑπὲρ ἡμῶν. Δὸς αὐτοῖς πᾶσι σοφίαν, θάῤῥος καὶ ἀνδρείαν πρὸς ἀντιμετώπισιν τῶν κινδύνων τοῦ πολέμου καὶ τὴν νίκην ἐναντίον τῶν ἀδίκων ἐχθρῶν. Προστάτευσον τὰς ἐγκαταλελειμμένας οἰκογενείας τῶν στρατιωτῶν ἡμῶν. Εὐλόγησον τὰς νοσοκόμους καὶ πάντας τοὺς ἀφοσιωθέντας πρὸς ἀνακούφισιν τῶν τραυματιῶν καὶ ἀσθενούντων καὶ χάρισαι πρὸς πάντας τὴν ὑπομονήν, τὴν ἐπίδα καὶ τὴν ὑγείαν. Μνήσθητι Κύριε τῶν αἰχμαλώτων καὶ κακοπαθούντων καὶ ἄκουσον τοὺς στεναγμοὺς αὐτῶν καὶ πάντων ἐκείνων, ὧν αἱ οἰκίαι καὶ αἱ χῶραι κατεστράφησαν ὑπὸ τῶν σκληροτήτων τοῦ πολέμου καὶ δὸς αὐτοῖς πᾶσιν παραμυθίαν καὶ ἀνακούφισιν. Ἐπάκουσον ἡμῶν, πανάγαθε Πάτερ, καὶ χορήγησον ἡμῖν ὅσα αἰτούμεθα κατὰ τὴν ὥραν ταύτην. Δὸς δὲ ἵνα ὁ παρὼν πόλεμος ἀποβῇ οὐχὶ πρὸς ὑποδουλώσεις καὶ καταστροφὰς λαῶν, ἀλλὰ πρὸς γενικὴν εἰρήνευσιν αὐτῶν ἐν δικαιοσύνῃ καὶ πρὸς ἐπικράτησιν διηνεκοῦς εἰρήνης καὶ τῆς Βασιλείας σοῦ τοῦ ἀληθινοῦ Θεοῦ ἡμῶν καὶ Πατρὸς πάντων ἀνθρώπων.

Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ἤ·

ΕΥΧΗ ΥΠΕΡ ΕΥΟΔΩΣΕΩΣ ΤΟΥ ΔΙΕΞΑΓΟΜΕΝΟΥ ΑΓΩΝΟΣ

(Συντεθεῖσα ἐπὶ τῇ βάσει τῶν ἱερῶν κειμένων τῆς ἁγίας Γραφῆς καὶ τῶν εἰδικῶν εὐχῶν τοῦ Μεγάλου Εὐχολογίου ὑπὸ τοῦ + Μητροπολίτου Ἀθηνῶν καὶ πάσης Ἑλλάδος κ. Χρυσάνθου)

Δέσποτα Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ μέγας καὶ ἰσχυρός, ἐφ᾿ ὃν ἤλπισαν οἱ Πατέρες ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ καὶ ἀέρει μακράν, σοῦ δεόμεθα καὶ σὲ παρακαλοῦμεν, ἄνες, ἄφες τὰς ἁμαρτίας ἡμῶν, καὶ μνήσθητι τοῦ λαοῦ σου. Οἰκτίρησον, ὁ φιλανθρωπότατος Θεός, ὁ συμπαθέστατος καὶ ἐλεήμων Δεσπότης, καὶ μὴ τῷ θυμῷ σου παιδεύσῃς ἡμᾶς. Ἀλλὰ γενοῦ μεθ᾿ ἡμῶν μαχητὴς ἰσχυρός, ὅτι οὐκ ἀδυνατεῖ παρὰ σοὶ σώζειν ἐν πολλοῖς καὶ ἐν ὀλίγοις. Κατίσχυσον ἡμᾶς, Κύριε ὁ Θεὸς ἡμῶν, ὅτι ἐπὶ σοὶ πεποίθαμεν καὶ ἐπὶ τῷ ὀνόματί σου τεθαῤῥήκαμεν· καὶ πιστωθήτω δὴ τὸ ῥῆμά Σου, Κύριε, ὃ ἐλάλησας πρὸς ἡμᾶς, ὅτι μεθ᾿ ἡμῶν εἶ πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος. Ὑψωθήτω κέρας Χριστιανῶν, τῶν ἐν ἀληθείᾳ κατεχόντων τὸν λόγον σου, καὶ καταισχυνθήτωσαν οἱ διώκοντες ἡμᾶς, καὶ πτοηθήτωσαν οἱ ἐκφοβοῦντες ἡμᾶς, καὶ ἐντραπήτωσαν καὶ συντριβήτω ἡ ἰσχὺς αὐτῶν. Μὴ ἐάσῃς τὴν ῥάβδοντῶν ἐχθρῶν ἐπὶ τὸν κλῆρον ἡμῶν, τῶν εἰς σὲ προσπεφευγόντων. Ὅτι οὗτοι ἐν ἅρμασι καὶ οὗτοι ἐν ἵπποις, ἡμεῖς δὲ ἐν τῷ ὀνόματί σου, Κύριε τῶν Δυνάμεων, τὴν σωτηρίαν ἡμῶν καὶ τὰ τρόπαια τῆς νίκης κτησόμεθα καὶ μεγαλυνθησόμεθα.

Ναί, Δέσποτα Παντοδύναμε, ἐνώτισαι τὴν φωνὴν τῆς δεήσεως ἡμῶν, Κύριε, Κύριε, δύναμις τῆς σωτηρίας ἡμῶν, ἐπισκίασον τὴν κεφαλὴν ἡμῶν ἐν ὥρᾳ πολέμου. Ἐνίσχυσον τὸ στρατόπεδον καὶ δυνάμωσον καὶ ὀχύρωσον αὐτό, ὡς ἔδωκας ἰσχὺν Ἰησοῦ τοῦ Ναυῆ καὶ Δαβὶδ τῷ προφήτῃ σου καὶ τοῖς πατράσιν ἡμῶν κατὰ τῶν ὑπεναντίων. Ἐξαπόστειλον τὴν χεῖρά σου ἐξ ὕψους, ἐξελοῦ καὶ ῥῦσαι ἡμᾶς ἐξ ὑδάτων πολλῶν, ἐκ χειρὸς υἱῶν ἀλλοτρίων, ὧν τὸ στόμα ἐλάλησε ματαιότητα καὶ ἡ δεξιὰ αὐτῶν δεξιὰ ἀδικίας. Κύρθε, κλῖνον οὐρανοὺς καὶ κατάβηθι· ἅψαι τῶν ὀρέων καὶ καπνισθήσονται· ἄστραψον ἀστραπὴν καὶ σκορπιεῖς αὐτούς· ἐξαπόστειλον τὰ βέλη σου καὶ συνταράξεις αὐτούς. Ὅτι ἡμεῖς, οὐχ ἡμεῖς μόνοι ἱκανοὶ ἐμεν πρὸς τὸ νικᾶν τὰ ἀντιπίπτοντα, σὺ δὲ δυνατὸς εἶ πρὸς τὸ σῴζειν ἡμᾶς. Σὺ δίδως ἰσχὺν τοῖς λαοῖς σου καὶ βασιλεῦσι πιστοῖς, καὶ ἐν τῇ δυνάμει σου εἷς διώξεται χιλίους καὶ δύο μετακινήσουσι μυριάδας. Τόξα γὰρ δυνατῶν, τῶν ἀποστατούντων ἀπὸ τῶν δικαιωμάτων σου ἀσθενοῦσι, καὶ οἱ ἀσθενεῖς, οἱ ἐλπίζοντες ἐπὶ σέ, περιζώννυνται δύναμιν. Ὅτι σὺ ὑπερασπιστὴς αὐτῶν εἶ, καταρτιζόμενος τοὺς πόδας αὐτῶν ὡσεὶ ἐλάφου, καὶ ἐπὶ τὰ ὑψηλὰ ἱστῶν αὐτοὺς καὶ διδάσκων τὰς χεῖρας αὐτῶν εἰς πόλεμον.

Ναί, Κύριε ὁ Θεὸς ἡμῶν, σῶσον τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου. Φύλαττε καὶ κραταίωσον τὸν εὐσεβέστατον καὶ θεοφύλακτον ἡμῶν Βασιλέα Γεώργιον, καὶ τὸν πιστὸν Βασιλέα τῆς συμμάχου Μεγάλης Βρεττανίας Γεώργιον· σκέπε καὶ ἐνίσχυε τοὺς πιστοὺς καὶ φιλοχρίστους στρατοὺς αὐτῶν καὶ ἅπασαν τὴν χώραν αὐτῶν, τοῦ κατασκηνῶσαι δόξαν καὶ εἰρήνην ἐν αὐτῇ.

Πρεσβείαις τῆς Παναχράντου, Ὑπερμάχου Στρατηγοῦ, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας· δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων· ἱκεσίαις τοῦ τιμίου καὶ ἐνδόξου Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου· τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων· τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων· τῶν ἁγίων ἐνδόξων τροπαιοφόρων Μεγαλομαρτύρων Γεωργίου, Δημητρίου, Θεοδώρου, Μηνᾶ, Ἀρτεμίου, Μερκουρίου, Νικήτα, Εὐγενίου, τῶν Ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν· τῶν ἁγίων καὶ δικαίων Θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, καὶ πάντων σου τῶν Ἁγίων· εὐπρόσδεκτον ποίησον τὴν δέησιν ἡμῶν. Δώρησαι ἡμῖν τὴν ἄφεσιν τῶν παραπτωμάτων ἡμῶν. Σκέπασον ἡμᾶς ἐν τῇ σκέπῃ τῶν πτερύγων σου. Ἀποδίωξον ἀφ᾿ ἡμῶν πάντα ἐχθρὸν καὶ πολέμιον. Εἰρήνευσον ἡμῶν τὴν ζωήν. Κύριε, ἐλέησον ἡμᾶς καὶ τὸν κόσμον σου, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.

Ἵνα δοξάζηται τὸ πανάγιον Ὄνομά Σου, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ἐναλλακτικὴ συνέχεια, συμφώνως τοῦ Τυπικοῦ τοῦ Ἑσπερινοῦ τῆς Ἑορτῆς τοῦ Ἁγίου Πνεύματος (Γονυκλισίας).

Ὁ Χορός· Ἀμήν.

Ὁ Ἱερεύς· Ἀντιλαβοῦ, σῶσον, ἐλέησον, ἀνάστησον καὶ διαφύλαξον ἡμᾶς ὁ Θεός, τῇ σῇ χάριτι.

Ὁ Χορός· Κύριε, ἐλέησον.

Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Ὁ Χορός· Σοί, Κύριε.

Ὁ Ἱερεύς· Σὸν γάρ ἐστι τὸ ἐλεεῖν καὶ σῴζειν ἡμᾶς Χριστὲ ὁ Θεὸς ἡμῶν καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ Χορός· Ἀμήν.

Μετὰ τὴν εὐχήν, ἀνισταμένων πάντων, ψάλλεται τὸ παρόν·

Κοντάκιον. Ἦχος πλ. δ´.

Τῇ ὑπερμάχῳ στρατηγῷ τὰ νικητήρια, Ὡς λυτρωθεῖσα τῶν δεινῶν εὐχαριστήρια, Ἀναγράφω σοι ἡ Πόλις σου Θεοτόκε. Ἀλλ᾿ ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον, Ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον, Ἵνα κράζω σοι· Χαῖρε, Νύμφη ἀνύμφευτε.

Εἶτα τὸ Κοινωνικὸν χύμα, τὸ Μετὰ φόβου καὶ τὰ λοιπὰ μέχρι τέλους.

ΜΕΓΑΛΥΝΑΡΙΑ ΔΙΑ ΤΗΝ ΚΑΤΑΠΑΥΣΙΝ ΤΟΥ ΠΟΛΕΜΟΥ

Πάτερ Παντοκράτωρ Δημιουργέ, ἄρχων τῆς εἰρήνης, καὶ φρονήσεως χορηγέ· ἱκετεύομέν σε, κατάπαυσον πολέμους, καὶ δώρησαι εἰρήνην μόνε φιλάνθρωπε.

Ἱκεσίαις Λόγε τῆς σῆς Μητρός, τῶν ἄνω Ταγμάτων, Ἀποστόλων καὶ Προφητῶν, τοῦ θείου Προδρόμου, καὶ πάντων τῶν ἁγίων, κατάπεμψον τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Λῦσον τοῦ λαοῦ σου τὰς συμφοράς, πράϋνον τὰ Ἔθνη, καὶ συμμάχησον Βασιλεῖ· δώρησαι τῷ κόσμῳ, ὁμόνοιαν εἰρήνην, καὶ ῥῦσαι τοὺς σοὺς δούλους πάσης κολάσεως.

Δέσποιαν Παρθένε, Μήτηρ Θεοῦ, φύλαττε καὶ σκέπε, τοὺς πιστοὺς Βασιλεῖς ἡμῶν, ἐκ παντὸς κινδύνου, καὶ βλάβης τοῦ πολέμου, καὶ δώρησαι εἰρήνην, μόνη Πανύμνητε.

Σπεῦσον ζωοδόχε θεία πηγή, καὶ τῶν ἀσθενούντων ἡ ταχεία ἀπαλλαγή, τοὺς κεκακωμένους, καὶ τετραυματισμένους, ἐκ τοῦ δεινοῦ πολέμου ταχέως ἴασαι.

Χαῖρε σκῆπτρον ἅγιον τοῦ Χριστοῦ, Σταυρὲ ζωηφόρε, τεῖχος μέγα Χριστιανῶν, Ἀνάκτων τὸ κλέος, καὶ δόξα ἱερέων, καθαίρεσις δαιμόνων, τρόπαιον ἅγιον.

Χαίροις Βασιλέων ἡ καλλονή, καύχημα δικαίων, ὀρθοδόξων θεία κρηπίς, τῶν πιστῶν Ἀνάκτων, φρουρὸς καὶ ἀντιλήπτωρ, Μέγιστε Κωνσταντῖνε, σκέπε τοὺς δούλους σου.

Θεῖοι Στρατιῶται τοῦ Ἰησοῦ, καὶ στεφανηφόροι Υεσσαράκοντα Ἀθληταί, σπεύσατε ἐν τάχει, καὶ ῥύσασθε κινδύνων, τοὺς Βασιλεῖς, τὸν στόλον καὶ τὸ στρατόπεδον.

Τὸ Μεγαλυνάριον τοῦ Ἁγίου τοῦ Ναοῦ. Εἶτα·

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε, Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

ΔΕΗΣΙΣ ΥΠΕΡ ΤΗΣ ΕΙΡΗΝΗΣ

Ὁ Διάκονος· Εὐλόγησον Δέσποτα.

Ὁ Ἱερεύς· Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ Χορός· Ἀμήν.

Ἦχος πλ. β´. Δροσοβόλον μὲν τὴν κάμινον.

Οὐ πρὸς ἕτερον Θεὸν διεπετάσαμεν, τὰς χεῖρας ἡμῶν Δέσποτα· κᾂν ἡμάρτομεν, ἀλλὰ οὐκ ἀπέστημεν ἐκ σοῦ, καὶ ἄλλον οὐκ οἴδαμεν πλὴν σοῦ· διὸ ἐλέησον ἡμᾶς, τῆς Θεοτόκου λιταῖς.

Ἦχος δ´. Αὐτόμελον.

Τῶν οὐρανίων στρατιῶν Ἀρχιστράτηγοι, δυσωποῦμεν ὑμᾶς ἡμεῖς οἱ ἀνάξιοι, ἵνα ταῖς ἡμῶν δεήσεσι τειχίσητε ἡμᾶς· σκέπῃ τῶν πτερύγων τῆς ἀΰλου ὑμῶν δόξης· φρουροῦντες ἡμᾶς προσπίπτοντας ἐκτενῶς καὶ βοῶντας· ἐκ τῶν κινδύνων λυτρώσασθε ἡμᾶς· ὡς Ταξιάρχαι τῶν ἄνω Δυνάμεων.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι· Ἦχος πλ. β´. Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον.

Ὁ λύσας Λόγε τὸν μέγαν πόλεμον, καὶ τὴν μακρὰν ἐκείνην καὶ ἀρχαίαν διάστασιν, καὶ ἑνώσας τῇ γῇ τὰ οὐράνια, διὰ τῆς Θεοτόκου, λύσας τὸν πόλεμον, τὸν πρόσφατον τοῦτον καὶ βαρὺν, ἡμᾶς εἰρήνευσον.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· Ἀμήν. Ἦχος β´. Πάντων προστατεύεις, Ἀγαθή.

Πάντων προστατεύεις, Ἀγαθή, τῶν καταφευγόντων ἐν πίστει τῇ κραταιᾷ σου χειρί· ἄλλην γὰρ οὐκ ἔχομεν ἁμαρτωλοὶ πρὸς Θεόν, ἐν κινδύνοις καὶ θλίψεσιν, ἀεὶ μεσιτείαν, οἱ κατακαμπτόμενοι ὑπὸ πταισμάτων πολλῶν, Μῆτερ τοῦ Θεοῦ τοῦ Ὑψίστου· ὅθεν σοι προσπίπτομεν· Ῥῦσαι πάσης περιστάσεως τοὺς δούλους σου.

Ὁ Διάκονος· Ἐλέησον ἡμᾶς ὁ Θεός κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου ἐπάκουσον καὶ ἐλέησον.

Ὁ Χορός· Κύριε, ἐλέησον (γ´ καθ᾿ ἑκάστην).

Ἔτι δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν καὶ Ὀρθοδόξων Χριστιανῶν.

Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος), καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.

Ἔτι δεόμεθα ὑπὲρ ἐπικρατήσεως τῆς εἰρήνης εἰς σύμπασαν τὴν ὑπ᾿ οὐρανόν οἰκουμένην, ἐξαιρέτως δὲ εἰς τὴν πολυπαθῆ περιοχήν τοῦ Ἰράκ (ἢ ὅπου δυστυχῶς τυγχάνει σύῤῥαξις).

Ἔτι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν πόλιν (ἢ κώμην, ἢ χώραν, ἢ νῆσον) ταύτην, καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου, καὶ αἰφνιδίου θανάτου· ὑπὲρ τοῦ ἵλεων, εὐμενῆ καὶ εὐδιάλλακτον γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καὶ διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον, τὴν καθ᾿ ἡμῶν κινουμένην· καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς, καὶ ἐλεῆσαι ἡμᾶς.

Ἔτι δεόμεθα καὶ ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν, καὶ ἐλεῆσαι ἡμᾶς.

Ὁ Ἱερεύς· Ἐπάκουσον ἡμῶν, ὁ Θεός, ὁ Σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακράν, καὶ ἵλεως, ἵλεως γενοῦ ἡμῖν, Δέσποτα ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν, καὶ ἐλέησον ἡμᾶς.

Ὁ Χορός· Ἀμήν.

Ὁ Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.

Ὁ Χορός· Κύριε, ἐλέησον.

Ὁ Ἱερεύς·

Δέσποτα Θεέ, Πάτερ Παντοκράτορ, Κύριε τοῦ Οὐρανοῦ καὶ τῆς Γῆς καὶ Ἄρχον τῆς Εἰρήνης, εἰρήνευσον ἡμῶν τὴν ζωήν, λύτρωσαι ἡμᾶς καὶ τὸν κόσμον Σου ἀπὸ πάσης ἀπειλῆς ἐναντίας καὶ δίδαξον τοῖς ἡγέταις τῶν ἐθνῶν ἐν εἰρήνῃ ἐπιλύειν τὰς διαφοράς αὐτῶν καὶ ἐν παντὶ εἰρηνεύειν. Ἐξαπόστειλον περιστεράν, κλάδον ἐλαίας ἔχουσαν, καταλλαγῆς σύμβολον, δώρησαι δὲ ἐπὶ τοὺς ἡγήτορας τῶν ἐθνῶν τὸν θεῖον φωτισμὸν καὶ λάλησον ἀγαθὰ εἰς τὰς καρδίας αὐτῶν ἵνα ἐπικρατήσῃ ἡ ἄνωθεν εἰρήνη, ἡ πάντα νοῦν ὑπερέχουσα, εἰς σύμπασαν τὴν ὑπ᾿ οὐρανὸν οἰκουμένην, ἐξαιρέτως δὲ εἰς τὴν πολυπαθῆ περιοχὴν τοῦ Ἰράκ (ἢ ὅπου δυστυχῶς τυγχάνει σύῤῥαξις), ἵνα πάντες ἥρεμον καὶ ἡσύχιον βίον διάγωμεν ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι.

Σὺ γὰρ εἶ ὁ Βασιλεύς τῆς εἰρήνης καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ Χορός· Ἀμήν.

Καὶ ἐν συνεχείᾳ ἡ Ἀπόλυσις.

ΕΥΧΗ ΥΠΕΡ ΕΙΡΗΝΗΣ ΤΟΥ ΚΟΣΜΟΥ

...

Ὁ Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.

Ὁ Χορός· Κύριε, ἐλέησον.

Ὁ Ἱερεύς· Δέσποτα Θεέ, Πάτερ Παντοκράτορ, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὁ διὰ τὴν ἡμετέραν σωτηρίαν ἐκ Παρθένου τεχθεὶς καὶ διδάξας τοῖς ἀνθρώποις ἀγάπην καὶ εἰρήνην ἔχειν πρὸς ἀλλήλους, κατάπεμψον τὴν χάριν σου τὴν ἐπουράνιον καὶ ἐλέησον ἡμᾶς, κατὰ τὸ μέγα σου ἔλεος, πάσης ἀνάγκης ῥυόμενος.

Παῦσον τὰ φρυάγματα τῶν ἐθνῶν, εἰρήνευσον ἡμῶν τὴν ζωήν, λύτρωσαι ἡμᾶς καὶ τὸν κόσμον σου ἀπὸ πάσης ἀπειλῆς ἐναντίας καὶ δίδαξον τοῖς ἡγέταις τῶν ἐθνῶν ἐν εἰρήνῃ ἐπιλύειν τὰς διαφορὰς αὐτῶν καὶ ἐν παντὶ εἰρηνεύειν, ὑπόταξον δὲ πάντα τὰ βάρβαρα ἔθνη τὰ τοὺς πολέμους θέλοντα.

Ἐξαπόστειλον περιστεράν, κλάδον ἐλαίας ἔχουσαν ἐπὶ τοῦ στόματος, καταλλαγῆς σύμβολον, τοὺς ἐν αἰγμαλωσίᾳ ἀδελφοὺς ἡμῶν ἀνάρρυσαι, τοὺς ἄρχοντας ἡμῶν ἐν εἰρήνῃ καὶ ὁμονοίᾳ διατήρησον, δώρησαι δὲ ἡμῖν βαθείαν καὶ ἀναφαίρετον εἰρήνην, τὴν πάντα νοῦν ὑπερέχουσαν, ἵνα ἥρεμον καὶ ἡσύχιον βίον διάγωμεν, σοῦ δεόμενοι ὑπὲρ εἰρήνης τοῦ σύμπαντος κόσμου καὶ τοῦ εὐσεβοῦς ἡμῶν ἔθνους, τὴν συμμαχίαν ἔχοντες τὴν σήν, ὅπλον εἰρήνης, ἀήττητον τρόπαιον.

Σὺ γὰρ εἶ ὁ Βασιλεὺς τῆς εἰρήνης καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ Χορός· Ἀμήν.

Καὶ ἐν συνεχείᾳ ἡ Ἀπόλυσις.

ΕΥΧΗ ΥΠΕΡ ΧΕΙΜΑΖΟΜΕΝΟΥ κ ΠΟΛΕΜΟΥΜΕΝΟΥ ΛΑΟΥ

Ἤτοι ἡ Προσευχὴ τῆς Σερβικῆς Ἐκκλησίας διὰ τὸν πόλεμον εἰς τὸ Κόσσοβο, ἀποδοθεῖσα εἰς Ἑλληνικὴν Ἐκκλησιαστικὴν γλῶσσαν ὑπὸ Νικοδήμου Βαλληνδρᾶ, Σεβασμιωτάτου Μητροπολίτου πρώην Πατρῶν. Ἐγένετο ἐν πρώτοις τόδε εἰς τὸν Ἱερὸν Ναὸν τῆς τοῦ Θεοῦ Σοφίας Πατρῶν, κατὰ τὸ τέλος κατανυκτικοῦ Ἑσπερινοῦ τῇ 28ῃ Μαρτίου 1999.

Τοῦ Κυρίου δεηθῶμεν· ὅπως εὐσπλαχνισθῇ τοὺς ἀναξίους δούλους του καὶ διαφυλάξῃ ἀπὸ μοχθηρῶν καὶ φθοροποιῶν (πολεμικῶν) πράξεων· ἐμβάλῃ δὲ εἰς τὰς καρδίας πάντων τῶν ἀνθρώπων πνεῦμα ἀγάπης καὶ εἰρήνης, ἵνα γινώσκωμεν καὶ συνειδητοποιοῦμεν ὅτι εἴμεθα τοῦ Χριστοῦ μαθηταὶ καὶ λαὸς τοῦ Θεοῦ, ὡς οἱ πατέρες ἡμῶν, καὶ ἐκζητῶμεν τὴν ἀλήθειαν καὶ τὴν διακονίαν τῆς ἐπουρανίου Βασιλείας Του. Ἀμήν.

Τοῦ Κυρίου δεηθῶμεν· ὑπὲρ τῶν ἀδικοπραγούντων κατὰ τῶν πλησίον αὐτῶν καὶ ἐκχεόντων αἷμα ἀθώων, δουλεύοντες εἰς τὸ μῖσος· ὅπως Κύριος ὁ Θεὸς δώσῃ αὐτοῖς μετάνοιαν, φωτίζων αὐτῶν τὸν νοῦν καὶ τὴν καρδίαν ἵνα ὡς τέκνα φωτὸς περιπατῶσι καὶ τὴν ἔχθραν ἀποδιώκωσι, δουλεύοντες πρὸς ἀλλήλους διὰ τῆς ἀγάπης, καὶ πρὸς αὐτοὺς τοὺς ἐχθροὺς ἀγάπην χαριζόμενοι.

Κύριε, Κύριε· τί ἐπληθύνθησαν οἱ θλίβοντες ἡμᾶς; Πολλοὶ ἐπανίστανται καθ´ ἡμῶν. Πολλοὶ λέγουσι τῇ ψυχὴν ἡμῶν· «οὐκ ἐστὶ σωτηρία ἐν τῷ Θεῷ ἡμῶν». Σὺ δέ, Κύριε, ἔκτεινον πρὸς ἡμᾶς τὰς χεῖρας σου εἰς εὐλογίαν· ἵνα ἑδραῖοι μείνωμεν ἐν τῇ πίστει. Καὶ τὰ ἔργα ἡμῶν κατεύθυνον. Ἐὰν δὲ καὶ πληγῶν καὶ μαστίγων ἀνάγκην ἔχωμεν, πρὸς μετάνοιαν γενέσθω τοῦτο κατὰ τὴν ἀλήθειάν Σου καὶ τὴν δικαιοσύνην Σου καὶ μὴ ἐκ τῆς κακίας καὶ τῆς ἀδικίας τῶν ἐχθραινομένων ἡμᾶς, δεόμεθά σου Κύριε.

Ἔτι καὶ ἔτι τοῦ Κυρίου δεηθῶμεν· Κύριε, ὁ Σωτὴρ πάντων ἀνθρώπων, μάλιστα πιστῶν, εὐδόκησον, ἵνα ὁ (Ὀρθόδοξος) λαός σου ἀποτρέψῃ τὰς ἐπιθέσεις τῶν ὑπεναντίων τοῦ Ὀρθοδόξου πληρώματος σου· ἵνα μὴ καταλύσωσι τοὺς ναοὺς καὶ τὰ κοιμητήρια τῆς Ἁγίας ἡμῶν Ἐκκλησίας· καὶ μὴ ἀποδεκατίσωσι τὰ τέκνα ἡμῶν καὶ διώξωσι τὸν λαὸν ἡμῶν· ἐπιστραφῶσι δὲ πρὸς μετάνοιαν καὶ δικαιοσύνην καὶ εἰς ὁδὸν σωτηρίας. Ἐκτενῶς δεόμεθά Σου Κύριε· ἐλέησον ἡμᾶς καὶ τὸν κόσμο σου ἅπαντα. Ἀμήν.

Εὐχὴ ἐπὶ ἀπειλῆς σεισμοῦ

... (εἰς τὸ τέλος τῆς Ἀκολουθίας)

Ὁ Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.

Ὁ Χορός· Κύριε, ἐλέησον.

Ὁ Ἱερεύς· Ὁ Θεὸς ὁ μέγας, καὶ φοβερός, καὶ θαυμαστός, ὁ μόνος ἀληθινός, ὁ ποιῶν πάντα καὶ μετασκευάζων. Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν καὶ ποιῶν αὐτὴν τρέμειν. Ὁ ἁπτόμενος τῶν ὀρέων καὶ καπνίζονται. Ὁ σείων τὴν ὑπ᾿ οὐρανῶν ἐκ θεμελίων, οἱ δὲ στῦλοι αὐτῆς οὐ σαλεύονται. Ὁ τὰ θεμέλια τῆς γῆς σαλεύων, ἤδρασται δὲ τῷ σῷ νεύματι. Ὃν πάντα φρίσσει καὶ τρέμει ἀπὸ προσώπου τῆς δυνάμεώς σου. Ὅτι ἀνυπόστατος ἡ ὀργὴ τῆς ἐπὶ ἡμᾶς τοὺς ἁμαρτωλοὺς ἀπειλῆς σου, ἀμέτρητόν τε καὶ ἀνεξιχνίαστον τὸ ἔλεος τῆς ἐπαγγελίας σου. Αὐτὸς μνήσθητι τῶν οἰκτιρμῶν σου, Κύριε, καὶ τὰ ἐλέη σου παράσχου ἡμῖν, ὅτι ἀπὸ τοῦ αἰῶνός εἰσι. Στήριξον τὴν κτίσιν, στερέωσον τὴν γῆν, παῦσον τὸν κλόνον αὐτῆς, ἔδρασον τὴν δονηθείσαν οἰκουμένην, καὶ μὴ συναπολέσῃς ἡμᾶς ταῖς ἀνομίαις ἡμῶν, μηδὲ καταδικάσῃς ἡμᾶς ταῖς ἁμαρτίαις ἡμῶν, ἐν τοῖς κατωτάτοις τῆς γῆς.

Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν, Θεὸς τοῦ ἐλεεῖν καὶ σῴζειν, καὶ σὺ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ Χορός· Ἀμήν.

Καὶ ἐν συνεχείᾳ ἡ Ἀπόλυσις.

Ἐπιστροφὴ τῶν Ἱερῶν Λειψάνων τῶν Ἁγίων Γρηγορίου τοῦ Θεολόγου & Ἰωάννου τοῦ Χρυσοστόμου ἐκ Ῥώμης εἰς τὴν Ἐκκλησίαν τῆς Κωνσταντινουπόλεως

Στὶς 27 Νοεμβρίου 2004 ἡ Α. Θ. Παναγιότης, ὁ Οἰκουμενικὸς Πατριάρχης κ. κ. Βαρθολομαῖος ἐπιστρέφει ἀπό τὴ Ρώμη φέρνοντας μαζί του πίσω τὰ ἱερὰ λείψανα τῶν ἁγίων προκατόχων του Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου. Ἡ πορεία τῶν ἱερῶν αὐτῶν λειψάνων, τὰ ὁποῖα πλέον ἐπιστρέφουν ὁριστικά γιὰ νὰ ἀναπαυθοῦν στὸ φυσικό τους χῶρο, μέσα στὴν ἱστορία εἶναι μεγάλη καὶ ἐνδιαφέρουσα...

Εὐχὴ τῆς Ἀνακομιδῆς

Κύριε Δέσποτα Παντοκράτορ, ὁ ἐν Τριάδι προσκυνούμενος καὶ ἐν ἁγίοις δοξαζόμενος Θεὸς ἡμῶν, ὁ τὴν Ἐκκλησίαν σου κατακοσμήσας ἐν τῷ πλούτῳ τῆς ἀκτίστου Χάριτός σου· ὁ διὰ τοῦ Πρωτοκλήτου ἀποστόλου σου Ἀνδρέου πηξάμενος καὶ ταύτην τὴν ἐκλογάδα σου, ἣν τῷ Οἰκουμενικῷ Θρόνῳ ἐτίμησας καὶ τὴν φιλαδέλφῳ ἰσότητι πρωτοκαθεδρίαν ἐν ταῖς Ἐκκλησίαις σου ἐχαρίσω· ὁ ἐπὶ γῆς ὡς θεοφεγγεῖς φωστῆρας θεμελιώσας τοὺς κατὰ πνεῦμα Πατέρας ἡμῶν, δέξαι, ἱκετεύομεν, τῶν ταπεινῶν καὶ ἀναξίων δούλων σου ταύτην τὴν ἱερὰν καὶ φαιδροπάροχον ἡμέραν τὰς ἐν ἀφάτῳ εὐγνωμοσύνῃ εὐχαριστίας ἐπὶ τῇ γενομένῃ ἐπανακομιδῇ ἐκ Ρώμης τῶν ἱερῶν λειψάνων τῶν ἐν ἁγίοις Πατέρων ἡμῶν καὶ Οἰκουμενικῶν φωστήρων καὶ Διδασκάλων Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου, ἀρχιεπισκόπων τῆς θεομεγαλύντου καὶ Βασιλευούσης Πόλεως ταύτης.

Σὺ Κύριε, διὰ τῆς σαρκώσεως τοῦ Θεοῦ Λόγου ἐτίμησας τὴν φθαρτὴν φύσιν ἡμῶν καὶ διὰ τῆς ἐνδόξου Ἀναλήψεως ἐθέωσας τὸ ταπεινὸν ἡμῶν πρόσλημμα, διδάξας ἡμῖν, ὅτι ναός ἐστι τοῦ ἐν ἡμῖν οἰκοῦντος Πνεύματος, ὅπερ διὰ τοῦ θείου Βαπτίσματος ἕκαστος ἐλάβομεν. Ὅθεν καὶ τὰ τίμια λείψανα τῶν παντοειδῶν Ἁγίων σου, ὡς σκηνώματα πλήρη ἀνεκφοιτήτου Χάριτος τοῦ Παναγίου Πνεύματος τιμῶντες, τοῖς τῶν ἁγίων Πατέρων ἡμῶν διδάγμασιν ἐπακολουθοῦντες, δοξάζομέν σε τὸν φιλάνθρωπον χορηγὸν τοῦ σωτηριώδους ἁγιασμοῦ ἐν Χριστῷ Ἰησοῦ.

Κλίνοντες δὲ γόνυ εὐγνωμοσύνης καὶ εὐχαριστίας πρὸ τούτων τῶν τιμίων λαρνάκων τῶν Ἁγίων προκατόχων ἡμῶν ἱκετεύομεν καὶ βοῶμέν σοι ὅλῃ ψυχῇ καὶ διανοίᾳ.

Ἐπίβλεψον, Κύριε, ἐξ οὐρανοῦ καὶ ἴδε καὶ στήριξον καὶ ἐνίσχυσον τὴν ἄμπελον ταύτην τῆς Ἐκκλησίας Κωνσταντινουπόλεως, ἣν διὰ μὲν τοῦ ἁγίου ἀποστόλου σου Ἀνδρέου τοῦ Πρωτοκλήτου ἐφύτευσας, διὰ δὲ τῶν πνευματορρύτων διδασκαλιῶν καὶ τῆς ποιμαντορικῆς ἐκδαπανήσεως τῶν ἁγίων Ἱεραρχῶν Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου, πρὸς τοῖς ἄλλοις ἀρχιποίμεσιν, ἐπότισας καὶ μεγάλως ηὔξησας. Νῦν δὲ ἐν θλίψεσι ταπεινουμένην καὶ πειρασμοῖς σταυρικοῖς κυκλουμένην, ταῖς ἀηττήτοις πρεσβείαις τῶν μετ᾿ αἰώνων πολλῶν ἀπουσίαν ἐπανελθόντων σωματικῶς σήμερον ὧδε ἁγίων Ποιμεναρχῶν Αὐτῆς γλύκανον τῷ ἐνθαρρυντικῷ λόγῳ σου· Τέκνα θαρσεῖτε· ἐγὼ νενίκηκα τὸν κόσμον. Μεθ᾿ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας τῆς ζωῆς ὑμῶν. Πύλαι ᾅδου οὐ κατισχύσουσι τῆς Νύμφης μου Ἐκκλησίας.

Δίδου οὖν, Παναγία Τριάς, ἀναφαίρετον ἡμῖν τὸν ἁγιασμόν σου, ὅπως φανῶμεν ἅγια τέκνα καὶ μιμηταὶ τῶν ἁγιωτάτων Πατέρων τούτων, καὶ πλήρωσον ἡμᾶς φωτισμοῦ τοῦ Ἁγίου σου Πνεύματος, ὅπως ὡς υἱοὶ φωτὸς καὶ ἡμέρας κληρονομήσωμεν τὴν ἐπουράνιον βασιλείαν σου καὶ δοξάσωμεν μετὰ τῆς Ὑπερμάχου Στρατηγοῦ Κυρίας Θεοτόκου καὶ πάντων τῶν Ἁγίων σου τὸ πάντιμον καὶ μεγαλοπρεπὲς Ὄνομά σου, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος. Ἀμήν.

ΑΠΟΛΥΤΙΚΙΑ Ἐπὶ τῇ Ἀνακομιδῇ τῶν Ἱερῶν Λειψάνων αὐτῶν ἐκ Ρώμης εἰς Κωνσταντινούπολιν (27 Νοεμβρίου 2004)

Ἀπολυτίκιον Ἁγίου Γρηγορίου τοῦ Θεολόγου Ποίημα Μητροπολίτου Πέργης Εὐαγγέλου Γαλάνη. Ἦχος α´. Τὸν τάφον σου Σωτήρ.

Ὁ μύστης τοῦ Θεοῦ καὶ δογμάτων ὁ κῆρυξ Γρηγόριος ὁ νοῦς, θεολογίας τὸ κλέος, Ἰδοὺ παραγίγνεται, ὡς παρήγορον Σκήνωμα, συμπολίτης γάρ, ἀπὸ αἰώνων ὑπάρχων καὶ φθεγγόμενος, πρὸ τοῦ ἰδίου Συνθρόνου, ὡς θεῖον θησαύρισμα.

Ἀπολυτίκιον Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου. Ποίημα Μητροπολίτου Πέργης Εὐαγγέλου Γαλάνη. Ἦχος α´. Τὸν τάφον σου Σωτήρ.

Ἐπανευφραίνεται λαμπρῶς ἡ Ἐκκλησία, ἐπὶ τῇ ἥξει τοῦ σεπτοῦ Σου Λειψάνου, εἰς τὴν Πόλιν ἣν ἀξίως ἐποίμανας· καὶ δοξάζει, τὸν οὐράνιον Δοτῆρα, Ἰωάννη Πάτερ Χρυσόστομε, ἀνακράζουσα, ἰδοὺ ὁ θρόνος Σου, Ἅγιε.

Ἀπολυτίκια

Ἁγίου Γρηγορίου τοῦ Θεολόγου, Ἦχος α´.

Ὁ ποιμενικὸς αὐλὸς τῆς θεολογίας σου, τὰς τῶν ῥητόρων ἐνίκησε σάλπιγγας· ὡς γὰρ τὰ βάθη τοῦ Πνεύματος ἐκζητήσαντι, καὶ τὰ κάλλη τοῦ φθέγματος προσετέθη σοι. Ἀλλὰ πρέσβευε Χριστῷ τῷ Θεῷ, πάτερ Γρηγόριε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου. Ἦχος πλ. δ´.

Ἡ τοῦ στόματός σου καθάπερ πυρσός ἐκλάμψασα χάρις, τὴν οἰκουμένην ἐφώτισεν· ἀφιλαργυρίας τῷ κόσμῳ θησαυρούς ἐναπέθετο· τὸ ὕψος ἡμῖν τῆς ταπεινοφροσύνης ὑπέδειξεν. Ἀλλὰ σοῖς λόγοις παιδεύων, Πάτερ Ἰωάννη Χρυσόστομε, πρέσβευε τῷ Λόγῳ Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ΕΥΧΗ λεγομένη μετὰ τὸ τέλος τῆς ἀκολουθίας

(Ἀπὸ τὰς κατανυκτικὰς εὐχὰς διαφόρων ἁγίων)

Δέσποτα Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, οἶδα μέν, οἶδα, Φιλάνθρωπε, ὅτι οὔκ εἰμι ἄξιος ὁ ἁμαρτωλὸς ὑπὲρ ἑτέρων εὔχεσθε ἢ παρακαλεῖν, ὁ πολλῶν εὐχῶν παρ᾿ ἑτέρων δεόμενος. Ἀλλὰ σὺ ἐνετείλω, Φιλάνθρωπε, πᾶσιν ἡμῖν ὑπὲρ ἀλλήλων εὔχεσθε τούτου χάριν κἀγὼ ὁ ταπεινὸς καὶ ἀνάξιος δέομαί σοι, λέγων·

Μνήσθητι, Κύριε, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, ἀρχιερέων, ἱερέων, ἱεροδιακόνων, μοναχῶν καὶ πάσης ἐκκλησιαστικῆς τάξεως.

Μνήσθητι Κύριε, τῶν κοπιώντων ἐν λόγῳ καὶ διδασκαλίᾳ καὶ παντὶ τρόπῳ ἀσκουμένων διὰ τὸ ὄνομά σου τὸ ἅγιον, καὶ ἐνίσχυσον αὐτούς.

Μνήσθητι, Κύριε, πάσης ψυχῆς χριστιανικῆς θλιβομένης καὶ τὸ φοβερὸν καὶ Ἅγιόν σου ὄνομα ἐπικαλουμένης.

Μνήσθητι, Κύριε, τῶν ἐξ ἐπηρείας τοῦ διαβόλου μισούντων ἡμᾶς, ἢ λοιδωρούντων, ἢ διαβαλλόντων, ἢ ἀδικούντων, ἢ ἄλλο τι ποιησάντων ἢ ποιούντων, καὶ συγχώρησον αὐτοὺς ἅπαντας.

Μνήσθητι, Κύριε, πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων ἢ ἅλλῃ τινὶ θλίψει ἐξεταζομένων.

Μνήσθητι, Κύριε, τῶν λόγῳ ἢἔργῳ ἢ οἰωδήποτε τρόπῳ καὶ νεύσει καὶ οἰκονομία τῆς σῆς θείας προνοίας εὐεργετησάντων ἢ εὐεργετούντων ἡμᾶς καὶ τοὺς μὲν ἀγαθοὺς ἀγαθοποίησον, τοὺς δὲ πονηροὺς εἰς τὸ ἀγαθὸν ἐπίστρεψαι.

Μνήσθητι, Κύριε, τῶν ἐντειλαμένων ἡμῖν τοῖς ἀναξίοις εὔχεσθε ὑπὲρ αὐτῶν.

Μνήσθητι, Κύριε, πατέρων, διδασκάλων, ἀδελφῶν, συγγενῶν καὶ φίλων.

Μνήσθητι, Κύριε, πάντων τῶν ἐπ᾿ ἐλπίδι ἀναστάσεως ζωῆς αἰωνίου κεκοιμημένων ὀρθοδόξων χριστιανῶν.

Μνήσθητι, Κύριε, παντὸς τοῦ πλάσματός σου καὶ συνέτισον αὐτὸ πρὸς τὴν θείαν σου ἐπίγνωσιν.

Μνήσθητι, Κύριε, καὶ τῆς ἐμῆς ταπεινότητας καὶ ἀθλιότητος, καὶ συγχώρησόν μοι ὅσα σοι ἥμαρτον παρ᾿ ὅλον τὸν τῆς ζωῆς μου χρόνον, ἔτι δὲ καὶ τὰ ἀρτίως μοι ἐπιγεγονότα πταίσματα ἐν τῷ καιρῷ τῆς προσευχῆς μου, λόγῳ, ἔργῳ καὶ διανοίᾳ, καὶ εὐδόκησον τὴν ἐμὴν τελευτὴν γενέσθαι ἐν μετανοίᾳ ἀληθεῖ, καὶ πίστει ὀρθοδόξῳ, καὶ συνειδότι ἀκαταγνώστῳ, πρεσβείαις τῆς παναχράντου σου Μητρός, καὶ πάντων τῶν Ἁγίων τῶν ἀπ᾿ αἰῶνός σοι εὐαρεστησάντων. Ἀμήν.

Ἀνακλιθεὶς λέγε·

Ἐν τῇ σκέπῃ τῶν πτερύγων σου σκεπασθήσομαι καὶ ὑπνώσω, ὅτι σύ, Κύριε, κατὰ μόνας ἐπ᾿ ἐλπίδι κατώκισάς με.

Μέλλων δὲ εἰς ὕπνον ἀπελθεῖν, λέγε·

Εἰς χεῖράς σου, Κύριε, παρατίθημι τὴν ψυχὴν καὶ τὸ σῶμά μου, αὐτός με εὐλόγησον, αὐτός με ἐλέησον, καὶ ζωὴν τὴν αἰώνιον χάρισαί μοι. Ἀμήν.

ΕΥΧΑΙ ΕΙΣ ΠΛΑΚΟΥΝΤΑ ΑΓΙΟΥ ΦΑΝΟΥΡΙΟΥ

Εὐχὴ εἰς πίτταν Ἁγίου Φανουρίου

Τοῦ Κυρίου δεηθῶμεν.

Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ θαυμαστὸς ἐν τοῖς Ἁγίοις σου, ὁ εἰσακούων τὰς δεήσεις καὶ ἐκπληρῶν τὰ πρὸς τὸ συμφέρον αἰτήματα ἡμῶν, εὐλόγησον τὸν ἄρτον τοῦτον τὸν ὑπὸ τοῦ δούλου σου (δεῖνος ἢ τῶν δούλων σου τούτων) προπαρασκευασθέντα καὶ νῦν προσφερόμενον εἰς εὐχαριστίαν καὶ δοξολογίαν ἀνθρώπων παρὰ σοῦ, τῇ μεσιτείᾳ τοῦ Ἁγίου καὶ ἐνδόξου Μάρτυρός σου Φανουρίου τοῦ νεοφανοῦς καὶ θαυματουργοῦ, ἀπήλαυσαν καὶ εἰς μνημόσυνον τῶν εὐσεβῶς τελειωθέντων, καὶ τούτους μὲν ἀνάπαυσον ἐν τῇ βασιλείᾳ σου, ἡμᾶς δὲ πάντας ἐν ὑγιείᾳ διατήρησον, ποιοῦντας ἐν εἰρήνῃ τὸ θέλημά σου καὶ τὴν εὐχαριστίαν ἐπὶ πᾶσι τοῖς δωρήμασί σου σοὶ ἀναφέροντας. Εἰρήνευσον τὴν ζωὴν ἡμῶν, παράσχου ἡμῖν τὰ ἐπίγεια καὶ οὐράνια ἀγαθά σου, πρεσβείαις τῆς ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου, τοῦ Ἁγίου καὶ ἐνδόξου Μάρτυρος Φανουρίου καὶ πάντων τῶν Ἁγίων σου.

Εὐχολόγιον Α´. Ἁγιασματάριον Ἱ.Μ. Σίμωνος Πέτρας μικρὰ διασκευή, ὑπὸ π.Θ.Α.

Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός ἡμῶν, ὁ θαυμαστὸς ἐν τοῖς Ἁγίοις Σου, ὁ εἰσακούων τὰς δεήσεις τῶν εὐσεβῶν καὶ ἐκπληρῶν τὰ πρὸς τὸ συμφέρον αἰτήματα αὐτῶν, εὐλόγησον τἀνῦν καὶ τὸν ἄρτον-πλακοῦντα-ἐγκρυφίαν τοῦτον τὸν ὑπὸ τοῦ δούλου Σου (δεῖνος ἢ τῶν δούλων σου τούτων) παρασκευασθέντα καὶ ἄρτι προσφερόμενόν Σοι εἰς εὐχαριστίαν καὶ δοξολογίαν ἀνθ᾿ ὧν παρὰ Σοῦ τῆ μεσιτείᾳ καὶ πρεσβείαις τοῦ Ἁγίου Ἐνδόξου καὶ Νεοφανοῦς Μάρτυρος Φανουρίου τοῦ θαυματουργοῦ ἀπήλαυσαν καὶ εἰς μνημόσυνον τῶν εὐσεβῶς τελειωθέντων. Καὶ τούτους μὲν ἀνάπαυσον ἐν εἰρήνῃ ἐν τῆ Βασιλείᾳ Σου, ἡμᾶς δέ πάντας ἐν ὑγείᾳ καὶ πάσῃ Χάριτι διατήρησον, ποιοῦντας τὸ ὑπεράγιον καὶ προσκυνητὸν θέλημά Σου, τὴν δὲ εὐχαριστίαν ἐπὶ πᾶσι τοῖς δωρήμασί Σου Σοὶ ἀναφέροντας. Εἰρήνευσον τὴν ζωήν, ἡμῶν, Κύριε, εὐλόγησον εἰσόδους καὶ ἐξόδους ἡμῶν. Παράσχου ἡμῖν πάντα τὰ πρὸς σωτηρίαν αἰτήματα, πρεσβείαις τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας καὶ τοῦ Ἁγίου καὶ Ἐνδόξου Μάρτυρος Φανουρίου καὶ πάντων τῶν Ἁγίων σου. Ἀμήν.

Ἐγκόλπιον Εὐχολόγιον Ἐπισκόπου Τιμοθέου Ματθαιάκη Μητροπολίτου Νέας Ἰωνίας καὶ Φιλαδελφίας (+), ἔκδοσις Β´, Ἀθῆναι 1985, σελὶς 64 μικρὰ διασκευή, ὑπὸ π.Θ.Α.

Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ὁ οὐράνιος Ἄρτος, ὁ τῆς βρώσεως τῆς μενούσης πλουσιοπάροχος χορηγός, ὁ δι᾿ Ἠλιοὺ τοῦ πυρίνου Προφήτου τροφὴν ἀγεώργητον πηγάσας, ἡ ἐλπὶς τῶν ἀπηλπισμενων, ἡ βοήθεια τῶν ἀβοηθήτων καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν, εὐλόγησον τὰ δῶρα ταῦτα καὶ τοὺς ταῦτα Σοὶ προσκομίσαντας (δεῖνας) εἰς δόξαν Σήν, τιμὴν δὲ καὶ μνήμην τοῦ Ἁγίου ἐνδόξου Μεγαλομάρτυρος Φανουρίου καὶ τῆς μητρός αὐτοῦ. Παράσχου δὲ ἀγαθὲ τοῖς τε εὐτρεπίσασι τὸν πλακοῦντα τοῦτον καὶ τοῖς παρισταμένοις πᾶσιν ἀδελφοῖς ἡμῶν πάντα τὰ ἐγκόσμια καὶ ὑπερκόσμια ἀγαθά Σου καὶ ζωὴν τὴν αἰώνιον. Εὔφρανον αὐτοὺς ἐν χαρᾷ μετὰ τοῦ Προσώπου Σου, δεῖξον αὐτοῖς ὁδοὺς πρὸς σωτηρίαν. Τὰ αἰτήματα τῶν καρδιῶν αὐτῶν καὶ πᾶσαν τὴν βουλὴν αὐτῶν ταχέως πλήρωσον, ὁδηγῶν αὐτοὺς πρὸς ἐργασίαν τῶν ἐντολῶν Σου, ἵνα διαπαντὸς ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει ὑμνῶσι καὶ δοξάζωσι τὸ πάντιμον καὶ μεγαλοπρεπὲς Ὄνομά Σου, πρεσβείαις τῆς ὑπερευλογημένης Θεοτόκου, τοῦ Ἁγίου ἐνδόξου μεγαλομάρτυρος Φανουρίου, τοῦ νεοφανοῦς καὶ θαυματουργοῦ, καὶ πάντων τῶν Ἁγίων Σου. Ἀμήν.

Ὑπὸ π.Θ.Α. (27 Αὐγούστου 2006)

Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ὁ τὸν Μάρτυρά Σου Φανούριον, τὸν ἐν Ρόδῳ Νεοφανῆ, χαριτώσας καὶ διὰ πολλῶν θαυμάτων τὴν πρὸς Σὲ εὐαρέστησιν καὶ παρρησίαν αὐτοῦ πιστοποιήσας, Σὲ ὑμνοῦμεν καὶ δοξάζομεν ὑπὲρ πάντων τούτων τῶν θαυμασίων Σου καὶ ὑπὲρ τοῦ ὅτι οὐκ ἀφύλακτον ἢ ἀπρονόητον καὶ ἀσυμπαραστάτητον τὴν ζωήν ἡμῶν εἴασας. Διὸ δεόμεθά Σου Δέσποτα, ταῖς αὐτοῦ πρεσβείαις, ἐπὶ τῇ ἐπισήμῳ ταύτῃ καὶ λαμπρᾷ καὶ χαρμοσύνῳ μνήμῃ αὐτοῦ, πλήρωσον τὰ αἰτήματα τῶν καρδιῶν, ἡμῶν, τῶν πιστῶν δούλων Σου, ἐξαιρέτως δέ τῶν πανηγυριζόντων ἀδελφῶν ἡμῶν, τῶν προσφερόντων τοὺς πλακοῦντας καὶ ἐγκρυφίας τούτους (δείνων). Ἔμπλησον τὰς καρδίας αὐτῶν πίστεως καὶ ἀγάπης, τῆς ἄνωθεν εἰρήνης καὶ τοῦ Σοῦ ἁγιασμοῦ. Δώρησαι πᾶν ἀγαθόν δώρημα τέλειον εἰς τὴν ψυχὴν καὶ τὴν ζωὴν αὐτῶν, ἀγαλλίασιν οὐράνιον, σύνεσιν καὶ σοφίαν πνευματικήν, ἀπαλλαγὴν ἀπό παντὸς πειρασμοῦ καὶ πάσης θλίψεως, οἰκογενειακὴν ἀποκατάστασιν ἐν ἐκτενῇ ὁμονοίᾳ, εὐσεβείᾳ καὶ εἰλικρινείᾳ, τὴν αὐτάρκειαν τῶν ἐπιουσίων ἀγαθῶν, ὑγείαν ἀκλόνητον καὶ θαλλεράν, ἀκμὴν ψυχῆς τε καὶ σώματος, καὶ εἴ τι δὲ ἄλλο ἡ θεοφιλὴς αὐτῶν καρδία ποθεῖ καὶ αἰτεῖται παρά Σοῦ, τοῦ Μόνου Δωρεοδότου. Φανέρωσον, δι᾿ εὐχῆς τοῦ Μεγαλομάρτυρος πᾶν κεκρυμένον ἤ ἀπωλεσθὲν ἐπιθυμητὸν ἀγαθόν, φανέρωσον πᾶσαν ἐν τῷ μέλλοντι χαράν, φανέρωσον παγίδας τοῦ ἐχθροῦ, ἵνα ἐγκαίρως προστατευθῶσι καὶ ἀποσοβήσωσι βλάβην τινά, φανέρωσον τὸ Πρόσωπόν Σου, τὸ ἐν Φωτί Ἀκτίστῳ, χαρμοσύνως καὶ κατανυκτικῶς, ἐν εὐνοίᾳ καὶ Χάριτι, καταφωτίζον καὶ καταλαμπρύνον τὴν ζωὴν αὐτῶν. Ὅτι Σὺ εἶ ἡ ζωὴ καὶ τὸ Φῶς, τὸ φανερωθὲν ἐν τῷ κόσμῳ καὶ τὴν Ἀλήθειαν καὶ τὴν Δόξαν φανερῶσαν ἐν ἡμῖν, καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν σὺν τῷ Πατρί καὶ τῷ Πνεύματι εἰς τοὺς αἰῶνας. Ἀμήν.

Ὑπὸ π.Θ.Α. (Συντετμημένη)

Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ὁ τὸν Μάρτυρά Σου Φανούριον, τὸν ἐν Ρόδῳ Νεοφανῆ, χαριτώσας καὶ διὰ πολλῶν θαυμάτων τὴν πρὸς Σὲ εὐαρέστησιν αὐτοῦ πιστοποιήσας, Σοῦ δεόμεθα Δέσποτα, ταῖς αὐτοῦ πρεσβείαις, πλήρωσον τὰ αἰτήματα τῶν καρδιῶν ἡμῶν, τῶν πιστῶν δούλων Σου, ἐξαιρέτως δὲ τῶν πανηγυριζόντων ἀδελφῶν ἡμῶν, τῶν προσφερόντων Σοι τὰ δῶρα ταῦτα (δείνων). Ἔμπλησον τὰς καρδίας αὐτῶν πίστεως καὶ ἀγάπης καὶ τοῦ Σοῦ ἁγιασμοῦ. Δώρησαι πᾶν ἀγαθὸν δώρημα τέλειον εἰς τὴν ψυχὴν καὶ τὴν ζωὴν αὐτῶν. Φανέρωσον, δι᾿ εὐχῆς τοῦ Μεγαλομάρτυρος πᾶν κεκρυμένον ἢ ἀπωλεσθὲν ἐπιθυμητὸν ἀγαθόν, φανέρωσον πᾶσαν ἐν τῷ μέλλοντι χαράν, φανέρωσον παγίδας τοῦ ἐχθροῦ, ἵνα ἐγκαίρως προστατευθῶσι, φανέρωσον αὐτοῖς τὸ Πρόσωπόν Σου, χαρμοσύνως καὶ κατανυκτικῶς, καταφωτίζον καὶ κατάλαμπρύνον τὴν ζωὴν αὐτῶν. Ὅτι Σὺ εἶ ἡ ζωὴ καὶ τὸ Φῶς, τὸ φανερωθὲν ἐν τῷ κόσμῳ, καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν σὺν τῷ Πατρὶ καὶ τῷ Πνεύματι εἰς τοὺς αἰῶνας. Ἀμήν.

ΠΑΡΑΡΤΗΜΑ ΦΑΝΟΥΡΟΠΙΤΤΑ προετοιμασία-παρασκευή

Ὑλικά

Ἕνα ποτήρι τοῦ νεροῦ ἀραβοσιτέλαιο, ἕνα καὶ μισὸ ποτήρι τοῦ νεροὺ ζάχαρη, δύο καὶ μισὸ ποτήρια χυμὸ πορτοκαλιοῦ, μισὸ ποτήρι τοῦ νεροῦ νερό, μισὸ ποτήρι τοῦ κρασιοῦ κονιάκ, ἕνα κουταλάκι τοῦ γλυκοῦ σόδα, δύο πακετάκια φαρίνα Γιώτης.

Ἐκτέλεσις

Χτυπᾶμε δύο λεπτὰ τὸ λάδι μέσα σὲ ἕνα μπὸλ καὶ μετὰ βάζουμε τὴ ζάχαρη καὶ ξαναχτυπᾶμε, μετὰ τὸ χυμὸ τοῦ πορτοκαλιοῦ, τὸ νερό, τὸ κονιὰκ καὶ τὸ ἀλεύρι μέσα στὸ ὁποῖο ἔχομε ῥίξει τὴν σόδα.

Τὸ ζυμώνουμε καλὰ καὶ τὸ ψήνουμε ἐπὶ μία ὥρα σὲ ἀνάλογο ταψί.

Εὐχὴ εἰς κατάπαυσιν πυρός [ἐμπρησμοὺς δασῶν] (ὑπὸ π.Θ.Ἀ.)

Ὁ Διάκονος· Ἐλέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου ἐπάκουσον καὶ ἐλέησον.

Ὁ Ἱερεύς, μεθ᾿ ἑκάστην Δέησιν· Κύριε, ἐλέησον (γ´).

Ὁ μὴ βουλόμενος τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ἀλλὰ ἀναμένων αὐτοῦ τὴν ἐπιστροφὴν καὶ τὴν μετάνοιαν, ἐπάκουσον ἡμῶν δεομένων σου καὶ ἐλέησον ἡμᾶς.

Ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων, κατάπεμψον τὴν εὐλογίαν σου ἐπὶ τὸν τόπον τοῦτον καὶ ἐφ᾿ ἡμᾶς τοὺς δεομένους σου καὶ ἐλέησον ἡμᾶς.

Ὁ περιβάλλων τὸν οὐρανὸν ἐν νεφέλαις καὶ ἑτοιμα΄ζων τῇ γῇ ὑετόν, ἐξαπόστειλον ἡμῖν τὴν βοήθειάν σου καὶ ἐλέησον ἡμᾶς.

Ἔτι δεόμεθα ὑπὲρ τοῦ ἄσειστον, ἄφλεκτον καὶ ἀναίμακτον διαφυλαχθῆναι τὴν χώραν ταύτην καὶ πᾶσαν πόλιν καὶ χώραν καὶ ὑπὲρ τοῦ ἵλεων, εὐμενῆ καὶ εὐδιάλλακτον γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν τοῦ ἀποστρέψαι καὶ διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον τὴν καθ᾿ ἡμῶν κινουμένην καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς δικαίας αὐτοῦ ἀπειλῆς καὶ ἐλεῆσαι ἡμᾶς.

Ἔτι δεόμεθα, καὶ ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν, καὶ ἐλεῆσαι ἡμᾶς.

Ὁ Ἱερεύς· Ἐπάκουσον ἡμῶν, ὁ Θεός, ὁ Σωτήρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακράν· καὶ ἵλεως, ἵλεως γενοῦ ἡμῖν, Δέσποτα, ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν, καὶ ἐλέησον ἡμᾶς. Ἐλεήμων γὰρ καὶ φιλάνθρωπος, Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ὁ Διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.

ΕΥΧΗ

Ὁ Ἱερεύς· Δέσποτα Πολυέλεε καὶ Φιλάνθρωπε, ὁ Φῶς οἰκῶν ἀπρόσιτον, ὁ Μεγαλουργὸς καὶ Παντοκράτωρ, ὁ Ὑπεράγιος ὡς πῦρ καταναλίσκον καὶ ἅμα Ἐλεήμων, ὁ Ἰσχυρός, ὁ Ζῶν, ὁ πᾶσαν διακρατῶν καὶ διακυβερνῶν τὴν Οἰκουμένην, ἔπιδε, Σοῦ δεόμεθα, ἱλέῳ ὄμματι ἐπὶ τὸ Ἔθνος τοῦτο, τὸ ἠρημωμένον ἐκ τῶν ἐμπρησμῶν καὶ κατάπαυσον τὴν θεομηνίαν ταύτην, ἣν αἱ ἁμαρτίαι ἡμῶν προεκάλεσαν.

Ἴδε τὴν ταλαιπωρίαν καὶ τὸν ἐναγώνιον ὀδυρμὸν τῶν δούλων σου. Ἐπίβλεψον οἰκτιρμόνως ἐπὶ τοὺς κεκαυμένους καὶ εἰς ἔρημον δεινῶς μεταστραφέντας χλοεροὺς τὸ πρότερον τόπους. Πρόσχες ἐπὶ τὰ πετεινὰ ταῦτα τοῦ οὐρανοῦ καὶ ἐπὶ τὰ ζῷα τοῦ δρυμοῦ, τὰ καλὰ λίαν ἔργα τῶν χειρῶν Σου.

Ὁ ἁπτόμενος τῶν ὀρέων καὶ καπνίζονται, ὁ διακόπτων τῇ φωνῇ Σου φλόγα πυρός, ὁ ἀνοίγων τὴν χεῖρα Σου καὶ ἐμπιπλῶν τοῖς σύμπασι χρηστότητα καὶ εὐδοκίαν, ὁ διδοὺς τροφήν πάσῃ σαρκί, τοῖς θηρίοις τῶν ὀρέων, ταῖς ἐλάφοις τῶν κοιλάδων, τοῖς λαγῳοῖς τῶν πετρῶν καὶ τοῖς νεοσσοῖς τῶν κοράκων καὶ περὶ πᾶσαν μεριμνῶν καὶ προνοῶν καὶ ζωογονῶν τὴν Οἰκουμένην.

Ἐξαπόστειλον τὸν Λόγον Σου, Δέσποτα, καὶ στῆσον τὴν μάστιγα. Πνεύσει τὸ Πνεῦμά Σου καὶ ῥυήσονται ὕδατα. Ὡς ὄμβρος εἰρηνικός ἐπ᾿ ἄγρωστιν καὶ ὡσεὶ νιφετός, οἷα σποδὸς πάσσοντος, ἐπὶ χόρτον, οὕτω καταβήτω ἐφ᾿ ἡμᾶς καὶ τὴν πλᾶσιν ἅπασαν τὸ ἔλεός Σου. Καὶ βλαστησάτω τοίνυν ἡ γῆ βοτάνην χόρτου ὡς τάχιστα καὶ ξύλον κάρπιμον ποιοῦν καρπόν. Καὶ ἐξανθήσει καὶ ὑλοχαρήσει τῇ σῇ Χάριτι καὶ εὐμενείᾳ τὰ ἔρημα τοῦ Ἰορδάνου καὶ ἀγαλλίασιν οἱ βουνοὶ αὖθις περιζώσονται. Καὶ ἀναβήσεται μυρσίνη καὶ κυπάρισσος, ἄρκευθοι ἀειθαλλεῖς καὶ κέδρα τοῦ Λιβάνου.

Ὅτι Σὺ ὑπάρχεις προσκυνητὸς καὶ ὑπεράγαθος, ἐλπὶς καὶ εὐεργέτης τῆς ζωῆς ἡμῶν, καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ἀπολυτίκιον εἰς κατάπαυσιν ἐμπρησμῶν. Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον. (ὑπὸ Χαραλάμπους Μπούσια)

Βρέμων πῦρ ἀναλίσκον καθάπερ φρύγανα, ἡμῶν πατρίδος τὰ δάση, σύ, πανσθενῇ δεξιᾷ, σβέσον, Σῶτερ πολυέλεε, Φιλάνθρωπε, θείας Μητρός σου προσευχαῖς ὑπὸ βάτου ἐν Σινᾷ ἀφλέκτως τῆς καιομένης, προτυπουμένης, καὶ αὔραις ἁγιασμοῦ σου πάντας δρόσισον.

ΕΥΧΑΙ ΔΙΑΦΟΡΑΙ

Εὐχὴ εἰς τὸν πανένδοξον μεγαλομάρτυρα τοῦ Χριστοῦ καὶ ἰαματικὸν Παντελεήμονα

Τοῦ Κυρίου δεηθῶμεν.

Πανένδοξε μάρτυς τοῦ Χριστοῦ, καὶ στρατιῶτα τοῦ ἐπουρανίου Βασιλέως, Παντελεῆμον παμμακάριστε, ὁ τοῦ ἐλεήμονος Θεοῦ πανάριστος μιμητής, ὡς καὶ παρ᾿ αὐτοῦ τὴν κλῆσιν ταύτην εἰληφώς, ὁ γενναίως τὸν Χριστὸν ἐπὶ τῆς γῆς ὁμολογήσας, καὶ ὑπὲρ αὐτοῦ προθύμως πολυειδεῖς βασάνους ὑπομείνας, καὶ τὸ ἴδιον αἷμα ἐκχύσας, καὶ διὰ τοῦτο νῦν ἐν οὐρανοῖς τῆς ἀϊδίου ἀπολαύων μακαριότητος, καὶ μετὰ παρρησίας τῷ θρόνῳ τῆς τρισηλίου Θεότητος παριστάμενος, σοῦ τῇ μαρτυρικῇ μεγαλειότητι προστρέχομεν μετὰ Θεόν, πάντες ἡμεῖς οἱ ἁμαρτωλοὶ καὶ ἀνάξιοι δοῦλοι σου, καὶ ἱκετεύομεν τὴν συμπαθεστάτην καὶ χριστομίμητόν σου φιλανθρωπίαν, ἵνα σπλαγχνισθεὶς ἐφ᾿ ἡμᾶς, τοὺς ἀνάγκαις ὄντας καὶ περιστάσεσιν ἐκχέῃς πλουσίως τὸ σὸν ἔλεος, κατὰ τὴν ἄνωθεν σοι δοθεῖσαν προσηγορίαν καὶ λυτρώσης ἡμᾶς τῶν παρόντων δεινῶν, τῇ τε πανώλης, καὶ παντοίας νόσου, καὶ πάσης ἄλλης ἀνάγκης. Σὺ γὰρ ἐξαίρετον καὶ ἰδιαιτέραν εἴληφας τὴν χάριν ταύτην τῶν ἰαμάτων, πολύαθλε, παρὰ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ· οὐ μόνον ἔτι ζῶν, διὰ τὴν πρὸς αὐτὸν ἀδίστακτον πίστιν καὶ καθαρὰν πολιτείαν, ἀλλὰ πολλῷ μᾶλλον μετὰ θάνατον διὰ τὸ μαρτυρικὸν σου καὶ πολύαθλον τέλος, καθὰ καὶ τὴν κλῆσιν σοι ταύτην τοῦ πάντας ἐλεεὶν τότε κατ´ἐξαίρετον ἐχαρίσατο ὁ ἐλεήμων Θεός, τῇ θεία αὐτοῦ προγνώσει, ἐπιβεβαιῶν ταύτην τοῖς πράγμασι. Ναί, ὁμολογοῦμεν, ὅτι διὰ τὰς ἁμαρτίας ἡμῶν ταύτας ταῖς συμφοραῖς παρεδόθημεν, καὶ τῇ τοῦ Θεοῦ ὀργὴ ὑπεπέσαμεν, ἀλλὰ σύ, γενναῖε τοῦ Χριστοῦ ἀθλητά, εἰς μόνον θελήσεις τῇ μαρτυρικῇ σου παρρησίᾳ χρήσασθαι, πιστεύομεν, ὅτι ῥᾳδίως κατασβέσεις τὴν καθ᾿ ἡμῶν ἐξαφθεῖσαν ταύτην τοῦ Θεοῦ ἀγανάκτησιν, καὶ τὴν ἀθυμίαν ἡμῶν εἰς εὐθυμίαν μεταποιήσεις. Ὅθεν, ἐπειδὴ διὰ τὸ πλῆθος τῶν ἁμαρτιῶν ἡμῶν, οὐκ ἔχομεν παρρησίαν στῆναι ἐνώπιον τῆς ἀθλοφορικῆς σου δόξης, καὶ ἀμέσως τὴν ἱκεσίαν ποιήσασθαι· διὰ τοῦτο μεσίτην ἀντὶ ἡμῶν σοι προσβαλλόμεθα, αὐτὸ σου τὸ αἷμα, ὁ ὑπὲρ Χριστοῦ ἐξέχεας, πανεύφημε, καὶ αὐτὰ τὰ μαρτυρικὰ ἀγωνίσματα, ἅπερ ὑπῆνεγκας ἐν τῷ ἀθλητικωτάτω σου σώματι. Ἔπιδε τοίνυν, εὐσπλαγχνικώτατε Μάρτυς, ἐπ᾿ αὐτὰ δι´ ὧν τὸν Χριστὸν ὡμολόγησας, καὶ τὸν ἀμαράντινον τοῦ μαρτυρίου ἔλαβες στέφανον, καὶ ἐπάκουσον τῆς δεήσεως ἡμῶν τῶν ἱκετῶν σου, καὶ τῆς κατεχούσης ἡμᾶς ἀνάγκης, τῆς τε πανώλης, καὶ παντοίας νόσου, καὶ πάσης ἄλλης ὀργῆς ἀπολύτρωσε· ὅτι κινδυνεύομεν παντελεῖ παραδοθῆναι ἀφανισμῷ, ἐὰν μὴ οἱ οἰκτιρμοί σου ταχέως ἡμᾶς καταλάβωσιν, ἵνα, διὰ τῆς σῆς ὀξείας προστασίας, τοῦ ἐπικειμένου κινδύνου ἀπαλλαγέντες, ἀκαταπάυστως καὶ χρεωστικῶς τὸ σὸν μεγαλύνωμεν ὄνομα, Σωτῆρα ἡμῶν, καὶ εὐεργέτην καὶ ἀντιλήπτορα μετὰ Θεὸν σε ἐπιγραφόμενοι, καὶ διὰ σοῦ δοξαζωμεν τὸν κοινὸν Δεσπότην, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὸν ἐν γῆ καὶ οὐρανῷ σε δοξάσαντα. ᾯ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας. Ἀμήν.

Εὐχὴ εἰς τὸν ἅγιον μάρτυρα τοῦ Χριστοῦ Τρύφωνα

Τοῦ Κυρίου δεηθῶμεν.

Πανένδοξε μάρτυς τοῦ Χριστοῦ, καὶ στρατιῶτα τοῦ ἐπουρανίου Βασιλέως, Τρύφων παμμακάριστε, τῆς ἀκηράτου τρυφῆς ὁ ἐπώνυμος· ὁ γενναίως τὸν Χριστὸν ἐπὶ τῆς γῆς ὁμολογήσας, καὶ διὰ τοῦτο νῦν ἐν οὐρανοῖς τῆς ἀϊδίου ἀπολαύων μακαριότητος καὶ μετὰ παρρησίας τῷ θρόνῳ τῆς τρισηλίου Θεότητος παριστάμενος· σου τῇ μαρτυρικῇ μεγαλειότητι προστρέχομεν μετὰ Θεὸν πάντες ἡμεῖς οἱ ἁμαρτωλοὶ καὶ ἀνάξιοι δοῦλοι σου· καὶ ἱκετεύομεν τὴν συμπαθεστάτην καὶ χριστομίμητόν σου φιλανθρωπίαν, ἵνα σπλαγχνισθεὶς ἐφ᾿ ἡμᾶς τοὺς ἐν ἀνάγκη ὄντας καὶ περιστάσει, ἀποδιώξης μακρὰν τῶν χωραφίων καὶ κήπων καὶ ἀμπελώνων ἡμῶν, πάντα τὰ ἑρπετὰ καὶ ἀκρίδας καὶ κάμπας καὶ πολυειδὴ ζῳΰφια καὶ θηρία, τὰ βλάπτοντα τοὺς καρποὺς καὶ φύλλα καὶ ῥίζας τῶν δένδρων, καὶ πάντων τῶν λαχάνων τε καὶ γεννημάτων καὶ ὀσπρίων ἡμῶν. Σὺ γὰρ ἐξαίρετον καὶ ἰδιαιτέραν εἴληφας τὴν χάριν ταύτην, πολύαθλε, παρὰ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ· οὐ μόνον πρῴην ἔτι ζῶν, διὰ τὴν θεάρεστον πολιτείαν σου, ἀλλὰ πολλῷ μᾶλλον νῦν μετὰ θάνατον, διὰ τὸ μαρτυρικὸν καὶ δι´ αἵματος τέλος, ὃ ὑπὲρ τῆς αὐτοῦ ὁμολογίας καὶ πίστεως ὑπέμεινας· ναί, ὁμολογοῦμεν, ὅτι διὰ τὰς ἁμαρτίας ἡμῶν, ταύταις ταῖς συμφοραῖς παρεδόθημεν, καὶ τῇ τοῦ Θεοῦ ὀργὴ ὑπεπέσαμεν, ἀλλὰ σύ, γενναῖε ἀθλητά, εἶ μόνον θελήσῃς τῇ μαρτυρικῇ σου παρρησίᾳ χρήσασθαι, πιστεύομεν ὅτι ῥᾳδίως κατασβέσεις τὴν καθ᾿ ἡμῶν ἐξαφθεῖσαν ταύτην τοῦ Θεοῦ ἀγανάκτησιν, καὶ τὴν ἀθυμίαν ἡμῶν εἰς εὐθυμίαν μεταβάλεις· ὅθεν, ἐπειδὴ διὰ τὸ πλῆθος τῶν ἀνομιῶν καὶ ἁμαρτιῶν ἡμῶν, οὐκ ἔχομεν παρρησίαν στῆναι ἐνώπιον τῆς ἀθλοφορικῆς σου δόξης καὶ ἀμέσως τὴν ἱκεσίαν ποιήσασθαι, διὰ τοῦτο μεσίτην ἀντὶ ἡμῶν σοι προβαλλόμεθα, αὐτὸ σου τὸ αἷμα, ὃ ὑπὲρ Χριστοῦ ἐξέχεας, πανεύφημε, καὶ αὐτὰ τὰ μαρτυρικὰ ἀγωνίσματα, ἅπερ ὑπῆνεγκας ἐν τῷ ἀθλητικωτάτω σου σώματι. Ἔπιδε, τοίνυν, εὐσπλαγχνικώτατε μάρτυς, ἐπ᾿ αὐτά, δι´ ὧν τὸν Χριστὸν ὡμολόγησας καὶ τὸν ἀμαράντινον τοῦ μαρτυρίου ἔλαβες στέφανον καὶ ἐπάκουσον τῆς δεήσεως ἡμῶν τῶν ταπεινῶν οἰκετῶν σου, καὶ τῆς ἐνεστώσης ἀνάγκης, τῶν ἑρπετῶν, ἀκρίδων καὶ θηρίων καὶ πολυειδῶν ζαωϋφίων, τῶν λυμαινομένων τοῦ καρποὺς τῶν χωραφίων καὶ ἀμπελώνων καὶ κήπων ἡμῶν, ἀπολύτρωσον· ὅτι κινδυνεύομεν ὑπ᾿ αὐτῶν λιμῷ καὶ θανάτῳ καὶ παντελεῖ παραδοθῆναι ἀφανισμῷ, ἡμεῖς τε καὶ πᾶσα ἡ ὕπαρξις ἡμῶν, ἐὰν μὴ οἱ οἰκτιρμοί σου ταχέως ἡμᾶς προκαταλαβῶσιν· ἵνα, διὰ τῆς σῆς ὀξείας προστασίας, τοῦ ἐπικειμένου κινδύνου ἀπαλλαγέντες, ἀκαταπαύστως καὶ χρεωστικῶς τὸ σὸν μεγαλύνωμεν ὄνομα, Σωτῆρα ἡμῶν καὶ εὐεργέτην καὶ ἀντιλήπτορα μετὰ Θεὸν σε ἐπιγραφόμενοι, καὶ διὰ σοῦ δοξάζομεν τὸν κοινὸν Δεσπότην, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὸν ἐν γῆ καὶ οὐρανῷ σε δοξάσαντα· ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι,εἰς τοὺς αἰῶνας. Ἀμήν.

Εὐχὴ εἰς τὸ εὐλογῆσαι μελίσσια

Ἡ εὐχὴ εἰς τὸ εὐλογῆσαι ποίμνην ἀναγινώσκεται εἰς Μελίσσια, μικρὸν παρηλλαγμένη οὕτω πως.

Τοῦ Κυρίου δεηθῶμεν.

Δέσποτα Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ ἔχων ἐξουσίαν πάσης κτίσεως, σου δεόμεθα καὶ σὲ παρακαλοῦμεν· Ὡς εὐλόγησας καὶ ἐπλήθυνας τὸν μελισσῶνα τοῦ δικαίου σου Φιλαρέτου, εὐλόγησον καὶ τὰ μελίσσια ταῦτα (τοῦ δούλου σου τοῦ δεῖνος, ἢ τῆς ἁγίας μονῆς ταύτης) καὶ πλήθυνον, καὶ ἐνδυνάμωσον αὐτά, καὶ ποίησον αὐτὰ εἰς χιλιάδας καὶ μυριάδας, καὶ ῥῦσαι ταῦτα ἐκ τῆς καταδυναστείας τοῦ διαβόλου, καὶ πάσης ἐπιβουλῆς ἐχθρῶν καὶ αὔρας θανατικῆς, καὶ λοιμικῆς νόσου. Περιφρούρησον αὐτὰ δι´ ἁγίων Ἀγγέλων σου, πᾶσαν ἀσθένειαν, πάντα φθόνον, καὶ πειρασμὸν φαρμακίας καὶ γοητείας, ἐξ ἐνεργείας ἐπερχομένης τοῦ διαβόλου, ἀποδιώκων ἐξ αὐτῶν. Ὅτι σοῦ ἐστιν ἡ βασιλεία, καὶ ἡ δύναμις, καὶ ἡ δόξα, τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εὐχὴ ἐπὶ τρυγητοῦ σταφυλῆς καὶ ἐλαίας

Τοῦ Κυρίου δεηθῶμεν.

Ὁ προσκυνητὸς Θεὸς καὶ Σωτὴρ τῶν ἁπάντων, ὁ τὴν τῆς ἀμπέλου φυτείαν τῷ δικαίῳ σου Νῶε ὑποδείξας, καὶ τὸν λαόν σου Ἰσραὴλ τὸν τῆς σταφυλῆς οἶνον ποτίσας, καὶ εἰς γῆν ῥέουσαν μέλι καὶ γάλα αὐτοὺς ἀγαγών· ὁ τοὺς ἀμπελῶνας καὶ ἐλαιῶνας εὐλογήσας· αὐτός, Δέσποτα, εὐλόγησον καὶ πλήθυνον τὸν τρυγητὸν τῶν δούλων σου, καὶ τῷ σῷ προστάγματι ὑπερεκθήσονται οἱ ληνοὶ τοῦ οἴνου καὶ τοῦ ἐλαίου αὐτῶν· ἵνα τὰ σὰ ἐκ τῶν σῶν δωρεῶν ἀπολαύοντες, δοξάζωμεν τὸ πανάγιον καὶ προσκυνητὸν ὄνομα σοῦ τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εὐχὴ ἑτέρα εἰς τὸ κατασκευάσαι πλοῖον

Τοῦ Κυρίου δεηθῶμεν.

Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ ἐντειλάμενος Νῶε τῷ σῷ θεράποντι κατασκευάσαι κιβωτὸν πρὸς σωτηρίαν τοῦ κόσμου· ὁ ἐκ πολλῶν ξύλων εὐδοκήσας αὐτὴν ἐν ξύλον γενέσθαι καὶ συναρμοσθῆναι· αὐτός, Δέσποτα τῶν ἁπάντων, ὁ εὐδοκήσας ἄψυχον ξύλον γενέσθαι, καὶ κυβερνᾶσθαι τῇ κραταιᾷ σου χειρὶ τὸ γένος τῶν ἀνθρώπων· αὐτὸς καὶ νῦν, τὸ πλοῖον τοῦτο διάσωσον, δὸς αὐτῷ Ἄγγελον ἀγαθόν, εἰρήνης ὁδηγόν· τοὺς μέλλοντας πέειν ἐν αὐτῷ διαφύλαξον (εἰ δὲ τὸ πλοῖον ὑπάρχῃ κατασκευασμένον καὶ πλέον, λέγε· τοὺς πλέοντας ἐν αὐτῷ διαφύλαξον)· δὸς αὐτοῖς καὶ εἰς τὰ ἴδια καταλαμβάνειν ὑγιαίνοντας, εὐχαῖς καὶ ἱκεσίαις τῆς παναχράντου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· τῶν τιμίων, ἐπουρανίων δυνάμεων ἀσωμάτων· τοῦ ἁγίου ἐνδόξου Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου· τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων· τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἱεράρχου καὶ θαυματουργοῦ Νικολάου· τοῦ Ἁγίου (τοῦ δεῖνος), καὶ πάντων σου τῶν Ἁγίων. Ὅτι σὺ εἶ ὁ λιμὴν ὁ ἀχείμαστος, Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν καὶ εὐχαριστίαν καὶ προσκύνησιν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ἀκολουθία εἰς κάμινον ἀσβέστου

Ποιεῖ ὁ ἱερεὺς Ἁγιασμὸν καὶ μετ´ αὐτὸν λέγει τὰς εὐχὰς ταύτας·

Τοῦ Κυρίου δεηθῶμεν.

Ὁ Θεὸς ὁ αἰώνιος, ὁ τὴν ἑπταπλάσιον κάμινον καὶ τὴν φλόγα τὴν ἐν Βαβυλῶνι εἰς δρόσον μεταβολῶν καὶ τοὺς ἐν αὐτὴ ἐμβληθέντας ὑπὸ τοῦ βασιλέως Ναβουχοδονόσορος ἁγίους τρεῖς παῖδας, Ἀνανίαν, Ἀζαρίαν καὶ Μισαήλ, σώους αὐτοὺς διαφυλάξας, αὐτὸς εὐλόγησον καὶ τὴν κάμινον ταύτην τῆς ἀσβέστου, διὰ τὸ μέγα σου ἔλεος, καὶ εὐλόγησον τὰ ἔργα τῶν χειρῶν τῶν δούλων σου καὶ εὐόδωσον αὐτὰ ἐν τῇ ἀγαθοεργία σου καὶ κατεύθυνον καὶ πλήθυνον αὐτὰ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου, πρεσβείαις τῆς ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας· δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν παμμεγίστων Ταξιαρχῶν Μιχαὴλ καὶ Γαβριήλ, καὶ πασῶν τῶν ἐπουρανίων δυνάμεων Ἀσωμάτων· τοῦ τιμίου ἐνδόξου Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου· τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων· τοῦ ἁγίου ἱερομάρτυρος Κυπριανοῦ, καὶ πάντων σου τῶν Ἁγίων. Ὅτι σὺ εἶ ὁ εὐλογῶν καὶ ἁγιάζων τὰ σύμπαντα, Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εὐχὴ ἑτέρα.

Δέσποτα Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ ἐν ὑψηλοῖς κατοικῶν καὶ τὰ ταπεινὰ ἐφορῶν· ὁ εὐλογήσας τὸν οἶκον Λάβαν ἐπὶ τῆς εἰσόδου τοῦ Ἰακώβ, καὶ τὸν οἶκον Πεντεφρῆ ἐπὶ τῇ εἰσόδῳ τοῦ Ἰωσήφ· ὁ εὐλόγησας τὸν οἶκον Ἀμεδρὰχ ἐπὶ τῆς εἰσόδου τῆς κιβωτοῦ· ὁ διὰ τῆς ἐνανθρωπήσεως τοῦ Χριστοῦ σου σωτηρία γενόμενος τῷ οἴκῳ Ζακχαίου· αὐτὸς Κύριε, εὐλόγησον καὶ τὴν κάμινον ταύτην, καὶ τοὺς ἐνεργούντας αὐτὴν τῷ σῷ φόβῳ διατήρησον καὶ ἀβλαβεῖς αὐτοὺς ἀπὸ τῶν ἀντικειμένων διαφύλαξον, καὶ τὴν σὴν εὐλογίαν ἐξ ὕψους κατοικητηρίου σου κατάπεμψον αὐτοῖς, καὶ εὐλόγησον καὶ πληθυνον τὰ ἔργα τῶν χειρῶν αὐτῶν· ἵνα πάντοτε εὐχαρίστως δοξάζομεν τὸ πανάγιον ὄνομα σου τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εἶτα λέγει τὰς αἰτήσεις.

Ἐλέησον ἡμᾶς ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.

Ἔτι δεόμεθα ὑπὲρ ἐλέους ζωῆς, εἰρήνης, ὑγιείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τοῦ δούλου τοῦ Θεοῦ (τοῦ δεῖνος)· καὶ ὑπὲρ τοῦ εὐλογηθήναι καὶ πληθυνθήναι τὰ ἔργα τῶν χειρῶν τῶν κοπιόντων ἐν τῇ Καμίνῳ ταύτῃ, δεόμεθά σου, Κύριε, ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων σου καὶ ἐλέησον ἡμᾶς.

Εἶτα·

Ἐπάκουσον ἡμῶν, ὁ Θεὸς ὁ Σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακράν· καὶ ἵλεως, ἵλεως γενοῦ ἡμῖν, Δέσποτα, ἐπὶ τιας ἁμαρτίαις ἡμῶν, καὶ ἐλέησον ἡμᾶς. Ἐλεήμων γὰρ καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ ῥαντίζει τὴν κάμινον, καὶ τοὺς ὄντας ἐκεῖ, ἐκ τοῦ ἁγίου ὕδατος, ψάλλων·

Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους σου, Θεοτόκε, ὅτι πάντες μετὰ Θεὸν εἰς σε καταφεύγομεν, ὡς ἄρρικτον τεῖχος καὶ προστασίαν.

Καὶ ποιεῖ ἀπόλυσιν.

ΠΕΡΙΣΤΑΣΙΑΚΑΙ ΕΥΧΑΙ

«Διὰ τοῦτο λέγω ὑμῖν, πάντα ὅσα ἂν προσευχόμενοι αἰτεῖσθε, πιστεύετε ὅτι λαμβάνετε, καὶ ἔσται ὑμῖν. Καὶ ὅταν στήκητε προσευχόμενοι, ἀφίετε εἴ τι ἔχετε κατά τινος, ἵνα καὶ ὁ Πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς ἀφῇ ὑμῖν τὰ παραπτώματα ὑμῶν». (Μαρκ. ια´ 24–25)

Ἐπίκλησις φωτισμοῦ

Εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος. Ἀμήν.

Κύριε ὁ Θεὸς ἡμῶν, τῆς ἀληθοῦς σοφίας ὁδηγὲ καὶ φρονήσεως χορηγέ, κατάπεμψον ἐφ᾿ ἡμᾶς, τοὺς παῖδας σου, πνεῦμα σοφίας, εὐσεβείας καὶ φόβου Σου, καὶ φώτισον τοὺς ὀφθαλμοὺς τῶν ψυχῶν ἡμῶν, τῷ φωτὶ τῆς σῆς Θεογνωσίας, ὅπως προκόπτωμεν σοφίᾳ καὶ ἀρετῇ, εἰς δόξαν καὶ τιμὴν τοῦ παναγίου Σου ὀνόματος.

Πᾶσα γὰρ δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον, ἄνωθέν ἐστι καταβαῖνον ἐκ Σοῦ, τοῦ Πατρὸς τῶν Φώτων.

Δι᾿ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

Ἐπίκλησις ἱλασμοῦ

Εὐχὴ τοῦ ἁγίου Μακαρίου.

Ὦ Θεὸς, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ, ὅτι οὐδὲν ἐποίησα ἀγαθὸν ἐνώπιόν σου. Ἀναρῦσαί με ἀπὸ τοῦ Πονηροῦ, καὶ ἀξίωσόν με ἀκατακρίτως ἀνοίγειν τὸ στόμα μου τὸ ἀνάξιον, καὶ ἀνυμνεῖν τὸ πανάγιον ὄνομά σου τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Συγχώρησόν μοι, Κύριε, πᾶν ἄτοπον ὅρμημα τῆς καρδίας μου, ὁ ἐτάζων καρδίας καὶ νεφρούς. Σὺ γὰρ γινώσκεις, Δέσποτα τῶν ἁπάντων, ὅτι ἀκούσιά μού εἰσι. Συγχώρησόν μοι ἀναξίως προσερχομένῳ σοι, διότι σὲ ἐπόθησα καὶ ποθῶ. Συγχώρησόν μοι τῷ ἁμαρτωλῷ, τῷ πονηρῷ, τῷ ψεύστῃ, τῷ ἀνυπομονήτῳ, τῷ ὀλιγοψύχῳ, τῷ ἀσυστάτῳ, τῷ ῥᾳθύμῳ, τῷ ἀμελεῖ τῶν ἁγίων σου ἐντολῶν, τῷ πᾶσαν καὶ παντοίαν ἁμαρτίαν καὶ ἀνομίαν τελέσαντι, πορνείας, μοιχείας, μαλακίας ἐν γῇ, ἐν θαλάσσῃ καὶ ἐν παντὶ τόπῳ τῆς δεσποτείας σου. Κύριε, ἐνώπιον τῶν ἀλαθήτων σου ὀφθαλμῶν οὐκ ἐπαυσάμην πάντα ἐργάζεσθαι τὰ πονηρὰ καὶ αἰσχρά. Καὶ ἀκμὴν ὁ ἐχθρὸς γαστριμαργίαις καὶ ἡδοναῖς καὶ πονηραῖς ἐπιθυμίαις, δόλοις τε καὶ κενοδοξίαις καὶ βλασφημίαις ἐμπλέκειν με οὐ παύεται. Ἀλλὰ σὺ, ὡς μόνος ὢν ἀγαθὸς καὶ ἐλεήμων, βοήθησόν μοι καὶ σῶσόν με ὡς τὸν ἄσωτον, ὡς τὸν τελώνην, ὡς τὴν πόρνην, ὡς τὸν λῃστήν. Ναὶ, Δέσποτα, φιλάνθρωπε, ὑπεράγαθε, μὴ βδελύξῃ με τὸν ἁμαρτωλὸν καὶ ἀχρεῖον οἰκέτην σου, πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἡμῶν Θεοτόκου, καὶ πάντων σου τῶν ἁγίων.

Ἐπὶ τῷ νέῳ ἔτει

(Ἐκ τῆς θ. Λειτουργίας τοῦ Μ. Βασιλείου)

Ἐπίσκεψαι ἡμᾶς ἐν τῇ χρηστότητί σου, Κύριε· ἐπιφάνηθι ἡμῖν ἐν τοῖς πλουσίοις σου οἰκτιρμοῖς· εὐκράτους καὶ ἐπωφελεῖς τοὺς ἀέρας ἡμῖν χάρισαι· ὄμβρους εἰρηνικοὺς τῇ γῇ πρὸς καρποφορίαν δώρησαι. Εὐλόγησον τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός σου· παῦσον τὰ σχίσματα τῶν Ἐκκλησιῶν· σβέσον τὰ φρυάγματα τῶν ἐθνῶν· τὰς τῶν αἱρέσεων ἐπαναστάσεις ταχέως κατάλυσον τῇ δυνάμει τοῦ Ἁγίου σου Πνεύματος. Πάντας ἡμᾶς πρόσδεξαι εἰς τὴν βασιλείαν σου, υἱοὺς φωτὸς καὶ υἱοὺς ἡμέρας ἀναδείξας. Τὴν σὴν εἰρήνην καὶ τὴν σὴν ἀγάπην χάρισαι ἡμῖν, Κύριε ὁ Θεὸς ἡμῶν· πάντα γὰρ ἀπέδωκας ἡμῖν.

Ὑπὲρ εἰρήνης

(Ἀπὸ τὸ Μ. Εὐχολόγιον)

Δέσποτα Κύριε, ὁ Θεὸς ἡμῶν, τίς ὁμοιωθήσεταί Σοι; Τίς ὅμοιός Σοι ἐν θεοῖς, Κύριε ὁ Θεὸς ἡμῶν; Τίς Θεὸς μέγας, ὡς ὁ Θεὸς ἡμῶν, δυνατὸς ἐν ἐλέει καὶ ἀγαθὸς ἐν ἰσχύϊ εἰς τὸ παρακαλεῖν καὶ σῴζειν πάντας ἡμᾶς; Διὸ δεόμεθά Σου, μὴ σιγήσῃς, ὁ Θεός, σήμερον, ὁπότε ἀκούονται ἀκοαὶ πολέμων καὶ ἀπειλαὶ τῶν ἰσχυρῶν τῆς γῆς. Ἀλλ᾿ ἄνες, Κύριε, ἄνες, ὁ φιλανθρωπότατος Θεός· οἰκτείρησον, ὁ συμπαθέστατος καὶ ἐλεήμων Δεσπότης καὶ μὴ τῷ θυμῷ Σου ἐλέγξῃς ἐπὶ πλέον ἡμᾶς, ἵνα μὴ ἐκτριβῶμεν· μηδὲ τῇ ὀργῇ Σου παιδεύσῃς ἡμᾶς, ἵνα μὴ γενώμεθα ὡς τὸ ἀπαρχῆς καὶ πρὸ τοῦ γενέσθαι· ἀλλὰ γενοῦ μεθ᾿ ἡμῶν εἰς τοὺς δυσκόλους τούτους καιρούς. Κατίσχυσον ἡμᾶς, Κύριε ὁ Θεὸς ἡμῶν, ὅτι ἐπὶ Σοὶ πεποίθαμεν καὶ ἐπὶ τῷ Ὀνόματί Σου τεθαῤῥήκαμεν· καὶ πιστωθήτω δὴ τὸ ῥῆμά Σου, Κύριε, ὃ ἐλάλησας πρὸς ἡμᾶς, ὅτι μεθ᾿ ἡμῶν εἶ πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος· καὶ ὑψωθήτω κέρας Χριστιανῶν καὶ καταισχυνθήτωσαν οἱ ἐκφοβοῦντες ἡμᾶς καὶ πτοηθήτωσαν οἱ ἀπειλοῦντες πολέμους καὶ μάχας καὶ ἐντραπήτωσαν καὶ ἀπολέσθωσαν καὶ συντριβήτω ἡ ἰσχὺς αὐτῶν καὶ ἡ δυναστεία αὐτῶν μὴ ὑπαρξάτω· καὶ γνώτωσαν ἅπαντες ὅτι Ὄνομά Σοι Κύριος, Σὺ μόνος Ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν. Δέσποτα Κύριε, ὁ Θεὸς ἡμῶν, Σοῦ δεόμεθα καὶ Σὲ παρακαλοῦμεν ἡμεῖς οἱ ἁμαρτωλοὶ καὶ ἀνάξιοι δοῦλοί Σου, ὅπως ἐπιβλέψῃς ἐπὶ τὴν δέησιν ἡμῶν τῶν ἀχρείων οἰκετῶν Σου καὶ ἐλεήσῃς ἡμᾶς, ὅτι ταῦτα πάντα ἐπῆλθεν ἐφ᾿ ἡμᾶς διὰ τὰς ἁμαρτίας καὶ ἀνομίας ἡμῶν. Ἀλλὰ μὴ παραδῷς ἡμᾶς εἰς τέλος διὰ τὸ Ὄνομά Σου, Κύριε, καὶ μὴ διασκεδάσῃς τὴν διαθήκην Σου καὶ μὴ ἀποστήσῃς τὸ ἔλεός Σου ἀφ᾿ ἡμῶν διὰ τοὺς οἰκτιρμούς Σου, Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, καὶ διὰ τὰ σπλάγχνα τοῦ Μονογενοῦς Σου Υἱοῦ καὶ διὰ τὸ ἔλεος τοῦ Ἁγίου Σου Πνεύματος, μηδὲ μνησθῇς τῶν ἀνομιῶν καὶ τῶν ἁμαρτιῶν ἡμῶν. Ἀλλὰ ταχὺ προκαταλαβέτωσαν ἡμᾶς οἱ οἰκτιρμοί Σου, Κύριε, ὅτι ἐπτωχεύσαμεν σφόδρα· βοήθησον ἡμῖν, ὁ Θεὸς ὁ Σωτὴρ ἡμῶν, ἕνεκεν τῆς δόξης τοῦ Ὀνόματός Σου· ἐλέησον ἡμᾶς κατὰ τὸ μέγα Σου ἔλεος καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου πάριδε τὰ ἀνόμηματα καὶ τὰ ἁμαρτήματα ἡμῶν. Ναί, Δέσποτα παντοδύναμε, εἰσάκουσον τῆς φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν καὶ ἀπόστρεψον τοὺς κινδύνους τοὺς ἐπαπειλοῦντας τὸ ἀνθρώπινον γένος, διάλυσον τὰ νέφη τῶν συμφορῶν νέου ἐνδεχομένου πολέμου καὶ παγίωσον τὴν σὴν εἰρήνην, ἵνα δοξάζηται τὸ πανάγιον Ὄνομά Σου, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ἐπὶ ἀνομβρίας

(ἐκ χειρογράφου τοῦ 10ου καὶ 11ου αἰῶνος τῆς Μονῆς Σινᾶ καὶ τοῦ Ἄθω)

Δέσποτα Κύριε ὁ Θεὸς ἡμῶν, ὁ διὰ τὸν πρὸς Σὲ ζῆλον ἐπακούσας Ἠλιοὺ τοῦ Θεσβίτου καὶ τὸν κατὰ καιρὸν τῇ γῇ πεμπόμενον ὑετὸν ἐπισχεθῆναι κελεύσας, εἶτα πάλιν διὰ τῆς αὐτοῦ ἱκεσίας ὄμβρον καρποφόρον αὐτῇ χαρισάμενος· αὐτὸς Δέσποτα τῶν ἁπάντων ὑπὸ τῆς ἰδίας σου εὐσπλαγχνίας δυσωπούμενος, βροχὴν ἑκούσιον εὐφόρησον τῇ κληρονομίᾳ καὶ τὰ πεπλημμελημένα ἡμῖν παριδών, τοὺς ὑετούς σου κατάπεμψον ἐπὶ τοὺς χρήζοντας καὶ δεομένους τόπους. Ἔντειλαι ταῖς νεφέλαις τοῦ βρέξαι ὑετόν, εὔφρανον τὸ πρόσωπον τῆς γῆς, οἴκτειρον πάντα τὰ τῆς γῆς σου, σπλαγχνίσθητι ἐπὶ πρεσβύτας καὶ νέους καὶ νήπια θηλάζοντα μαστόν, δούλους σου καὶ δουλίδας, υἱοὺς καὶ θυγατέρας καὶ ἐπὶ πάντα τὰ κτήνη τῆς γῆς. Ἐξάγαγε ἡμῖν ἄρτον εἰς βρῶσιν καὶ χλόην τοῖς κτήνεσι. Πρόσδεξαι τὰς δεήσεις παντὸς τοῦ λαοῦ σου καὶ μὴ ἀπώσῃ τοὺς στεναγμοὺς τῶν πενήτων· οἱ γὰρ ὀφθαλμοὶ πάντων ἐπὶ σὲ ἐλπίζουσι λαβεῖν τὴν παρὰ σοῦ τροφὴν εὔκαιρον· Σὺ γὰρ εἶ ὁ Θεὸς ἡμῶν, ὁ Θεὸς τοῦ ἐλεεῖν καὶ σώζειν καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ἐπὶ ἀρρώστου

(Ἀπὸ χειρόγραφον τοῦ 13ου αἰῶνος τῆς Μονῆς Σινᾶ)

Πάτερ Ἅγιε, ἰατρὲ τῶν ψυχῶν καὶ τῶν σωμάτων, ὁ πέμψας τὸν μονογενῆ σου υἱόν, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, πᾶσαν νόσον ἰώμενον καὶ ἐκ θανάτου λυτρούμενον, ἴασαι καὶ τὸν δοῦλόν σου (τόνδε) ἐκ τῆς περιεχούσης αὐτὸν σωματικῆς καὶ ψυχικῆς ἀσθενείας καὶ ζωοποίησον αὐτὸν διὰ τῆς χάριτος τοῦ Χριστοῦ σου, πρεσβείαις τῆς ὑπεραγίας δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, προστασίαις τῶν τιμίων ἐπουρανίων δυνάμεων ἀσωμάτων, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ σταυροῦ, τοῦ τιμίου ἐνδόξου προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, τῶν ἁγίων καὶ ἰαματικῶν Ἀναργύρων, Κοσμᾶ καὶ Δαμιανοῦ, Κύρου καὶ Ἰωάννου, Παντελεήμονος καὶ Ἑρμολάου, Σαμψὼν καὶ Διομήδους, Φωτίου καὶ Ἀνικήτου, τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης καὶ πάντων τῶν ἁγίων. Ὅτι σὺ εἶ ἡ πηγὴ τῶν ἰαμάτων Χριστὲ ὁ Θεὸς ἡμῶν καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ἑτέρα εὐχὴ δι᾿ ἄρρωστον

(Ἐξ ἑτέρου χειρογράφου τοῦ 13ου αἰῶνος, πάλιν τῆς Μονῆς Σινᾶ)

Εὐλογητὸς εἶ Χριστέ, ὁ Θεὸς ἡμῶν, ὁ καλὸς ἰατρὸς τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, ὁ τὰς νόσους ἡμῶν ἀπόνως βαστάζων, οὗ τῷ μώλωπι αὐτοῦ ἡμεῖς πάντες ἰάθημεν, ὁ τὸν θάνατον θανατώσας καὶ τοῖς ἐν τοῖς μνήμασι ζωὴν χαρισάμενος, ὁ τὸν Λάζαρον ἐκ νεκρῶν ἀναστήσας τετραήμερον, ὁ ἐπισκεψάμενος τὴν πενθερὰν Σίμωνος, τῶν ἀποστόλων τοῦ κορυφαίου Πέτρου καὶ ἐπὶ λόγῳ ἀποστήσας αὐτῆς τὸν πυρετόν, ὁ τοῖς δυσὶ χρεωφειλέταις τὸ δάνειον χαρισάμενος καὶ τῇ ἁμαρτωλῷ γυναικὶ ἄφεσιν δωρησάμενος, Αὐτὸς πολυεύσπλαγχνε Κύριε, μακρόθυμε καὶ πολυέλεε, ἔπιδε ἐφ᾿ ἡμᾶς καὶ ἐπὶ τὸν δοῦλόν σου (τόνδε) καὶ δίωξον ἀπ᾿ αὐτοῦ τὴν κεφαλαλγίαν, τὸ ζῆλος, τὸ βάρος, τὸν καύσωνα καὶ λύτρωσαι αὐτὸν ἀπὸ φρικιασμοῦ, ἀπὸ ρίγους, ἀπὸ πυρετοῦ, ἀπὸ ἡμέρας πονηρᾶς καὶ ὥρας, καὶ ἀπὸ ὀφθαλμῶν πονηρῶν ἀνθρώπων καὶ ἀπὸ πάσης νόσου καὶ μαλακίας· πράϋνον τὸν πόνον, φυγάδευσον τὸν πυρετόν, δίωξον τὴν ἀσθένειαν, ἵνα καὶ αὐτὸς μνησθείη τὴν προφητείαν Δαυίδ, τὴν λέγουσαν· Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον ἀπ᾿ ἐμοῦ πᾶσαν ἁμαρτίαν καὶ πᾶσαν ῥαθυμίαν, πᾶσαν ἀῤῥωστίαν καὶ βλασφημίαν· Σὺ γὰρ εἶ, Χριστέ, ὁ ἀληθινὸς ἰατρὸς τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εἰς τὴν Θεοτόκον – Ἐπὶ ἐνοχλήσει πονηρῶν λογισμῶν

Παναγία Δέσποινά μου Θεοτόκε, ἀποδίωξον ἀπ᾿ ἐμοῦ τοῦ ἁμαρτωλοῦ καὶ ἀναξίου δούλου σου, τὴν ἀκηδίαν, τὴν λήθην, τὴν ἄγνοιαν, τὴν ἀμέλειαν, καὶ πάντας τοὺς πονηροὺς λογισμοὺς καὶ αἰσχροὺς καὶ βλασφήμους, ἀποσόβησον ἐκ τῆς ἀθλίας καὶ ταλαιπώρου μου καρδίας καὶ ἐκ τῆς μεμολυσμένης μου ψυχῆς καὶ τοῦ ἐσκοτισμένου μου νοός, καὶ κατάσβεσόν μου τὴν φλόγα τῶν παθῶν καὶ ἐλέησον καὶ βοήθησόν μοι, ὅτι ἀσθενὴς καὶ ταλαίπωρός εἰμι ἐγώ, καὶ ῥῦσαι με ἀπὸ τῶν ἐπερχομένων μοι πονηρῶν ἐνθυμήσεων καὶ προλήψεων καὶ πασῶν τῶν κακῶν με ἐλευθέρωσον πράξεων, τῶν ἐν νυκτὶ καὶ ἡμέρᾳ. Ὅτι ὑπερευλογημένη ὑπάρχεις καὶ τὸ ὄνομά σου τὸ ἅγιον δεδοξασμένον εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εὐχὴ πενθούντων

(Ἀπὸ χειρόγραφον τοῦ 1027 τῆς βιβλιοθήκης Παρισίων)

Κύριε, Κύριε, ὁ καὶ τοὺς ἐν θλίψει βιοτικῇ περιπίπτοντας παρακαλῶν, καὶ πάντων τῶν ἐν ὀλιγοψυχίᾳ ὄντων ἀντίληψις ὑπάρχων, αὐτὸς καὶ νῦν ἡμᾶς, τῷ πένθει τούτῳ κατεχομένους, ψυχαγώγησον, πᾶσαν λύπην καὶ θλῖψιν ἐγκειμένην ταῖς καρδίαις ἡμῶν ἀπόσμηξον καὶ τὴν σὴν εὐφροσύνην δώρησαι ἡμῖν. Ἀμήν.

Αἴτησις τῶν πρὸς σωτηρίαν

(Ἐκ τῆς θείας Λειτουργίας τῶν Προηγιασμένων)

Κύριε, ὁ Θεὸς ἡμῶν, μνήσθητι ἡμῶν τῶν ἁμαρτωλῶν καὶ ἀχρείων δούλων σου, ἐν τῷ ἐπικαλεῖσθαι ἡμᾶς τὸ ἅγιον καὶ προσκυνητὸν ὄνομά σου, καὶ μὴ καταισχύνῃς ἡμᾶς ἀπὸ τῆς προσδοκίας τοῦ ἐλέους σου· ἀλλὰ χάρισαι ἡμῖν ὁ Θεός, πάντα τὰ πρὸς σωτηρίαν αἰτήματα καὶ ἀξίωσον ἡμᾶς ἀγαπᾶν καὶ φοβεῖσθαί σε ἐξ ὅλης τῆς καρδίας ἡμῶν καὶ ποιεῖν ἐν πᾶσι τὸ θέλημά σου· ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν, Θεὸς τοῦ ἐλεεῖν καὶ σώζειν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εὐχὴ ἐπὶ τῇ χρίσει δι᾿ ἐλαίου κανδήλας ἁγίου ἢ ἑτέρου ἁγιάσματος πρὸς θεραπείαν ἀσθενῶν

Πάτερ Ἅγιε, ἰατρὲ τῶν ψυχῶν καὶ τῶν σωμάτων, ὁ πέμψας τὸν μονογενῆ σου Υἱόν, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, πᾶσαν νόσον ἰώμενον καὶ ἐκ θανάτου λυτρούμενον, ἴασαι καὶ τὸν δοῦλον σου (ὄνομα τοῦ ἀσθενοῦντος), ἐκ τῆς περιεχούσης αὐτὸν σωματικῆς καὶ ψυχικῆς ἀσθενείας, καὶ ζωοποίησον αὐτόν, διὰ τῆς χάριτος τοῦ Χριστοῦ σου.

ΕΥΧΑΙ εἰς διαφόρους περιστάσεις (ἐκ τοῦ Συνεκδήμου)

Σημείωσις: Τινες ἐκ τῶν κάτωθι εὐχῶν εἰσι λαϊκῆς προελεύσεως, μὴ ἐπισήμως ἀποδεκταὶ ἐν τῇ Ἁγίᾳ Ἐκκλησίᾳ.

ΕΥΧΑΙ ΔΙΑ ΛΥΣΙΝ ΜΑΓΕΙΑΣ

Καλεῖται ὁ Ἱερεὺς καὶ ἐν πρώτοις τελεῖ ἁγιασμόν. Εἶτα, ἀναγινώσκει τὰς παρούσας εὐχάς. Μετὰ τοῦ ἁγιασμοῦ ῥαντίζεται ὁ πάσχων, ἅπασα ἡ οἰκία καὶ τὰ πράγματά του. Πίει ἐκ τοῦ ἁγιάσματος καθημερινῶς, λέγων τὴν εὐχὴν τοῦ ἁγιασμοῦ «διὰ μεταλήψεως καὶ ῥαντισμοῦ».

Εὐλογητός. Βασιλεῦ Οὐράνιε... Τρισάγιον. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς. Τῆς εὐσπλαγχνίας τὴν πύλην. (Ν´ Ψαλμός). Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου... (ΡΜΒ´ Ψαλμός). Κύριε εἰσάκουσον τῆς προσευχῆς μου...

Προσόμοια τοῦ Ἑσπερινοῦ τοῦ Ἁγίου Κυπριανοῦ.

Ἦχος δ´. Ὡς γενναῖον ἐν Μάρτυσι.

Ἱερέων ἐν χρίσματι, καὶ Μαρτύρων ἐν αἵματι τῷ Θεῷ προσήγγισας, τελεώτατα, Κυπριανὲ παναοίδιμε· τὸ ἄνθος τῆς φύσεως· ἡ τῶν λόγων καλλονή· τῆς σοφίας ἀκρόπολις, τῆς ὀρθότητος· τῶν δογμάτων ἡ στάθμη· τῶν κανόνων, παναρμόνιος εὐθύτης· Ἐκκλησιῶν ἡ εὐπρέπεια. (δίς)

Τῶν ἀθλούντων τὴν εὔκλειαν, τῶν Μαρτύρων τὸν στέφανον, ὑπογράφων ἔπεισας τοὺς θεόφρονας, κατατολμᾶν γενναιότατα, ποικίλων κολάσεων, καὶ δεσμῶν καὶ φυλακῆς, καὶ σωμάτων γυμνώσεως, καὶ στρεβλώσεων, καὶ κρυμοῦ δριμυτάτου καὶ μαστίγων, καὶ θανάτου τελευταῖον, Κυπριανὲ πανσεβάσμιε.

Ἐπῳδαῖς ταῖς τοῦ δαίμονος, τὰς ᾠδὰς τὰς τοῦ Πνεύματος, καὶ Σταυροῦ τὸ τρόπαιον ἀντιτάξασα, τὴν παρθενίαν ἐτήρησας, καὶ Μάρτυς ἀήττητος, προσηνέχθης τῷ Χριστῷ, ἱερώτατον σφάγιον· ὅθεν ἔτυχες, τῶν στεφάνων τῆς νίκης, Ἰουστίνα, τῶν Παρθένων καὶ Μαρτύρων, κεκοσμημένη φαιδρότησι.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

Κύριε, ὅπλον κατὰ τοῦ διαβόλου, τὸν Σταυρόν σου ἡμῖν δέδωκας. Φρίττει γὰρ καὶ τρέμει, μὴ φέρων καθορᾶν αὐτοῦ τὴν δύναμιν, ὅτι νεκροὺς ἀνιστᾷ, καὶ θάνατον κατήργησε. Διὰ τοῦτο προσκυνοῦμεν τὴν ταφήν Σου καὶ τὴν ἔγερσιν.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Σταυρὸς ὁ φύλαξ πάσης τῆς οἰκουμένης. Σταυρὸς ἡ ὡραιότης τῆς Ἐκκλησίας. Σταυρὸς βασιλέων κραταίωμα. Σταυρὸς πιστῶν τὸ στήριγμα. Σταυρὸς ἀγγέλων ἡ δόξα καὶ τῶν δαιμόνων τὸ τραῦμα.

Συντριβήτωσαν ὑπὸ τὴν σημείωσιν τοῦ τύπου τοῦ Σταυροῦ Σου πᾶσαι αἱ ἐνάντιαι δυνάμεις (τρίς).

Ἡ βοήθεια ἡμῶν ἐν ὀνόματι Κυρίου τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν.

Εἶτα ὁ Ἱερεύς, θέτων τὴν δεξιὰν ἐπὶ τῆς κεφαλῆς τοῦ πάσχοντος, λέγει·

ΕΥΧΗ Α Τοῦ Ἁγίου Κυπριανοῦ

Τοῦ Κυρίου δεηθῶμεν.

Δέσποτα Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ τὰ πάντα κρατῶν καὶ κυβερνῶν, Ἅγιος καὶ δεδοξασμένος ὑπάρχεις. Δι᾿ ὅ, Βασιλεῦ τῶν Βασιλευόντων καὶ Κύριε τῶν Κυριευόντων, δόξα Σοι. Ὁ καθήμενος ἐν τῷ φωτὶ τῷ ἀπείρῳ καὶ ἀπροσίτῳ βροτοῖς, διὰ προσευχῆς ἐμοῦ τοῦ ταπεινοῦ καὶ ἀναξίου δούλου Σου, φυγάδευσον τοὺς δαίμονας καὶ κατάργησον τὰς πονηρίας αὐτῶν, ἵνα τὰ νέφη δώσωσι ὑετὸν ἐπὶ πᾶσαν τὴν γῆν, καὶ ἡ γῆ δώσῃ τὰ γεννήματα αὐτῆς ἐν τῷ καιρῷ αὐτῶν, τὰ δένδρα καρποφορήσωσιν, καὶ οἱ ἄμπελοι εὐφορήσωσι πλήρεις βοτρύων, αἱ γυναῖκες λυθῶσι καὶ ἐλευθερῶσιν ἀπὸ τοῦ κακοῦ τῶν μητρῶν αὐτῶν, καὶ πᾶς ὁ κόσμος ἄρχων καὶ ἀρχόμενος, καὶ πᾶσα ἡ κτίσις λυθῇ ἀπὸ παντὸς δεσμοῦ τοῦ δαίμονος. Ὁ δὲ δοῦλος Σου (ὄνομα τοῦ πάσχοντος), σὺν παντὶ τῷ οἶκῳ αὐτοῦ καὶ τοῖς πράγμασι αὐτοῦ, λυθήσεται ἐκ παντὸς δεσμοῦ σατανικοῦ, μαγείας, μαγγανίας καὶ ἀντικειμενικῆς δυνάμεως. Δεόμεθά Σου, Κύριε ὁ Θεὸς τῶν Πατέρων ἡμῶν· δός, ἵνα λυθῶσι τὰ ἐκ μαγείας, μαγγανίας, βασκανίας καὶ πάσης σατανικῆς ἐνεργείας δεσμὰ αὐτοῦ καὶ ἀφανισθῶσι πάντα τὰ πονηρὰ ἔργα, διὰ τῆς ἐπικλήσεως τοῦ Παναγίου Πνεύματος Θεοῦ Σαβαώθ.

Ναί! Κύριε τοῦ παντός, ἐπάκουσόν μου δεομένου Σου καὶ λυθήτω ὁ δοῦλος (ὄνομα πάσχοντος) εἰ ἐστι δεδεμένος ἐν οὐρανῷ ἢ ἐν γῇ ἢ ἐν ἀνωφλίῳ ἢ ἐν δέρματι ἀλόγων ἢ ἐν σιδήρῳ ἢ ἐν λίθῳ ἢ ξύλῳ ἢ ἐν γραμματίῳ, δ᾿ αἵματος ἀνθρώπου, ζῴου, πτηνοῦ, ἢ ἰχθύος ἢ διὰ μελάνης ἢ δι᾿ ἄλλου τινός, πρὸς βλάβην αὐτοῦ ἢ του οἴκου αὐτοῦ, καὶ εἰ κατέχωσαν ἢ διέσπειραν αὐτὰ ἐν αὐλαῖς, ἐν θαλάσσῃ, ἐν φρέατι, ἐν μνήματι ἢ ἐν οἱῳδήποτε τόπῳ.

Καὶ εἰ δι᾿ ὀνύχων ἀνθρώπων, ζῴων, πτηνῶν, ἑρπετῶν, (ζώντων ἢ τεθνεώντων), ἢ διὰ χώματος τεθνεώντων ἐγένοντο καὶ εἰ διὰ πασάλου ἢ καρφίου, ἢ βελόνης διεπεράσθησαν, λῦσον ἐν τῇ ὥρᾳ ταύτῃ, Κύριε, διὰ παντός, τῇ κραταιᾷ δυνάμει Σου.

Σὺ Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ γινώσκων τοὺς τόπους, τοὺς τρόπους καὶ τοὺς ἀνθρώπους, διάλυσον καὶ διάῤῥηξον καὶ ἀφάνισον τὰ τῆς μαγείας ἔργα, ἔνθα κεῖνται, τὸν δὲ δοῦλόν Σου (ὄνομα πάσχοντος) διαφύλαξον σὺν παντὶ τῷ οἴκῳ αὐτοῦ.

Συντριβήτωσαν ὑπὸ τὴν σημείωσιν τοῦ Τιμίου καὶ Ζωοποιοῦ Σταυροῦ πᾶσαι αἱ ἐνάντιαι δυνάμεις (τρίς).

Ἀναχωρήτωσαν καὶ διαλυθήτωσαν διὰ παντὸς πάντα τὰ τῆς μαγείας, μαγγανίας καὶ βασκανίας ἔργα, ἐκ τοῦ δούλου τοῦ Θεοῦ (δεῖνος). Ναὶ Κύριε, δεομένου Σου, ἐπάκουσόν μου καὶ ἐλευθέρωσον τὸν δοῦλον Σου καὶ τὸν οἶκον αὐτοῦ ἀπὸ συμπτώματος καὶ δαιμονίου μεσυμβρινοῦ, ἀπὸ πάσης ἀσθενείας ἀναθέματος, ὀργῆς, κατάρας, συσπραγίας, καταλαλιᾶς, φθόνου, βασκανίας, ἀμελείας, νωθρότητος, λαιμαργίας, ἀδυναμίας, βλακείας, ἀφροσύνης, ὑπερηφάνειας, ἀσπλαχνίας, ἀδικίας, ἀλαζονείας καὶ πάσης πλάνης καὶ ἀπάτης, διὰ τὸ Ὄνομά Σου τὸ Ἅγιον καὶ δεδοξασμένον εἰς τοὺς αἰῶνας. Ἀμήν.

ΕΥΧΗ Β

Τοῦ Κυρίου δεηθῶμεν.

Ἐξορκίζω ὑμᾶς, δαιμόνια πονηρά, διὰ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, καὶ διὰ πασῶν τῶν ἀγγελικῶν καὶ θείων δυνάμεων τῶν τῷ Θεῷ ὑπηρετουσῶν καὶ τῶν Ἁγίων Αὐτοῦ μαθητῶν καὶ Ἀποστόλων τοῦ ἔχειν δύναμιν καὶ ἐξουσίαν ἐπὶ τοῦ πλάσματος τοῦ Θεοῦ (ὄνομα τοῦ πάσχοντος) ἢ του οἴκου αὐτοῦ. Φυγαδευθῆτε, ἄθλιοι καὶ πονηροί, ἐντεῦθεν. Ἐκλείπειν ὑμᾶς, ποιῆσαι, Κύριος ὡς ἐκλείπει καπνὸς ἀπὸ προσώπου πυρός, καὶ μὴ ἔχειν ἐξουσίαν πόνους καὶ φόβους ἐπιφέρειν, ζημίαν ἢ κακόν τι ἕτερον ἐν τῷ σώματι καὶ ταῖς σαρξὶν καὶ τοῖς μέλεσι τούτου τοῦ πλάσματος τοῦ Θεοῦ (ὄνομα πάσχοντος), ἢ του οἴκου αὐτοῦ διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦ ἐλευσομένου κρῖναι ζῶντας καὶ νεκρούς.

ΕΥΧΗ Γ

Τοῦ Κυρίου δεηθῶμεν.

Κύριε ὁ Θεὸς ἡμῶν, ὁ παντοκράτωρ καὶ παντοδύναμος, ὁ ποιητὴς τοῦ οὐρανοῦ καὶ τῆς γῆς καὶ κτίστης πάντων, συγγνώμην παράσχου μοι καὶ τῷ δούλῳ Σου τούτῳ, εἰς ὅσο Σοι ἡμάρτομεν, ὡς ἄνθρωποι. Ναὶ ὁ Θεὸς τοῦ Ἀβραάμ, Ἰσαὰκ καὶ Ἰακώβ, ὁ Θεὸς τῶν Ἀγγέλων Μιχαήλ, Γαβριὴλ καὶ Ῥαφαήλ, Χερουβίμ, Σεραφείμ, Ἐξουσιῶν, Δυνάμεων καὶ πάντων τῶν Προφητῶν, Πατριαρχῶν, Μαρτύρων, Ὁμολογητῶν, φύλαξον τὸν δοῦλον Σου (ὄνομα πάσχοντος) τοῦ μὴ ἀδικῆσαι αὐτὸν ἢ βλάψαι τι κακὸν ἢ μαντικὸν ἢ τὸν ἀρχαίκακον διάβολον καὶ τοὺς ὑπουργοῦντας αὐτῷ, ἢ κακὸν ἄνθρωπον, ἢ γυναῖκα, ἐν νυκτὶ καὶ ἡμέρᾳ, ἐν γῇ, ἐν θαλάσσῃ, ἐν ὁδῷ, ἢ περιπάτῳ, ἐν σπηλαίῳ, ἐν οἴκῳ, ἐν χώρᾳ, ἐν χωρίῳ, ἐν ἀγρῷ καὶ ἐν οἰῳδήποτέ τινι τόπῳ, ἐν ὁράσει ἢ ἐν ἀκοῇ, πίνοντα, τρώγοντα, ἀναγινώσκοντα, καθεύδοντα, ἀγρυπνοῦντα, ἐργαζόμενον, ἐν γέλωτι, ἐν ὀφθαλμοῖς, ἐν νώτῳ, ἐν μικτήρσιν, ἐν στόμασι ἐν φάρυγγι, ἐν ὁδοῦσι, ἐν γλώσσῃ, ἐν στήθεσι, ἐν χερσί, ἐν βραχίονι, ἐν δακτύλοις, ἐν κοιλίᾳ, καὶ ὑπογαστρίοις, ἐν ὕπατος καὶ ἐντοσθίοις πᾶσιν, ἐν χολῇ καὶ αἵματι, ἐν σαρκὶ καὶ δερματίδι καὶ πᾶσι τοῖς μέλεσι τοῦ ἀνθρώπου τούτου, ἔνδοθεν καὶ ἔξοθεν, ἀπὸ ποδῶν ἕως κεφαλῆς. Ναὶ Παντοκράτορ Κύριε, ἐλευθέρωσον τὸν δοῦλον Σου (ὄνομα πάσχοντος), ἀπὸ πάσης μαγείας, μαντείας, δεσμοῦ καὶ παντὸς κακοῦ. Καὶ ὡς ἠλευθέρωσας τὸν Ἀδὰμ ἐξ Ἅδου, τὸν μακάριον Πέτρον ἐκ τῆς φυλακῆς, τὸν Παῦλον, τὸ σκεῦος, τῆς ἐκλογῆς, ἐκ τῶν δεσμῶν, διὰ τοῦ Ἁγίου Πνεύματος· τὸν παραλυτικὸν ἐκ τοῦ κρεββάτου, τὸν Λάζαρον ἐκ τοῦ τάφου, τὸν Ἰσραηλιτικὸν λαὸν ἐκ τῆς θαλάσσης, τὸν Ἰωνᾶν ἐκ τῆς κοιλίας τοῦ κήτους, τὸν Λὼτ ἐκ Σοδόμων, τοὺς τρεῖς παῖδας ἐκ τῆς καμίνου τοῦ πυρός, τὸν Δανιὴλ ἐκ τῶν λεόντων, Νῶε ἐκ τοῦ κατακλυσμοῦ, Μαρίαν τὴν Μαγδαληνὴν ἐκ τῶν ἑπτὰ ἀκαθάρτων πνευμάτων· οὕτως Δέσποτα ἐλευθέρωσον καὶ τὸν δοῦλον Σου (ὄνομα πάσχοντος) ἐκ τοῦ δεσμοῦ πάσης μαγείας, μαντείας, φαρμακείας καὶ ἐκ πάσης πονηρᾶς ἐπιβουλῆς τῶν ἐχθρῶν ἡμῶν, ὁρατῶν τε καὶ ἀοράτων καὶ μὴ ἐχέτωσαν δύναμιν, μηδὲ ἐξουσίαν ἐπηρεάζειν. Καὶ ἡ εἰρήνη τοῦ Μονογενοῦς Σου Υἱοῦ ἔστω μετ᾿ αὐτοῦ. Ἀμήν.

ΕΥΑΓΓΕΛΙΟΝ Ἐκ τοῦ κατὰ Ματθαῖον (θ´ 32–34, ι´ 1–2 & 5–9)

Τῷ καιρῷ ἐκείνῳ προσήνεγκον τῷ Ἰησοῦ ἄνθρωπον κωφὸν δαιμονιζόμενον· καὶ ἐκβληθέντος τοῦ δαιμονίου ἐλάλησεν ὁ κωφός, καὶ ἐθαύμασαν οἱ ὄχλοι λέγοντες, ὅτι οὐδέποτε ἐφάνη οὕτως ἐν τῷ Ἰσραήλ. Οἱ δὲ Φαρισαῖοι ἔλεγον· ἐν τῷ ἄρχοντι τῶν δαιμόνων ἐκβάλλει τὰ δαιμόνια. Καὶ προσεκαλεσάμενος τοὺς δώδεκα μαθητὰς αὐτοῦ, ἔδωκεν αὐτοῖς ἐξουσίαν κατὰ πνευμάτων ἀκαθάρτων, ὥστε ἐκβάλλειν αὐτὰ καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. Τούτους τοὺς δώδεκα ἀπέστειλεν ὁ Ἰησοῦς παραγγείλας αὐτοῖς λέγων· Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε· πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. Πορευόμενοι δὲ κηρύσσετε λέγοντες, ὅτι ἤγγικεν ἡ Βασιλεία τῶν οὐρανῶν. Ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαρίζετε, νεκροὺς ἐγείρετε, δαιμόνια ἐκβάλλετε. Δωρεὰν ἐλάβατε, δωρεὰν δότε.

ΕΥΧΗ Δ

Τοῦ Κυρίου δεηθῶμεν.

Κύριε τῶν δυνάμεων καὶ πάσης κτίσεως Δημιουργέ, πρόσδεξαι τὰς δεήσεις, ἃς προσήξαμέν Σοι διὰ τὸν δοῦλον Σου (ὄνομα πάσχοντος) καὶ δίωξον τοὺς ἐχθροὺς ἡμῶν τοὺς ἀοράτους καὶ πάντας τοὺς ἐν αὐτῷ ὑπουργοῦντας, καὶ πᾶσαν αὐτῶν πανουργίαν, ἀλαζονείαν καὶ πονηρὰν ἀσθένειαν τοῦ μηδέποτε ἔχειν δύναμιν ἢ ἐξουσίαν κατ᾿ αὐτοῦ, τοῦ καταδυναστεύειν αὐτόν. Ἐπὶ Σοι γάρ, Κύριε, ἤλπιζεν αὐτὸς τε καὶ ἡμεῖς καὶ μὴ καταισχυνθείημεν εἰς τὸν αἰῶνα, ἀλλ᾿ ἐν τῇ δικαιοσύνῃ Σου καὶ τῇ δυνάμει Σου, ἐλευθέρωσον τοῦτον· πρεσβείας καὶ ἱκεσίαις τῆς Ὑπερενδόξου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας καὶ πάντων τῶν Ἁγίων. Ἀμήν.

ΕΥΑΓΓΕΛΙΟΝ Ἐκ τοῦ κατὰ Ματθαῖον (ιζ´ 14–21)

Τῷ καιρῷ ἐκείνῳ ἄνθρωπός τις προσῆλθε τῷ Ἰησοῦ γονυπετῶν αὐτὸν καὶ λέγων· Κύριε, ἐλέησόν μου τὸν υἱόν, ὅτι σεληνιάζεται καὶ κακῶς πάσχει· πολλάκις γὰρ πίπτει εἰς τὸ πῦρ καὶ πολλάκις εἰς τὸ ὕδωρ. Καὶ προσήνεγκα αὐτὸν τοῖς μαθηταῖς Σου καὶ οὐκ ἠδυνήθησαν αὐτὸν θεραπεῦσαι. Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· Ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη! Ἕως πότε ἔσομαι μεθ᾿ ἡμῶν; ἕως πότε ἀνέξομαι ὑμῶν; φέρετέ μοι αὐτὸν ὧδε. Καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς καὶ ἐξῆλθεν ἀπ᾿ αὐτοῦ τὸ δαιμόνιον καὶ ἐθεραπεύθη ὁ παῖς ἀπὸ τῆς ὥρας ἐκείνης. Τότε προσελθόντες οἱ μαθηταὶ τῷ Ἰησοῦ κατ᾿ ἰδίαν εἶπον· Διατὶ ὑμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό; Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Διὰ τὴν ἀπιστία ὑμῶν. Ἀμήν λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ μετάβηθι ἐντεῦθεν ἐκεῖ καὶ μεταβήσεται, καὶ οὐδὲν ἀδυνατήσει ὑμῖν. Τοῦτο δὲ τὸ γένος οὐκ ἐκπορεύεται, εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ.

ΕΥΧΗ Ε Γρηγορίου τοῦ Δεκαπολίτου

Τοῦ Κυρίου δεηθῶμεν.

Δέσποτα Θεέ, Πάτερ Παντοκράτωρ, ὁ διοικῶν καὶ κυβερνῶν τὴν πᾶσαν κτίσιν καὶ φυλάσσων τὰς ψυχὰς καὶ τὰ σώματα τῶν ἀνθρώπων ἀπὸ τοῦ νοητοῦ καὶ δολίου δράκοντας καὶ ἀποστείλας τὸν Μονογενῆ Σου Υἱόν, Ὑπεράγιε, διὰ τὴν ἡμετέραν σωτηρίαν, γεννηθέντα ἐκ τῆς Ἀειπαρθένου Μαρίας· Αὐτὸς Πανάγαθε Βασιλεῦ, ἀποδίωξον πᾶν πονηρὸν καὶ ἀκάθαρτον καὶ ἐβδελυγμένον πνεῦμα καὶ πᾶσαν μαγείαν, φαρμακείαν, μαντείαν καὶ πᾶσαν ἀσέβειαν καὶ πονηρὰν ἀσθένειαν ἀπὸ τοῦ δούλου Σου (ὄνομα πάσχοντος) καὶ πᾶν πνεῦμα ἐπιβουλεῦον καὶ ἀδικοῦν αὐτό. Ἐξαλειφθήτω δὲ πᾶσα πονηρία καὶ ἀκαθαρσία αὐτοῦ.

Ὁρκίζω σε εἰς τὸν ὁρατὸν καὶ Ὑψηλότατον Θρόνον τοῦ Παντοκράτορος Θεοῦ, πᾶν ἀκάθαρτον καὶ πονηρόν, ἐρχόμενον καὶ ἐμφωνεῦον καὶ ἀδικοῦν αὐτόν. Ὁρκίζω σε εἰς τὸν ἀνεξιχνίαστον καὶ ἀκατάληπτον Θεόν, Ὃν τρέμουσιν οἱ Οὐρανοὶ καὶ ἡ γῆ καὶ ἡ θάλασσα καὶ δοξολογοῦσιν οἱ ἅγιοι· Φεῦγε ἀνεμόπους καὶ ἄνομε· φεῦγε ἀνεμόφορε καὶ ἀνεμόστροφε· φεῦγε δαιμόνιον τὸ ἐγείραν τὴν δεξιὰν ἐπὶ τὴν ἀριστεράν· φεῦγε ὁ χαλεπὸς δαίμων, ὁ ἁπτόμενος τῶν καρδιῶν τῶν ἀνθρώπων, ὁ ἐρχόμενος εἰς τὰ ὀστᾶ καὶ εἰς τοὺς ὀφθαλμοὺς αὐτῶν, ὁ δαμάζων τὰ σώματα τῶν ἀνθρώπων καὶ τὴν σάρκα αὐτῶν, ὁ ἁπτόμενος τῶν νεύρων καὶ τῶν ἀρτηριῶν αὐτῶν· φεῦγε ἀπὸ τὸν δοῦλόν του Θεοῦ (ὄνομα πάσχοντος) καὶ ἀναχώρησον ἀπὸ τοῦ πλάσματος τοῦ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν. Ὁρκίζω σε καὶ αὖθις εἰς τὸν ἐπουράνιον Θεὸν καὶ Βασιλέα πάντων τῶν ποιημάτων Αὐτοῦ καὶ κτισμάτων, καὶ μὴ ἐμμείνῃς, πονηρὲ καὶ μιαρὲ δαίμων εἰς τὸν δοῦλον τοῦ Θεοῦ (ὄνομα πάσχοντος) καὶ μὴ ψυχὴν καὶ καρδίαν κρατήσῃς, μὴ ἅψῃ σὺ εἰς ἧπαρ ἢ εἰς πνεύμονα ἢ εἰς νεφρούς, μηδὲ ὀστᾶ αὐτοῦ διασείσῃς, μὴ σάρκα παραλύσῃς, μὴ δακτύλους ἢ ἀστραγάλους, ἢ κνήμας, ἢ μηρούς, ἢ πήχεις, ἢ ὦτα, ἢ ἐγκέφαλον αὐτοῦ ἢ ὀφθαλμούς, μηδὲ ἕτερον ἐκ τῶν μελῶν τοῦ σώματος αὐτοῦ ἀδικήσῃς ἢ ὑπογαστρίον βαρύνῃς, μὴ ἐνδυθῇς τὴν τάξιν τῶν στοιχείων καὶ διαφθείρῃς τὴν τάξιν αὐτοῦ. Ἀλλ᾿ ἔξελθε σὺν πάσῃ πονηρᾷ ἀσθενείᾳ, καὶ ἀναχώρησον ἀπὸ τοῦ δούλου τοῦ Θεοῦ (ὄνομα πάσχοντος) διὰ τοὺς ἀφορκισμοὺς καὶ ἐξορκισμούς, οὓς ἐπιτιμᾷ σοι Κύριος ὁ Θεός, ὁ Μέγας τῇ βουλῇ καὶ αἰνετὸς τοῖς ἔργοις. Φεῦγε πᾶν κακὸν καὶ ἀκάθαρτον πνεῦμα, καὶ ἀναχώρησον ἀπὸ τοῦ δούλου τοῦ Θεοῦ (ὄνομα πάσχοντος) ἐν ὀνόματι τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΕΥΑΓΓΕΛΙΟΝ Ἐκ τοῦ κατὰ Ματθαῖον (ε´ 23–25)

Τῷ καιρῷ ἐκείνῳ περιῆγεν ὁ Ἰησοῦς ὅλην τὴν Γαλλιλαίαν, διδάσκων ἐν ταῖς συναγωγαῖς καὶ κηρύσσων τὸ Εὐαγγέλιον τῆς Βασιλείας καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ. Καὶ ἀπῆλθεν ἡ ἀκοὴ Αὐτοῦ εἰς ὅλην τὴν Συρίαν καὶ προσήνεγκαν Αὐτῷ πάντας τοὺς κακῶς ἔχοντας ποικίλαις νόσοις καὶ βασάνοις συνεχομένους καὶ δαιμονιζομένους καὶ παραλυτικοὺς καὶ ἐθεράπευσεν αὐτούς.

ΕΥΧΗ ΣΤ Γρηγορίου τοῦ Δεκαπολίτου

Τοῦ Κυρίου δεηθῶμεν.

Βασιλεῦ Οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς Ἀληθείας, ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν, ὁ θησαυρὸς τῶν ἀγαθῶν, καὶ ζωῆς χορηγός, ὁ ποιητὴς τῶν ἄνω καὶ τῶν κάτω καὶ πάντων τῶν ὄντων ἐμφανῶν καὶ ἀφανῶν, ὁ δοὺς ἐξουσίαν καὶ δύμαμιν τοῖς Σοῖς μαθηταῖς καὶ Ἀποστόλοις, θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐπιγενομένην τοῖς ἀνθρώποις, ἐπάκουσον καὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ ἐν τῇ ὥρᾳ ταύτῃ καὶ δίωξον καὶ ἐξάλειψον ἐκ τοῦ δούλου Σου (ὄνομα πάσχοντος) πᾶν πονηρὸν καὶ ἀκάθαρτον καὶ πᾶσαν πονηρὰν ἀσθένειαν καὶ ἐπιβουλὴν τοῦ ἀντικειμένου, δι᾿ εὐχῶν καὶ δεήσεων τῶν ἁγίων Σου ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων Πέτρου καὶ Παύλου, Μάρκου καὶ Λουκᾶ, Φιλίππου καὶ Ματθαίου, Ἰωάννου καὶ Θῶμα, Ἀνδρέου καὶ Ἰακώβου καὶ πάντων τῶν Ἁγίων Ἀποστόλων καὶ τῶν ἑβδομήκοντα τῶν καταβαλόντων τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου, τουτέστι τὸν διάβολον, ὅπως δραπετεύσῃ καὶ ἐκκρύβῃ εἰς τόπον ἡτοιμασμένον αὐτῷ καὶ πᾶσι τῆς μετ᾿ αὐτοῦ· καὶ οὐδὲν τῆς ἀδικίας αὐτοῦ ἀδικήσει τὸν δοῦλον Σου τοῦτον. Ἐπακοῦσατε οὖν, Ἅγιοι Ἀπόστολοι, ἐμοῦ τοῦ δεομέμου ἐν τῇ ὥρᾳ ταύτῃ καὶ περιφυλάξατε τὸν δοῦλον ὑμῶν (ὄνομα πάσχοντος) ἀπὸ πάσης ἐπηρείας δαιμονικῆς, διὰ τοῦ ὀνόματος τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος.

Εἶτα τὸ Ἀπολυτίκιον τοῦ Ἁγίου Κυπριανοῦ. Ἦχος δ´. Καὶ τρόπων μέτοχος.

Καὶ τρόπων μέτοχος, καὶ θρόνων διάδοχος τῶν Ἀποστόλων γενόμενος, τὴν πρᾶξιν εὗρες θεόπνευστε εἰς θεωρίας ἐπίβασιν· διὰ τοῦτο τὸν λόγον τῆς ἀληθείας ὀρθοτομῶν, καὶ τῇ πίστει ἐνήθλησας μέχρις αἵματος, ἱερομάρτυς Κυπριανέ, πρέσβευε Χριστῷ τῷ Θεῷ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ τὸ Κοντάκιον. Ἦχος α´. Χορὸς ἀγγελικός.

Ἐκ τέχνης μαγικῆς, ἐπιστρέψας θεόφρον, πρὸς γνῶσιν θεϊκήν, ἀνεδείχθης τῷ κόσμῳ ἀκέστωρ σοφώτατος, τὰς ἰάσεις δωρούμενος, τοῖς τιμῶσι σε, Κυπριανὲ σὺν Ἰουστίνῃ, μεθ᾿ ἧς πρέσβευε τῷ φιλανθρώπῳ Δεσπότῃ σωθῆναι τοὺς δούλους σου.

Ἀναστήτω ὁ Θεὸς καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φευγέτωσαν ἀπὸ προσώπου Αὐτοῦ οἱ μισοῦντες Αὐτόν. Ὡς ἐκλείπει καπνὸς ἐκλειπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός. Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.

Ἀπόλυσις.

Δόξα Σοι ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα Σοι.

Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, πρεσβείαις τῆς Παναχράντου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, δυνάμει τοῦ Τιμίου καὶ Ζωοποιοῦ Σταυροῦ, προστασίας τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων, τοῦ τιμίου ἐνδόξου Πραφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἐν Ἁγίοις Πατέρων καὶ οἰκουμενικῶν μεγάλων διδασκάλων καὶ ἱεραρχῶν, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου, Ἀθανασίου καὶ Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος, Πατριαρχῶν Ἀλεξανδρείας, Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, Νεκταρίου Πενταπόλεως τῶν θαυματουργῶν, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων, τοῦ ἁγίου Ἀποστόλου Πρωτομάρτυρος καὶ ἀρχιδιακόνου Στεφάνου, τῶν ἁγίων ἐνδόξων μεγάλων μαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλήτου, Θεοδώρου Τήρωνος καὶ Θεοδώρου Στρατηλάτου, Μηνᾶ τοῦ θαυματουργοῦ καὶ ἱερομάρτυρος Χαραλάμπους, τῶν ὁσίων, καὶ θεοφόρων Πατέρων ἡμῶν Ἀντωνίου, Εὐθυμίου, Σάββα τοῦ ἡγιασμένου, Θεοδοσίου τοῦ Κοινοβιάρχου, Ὀνουφρίου, Ἀρσενίου, Γερασίμου τοῦ νέου ἀσκητοῦ καὶ πάντων τῶν ὁσίων, τῶν ἁγίων καὶ ἰαματικῶν Ἀναργύρων Κοσμᾶ καὶ Δαμιανοῦ, Κύρου καὶ Ἰωάννου, Παντελεήμονος καὶ Ἑρμολάου, Σαμψὼν καὶ Διομήδους, Μωκίου καὶ Ἀνικήτου, Θαλλελαίου καὶ Τρύφωνος καὶ Παγκρατίου τοῦ ἀρχιεπισκόπου, τῶν Ἁγίων δικαίων Θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, τοῦ Ἁγίου ἱερομάρτυρος Κυπριανοῦ, Κοσμᾶ τοῦ Αἰτωλοῦ, καὶ νεομάρτυρος Ἰακώβου καὶ πάντων τῶν Ἁγίων, ἐλεῆσαι καὶ σῶσαι ἡμᾶς ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.

Δι εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ΠΑΡΑΚΛΗΣΙΣ ΤΟΥ ΑΓΙΟΥ ΚΥΠΡΙΑΝΟΥ

Ἐγὼ ὁ δοῦλος τοῦ Θεοῦ Κυπριανός, ἀπὸ τὰς μαγικὰς βίβλους κατέχων καὶ περιεργαζόμενος εἰς πάντας· ἀπόλυσον τὰς ψυχὰς τῶν δούλων σου, καὶ σώματα τῶν ἀνθρώπων, οὐδὲν ἐπικαλούμενος παρὰ τῷ ὀνόματί σου καὶ τὸ Τιμίῳ Σταυρῷ τοιχιζόμενος· ὅστις τὰς πανουργίας καὶ ἐνέδρας αὐτοῦ τοῦ διαβόλου μισόκαλου συνέτριψε καὶ τέλος ἠφάνισε· καὶ πάντας τοὺς εἰς αὐτὸν Πιστεύσαντας καὶ Ὁμολογοῦντας αὐτόν, ἕνα Θεὸν, ἔσωσεν ὅτι αὐτός ἐστι Δεσπότης πάσης ὁρατῆς καὶ ἀοράτου Κτίσεως καὶ Δημιουργίας, Θεὸς τῶν Θεῶν, καὶ Κύριος Τῶν Κυρίων, Βασιλεὺς τῶν Βασιλευόντων· λύτρωσον καὶ σῶσον ἐκ τῆς δυσμενοῦς καὶ δυσπράκτου χειρὸς τοῦ διαβόλου τοὺς δούλους του Θεοῦ (ὄνομα) καὶ διαδόχους τῆς βασιλείας σου ποίησον. Ἀμήν. Διὰ τοῦτο τοῦ κραταιοῦ καὶ Μεγάλου Προσκυνητοῦ Ὀνόματος τοῦ Ἰησοῦ Χριστοῦ, τοῦ Υἱοῦ Τοῦ Θεοῦ, ἐξέλασον πᾶν πονηρὸν Πνεῦμα, ἐκ τοῦ πονηροῦ ἐξερχόμενον, ζῆλον, φθόνον, ῥῖγος, μῖσος, πυρετόν, ἀπὸ τὸν δοῦλόν του Θεοῦ (ὄνομα) Ἐπὶ τῷ ὀνόματι τῆς Ἁγίας Τριάδας. Ἀμήν.

Τοῦ Κυρίου δεηθῶμεν.

Ὡς ἐπορεύοντο οἱ μαθηταὶ τοῦ Χριστοῦ Πέτρος καὶ Ἰωάννης ὁ Θεολόγος, ἦλθον εἰς οἶκόν τινος ἀνθρώπου, καὶ εὑρόντες αὐτὸν κείμενον ἐπὶ κλίνης, καὶ ἰδόντες αὐτὸν οἱ ἅγιοι τὸν εὐσπλαχνίσθησαν, καὶ θέσαντες ἐπ᾿ αὐτοῦ τοῦ ἀσθενοῦς τὰς χεῖρας των, εἶπον· Ἐπὶ τῷ ὀνόματι τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος· Ἀνάστα καὶ ὑγιὴς γίνου. Καὶ εὐθέως ἠγέρθη ὁ ἄνθρωπος ἐκεῖνος καὶ ἠρώτησεν ὁ Ἅγιος Πέτρος λέγων· Ἄνθρωπε τί ἐστιν ἡ ἀσθένειά σου; Ὁ δὲ ἀσθενὴς ἀπεκρίθη· Κύριέ μου οὐ γιγνώσκω τί ἐστι τοῦτο· οὐδὲν οἶδα, καθότι ἐργαζόμην εἰς τὸ ἀμπέλιόν μου ἐν ἡμέρᾳ Σαββάτῳ· καὶ περὶ τὴν ἐννάτην ὥραν ἔμποροι κατήρχοντο ἐν τῇ ὁδῷ καὶ λέγουσι πρὸς ἀλλήλους· Καλή ἐστιν ἡ ἄμπελος τοῦ ἀνθρώπου, ἀλλὰ καὶ εὐτυχὴς ἐστιν, καὶ ποίμνην ἔχει παμμεγέθη, καὶ βόας καὶ ὄνους πολλοὺς! Ἅμα δὲ τὸν λόγον τοῦτον εἰπόντες, εὐθέως ἡ ἄμπελος ἐξηράνθη, καὶ ἡ ποίμνη ἀπενεκρώθη, ἐγὼ τὸ πῶς ἦλθον ἐνταῦθα οὐ γινώσκω. Ἐννοήσαντες δὲ οἱ Ἅγιοι, ὅτι ἀπὸ κακοῦ ὀφθαλμοῦ καὶ κακοῦ πιλαλήματος ἔγιναν ταῦτα, ἀτενίσαντες τότε εἰς τὸν Οὐρανὸν καὶ δακρύσαντες οἱ Ἅγιοι εἶπον· Δόξα σοι ὁ Κύριος καὶ ὁ Θεὸς ἡμῶν, μακρὰν ὡς καὶ ἐγγὺς εὑρισκόμενος, ὁ ταχὺ ἐπακούων τῶν ἐπικαλούμενων σοι, ἐν ὅλῃ καρδίᾳ οἴδαμεν! Οἴδαμεν Δέσποτα, ὅτι πάντας ὑπακούεις τοὺς δούλους σου καὶ οὐδέποτε ἀποστρέψας τὸ πρόσωπόν σου ἀφ᾿ ἡμῶν· καὶ νῦν διὰ τῆς Εὐσπλαχνίας, ἔπιδε ἐπὶ τὸν δοῦλον (ὄνομα) καὶ ἀνάστησον αὐτὸν ἀπὸ κλίνης ὀδυνηρᾶς καὶ στρωμνῆς κακώσεως καὶ λύτρωσον αὐτὸν ἀπὸ παντὸς ἀγαθοῦ. Διὰ πρεσβειῶν τῆς παναχράντου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας, καὶ πάντων σου τῶν Ἁγίων, ἀνακούφισον καὶ θεράπευσον, αὐτὸν ἀπὸ κεφαλῆς ὀφθαλμῶν, αὐτιῶν, ἀπὸ ῥάχης, ἀπὸ ὀδόντων, ἀπὸ λάρυγγος, ἀπὸ πνεύμονος, ἀπὸ τραχήλου, ἀπὸ στήθους, ἀπὸ κοιλίας, ἀπὸ ὀμφαλοῦ, ἀπὸ μηρῶν, ἀπὸ σκελῶν, ἀπὸ ἀστραγάλων, ἀπὸ δακτύλων, ἀπὸ τριχῶν κεφαλῆς, μέχρι τῶν ὀνύχων τῶν ποδῶν, ἀπὸ ψυχῆς καὶ σώματος, ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος· κάθαρον αὐτόν, καὶ φυλάττε αὐτὸν Ἅγιε Συμεὼν Στυλῖτα, Ἅγιε Μᾶρκε, Ἅγιε Σῶζον, Τίμιε καὶ ζωοποιὲ Σταυρὲ Τοῦ Θεοῦ. Ἅγιε Ἰωάννη Πρόδρομε, Ἅγιε Γρηγόριε τῆς μεγάλης Ἀρμενίας, Ἅγία Ἀναστασία Φαρμακολύτρια. Ἅγιε Ἐλευθέριε καὶ πάντες οἱ Ἅγιοι σὺν τῇ Δεσποίνῃ ἡμῶν Θεοτόκῳ, ἐλευθερώσατε τὸν δοῦλον τοῦ Θεοῦ (ὄνομα) τὸν ἔχοντα καὶ κρατοῦντα τὸ φυλακτήριον τοῦτο, ἀπὸ παντὸς κακοῦ. Ἐπ᾿ ὀνόματι τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος. Ἀμήν.

ΕΥΧΗ ΔΙΑ ΑΠΑΛΛΑΓΗΝ ΤΩΝ ΑΙΣΧΡΩΝ ΛΟΓΙΣΜΩΝ

Δέσποτα Κύριε ὁ Θεός μου, οὗ ἐν χερσὶν οἱ κλῆροί μου, ἀντιλαβοῦ μου κατὰ τὸ ἔλεός σου, καὶ μὴ ἐάσῃς με συναπολέσθαι ταῖς ἀνομίαις μου, μηδὲ τῷ θελήματι ἐπακολούθησαι τῆς ἐπιθυμούσης σαρκός μου κατὰ τοῦ πνεύματος. Πλάσμα σόν εἰμι, μὴ παρίδῃς ἔργον χειρῶν σου, μὴ ἀποστραφῇς, οἴκτειρον, ἀλλὰ μὴ ἐξουδενώσῃς, μηδὲ ὑπερίδῃς με, Κύριε, ὅτι ἀσθενὴς εἰμι, ὅτι πρὸς σὲ κατέφυγον τὸν σκεπαστήν μου Θεόν.Ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι, σῶσον με ἕνεκεν τοῦ ἐλέους σου, ὅτι ἐπὶ σὲ ἐπεῤῥίφην ἐκ νεότητός μου· αἰσχυνθήτωσαν οἱ ἐπανασταμένοι μοι καὶ ἐντραπήτωσαν οἱ ζητοῦντες με ἐξῶσαι ἀπὸ σοῦ διὰ πράξεων ἀσέμνων, διὰ λογισμῶν ἀπρεπῶν, δι᾿ ἐνθυμήσεων ἀσυμφόρων. Ἀπέλασον ἀπ᾿ ἐμοῦ πᾶσαν ῥυπαρίαν, κακίας περίσσευμα, ὅτι σὺ εἶ μόνος ἅγιος, μόνος ἰσχυρός, μόνος ἀθάνατος, κατὰ πάντα ἔχων τὴν δυναστείαν ἀνείκαστον, καὶ διὰ σοῦ δίδοται πᾶσιν ἡ κατὰ τοῦ διαβόλου καὶ τῆς αὐτοῦ στρατιᾶς ἰσχύς. Ὅτι πρέπει σοὶ πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Δέσποινα Θεοτόκε, ἡ ἐλπίς μου, καὶ καταφυγή μου, σὺ γινώσκεις τοὺς λογισμούς μου καὶ τὰς πράξεις μου καὶ τὴν ἀσθένειαν τῆς ταπεινῆς μου φύσεως, καὶ σοὶ τὴν ἐμὴν ψυχὴν παριστῶ ῥερυπωμένην πολλαῖς ἁμαρτίαις καὶ λογισμοῖς ἀτόποις. Σύ, Δέσποινα, βλέπεις τὰ ἕλκη τῶν τραυμάτων τῆς ἐμῆς ψυχῆς, σὺ τὴν ἴασιν βράβευσον, ἐπιχέουσα ῥανίδα τῆς σῆς φιλανθρώπου συμπαθείας. Ἐπίβλεψον, Δέσποινά μου Θεοτόκε, καὶ εὐμενῆ ποίησόν μετ᾿ ἐμοῦ τὸν σὸν Υἱὸν καὶ Θεόν, τὸν μέλλοντα δημοσιεύειν ἐνώπιον Ἀγγέλων καὶ ἀνθρώπων τοὺς πονηρούς μου λογισμοὺς καὶ ἐνθυμήσεις καὶ πράξεις. Δέχεταί σε ὡς Μητέρα ὁ φιλάνθρωπος, ὑπὲρ ψυχῆς ἁμαρτωλοῦ καὶ ἀπεγνωσμένης πρεσβεύουσαν, ὡς καταφυγὴν καὶ μεσίτριαν τῶν ἁμαρτωλῶν. Ἐλέησόν με τὸν χειμαζόμενον τῷ πελάγει τῶν πειρασμῶν, τὸν θαῤῥοῦντα τῷ σῷ ἐλέει καὶ τῇ συμπαθεῖ προστασίᾳ, τὸν ἐπιῤῥίπτοντα διὰ παντὸς τὸ τῆς ψυχῆς ὄμμα εἰς τὸ πλῆθος τῶν σῶν οἰκτιρμῶν, καὶ προσφέροντά σοι στεναγμὸν ἐκ καρδίας συντετριμμένης. Μὴ παύσῃ ὑπὲρ ἐμοῦ πρεσβεύουσα τοῦ ταπεινοῦ καὶ ἀθλίου, ἵνα διὰ τῆς σῆς ἀντιλήψεως ἀξιωθῶ συγχωρήσεως τῶν πολλῶν μου δεινῶν πράξεων. Σὲ γὰρ ἐπὶ τούτου καταφυγὴν τῶν ἁμαρτωλῶν ἔθετο ὁ Υἱὸς σου καὶ Θεὸς ἡμῶν, ὁ πάσης κτίσεως δημιουργός. Καὶ ἵνα διὰ τῆς σῆς πρὸς αὐτὸν μεσιτείας τυχῶν σωτηρίας, μεγαλύνω καὶ δοξάζω τὸ ὑπεράγιον καὶ ὑπέρτιμον ὄνομα, σοῦ τῆς ὑπερευλογημένης καὶ ὑπεράγνου Θεομήτορος, τῆς Πανενδόξου Παντανάσσης, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς ἀτελευτήτους αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία, Δέσποινα Θεοτόκε ἡ μόνη καθαρωτάτη ψυχὴ τε καὶ σώματι, ἡ μόνη κατοικητήριον ὅλη γενομένη τῆς ὅλης χάριτος τοῦ παναγίου Πνεύματος, καντεῦθεν καὶ αὐτὰς τὰς ἀΰλους καὶ ἀγγελικὰς Δυνάμεις ἀσυγκρίτως ὑπερβᾶσα τῇ καθαρότητι καὶ τῷ ἁγιασμῷ τῆς ψυχῆς καὶ τοῦ σώματος. Ἔπιδε ἐπ᾿ ἐμὲ τὸν ἐναγὴ καὶ ἀκάθαρτον καὶ ῥερυπωμένον καὶ ψυχὴν καὶ σῶμα τῷ μολυσμῷ τῆς ἐμπαθοῦς καὶ ἐνηδόνου ζωῆς μου. Κάθαρόν μου τὴν ἐμπαθῆ διάνοιαν καὶ ἄγνισον, διόρθωσόν μου τοὺς πεπλανημένους καὶ τετυφλωμένους λογισμούς, ῥύθμισον καὶ παιδαγώγησόν μου τὰς αἰσθήσεις, ἐλευθέρωσόν με τῆς τυραννούσης κακίας καὶ αἰσχρᾶς συνηθείας τῶν ἀκαθάρτων προλήψεων καὶ παθῶν. Στῆσόν μου πᾶσαν τὴν κατ᾿ ἐνέργειαν ἁμαρτίαν, καὶ δώρησαί μοι νήψιν καὶ διάκρισιν τῷ ἐσκοτισμένῳ καὶ ταλαιπώρῳ νοῒ πρὸς διόρθωσιν τῶν οἰκείων σφαλμάτων τε καὶ παραπτωμάτων, ἵνα τοῦ σκότους τῆς ἁμαρτίας ἀπαλλαγείς, καταξιωθῶ δοξάζειν καὶ ἀνυμνεῖν ἐν παῤῥησίᾳ, σε τὴν μόνην ἀληθινὴν Μητέρα τοῦ ἀληθινοῦ φωτός, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν. Ὅτι μόνη σὺν αὐτῷ καὶ δι᾿ αὐτοῦ εὐλογημένη καὶ δεδοξασμένη ὑπάρχεις ὑπὸ πάσης τῆς ἀοράτου καὶ ὁρατῆς κτίσεως, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Δέσποτα Κύριε Ἰησοῦ Χριστέ, Λόγε τοῦ Θεοῦ ἀθάνατε, ὁ τῶν μεγίστων φύσεων τεχνίτης καὶ κυβερνήτης, τὸ φῶς τῆς ἀληθείας, ὁ τοῦ σκότους τῆς ἀγνοίας διώκτης, ἡ λαμπρότης τῶν νηφαλίων ψυχῶν, ἡ παγκόσμιος χαρὰ τῶν ὀρθοδόξων, ἡ ἡδύτης τῶν Ἀγγέλων καὶ τῶν ψυχῶν, ὁ ὅλος ὢν κάλλος ἀκόρεστον, ὁ ὅλος ὡς γλυκασμὸς, ὁ ὅλος ὢν ἐπιθυμία καὶ ἔφεσις, ὁ τῆς κατὰ νοῦν ἀντιλήψεως ἄφθονος ὄλβος τοῖς γνησίως σοι διακείμενοις, ὁ φύσει ἀγαθὸς καὶ εὔσπλαγχνος καὶ ἐλεήμων, ἀποδίωξον ἀπ᾿ ἐμοῦ τοῦ ταλαιπώρου τοὺς παρενοχλοῦντας μοι λογισμούς. Σὺ γὰρ ἐπίστασαι, καρδιογνῶστα, ὁ θεωρῶν τὰ κρυπτὰ τῆς καρδίας μου, ὅτι ἀκούσιά μου εἰσι. Συγχώρησόν μοι, Δέσποτα τῶν ἁπάντων, καὶ μὴ γενέσθωσάν μοι εἰς σύνταγμα ἁμαρτίας, ἀλλ᾿ ἵλεώς μοι γενόμενος, ἐξαπόστειλον τὴν χάριν σου ἐξ ἁγίου θρόνου δόξης σου, καὶ ἐπεσκίασον τῇ ἀσθενείᾳ μου τοῦ ἀχρείου δούλου σου. Ἀμήν.

ΠΡΟΣΕΥΧΗ ΔΙΑ ΑΝΑΡΡΩΣΙΝ ΕΞ ΑΣΘΕΝΕΙΑΣ

Φλογίζει ἡ κάμινος ἀμέτρων πόνων καὶ κατακαίει με πυρετοῦ λοιμικῆς με ἡ φλὸξ ἄπαυστος ἡ ἀναιδέστατος. Ἀλλὰ τῇ δρόσῳ τοῦ ἐλέους σου, Σῶτερ, ἀνάμειξον ψάλλοντα· Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν πατέρων ἡμῶν.

Ὀδυνηρῶς στενάζομεν ἀπὸ κλίνης ὀδύνης ἡμῶν καὶ ἀπὸ λοιμώδους ἀσθενείας κράζομεν πρὸς σὲ τὸν φιλάνθρωπον τὰ τῆς καρδίας ὄμματα νῦν ἀναπετῶντες τὴν ὑγείαν αἰτοῦμεν. Ἐπίσκεψαι ἡμᾶς, Σῶτερ, καὶ ἀνάστησον ψάλλειν· Λαὸς ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Δέσποτα, Δέσποτα παντοκράτορ, ἰατρὲ ψυχῶν καὶ σωμάτων, ὁ ταπεινῶν καὶ ἀνυψῶν, ὁ παιδεύων καὶ πάλιν ἰώμενος, τὸν ἀδελφὸν ἡμῶν (δεῖνα) τὸν ἀσθενοῦντα ἐπισκέψαι ἐν τῷ ἐλέει σου, καὶ ἔκτεινον τὸν βραχίονά σου τὸν ἀόρατον, τὸν πλήρη ἰάσεως καὶ θεραπείας, καὶ ἴασαι αὐτόν, ἐξανιστὼν ἀπὸ κλίνης καὶ ἀῤῥώστιας, ἐπιτίμησον τῷ πνεύματι τῆς ἀσθενείας, ἀπόστησον ἀπ᾿ αὐτοῦ πᾶσαν πληγήν, πᾶσαν ἀλγηδόνα, πᾶσαν μάστιγα, πάντα πυρετὸν ἢ ῥῖγος, καὶ εἰ τι ἐστιν ἐν αὐτῷ πλημμέλημα, ἢ ἀνόμημα ἄνες, ἄφες, συγχώρησον διὰ τὴν σὴν φιλανθρωπίαν. Ναί, Κύριε, φεῖσαι τοῦ πλάσματος σου, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ᾿ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ, καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἅγιε, ἰατρὲ ψυχῶν καὶ σωμάτων ἡμῶν, ὁ πέμψας τὸν μονογενῆ σου υἱόν, τὸν Κύριον ἡμῶν Ἰησοῦ Χριστόν, πᾶσαν νόσον ἰώμενος καὶ ἐκ θανάτου λυτρούμενος, ὃς καὶ τὸν Λάζαρον ἐκ νεκρῶν ἤγειρας, καὶ ζωὴν αὐτῷ χαρισάμενος· ἴασαι καὶ τὸν δοῦλον σου (δεῖνα) ἐκ τῆς περιεχούσης αὐτὸν σωματικῆς ἀῤῥώστιας καὶ ζωοποίησον αὐτὸν κατὰ τὴν σὴν εὐάρεστον διὰ τῆς χάριτος τοῦ Χριστοῦ σου, ἵνα καὶ τὴν ὀφειλομένην σοι προσκύνησιν καὶ εὐχαριστίαν ἐν ἀγαθοεργίᾳ ἀποπληροῖ· πρεσβείαις τῆς ὑπερευλογημένης ἐνδόξου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίας τῶν τιμίων, ἐπουρανίων, θείων, νοερῶν, ἀΰλων δυνάμεων ἀσωμάτων, τοῦ τιμίου ἐνδόξου προφήτου Προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων καὶ πάντων τῶν Ἁγίων, ἐλεῆσαι καὶ σῶσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.

ΕΥΧΗ ΔΙΑ ΤΗΝ ΑΠΑΛΛΑΓΗ ΕΚ ΤΟΥ ΘΥΜΟΥ

Ἰησοῦ, Υἱὲ τοῦ Θεοῦ, ὁ πρᾳῢς καὶ ταπεινὸς τῇ καρδίᾳ, κατάπεμψον κατὰ τὸ μέγα καὶ πλούσιον ἔλεός σου καὶ ἐν ταῖς καρδίαις ἡμῶν τὸ πνεῦμα τῆς εἰρήνης καὶ τῆς πραότητος, ἵνα εἰρηνεύοντες ἐκ τοῦ κακίστου πάθους τοῦ θυμοῦ, μνημονεύομεν ἀεὶ τοῦ ἐνδόξου καὶ φοβεροῦ ὀνόματος σου μετὰ καρδίας γαληνιώσης. Ἰησοῦ, τὸ ἀρνίον τὸ ἄκακον, τὸ προσφερόμενον ἐνώπιον τοῦ οὐρανίου Πατρὸς θυσία ὑπὲρ ἡμῶν τῶν ἁμαρτωλῶν καὶ ἀχρείων, ἐπάκουσον ἡμῶν ἐν τῇ ὥρᾳ ταύτῃ δεομένων σου καὶ ἐλευθέρωσον ἡμᾶς ἐκ τοῦ φοβεροῦ τοῦ θυμοῦ πάθους, διότι ἀπολλύμεθα ἐξ αὐτοῦ καὶ δὲν δυνάμεθα ποτὲ να ἀφιερωθῶμεν εἰς τὴν ἀγάπην σου καὶ εἰς τὸ θέλημα σου τὸ ἅγιον, ἐνόσω ὑπὸ τοῦ πάθους τούτου κατεχόμεθα. Ἰησοῦ ἀνεξίκακε, ὁ ἐπὶ τοῦ Σταυροῦ ὑπὲρ τῶν σταυρωσάντων σε πρὸς τὸν οὐράνιόν σου Πατέρα προσευχόμενος, ποίησον καὶ ἡμᾶς τοιούτους, ὥστε να προσευχόμεθα ὑπὲρ τῶν ἐπηρεαζόντων καὶ κακοποιούντων ἡμᾶς, ἵνα οὕτω γενώμεθα μιμηταί σου καὶ δοξάζεται καὶ δι᾿ ἡμῶν τὸ Πανάγιον Ὄνομά σου, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Κύριε ῥῦσαι με ἀπὸ θυμοῦ καὶ ὀξυχολίας, καὶ δώρησαί μοι πραότητα καὶ μακροθυμίαν. Κύριε, ῥῦσαί με ἀπὸ τοῦ ψεύδους καὶ τῆς καταλαλιᾶς καὶ τῆς κατακρίσεως, καὶ δώρησαί μοι ἐν πάσῃ ἀλήθειᾳ καὶ συμπαθείᾳ προσέχειν καὶ ὁμιλεῖν ἐν τῷ συντυγχάνειν με τοῖς ἀδελφοῖς μου. Κύριε, ῥῦσαι με ἀπὸ τῆς καυχήσεως καὶ τῆς ἀργολογίας καὶ δώρησαί μοι ταπείνωσιν καὶ σιωπήν. Κύριε, ῥῦσαι με ἀπὸ τῶν παραπτωμάτων τῆς γλώττης μου, ὅτι καθ᾿ ἑκάστην ἁμαρτάνω δι᾿ αὐτῆς ὁ τάλας καὶ οὐκ αἰσθάνομαι. Κύριε, ῥῦσαι με ἀπὸ τῆς ὀλεθρίου κενοδοξίας καὶ καθάρισόν με ἀπὸ τῶν κρυφίων μου. Κύριε, δώρησαί μοι ταπεινοφροσύνην βαθεῖαν, ἀήττητον καὶ κατάνυξιν τῇ καρδίᾳ μου, ὅπως κλαύσω τὰς ἀνομίας μου καὶ ἐξάλειψον πάσας τὰς ἁμαρτίας μου, καὶ ἐν μετανοίᾳ ἀληθεῖ καὶ ἐξομολογήσει, καὶ ἐν συνειδότι ἀκαταγνώστῳ καὶ ἐν πίστει καθαρᾷ καὶ ἀμωμήτῳ τὴν ἐμὴν εὐδόκησον τελευτήν. Πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ πάντων σου τῶν Ἁγίων. Ἀμήν.

ΕΥΧΑΙ ΕΝΑΝΤΙ ΤΟΥ ΚΑΚΟΥ (Προσοχή: Ἐκτὸς Τυπικοῦ!)

ΕΥΧΗ ΤΟΥ ΜΩΫΣΕΩΣ (Προσοχή: Ἐκτὸς Τυπικοῦ!)

Τοῦ Κυρίου δεηθῶμεν.

Ὁ Θεὸς ὁ διαφύλαξας καὶ διασώσας Μωϋσέως τὸ σῶμα ἐν τῇ ἐρήμῳ, οὕτω καὶ τὸ σῶμα τοῦ δούλου σου (ὄνομα) καὶ τῆς συμβίας καὶ τῶν τέκνων αὐτοῦ διαφύλαξον, καὶ τὸν οἶκον καθὼς καὶ τὴν ἐργοχειρίαν αὐτοῦ, διὰ πρεσβειῶν τῆς Πανυπερευλογημένης Δεσποίνης ἡμῶν Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας, καὶ πάντων τῶν Ἁγίων σου. Ἀμήν.

+ + +

ΕΥΧΗ ΤΟΥ ΑΓΙΟΥ ΓΕΩΡΓΙΟΥ (Προσοχή: Ἐκτὸς Τυπικοῦ!)

Τοῦ Κυρίου δεηθῶμεν.

Ὁ Θεὸς ὁ φυλάξας τὸν Ἅγιον μεγαλομάρτυρα Γεώργιον τρίτον ὄντα μαρτύρων μαρτυρησάντων καὶ λύσαντα Ἀθανασίου τοῦ μάγου τὰς πονηρὰς μαγείας, οὕτω Κύριε ὁ Θεὸς ἡμῶν, ῥῦσαι, σῶσον καὶ διαφύλαξον τὸν δοῦλον σου (ὄνομα), τὴν οἰκογένειαν καὶ τὸν οἶκον αὐτοῦ ἀπὸ πάσης φαρμακείας καὶ ἀπὸ πάσης συνεργείας τοῦ σατανᾶ. Διὰ πρεσβειῶν τῶν Ἁγίων σου. Ἀμήν.

+ + +

ΕΥΧΗ ΕΝΑΝΤΙ ΤΩΝ ΚΑΚΩΝ ΠΝΕΥΜΑΤΩΝ (Προσοχή: Ἐκτὸς Τυπικοῦ!)

Τοῦ Κυρίου δεηθῶμεν.

Ἀποστροφῇ Δεσποτικῇ, ἔξελθε ζῆλε, φθόνε, γοητεία, κατάρα, ψαλμοκατάρα καὶ πᾶσα ἐνέργεια τοῦ Διαβόλου καὶ ἀναχωρήσατε ἀπὸ τὸν δοῦλο τοῦ Θεοῦ (ὄνομα) καὶ ἀπὸ τὸν οἶκον του. Διὰ δυνάμεως τῆς Ἁγίας Τριάδος. Ἀμήν.

+ + +

ΕΥΧΗ ΕΝΑΝΤΙ ΠΑΣΗΣ ΜΑΓΕΙΑΣ (Προσοχή: Ἐκτὸς Τυπικοῦ!)

Τοῦ Κυρίου δεηθῶμεν.

Ὁ Θεὸς ὁ πατάξας τὸν Γολιὰθ καὶ τὸν Ἀβηρὼν εἰς τὰ ἔσχατα μέρη τῆς γῆς, οὕτω Κύριε ὁ Θεὸς ἡμῶν ἀπόστρεψον, ἀποδίωξον καὶ πάταξον τὸ ἀνάθεμα, τὴν κατάρα, τὴν ὁρκομωσίαν, τὴν ζηλοφθονία, τὴν ἀσθένεια, τὴν φαρμακείαν καὶ πᾶσαν γλωσσοφαγίαν καὶ Διαβολικὴν ἐνθύμησιν ἀπὸ τὸν δοῦλον τοῦ Θεοῦ (ὄνομα) ἀπὸ τὰ τέκνα του καὶ ἀπὸ τὰ κτήνη αὐτοῦ. Ἀμήν.

+ + +

ΕΥΧΕΣ ΕΝΑΝΤΙ ΤΗΣ ΒΑΣΚΑΝΙΑΣ (Προσοχή: Ἐκτὸς Τυπικοῦ!)

Τοῦ Κυρίου δεηθῶμεν.

Μήτηρ καὶ υἱὸς εἰς τὴν ἔρημον ἄμπελον ἐμφύτευσαν, καὶ κάτω εἰς τοὺς πέντε δρόμους διέβη γυνὴ στηθότριχος, χαλκοβυζοῦ, μονοδοντοῦ καὶ κλειστοφρυδοῦ, ἥτις ἀπεθαύμασε τὸν ἀμπελῶνα, ὅστις παρευθὺς ἐξηράνθη, καὶ τὸ ζευγάριόν του ἐθραύσθη, οἱ βόες ἐψόφησαν καὶ ὁ ζευγολάτης ἐκινδύνευσε νὰ ἀποθάνει· ὅστις ἀναστενάξας εἶπεν, ἀφοῦ ἔλαβεν εἰς χεῖρας τὸ μαυρομάντικον μαχαίρι· Κυρία μου καὶ Δέσποινα Θεοτόκε Παρθένε Μαρία, ἐν τῷ Ὀνόματι τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος· καὶ σταυρώσας τὸν ἀμπελῶνα τοὺς βόας καὶ τὸν ἑαυτόν του, ὁ μὲν ἀμπελὼν ἐβλάστησεν, αὐτὸς δὲ καὶ οἱ βόες του ἰατρεύθησαν παρευθύς.

+ + +

Ἅγιοι Ἀνάργυροι τοῦ Χριστοῦ

Ἅγιοι Ἀνάργυροι τοῦ Χριστοῦ, πρῶτοι γιατροὶ τοῦ κόσμου, ὅπου ἐγιατρέψατε πολλοὺς γιατρέψατε καὶ τὸν (ὄνομα), υἱὸν τῆς (ὄνομα), ὅπου εἶναι βαπτισμένος, μυρωμένος, τοῦ Θεοῦ παραδόμενος, πᾶσα τρίχα μετρημένος, καὶ ἂν εἶν´ἀβασκάμενος ἢ ἀπὸ ἄντρα ἢ ἀπὸ γυναῖκα, να φύγει ἡ ἀβασκοσύνη του, ἡ δειλία του, ἡ τρομάρα του, ἡ ἀδυνατωσύνη του καὶ τὸ κακὸ συναπάντημα. Ἀμήν.

+ + +

Πατὴρ Υἱὸς καὶ Ἅγιον Πνεῦμα

Ὁ Ἀριθμὸς 7 διατάσσει, ὁ 2 προχωρεῖ ὁ 1 χάνεται καὶ σβήνει. Ἔτσι ὁμοίως να χάνεται καὶ να σβήνει ἀπὸ πάνω μου (ὄνομα) κάθε μαγεία, δέσιμο, κατάθλιψη, μαρασμός, ἀνάθεμα, κακὸ μάτι, κακία, γλῶσσα καὶ κάθε διαβολικὴ καὶ σατανικὴ ἐπιῤῥοὴ διὰ δυνάμεως τοῦ Ἀρχαγγέλου Μιχαὴλ τοῦ Ἄρχοντος, τῶν Ἄνω Δυνάμεων. Ἀμήν. (τρίς)

Πατέρα Οὐράνιε Εὐλογημένε, πάταξον τὸν Σατανᾶ καὶ τὰ ἔργα του ἀπὸ πάνω μου.

+ + +

Δύο μάτια μὲ κοιτάξανε, τρία λόγια μοῦ εἴπανε· εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος. Ἀμήν.(7 φορές)

+ + +

ΕΥΧΗ ΕΝΑΝΤΙ ΤΟΥ ΦΘΟΝΟΥ (Προσοχή: Ἐκτὸς Τυπικοῦ!)

Τοῦ Κυρίου δεηθῶμεν.

Κύριος ὁ Θεὸς ἡμῶν ἐλέησον ἡμᾶς. Ἀμήν. Παναγία Τριὰς σῶσον τὰς ψυχὰς τῶν δούλων σου καὶ τῶν τέκνων αὐτῶν ἀπὸ τοῦ ἀναθέματος κατάρας, καταθέματος, ψαλμοκατάρας, ζήλου, φθόνο, ὄρκου καὶ ὁρκωμοσίας, ῥίγους καὶ πυρετοῦ, μαγείας καὶ πάσης διαβολικῆς ἐνεργείας.

Ἐπὶ τῷ ὀνόματι τοῦ Πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος. Ἀμήν.

Τοῦ Κυρίου δεηθῶμεν.

Ἡ Παρθένος τεκοῦσα, καὶ τοῦ Χριστοῦ γεννηθέντος, πᾶσα φύσις καὶ πλάνη λέλυται· ὁ δὲ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς κατελθὼν εἰς Ἅδου τὰ ταμεῖα καὶ τὰς πύλας, τοὺς δεδεμένους ἔλυσεν· οὕτω Κύριε ὁ Θεὸς ἡμῶν, λῦσον καὶ θεράπευσον, καὶ ἀνάστησον τοὺς δούλους σου τούτους, καὶ λύτρωσαν αὐτοὺς ἀπὸ ἀναθέματος καὶ καταθέματος, κατάρας, ψαλμοκατάρας, ὄρκου καὶ ὁρκωμοσίας, ζήλου, φθόνου, ῥίγους καὶ πυρετοῦ, καὶ ἀπὸ πάσης κακῆς γλώσσης, ἀρχοντικῆς τε καὶ ἐξουσιαστικῆς καὶ ἀπὸ τῶν κακῶν ἀνθρώπων, καὶ ἀπὸ τῶν πονηρῶν γυναικῶν, καὶ ἀπὸ γυναίκας μουστακαρέας, καὶ ἀπὸ πάσης διαβολικῆς ἐνεργείας ἀποδιώξατε πάντα τὰ κακὰ ταῦτα, Κύριέ μου, ἐκ τῶν δούλων σου τούτων, καὶ τῶν οἴκων αὐτῶν. Ἅγιε Γεώργιε, ὁ δέσας καὶ χαλινώσας τοὺς ἑβδομήκοντα δύο βασιλεῖς τῶν Ἑλλήνων· οὕτω Κύριε ὁ Θεὸς ἡμῶν, διὰ πρεσβειῶν τοῦ Ἁγίου Γεωργίου, δέσον, χαλίνωσον, χαίνωσον, βώβωσον καὶ τοὺς ἐχθροὺς τοῦ δούλου τοῦ Θεοῦ (ὄνομα)· οὗτος νὰ λέει καὶ ἐκεῖνοι μηδὲ νὰ λέγουσι, οὗτος ὡς λέων, καὶ ἐκεῖνοι ὡς πρόβατα. Διότι ὁ Χριστὸς ΝΙΚΑ καὶ βασιλεύει, καὶ νικητὴς ὑπάρχει οὗτος, ὅπου ἔχει τὴν παροῦσα γραφὴ ἐπάνω του. Διὰ πρεσβειῶν τῆς ὑπερευλογημένης ἐνδόξου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας· δυνάμει τοῦ Τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· ἱκεσίαις τοῦ τιμίου ἐνδόξου Προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν Ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν Δώδεκα καὶ τῶν Ἑβδομήκοντα, τῶν Ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, Ἀντωνίου καὶ Ἀγαθονίκου, Σπυρίδωνος, Τρύφωνος τοῦ σώζοντος καὶ Καλαντωνίου. Τῶν ἐν Ἁγίοις Μεγάλων Ἱεραρχῶν, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου, καὶ Ἰωάννου τοῦ Χρυσοστόμου. Τῶν Ἁγίων μαρτύρων τοῦ Χριστοῦ Γεωργίου, Δημητρίου καὶ Θεοδώρας.

Ἐν ὀνόματι τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος. Ἀμήν.

ΕΥΧΟΛΟΓΙΟΝ Προσοχή: Ἐκτὸς τυπικοῦ

Προέλευση: Κυπριανὸς Μοναχὸς Ἁγιορείτης ἀπὸ τὸ βιβλίο: «Τρεῖς παραινέσεις, Ἔτσι λύνονται τὰ μάγια»

Εὐχὴ στὴν Ὑπεραγία Θεοτόκο διαλύουσα τὴν πονηρία τοῦ Διαβόλου

Ὑπεραγία Θεοτόκε, Παναγία Δέσποινα, Ἄνθος Εὔοσμον τῆς Τριαδικὴς Ἀρχῆς, Πατρὸς Υἱοῦ καὶ Ἁγίου Πνεύματος τοῦ Θεοῦ τοῦ Ζῶντος σοῦ δεόμεθα καὶ παρακαλοῦμεν Σε ἐπίβλεψον ἐπὶ τὸ πλάσμα τοῦ Θεοῦ (...). Ὑπέρμαχη Στρατηγέ, Ὑπερευλογημένη Ἁγνότης, Μακαρία Πανάγαθη, Μαρία Θεοκυήτωρ καὶ Θεομήτωρ τοῦ Σωτῆρος Ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ δώρησε ὡς Πανάγαθη καὶ Πανακήρατη βασίλισσα τῶν Οὐρανῶν ὑγείαν ψυχῆς τε καὶ σώματος καὶ ἐπὶ τοῦ πλάσματος τοῦ Θεοῦ (...). Προσφεύγομεν εἰς Σὲ οἱ ἀνάξιοι ἵνα ἀπελάσῃς τῇ Ἀπείρῳ Ἀγαθότητᾴ σου πᾶσα ἐπήρεια πονηρὰ καὶ ἀσθένεια αὐτῆς προεχομένη ἐκ τοῦ Διαβόλου καὶ ὡς Δαιμονοκαθαιρέτις, Ἀφάνισις δαιμόνων, Κεραυνὸς κατὰ δαιμόνων, ἐλέγχουσα δόλον εἰδώλων, Κυνηγῶν τὰς δυνάμεις τοῦ σκότους, Λύτρωσις Κατάρας, Λυτήριον λύπης. Κατάπτωσις δαιμόνων, Ἀμυντήριον δαιμόνων, ἐξάλιψις δαιμόνων, Πλύση μιαρῶν Ἀναιρέτις ἐπιβουλῶν ὀδυνηρῶν, Ἐλευθερώτρια καὶ Φαρμαλύτρια, Ἰωμένη τὰς Οὐλὰς Ἀπολύτρωσις παντοίων κακῶν, Ἀπαλλαγὴ ἀσθενούντων, Ψυχοσώτειρα. Φοβερὰ Προστασία πάντων ἡμῶν, εἰσάκουσον τῆς δεήσεως ἡμᾶς τῶν κραυγαζόντων Σὲ καὶ τὴν ὥρα ταύτη καὶ ὡς φιλεύσπλαχνη Μητέρα τοῦ Θεοῦ ἡμᾶς, δὸς ἀφορκισμὸν φρικτὸν εἰς πάντα ἀκάθαρτον τὸ ἐνοχλοῦν καὶ ὑπονομεύον τὰ διαβήματα εἰς τὸ πλάσμα τοῦ Θεοῦ (...)τὸ φθονερὸν καὶ ζηλόφθον τὸ βασκαῖνον ὑπὸ τῆς πονηρίας τοῦ σκότους τὸ πνεῦμα τὸ σατανικὸν τὸ ἐξουσιαζόμενον καὶ ἐξουσιάζων,τὸ μαχόμενον, ὁδηγίαν φέροντα, τὸ ἑλκόμενον ἀνομίας ὑπὸ στοιχείων καὶ σοφίαν, ὀνομαζόμενον εἰδωλικόν, Θρησκειακόν, ὑπερηφάνειας πάσης μέτοχον, καὶ καταστῆσαν αὐτὸ ἄχρηστον ἀκυρώσασα τὰς ἐνεργείας τῶν ἀκαθάρτων. Ἐπὶ τῇ φοβερᾷ σου Δυνάμῃ Ἀειπάρθενε καὶ Καλλιπάρθε Νύμφη Ἀνυμφεύτη Κεχαριτωμένη Μαρία Ἀρχαγγελιώτισσα Ἔμψυχη εἰκόνα Θεοῦ ἴασε καὶ ἐλευθέρωσον τῇ Ἁγίᾳ Μακροθυμίᾳ σου Δέσποινα τοῦ Κόσμου τὸ πλάσμα τοῦ Θεοῦ (...). Φλὸξ τῆς Θεότητος, Ῥάβδος Μυστική, Γοργοϋπήκοε καὶ Γρηγορούσα, Γιάτρισσα, Ὁδηγήτρια τῶν ἀνθρώπων, Μεταβολὴ τῶν θλιβομένων, Πρεσβεία Θερμή, Ἄξιόν Ἐστι, Ῥόδον τὸ Ἀμάραντον, ἐλέησον καὶ ἀποκατάστησον τὸ πλάσμα τοῦ Θεοῦ (...) κατὰ τῇ θείᾳ Οἰκονομίᾳ τοῦ Θεοῦ, φιλόστοργη Μήτηρ τοῦ Θεοῦ, Ἀπορρήτη βουλὴ τῆς Ἀγάπης, Ἰησοῦ Χριστοῦ. Χαῖρε Ἅρμα Οὐράνιον. Χαῖρε ἡ δόξα τῶν Ἀγγελικῶν χορῶν, Χαῖρε Ἀστραπόμορφη Κόρη, Χαῖρε Πυρίφλογε Βάτε, Χαῖρε Πῦρ Θεογνωσίας, Μύρον Οὐράνιον, Χαῖρε ἡ κολυμβήθρα τῆς ζωῆς. Χαῖρε τὸ φῶς τὸ Ὑπέρλαμπρον τοῦ Τριαδικοῦ Θεοῦ, τὸ Χαρμόσυνον μήνυμα, τὸ Σωτήριον τοῦ Κόσμου. Ἀμήν.

Τοῦ Κυρίου δεηθῶμεν.

Κύριε Ἡμῶν Ἰησοῦ Χριστέ, τὸ Α καὶ τὸ Ω, ἡ Διαθήκη τῆς Αἰωνίας Ζωῆς, ἡ Γνώση καὶ ἡ Δύναμη, τοῦ Αἰωνίου Λόγου, ἡ Αἰώνια Ἀρχὴ τῶν Πάντων, ὁ διὰ τοῦ Μεγάλου Μυστηρίου τῆς Οἰκονομίας, τοῦ Μυστηρίου τῆς θείας Χάριτος τὸν Νόμον τῆς Ἀγάπης, πληρώσας διὰ τὴν ἡμᾶς Σωτηρίαν. Ἐπικαλούμεθά Σε φιλεύσπλαχνε, ἐλέησον καὶ σῶσον ἡμᾶς ἐπὶ τῷ θείῳ ὀνόματί σου τῇ Ἀπείρῳ Ἀγάπῃ Σου καὶ τῷ ἀπείρῳ Ἐλέει σου. Ἀμήν. Σὺ Κύριος Ἡμῶν Ἰησοῦ Χριστὲ ὁ Μέγας Ἀρχιερεύς, ὁ Παράκλητος, τὰ Μυστήρια τῆς Ἐκκλησίας, ὁ Ἄρτος ὁ Οὐράνιος, τὸ Φῶς τὸ Ἀληθινόν, τὸ Καθάρσιον Πῦρ τῆς ἁμαρτίας, τὸ Ὕδωρ τῆς ζωῆς, ὁ Πανάγιος τῷ θελήματί σου. Σὺ ὁ Θεὸς Ἡμῶν Ἰησοῦ Χριστὲ ὁ Φιλάνθρωπος Σωτὴρ ὁ Οὐράνιος βασιλεύς, ὁ Θεὸς ὁ Ἀληθινός, ἡ ὁδὸς ἡ ἀλήθεια καὶ ἡ ζωή, ὁ Μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἡ Ζωὴ καὶ ἡ Ἀνάστασις. Παρακαλοῦμεν Σε οἱ Ἀνάξιοι δοῦλοι Σου, οἱ ἐλπίζοντες εἰς Σὲ μόνο φιλάγαθε Σωτήρ, γίνου Ἵλεως φιλόδουλε Θεὲ τῆς Ἀγάπης καὶ δὸς τὸν φρικτόν σου Ἀφορκισμόν, ἐπὶ πᾶν ἀκάθαρτον πνεύματι, Σατὰν βεελζεβοὺλ τὸ πειράζον καὶ ἐξαπατοῦν τὸ πλάσμα σου καὶ ἐξόρισον αὐτὸ διὰ τοῦ Ὑπερλάμπρου Φωτὸς τοῦ προσώπου σου καὶ τοῦ ἀκατανοήτου Πῦρ τῆς Παναγίας Μορφῆς σου, ἢ ὡς ἑρπετὸν καὶ δράκων ἐρχόμενον, ἢ ἔντομον καὶ σκώληξ, ἀκέφαλον ἢ κεφαλὰς ἔχων τῆς ἀλογίας, τὸ πέλματι ἔχον κεκαυμένον καὶ χοροὺς σκιῶν συντρέχον, τὸ τροχοὺς τύχης κατασκευάζον, τὸ ζῳδιακῶν ἄστρων τὴν λαγνείαν φέρον, τὸ ὑπὸ γνωρισμάτοις καὶ μορφὰς ζῴων ἐκδηλούμενον, τὸ μετὰ μανδυῶν καὶ στεμάτοις ἐνδυόμενον τὴν διαστροφήν, τὸ ἀπαντώμενον εἰς μνημεῖα καὶ τάφοις, τὸ προσκαλούμενον εἰς δίστρατα καὶ τρίστρατα, εἰς κορμοὺς δένδρων καὶ κήποις ἀνθέων, εἰς ἄλση καὶ ὑδάτοις αὐτῶν, εἰς ὀπὰς καὶ πέτρας, τὸ ἀναδυόμενον ὑπὸ ἀβύσσους, τὸ στηθιαῖον πρόσωπον ἔχον, τὸ διπλῆν φύσην ἐπιβουλεῦον τὴν ἀνομίαν, τὸ πυρσὸν ἢ ἅλλυσον καὶ βέλος κρατῶν, τὸ χρυσόμαλον ἡλιακὸν καὶ λευκὸν χιτῶνα φορῶν, τὸ σεληνιακὸν αἰσθησιασμῶν πλανευόμενον, τὸ μοιραῖον ὑπὸ περγαμηνῶν κρυστάλλων φλογῶν ὀνόματοις καὶ μορφὰς καὶ ὥρας αὐτῶν ἐνεργούμενον, τὸ ἀλλόφυλον καὶ ἔφιππον ἐρχόμενον ὑπὸ ἀνατολάς, τὴν κεφαλὴ ἔχον μετὰ μανδηλίου καὶ ἄστρων ἡμισελήνου, τὸ πολύχειρον ἑρμαφρόδυτον, τὸ μονόφθαλμον τὸ σχηματιζόμενον εἰς τρίτον ὀφθαλμὸν καὶ βυθιζόμενον τὸ μετωπιαῖον,τὸ ὁμιλῶν καὶ σφυρίζων εἰς μυαλὸν καὶ καρδίας ὡς φάντασμα ὡς ὀμιχλῶδες.

Κύριε Ἰησοῦ Χριστέ, ὁ Ἐμμανουὴλ ὁ Παντελεήμων καὶ Παντοικτίρμων, ὁ ἀκρογωνιαῖος λίθος, ἡ εἰκὼν τοῦ Θεοῦ, ὁ Ἀσάλευτος θρόνος, ἡ Διδαχὴ τῶν Ἀποστόλων, τὸ πλήρωμα τῆς χαρᾶς, ἡ αἰώνια θυσία, ὁ Θεὸς ὁ εὐλογών, ἱκετεύομέν Σε, Σὺ ὁ Μόνος Ἀγαθὸς ὑπάρχεις εἰς τοὺς αἰῶνας τῶν αἰώνων ἐλέησον καὶ σῶσον ἡμᾶς. Σὺ Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς Ἡμῶν νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων ἡ Ἀστείρευτη Πηγὴ τῶν μελλόντων ἀγαθῶν τῶν αἰωνίων καὶ Ἁγίων, ἡ Δύναμις ἡ σωτηρία, τὸ Φῶς τὸ Παραδείσου, ἡ Κρίσις ἡ Δικαία. Σὺ ὁ Μακροθυμήσας ἐφ᾿ ἡμᾶς Κύριε Ἰησοῦ Χριστέ, ὁ ἐρχόμενος καὶ πάλιν μετὰ δόξης, κρίναι ζῶντας καὶ νεκρούς, ὁ Μόνος ἔχων ἐξουσίαν ἁμαρτίας ἀφιέναι, ὁ ἔχων καὶ δίδωσι ζωήν, ὁ δοὺς τὴν Εἰρήνη τοῦ Σύμπαντος Κόσμου, ἡ Οὐράνια γῆ τῆς Ἐπαγγελίας, τὸ Πάσχα τὸ αἰώνιον, ὁ Θεὸς πάσης χάριτος καὶ δόξῃς, ἡ Δύναμις, ἡ Σοφία τοῦ Θεοῦ. Δεόμεθά σου οἱ Ἀχρεῖοι δοῦλοι Σου Θεὲ τοῦ ἐλέους, ἐπίβλεψον καὶ ἐφ᾿ ἡμᾶς καὶ κατάργησον πᾶν ἀκάθαρτον δαιμόνων, τὸ ἐνοχλοῦν καὶ πειράζον τὸ πλάσμα σου διὰ τῆς φοβερῆς καὶ Ἀχράντου σου Δεξιᾶς καὶ διὰ τοῦ Τιμίου σου Σταυροῦ, τὸ ἐνεργούμενον ὑπὸ ποππυσμοῦ, ἤχου, στεναγμοῦ, καπνοῦ, συριγμοῦ, ὀλολυγμοῦ, μυγμοῦ, μηκυθμοῦ, χρεμετισμοῦ, ἀνεμοποιοῦ, ἐναρμονίου, ἰριδολογίου, μηνολογίου, μυθολογίου, ἡλοτροπίου, οἴστρου καὶ μανίας σθένος, ἐπὶ πάσης μαγείας νεκρομαντείας, ἀστρολογίας, μαγγανείας, φαρμακείας καὶ γλωσσοφαγιᾶς, κλειδοφορικῆς, τυπολατρικῆς, θεαματικῆς, ἑνωτικῆς, διαιρετικῆς, ἀφαιρετικῆς, κυκλικῆς, Οὐσιαστικῆς, ἀντανακλαστικῆς, ἀκτινικῆς, δενδρικῆς, μορφουλικῆς, ἀριθμητικῆς, γεωμετρικῆς, ροϊκῆς, συστροφικῆς, συναστρικῆς, ἐποχικῆς, πολικῆς, συνοδικῆς, δονητικῆς, σχηματικῆς, γραμματικῆς, σοφιστικῆς, ζωικῆς, βουλητικῆς, ἀσθενικῆς.

Κύριε Ἰησοῦ Χριστέ, Σὺ θεραπεύσας ὡς Θεὸς πάντων ἡμῶν τοὺς φέροντας καὶ ζητοῦντας, ἐνώπιόν σου, τοὺς κακῶς ἔχοντας ποικίλαις νόσοις καὶ βασάνοις, συνεχομένους καὶ δαιμονιζομένους σεληνιαζομένους καὶ παραλυτικούς. Σὺ ὁ Θεὸς ὁ θέλων πάντας σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἐλθεῖν. Ἱκετεύομέν Σε πολυέλεε Σῶτερ, ἐλέησον καὶ σῶσον καὶ ἡμᾶς τοὺς ἁμαρτωλούς, ἵνα ἀληθῶς ζήσωμεν τὴν μακαρίαν σου ὁδὸν φιλάγαθε Θεὲ τοῦ φωτός.

Σὺ ὁ μαρτυρήσας διὰ τὴν ἡμᾶς σωτηρίαν ἐπὶ τῷ φρικτῷ Γολγοθᾷ καὶ ἐπὶ τῷ Παναγίῳ καὶ Τιμίῳ Σταυρῷ, ὁ Ἰησοῦς Χριστὸς ὁ Ναζαρηνός, ὁ Υἱὸς τῆς Ἀειπαρθένου Μαρίας, ὁ βαπτισθεὶς ἐν τῷ Ἰορδάνῃ ποταμῷ, ἡ Ἄμπελος ἡ ἀληθινή, ὁ Ναὸς Θεοῦ, ὁ Ἁγιασμὸς τῶν Πάντων, ὁ τὸν θάνατον θανατώσας ὁ Καρδιογνώστης Θεός, ὁ περιπατήσας εἰς τὴν γῆν, καὶ σημεῖα καὶ τέρατα ἐλέους τῆς Ἀγάπης ποιήσας.

Σὺ Κύριε Χριστέ, ἡ Ζῶσα ἐκκλησία, ὁ Οὐράνιος βασιλεύς, ὁ Ζωῆς χορηγός, ὁ Ἀναστάντας Θεὸς ὁ καθήμενος ἐκ δεξιῶν τοῦ Πατρός, ὁ φωτίζων καὶ ἁγιάζων πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν Κόσμον, ὁ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν τοῖς ἐπικαλουμένοις Σε, σπλαχνίσθητι καὶ ἴασε καὶ τὸ πλάσμα σου (...) Κύριος ὁ Θεὸς Ἰησοῦς Χριστός, ὁ Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ ἀφορίζει πάντα καὶ τὰς πονηρίας ὑμῶν ἀκάθαρτα πνεύματα, τῷ διαβόλῳ ἀπὸ τὸ πλάσμα του (...) δι᾿ ὅσων γεγόνασιν ἐν τῇ 6 καὶ 9 ὥρᾳ τῆς φρικτῆς Σταυρώσεώς του διὰ πάντων τῶν βημάτων του ὃν περπάτησε τὰς ἡμέρας ἐκείνας τῶν Ἁγίων παθῶν εἰς τὴν Ἱερουσαλὴμ καὶ εἰς τὰ ῥαπίσματα ἐκκολαφισμοὺς ὕβρεις μαστιγώματα τὴν ἀκάνθινον στέφανον καὶ παντὶ τὸ μαρτύριο ὃν ἔπαθε διὰ τὴν αἰώνιον σωτηρίαν πάντων ἡμῶν ἐπὶ τῷ Γολγοθᾷ καὶ τῷ Τιμίῳ Σταυρῷ. Ἀμήν.

Εἰς τὴν Εἰρήνην τοῦ Κυρίου Ἡμῶν Ἰησοῦ Χριστοῦ, εἰς τὴν Ἀγάπην τοῦ Θεοῦ καὶ Πατρὸς Ἡμῶν καὶ εἰς τὴν Σοφίαν τοῦ Παναγίου Πνεύματος Ἀμήν.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Τὸ Τριλαμπὲς τῆς Μίας Θεότητος, ἡ Παντοδυναμία ἡ Ἁγία, ἡ Τρισαγία Ἐξουσία, Δόξα σοι θεότης Μακαρία. Ἐπὶ τοῦ Ἀνυπέρβλητου θρόνου τῆς Ἁγίας καὶ Ζωοποιοῦ Τριάδος, Πατρὸς Υἱοῦ καὶ Ἁγίου Πνεύματος, τοῦ Φοβεροῦ Αὐτοῦ καὶ Φρικτοῦ θρόνου τοῦ Θεοῦ Σαβαώθ, τοῦ ἑστῶτος ἐν τῷ μέσῳ καὶ κορυφῆς τοῦ Παραδείσου καὶ παντὶ ἐπὶ τῷ μακαρίῳ Παραδείσῳ, αὐλιζομένων, ἀναπαυομένων, καὶ εὐφραινομένων Ἁγίων, Ὁσίων, Μαρτύρων, Ὁμολογητῶν, Ἀσκητῶν, Κοινοβιαρχῶν, Δικαίων καὶ ἐπὶ τὰς σκηνὰς οἴκων μονὰς κήπων ἐκκλησιῶν τοῦ Παραδείσου καὶ τῶν ψαλλόντων Ἀγγέλων καὶ Ἀρχαγγέλων, τὸν Τρισάγιον Ὕμνον Ἅγιος Ἅγιος Ἅγιος Κύριος Σαβαὼθ πλήρης ὁ Οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης Αὐτοῦ, ὁρκίζω σε πνεῦμα ἀκάθαρτον τὸ ἐνεργούμενον ὑπὸ 8 ἤχων, 8 βουνοῖς, 8 κεφαλὰς προσώποις καὶ ὀνομάτοις δαιμονίων καὶ ἐπιβουλευμάτοις αὐτῶν, 8 καρφίων, 8 κακίας 8 λαγνείας 8 ζηλείας 8 θόλων 8 πόλων 8 μεταμορφώσεις 8 σκιᾶς 8 φοβίας 8 ἀκάνθας 8 δυνάμεις 8 μύθων, 7 σφυρίων, 7 τροχῶν, 7 ἐμποδίων 7 σφαιρῶν 7 μανδραγορῶν 7 θηλειῶν 7 στεφάνοις 3 δαχτυλιδιῶν 7 ἐμπτυσμάτων 7 δηλητηρίων 7 οἴκων 6 πάγων 7 φλογῶν 7 ἀστραπῶν 7 κύκλων 7 φθόνων 7 πνευμάτων 7 χρωμάτων, 7 ἀναπνοάς, 6 ὁράσεις, 6 δρακοντείων, 6 ἐπιβουλὰς 6 κεφαλόπονων 6 βυθίων 6 πεδίων ψυχισμοῦ 6 ἀνέμων 6 δύσεων καὶ ἀνατολὰς τοῦ Ἡλίου 6 φεγγάρια 6 νεφέλας, 6 ῥίγη 7 παραλύσεων 6 σκοτοδίνας 6 πόνων 7 φαντασίας 6 πυρετῶν 2 ὑποδοιμάτοις 6 ζωναριῶν 3 μνημείων 9 ἐλαίων καὶ 6 τάφοις αὐτῶν 3 θυσιῶν 7 μαχαιριῶν 5 ἥλων 9 ὀπὰς 9 λίθων 9 ὁμοιομάτων φλογός, καὶ μισίλαλων ἐπ᾿ αὐτῶν 9 σταγόνας αἵματος 9 ψεμάτων 21 ὀνομάτων τῶν ἀκαθάρτων 12 κρίκων 12 ἐπιθυμιῶν 12 αἰτιῶν 12 ὡρῶν 24 προδιαθέσεις 17 αἰσθησιασμοὺς 108 ἐπῳδῶν τῷ διαβόλῳ 24 ἐποχὰς 49 ἁλλύσσων καὶ διχτύου. Ἀναχώρησον καὶ ξεριζώθητι ἀπὸ τὰς πονηρίας σου διάβολε καὶ ἐλευθερώθητι ὁ/ἡ δοῦλος/η τοῦ Θεοῦ (δεῖνα) ἐπὶ τῇ Δοξᾳ τοῦ Δεδοξασμένου Θεοῦ τοῖς πᾶσι.

Αὐτὸς ὁ Θεὸς καὶ Πατὴρ Ἡμῶν, ἐξ οὗ τὰ πάντα καὶ ἡμεῖς δι᾿ αὐτοῦ, ὁ καὶ σφραγισάμενος ἡμᾶς καὶ δοὺς τὸν ἀρραβῶνα τοῦ πνεύματος, οὗ ἔμελλον λαμβάνει οἱ πιστεύοντες εἰς αὐτὸν τὸν Ἰησοῦ Χριστόν, Θεὸν Ἀληθινὸν Δόξα σοι. Ἐπὶ τοῦ Πυρίνου θρόνου τῆς Δευτέρας Αὐτοῦ Παρουσίας, τὸν λαμπρὸν καὶ βασιλικὸν καὶ εἰς τὴν χεῖρα τὴν κάτωθεν τοῦ θρόνου, τὴν κρατοῦσα τὴν ζυγαριὰ τῆς δικαιοσύνης, ἐπὶ τῶν δώδεκα Πατριαρχῶν τοὺς λάμποντας ὡς ἥλιοι καὶ τῶν φωτεινῶν αὐτῶν θρόνων, ἐπὶ τὸν Χρυσὸν Θρόνον τοῦ μακαρίου Ἀβραὰμ ἐν ᾧ κάθεται ὁ ἐκλεκτὸς τοῦ Θεοῦ, εἰς τὸν Παράδεισον καὶ ἐπὶ τὸν Πύρινον Ἀστραπόμορφον θαυμαστὸν καὶ Τιμούμενον ὑπὸ τὰ Σεραφεὶμ καὶ Χερουβεὶμ τὸν Ἁρματοφόρο καὶ Ἀστραποβόλο θρόνο τῆς Ὑπεραγίας Θεοτόκου, ὁρκίζω σε πνεῦμα πονηρὸν Σατὰν Βεελζεβοὺλ Βελίαρ Ἀσταρὼθ ἄρχων τοῦ κόσμου τούτου, ὁ ἐρχόμενος μετὰ μίσους καὶ μανίας, ὑπὸ Ἄρκτου Μεσημβρίας Ἀνατολῆς ἢ Δύσης ἢ ὑπὸ 24 σεληνιακῶν καὶ 28 ἡλιακῶν οἴκων τοῦ Διαβόλου, 36 ἀρχῶν, 69 εἰκόνων, 72 ἀσθενείας, 12 ὁδοῖς, 64 ἀφορισμῶν τοῦ κακοῦ, 42 ἐπικλήσεων, 21 κηρίων καὶ ἡμερῶν αὐτῶν, 14 γητείας καὶ 7 ἡμέρου κηρίου αὐτῶν, 28 σφραγῖδας, 36 κλειδῶν, 21 φαρμακείας, 12 γυναίων, 99 γραμμάτων τῶν ἀλλοφύλλων, 384 γραμμικῶν, 666 χαρακτήρων, 526 μορφὰς τῶν δαιμόνων, 195 σημείων, 169 συμβόλων, 85 στάσεων καὶ εἰκόνων αὐτῶν, 17 φυσιομαγείας, 352 λογισμῶν, 13 ἐνυπνίων, 21 ἀριθμῶν καὶ τύπων αὐτῶν 28 μαγγανείας. Καταργηθήτωσαν καὶ ἀφανιζέσθωσαν τὰ σκοτεινά σου ἔργα ἐκπεσόντα ἄγγελε ζοφερέ, ἀπὸ τοῦ δούλου τοῦ Θεοῦ (δεῖνος) ἐπὶ τῇ Δόξᾳ τοῦ Ὑπερύμνητου Θεοῦ τοῦ Τριαδικοῦ, τοῦ θαυμαστοῦ ἐν τοῖς Ἁγίοις Αὐτοῦ.

Αὐτὸς ὁ Πατὴρ πάντων, ὁ ἐπὶ πάντων καὶ διὰ πάντων καὶ ἐν πᾶσιν ἡμῖν Ἰησοῦς Χριστὸς ὁ Ναζαρηνός, ὃν ἔχρισεν Αὐτὸς ὁ Θεὸς ὁ Πατὴρ Πνεύματι Ἁγίῳ καὶ δυνάμει ὃς διῆλθεν εὐεργετῶν καὶ ἰώμενος πάντας τοὺς καταδυναστευομένους ὑπὸ τοῦ διαβόλου. Ἐπὶ τῶν 7 οὐρανίων, τῷ στερεώματι τῶν Ἄνω τοῦ Θεοῦ καὶ τῶν ὑδάτων τῶν ὑπεράνω αὐτῶν, ἐπὶ τὰς δύο πύλας τὰς ὑψηλὰς καὶ πανθαυμαστὰς τὰς εὑρισκομένας, ἔμπροσθεν τοῦ φωτεινοῦ πανευώδου καὶ πάντερπον τόπον τοῦ Παραδείσου, τῆς δεξιᾶς τῆς κατασκευασμένης διὰ οὐρανίου χαλκοῦ καὶ σιδήρων ἀνημένων ὡς ἄνθρακες φλογεροί, ἐπὶ τῆς Σταυρόμορφης πύλης τοῦ Παραδείσου καὶ ἐπὶ τὰς πύλας τοῦ Παραδείσου τῆς φρικτῆς δικαιοσύνης τοῦ Θεοῦ Σαβαὼθ ὁρκίζω σε πνεῦμα κακοποιόν, διάβολε ὁ δουλεύων διὰ τοῦ ἀνόμου συμβολαίῳ μετὰ τοῖς συνεργοῦσι τὴν ἀνομίαν, τῷ ἔχοντι τὸν 20άριθμον καὶ τὸ μὴ ἔχοντι ἀριθμόν, τὸ διχάζοντι καὶ ἁρπάζοντι τὴν ψυχὴν καὶ τὸν νοῦν τοῦ ἀνθρώπου, τὸ σφραγιζόμενον καὶ ὁριζόμενον, διὰ θυσίας αἵματος καὶ ὀνόματος τοῦ ἀκαθάρτου.

Φιμώθητι καὶ ἄπελθε ἄνομε, εἰς τόπον ὅπου Κύριος διόρισε νὰ ὑπογειᾶς καὶ ἀποστράφητι τὸν δοῦλον τοῦ Θεοῦ (δεῖνα) ἐπὶ τῇ Δόξᾳ τοῦ Θεοῦ τοῦ Ζῶντος Θεοῦ Ἀδωναὶ Ἐλωίτον ποιήσαντα τοὺς παραδείσους διὰ τοὺς ἀγαπῶντας Αὐτόν. Αὐτός, ὁ Ἀληθινὸς Θεὸς Ἡμῶν ὁ ἐπὶ θρόνου δόξης καθήμενος ὑπεράνω τῶν οὐρανίων καὶ ἐπιγείων. Ἐπὶ τῇ φοβερᾷ δυνάμει τοῦ Τιμίου Σταυροῦ, τοῦ Ζωοποιοῦ τὸν Εὑρισκόμενο εἰς τόπον ὑψώμενον ἐπὶ τοῦ Παραδείσου, ἐπὶ τὸν Ἐσταυρωμένον Κύριον ὃν ἔχει ἐπάνω ἐπὶ τῇ μεγάλῃ περιστερᾷ ὅπου βρίσκεται ἀπὸ ἐπάνω μὲ ἀνυγμένα φτερά, ἐπὶ τῇ φρικτῇ οὐρανίᾳ σκάλᾳ μεταξὺ γῆς καὶ οὐρανοῦ τὴν φέρουσα διὰ αὐτῆς οἱ Ἄγγελοι καὶ Ἀρχάγγελοι ἐνώπιον τοῦ Κυρίου Ἡμῶν Ἰησοῦ Χριστοῦ τὰς προσευχὰς καὶ τὰς ψυχὰς τῶν μετανοούντων καὶ ποιούντων τὸ θέλημα τοῦ Παντοδύναμου Θεοῦ, τοῦ Πατρὸς Πάντων καὶ τῶν λαλούντων ἐν Πνεύματι Ἁγίῳ ὁρκίζω σε πνεῦμα ἀκάθαρτον, τὸ ἀδικίαν καὶ ἀσωτίαν φέρον, ὡς σκιὰ ὀδύνη, ἄλγος, ἀθυμία, φαντασία, ἡδονή, ὑστερία. Λύθητι καὶ πεσεῖται πᾶσα ἐπήρειά σου καὶ ἐπιβούλευμα πονηρέ, διάβολε ἀπὸ τοῦ δούλου τοῦ Θεοῦ (δεῖνα) ἐπὶ τοῦ καθημένου ἐν μέσῳ φωτεινῶν νεφελῶν τὸν Υἱὸν καὶ Λόγον τοῦ Θεοῦ Ἰησοῦ Χριστοῦ. Δόξα τῷ Θεῷ τῶν βασιλεύοντι εἰς τοὺς αἰῶνας, τὸν καταργήσαντά σε διάβολε διὰ τῆς Ἀπείρου Ἀγάπης του καὶ τοῦ Ἀπείρου Ἐλέους του. Ἰάθητι καὶ πορεύθητι δοῦλε τοῦ Θεοῦ (...) ἐπὶ τοῦ ὀνόματος τοῦ Λόγου τοῦ Θεοῦ Ἰησοῦ Χριστοῦ καὶ ἐπὶ τὸν γαλαζοπόρφυρον χιτώνα του ὁ Παριστάμενος ὑπεράνω τοῦ φρικτοῦ θρόνου τοῦ Δικαστοῦ καὶ ἐπὶ τὰς ἀχράντους χεῖρας του καὶ Δεσποτικοὺς δακτύλους τῆς δεξιᾶς χειρός του, τῆς ῥεούσας τοὺς οὐρανίους πολυτίμους εὐλογίας τῆς χάριτός του, πάσης Ἀληθείας καὶ Ἀγάπης, Ἐλέους καὶ Εἰρήνης ὡς λίθους πολυτίμους καὶ μαργαρίτας τοὺς κατερχομένους εἰς τὴν γῆν, ὡς ποταμὸς καὶ διὰ τῆς ἀριστερὴς χεῖρας του τῆς ῥεούσας πύρινοι κόμβοι φλογοειδεῖς καὶ ἐπὶ τοῦ Θεοῦ τὸν ἐπιβλέποντα τοὺς δύο ποταμοὺς τοῦ Παραδείσου τοὺς διασχίζοντας καὶ ποτίζοντας αὐτὸν ὁ εὐλογὼν τὴν πλουτίσασα ἀρρήτως καὶ ἀπείρως τὴν Τράπεζα τοῦ Παραδείσου τὴν Εὐφραίνουσα τοὺς δοξάσαντας ἐπὶ τῇ ζωῇ τους τὴν ἐπίγεια τὸν Ἐπουράνιο Θεὸ καὶ ἐπὶ τὰς φοβερὰς καὶ θαυμαστὰς τὰς ἐν τῷ Παραδείσῳ Ἐπουρανίους Ἐκκλησίας. Ἀμήν.

Τοῦ Κυρίου δεηθῶμεν.

Πανυπερευλογημένος Θεὸς καὶ Κύριος τῶν Δυνάμεων, Ἐξουσιῶν, Ἀρχῶν, Θρόνων, Κυριοτήτων, Χερουβείμ, Σεραφείμ, Ἀγγέλων καὶ Ἀρχαγγέλων, ὁ Ἐξαποστέλων Φῶς καὶ ἀλήθειαν, ὁ εὐλογημένος εἶ ὁ βλέπων ἀβύσσους, ὁ καθήμενος ἐπὶ Χερουβεὶμ ἐπιτιμᾶ ὑμᾶς συναγωγές, φάλαγξιν, στρατιές, καὶ λεγεώντων ἀκαθάρτων πνευμάτων τοῦ διαβόλου. Διὰ τῶν Ἀρχαγγέλων Μιχαὴλ Γαβριὴλ Οὐριὴλ καὶ Ῥαφαὴλ σφραγίζει ὑμᾶς δαιμόνια ἀκάθαρτα εἰς τὰς πονηρίας τὰς πεποιημένας ὑπὸ πυρός, γῆς, ἀέρος, αἰθέρος καὶ ὑδάτων διὰ τὸ πλάσμα του (...). Ὁ Ἔνδοξος Θεὸς ἐφ᾿ ὅλην τὴν οἰκουμένην, ὁ κρίματα ἀληθείας ἐποίησε κατὰ πάντα, ὁ Μέγας καὶ μεγάλη ἡ ἰσχὺς αὐτοῦ καὶ τῆς συνέσεως αὐτοῦ οὔκ ἐστι ἀριθμός, ὁ ἔχων πάσας τὰς ὁδοὺς αὐτοῦ κρίσεις, ἐπιτιμᾷ ὑμᾶς πνεύματα πονηρίας τοῦ διαβόλου. Διὰ τῶν Ἀγγέλων ἢ Ἀρχαγγέλων τῶν λειτουργούντων τὸν φοβερὸν θρόνον του, τῶν θυμιασάντων τῷ φρικτῷ ὑποποδίῳ του, τῶν κρατούντων μετὰ φόβου καὶ δόξαν τὸν Τίμιον Σταυρὸν ἐν τοῖς οὐρανοῖς, τῶν βασταζόντων τὴν θεία σφραγῖδα του καὶ τὰ μυστήρια αὐτῆς, τῶν κρατούντων τὰς ἐκκλησίας, ἐν τοῖς οὐρανοῖς καὶ ἐπὶ τῆς γῆς, τῶν κρατούντων πάντα τὰ μυστήρια τοῦ Σύμπαντος Κόσμου σφραγίζει ὑμᾶς δαιμόνια τὰς πονηρὰς συνάξεις, ἐπωδὰς καὶ θυσίας ἐπ᾿ αὐτῶν γινομένας διὰ τὸ πλάσμα του (...).

Ὁ Παντοκράτωρ καὶ Μεγαλοδύναμος Κύριος ὁ Θεός, ὁ Δημιουργὸς καὶ Ποιητὴς τῶν Πάντων, ὁ Ὑπερευλογημένος ἐν τοῖς Ἁγίοις Ἀσωμάτοις Αὐτοῦ, ἐπιτιμᾷ ὑμᾶς πνεύματα τοῖς κολάσεσιν τοῦ διαβόλου τὰ ἐπικαλούμενα μετὰ σπονδῶν καὶ χορῶν, εἰς βωμοὺς καὶ κύκλους ἀνομίας, μετὰ μιασμάτων καὶ ὁμοιομάτων. Διὰ τῶν Ἀγγέλων καὶ Ἀρχαγγέλων τῶν Πῦρ βέλη ῥομφαῖα καὶ ῥάβδον φέροντας, τοὺς προστάτας, ἀναδόχους, φύλακας, ἀγγελιοφόρους, διακονούντας τοῖς ἀνθρώποις τὰ πρὸς σωτηρίαν αὐτῶν, τῶν παραπληθέντων ἐνώπιον τῷ ὑποποδίῳ του, τῶν λαλησάντων διὰ προφητῶν καὶ Ἀποστόλων τὸν Θεῖον Λόγον, σφραγίζει ὑμᾶς σκοτεινὰ πνεύματα τοῦ διαβόλου τὴν Σολομώντεια ἀστραπὴ καὶ βροντή, τὸ σφυρὶ τῆς νεκρομαντείας, τὸν καθρέφτη τῶν δαιμόνων καὶ τὴν σφαῖρα αὐτῶν, τὴν σκόνη τῆς μαγγανείας τῶν 36 στοιχείων καὶ 72 ἐπικλήσεων, τὴν ἀρχαία κοκκίνη σοφία τοῦ δράκου καὶ τῶν 64 ὀχημάτων δαιμονίων τοῖς ἄστροις αὐτοῦ καὶ τοὺς 52 χάρτες τῆς οἰονομαγείας καὶ 7 κυμάτοις αὐτῶν διὰ τὸ πλάσμα του, ὁ Θεὸς Πατὴρ Υἱὸς καὶ Ἅγιον Πνεῦμα ἡ Ὁμοούσιος καὶ Ἀχώριστος Τριάς, ὁ ἐκ Σιὼν Κύριος, ὁ κατοικὼν Ἱερουσαλήμ, ὁ δοὺς τοῖς φοβεροῖς ὀνόμασι ἐπὶ παντὶ τῶν Ἁγίων Ἀσωμάτων, Αὐτοῦ τὰς χάριτας καὶ διακονίας τῆς Ἀγάπης, ἐπιτιμᾷ ὑμᾶς πνεύματα ἄλογα τοῦ διαβόλου. Διὰ τῶν Ἀγγέλων καὶ Ἀρχαγγέλων τῶν ἐχόντων τὰς σάλπιγγας τῆς ἀναστάσεως τῶν νεκρῶν ἐπὶ τῆς Δευτέρας καὶ φρικτῆς Αὐτοῦ Παρουσίας, τῶν κρατούντων τὴν βίβλο τῆς ζωῆς, τὴν κλεῖδα τοῦ Παραδείσου, τὴν ἅλυσσο τῆς ἀβύσσου, τοῦ Ἑστῶτος ἐν τῷ Ἡλίῳ τῶν ὁδηγούντων καὶ χοροστατούντων ἐν ταῖς ἐκκλησίαις καὶ ἱεροῖς τόποις ὃν ἐθαυμάσθωσαν οἱ Ἁγιοί του καὶ ὁμολογῆσαν, τὴν πίστη τὴν Ἁγία, οἱ Μάρτυρες, Ὅσιοι, Ἀναχωρητές, καὶ Ἀσκητὲς τῶν κρατούντων ἐν τοῖς οὐρανοῖς τοὺς 4 ἀνέμους τὰς 7 ἀστραπὰς καὶ βροντὰς αὐτῶν τῶν τοποθετημένων ἐπὶ τοῖς ὁρίοις τῶν ἐθνῶν, ἵνα ἔχουσι τὴν ἐπιτήρησιν καὶ τὴν ἐντολὴν καὶ σαλπίσωσιν οἱ 7 ἄγγελοι, οἱ ἔμπροσθέν του ἱστάμενοι ἐν τῇ φοβερᾷ ὥρᾳ τῆς κρίσης σφραγίζει ὑμᾶς δόλια καὶ φθοροποιὰ πνεύματα τοῦ διαβόλου, τὰ ἐμφανιζόμενα ὑπὸ κατάρας, ἀφορισμούς, ζωδιοφανείας, μανίας, συμβολαίων τῆς ἀνομίας τῶν 5 σημείων τετραγώνου καὶ τῶν 7 ἡμερῶν τῆς τελετουργίας αὐτῶν διὰ τὸ πλάσμα του (...)

Δόξα τῷ Θεῷ τῶν Ἀγγέλων τῆς Ἱερῆς Ἀποκαλύψεως, τῶν κρατούντων τὰς 7 χρυσὰς φιάλας, τὰς 7 σάλπιγγας καὶ τὰς 7 σφραγῖδας, πάσης ἀληθείας καὶ δικαιοσύνης, καὶ τοῦ ἀγγέλου τὸν ἰσχυρὸν περιβεβλημένον νεφέλη καὶ ἴρι ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, τὸ πρόσωπον αὐτοῦ ὡς ἥλιος καὶ οἱ πόδες αὐτοῦ ὡς στῦλοι πυρός. Δόξα τὸν Δεδοξασμένον Ὕψιστον τὸν περιστοιχιζόμενον ὑπὸ τοῖς ἀγγέλοις καὶ Ἀρχαγγέλοις τῶν 9 ἐν τοῖς οὐρανοῖς ταγμάτοις. Ἀμήν.

Τοῦ Κυρίου δεηθῶμεν.

Εἷς Θεὸς Δημιουργός, Ποιητὴς καὶ Πλάστης τῶν ἁπάντων ὁ θεὸς Σαβαώθ, ὁ θεὸς ὁ Ἄρχων τῆς Εἰρήνης τοῦ Σύμπαντος, ὁ Παντοκράτωρ. Εἷς Κύριος ὁ Θεός, ὁ Ἅγιος καὶ Χρηστός, ὁ Ἀληθινὸς καὶ Πανάγαθος, ὁ Πολυέλεος καὶ φιλεύσπλαχνος, ὁ Φιλάνθρωπος καὶ Φιλόστοργος Πατὴρ Ἡμῶν, ὁ Θεὸς Ἰσραήλ. Εἷς Κύριος ὁ Ὑπερυψούμενος καὶ Ὑπερύμνητος, ὁ Δεδοξασμένος εἰς τοὺς αἰῶνας τῶν αἰώνων Θεὸς Ἀδωνάι, Ἐλωΐ, ὁ Θεὸς Πάντων τῶν Οὐρανίων καὶ Ἐπιγείων. Θεὲ τῶν Θεῶν, ὁ μόνος Ὑπάρχων Θεός, παρακαλοῦμεν Σε καὶ δεόμεθά Σου, ἀποδίωξον καὶ ἀπόστησον ἀπὸ τὴν διάνοιαν τὴν ψυχὴν καὶ τὸ σῶμα τοῦ δούλου σου (δεῖνος) πᾶν δαιμόνιον ἀρχαῖον καὶ νέον, ἔχοντι τὸ ὄνομα ὑπὸ τοῖς δουλευούσι τῷ διαβόλῳ μάγοις μάντοις καὶ γητευτὰς ὁριζόμενον καὶ ἐνεργούμενον, ὑπὸ σφραγίδων, ἐπῳδὰς καὶ ψαλμοκατάρας, εἰς θυσίαν ὁρκιζομένη, εἰς θάλασσα αἵματος καὶ δακρύων, εἰς πυρὰν καὶ σκοτίας, εἰκόνος εἰδωλικῆς ἐπὶ ὥρας κακῆς καὶ φαντασίας πονηρᾶς καὶ εἰς ἀβύσσους τοῦ διαβόλου βαπτιζομένων, συνυφασμένος εἰς κόρην μητέραν καὶ γραίαν τῆς πανσελήνου.

Κύριε ὁ Θεὸς ὁ εὐλογημένος, εἰ ἐν τῷ στερεώματι τοῦ Οὐρανοῦ, ὁ εὐλογητὸς Θεὸς τῶν Πατέρων ἡμᾶς, ὁ Θεὸς ὁ φοβερὸς τοῖς πᾶσι, ὁ σφραγίσας τοῖς ἀνθρώποις διὰ τῆς Ἀπείρου Αὐτοῦ Ἀγάπης, ἐλέησον καὶ ἐλευθέρωσον τὸν δοῦλον σου (δεῖνα) ἀπὸ πᾶσαν ὕπουλη καταδυνάστευσιν τοῦ διαβόλου, διὰ τῶν πονηρῶν καὶ ἀκαθάρτων αὐτοῦ πνευμάτων καὶ ἴασε τὸ πλάσμα σου, ἀπὸ πᾶν ἀκάθαρτον φαρμακόγλυκον, δερματόλυκον, πρισματόκολον, σκιώφαγον, ἐκζεματόγονον, ὀρκόδετον, μαζόφιλον, νεκρόφιλον, πυόφιλον, μισόκαλον. Ὁ Θεὸς ὁ Ζῶν ὁ ὧν καὶ ὁ ἦν καὶ ὁ ἐρχόμενος, ὁ Κατοικὼν ἐν Σιών, ὁ Θεὸς ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα, ὁ ποιήσας τὸν ἄνθρωπο κατ᾿ εἰκόνα καὶ ὁμοίωσιν, ἐκδίωκέ σε διάβολε, βύθιε, κάρφος ἄνομον ἀνέμιε δυσφορίας. Φιμώθητι, καταργήθητι καὶ φυγαδεύθητι ἀπὸ τοῦ δούλου τοῦ Θεοῦ (δεῖνος) ἐπὶ τοῦ Μέγα Ὀνόματος τοῦ Θεοῦ τοῦ Δικαίου καὶ Κυρίαρχου Κριτῆ. Κύριος ὁ Θεὸς συντρίβων πολέμους, ὁ βασιλεύων τὸν αἰῶνα καὶ ἐπὶ αἰῶνα καὶ ἔτι ὁ περπατῶν ἐπὶ πτερύγων ἀνέμων. Εὐλογοῦμεν Σε, προσκυνοῦμεν Σε, δοξολογοῦμεν Σε Κύριε, ὁ Θεὸς ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου καὶ τῇ σοφίᾳ σου κατασκευάσας ἄνθρωπον. Δόξα σοι ὁ Δεδοξασμένος Θεὸς ἡμᾶς, ὁ Χριστὸς καὶ ἐν ἐλέει διοικῶν τὰ πάντα.

Σὺ ὁ Θεός, ὁ Δεσπόζων καὶ Βασιλεὺς ἡμῶν καὶ ἡμεῖς λαὸς νομῆς σου καὶ πρόβατα χειρός σου. Ἔγνω Κύριος τοὺς ὄντας αὐτοῦ καὶ ἀποστήσω ἀπὸ ἀδικίας πᾶς ὁ ὀνομάζων τὸ ὄνομα Κυρίου. Ἀμήν.

Εἰς τὸν Τίμιον Σταυρόν

Ὦ Τίμιε καὶ Ζωοποιὲ Σταυρὲ τοῦ Κυρίου Ἡμῶν Ἰησοῦ Χριστοῦ, σημείῳ θεϊκῷ, σύμβολον ζωῆς αἰωνίου, ὅπλον τὸ θανάσιμον κατὰ τοῦ διαβόλου, νέκρωσις παθῶν, Ἀνάστασις παθόντων ἰατήριον ἀσθενειῶν, σκέπασον τὸν δοῦλον τοῦ Θεοῦ (δεῖνα) ἀπὸ πᾶσαν παγίδα καὶ ἐπήρεια τοῦ πονηροῦ καὶ ἴασε πᾶσα πληγὴν καὶ ἄλγος, κρυφὸν σκότος πονηρόν, ψυχῆς καὶ νοὸς καὶ σώματος τὸ πάθος. Ὦ Τίμιε καὶ Ζωοδότα Σταυρὲ τοῦ Θεοῦ καὶ Λόγου, Σκῆπτρον σωτήριον, Ῥάβδος σοφίας, Εἰρηνικὴ Ἐπαγγελία, Ἰησοῦ Χριστοῦ μαρτυρία, Ἀρχὴ τῆς δόξης τοῦ Θεοῦ, Οὐρανία Ἐξουσία, φύλαξον τὸν δοῦλον τοῦ Θεοῦ (...) καὶ ἀφάνισον πᾶν πειρατήριον δαιμονικὸν καὶ σθένος ὀδυνηρόν, ὡς θαῦμα ἀνιάτων, χρῆσμα χριστοφόρον, κλεὶς τῶν μυστηρίων τοῦ Θεοῦ καὶ δὸς τὴν εὐρωστίαν ψυχῆς τε καὶ σώματος. Ὦ Τίμιε καὶ Φωτοφόρε Σταυρὲ τοῦ Σωτῆρος Ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ Λυτρωτοῦ, Ἀσπὶς Ἁγίων, Ἐλπίδα σωτηρίας, Δόξα Οὐράνια, δεδοξασμένη Χάρις, κλῖμαξ Θεογνωσίας στερέωσον τὸν δοῦλον τοῦ Θεοῦ (δεῖνα) καὶ σύντριψον πᾶσαν καταδυνάστευσιν ὑπὸ τοῦ διαβόλου κινουμένη εἰς δόξαν Πατρὸς Υἱοῦ καὶ Ἁγίου Πνεύματος εἰς δόξαν τοῦ φρικτοῦ σημείου σου εἰς δόξαν τῆς φοβερῆς Δυνάμεώς σου εἰς δόξαν τῆς Θαυμαστῆς Ὑψώσεώς σου ἐν τοῖς οὐρανοῖς. Ἀμήν.

Ὅσιος Ἐφραὶμ ὁ Σῦρος

Ἐξομολόγησις, ἤγουν προσευχὴ πρὸς Θεόν

Ephraem Syrus – Confessio seu Precatio ad deum

Ἴασαί με, Κύριε, καὶ ἰαθήσομαι, ὁ μόνος σοφὸς καὶ εὔσπλαγχνος Ἰατρός. Ἱκετεύω τὴν σὴν ἀγαθωσύνην, ἴασαι τὰ τραύματα τῆς ψυχῆς μου, καὶ φώτισον τοὺς ὀφθαλμοὺς τῆς διανοίας μου, ἵνα κατανοήσω τὴν οἰκονομίαν σου τὴν γινομένην εἰς ἐμὲ διαπαντός. Καὶ ἐπειδὴ ἐμωράνθη ἡ καρδία μου καὶ ἡ διάνοιά μου, ἡ χάρις σου, τὸ ἅλας τῆς ἀληθείας, ἀρτυσάτω αὐτήν. Καὶ τί ἐρῶ σοι, ὦ Προγνῶστα, τῷ ἐτάζοντι καρδίας καὶ νεφρούς; Μόνος γὰρ οἶδας ὅτι ὥσπερ γῆ ἄνυδρος διψᾷ σε ἡ ψυχή μου, καὶ ποθεῖ σε ἡ καρδία μου. Τὸν δὲ ἀγαπῶντά σε ἡ χάρις σου διαπαντὸς ἀνεπλήρωσεν. <Ὥσπερ οὖν διαπαντὸς> ἤκουσάς μου, καὶ τὸ νῦν μὴ ὑπερίδῃς τὴν δέησίν μου. Ἰδοὺ γὰρ ὥσπερ αἰχμάλωτός ἐστιν ἡ διάνοιά μου, σὲ τὸν μόνον Σωτῆρα τῆς ἀληθείας ητοῦσα. Τοιγαροῦν πέμψον τὴν χάριν σου ταχεῖαν ἐλθεῖν εἰς τὴν βοήθειάν μου, ὅπως κορέσειε τὴν ἐμὴν πεῖναν καὶ ποτίσειέ μου τὴν δίψαν. Σὲ γὰρ ποθῶ τὸν ἀκόρεστον Δεσπότην. Τίς γὰρ δύναταί σου κορεσθῆναι, ἐξ ἀληθείας ἀγαπῶν σε καὶ διψῶν τὸ φῶς τῆς ἀληθείας σου;

Δοτὴρ τοῦ φωτός, δός μοι τὰ αἰτήματά μου, καὶ δώρησαί μοι τὴν δέησίν μου· καὶ στάξον ἐν τῇ καρδίᾳ μου μίαν σταγόνα τῆς χάριτός σου. Κατακαυθήτω ἐν τῇ καρδίᾳ μου ἡ φλὸξ τῆς ἀγάπης σου ὥσπερ πῦρ ἐν δρυμῷ, καὶ καταφαγέτω ὡς ἀκάνθας καὶ τριβόλους τοὺς πονηροὺς λογισμούς. δὸς δέ μοι πλουσίως καὶ ἀμέτρως ὡς Θεὸς ἀνθρώπῳ, καὶ δώρησαί μοι ὡς βασιλεὺς τῶν βασιλευόντων, καὶ πλήθυνον ὡς ἀγαθὸς πατήρ. Εἰ δὲ ἠθέτησα καὶ ἀθετῶ, ὡς χοϊκός, ἀλλ᾿ ὁ πληρώσας τὰς ὑδρίας ἀπὸ τῆς εὐλογίας σου, πλήρωσόν μου τὴν δίψαν ὑπὸ τῆς χάριτός σου· καὶ ὁ ἐμπλήσας χιλιάδας πέντε, ἔμπλησόν μου τὴν πεῖναν ἀπὸ τῆς σῆς ἀγαθότητος, Δέσποτα. Δώρησαι, φιλάνθρωπε, αἴτημα τῷ δούλῳ σου τῷ ἱκετεύοντί σε. Ἰδοὺ γὰρ καὶ ὁ ἀὴρ λαμπρύνεται, καὶ τὰ πετεινὰ ἀλλάσσει τὰς φωνὰς αὐτῶν ἀπὸ τῆς δόξης τῆς πολλῆς σου σοφίας. Ἰδοὺ καὶ ἡ γῆ πᾶσα διπλοΐδα περιβάλλεται τῶν ποικίλων ἀνθῶν, ἥτις ὑφαίνεται ἄνευ χειρῶν ἀνθρώπων. Ἀγάλλεται καὶ ἑορτάζει δύο ἑορτάς· μίαν ὑπὲρ τοῦ υἱοῦ αὐτῆς τοῦ πρωτοτόκου Ἀδάμ, ὅτι ἐζωοποιήθη· μίαν δὲ ὑπὲρ τοῦ Δεσπότου αὐτῆς. Ἰδοὺ καὶ ἡ θάλασσα πληθύνεται ἀπὸ τῆς χάριτός σου, καὶ πλουτίζει τοὺς πλέοντας ἐν αὐτῇ.

Ἡ χάρις σου δέδωκέ μοι παρρησίαν τοῦ λαλῆσαι πρὸς σέ, καὶ ὁ πόθος ὃν ἔχω πρὸς σὲ ἀναγκάζει με ἰέναι. Ὁ ἀπ᾿ ἀρχῆς ἀνθρωποκτόνος ὄφις ἐν τῷ καιρῷ τούτῳ προσερχόμενος ἀνοίγει τὸ στόμα αὐτοῦ· πόσῳ μᾶλλον ἀνοίξει τὸ στόμα αὐτοῦ ὁ δοῦλός σου ὁ ποθῶν σε εἰς δόξαν καὶ ἔπαινον τῆς χάριτός σου; Ὁ δεξάμενος καὶ ἐπαινέσας τὰ δύο λεπτὰ τῆς χήρας ἐκείνης, πρόσδεξαι τὴν δέησιν τοῦ δούλου σου καὶ αὔξησον τὴν εὐχήν μου· καὶ δώρησαι τὰ αἰτήματά μου, ἵνα ναὸς γένωμαι τῆς χάριτός σου, καὶ ἐν ἐμοὶ οἰκήσῃ, καὶ αὕτη με διδάξῃ πῶς ἀρέσω αὐτῇ, ὅπως τε κρούσῃ αὕτη εἰς τὴν κινύραν μου μέλη κατανύξεως καὶ πλήρη εὐφροσύνης, ἄγξῃ τε τὴν διάνοιάν μου, ὥσπερ ἐν χαλινῷ, ἵνα μὴ πλανηθεὶς ἁμάρτω σοι καὶ ἐκβληθῶ τοῦ φωτὸς ἐκείνου.

Εἰσάκουσον, Κύριε, εἰσάκουσον τῆς δεήσεώς μου, καὶ δός μοι ἵνα κληθῶ ἐν τῇ βασιλείᾳ σου, ὁ πεπλανημένος, ἀκάθαρτός τε ὢν καὶ καθαρθείς, καὶ ἄφρων καὶ σοφισθείς, καὶ ἀχρήσιμος καὶ χρήσιμος γενόμενος τῷ ποιμνίῳ τῶν ἐκλεκτῶν σου, τῶν ἀσκητῶν καὶ πάντων τῶν ἁγίων τῶν εὐαρεστησάντων σοι· οἳ ἐν τῷ παραδείσῳ ἀγαλλόμενοι αὐτοὶ πρεσβεύουσιν ὑπὲρ ἐμοῦ, καὶ παρακαλοῦσί σε τὸν μόνον φιλάνθρωπον. Εἰσακούσεις τε αὐτὸς τῆς δεήσεως αὐτῶν, καὶ σώσεις με ταῖς παρακλήσεσιν αὐτῶν. Ἐγὼ δὲ δι᾿ αὐτῶν προσφέρω σοι δόξαν, ὅτι τῶν εὐχῶν αὐτῶν εἰσακούσας ᾠκτίρησάς με καὶ οὐχ ὑπερεῖδες τὴν δέησίν μου. Σύ, Κύριε, διὰ τοῦ Προφήτου σου εἶπας, ἄνοιξον τὸ στόμα σου καὶ πληρώσω αὐτό· ἰδοὺ τοίνυν ἤνοικται μετὰ τῆς καρδίας τὸ στόμα τοῦ δούλου σου· πλήρωσον αὐτὸ τῆς χάριτός σου, ἵνα διαπαντὸς εὐλογήσω σε, Χριστὲ ὁ Θεὸς ὁ Σωτὴρ ἡμῶν. Βρέξον εἰς τὴν καρδίαν μου, φιλάνθρωπε ἀγαθέ, τὴν δρόσον τῆς χάριτός σου. Καθάπερ γὰρ οὐκ ἰσχύει ἡ γῆ ἐσπαρμένη θρέψαι ἀφ᾿ ἑαυτῆς τὰ γεννήματα ἄνευ τῆς ἐπισκέψεως τῆς ἀγαθωσύνης σου, οὕτως ἡ καρδία μου οὐκ ἰσχύει φθέγξασθαι τὰ εὐάρεστά σοι, διὰ τῆς χάριτός σου, εἰ μὴ καρποφορήσῃ καρπὸν δικαιοσύνης. Ἰδοὺ δὴ ὁ ἀμητὸς τρέφει τὰ γεννήματα καὶ τὰ δένδρα στεφανοῦνται τοῖς ποικίλοις ἄνθεσι· καὶ ἡ δρόσος σου τῆς χάριτος ποτισάτω μου τὴν διάνοιαν, καὶ περικοσμησάτω αὐτὴν τοῖς ἄνθεσι τῆς ταπεινώσεως καὶ τῆς κατανύξεως, τῆς τε ἀγάπης καὶ τῆς ὑπομονῆς. Καὶ τί ἐρῶ; Ἰδοὺ γὰρ ἡ εὐχή μου ἀσθενὴς ὑπάρχει, καὶ αἱ ἀνομίαι μου μεγάλαι καὶ ἰσχυραί· αἱ ἁμαρτίαι μου θλίβουσί με, καὶ αἱ ἀσθένειαί μου ἀναγκάζουσί με· σὺ δὲ πλούσιος καὶ ἀγαθός, ἐλεήμων καὶ οἰκτίρμων ὑπάρχεις.

Ὁ ἀνοίξας τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ, ἄνοιξον τοὺς ὀφθαλμοὺς τῆς διανοίας μου, ἵνα διαπαντὸς εἰς τὸ κάλλος σου κατανοήσω. Καὶ ὁ ἀνοίξας τὸ στόμα τοῦ ὑποζυγίου ἄνοιξον τὸ στόμα μου εἰς τὸν ἔπαινόν σου καὶ δόξαν τῆς χάριτός σου. Ὁ θέμενος ὅριον τῇ θαλάττῃ τῷ λόγῳ τοῦ προστάγματός σου, θὲς ὅριον καὶ τῇ καρδίᾳ μου διὰ τῆς χάριτός σου, ὅπως μὴ ἐκκλίνῃ δεξιὰ ἢ ἀριστερὰ ἀπὸ τοῦ κάλλους σου. Ὁ δοὺς ὕδωρ ἐν ἐρήμῳ λαῷ ἀπειθεῖ καὶ ἀντιλέγοντι, δός μοι κατάνυξιν καὶ τοῖς ὀφθαλμοῖς μου δάκρυα, ἵνα δακρύσω ἡμέρας καὶ νυκτός, τὰς τῆς ζωῆς μου ἡμέρας μετὰ ταπεινοφροσύνης καὶ ἀγάπης καὶ καρδίας καθαρᾶς. Ἐγγισάτω ἡ δέησίς μου ἐνώπιόν σου, Κύριε, καὶ δώρησαί μοι ἐκ τοῦ σπόρου τοῦ ἁγίου, ἵνα σοι προσενέγκω δράγματα πλήρη κατανύξεως.

Δόξα τῷ δεδωκότι, ἵνα αὐτῷ προσενέγκω. Εἰσάκουσον, Κύριε, τῆς προσευχῆς τοῦ δούλου σου, πρεσβείαις πάντων τῶν ἁγίων σου, ὁ ὢν ἐπὶ πάντων εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν.

Εὐχὴ ἐκ τῆς τοῦ ἁγίου Ἐφραὶμ διδασκαλίας

Ephraem Syrus – Precatio

Ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, Κύριε ὁ Θεὸς ὁ Παντοκράτωρ, καὶ οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου, οὐδὲ ἀτενίσαι καὶ ἰδεῖν τὸ ὕψος τοῦ οὐρανοῦ ἀπὸ πλήθους τῶν ἀδικιῶν μου, οὐδὲ ὀνομάσαι τὸ ὄνομά σου τὸ ἔνδοξον διὰ τῶν χειλέων μου τῶν ἁμαρτωλῶν· ἀνάξιον γὰρ ἐμαυτὸν πεποίηκα καὶ τοῦ οὐρανοῦ καὶ τῆς γῆς, σὲ παροργίσας τὸν ἀγαθὸν Δεσπότην. Δέομαι, Κύριε, δέομαι, μή με ἀπορρίψῃς ἀπὸ τοῦ προσώπου σου, μηδὲ ἀποστῇς ἀπ᾿ ἐμοῦ, ἵνα μὴ ἀπόλωμαι. Εἰ μὴ γὰρ ἡ χάρις σου ἐσκέπασέ με, ἤδη ἐγὼ ἀπωλόμην καὶ ἤμην νῦν ὡς χοῦς κατὰ πρόσωπον ἀνέμου· καὶ ἐγενόμην ἂν ὡς μὴ φανεὶς ἐν τῷ βίῳ τούτῳ. Ἀφ᾿ οὗ γὰρ κατέλιπόν σου τὴν ὁδόν, οὐ συνήντησέ μοι ἡμέρα ἀγαθή. Καὶ γὰρ ἐν ἁμαρτίαις δοκοῦσα ἀγαθὴ ἡμέρα εἶναι, τῶν πικροτάτων πικροτάτη τυγχάνει. Καὶ ἀπὸ τοῦ νῦν ἐλπίζω τῇ χάριτί σου, ὅτι ἐνδυναμώσεις φροντίσαι τῆς ἐμαυτοῦ σωτηρίας. Καὶ νῦν προσπίπτω δεόμενος, ἀντιλαβοῦ μου τοῦ πλανηθέντος ἀπὸ ὁδοῦ δικαιοσύνης· ἔκχεε ἐπ᾿ ἐμὲ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου, ὡς ἐν τῷ ἀσώτῳ υἱῷ, ὅτι κατῄσχυνά μου τὸν βίον σκορπίσας τὸν πλοῦτον τῆς χάριτός σου. Ἐλέησόν με, ὁ Θεός, καὶ ἀμνησικάκησον ἐπὶ τῷ πεφαυλισμένῳ μου βίῳ. Ὡς τὴν πόρνην καὶ τὸν τελώνην καὶ τὸν λῃστὴν οἰκτίρησόν με. Οὗτοι γὰρ ἐπὶ γῆς ὄντες ἀπεγνώσθησαν ὑπὸ πάντων· σὺ δέ, Κύριε, προσελάβου αὐτοὺς καὶ παραδείσου τρυφῆς οἰκήτορας πεποίηκας. Δέξαι οὖν καὶ ἐμοῦ τοῦ ἀχρείου δούλου σου τὴν μετάνοιαν, ὅτι κἀγὼ ἀπεγνώσθην ὑπὸ πάντων. Ἦλθες γάρ, Κύριε, οὐ δικαίους καλέσαι, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν. Ὅτι σοὶ πρέπει ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ἑπτά εἰσιν αἱ ἐργασίαι τοῦ μοναχοῦ

Ephraem Syrus – Septem sunt occupationes monachi

αʹ, ἡσυχία, ἀπερίσπαστον διαγωγὴν ἔχουσα, ἀπέχουσαν πάσης μερίμνης βιωτικῆς, ἵνα δυνηθῇ ἐκ τοῦ μακρυσμοῦ τῶν ἀνθρώπων προσκολληθῆναι τῷ Θεῷ.

βʹ, νηστεία σύμμετρος, ἤγουν τὸ ἅπαξ ἐσθίειν καθ᾿ ἡμέραν, καὶ μὴ κορέννυσθαι, ἐξ εὐτελῶν τροφῶν.

γʹ, ἀγρυπνία σύμμετρος, ἤγουν τὸ ἥμισυ τῆς νυκτὸς εἰς ψαλμῳδίαν καὶ στεναγμοὺς καὶ δάκρυα δαπανᾶν.

δʹ, ψαλμῳδία, ἤγουν προσευχὴ σωματικὴ διὰ ψαλμοὺς καὶ γονάτων κλίσιν.

εʹ, προσευχὴ πνευματική, ἡ διὰ τοῦ νοὸς γινομένη, ἀπέχουσα πᾶσαν ἔννοιαν.

Ϛʹ, ἀνάγνωσις ἔν τε βίοις τῶν ἁγίων Πατέρων καὶ λόγοις αὐτῶν· μηδόλως περὶ δογμάτων ξένων ἢ ἄλλων τινῶν ἀκούειν· ἵνα διὰ τῶν λόγων τῶν Πατέρων νικήσῃ τὰ πάθη.

ζʹ, ἐρώτησις ἐμπείρων περὶ παντὸς λόγου καὶ ἐγχειρημάτων, ἵνα μὴ ἐξ ἀπειρίας καὶ αὐταρκείας ἄλλα ἀντ᾿ ἄλλων νοῶν καὶ ποιῶν ἀπόληται.

ΕΥΧΑΙ ΜΕΓΑΛΟΥ ΒΑΣΙΛΕΙΟΥ

Ὑπὲρ τῆς θείας ἀγάπης

Ἀνεξίκακε βασιλεῦ καὶ ἀΐδιε, ὁ διὰ τὴν ἐκ ξύλου κατάκρισιν ἐπὶ ξύλου ἀρθεὶς, καὶ τοῖς ἀκολουθεῖν σου τοῖς ἴχνεσιν αἱρουμένοις μακροθυμίας σαυτὸν ὑπόδειγμα παρασχόμενος, ὃς ὑπὲρ τῶν σταυρούντων σε θεομάχων ἔντευξιν προσήγαγες τῷ συνανάρχῳ Γεννήτορι αὐτός· φιλάνθρωπε Κύριε, καὶ οἷς δι᾿ ἀπεχθείας ἐσμὲν ἢ ἐπιβουλεύουσιν, ἢ λοιδορουμένοις, ἢ ἐπηρεάζουσιν, ἢ βασκαίνουσιν, ἢ καθ᾿ οἷον δή τινα τρόπον ἐξ ἐπιβουλῆς καὶ ἐπηρείας τοῦ φιλαπεχθή- μονος δαίμονος μισοῦσι καὶ ἀποστρεφομένοις, συγ- χώρησον τὸ τῆς εἰς ἡμᾶς παροινίας πλημμέλημα, με- τάβαλε τὰς γνώμας αὐτῶν ἐκ κακοηθείας εἰς ἐπιεί- κειαν. Ἔμβαλε ταῖς καρδίαις αὐτῶν ἄδολον ἀγάπην καὶ ἀνυπόκριτον· σύνδησον ἡμῖν αὐτοὺς ἐν ἀῤῥήκτοις δεσμοῖς εὐνοίας πνευματικῆς· καὶ τῆς ἀκηράτου σου ζωῆς, οἷς οἶδας λόγοις, κοινωνοὺς ἀποτέλεσον· τοὺς δὲ ἀγαπῶντας ἡμᾶς, ἢ καὶ εἰς τὰς σωματικὰς χρείας διὰ τὸ σὸν διακονοῦντας ἅγιον ὄνομα, ταῖς πλουσίαις σου δωρεαῖς ἀντάμειψαι, καὶ τῆς λήξεως τῶν πιστῶν καὶ φρονίμων οἰκονόμων ἀξίωσον. Καὶ τοῖς τῆς ἀσθενείας ἡμῶν ἐν ἀγαθῇ διαθέσει μεμνημένοις, ἢ καὶ ὑπερευχομένοις, δαψιλῆ τὴν χάριν σου ἐπιβρά- βευσον· τοῖς ἐντειλαμένοις τῇ ἡμετέρᾳ ταλαιπώρῳ ἀναξιότητι ὑπὲρ αὐτῶν εὔχεσθαι τὰ ὠφέλιμα χάρι- σαι, καὶ τὰ πρὸς σωτηρίαν αἰτήματα παράσχες, καὶ πλούσια τὰ ἐλέη σου καὶ τοὺς οἰκτιρμοὺς αὐτοῖς ἐξαπόστειλον. Πάντας, εὔσπλαγχνε, τοὺς ἐπὶ σοὶ πε- ποιθότας ἐλέησον, πάντας εἰς τὴν θείαν σου ἀγάπην ἕλκυσον. Πρόστηθι πάντων, καὶ ἀντιλάβου, σὺν ἡμῖν τοῖς ἁμαρτωλοῖς καὶ ἀχρείοις δούλοις σου, καὶ τῆς σῆς βασιλείας κληρονόμους ἀπέργασαι. Σὸν γάρ ἐστι τὸ ἐλεεῖν καὶ σώζειν ἡμᾶς, ὁ Θεὸς ἡμῶν, ὅτι σοῦ ἐστι τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.

ΕΥΧΑΙ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ

ΕΥΧΗ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ Ἐν τῷ μέλλειν ἀναγινώσκειν, ἢ ἀναγινώσκοντος ἑτέρου ἀκροᾶσθαι.

Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ἄνοιξον τὰ ὦτα καὶ τοὺς ὀφθαλμοὺς τῆς καρδίας μου, τοῦ ἀκούειν με τοὺς λόγους σου, καὶ συνιέναι καὶ ποιεῖν τὸ θέλημά σου, Κύριε, ὅτι Πἄροικος ἐγώ εἰμι ἐν τῇ γῇ. Μὴ ἀποκρύψῃς ἀπ᾿ ἐμοῦ τὰς ἐντολάς σου, ἀλλ᾿ ἀπο- κάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσια ἐκ τοῦ νόμου σου. Ἐπὶ σοὶ γὰρ ἐλπίζω, ὁ Θεός μου, ἵνα σύ μου φωτίσῃς τὴν καρδίαν.

ΕΥΧΗ ΔΕΥΤΕΡΑ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ Δέησις ἁμαρτωλοῦ.

Κύριε ὁ Θεός μου, ὁ μέγας καὶ φοβερὸς καὶ ἔνδο- ξος, ὁ πάσης ὁρωμένης καὶ νοουμένης κτίσεως δη- μιουργὸς, ὁ φυλάσσων τὴν διαθήκην σου καὶ τὸ ἕλεός σου τοῖς ἀγαπῶσί σε καὶ φυλάσσουσι τὰ προστάγματά σου· καὶ νῦν καὶ πάντοτε εὐχαριστῶ σοι πασῶν ἕνεκα τῶν εἰς ἐμὲ γενομένων εὐεργεσιῶν σου φανερῶν καὶ ἀφανῶν. Καὶ μέχρι τοῦ νῦν αἰνῶ καὶ δοξάζω καὶ μεγαλύνω σε, ἀνθ᾿ ὧν ἐθαυμάστωσας ἐπ᾿ ἐμοὶ τὰ ἐλέη σου τὰ πλούσια καὶ τοὺς οἰκτιρμούς σου, ἀντιλαβόμε- νός μου ἐκ γαστρὸς μητρός μου, καὶ ἐπὶ πᾶσι προνοη- σάμενος, συντηρήσας τε καὶ διακυβερνήσας ὁσίως τὰ κατ᾿ ἐμὲ διὰ μόνην χρηστότητα καὶ φιλανθρωπίαν σου. Οὐ γὰρ διὰ τὸ ἀνάξιόν μου καὶ ἐμπαθὲς ὑπερεῖ- δες τὴν ἐμὴν ταπείνωσιν, ἀλλὰ διὰ τὸ φιλάνθρω- πόν σου καὶ συμπαθὲς εὐεργετῶν καὶ προνοούμενος οὐ διέλειπες· Καὶ ἕως γήρως καὶ πρεσβείου ὁ Θεός μου μὴ ἐγκαταλίπῃς με, Ἰησοῦ Χριστὲ, τὸ καλὸν ὄνομα, ὁ γλυκασμός μου, καὶ ἡ ἐπιθυμία μου, καὶ ἡ ἐλπίς μου· ὁ ἐνανθρωπήσας δι᾿ ἡμᾶς, καὶ τὸν διὰ σταυροῦ θάνατον ὑπομείνας, καὶ πάντα ἐν σοφίᾳ οἰ- κονομήσας καὶ διαθέμενος τῆς ἡμῶν ἕνεκα σωτηρίας. Ἐξομολογοῦμαί σοι, Κύριε ὁ Θεός μου, ἐν ὅλῃ καρ- δίᾳ μου, κλίνω γόνυ σώματος καὶ ψυχῆς, ἐξαγορεύων σοὶ τῷ Θεῷ μου πάσας τὰς ἁμαρτίας μου. Κλῖνον καὶ αὐτὸς τὸ οὗς σου εἰς τὴν ἐμὴν δέησιν, καὶ ἄφες τὴν ἀσέβειαν τῆς καρδίας μου. Ἥμαρτον, ἠνόμησα, ἐπλημμέλησα, παρώξυνα, παρεπίκρανα τὸν ἐμὸν ἀγαθὸν Δεσπότην καὶ τροφέα καὶ κηδεμόνα· οὐκ ἔστιν εἶδος κακίας ῥητὸν ἢ ἄῤῥητον, ὃ οὐκ ἐποίησα καὶ ἔργῳ καὶ λόγῳ, καὶ γνώσει καὶ ἀγνοίᾳ, καὶ ἐνθυμή- μασι καὶ νοήμασι, καθ᾿ ὑπερβολὴν εἰς ὑπερβολὴν ἁμαρτήσας· καὶ πολλάκις μετανοεῖν ὑποσχόμενος, τοσαυτάκις τοῖς αὐτοῖς περιέπεσα. Εὐκοπώτερον στα- γόνες ὑετοῦ ἀριθμηθήσονται, ἢ τῶν ἐμῶν ἁμαρτημά- των ἡ πληθύς· ὑπερῆραν γὰρ τὴν κεφαλήν μου, καὶ ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν. Ἀπὸ γὰρ νεότητός μου καὶ μέχρι τοῦ νῦν ταῖς ἀτόποις ἐπιθυμίαις θύραν ἀνοίξας, ἀχαλινώτοις καὶ ἀτάκτοις ἐχρησάμην ὁρμαῖς, μολύνας τὸν χιτῶνα τὸν ἄνωθεν ὑφαντὸν τοῦ ἁγίου μου βαπτίσματος, τὸν ναόν μου τοῦ σώματος κηλιδώσας, τὴν ταλαίπωρόν μου ψυχὴν τοῖς πάθεσι τῆς ἀτιμίας καταμιάνας, καὶ πᾶσαν ἄλλην παρανομίαν καὶ ἀδι- κίαν διαπραξάμενος· ὧν ἐὰν κατὰ μέρος ἐπιμνησθῆ- ναι θελήσω, ἐπιλείψει με διηγούμενον ὁ χρόνος. Ἐπεὶ δὲ πάντα οἶδας αὐτὸς (οὐδὲ γάρ ἐστι κτίσις ἀφανὴς ἐνώπιόν σου, πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς σου), τί δεῖ πρὸς εἰδότα λέγειν τὰ μὴ ἀγνοούμενα παρὰ σοῦ; Ἐμοῦ δὲ συντρίβεται ἡ καρ- δία καὶ τὰ ὀστᾶ τῆς ψυχῆς, καὶ ὅλος εἰς ἀπορίας καταδύομαι βάθος, ἐνθυμούμενος ὅτι τηλικαῦτα καὶ τοσαῦτα ἡμαρτηκὼς, οὐδὲ μικρόν τι μεταμελείας ἔργον ἐνεδειξάμην· καὶ ὁ καιρὸς τῆς τομῆς ἐγγὺς, καὶ ἡ προθεσμία τοῦ θανάτου παρέστηκεν, ὁ δὲ τῆς μετανοίας καιρὸς οὐδαμοῦ. Διὰ τοῦτο τετάρακται ἡ ψυχή μου, καὶ κατώδυνός ἐστι καὶ κατηφείας πλή- ρης· ἀνέτοιμος γὰρ καὶ ἀπαράσκευος ὢν, διαλογιζό- μενός τε καὶ ἀνακρίνων τὰ κατ᾿ ἐμαυτὸν, οὐδὲν ἱκα- νὸν πρὸς ἀπολογίαν εὑρίσκω, οὐδέ τινα τρόπον καὶ μηχανὴν, δι᾿ ὧν τοῦ αἰωνίου πυρὸς ῥυσθήσομαι. Εἰ γὰρ ὁ δίκαιος μόλις σώζεται, ὁ ἁμαρτωλὸς ἐγὼ ποῦ φανοῦμαι; Καὶ εἰ διὰ πολλῶν θλίψεων ἡ βασιλεία τῶν οὐρανῶν τοῖς ἀξίοις κατακληροῦται, καὶ στενὴ καὶ τεθλιμμένη ἡ ὁδὸς τῆς ζωῆς, πῶς ἐγὼ καθηδυπαθῶν καὶ ἀκολασταίνων διαπαντὸς τῆς σωτηρίας ἀξιωθή- σομαι; Καὶ εἰ πᾶσα δικαιοσύνη ἀνθρώπου, ὡς ῥάκος ἀποκαθημένης, ὁ τοσοῦτος βόρβορος καὶ ἀδικία τί λογισθήσεται; Εἰ καὶ ὑπὲρ ἀργοῦ λόγου ἀπολογή- σασθαι πρόκειται, ὑπὲρ τοσούτων ἐγὼ ἁμαρτημάτων τίνα εὐπρόσωπον ἕξω τὴν ἀπολογίαν; Οἵμοι ψυχή! ὅτι οὕτω τὰ καθ᾿ ἡμᾶς προεχώρησε. Βραχὺς ὁ βίος καὶ εὐπερίστατος, ὀξέως παροδεύων καὶ πρὸς τὸν θάνατον παραπέμπων· αἰωνία τῶν ἀμαρτωλῶν ἡ τιμωρία, ὥσπερ καὶ ἡ τῶν δικαίων βασιλεία, καὶ ζωὴ ἀμφοτέρων μὴ κοπτομένη θανάτῳ. Τί οὖν ποιή- σω; τί διαπράξωμαι; εἰς ποῖον χάος ἐμαυτὸν ἀκον- τίσω; Φοβερὸς γὰρ καὶ ὁ θάνατος, καὶ μάλιστα τῶν ἁμαρτωλῶν, ἐπεὶ καὶ πονηρός· Θάνατος γὰρ ἁμαρ- τωλῶν πονηρός· φοβερὰ δὲ καὶ τὰ μετὰ θάνατον δεί- ματα, φοβερώτερον δὲ πολλῷ μᾶλλον τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος, ἐξ ὧν οὐκ ἔστιν ὁ ἐξελέσθαι δυ- νάμενος. Ὅταν οὖν ἔλθῃ ἐνδοξασθῆναι ἐν τοῖς ἁγίοις αὐτοῦ, καὶ ἀποδοῦναι ἐκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ· ὅταν θρόνοι τεθῶσι, καὶ ὁ ἀδέκαστος Κριτὴς φοβερὸς καμεῖται, καὶ ὁ ποταμὸς τοῦ πυρὸς ἕλκων ἔμπρο- σθεν, καὶ ἡ λαμπρότης καὶ ἡ χαρὰ τῶν δικαίων ἡτοι- μασμένη, καὶ πᾶσαι αἱ τῶν ἀγγέλων μυριάδες, καὶ πάντες οἱ ἀπ᾿ αἰῶνος ἄνθρωποι, καὶ πᾶσα ὁμοῦ ἡ κτίσις, ἥ τε ὁρωμένη καὶ ἡ νοουμένη ὑπότρομος πα- ρίσταται· τί ἐγὼ τότε διαπράξωμαι αἰσχύνης πεπλη- ρωμένος, ὑπὸ τοῦ συνειδότος κατεγνωσμένος, παῤῥη- σίας πάσης καὶ ἀπολογίας ἐστερημένος; Στεναγμοὶ πάντοθεν. Οἴμοι τῶν κακῶν! τί πρῶτον θρηνήσω; τί δεύτερον στενάξω; τί ἀπολοφύρωμαι; τὴν στέρησιν τῶν ἀγαθῶν, ἢ τὴν ὀδύνην τῶν ἀλγεινῶν; τὸ ἀπέ- ραντον τῆς τιμωρίας, ἢ τὸν ἀπὸ Θεοῦ χωρισμόν; κλαῦσον, ἀθλία ψυχὴ, ἐνθυμουμένη ταῦτα, καὶ ὁποῖα μετὰ τὴν ἔξοδον ἀπαντήσεταί σοι, ὡς λίαν ἐπαχθῆ καὶ ἐπώδυνα, καὶ βόησον· Ὁ Θεὸς τῶν δυνάμεων, ὁ Θεὸς ὁ αἰώνιος, ὁ Θεὸς τοῦ ἐλέους καὶ τῶν οἰκτιρμῶν, μὴ ἐγκαταλίπῃς με, μὴ ὑπερίδῃς με, μὴ ἀποστήσῃς ἀπ᾿ ἐμοῦ τὸ ἔλεός σου· Πρόσχες εἰς τὴν βοήθειάν μου, Κύριε τῆς σωτηρίας μου. Καὶ γὰρ οὕτως ἔχων καὶ οὕτω διανοούμενος οὐκ ἀπαγορεύω τῆς ἀγαθῆς ἐλπίδος, οὐδὲ ἀπογινώσκω τῆς σωτηρίας μου. Οἶδα γὰρ τοῦ ἐμοῦ Δεσπότου τὸ εὐσυμπάθητον, οἶδα τοῦ φιλανθρώπου τὸ ἀμνησίκακον, καὶ ὅτι θελητὴς ἐλέους ἐστὶ, μὴ θέλων τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῇν αὐτὸν, θέλων δὲ πάντας σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, καὶ μάλιστα τοὺς ἀπὸ ἁμαρτίας ἐπιστρέφοντας. Οὐ γὰρ ἦλθες καλέ- σαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν. Οὐ γὰρ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἱατροῦ, ἀλλ᾿ οἱ κακῶς ἔχοντες. Νῦν ἠρξάμην λαλῆσαι πρὸς τὸν Κύριόν μου· ἐγὼ δέ εἰμι γῆ καὶ σποδὸς, σκώ- ληξ καὶ οὐκ ἄνθρωπος, ὄνειδος ἀνθρώπων καὶ ἐξουθένημα λαοῦ. Δός μοι λόγον ἐν ἀνοίξει τοῦ στόματός μου, ὁ διδοὺς εὐχὴν τῷ εὐχομένῳ, ὅτι παρὰ σοῦ Πᾶσα δόσις ἀγαθὴ, καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστι καταβαῖνον ἐκ σοῦ τοῦ Πατρὸς τῶν φώτων· ἵνα καὶ δεηθῶ ἀξίως καὶ ἱκετεύσω συμφε- ρόντως. Μὴ ἀποστραφῶ τεταπεινωμένος, κατῃσχυμ- μένος, ἀλλὰ τυχὼν ὧν ἤλπισα· καὶ οὕτως ἀπελεύσο- μαι χαίρων ἐν πληροφορίᾳ καρδίας μου. Ἐλέησόν με, ὁ Θεὸς, κατὰ τὸ μέγα ἔλεός σου, ὅτι ἐπὶ σοὶ πέποιθεν ἡ ψυχή μου· ἐλέησόν με, Κύριε, ὅτι ἀσθενής εἰμι, ὁ ἰατρὸς τῶν ψυχῶν καὶ τῶν σωμάτων. Ὡς ἐπὶ τοῦ φοβεροῦ σου παριστάμενος βήματος, ὡς τῶν ἀχράντων σου ποδῶν ἐφαπτόμενος, οὕτω παρακαλῶ καὶ δέομαι καὶ ἀντιβολῶ μετὰ συντετριμ- μένης καρδίας καὶ τεταπεινωμένης· Ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ, συγχώρησόν μοι τῷ ἀχρείῳ καὶ ταπεινῷ, ἔπιδε ἐξ ἁγίου κατοικητηρίου σου ἐπὶ τὴν ἐμὴν ἀθλιότητα, ἐπίβλεψον ἐξ ἁγίων σου ὑψωμάτων ἐπὶ τὴν προσευχὴν τοῦ ταπεινοῦ δούλου σου, καὶ μὴ ὑπερίδῃς τὴν δέησίν μου· ἄνες μοι, ἵνα ἀναψύξω, πρὸ τοῦ με ἀπελθεῖν, ὅθεν οὐκ ἔτι λοιπὸν ἐπιστρέψω. Ὡς ἄνθρωπος ἥμαρτον, ὡς Θεὸς συγχώρησον· σὺ γὰρ οἶδας, Δέσποτα, τὸ εὐόλισθον τῆς ἀνθρωπίνης φύσεως, καὶ ὅτι ἔγκειται ἡ διάνοια τοῦ ἀνθρώπου ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος. Μνήσθητι ὅτι χοῦς ἐσμεν· μνήσθητι ὅτι σὺ μόνος καθαρὸς καὶ ἄχραντος καὶ ἀμίαντος, πάντες δὲ ἡμεῖς ἐν ἐπιτιμίοις· μνήσθητι τῶν ἀπ᾿ αἰῶνος οἰκτιρμῶν σου καὶ τοῦ ἐλέους σου, καὶ μὴ συγκαταδικάσῃς με ταῖς ἀνομίαις μου, μηδὲ κατὰ τὰς ἁμαρτίας μου ἀνταποδῷς μοι. Οἶδας τὸ πλῆθος τῶν ἀνομιῶν μου, ὅτι πολὺ καὶ ἀριθμῷ μὴ ὑποκείμενον· ἀλλ᾿ οἶδα καὶ τὸ πέλαγος τῆς φιλανθρωπίας σου, ὅτι ἀνείκαστον καὶ ἀνίκητον. Σὺ γὰρ εἶ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κό- σμου, ὁ ἀπὸ τοῦ οὐρανοῦ καταβὰς ἐπὶ τῆς γῆς, τοῦ ζητῆσαι τὸ πλανηθὲν πρόβατον καὶ ἀπολωλός· ὁ ποι- μὴν ὁ καλὸς, ὁ τιθεὶς τὴν ψυχὴν ὑπὲρ τῶν προβά- των, καὶ ἐλθὼν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ. Ἐλέησον, ἐλέησον τὸ ποίημα τῶν χειρῶν σου· μὴ βδελύξῃ με τὸν ἀνάξιον, ἀλλ᾿ οἰκτείρησον τὸ ποίημά σου, ὁ δι᾿ ἐμὲ σταυρὸν ὑπομεί- νας, καὶ τὰ τῶν μωλώπων καταδεξάμενος στίγματα, ἀλλ᾿ ἰασάμενος, ἐξάλειψον πάντα φαρμάκῳ συμπα- θείας, καὶ σπόγγῳ φιλανθρωπίας σου· Πάντα γὰρ δύνασαι, ἀδυνατεῖ δέ σοι οὐδέν. Κατάνυξόν μου τὴν πεπωρωμένην καρδίαν, ἐλάφρυνον τὸ βάρος τοῦ συνειδότος, δέξαι μου τὰ δάκρυα καὶ τὸν στεναγμὸν, ὡς τῆς πόρνης, ὡς τοῦ κορυφαίου τῶν ἀποστόλων Πέτρου· δέξαι μου τὴν μικρὰν ταύτην ἐξομολόγησιν καὶ μετάνοιαν, ὁ προσδεξάμενος τοῦ λῃστοῦ τὴν εὐ- γνωμοσύνην ἐν τῷ σταυρῷ· δέξαι μου τὸν ἀπὸ τῶν χειλέων καρπὸν, ὡς θυσίαν ζῶσαν, εὐάρεστον, εἰς ὀσμὴν εὐωδίας. Παρακαλῶ, παρακλήθητι· δυσωπῶ, δυσωπήθητι. Ἥμαρτε καὶ Μανασσῆς ἐκεῖνος ὁ βασι- λεὺς, ἀλλ᾿ οὐκ ἀπώλετο μετανοήσας· ἥμαρτε καὶ Δαυῒδ πρὸ ἐκείνου, ἀλλὰ τὴν ἁμαρτίαν ἀποκλαυσά- μενος ἠλεήθη. Πολλὰ ἔχω τοιαῦτα παραδείγματα παρηγοροῦντα καὶ παραμυθούμενά μου τὴν ἀθυμίαν, ἀποδιώκοντα τὴν ἀπόγνωσιν ἀπ᾿ ἐμοῦ, καὶ τρέφοντά μου τὴν ἐλπίδα τῆς σωτηρίας. Παρακάλεσόν μου καὶ σὺ τὴν καρδίαν, ὁ Πατὴρ τῶν οἰκτιρμῶν καὶ Θεὸς πάσης παρακλήσεως· ψυχαγώγησον καὶ ἀγάθυνον, ἡ πηγὴ τοῦ ἐλέους καὶ τῶν ἀγαθῶν. Πολλὰ ἐποίησας ἀπὸ τοῦ αἰῶνος μεγάλα καὶ θαυμαστὰ, ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός· ἀλλ᾿ εἰ ἐμὲ τὸν ἄσω- τον σώσεις, εἰ ἐμὲ τὸν ἀνάξιον παραστήσεις, πλείω καὶ μείζω θαυμαστωθήσῃ· ὅτι τοσαύτη σου τῆς ἐλεη- μοσύνης καὶ τῆς φιλανθρωπίας ἡ δύναμις, ὥστε καὶ ἀπὸ βορβόρου μαργαρίτην ποιεῖν, καὶ ἀπὸ τοῦ εἶναι υἱὸν γεέννης, υἱὸν βασιλείας ἀποτελεῖν. Καὶ ἔτι κε- κράξομαι πρὸς τὸν Κύριόν μου, καὶ πρὸς τὸν Θεόν μου δεηθήσομαι· κυβέρνησον τὸ ὑπόλοιπόν μου τῆς ζωῆς κατὰ τὸ θέλημά σου· στήριξόν με εἰς τὸν φόβον σου· στερέωσόν με ἐν τῇ ἀγάπῃ σου, καὶ ἐν τῷ πλήθει τῆς χρηστότητός σου· χρηστόν μοι τέλος καὶ ἄξιον τῆς φιλανθρωπίας σου δώρησαι, καὶ τὰ ὀστᾶ καὶ τὰς ἁρμονίας μου καὶ πᾶσαν τὴν σύνθεσιν τῆς ὑποστάσεώς μου ἐν ἐλέει καὶ φιλανθρωπίᾳ σου ἔπιδε, καὶ εἰς ἀνέσεως καὶ εἰς ἀναπαύσεως τόπον τὴν ἀθλίαν μου ψυχὴν ὀδηγήσας, ἀποκατάστησον, ὅτι πολλαὶ μοναὶ παρὰ σοὶ ἑκάστῳ κατ᾿ ἀξίαν διανεμόμεναι. Ἔτι δέομαι καὶ παρακαλῶ, δὸς δὴ, Κύριε, καὶ χάριν συν- έσεως τῇ ἐμῇ ἀναξιότητι τοῦ διανοεῖσθαι τὰ σοὶ εὐ- άρεστα, κἀμοὶ συμφέροντα, καὶ μὴ μόνον διανοεῖσθαι, ἀλλὰ καὶ διαπράττεσθαι, τὸ μὴ συναρπάζεσθαι καὶ συναπάγεσθαι τοῖς ματαίοις, τὸ μὴ διαπράττεσθαι τὰ μὴ δέοντα, τὸ ἀκενοδόξως ταπεινοῦσθαι τοῖς ταπει- νοῖς, καὶ τοῖς πάσχουσι συμπαθεῖν, καὶ τοῖς ἁμαρ- τάνουσι συγχωρεῖν. Οἶδα γὰρ ὡς, εἰ μὴ ἀφήσω, οὐκ ἀφεθήσομαι. Διὰ τοῦτο, παρακαλῶ, συγχώρησον πάντα πᾶσι τοῖς ἁμαρτάνουσιν εἰς ἐμέ· οὐ γάρ εἰσιν οὗτοι αἴτιοι, ἀλλ᾿ ἐγὼ ὁ ἄθλιος, ὁ μὴ ποιῶν τὸ θέλημά σου, καὶ μὴ φυλάττων τὰ προστάγματά σου. Τοὺς δὲ ἀγαπῶντας ἡμᾶς ἀντάμειψαι ταῖς πλουσίαις σου δω- ρεαῖς· τὸν δὲ πνευματικόν μου πατέρα, καὶ τοὺς ἀδελ- φοὺς, οὓς σὺ δέδωκας, εὔσπλαγχνε, κρίμασιν οἷς ἐπί- στασαι σὺν ἐμοὶ φιλανθρώπως οἰκτειρήσας, ἐλέησον. Ταῦτά μου τῆς προσευχῆς τὰ ῥήματα ἔστωσαν ὑπερ- εντυγχάνοντά μου καὶ ζῶντος καὶ θανόντος· αὕτη ἡ ἐξομολόγησις καὶ τὰ δάκρυα ὡς θυμίαμα ἐνώπιόν σου κατευθονθήτωσαν· ἐγὼ δὲ καθ᾿ ἑκάστην ἀναμένω τοῦ θανάτου τὸ ἀπαραίτητον. Καὶ τὸ μὲν σῶμά μου τὸ ἄθλιον ταφῇ παραδοθὲν διαφθαρήσεται, καὶ εἰς τὰ ἐξ ὧν συν- ετέθη ἀναλυθήσεται, ὅπερ ἀναστήσεις ὁ ζωοδότης ἄφθαρ- τον ἐν τῷ τῆς παλιγγενεσίας καιρῷ· τὸ δὲ πνεῦμά μου εἰς χεῖράς σου παρατίθημι. Ἀνάπαυσον, ἅγιε Δέσποτα, ἐν φωτὶ ζώντων, καὶ ἐν τῇ κατοικίᾳ τῶν εὐφραινομένων, καὶ τοὺς ἐμοὺς γεννήτορας, προγόνους, καὶ ἀδελφοὺς, σοὺς δὲ οἰκέτας εὐγνώμονας· ὅτι, εἰ καὶ ἡμάρτομεν, ἀλλ᾿ οὐκ ἀπέστημεν ἀπὸ σοῦ, οὐδὲ διεπετάσαμεν χεῖρας ἡμῶν πρὸς Θεὸν ἀλλότριον, ἀλλὰ σὲ ἔγνωμεν, καὶ σὲ ἠγαπήκαμεν, καὶ σοὶ πεπιστεύκαμεν, καὶ σὲ προσκυνοῦ- μεν τὸν ἕνα ἐν Τριάδι Θεὸν, ἐν σοί τε προσευχόμεθα, καὶ ἐν σοὶ τὰς τῆς σωτηρίας ἀναρτῶμεν ἐλπίδας. Ἐλέησον ἡμᾶς κατὰ τὸ μέγα σου ἔλεος, καὶ σῶσον εἰς τὴν ἐπου- ράνιον καὶ αἰώνιόν σου βασιλείαν. Ναὶ δὴ, Κύριέ μου, Κύριε, οὕτω γενέσθω ταῦτα ἐν ἡμῖν τοῖς ἐλπίζουσιν ἐπὶ σὲ διὰ τὴν πολλήν σου καὶ ἀνυπέρβλητον ἀγαθότητα, καὶ διὰ τὴν ἄφατόν σου εὐσπλαγχνίαν καὶ φιλανθρωπίαν, πρεσβείαις τῆς πανενδόξου, πανυμνήτου, ὑπερευλογη- μένης, καὶ κεχαριτωμένης δεσποίνης ἡμῶν, ὑπεραγίας θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, τῶν ἐπουρανίων καὶ νοερῶν δυνάμεων, καὶ πάντων τῶν ἀπ᾿ αἰῶνός σοι εὐ- αρεστησάντων. Ἀμήν.

Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου εἰς τὴν ἀνάληψιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.

Θεία τις, ὡς ἔοικεν, ἡ παροῦσα πανήγυρις τὴν τοῦ Δεσπότου κατὰ τοῦ θανάτου νίκην ἀνακηρύττουσα· καὶ πρὸς αὐτὴν ἥκομεν τὴν πα- σῶν κορωνίδα τῶν ἑορτῶν. Νῦν γὰρ τέλος εἴληφε πάσης τῆς οἰκο- νομίας ἡμῖν τὸ κατόρθωμα· καὶ τῆς τῶν ἐπινικίων ἑορτῆς ὁ παρὼν καιρὸς ἥκει φέρων τὰ σύμβολα. Νυνὶ γὰρ εἰς οὐρανὸν ἀνήγαγεν ὁ Δεσπότης «τῶν ἡμετέρων σωμάτων τὴν ἀπαρχήν». Ἐπάνοδον τοίνυν δεσποτικὴν ἑορτάζομεν, καθ᾿ ἣν πρὸς τὰ οὐράνια τὴν ἡμετέραν φύσιν μετέστησεν. Ἀνέστησε μὲν γὰρ τὸν ἑαυτοῦ ναὸν ὁ ἐνοικήσας Θεὸς καὶ συνήγαγεν ἑαυτῷ τὸ οἰκεῖον ἔνδυμα ὁ τὸ αἰθέριον πέλαγος περαιωσάμενος, τῇ μὲν θείᾳ φύσει διηνεκῶς τὰ πάντα πληρῶν, τῇ δὲ κατὰ σάρκα οἰκονομίᾳ πρότερον μὲν ὑπὸ γῆν ἐλθὼν, ὕστερον δὲ μετὰ τὴν κατὰ τοῦ θανάτου νίκην τῷ οἰκείῳ σώματι τὸ οὐράνιον ἀποπλη- ρώσας οἰκητήριον. «Τίς λαλήσει τὰς δυναστείας τοῦ Κυρίου, ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις αὐτοῦ;» Τίς τῆς τοσαύτης οἰκονομίας ἐξηγήσασθαι δυνηθείη λόγος τὸ μέγεθος; τίς τῆς ἀῤῥήτου φιλοτιμίας τοῦ Δεσπότου διὰ γλώσσης ἀνακηρύξει τὸν ἄπειρον πλοῦτον; Ὃν γὰρ ἐξέβαλε τῆς ἐν παραδείσῳ διαίτης ἡ ἁμαρτία, τοῦτον εἰς οὐρα- νὸν ἀνήγαγεν ἡ θεία χάρις. Ἐβόων οἱ τοῦ θανάτου πυλωροὶ τὴν ξέ- νην κάθοδον τοῦ παραδόξως αὐτοῖς ἐπιφοιτήσαντος θεώμενοι· «Τίς οὗτος ὁ βασιλεὺς τῆς δόξης»; Ταύτην ἀφῆκαν τὴν φωνὴν καὶ αἱ δυνάμεις αἱ ὑπερουράνιοι, τὸ ξένον θέαμα καταπλαγέντες τοῦ μετὰ σώματος ἀνεληλυθότος. «Ἄρατε, γάρ φησι, πύλας οἱ ἄρχοντες ὑμῶν καὶ ἐπάρθητε πύλαι αἰώνιοι καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης». Ἀνήγαγε γὰρ τὴν ἀνθρωπείαν φύσιν ὁ τὸ ἡμῖν ὁμογενὲς ἑαυτῷ συμ- μεταστήσας. Παράδοξος ἡ ἄνοδος τοῦ ἀνθρωπίνως πεφηνότος· θεία γὰρ καὶ ἡ κάθοδος τοῦ παρὰ φύσιν ἐκ παρθένου ἀποτεχθέντος. Ἄν- θρωπος τὸ ὁρώμενον, ἀλλὰ Θεὸς τὸ νοούμενον. παρακάλυμμα πε- ποίηται τὴν ἡμετέραν φύσιν τῆς ἀθεάτου θεότητος· «Θεὸν, γάρ φησιν, οὐδεὶς ἑώρακε πώποτε. Ὁ μονογενὴς υἱὸς, ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρὸς, ἐκεῖνος ἐξηγήσατο»· Ἧκεν ἡμῖν ὁ τῆς τοῦ Πατρὸς φύ- σεως ἀπαράλλακτον φέρων τὴν εἰκόνα· πέφηνεν ὁ τῆς πατρικῆς ὑπο- στάσεως χαρακτηρίζων τὴν ἀπερίγραφον θεότητα. Μορφὴ γὰρ ἦν ἐμφερὴς τοῦ γεννήσαντος· «Ὁ ἐν μορφῇ, γάρ φησι, Θεοῦ ὑπάρχων μορφὴν δούλου ἔλαβεν.» Οὐ διαψεύδεται τὴν ἡμετέραν φύσιν ἡ τοῦ δούλου μορφή. Ἐπαληθεύει τοίνυν καὶ τὴν πρὸς τὸν πατέρα ὁμοιό- τητα ἡ θεότης τοῦ γνησίου γεννήματος. Οὗτος τοίνυν τῇ ἡμετέρᾳ φύσει διὰ τῆς οἰκείας ἐνανθρωπήσεως τὴν σωτηρίαν πραγματευσά- μενος νῦν πεπλήρωκεν τὸν τῆς οἰκονομίας σκοπόν· νῦν τῆς εἰς ἡμᾶς εὐεργεσίας εἴληφε τὸ κατόρθωμα καὶ τῇ θεότητι συνανείληφε τὸ συγγενὲς τῇ ἡμετέρᾳ φύσει ὁ τῷ σωματικῷ νέφει καλυπτόμενος καὶ παραπετάσματι τῆς οἰκείας θεότητος τὸ ἀνθρώπινον ἔνδυμα περιθέ- μενος· νῦν ὁ ἐπίγειος ὀφθεὶς οὐράνιος αὖθις γεγένηται οὐκ ἐν τόπῳ περιγραφόμενος κατὰ τὸ ἀπέραντον τῆς θεότητος, ἀλλὰ τῇ μὲν θείᾳ φύσει τὰ πάντα πληρῶν, ἄνθρωπος δὲ πεφηνὼς οἰκονομικῶς. «Ἐν σχήματι, γάρ φησιν, εὑρεθεὶς ὡς ἄνθρωπος» ἐκάλυπτε τὴν θεό- τητα ἀνθρωπίνῃ περιβολῇ. Ταύτην τοίνυν ἀνήγαγεν εἰς οὐρανοὺς ὁ σύμπασαν τὴν δημιουργίαν παρὰ φύσιν ὑποστησάμενος. Οὐκ ἔχω τῆς πρὸ αἰώνων γεννήσεως αὐτοῦ διηγήσασθαι τὸν τρόπον· οὐκ ἐφικνεῖταί μοι ἡ γλῶσσα οὐδὲ τῆς ἐκ παρθένου προόδου ἑρμηνεῦσαι τὸν τόκον. Ἀνθρώπινα τὰ ὁρώμενα, ἀλλὰ θεῖα τὰ πιστευόμενα. «Τίς ἐστιν οὗτός φησιν ὁ βασιλεὺς τῆς δόξης»; Ταῦτα ἐβόων αἱ ὑπερκόσμιοι δυ- νάμεις. Ξένος ὁ ὁρμώμενος· παρὰ φύσιν γὰρ ὁ ἀνεληλυθώς· φωτο- ειδὴς μὲν γὰρ ἑωρᾶτο καὶ ἡ τοῦ σώματος θέα. Τῶν γὰρ θείων ἀκτί- νων ἐδέξατο τὰς λαμπηδόνας. Ἀνήγαγε δὲ αὐτὴν εἰς οὐρανοὺς ὁ τὴν ἡμετέραν φύσιν ὑπελθών, ἵνα τοῖς ἐπὶ γῆς βατὸν ποιήσῃ τὸν οὐρανόν. Νεφέλη ὄχημα πεποίηται τῆς ἀνθρωπίνης αὐτοῦ περιβολῆς· κἀκείνης ἐποχούμενος πρὸς οὐρανὸν μετέστησε τὸ οἰκεῖον ἔνδυμα. Ὥσπερ τοίνυν τῆς ἐκ παρθένου γεννήσεως παρὰ φύσιν ἡ κύησις, οὕτω καὶ τῆς εἰς οὐρανοὺς ἀνόδου παράδοξον τὸ θαῦμα. Πῶς γὰρ οἷόν τε ἀνθρωπί- νῳ σώματι ὑπερπτῆναι τὰς οὐρανίας ἁψῖδας; Ἀλλ᾿ ὅπερ οὐκ ἐπεδέ- <χ>ετο ἡ φύσις, τοῦτο δεδώρηται ἡ χάρις. «Ἀνελήλυθε» καὶ ὁ δοῦλος οὐκ εἰς οὐρανὸν, ἀλλ᾿ «ὡς εἰς τὸν οὐρανόν». Πολὺ γὰρ τὸ μέσον τῆς τοῦ δούλου ὑπαρξάσης κατὰ χάριν ὑποστάσεως καὶ τῆς τοῦ Δεσπότου θεοπρεποῦς ἐξουσίας. Ὁ μὲν γὰρ θαυμάσιος Ἡλίας ὁ τοῦ πυρίνου ἅρματος ἡνίοχος οὐχ ὑπερέπτη τὰς οὐρανίας ἁψίδας· ὁ δέ γε πρὸς τὰ οὐράνια μεταστήσας τὴν ἡμετέραν φύσιν βατὸν πε- ποίηκε τοῖς ἀνθρώποις τὸν οὐρανόν. Νῦν πέρας εἰλήφασιν αἱ πρὸς τὸν οὐράνιον βασιλέα καταλλαγαὶ καὶ τὴν πάλαι τῷ Πατρὶ ἐκπεπολεμωμέ- νην φύσιν ἀπεκατήλλαξε τῷ οἰκείῳ γεννήτορι ὁ τῇ θεότητι μὲν αὐτῷ συνημμένος, τῇ δέ γε ἀνθρωπείᾳ φύσει τὴν σωτηρίαν οἰκονομήσας διὰ τῆς εἰς ἡμᾶς ἐπιφοιτήσεως. Νῦν ἀνήγαγε τὸ ἡμῖν ὁμογενὲς ὁ μεσι- τεύσας ἑκατέρᾳ φύσει. «Εἷς γάρ φησιν Θεός, εἷς καὶ μεσίτης Θεοῦ καὶ ἀνθρώπων». Ἄνθρωπος τὸ ὁρώμενον, Θεὸς δὲ τὸ πιστευόμενον. Τίς τὴν θαυμασίαν ταύτην ἄνοδον τοῦ παραδόξως ἀναληφθέντος λόγῳ παραστῆσαι δυνήσεται; Ἀλλ᾿ ὅπερ οὐκ ἐφικνεῖται ἡ γλῶσσα, τοῦτο διδάσκει ἡ πίστις. Ἀνήγαγε γὰρ τῆς ἡμετέρας φύσεως τὴν ἀπαρχὴν ὁ τῷ σώματι καλυπτόμενος, ὥσπερ ἀπό τινος ληΐου εὐθαλοῦς δρᾶγμα τῷ Πατρὶ προσαγαγών. Ταύτην τοίνυν τὴν σωτήριον ἀνάληψιν νῦν ἑορτάζομεν· ταύτην τὴν δεσποτικὴν ἄνοδον πανηγυρίζομεν ἀνυμνοῦντες τῆς ἀῤῥήτου δω- ρεᾶς τοῦ Δεσπότου τὸ μέγεθος καὶ τῆς ἐφ᾿ ἡμῖν οἰκονομίας ἀνακη- ρύττοντες τὸ κατόρθωμα, ἵνα καὶ ἡμεῖς λάμψαντες διὰ τῶν κατορθω- μάτων καὶ τοὺς τῆς δικαιοσύνης ἐπιδειξάμενοι καρπούς· πρὸς τὸ ἡμῖν ὁμογενὲς ἀναδραμεῖν σπουδάσωμεν καὶ πρὸς αὐτὸν φθάσωμεν τὸν θρόνον τὸν βασιλικὸν, ὅπου ὑπὲρ ἡμῶν ἀνήγαγε τὸ συγγενὲς ὁ ἐν- δυσάμενος, ἵνα καὶ τῷ Δεσπότῃ συμβασιλεύσωμεν καὶ τῶν παρ᾿ αὐ- τοῦ δωρεῶν ἀπολαύσωμεν, τῆς γῆς τὸν οὐρανὸν ἀνταλλαξάμενοι καὶ τῶν ἐπιγείων τὰ οὐράνια προτιμήσαντες, τὸν οὐράνιον πλοῦτον ἐμπο- ρευσώμεθα, ὅπως τὰς παρὰ τοῦ Δεσπότου ἀμοιβὰς κομισώμεθα καὶ τῶν τοῦ Κυρίου δωρεῶν ἀπολαύσωμεν χάριτι τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ· αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εὐχὴ τοῦ ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου

Ὁ ἀγαθὸς καὶ φιλάνθρωπος θεός, ἐλέησον ἡμᾶς. Ὁ πλούσιος ἐν ἐλέει καὶ ὁ ἀγαθὸς ἐν οἰκτιρμοῖς, ἐλ. ἡμ. Ὁ τέλειος καὶ ἀθάνατος νοῦς, ἐλ. ἡμ. Ὁ ἀκοίμητος ὀφθαλμὸς καὶ ἀπερινόητος, ἐλ. ἡμ. Ὁ πρὸ ἑωσφόρου γεννηθεὶς κύριος καὶ θεός, ἐλ. ἡμ. Ὁ δημιουργὸς καὶ κτίστης ἁπάντων τῶν ὄντων, Ἰησοῦ Χριστέ, ἐλ. ἡμ. Ὁ τὴν ψυχὴν θήσας καὶ τὸ σῶμα βουλήσει τοῦ πατρός, ἐλ. ἡμ. Ὁ τὴν εὐδιάκριτον ὕλην σχηματίσας καὶ τὸν κόσμον συστήσας, ἐλ. ἡμ. Ὁ τὸν οὐρανὸν ἐκτείνας καὶ τοῖς ἄστροις κατακοσμήσας, ἐλ. ἡμ. Ὁ τὴν γῆν θεμελιώσας καὶ ἄνθεσι χλοεροῖς καὶ εὐκόσμοις κατακοσμήσας, ἐλ. ἡμ. Ὁ τὰς ἀβύσσους κατακλείσας καὶ τὴν θάλασσαν τειχίσας τῷ σῷ προστάγματι, ἐλ. ἡμ. Ὁ τετράποδα ζῶα, ἑρπετά τε καὶ πετεινὰ πτερωτὰ ποιήσας, ἐλ. ἡμ. Ὁ τὰ κήτη ποιήσας καὶ τοὺς ἰχθύας προστάξας, ἐλ. ἡμ. Ὁ πέτρας θεμελιώσας ἐν τοῖς ὕδασι καὶ τὰ ὄρη καὶ τοὺς βουνοὺς δράσας ἐν ὑψηλοῖς, ἐλ. ἡμ. Ὁ <τὸν> ἥλιον καὶ τὴν σελήνην θεμελιώσας, ὁ μόνος ποιητὴς τῶν ἁπάντων καὶ κύριος, ἐλ. ἡμ. Ὁ τὸν ἄνθρωπον ἰδίαις χερσὶ πλάσας καὶ κατάρχειν τούτων ἁπάντων προστάξας, ἐλ. ἡμ. Ὁ καιροὺς καὶ χρόνους καὶ μῆνας καὶ ἡμερῶν καὶ νυκτῶν μέτρα θέμενος, ἐλ. ἡμ. Ἡ πανσωστικὴ αἰτία καὶ ἡνίοχος ἁπάντων, ἐλ. ἡμ. Ὁ ἐπιτιμῶν τοῖς ἀνέμοις καὶ νεύματι τὴν γῆν σαλεύων, ἐλ. ἡμ. Ὁ πῦρ καὶ κρύσταλλον θησαυρίσας, ἐλ. ἡμ. Ὁ τὴν γῆν ὑετίζων καὶ πηγὰς ἐκβλύζων καὶ ποταμοὺς ῥυθμίζων, ἐλ. ἡμ. Ὁ τὰ ὄρη καὶ βουνοὺς παλαιῶν, ὁ τὴν θάλασσαν μαινομένην κατευνάζων, ἐλ. ἡμ. Ὁ τὰ πάντα ἐν ῥοπῇ ζυγῷ σταθμίσας, ἐλ. ἡμ. Ὁ τὰ ὄντα καταρτίσας ἐκ τῶν μὴ ὄντων βουλήσει τοῦ πατρός, μόνε δημιουργέ, ἐλ. ἡμ. Ὁ τὸν διάβολον ἐκτρίψας καὶ σειραῖς ταρτάρου ζόφοις παραδώσας, ἐλ. ἡμ. Ὁ διὰ τὴν αὐτοῦ ὑπερηφανίαν τοῦτον τῶν οὐρανίων ἀσπίδων ἀποσπινθηρίσας καὶ εἰς τέλεον ἐξαφανίσας, ἐλ. ἡμ. Ὁ τὴν πανουργίαν τοῦ ὄφεως χειρωσάμενος, ἐλ. ἡμ. Ὁ τῷ Ἀδὰμ συμπαθήσας κατὰ τὴν ἄφατόν σου φιλανθρωπίαν, ἐλ. ἡμ. Ὁ τῷ Ἄβελ συναθλήσας καὶ τὸν Νῶε κυβερνήσας, ἐλ. ἡμ. Ὁ τὸν Ἀβραὰμ ὁδηγήσας καὶ δι᾿ αὐτοῦ πατριάρχας ἡμῖν χαρισάμενος, ἐλ. ἡμ. Ὁ τῷ Ἰσαὰκ συνδεθεὶς καὶ τῷ Ἰακὼβ συγξενιτεύσας, ἐλ. ἡμ. Ὁ τῷ Ἰωσὴφ συμπραθεὶς καὶ τῷ Μωυσεῖ συστρατηγήσας, ἐλ. ἡμ. Ὁ τὸν Ἰσραὴλ νομοθετήσας καὶ αὐτὸν κληροδοτήσας, ἐλ. ἡμ. Ὁ ἐκ παρθένου σαρκωθεὶς καθὼς αὐτὸς εὐδόκησας, ἐλ. ἡμ. Ὁ ἐν Βηθλεὲμ ἄνθρωπος γεννηθεὶς ἐκ τῆς παρθένου καὶ μετὰ τόκον ἄφθορον φυλάξας τὴν παρθένον, ἐλ. ἡμ. Ὁ ἐν φάτνῃ σπάργανα λαβὼν καὶ ἀνακλιθεὶς καὶ ὑπὸ ἀλόγων γνωρισθεὶς κύριος καὶ θεός, ἐλ. ἡμ. Ὁ ὑπ᾿ ἀγγέλων ὑμνούμενος καὶ δοξασθεὶς ἐπὶ γῆς καὶ ὑπὸ ποιμένων γνωρισθείς, ἐλ. ἡμ. Ὁ ὑπ᾿ ἀστέρος μηνυθεὶς καὶ ὑπὸ μάγων προσκυνηθείς, ἐλ. ἡμ. Ὁ ἀπὸ Ἡρῴδου ἀποδράσας ἐν Αἰγύπτῳ καὶ τὰ χειροποίητα Αἰγύπτου συσσείσας τῇ σῇ ἐπιδημίᾳ, ἐλ. ἡμ. Ὁ τὴν Ναζαρὲτ οἰκίσας καὶ φόρους τελέσας, διὰ τὸ θέλειν σε αὐτὸ ὑπεῖναι, ἐλ. ἡμ. Ὁ ὑπὸ Ἰωάννου προκηρυχθεὶς καὶ ἐν Ἰορδάνῃ βαπτισθεὶς ὑπ᾿ αὐτοῦ, ἐλ. ἡμ. Ὁ μαρτυρηθεὶς ὑπὸ ἀχράντου πατρὸς καὶ τὸ ἅγιον πνεῦμα πέμψαντος ἐπὶ σέ, ἐλ. ἡμ. Ὁ γνωρίσας ἡμῖν τὸ μυστήριον τῆς ἁγίας καὶ ὁμοουσίου τριάδος, ἐλ. ἡμ. Ὁ ἐν ἐρήμῳ πειρασθεὶς καὶ κύριος καὶ θεὸς εὑρεθεὶς καὶ ἐπιτιμήσας τῷ διαβόλῳ, ἐλ. ἡμ. Ὁ ἐν τῷ ναῷ προσενεχθεὶς καὶ ὑπὸ τοῦ Συμεὼν ἐναγκαλισθείς, ἐλ. ἡμ. Ὁ ἐν τῷ ναῷ ὀφθεὶς καὶ ὑπὸ τοῦ λαοῦ ἀπιστηθείς, ἐλ. ἡμ. Ὁ τοὺς χωλοὺς θεραπεύσας καὶ τοὺς λεπροὺς καθαρίσας, ἐλ. ἡμ. Ὁ τοὺς τυφλοὺς φωταγωγήσας καὶ τοὺς νεκροὺς ἀναστήσας, ἐλ. ἡμ. Ὁ κόπον ὑπομείνας καὶ τὸν παράλυτον ἰασάμενος λόγῳ, ἐλ. ἡμ. Ὁ δίψαν ὑπομείνας καὶ τὸ ὕδωρ εἰς οἶνον μεταβαλών, ἐλ. ἡμ. Ὁ τὸν Λάζαρον κλαύσας καὶ τεταρταῖον νεκρὸν ἀναστήσας, ἐλ. ἡμ. Ὁ τοὺς ἀποστόλους συναθροίσας καὶ βασιλείας οὐρανῶν κληρονόμους ἀναδείξας, ἐλ. ἡμ. Ὁ ὑπὸ Ἰουδαίων συλληφθεὶς καὶ ὑπὸ ἀρχιερέων παραδοθείς, ἐλ. ἡμ. Ὁ ὑπὸ Ἡρῴδου προαχθεὶς καὶ ὑπὸ Πιλάτου ἀνακριθείς, ἐλ. ἡμ. Ὁ ἐν σταυρῷ σαρκὶ προσηλωθεὶς [207r] καὶ ἐπὶ ξύλου αὐτοῦ κρεμασθείς, ἐλ. ἡμ. Ὁ τοῖς ἐν τῷ ᾅδῃ εὐαγγελισάμενος καὶ τῇ τριημέρῳ σου ἀναστάσει ἐκ νεκρῶν ἀναστάς, ἐλ. ἡμ. Ὁ ταῖς γυναιξὶ τὸ τῆς ἀναστάσεώς σου μυστήριον φανερώσας καὶ τοῖς μαθηταῖς χαρὰν δώσας, ἐλ. ἡμ. Ὁ τοὺς ἀποστόλους πληροφορήσας διὰ τύπων τῶν ἥλων καὶ τῆς πλευρᾶς, ἐλ. ἡμ. Ὁ συναυλισθεὶς τοῖς μαθηταῖς ἐπὶ ἡμέρας τεσσαράκοντα καὶ εἰς οὐρανοὺς ἀναληφθείς, ἐλ. ἡμ. Ὁ ἐν δεξιᾷ τοῦ πατρὸς καθήμενος καὶ ἐρχόμενος πάλιν κρῖναι ζῶντας καὶ νεκρούς, ἐλ. ἡμ. Ὁ ἡνίοχος τῶν χερουβὶμ καὶ ἐποχούμενος τοῖς σεραφίμ, ἐλ. ἡμ. Ὁ ἀρχιστράτηγος τῶν ἀγγέλων καὶ βασιλεὺς τῶν αἰώνων, ἐλ. ἡμ. Ἡ ἀνάστασις τῶν τεθανατωμένων καὶ σωτηρία τῶν ἀπολλυμένων, ἐλ. ἡμ. Ὁ ἥλιος τῆς δικαιοσύνης καὶ ἡ ζωὴ τῶν ἀνθρώπων, ἐλ. ἡμ. Ὁδηγὲ τῶν πεπλανημένων καὶ καταφυγὴ τῶν ἀπεγνωσμένων. ἐλ. ἡμ. Ὁ καλὸς ποιμὴν τῶν προβάτων καὶ νυμφίος τῆς ἐκκλησίας, ἐλ. ἡμ. Θεὲ ἐκ θεοῦ, θεὲ ἀληθινὲ ἐκ θεοῦ ἀληθινοῦ, μονογενῆ υἱὲ τοῦ πατρός, κύριε Ἰησοῦ Χριστέ, ὁ σωτὴρ ὁ σταυρωθεὶς ἐν σαρκὶ δι᾿ ἡμᾶς, ἐλέησον ἡμᾶς.

Στίχοι παραινετικοὶ τοῦ Χρυσοστόμου.

Ὅστις βούλεται τὸ φῶς ἐκεῖνο βλέψαι, Ὀφείλει ταῦτα φυλάττειν ἐν καρδίᾳ· Παθῶν σαρκικῶν καὶ λογισμῶν ἀχρείων, Ὅρκου τε παντὸς, θυμοῦ καὶ ταραχῆς δὲ, Καὶ περισπασμοῦ καὶ τῆς μνησικακίας, Καὶ τοῦ μὴ κρῖναι τὸ σύνοχον ἀνθρώπους, Εἶναι δὲ αὐτὸν λογικὸν καὶ τοὺς φρένας, Καθαρόν τε τῶν σαρκικῶν μολυσμάτων, Πρᾶον, ταπεινὸν, ἡσύχιον ὑπάρχειν, Ἐξαγγελτικὸν καὶ τῆς εἰρήνης τέκνον, Ἐγκρατῆ εἶναι βρωμάτων καὶ πομάτων, Καὶ τῇ προσευχῇ σχολάζειν ἀνενδότως, Ἐν πᾶσι τούτοις, ἀρχὴν καὶ τέλος ἔχειν, Τὸ κεφάλαιον ἀρετῶν, τὴν ἀγάπην.

ΕΥΧΟΛΟΓΙΟΝ ΕΠΙΦΑΝΙΟΥ ΚΥΠΡΟΥ

Εὐχὴ τῆς Ἁγίας Ἀναφορᾶς.

Ἄξιον καὶ δίκαιόν ἐστιν ὁ Θεὸς ἡμῶν, εὐχαριστεῖν σοι ἀδιαλείπτως ὑπὲρ πασῶν τῶν εὐεργεσιῶν σου ὧν ἐδωρήσω ἡμῖν, πρῶτον μὲν ὅτι ἀπέστειλας ἡμῖν ἐξ οὐρανοῦ τὸν ἅγιον παῖδά σου, τὸν σύνθρονον τῆς βασιλείας σου, τὸν συναΐδιόν σου υἱόν, τὸν Θεὸν λόγον, ὃς ἐλθὼν ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν, λαβὼν τὴν ἡμετέραν ἀνθρωπότητα ὁ λόγος σὰρξ γενόμενος μὴ ὑπομείνας τροπήν, διὰ Πνεύματος ἁγίου σάρκα καὶ ψυχὴν ἔννουν ἀνθρώπου ἔχων καὶ πάντα τὰ τοῦ ἀνθρώπου χωρὶς ἁμαρτίας, οὐχ ὡς ἐν ἀνθρώπῳ τινὶ ἐνοικήσας, ἀλλὰ αὐτὸς ὅλως ὁ Θεὸς λόγος τέλειος τελείως βρωθείς, οὐκ ἀλλοιώσας τὴν ἀνθρωπότητα, οὐχὶ δύο ὑπάρχων, ἀλλ᾿ εἷς βασιλεύς, εἷς Χριστός, εἷς Κύριος θεότητι καὶ ἀνθρωπότητι, ἀφύρτως καὶ ἀδιαιρέτως τὴν θείαν καὶ τὴν ἀνθρωπίνην πιστούμενος φύσιν τοῖς θεοσημείοις καὶ τοῖς πάθεσι τοῖς ἀνθρωπίνοις, μέλλων ἔρχεσθαι ἐπὶ τὸν ἑκούσιον καὶ ἀοίδιμον καὶ ζωοποιὸν τὸν ὑπὲρ ἡμῶν θάνατον,

λαβὼν ἄρτον ἐπὶ τῶν ἁγίων αὐτοῦ καὶ ἀχράντων χειρῶν καὶ ἀναδείξας σοι τῷ Θεῷ καὶ Πατρί, εὐχαριστήσας, εὐλογήσας, ἁγιάσας ἔδωκε τοῖς μαθηταῖς αὐτοῦ τοῖς ἁγίοις ἀποστόλοις εἰπών· Λάβετε, φάγετε, τοῦτό ἐστι τὸ σῶμά μου τὸ ὑπὲρ ὑμῶν κλώμενον εἰς ἄφεσιν ἁμαρτιῶν.

Ὡσαύτως μετὰ τὸ δειπνῆσαι, λαβὼν ποτήριον καὶ κεράσας ἐκ δύο στοιχείων, ἐκ γεννήματος ἀμπέλου καὶ ὕδατος, ἐσφράγισε ποτήριον ἀθανασίας καὶ ἔδωκε τοῖς μαθηταῖς αὐτοῦ εἰπών· Πίετε ἐξ αὐτοῦ πάντες, τοῦτό ἐστι τὸ αἷμά μου τὸ τῆς καινῆς διαθήκης τὸ ὑπὲρ ὑμῶν καὶ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν.

«Ἵνα ὁ ἄρτος οὗτος μετατραπεὶς γένηται σῶμα Χριστοῦ, σῶμα θεῖον, σῶμα σωτήριον ψυχῶν καὶ σωμάτων, καὶ τὸ ἐν τῷ ποτηρίῳ τούτῳ κερασθὲν ἐπὶ τὸ αὐτὸ αἷμα Χριστοῦ, αἷμα καινῆς διαθήκης, αἷμα σωτήριόν ἐστιν ἡμῖν, εἰς τὸ μετέχειν ἡμᾶς ὅλους τῶν ἁγίων σου μυστηρίων ἐν καινότητι τοῦ πνεύματος καὶ οὐχὶ παλαιότητι τοῦ γράμματος».

Εὐχὴ ἐξορκισμοῦ

Ἐπικαλούμεθά σε, Θεὲ παντοκράτορ Κύριε Ἰησοῦ Χριστὲ οὐράνιε βασιλεῦ· ἐπικαλούμεθά σε τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν. Ἐξορκίζω σε, πνεῦμα ἀκάθαρτον, κατὰ τοῦ λόγου Θεοῦ τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν. φοβήθητι τὸν ἀναβαλλόμενον φῶς ὡς ἱμάτιον· τὸν μόνον ἔχοντα ἀθανασίαν καὶ φῶς ἀπρόσιτον· ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.

Ἅγιος Νήφων Κωνσταντιανῆς Ὁ ἀσκητὴς Ἐπίσκοπος

Εὐχὴ συγχωρήσεως διὰ τὴν πύρωσιν τῆς σαρκός

Κύριε, ἐγὼ ἄνθρωπός εἰμι ἁμαρτωλός, νέος τῇ ἡλικίᾳ, ἀρτίως τὸν πόλεμον ἔχων τῶν παθῶν καὶ τῆς πυρώσεως τῆς σαρκός· μὴ οὖν λογισθῇ μοι τοῦτο εἰς ἁμαρτίαν, δέομαί σου, Χριστὲ ὁ Θεός, Κύριος γὰρ εἶ καὶ ἐξουσίαν ἔχεις καὶ λόγῳ μόνῳ λύειν τὰ πλημμελήματα ἡμῶν.

Εὐχὴ βοηθείας κατὰ τῶν πειρασμῶν

Κύριε ὁ Θεός μου, ὁ ἀριθμῶν τὰ πάντα ἐν συνέσει, ὁ τὸν οὐρανὸν τανύσας καὶ τὴν γῆν διαστήσας τῷ σῷ κράτει τῆς οἰκείας δόξης, ὁ δρακὶ κατέχων τὴν σύμπασαν κτίσιν, δώρησαί μοι τῷ δούλῳ σου νίκην καὶ εὐστάθειαν κατὰ τῶν πνευμάτων τῆς πονηρίας, ἵνα συντρίψω αὐτοὺς ὡς σκεύη κεραμέως.

Εὐχὴ δι᾿ ἀπαλλαγὴν ἀπὸ τῆς κενοδοξίας

Ὁ Θεός, ὁ Θεός μου, μὴ παραχωρήσῃς τοὺς ἀνθρώπους ἔχειν με εἰς ὄνομα ἀνθρώπου· μὴ ἐάσῃς αὐτοῖς τιμὴν ἢ σέβας προσαγαγεῖν μοι· ἀλλὰ μᾶλλον χάρισαί μοι τὴν σὴν δόξαν τὴν διαμένουσαν εἰς αἰῶνα αἰῶνος· οὕτω γὰρ ἀναπαύσεται τὸ πνεῦμα μου πρὸ προσώπου σου εὐφραινόμενον· σὺ γὰρ οἶδας, Κύριε, ὅτι ἡ φιλία τοῦ κόσμου τούτου ἔχθρα εἰς τὸν Θεόν μου ἐστίν.

Εὐχὴ ἐπὶ λογισμοῖς ἀπιστίας

Κύριέ μου, Ἰησοῦ Χριστέ, μὴ μὲ ὀργισθῇς διὰ τὸ μέγα σου ἔλεος, μὴ μὲ ἀπώσῃ τὸν βέβηλον τὸν πειράσαντά σου τὸ ἅγιον ὄνομα· σὺ γὰρ οἶδας, Κύριε, πῶς με συνεῖχεν ὁ ἐχθρὸς βυθίζων με ἀπάρτι ἐν τῇ ἀπιστίᾳ τῇ πονηρᾷ, διὰ τοῦτο συγχώρησόν μοι ὅσα σοῦ ἐπείρασα τὸ θαυμαστὸν ὄνομα, ὑπεράγαθε καὶ ἐλεῆμον.

ΕΥΧΑΙ ΙΩΑΝΝΟΥ ΤΟΥ ΔΑΜΑΣΚΗΝΟΥ

Εὐχὴ εἰς τὸν Κύριον, κατὰ Μονοφυσιτῶν.

Ὁ τῶν οὐρανῶν δημιουργός τε καὶ συνοχεὺς, καὶ παντὸς ἐγκοσμίου καὶ ὑπερκοσμίου Τεχνίτης δημιουργήματος, οὗ τόπος οὐδεὶς τῶν πάντων ἐστίν· εἴπερ τὸ περιέχον τῶν ἐνόντων τόπος ὁρίζεται· ἐν σοὶ πρὸς ἑαυτοῦ ἀσπόρως βρέφος δημιουργηθήσεται, καί σε ταμεῖον εὐρύχωρον δείξει τῆς τὰ πάντα πληρούσης αὐτοῦ καὶ μόνης ἀπεριγράφου θεότητος. Ὅλος ἀπαθῶς ἐν σοὶ συστελλόμενος, καὶ μένων ὅλος ἐκτός; καὶ τόπον ἔχων ἑαυτὸν ἀπερίληπτον! ἐκ σοῦ ὁ τῆς δικαιοσύνης ἀνατελεῖ ἥλιος, δύο φύσεις κἂν Ἀκέφαλοι μαίνωνται· μία ὑπόστασις, κἂν Νεστόριος διαῤῥηγνύηται. Οἱονεὶ γὰρ θεῖον σπόρον πνευματικὸν τὸν ἑαυτοῦ Υἱὸν ἐξαποστελεῖ ὁ Πατὴρ, καὶ σὰρξ ὁ Λόγος ἐκ σοῦ ἀτρέπτως γεννήσεται. Καὶ ἀπαθῶς γεννήσας τὸν Υἱὸν ὁ Πατὴρ τὸ πρότερον φυσικῶς, ἀπαθῶς τὸν αὐτὸν γεννήσει, καὶ τὸ δεύτερον οἰκονομικῶς. Ὥσπερ γάρ τις κόγχος οὐρανόθεν ἐκ τῆς ἀστραπῆς τῆς θεότητος ἐν γαστρὶ ἕξεις, καὶ τέξεις τὸν πολύτιμον μαργαρίτην Χριστὸν, τὸ μονογενὲς φῶς, τὸ μὴ γεννῶν, ἀεὶ δὲ γεννώμενον, οὗ τὸ γεννᾶσθαι ὑποστατικὸν μόνον ἰδίωμα. Ἐν σοὶ καὶ νόμοι φύσεως καινοτομηθήσονται, καὶ τὰ ἄμικτα συμβήσεται. Ἔσται γὰρ παρθενία τίκτουσα. Μίξις θεότητος καὶ ἀνθρωπότητος, πάθους καὶ ἀπαθείας, ζωῆς καὶ θανάτου, ὡς ἂν ἐν πᾶσιν ἐκνικηθείη τὸ χεῖρον ὑπὸ τοῦ κρείττονος. Οὐ γὰρ ἐνεργείας Θεοῦ ὑπάρξεις δοχεῖον, ἀλλ᾿ οὐσιωδῶς τῆς τοῦ Θεοῦ ὑποστάσεως· καὶ μοῖραν ἐκ σοῦ προσλήψεται ὁ Δημιουργὸς, τὴν ἀπαρχὴν τοῦ ἀνθρωπίνου φυράματος ἐκ Πνεύματος ἁγίου, καὶ τῶν σῶν αἱμάτων σαρκωθείς.

Ἐπίκλησις συγχωρητική.

Δέσποτα Κύριε Ἰησοῦ Χριστὲ, ὁ Θεὸς ἡμῶν, ὁ μόνος ἔχων ἐξουσίαν ἀνθρώποις ἀφιέναι ἁμαρτίας, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος, πάριδέ μου πάντα τὰ ἐν γνώσει καὶ ἀγνοίᾳ πταίσματα, καὶ ἀξίωσόν με ἀκατακρίτως μεταλαβεῖν τῶν θείων, καὶ ἐνδόξων, καὶ ἀχράντων, καὶ ζωοποιῶν σου μυστηρίων, μὴ εἰς κόλασιν, μὴ εἰς προσθήκην ἁμαρτιῶν, ἀλλ᾿ εἰς καθαρισμὸν, καὶ ἁγιασμὸν, καὶ ἀῤῥαβῶνα τῆς μελλούσης ζωῆς καὶ βασιλείας, εἰς τεῖχος, καὶ βοήθειαν, καὶ ἀνατροπὴν τῶν ἐναντίων, εἰς ἐξάλειψιν τῶν πολλῶν μου πλημμελημάτων. Σὺ γὰρ εἶ Θεὸς ἐλέους, καὶ οἰκτιρμῶν, καὶ φιλανθρωπίας· καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν σὺν τῷ Πατρὶ, καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εὐχὴ θ´ πρὸ τῆς Μεταλήψεως.

Πρὸ τῶν θυρῶν τοῦ ναοῦ σου παρέστηκα, καὶ τῶν δεινῶν λογισμῶν οὐκ ἀφίσταμαι. Ἀλλὰ σὺ, Χριστὲ ὁ Θεὸς, ὁ τελώνην δικαιώσας, καὶ Χαναναίαν ἐλεήσας, καὶ τῷ λῃστῇ παραδείσου πύλας ἀνοίξας, ἄνοιξόν μου τὰ σπλάγχνα τῆς φιλανθρωπίας σου, καὶ δέξαι μου προσερχόμενον, καὶ ἁπτόμενόν σου, ὡς τὴν πόρνην καὶ τὴν αἱμόῤῥουν. Ἡ μὲν γὰρ τοῦ κρασπέδου σου ἁψαμένη, εὐχερῶς τὴν ἴασιν ἔλαβεν· ἡ δὲ τοὺς σοὺς ἀχράντους πόδας κρατήσασα, τὴν λύσιν τῶν ἁμαρτημάτων ἐκομίσατο. Ἐγὼ δὲ ὁ ἐλεεινός, ὅλον σου τὸ σῶμα πολλῶν δέξασθαι, μὴ καταφλεχθείην, ἀλλὰ δέξαι με ὥσπερ ἐκείνας, καὶ φώτισόν μου τὰ τῆς ψυχῆς αἰσθητήρια, καταφλέγων μου τὰ τῆς ἁμαρτίας ἐγκλήματα. Πρεσβείαις τῆς ἀσπόρως τεκούσης σε, καὶ τῶν ἐπουρανίων δυνάμεων· ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εὐχὴ ἑτέρα τοῦ αὐτοῦ. Πρὸ τῆς Μεταλήψεως.

Τετρωμένος καρδίαν εἰμὶ ἐγώ· ἐξέτηξέ με ὁ ζῆλός σου, ἠλλοίωσέ με ἡ ἀγάπη σου, Δέσποτα· δέσμιός εἰμι τῷ ἔρωτί σου. Ἐμπλησθείην σου τῶν σαρκῶν· κορεσθείην τοῦ ζωηροῦ καὶ θεοποιοῦ αἵματός σου· ἀπολαύσαιμι τῶν ἀγαθῶν· κατατρυφήσαιμι τῆς σῆς θεότητος· ἄξιος γενοίμην ἐρχομένῳ μετὰ δόξης ὑπαντῆσαί σοι, ἐναέριος ἁρπαγεὶς ἐν νεφέλαις σὺν πᾶσι τοῖς ἐκλεκτοῖς σου, ὡς ἂν ὑμνῶ, καὶ προσκυνῶ, καὶ δοξάζω σε εὐχαρίστως ἐν ἐξομολογήσει, σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ, καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σου Πνεύματι, νῦν, καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εὐχὴ εἰς τὸν Κύριον – Ἐπίκλησις τοῦ ἐλέους

... Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με. Πολλάκις, Δέσποτα, μετανοεῖν συνεταξάμην, πολλάκις ἐν ἐκκλησίᾳ κατανυγεὶς προσπίπτω σοι, ἐξερχόμενος δὲ ταῖς ἁμαρτίαις εὐθὺς περιπίπτω, ποσάκις μὲ ἠλέησας, ἐγὼ δὲ σὲ παρώργησα! Ποσάκις ἐμακροθύμησας, ἐγὼ δὲ οὐκ ἐπέστρεψα! Ποσάκις με ἀνέστησας, ἐγὼ δὲ πάλιν ὀλισθήσας κατέπεσον! Ποσάκις μου εἱσήκουσας, ἐγὼ δὲ σοῦ παρήκουσα! Ποσάκις μὲ ἐπόθησας, ἐγὼ δὲ οὐδαμῶς σοι ἐδούλευσα! Ποσάκις μὲ ἐτίμησας, ἐγὼ δὲ οὐκ εὐχαρίστησα, ποσάκις ἁμαρτήσαντα, ὡς ἀγαθὸς πατήρ, παρεκάλεσας, καὶ ὡς υἱὸν κατεφίλησας, καὶ τὰς ἀγκάλας ὑφαπλώσας μοι ἐβόησας, ἔγειραι, μὴ φοβοῦ, στῆθι, πάλιν δεῦρο, οὐκὶ ὀνειδίζω σε, οὐ βδελύσσομαι, οὐκ ἀπορρίπτω, οὐδὲ σκληρύνω τὸ ἐμὸν πλάσμα, τὸ ἐμὸν τέκνον, τὴν ἐμὴν εἰκόνα, ὃν οἰκείαις χερσὶ διέπλασα ἄνθρωπον καὶ ἐφόρεσα, ὑπὲρ οὗ τὸ αἷμα ἐξέχεα, οὐκ ἀποστρέφομαι πρὸς μὲ ἐρχόμενον τὸ λογικόν μου πρόβατον τὸ ἀπολωλός. Οὐ δύναμαι μὴ ἀποδοῦναι τὴν προτέραν εὐγένειαν, οὐ δύναμαι μὴ συναριθμῆσαι τοῖς ἐννενήκοντα ἐννέα προβάτοις, διὰ γὰρ τοῦτο καὶ μόνον ἐπὶ τῆς γῆς κατελήλυθα, καὶ τὸν λύχνον ἀνῆψα, τὴν σάρκα μου τὴν οἰκείαν, καὶ τὴν οἰκίαν ἐσάρωσα, καὶ τὰς φίλας δυνάμεις τὰς οὐρανίους συνεκαλεσάμην ἐπευφρανθῆναι τῇ τούτου εὑρέσει.

Πάντα οὖν τὰ τοιαῦτα, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος, ἐχαρίσω μοι, Δέσποτα. Ἐγὼ δέ, πάντων καταφρονήσας ὁ ἄθλιος, εἰς ἀλλοτρίαν καὶ μακρὰν χώραν ἀπωλείας ἀπέδρασα. Ἀλλ᾿ αὐτός με, Πανάγαθε, πάλιν ἐπανάγαγε καὶ μὴ ὀργισθῇς μοι τῷ τάλανι,

Κύριε,

Μνήσθητι τῶν λόγων σου, Κύριε, ὅτι ἐπιμελῶς ἔγκειται ἡ διάνοια τοῦ ἀνθρώπου ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος αὐτοῦ, καὶ ἄνθρωπος ματαιότητι ὁμοιωθῇ... καὶ οὐδεὶς καθαρὸς ἀπὸ ῥύπου, καὶ ὅτι ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἐὰν γὰρ ἀνομίας παρατηρήσῃς ἡμῶν, οὐδεὶς ὑποστήσηται, Κύριε, διὸ σῶσόν με τὸν ἀνάξιον δοῦλόν σου ἕνεκεν τοῦ ἐλέους σου, καὶ οὐχ ἕνεκεν τῶν ἔργων μου. Ἀμήν.

ΕΥΧΟΛΟΓΙΟΝ

(μετὰ μικρῶν διασκευῶν)

ΕΥΧΕΛΑΙΟΝ

...

Εἶτα τὰ Τροπάρια· Ἦχος πλ. β´.

Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς· πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν· ἐλέησον ἡμᾶς.

Δόξα.

Κύριε, ἐλέησον ἡμᾶς· ἐπὶ σοὶ γὰρ πεποίθαμεν· μὴ ὀργισθῇς ἡμῖν σφόδρα, μηδὲ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν· ἀλλ᾿ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαγχνος, καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν· σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου· πάντες ἔργα χειρῶν σου, καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.

Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε· ἐλπίζοντες εἰς σέ, μὴ ἀστοχήσωμεν· ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων· Σὺ γὰρ εἶ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

...

Ὑπεραγία Θεοτόκε μεσίτευσον!

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Ἀπὸ τῶν πολλῶν μου ἁμαρτιῶν, ἀσθενεῖ τὸ σῶμα ἀσθενεῖ μου καὶ ἡ ψυχή· πρὸς σὲ καταφεύγω τὴν Κεχαριτωμένην· ἐλπὶς ἀπηλπισμένων, σύ μοι βοήθησον.

Ἄπειρος ἡ δόξα σου πανταχοῦ, τὰ θαυμάσιά σου ὑπερέχοντα πάντα νοῦν, ἔκθαμβον τὸ κάλλος τῆς ἱλαρᾶς μορφῆς σου, Ἄχραντε Παναγία, Θεογεννήτρια.

Δεῦτε οἱ τελοῦντες τὴν προπομπὴν τῆς Σεπτῆς Εἰκόνος τῆς Θεόπαιδος Μαριάμ, ταύτην προσκυνοῦντες ἐν πίστει τε καὶ πόθῳ, ἀντλήσωμεν ὑγείαν ψυχῆς τε καὶ σώματος.

Γοργοϋπηκόου τὴν θαυμαστὴν καὶ σεπτὴν Εἰκόνα προσκυνήσωμεν ἀδελφοί, θαύματα τελοῦσαν καὶ βρύουσαν ἰάσεις, ταύτην οὖν μετὰ πόθου κατασπασώμεθα.

Ἀνάργυροι θεῖοι θαυματουργοί, Ἰατροὶ νοσούντων, ἰατρεύσατε τοὺς θερμῶς ἐπικαλουμένους ὑμᾶς παθῶν ποικίλων ταῖς ὑμῶν πρεσβείαις πρὸς τὸν Φιλάνθρωπον.

Σήμερον ἡ Ἄννα ἡ εὐκλεὴς φύσεως τοῖς νόμοις συλλαμβάνει θείᾳ Βουλῇ τὴν τὸν Θεὸν Λόγον, ὑπερφυῶς τεκοῦσαν· τὴν σύλληψιν οὖν ταύτης φαιδρῶς αἰνέσωμεν.

Ἰησοῦ γλυκύτατε Ἰησοῦ, Ἰησοῦ Σωτήρ μου, τῆς ψυχῆς μου τὰς χαλεπὰς ἰάτρευσον νόσους, Θεέ μου, Λυτρωτά μου, καὶ σῶσόν με Χριστέ μου, τὸν Σοὶ προστρέχοντα.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε, Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Ἐξαπόστειλον τὸ φῶς Σου, Κύριε!

...

Τροπάρια.

Ἦχος δ´. Ταχὺ προκατάλαβε.

Ταχὺς εἰς ἀντίληψιν, μόνος ὑπάρχων Χριστέ, ταχεῖαν τὴν ἄνωθεν, δεῖξον ἐπίσκεψιν, τοῖς πάσχουσι δούλοις σου· λύτρωσαι νοσημάτων, καὶ πικρῶν ἀλγηδόνων· ἔγειρον τοῦ ὑμνεῖν σε, καὶ δοξάζειν ἀπαύστως· πρεσβείαις τῆς Θεοτόκου, μόνε φιλάνθρωπε.

Ἦχος γ´. Ἡ Παρθένος σήμερον.

Τὴν ψυχήν μου, Κύριε, ἐν ἁμαρτίαις παντοίαις, καὶ ἀτόποις πράξεσι, δεινῶς παραλελυμένην, ἔγειρον τῇ θεϊκῇ σου ἐπιστασίᾳ, ὥσπερ καὶ τὸν Παράλυτον ἤγειρας πάλαι, ἵνα κράζω σεσωσμένος· Οἰκτίρμον δόξα, Χριστέ, τῷ κράτει σου.

Τὰς ἀλγηδόνας τῶν Ἁγίων ἃς ὑπὲρ σοῦ ἔπαθον δυσωπήθητι Κύριε καὶ πάσας ἡμῶν τὰς ὀδύνας ἴασαι Φιλάνθρωπε δεόμεθα.

Ἱερομάρτυρος Θεράποντος.

Ἦχος πλ. δ´. Τὸν Συνάναρχον Λόγον.

Θεραπεύσας ἐνθέῳ ζήλῳ τὸν Κύριον, ἀληθῶς ἀνεδείχθης θεράπων τούτου πιστός· διὸ κεχάρισαι ἡμῖν τοῖς τιμῶσί σε, ἀκεσώδυνος πηγὴ καὶ πολυεύχμων ποταμὸς θαυμάτων καὶ ἰαμάτων, Θεράπον Ἱερομάρτυς· ὅθεν σε πάντες μακαρίζομεν.

Ἁγίων Ἀναργύρων Κύρου καὶ Ἰωάννου.

Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Ὡς ἀθλοφόροι εὐκλεεῖς τοῦ Σωτῆρος καὶ ἰατῆρες τῶν ψυχῶν καὶ σωμάτων, Ἀνάργυροι, ἐκλάμπετε ἐν πάσῃ τῇ γῇ, νόσων μὲν ἰώμενοι ἀνωδύνως τὰ βάρη, χάριν δὲ πορίζοντες τοῖς βοῶσιν ἀπαύστως· χαίρετε κρῆναι θείων δωρεῶν, Κῦρε θεόφρον καὶ Ἰωάννη ἔνδοξε.

Ἁγίων Ἀναργύρων τῶν ἐν Ρώμῃ.

Ἦχος δ´. Ταχὺ προκατάλαβε.

Ὡς θεῖοι θεράποντες καὶ ἰατῆρες βροτῶν, ἀνάργυρον βλύζετε τὴν θεραπείαν ἡμῖν, Ἀνάργυροι ἔνδοξοι· ὅθεν τοὺς προσιόντας τῇ σεπτῇ ὑμῶν σκέπῃ ῥύσασθε νοσημάτων καὶ παθῶν ἀνιάτων, Κοσμᾶ καὶ Δαμιανὲ Ρώμης βλαστήματα.

Παρθενομάρτυρος Ἑρμιόνης.

Ἦχος δ´. Ταχὺ προκατάλαβε.

Παρθένος ἀκήρατος διατελοῦσα σεμνή, τῷ Λόγῳ νενύμφευσαι τῷ ἐκ Παρθένου Ἁγνῆς θυγάτηρ θεόλεκτε· ὅθεν τὴν σοὶ δοθεῖσαν θεοπάροχον χάριν νέμεις τοῖς σὲ τιμῶσι καὶ Χριστὸν προσκυνοῦσι· ἐν προφητείαις καὶ ἰατρείαις, Ἑρμιόνη ἔνδοξε.

Ἁγίων Ἀναργύρων τῶν υἱῶν Θεοδότης ἐν Φερεμάν.

Ἦχος γ´. Θείας πίστεως.

Θείου Πνεύματος τῇ χειρουργίᾳ, θεραπεύετε παντοίας νόσους, σὺν Κοσμᾶ Δαμιανὲ οἱ Ἀνάργυροι· ὁ γὰρ Σωτὴρ ἰατροὺς ὑμᾶς ἀνέδειξεν, εἰς περιποίησιν πάντων καὶ λύτρωσιν· ὅθεν ῥύσασθε παθῶν δυσαλθῶν καὶ θλίψεων τοὺς πόθῳ τῷ Ναῷ ὑμῶν προστρέχοντας.

Ἦχος γ´.

Ἀθλοφόρε ἅγιε καὶ ἰαματικὲ Παντελεῆμον, πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.

Ἦχος πλ. δ´.

Ἅγιοι Ἀνάργυροι καὶ θαυματουργοί, ἐπισκέψασθε τὰς ἀσθενείας ἡμῶν· δωρεὰν ἐλάβετε, δωρεὰν δότε ἡμῖν.

Ἦχος β´.

Τὰ μεγαλεῖά σου, Παρθένε, τίς διηγήσεται; Βρύεις γὰρ θαύματα, καὶ πηγάζεις ἰάματα, καὶ πρεσβεύεις ὑπὲρ τῶν ψυχῶν ἡμῶν, ὡς Θεολόγος καὶ φίλος Χριστοῦ.

Ἦχος β´.

Πρεσβεία θερμή, καὶ τεῖχος ἀπροσμάχητον, ἐλέους πηγή, τοῦ κόσμου καταφύγιον, ἐκτενῶς βοῶμέν σοι· Θεοτόκε Δέσποινα πρόφθασον, καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, ἡ μόνη ταχέως προστατεύουσα.

ΑΠΟΣΤΟΛΙΚΑ ΚΑΙ ΕΥΑΓΓΕΛΙΚΑ ΑΝΑΓΝΩΣΜΑΤΑ

...

Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά σου ἐπάκουσον καὶ ἐλέησον.

Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, κατ᾿ ἄμφω ὑγείας, σωτηρίας, θείας ἐπισκέψεως καὶ ρώσεως ψυχικῆς τε καὶ σωματικῆς, ἰάσεως ἀπὸ πάσης νόσου ἢ πειρασμοῦ ἢ ἀσθενήματος, ὑπὲρ ἐνθέου ἀποκαταστάσεως, πλήρους ὁλοκληρίας καὶ οὐρανίου χαριτώσεως, στηριγμοῦ καὶ διαφωτισμοῦ, σθένους, ἀκμῆς πνευματικῆς καὶ σωματικῆς, διασώσεως, καὶ θείας ἀντιλήψεως, ὁμονοίας, χάριτος, εὐθυμήσεως, ψυχικῆς ἀγαλλιάσεως, προκοπῆς ἐν παντὶ καὶ πλουσίας ἐπευλογήσεως τῶν δούλων τοῦ Θεοῦ, τῶν ἐπιτελούντων τὴν Ἁγίαν ἑορτὴν καὶ Παννυχίδα ταύτην, καὶ ὑπὲρ τοῦ συγχωρηθῆναι αὐτοῖς πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον.

Ὅτι ἐλεήμων καὶ Φιλάνθρωπος Θεὸς ὑπάρχεις καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ὁ Ἱερεύς· Τοῦ Κυρίου δεηθῶμεν.

Ὁ Ἀναγνώστης· Κύριε, ἐλέησον.

ΕΥΧΗ ΕΠΕΥΛΟΓΗΣΕΩΣ ΤΟΥ ΕΛΑΙΟΥ

Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ὁ ἐν τῷ ἐλέει καὶ τοῖς οἰκτιρμοῖς Σου ἰώμενος τὰ συντρίμματα τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, εὐλόγησον τὸ ἔλαιον τῆς κανδήλας ταύτης, διὰ τῆς ἐπενεργείας καὶ ἰσχύος τοῦ Τιμίου Σταυροῦ Σου, εὐχαῖς δὲ καὶ πρεσβείαις τῆς Θεοπρομήτορος Ἄννης, ὥστε γενέσθαι τοῖς χριομένοις ἐξ αὐτοῦ εἰς ἀπολύτρωσιν ἐκ παντοειδῶν νοσημάτων καὶ θλίψεων καὶ ἐκ πάσης ἐπιβουλῆς, εἰς ὑγείαν καὶ εὐεξίαν, ἀκμὴν δὲ καὶ ἁλκὴν ψυχικήν τε καὶ σωματικήν, εἰς ἀγαλλίαμα καρδίας καὶ θεοβράβευτον χαράν. Ἵνα καὶ ἐν τούτῳ τῷ ἐλαίῳ δοξασθῇ τὸ πανάγιόν Σου Ἔλεος καὶ τὸ θεῖον Ὄνομα. Σὸν γὰρ ἐστι τὸ ἐλεεῖν καὶ σώζειν ἡμᾶς Χριστέ, ὁ Θεὸς ἡμῶν καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν σὺν τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ἦχος δ´.

Νεῦσον παρακλήσεσι, σῶν ἱκετῶν, Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάτουσα· σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα· μὴ αἰσχυνθῶμεν, Δέσποινα, σὲ προσκαλούμενοι. Σπεῦσον εἰς ἱκεσίαν τῶν σοὶ πιστῶς βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Σφραγίζει τὸ ἄλειπτρον σταυροειδῶς ἐπάνωθεν τῶν Ἱερῶν Λειψάνων (ἐφ᾿ ὅσον ὑπάρχουν), τῆς Ἱερᾶς Εἰκόνος καὶ εἶτα τοῦ ἐλαίου τῆς κανδήλας, διὰ τῶν λόγων· Εἰς τὸ Ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος. Χρίει δὲ ἐν συνεχείᾳ τοὺς μετέχοντας εἰς τὸ μέτωπον καὶ ἐπιλέγων· Εἰς ὑγείαν ψυχῆς τε καὶ σώματος...

Ἕτερον περιεχόμενον Εὐχῶν Ἐλαίου ΕΥΧΗ ΕΠΕΥΛΟΓΗΣΕΩΣ ΤΟΥ ΕΛΑΙΟΥ

Κύριε, ὁ ἐν τῷ ἐλέει καὶ τοῖς οἰκτιρμοῖς Σου ἰώμενος τὰ συντρίμματα τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν αὐτὸς Δέσποτα ἁγίασον καὶ τὸ ἔλαιον τοῦτο, διὰ τῆς δυνάμεως καὶ ἐπενεργείας καὶ ἰσχύος τοῦ Τιμίου Σταυροῦ Σου, Χάριτι δὲ τοῦ Παναγίου Πνεύματος, ὥστε γενέσθαι τοῖς χριομένοις ἐξ αὐτοῦ εἰς θεραπείαν καὶ ἀπαλλαγὴν παντὸς πάθους, νόσου σωματικῆς, μολυσμοῦ σαρκὸς καὶ πνεύματος καὶ παντὸς κακοῦ.

Καὶ ποίησον αὐτὸ χριωμένοις τοῖς σοῖς δούλοις ... εἰς τελείαν ἀπολύτρωσιν καὶ ἀπαλλαγὴν ἐκ παντοειδῶν νοσημάτων καὶ θλίψεων καὶ ἐκ πάσης ἐπιβουλῆς, εἰς ὑγείαν καὶ εὐεξίαν καὶ μακροημέρευσιν, ἀκμὴν δὲ καὶ ἁλκὴν ψυχικὴν καὶ σωματικήν, καὶ εἰς ἄφεσιν δὲ καὶ τῶν ἁμαρτιῶν αὐτῶν.

Ἵνα καὶ ἐν τούτῳ τῷ ἐλαίῳ δοξασθῇ τὸ πανάγιὸν Σου Ἔλεος καὶ τὸ θεῖον Ὄνομα. Σὸν γάρ ἐστι τὸ ἐλεεῖν καὶ σώζειν ἡμᾶς ὁ Θεὸς ἡμῶν καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εἰς ῥίγος, κεφαλαλγίαν, ῥευματικὰς ὀδύνας

Αἰτούμεθά σε, Πολυέλεε, ὅπως ἐπαγάγῃς τὸ Ἔλεός Σου τὸ ἀμέτρητόν τε καὶ ἀκατάληπτον ἐπὶ τὸ ἔλαιον τοῦτο (καὶ σφραγίζει σταυροειδῶς τὸ ἔλαιον) ὡς καὶ τοὺς χριομένους ἐξ αὐτοῦ ἐν τῷ ὀνόματί Σου, ἵνα γένηται αὐτοῖς εἰς ἴασιν ψυχῆς τε καὶ σώματος καὶ εἰς καθαρισμὸν καὶ ἀπαλλαγὴν πάσης νόσου καὶ πάσης κατὰ τῆς πολυτίμου ἡμῶν ζωῆς ἀπειλῆς. Ναί, Κύριε Δέσποτα, Εὐδιάλλακτε καὶ Ἐλεήμων, τὴν ἰατρικήν Σου δύναμιν οὐρανόθεν ἐξαπόστειλον, ἅψαι τοῦ σώματος, πράϋνον πᾶν πᾶθος, σβέσον τὸν πυρετὸν καὶ πᾶσαν φανερὰν ἢ λανθάνουσαν ἀσθένειαν ἀποδίωξον, παρέχων ἀσφάλειαν καὶ προστασίαν καὶ ὑγείαν ἀκλινῆ. Σὸν γὰρ ἐστι τὸ ἐλεεῖν καὶ σώζειν ἡμᾶς ὁ Θεὸς ἡμῶν...

Ἀγαθὲ καὶ Φιλάνθρωπε, Εὔπλαγχνε καὶ Πολυέλεε Κύριε, ὁ πολὺς ἐν ἐλέει καὶ πλούσιος ἐν ἀγαθότητι, ὁ Πατὴρ τῶν οἰκτιρμῶν καὶ Θεὸς πάσης παρακλήσεως, ὁ ἐνισχύσας ἡμᾶς διὰ τῶν Ἁγίων Σου Ἀποστόλων ἐλαίῳ μετὰ προσευχῆς τὰς ἀσθενείας τοῦ λαοῦ θεραπεύεσθαι, Αὐτὸς καὶ τὸ ἔλαιον τοῦτο σύνταξον θαυμαστῶς (καὶ σφραγίζει σταυροειδῶς τὸ ἔλαιον) εἰς ἴασιν τοῖς ἐξ αὐτοῦ χριομένοις, εἰς ἀπαλλαγὴν πάσης νόσου καὶ πάσης μαλακίας, εἰς ἀπολύτρωσιν τῶν κακῶν ἀπὸ τῶν δούλων Σου τούτων, τῶν ἀπεκδεχομένων ἐν ἐλπίδι καὶ θερμῇ πίστει τὴν παρὰ Σοῦ σωτηρίαν. Ἐπίσκεψαι αὐτοὺς ἐν τοῖς ἀρρήτοις οἰκτιρμοῖς Σου, ἀποδίωξον ἀπ᾿αὐτῶν πᾶσαν δυσαρμονίαν καὶ δυσκρασίαν σώματος, πᾶσαν δυσφορίαν, πᾶσαν στένωσιν ἢ ἀθυμίαν, ἵνα ἐξαναστάντες τῇ χειρί Σου τῇ κραταιᾷ, ἐν ὁλοκληρίᾳ καὶ θαλλερότητι, δουλεύωσί Σοι καὶ ποιῶσι τὰ προστάγματά Σου μετὰ πάσης εὐχαριστίας καὶ προθυμίας, ἐν ὑγείᾳ καὶ εὐεξίᾳ, ἐν εὐθυμίᾳ ψυχῆς καὶ ἐλπίδι, ἐν χαρᾷ πλουσίᾳ πνευματικῇ καὶ ἀγαλλιάσει οὐρανίῳ.

Ὁ ἐν ἱλαρότητι εὐχερῶς ἐλεῶν, ὁ ὑπερβαίνων ἀνομίας καὶ ἐξαίρων ἀδικίας, ὁ ταχὺς εἰς βοήθειαν καὶ βραδὺς εἰς ὀργήν, ὁ δεχόμενος τὴν μετάνοιαν τῶν ἁμαρτωλῶν καὶ ἴασιν παρέχων πᾶσι τοῖς ἐν ἀσθενείαις καὶ μακρονοσίᾳ διάγουσι, θεραπεύων αὐτῶν πληγὰς ἀνιάτους, καὶ εἰς ἀρτιότητα ἀποκαθιστῶν τὸν ὅλον ἄνθρωπον, δώρησαι τοῖς δούλοις Σου ... ψυχικὴν καὶ σωματικὴν ἴασιν εἰς τέλος, ... παρέχων ἰατρείαν αὐτοῖς καὶ ἀπαλλαγὴν πάσης φθοροποιοῦ ἀλγηδόνος, μιμνησκόμενος τῶν πλουσίων Σου οἰκτιρμῶν, στερεῶν ἐν ὑγείᾳ θεοβραβεύτῳ καὶ χαρᾷ. Σὺ γὰρ ὑπάρχεις ἐλπὶς τῶν ἀπηλπισμένων καὶ ἀνάνευσις τῶν κοπιώντων καὶ πεφορτισμένων ἐν ἀνομίαις καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Κατασφράγισον τὸ Ἔλαιον τοῦτο ἰαματικῶς, ἄνες δὲ καὶ ἄφες καὶ συγχώρησον ὁ Θεὸς τὰς ἀνομίας καὶ τὰς ἁμαρτίας τῶν δούλων σου. Ἀπάλαξον αὐτοὺς ἀπὸ πάσης ἐνοχῆς καὶ πάσης ἀλγηδόνος, ἀπὸ πάσης τυχὸν βασκανίας καὶ ἀπὸ πάσης ἀρᾶς, ἐπιδαψιλεύων πλούσια τὰ ἐλέη Σου, ρῶσιν ψυχῆς καὶ σώματος, ὁμόνοιαν, ἀγάπησιν οὐράνιον, ἔλλαμψιν καὶ μεταρσίωσιν θεοειδῆ. Σὺ γὰρ εἶ ὁ Λυτρωτὴς ἡμῶν, ὁ ἐν τῷ Σταυρῷ ἀράμενος ἁμαρτίας καὶ πάθη τοῦ γένους ἡμῶν, Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Κατάπεμψον Κύριε Χάριν ἄμαχον ἐπὶ τὸ ἔλαιον τοῦτο, (καὶ σφραγίζει σταυροειδῶς τὸ ἔλαιον) ὑγείας καὶ εὐρωστίας παρεκτικήν, πρὸς καρποφορίαν καλῶν ἔργων καὶ ἀρετῆς καὶ πρὸς εὐαρέστησιν τῷ Πλαστουργῷ ἡμῶν. Σὺ γὰρ εἶ ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσι καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν σὺν τῷ Υἱῷ καὶ τῷ Πατρὶ εἰς αἰῶνας αἰώνων. Ἀμήν.

Πρὸς εὐεξίαν

κακουχεῖται, δυσφορεῖ, ἰώσεις, πονοκεφάλους, ρευματικὰ ἀλγήματα .. Ἀποσοβεῖ παρενεργείας φαρμάκων, ἀλλὰ καὶ τῶν ἀναποφεύκτων ἐνίοτε ἀνθρωπίνων ἰατρικῶν λαθῶν. Εἰρηνεύει τὸ σῶμα ἀπὸ τῶν παθῶν, συντελῶν εἰς εὐρρυθμίαν καὶ κατὰ φύσιν εὔτακτον λειτουργίαν τοῦ ψυχοσωματικοῦ ὀργανισμοῦ μας. Καταυγάζει τὸν νοῦν καὶ κατασιγάζει τοὺς ρυπαροὺς ἢ βλασφήμους ἢ μοχθηροὺς λογισμούς. Ἀποδιώκει δὲ πᾶσαν ἀθυμίαν καὶ μελαγχολίαν, ἀνανεώνοντας τὴν διάθεσιν τοῦ ἀνθρώπου πρὸς ζωήν, ἐν ἀγαλλιάσει καὶ ἐν φωτὶ τοῦ Ἁγίου Πνεύματος.

ἐπινέμων πᾶν ἀγαθὸν δώρημα τέλειον καὶ τὴν ποθεινὴν ὑγείαν. Ὅτι ὡς ἡ μεγαλωσύνη σου οὕτω καὶ τὸ ἔλεός σου, καὶ σοὶ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις σὺν τῷ Ἀνάρχῳ σου Πατρὶ καὶ τῷ Παναγίῳ, Ζωαρχικῷ Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ἰδιόμελον.

Ἦχος δ´.

Πηγὴν ἰαμάτων ἔχοντες, ἅγιοι Ἀνάργυροι, τὰς ἰάσεις παρέχετε πᾶσι τοῖς δεομένοις, ὡς μεγίστων δωρεῶν ἀξιωθέντες, παρὰ τῆς ἀενάου πηγῆς τοῦ Σωτῆρος Χριστοῦ. Φησὶ γὰρ πρὸς ὑμᾶς ὁ Κύριος, ὡς ὁμοζήλους τῶν Ἀποστόλων· Ἰδοὺ δέδωκα ὑμῖν τὴν ἐξουσίαν, κατὰ πνευμάτων ἀκαθάρτων, ὥστε αὐτὰ ἐκβάλλειν, καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. Διὸ τοῖς προστάγμασιν αὐτοῦ καλῶς πολιτευσάμενοι, δωρεὰν ἐλάβετε, δωρεὰν παρέχετε, ἰατρεύοντες τὰ πάθη τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν.

Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεὸς Σου, δεόμεθά σου ἐπάκουσον καὶ ἐλέησον.

Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, κατ᾿ἄμφω ὑγείας, σωτηρίας, θείας ἐπισκέψεως καὶ ρώσεως ψυχικῆς τε καὶ σωματικῆς, ἰάσεως ἀπὸ πάσης νόσου ἢ πειρασμοῦ ἢ ἀσθενήματος, ὑπὲρ ἐνθέου ἀποκαταστάσεως, πλήρους ὁλοκληρίας καὶ οὐρανίου χαριτώσεως, στηριγμοῦ καὶ διαφωτισμοῦ, σθένους, ἀκμῆς πνευματικῆς καὶ σωματικῆς, διασώσεως, καὶ θείας ἀντιλήψεως, ὁμονοίας, χάριτος, εὐθυμήσεως, ψυχικῆς ἀγαλλιάσεως, προκοπῆς ἐν παντὶ καὶ πλουσίας ἐπευλογήσεως τῶν δούλων τοῦ Θεοῦ, τῶν ἐπιτελούντων τὴν ἱερὰν Ἀκολουθίαν καὶ δέησιν ταύτην, καὶ ὑπὲρ τοῦ συγχωρηθῆναι αὐτοῖς πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον.

Ὅτι ἐλεήμων καὶ Φιλάνθρωπος Θεὸς ὑπάρχεις καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΕΥΧΗ ΕΠΕΥΛΟΓΗΣΕΩΣ ΤΟΥ ΕΛΑΙΟΥ

Κύριε, ὁ ἐν τῷ ἐλέει καὶ τοῖς οἰκτιρμοῖς Σου ἰώμενος τὰ συντρίμματα τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν αὐτὸς Δέσποτα ἁγίασον καὶ τὸ ἔλαιον τοῦτο, διὰ τῆς δυνάμεως καὶ ἐπενεργείας καὶ ἰσχύος τοῦ Τιμίου Σταυροῦ Σου, Χάριτι δὲ τοῦ Παναγίου Πνεύματος, ὥστε γενέσθαι τοῖς χριομένοις ἐξ αὐτοῦ εἰς θεραπείαν καὶ τελείαν ἀπολύτρωσιν καὶ ἀπαλλαγὴν ἀπὸ παντὸς πάθους, νόσου σωματικῆς, μολυσμοῦ σαρκὸς καὶ πνεύματος ἔτι δὲ καὶ ἐκ πάσης ἀθυμίας ἢ λύπης καὶ ἐκ πάσης ἐπιβουλῆς, εἰς ὑγείαν καὶ εὐεξίαν καὶ μακροημέρευσιν, εἰρήνην, σύμπνοιαν, ὁμοφροσύνην, ἑνότητα μετὰ τῶν οἰκείων αὐτῶν, ὀρθοφροσύνην, σύνεσιν καὶ σοφίαν, ἀκμὴν δὲ καὶ ἁλκὴν ψυχῆς τε καὶ σώματος, καὶ εἰς ἄφεσιν δὲ τῶν ἁμαρτιῶν αὐτῶν.

Ἵνα καὶ ἐν τούτῳ τῷ ἐλαίῳ δοξασθῇ τὸ πανάγιόν Σου Ἔλεος καὶ τὸ θεῖον Ὄνομα.

Σὸν γὰρ ἐστι τὸ ἐλεεῖν καὶ σώζειν ἡμᾶς ὁ Θεὸς ἡμῶν καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εὐχὴ εἰς καθιέρωσιν νέας Εἰκόνος

Ἐγκόλπιον Εὐχολόγιον Τιμοθέου Ματθαιάκη, ἐλαφρὰ διασκευή

Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ἡ ἀπαράλλακτος Εἰκὼν τοῦ Ἀνάρχου καὶ Ὑπερουσίου, Ἀπροσίτου δὲ καὶ Ἀκαταλήπτου Πατρός, ὁ τὴν ρυπωθεῖσαν εἰκόνα τοῦ γένους ἡμῶν διὰ τῆς Σῆς ἀρρήτου ἐνανθρωπήσεως ἀναμορφώσας καὶ εἰς τὸ ἀρχαῖον κάλλος ἀνυψώσας.

Αὐτὸς ἐπάκουσον καὶ ἡμῶν δεομένων Σου ἐπὶ τῇ καθιερώσει τῆς Ἱερᾶς Εἰκόνος ταύτης, ὅπερ ἐφιλοτέχνησεν ἡ εὐλαβὴς φιλοτιμία καὶ θεοσέβεια τῶν δούλων Σου (δείνων) εἰς μαρτυρίαν τῆς ἀληθοῦς ἡμῶν Πίστεως καὶ δοξολογίαν καὶ προσκύνησιν τοῦ Ἁγίου Ὀνόματός Σου.

Πρόσδεξαι, Κύριε, τὴν θεάρεστον ταύτην ἐργασίαν τῆς κοσμήσεως τῆς σεπτῆς εἰκόνος τοῦ Ἁγίου (δεῖνα) ὅτι ἡ τιμὴ ἐπὶ τὸ πρωτότυπον διαβαίνει καὶ πόλιν καὶ οἴκους καὶ Ναοὺς κατακοσμεῖ καὶ τῶν προσκυνούντων τὸ θρησκευτικὸν αἴσθημα /βίωμα/ διεγείρει.

Ἐν γὰρ Ναοῖς καὶ Τοιχογραφίαις καὶ Εἰκονίσμασι καὶ προσκυνηταρίοις καταγλαΐζεται ἡ Ἐκκλησία Σου καὶ εὐδοκιμεῖ ἡ θεία Λατρεία καὶ δοξάζεται ἡ Ὀρθοδοξία καὶ φαιδρύνεται ἡ Οἰκουμένη, συναγάλλεται δὲ μετὰ τοῦ δήμου τῶν Θεοειδῶν Ἀγγέλων ὁ τῶν πιστῶν Σου χορός.

Ὅτι πρέπει Σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις σὺν τῷ Πατρὶ καὶ τῷ Πνεύματι εἰς τοὺς αἰῶνας.

Ἀμήν.

Εὐχὴ εἰς πᾶσαν Ἀσθένειαν

Εὐχολόγιον Ἀποστολικῆς Διακονίας, ἐλαφρὰ διασκευή

Δέσποτα Παντοκράτορ, Ἰατρὲ ψυχῶν καὶ σωμάτων, ὁ ταπεινῶν καὶ ἀνυψῶν, παιδεύων καὶ πάλιν ἰώμενος, τὸν ἀδελφὸν ἡμῶν (δεῖνα) τὸν ἀσθενοῦντα ἐπίσκεψαι ἐν τῷ ἐλέει σου. Ἔκτεινον τὸν βραχίονά σου τὸν πλήρη ἰάσεως καὶ θεραπείας καὶ ἴασαι αὐτὸν ἐξανιστῶν ἀπὸ κλίνης ὀδυνηρᾶς καὶ ἀρρωστίας λυπηρᾶς. Ἐπιτίμησον τῷ πνεύματι τῆς ἀσθενείας, ὡς πάλαι ἐπετίμησας τῇ τρικυμίᾳ τῆς θαλάσσης καὶ τοῖς ἀνέμοις καὶ ἐγένετο γαλήνη μεγάλη. Ἀπόστησον ἀπ᾿ αὐτοῦ πᾶσαν πληγήν, πᾶσαν ἀλγηδόνα, πᾶσαν μάστιγα, πάντα πυρετὸν ἢ ρῖγος, πᾶσαν κακουχίαν καὶ κάκωσιν ἢ κόπωσιν, πᾶσαν φανερὰν ἢ λανθάνουσαν ἴωσιν ἢ σκόλοπα ἢ ἀπειλήν, ὡς καὶ πᾶσαν βασκανίαν ἢ σκοτεινὴν ἐπήρρειαν καὶ ἀθυμίαν καὶ πᾶσαν παγίδα ἢ σκάνδαλον καὶ πᾶσαν σκευωρίαν κακοποιῶν ἀνθρώπων. Καὶ εἴ τι ἐστιν ἐν αὐτῷ πλημμέλημα ἢ ἀνόμημα ἄνες ἄφες συγχώρησον διὰ τὴν σὴν φιλανθρωπίαν καὶ ἀνάστησον αὐτὸν ἐν ὑγείᾳ καὶ ρώσει, ἀκμῇ καὶ εὐεξίᾳ ψυχῆς τε καὶ σώματος, πρεσβείαις καὶ θαυμαστῇ μεσιτείᾳ τῆς Ὑπερευλογημένης Θεοτόκου Μαρίας, τῶν Ἁγίων Ἐνδόξων καὶ θαυματουργῶν Ἀναργύρων καὶ πάντων σου τῶν Ἁγίων. Ναί, Κύριε, φεῖσαι τοῦ πλάσματός σου ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν μεθ᾿ οὖ εὐλογητὸς εἶ, σὺν τῷ Παναγίῳ καὶ Ἀγαθῷ καὶ Ζωοποιῷ σου Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΕΥΧΗ ΕΞΟΡΚΙΣΜΟΥ

Τρισυπόστατε, Ὑπερούσιε, Ἄναρχε, Ἄκτιστε, Ἀΐδιε, Ἀληθινέ, Κύριε Θεέ, ὁ ἐν Χριστῷ ἀποκαλυφθεὶς ἡμῖν τοῖς ἀναξίοις δούλοις Σου, Κύριε Παντοκράτορ καὶ Παντουργέ, ὁ ποιῶν θαυμάσια Μόνος, Ἐπόπτα τοῦ Σύμπαντος κόσμου Δημιουργέ, Φιλάνθρωπότατε Πάτερ Προσκυνητέ, ὁ ἀποστείλας τὸν Μονογενῆ Σου Υἱόν, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐκ Παρθένου Ἁγίας ἐνανθρωπῆσαι, ἵνα λύσῃ καὶ καταλύσῃ καὶ ἀκυρώσῃ καὶ ἀφανίσῃ πάντα τὰ ἔργα τοῦ ἐπαισχύντου Διαβόλου καὶ πάσας τὰς καταχθονίους μηχανὰς αὐτοῦ, ἵνα ὡς ἱστὸν δὲ ἀράχνης ἀναλώσῃ τῷ πνεύματι τοῦ στόματος Αὐτοῦ πᾶσαν πλεκτάνην καὶ πᾶν νέφος ἐπηρείας αὐτοῦ καὶ σκοτεινῆς βασκανίας καὶ αἰχμαλωσίας δεινῆς ἢ παγιδεύσεως, ἐπιμολύνοντος τὰς ψυχὰς ἡμῶν, διαταράσσοντος δὲ τὴν εἰρήνην καὶ τὴν ἀγάπην, παρεμποδίζοντος τὴν κατάνυξιν τῆς εὐσεβείας, παρενοχλοῦντος καὶ φέροντος πρόσκομμα εἰς τὰ ἔργα ἡμῶν, τὰ φιλότιμα καὶ φιλόθεα καὶ ποθητά, Σὲ μόνον πιστεύομεν, Σοὶ Μόνῳ προσπίπτομεν, Σοὶ Μόνῳ Λατρεύομεν, Σὲ Μόνον ἐκ ψυχῆς ἐν ἀκραδάντῳ πίστει ἐπικαλούμεθα, εἰς Σὲ ἐκτενῶς ἐλπίζομεν, ἐν τῷ Ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ παρρησιαζόμενοι, ἐν ᾧ τὸ θεῖον καὶ ἱερὸν Βάπτισμα ἐδεξάμεθα καὶ τῷ Ἱερῷ δὲ Χρίσματι τῷ θαυμαστῷ σημείῳ τοῦ Τιμίου Σταυροῦ ἐσφραγίσθημεν καὶ ἠσφαλίσθημεν καὶ καθωπλίσθημεν κατὰ πάντων τῶν ὁρατῶν καὶ ἀοράτων ἐχθρῶν καὶ ἐπιβουλῶν ἡμῶν, ἐν τῷ Ὀνόματί Σου, Αὐτός, Κύριε Παντοκράτορ, ὁ Θεὸς ἡμῶν, ὁ Πατήρ, ὁ Υἱὸς καὶ Πνεῦμα τὸ Θεῖον καὶ Δεσποτικόν, ἡ Ὑπερούσιος καὶ Προσκυνητῆ Θεότης, ἡ Ἂκτιστος καὶ ἀπερινόητος Τριαδικὴ Μοναρχία, ἡ πάντα νοῦν ὑπερβαίνουσα Θειότης, διάλυσον αὐτοδεσπότως καὶ μεγαλουργικῶς πᾶσαν μηχανὴν τοῦ ἐχθροῦ, πᾶσαν βασκανίαν ἢ ἀράν, πάντα γογγυσμὸν κακότροπον καὶ φθονερὸν τῶν κακοποιῶν καὶ ἀτόπων ἀνθρώπων, ἀδίκως ἐφ᾿ ἡμᾶς καταφερόμενον, εἰρήνευσον ἡμῶν τὴν ζωήν, ἀσφάλισαι τὰ διαβήματα, διάνοιξον ὡς ὁρίζοντα αἴθριον τὸ παρὸν καὶ τὸ μέλλον, δεῖξον ἡμῖν εὐμενὲς τὸ Φῶς τοῦ Προσώπου Σου, συνέτισον ἡμᾶς εἰς τὴν ὁδὸν τῶν κριμάτων σου καὶ τῆς εὐαρεστήσεως πρὸς Σέ, εἰς πάντα λόγον καὶ λογισμὸν καὶ βουλὴν καὶ πρᾶξιν, πλάτυνον τὰ διαβήματα ἡμῶν εἰς τὰς τρίβους τοῦ βίου ἀπειράστως, ἵνα εἰρηνικῶς βιοῦντες καὶ δρῶντες καὶ ἐργαζόμενοι ἐν τῷ καθήκοντι ἡμῶν ἀπροσκόπτως, εὐαρεστῶμεν ἐνώπιόν Σου καὶ Σὲ δοξάζωμεν. Εἰρήνευσον ἡμῶν τὴν ζωήν, Κύριε, Εὐλογητέ, Εὐεργέτα, ἀπρόσκοπτον καὶ ἀνεμπόδιστον ποίησον πάντα πόθον καὶ διάβημα ἡμῶν, ἐν ἀκακίᾳ καὶ ἠρεμίᾳ καὶ γαλήνῃ πορευομένων καὶ ἐργαζομένων ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι, ἐξαγιαζομένων καὶ φυλασσόντων τὸ θέλημά Σου ἐμμελῶς, τὸ ἀγαθὸν καὶ εὐάρεστον καὶ τέλειον, ὁμονοούντων μετὰ τῶν οἰκείων ἡμῶν ὁσίως καὶ προσφιλῶς ἐνώπιόν σου.

Κατασφράγισον ἐν τῇ Ἀπείρῳ Ἐξουσίᾳ Σου τὰ τέσσαρα σημεῖα τοῦ ὁρίζοντος καὶ τοῦ περιβάλλοντος αἰθέρος, κατευλόγησον τὰς τέσσαρας ἀρχάς, καθαγίασον τὰ τέσσαρα στοιχεῖα τῆς κτίσεως, ἐξορκίζων καὶ ἐξαγνίζων τὰ καθ᾿ ἡμᾶς τῇ δυνάμει Σου, ἵνα διοδεύσωμεν κατέναντι τοῦ φωτὸς τοῦ προσώπου Σου, κατὰ τὴν λάμψιν καὶ τὴν αἴγλην τῆς σῆς ἀκτίστου εὐλογίας καὶ ὡραιότητος καὶ Χάριτος. Κατασφράγισον διὰ τῆς δυνάμεως τοῦ Τιμίου Σου Σταυροῦ τὸ σῶμα ἡμῶν καὶ πάντα τὰ μέλη καὶ τὸν νοῦν καὶ τὴν καρδίαν, ἐξαιρέτως δὲ τοῦ δοκιμαζομένου δούλου Σου τούτου (δεῖνος) ἐν ὑγείᾳ καὶ ἀρτιότητι, ἐν εὐρρυθμίᾳ καὶ εὐθυμήσει, ἐν ἀσφαλείᾳ καὶ ἱερότητι, καὶ τὰ περὶ ἡμᾶς ἀναγκαῖα σκεύη καὶ σκεπάσματα καὶ τροφάς, καὶ τὸ πνεῦμα δὲ ἐν φωτὶ καὶ τὰ ἔργα ἡμῶν ἐν εὐδοκιμήσει, ὅτι ὡς τὸ Ὄνομὰ Σου οὕτω καὶ ἡ ἀπρόσιτος μεγαλωσύνη Σου. Σὺ γὰρ εἶ Θεός, ὁ ποιῶν θαυμάσια Μόνος, καὶ Σε προεωρᾶτο ὁ Προφήτης λέγων· «προωρώμην τὸν Κύριόν μου ἐνώπιόν μου διαπαντός, ὅτι ἐκ δεξιῶν μου ἐστιν, ἵνα μὴ σαλευθῶ» καὶ πάλιν «Κύριος ἐμοὶ βοηθὸς καὶ οὐ φοβηθησομαι τί ποιήσει μοι ἄνθρωπος», ἢ δαίμων ἢ πνεῦμα σκοτεινὸν καὶ ἀποτρόπαιον, «ἐν τῷ ἐγγίζειν ἐπ᾿ἐμὲ κακοῦντας, τοῦ φαγεῖν τὰς σάρκας μου».

Σοῦ δεόμεθα ὅθεν, Πάτερ Εὔσπλαγχνε, Φιλόψυχε, Παντοκράτορ, Ὕψιστε, Υἱὲ Λόγε Θεοῦ Μονογενὲς καὶ Πνεῦμα, τὸ Προσκυνητὸν καὶ Θεῖον. Πρεσβεῖες τῆς Ὑπερευλογημένης Ἐνδόξου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας, τῆς ἀκαταισχύντου Μεσιτρίας καὶ Καταφυγῆς καὶ Προστασίας ἡμῶν, τῆς Μητρὸς τῶν πιστῶν καὶ Πλατυτέρας τοῦ Κόσμου, τῆς Ὑπερτέρας τῶν Φωτοειδῶν Ἀγγέλων, Προστασίαις δὲ τούτων τῶν, ὡς πυρὸς φλόγα, ἀκαταμαχήτων φρουρῶν τῆς ζωῆς ἡμῶν, εὐχαῖς δὲ τῶν Πανευφήμων Ἀποστόλων, τῶν λαβόντων τὴν Χάριν ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ δυσωνύμου ἐχθροῦ, καὶ ἐκβάλλειν ἀκάθαρτα πνεύματα καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν καὶ πᾶσαν βλάβην ἐκ τῆς μανίας αὐτῶν, ἔτι δὲ καὶ ταῖς εὐχαῖς τοῦ Ἁγίου Ἐνδόξου Ἱερομάρτυρος Κυπριανοῦ σὺν τῇ Παρθένῳ Ἰουστίνῃ, καὶ τοῦ Ἱερομάρτυρος Ἐλευθερίου, τοῦ Καθαιρέτου Σατὰν καὶ ἐλευθερωτοῦ, Μεγαλομαρτύρων Βαρβάρας καὶ Μαρίνης, τῶν καταισχυνασασῶν τὸν Πολυμήχανον, τῶν Ὁσίων Πατέρων ἡμῶν Ἀντωνίου τοῦ Μεγάλου, τοῦ σθεναρῶς ἀντιπίπτοντος καὶ ἀντιπαλαίοντος τοῖς δαίμοσι καὶ κατατροποῦντος αὐτοὺς καὶ ἐκδιώκοντος, μετὰ τοῦ μαθητοῦ αὐτοῦ Παύλου τοῦ Ἁπλοῦ, προσέτι δὲ καὶ Δαβίδ, τοῦ ἐν Εὐβοίᾳ Γέροντος, τοῦ Θαυματουργοῦ, καὶ Γερασίμου τοῦ ἐν Κεφαλληνίᾳ, τοῦ «Καψάλη», τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν καὶ Ἱεραρχῶν Παρθενίου Ἐπισκόπου Λαμψάκου καὶ Ἀβερκίου Ἐπισκόπου Ἱεραπόλεως τῶν δαιμονοκαταλυτῶν καὶ Θαυματουργῶν, Λουκᾶ δέ, Ἐπισκόπου Ἀσύλων τῆς Καλαβρίας, τοῦ Πνευματοδιώκτου.

Εἰρήνευσον ἡμῶν τὴν ζωήν, πάλιν καὶ πολλάκις σοῦ δεόμεθα καὶ ὀδυνηρῶς ἐν πίστει κράζομεν καὶ ἱκετεύομεν, Κύριε, καὶ διάσωσον ἡμᾶς κατευοδῶν εἰς πᾶν ἔργον ἀγαθόν, εἰ δὲ καὶ ἡμάρτομεν καὶ ἄξια ὧν ἐπράξαμεν ἀπολαμβάνομεν, ὡς Ἀγαθὸς καὶ Μακρόθυμος Σὺ συγχώρησον, ὅτι εἰς Σὲ Μόνον ἐν συντριβῇ εἰλικρινοῦς μετανοίας καταφεύγομεν, καὶ εἴ τι ἐπαχθὲς βάρος πνευματικὸν ἐκ κληρονομίας προγονικῆς ἡμῖν ἐναπόκειται καὶ ζοφώδης τις ἀχλὺς δυσμενῶς ἐπιφέρεται, ἀπόσεισον τῇ Εὐσπλαγχνίᾳ Σου, Δέσποτα, ὅτι ἐν καθαρᾷ καρδίᾳ ἐνώπιόν Σου διακείμεθα καὶ ἐν εὐθύτητι πνεύματος, ἵνα ἐν εὐφροσύνῃ καὶ εὐγνωμοσύνῃ δοξάζωμέν Σε ἐκ καρδίας φωναῖς αἰσίαις εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εἰς τὸ Ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος.

Ἐμφυσᾷ ὁ Ἱερεύς. Σταυρώνει διὰ τῆς Ἱερᾶς Λόγχης. Χρίει δι᾿ Εὐχελαίου.

εἰς Σὲ ἐκτενῶς καὶ ἀκλινῶς ἐλπίζομεν,

Οὐχ ὑψώθη ἡ καρδία μου, οὐδὲ ἐμετεωρίσθησαν οἱ ὀφθαλμοί μου οὐδὲ ἐπορεύθην ἐν μεγάλοις οὐδὲ ἐν θαυμασίοις ὑπὲρ ἐμὲ ἐν ἀλαζονείᾳ καὶ ὕβρει, εἰ δὲ καὶ ἡμάρτομεν ὡς ἀσθενεῖς, ἐν μετανοίᾳ σοι προσπίπτομεν ἀεί, τὸ ἄπειρον Ἔλεός Σου ἐκζητοῦντες καὶ ἐπικαλούμενοι. Ὅτι τὸ πνεῦμα ἡμῶν εἰλικρινὲς καὶ εὐθὲς ἐνώπιόν Σου καὶ «διεπορευόμεθα ἐν ἀκακίᾳ τῆς καρδίας ἡμῶν ἐν μέσῳ τοῦ οἴκου ἡμῶν» ὡς κατενώπιόν Σου ἐν φόβῳ Σου.

Ἀνυποστάτου δαίμονος

Τὰς σκοτεινὰς ὄψεις τῶν ἀπεχθῶν δαιμόνων ἀποστρέφων Εἰ δὲ καὶ ἐκ κληρονομίας προγονικῆς βάρος τι πνευματικὸν ἐπιφέρεται, ἀπάλλαξον τούτου ὁρῶν τὴν εὐσέβειαν καὶ τὴν ταπείνωσιν τῆς καρδίας ἡμῶν.

Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ὁ Βασιλεὺς τῶν αἰώνων καὶ Δημιουργὲ τῶν ἁπάντων, ὁ Παντοκράτωρ καὶ Παντοδύναμος, ὁ ποιῶν πάντα καὶ μετασκευάζων μόνῳ τῷ βούλεσθαι, ὁ τὴν ἑπταπλάσιον κάμινον καὶ τὴν φλόγα τὴν ἐν Βαβυλῶνι εἰς δρόσον μεταβαλὼν καὶ τοὺς ἁγίους σου τρεῖς Παῖδας σώους διαφυλάξας, ὁ ἰατρὸς καὶ θεραπευτὴς τῶν ψυχῶν ἡμῶν, ἡ ἀσφάλεια τῶν εἰς σὲ ἐλπιζόντων, ὁ ἐλθὼν ἐπὶ γῆς ἵνα λύσῃς τὰ ἔργα τοῦ Διαβόλου καὶ σώσῃς τὸν ἄνθρωπον. Σοῦ δεόμεθα καὶ σὲ παρακαλοῦμεν, Ὑπεράγαθε, Παντεπίσκοπε, Παντουργέ, Εὐεργέτα, Εὐλογητέ, ἀπόστησον καὶ φυγάδευσον πᾶσαν διαβολικὴν ἐπήρειαν καὶ ἐνέργειαν ἀπὸ τοῦ δούλου σου τούτου … ἐπιτίμησον ἀποτόμως καὶ ἀπέλασον εὐθὺς πᾶσαν σατανικὴν ἔφοδον καὶ πᾶσαν σκοτεινὴν ἐπιβουλήν, περιέργειάν τε πονηρὰν καὶ βλάβην καὶ ὀφθαλμῶν φθόνον, μετὰ βασκανίας τῶν κακοποιῶν καὶ πονηρῶν καὶ μοχθηρῶν ἀνθρώπων. Καὶ ἢ ὑπὸ ὡραιότητος ἢ ἀνδρείας ἢ εὐτυχίας ἐν ζήλῳ καὶ φθόνῳ καὶ βασκανίᾳ κακὰ κατ᾿αὐτοῦ ἐμελέτησαν ἢ ἐξ ἄλλης τινὸς αἰτίας συνέβη αὐτῷ τι ἢ ἐν τῷ μέλλοντι ἐπαπειληθῇ, Αὐτός, Φιλάνθρωπε Δέσποτα καὶ Δικαιοκρίτα, ἔκτεινον τὴν κραταιάν σου χεῖρα καὶ τὸν βραχίονά σου τὸν ἰσχυρὸν καὶ ὕψιστον καί, ἐπισκοπῶν, ἐπισκόπησον τὸ πλάσμα σου τοῦτο ῥυόμενος ἀπὸ πάσης ἀνάγκης καὶ ἀπὸ πάσης κακουχίας ἢ ἀπειλῆς. Κατάπεμψον αὐτῷ Ἄγγελον εἰρηνικόν, κραταιόν, φοβεροειδῆ, φωτόμορφον, προστάτην ὑπέρμαχον, ψυχῆς τε καὶ σώματος φύλακα καὶ φρουρόν, ὃς ἐπιτιμήσει καὶ ἀπελάσει ἀπὸ τοῦ δούλου σου πᾶσαν πονηρὰν βουλήν, πᾶσαν φαρμακείαν καὶ πλάνην, πάντα μετεωρισμόν, κεφαλαλγίαν, ρῖγος, ἀθυμίαν, ἔτι δὲ καὶ πάντα φραγμόν, κακοτυχίαν ἢ βασκανίαν καὶ ἐμποδισμόν, πᾶσαν ἐνέργειαν σκοτεινὴν καὶ πονηρὰν ἢ βλάβην νοερὰν τῶν φθοροποιῶν καὶ πονηρῶν ἀνθρώπων. Ἵνα, ὑπὸ σοῦ ὁ σὸς ἱκέτης φρουρούμενος καὶ περικρατούμενος καὶ ἀσφαλιζόμενος, προκόπτῃ ἐν παντὶ καὶ εὐοδοῦται, εὐημερῶν ἐν τῷ Ὀνόματί Σου ἐν ἀπολύτῳ ὑγείᾳ, ἐκπληρῶν τὸν ἐπὶ γῆς προορισμὸν αὐτοῦ ἀπροσκόπτως, καὶ ἵνα καρπογονῇ εὐχερῶς ἐν πᾶσι τοῖς ἔργοις αὐτοῦ εὐαρέστως ἐνώπιον Σου, μετ᾿ εὐχαριστίας δὲ ψάλλῃ σοι· Κύριος ἐμοὶ βοηθὸς καὶ οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος. Καὶ πάλιν· οὐ φοβηθήσομαι κακά, ὅτι σὺ μετ᾿ ἐμοῦ εἶ, ὅτι, σὺ εἶ ὁ Θεός, κραταίωμά μου, ἰσχυρός, ἐξουσιαστής, ἄρχων εἰρήνης, πατὴρ τοῦ μέλλοντος αἰῶνος.

Ναί, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, φεῖσαι τοῦ πλάσματός σου καὶ σῶσον τὸν δοῦλόν σου ἀπὸ πάσης βλάβης καὶ ἐπηρείας τῆς ἐκ βασκανίας γινομένης καὶ ἀνώτερον αὐτὸν παντὸς κακοῦ διαφύλαξον, πρεσβείαις τῆς Ὑπερευλογημένης, ἐνδόξου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας, τῶν φωτοειδῶν Ἀγγέλων, τῶν λειτουργικῶν Δυνάμεων καὶ τῶν προστακτικῶν Ἀρχαγγέλων καὶ πάντων τῶν Ἁγίων.

Ὅτι εὐλογητὸς καὶ Ὑπερύμνητος καὶ δεδοξασμένος ὑπάρχεις καὶ σοὶ τὴν εὐεργεσίαν ἐπιγράφομεν, τὴν δὲ προσκύνησιν καὶ τὴν ἀφοσίωσιν καὶ εὐγνωμοσύνην ἀπονέμομεν, ἔτι δὲ καὶ τὴν ἀκράδαντον πίστιν θεμελιοῦμεν, προσκυνοῦντες εὐλαβῶς σὺν Πατρὶ καὶ Πνεύματι, Τριάδα Ὑπερούσιον καὶ Ἀδιαίρετον εἰς τοὺς αἰῶνας. Ἀμήν.

Εὐχὴ εἰς γυναῖκα ὅταν ἀποβάληται

Μικρὸν Εὐχολόγιον Ἀποστολικῆς Διακονίας, ἐλαφρὰ διασκευή

Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ὁ ἐκ τῆς Ἀειπαρθένου Μαρίας τεχθεὶς καὶ ἐν τῇ φάτνῃ ὡς βρέφος ἀνακλιθείς, συμπαθὴς Ἀρχιερεὺς γενόμενος τῶν τῇ γηϊνῃ ταύτῃ ζωῇ συμπτωμάτων ἡμῶν, Αὐτὸς καὶ τὴν παροῦσαν δούλην σου (τήνδε), τὴν εἰς φθορὰν ἀκουσίως περιπεσοῦσαν καὶ τὸ ἐν αὐτῇ συλληφθὲν ἔμβρυον ἀποβαλομένην, ἐλέησον κατὰ τὸ μέγα καὶ ἄπειρὸν Σου ἔλεος καὶ συγχώρησον αὐτῇ ἀπὸ τοῦ ὀδυνηροῦ τούτου συμβάματος καὶ ἀπὸ πάσης τυχὸν γενομένης ἀπροσεξίας, ἀφιέμενος προσέτι καὶ πάντα τὰ ἑκούσια καὶ ἀκούσια πταίσματα, διαφυλάττων αὐτὴν ἀσφαλῆ, ἀσινῆ καὶ ἀλώβητον ἀπὸ πάσης ἐπιβουλῆς καὶ μηχανουργίας τοῦ Διαβόλου, καὶ ἀπὸ πάσης ἐπηρείας τῶν κακοποιῶν καὶ φθονερῶν καὶ βασκάνων ἀνθρώπων, ἀξιῶν αὐτὴν ἵνα καὶ πάλιν ἐλεηθῆ τὴν μεγίστην δωρεὰν συλλήψεως καὶ κυοφορίας καὶ μητρότητος.

Ναί, Δέσποτα τῶν Ἁπάντων, «οὗ ἐν τῇ χειρὶ ἡ πνοὴ ἡμῶν», τὸν ρύπον τῆς ψυχῆς κάθαρον, τοὺς πόνους καταπράϋνον, κατασίγασον καὶ θεράπευσον, τὴν συνείδησιν ἀπόλουσον καὶ εἰρήνευσον, ῥῶσιν καὶ εὐρωστίαν τῷ σώματι δώρησαι, δι᾿ Ἀγγέλου φωτεινοῦ ταύτην περιφρούρησον καὶ ἀπὸ πάσης ἐνοχῆς καὶ ψυχικῆς κακουχίας ἀπάλλαξον, ἔτι δὲ καὶ ἀπὸ τῶν ποικίλων ἐπερχομένων σπλαγχνικῶν ἐνοχλήσεων εἰρήνευσον.

Τὸ δὲ ἔμβρυον αὐτῆς ταῖς ἀγκάλαις τῆς σῆς Ἀπείρου Ἀγαθότητος καὶ ἀνεξιχνιάστου Σοφίας καὶ Προνοίας οἰκειώθητι.

Πρεσβείαις τῆς Ὑπερευλογημένης Ἐνδόξου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας, τῶν φωτοειδῶν Ἀγγέλων, τῶν ἁγίων Ἐνδόξων καὶ θαυματουργῶν Ἀναργύρων, τῶν ἐν Βηθλεὲμ δέκα καὶ τεσσάρων μυριάδων ἀναιρεθέντων Νηπίων, Κηρύκου τοῦ παιδομάρτυρος καὶ Ἰουλίττης τῆς μητρὸς αὐτοῦ καὶ πάντων Σου τῶν Ἁγίων. Ἀμήν.

Καὶ χρίει δι᾿ ἁγίου Ἐλαίου

ΕΥΧΗ ΥΠΕΡ ΥΓΕΙΑΣ ΧΡΙΣΤΟΔΟΥΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ

Δέσποτα Παντοκράτορ, Ἰατρέ ψυχῶν καὶ σωμάτων, ὁ ταπεινῶν καὶ ἀνυψῶν, ὁ παιδεύων πατρικῶς καὶ πανσόφως καὶ πάλιν δὲ ἰώμενος, τὸν πνευματικόν ἡμῶν πατέρα καὶ ποιμενάρχην Χριστόδουλον τὸν Ἀρχιεπίσκοπον, ἀσθενοῦντα ἐπίσκεψαι ἐν τῷ πλήθει τοῦ Ἐλέους σου.

Ἔκτεινον τὸν βραχίονά σου τὸν ὑψηλόν καὶ ἀμάχητον, τὸν πλήρη ἰάσεως, καὶ θεράπευσον τοῦτον, ἐξανιστῶν ἀπό κλίνης ὀδυνηρᾶς καὶ στρωμνῆς κακώσεως.

Ἐπιτίμησον τῷ πνεύματι τῆς ἀσθενείας, ὡς πάλαι ἐπετίμησας τῇ θαλάσσῃ καὶ τοῖς ἀνέμοις καὶ ἐγένετο γαλήνη μεγάλη.

Ἔγειρον αὐτόν διὰ μιᾶς, ὡς ἀνέστησας τὴν πενθεράν τοῦ Πέτρου καὶ τὴν συγκύπτουσαν καὶ τὸν παράλυτον ἐν Καπερναούμ καὶ ἐν Βηθεσδᾷ.

Ἀπόστησον ἀπ᾿ αὐτοῦ πᾶσαν πληγήν, πᾶσαν ἀλγηδόνα, πᾶσαν μάστιγα, πᾶσαν κακουχίαν καὶ κάκωσιν ἤ κόπον καὶ καταβολήν, πᾶσαν φανεράν ἤ λανθάνουσαν ἀπειλήν ἤ νεόπλασμα ἤ σκόλοπα, ὡς καὶ πᾶσαν βασκανίαν ἤ σκοτεινήν ἐπήρρειαν, σκάνδαλον καὶ ἀόρατον σκευωρίαν κακοποιῶν καὶ μοχθηρῶν ἐναντίων, ὀρατῶν τε καὶ ἀοράτων.

Εἰ δέ τι καὶ ὡς ἄνθρωπος μὴ εὐστόχως ἔπραξεν, ἄφες αὐτῷ, Δέσποτα φιλόψυχε, διά τὴν ἀκακίαν τῆς καρδίας αὐτοῦ, ἀλλά καὶ διὰ τοὺς πολλούς καὶ ἀτρύτους κόπους αὐτοῦ ὑπέρ τοῦ λαοῦ Σου, νέαν δὲ περίοδον Ἀρχιερατείας ἔτι εὐάρεστόν Σοι αὐτῷ δώρησαι, ὡς τῷ εὐσεβεῖ δούλῳ Σου Ἐζεκίᾳ πάλαι ἐποίησας τελευτῶντι, δέκα καὶ πέντε ὅλα ἔτη προσθεὶς ζωῆς, εἰς καινότητα ἀθλήσεως καὶ εὐαρεστήσεως.

Ἀνάστησον τοίνυν Χριστόδουλον τὸν Ἀρχιεπίσκοπον, ἄνδρα κατά τὴν καρδίαν Σου, ἀνάστησον ἐν ὑγείᾳ καὶ ρώσει, ἐν ἀκμῇ καὶ εὐεξίᾳ ψυχῆς τε καὶ σώματος, ἵνα καὶ πάλιν προστῇ τοῦ λαοῦ Σου ἐν δοξολογίᾳ καὶ Ὀρθοδοξίᾳ ὡς ἀστὴρ ἑωθινὸς, ἐπὶ Ναὸν Σοῦ τοῦ ῾Υψίστου, ὡς τόξον φωτίζον ἐν νεφέλαις δόξης, καὶ ὡς κυπάρισσος ὑψουμένη πρὸς οὐρανόν ἐπί τιμῇ Σοῦ, ἀναβαίνων ἐπὶ βωμῶν κοσμῆσαι προσφορὰν ἁγιάσματος καὶ καταβαίνων ἐν ἀκτίστῳ φωτί, τοῦ δοῦναι εὐλογίαν Κυρίου καὶ εἰρήνην παντί τῷ πληρώματι τῆς Ἐκκλησίας Σου, πρεσβείαις καὶ θαυμαστῇ μεσιτείᾳ τῆς Ὑπερευλογημένης Θεοτόκου Μαρίας, τῶν Ἁγίων Πατέρων Ἱεραρχῶν καὶ τῶν θαυματουργῶν Ἀναργύρων, καὶ πάντων Σου τῶν Ἁγίων. Ἀμήν.

ΕΥΧΑΙ ΤΟΥ ΕΝΙΑΥΤΟΥ

Εὐχαὶ τοῦ Ἁγίου Δωδεκαημέρου

ΕΥΧΗ Εἰς τὴν Χριστοῦ Γέννησιν 25 Δεκεμβρίου

Κύριε Παντοκράτορ ὁ Θεὸς ἡμῶν, ἀγαθὲ καὶ φιλάνθρωπε, ὁ δι᾿ ἡμᾶς καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν εὐδοκήσας ἐξαποστεῖλαι τὸν μονογενῆ καὶ ἀγαπητὸν καὶ συναΐδιόν σου Υἱόν, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, ὃς διὰ Πνεύματος ἁγίου καὶ τῆς ἀειπαρθένου Μαρίας τὴν ἡμετέραν οὐσίαν ἀπαθῶς καὶ ἀτρέπτως προσλαβών, σήμερον ἐξ αὐτῆς ἐγεννήθη τέλειος Θεὸς καὶ τέλειος ἄνθρωπος, μὴ ἀλλοιωθεὶς τῇ αὐτοῦ θεότητι.

Καταξίωσον, δεόμεθά σου, ἡμᾶς, οἵτινες ἐπιστεύσαμεν αὐτῷ, καὶ εἰς τὸ ὄνομα αὐτοῦ ἐβαπτίσθημεν, καὶ διὰ τῆς υἱοθεσίας τέκνα σου γεγόναμεν, ἵνα καθ᾿ ἑκάστην τῷ ἄρτῳ τοῦ παναγίου Πνεύματος τρεφόμενοι καὶ ἀνακαινιζόμενοι, καταντήσωμεν εἰς ἄνδρα τέλειον, καὶ εἰς μέτρον ἡλικίας ἐλθεῖν τοῦ πληρώματος αὐτοῦ, ὅπως ἐν τοιαύτῃ ἐλπίδι καὶ προσδοκίᾳ ζῶντες καὶ τὴν πανιερωτάτην ἡμέραν ταύτην τῆς παναῤῥήτου γεννήσεως αὐτοῦ ἐτησίως ἐορτάζοντες, καταξιωθῶμεν τῆς αἰωνίου ζωῆς ἐπιτυχεῖν. Ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΕΥΧΗ Τῇ αὐτῇ ἡμέρᾳ ἑσπέρας

Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ἡ ἐνυπόστατος σοφίας τοῦ Θεοῦ καὶ Πατρὸς καὶ ἀχώριστος δύναμις, ὁ ἐν τῷ ἡμετέρῳ προσλήμματι διὰ τῆς ἐτησίου ἀναμνήσεως τῶν Παναῤῥήτων σου Γενεθλίων εὐδοκήσας ὀφθῆναι ἡμῖν δι᾿ ἄκραν συγκατάβασιν, καὶ ἄμετρον φιλανθρωπίαν.

Ἐλέησον ἡμᾶς, δεόμεθά σου, κατὰ τὸ μέγα σου ἔλεος, καὶ φώτισον τὰς ψυχὰς ἡμῶν τῷ ἀπροσίτω φωτὶ τῆς σῆς θεότητος, ἵνα καθάπερ ἐν ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς τὴν παναγίαν σου Γέννησιν ὑμνοῦντες, σὲ δοξάζομεν, οὕτω Θεὸν τέλειον, ἄτρεπτόν τε καὶ ἀναλλοίωτον πάντοτε πιστεύοντες, σὲ καθορῶμεν νοερῶς ζῶντα καὶ λαλοῦντα ἐν ἡμῖν· ὅπως νηπιάσαντες τῇ κακίᾳ, καὶ ἐν σοὶ βιώσαντες, καταξιωθῶμεν διὰ τῆς πρὸς σὲ πίστεως καὶ ἐλπίδος εἰς τελείαν θεωρίαν καὶ κατανόησιν τῆς σῆς θεότητος φθάσαι. Πρεσβείαις τῆς παναχράντου σου Μητρὸς καὶ πάντων τῶν Ἁγίων τῶν ἀπ᾿ αἰῶνος εὐαρεστησάντων σοι. Ἀμήν.

ΕΥΧΗ Τῇ Κυριακῇ μετὰ τὴν τοῦ Χριστοῦ Γέννησιν

Παντοκράτορ ἀΐδιε Θεέ, προνοητὰ καὶ κηδεμὼν πάντων τῶν ἐθνῶν, ὁ διὰ σπλάγχνα οἰκτιρμῶν καὶ φιλανθρωπίας, τοὺς τοῖς ἄστρεσι λατρύοντας, δι᾿ ἀστέρος καθοδηγήσας ἐλθεῖν μετὰ τιμίων δώρων εἰς προσκύνησιν τοῦ περίπου τὰς ἡμέρας αὐτὰς γεννηθέντος μονογενοῦς σοῦ Υἱοῦ, Κυρίου δὲ ἡμῶν Ἰησοῦ Χριστοῦ· εὐμενῶς πρόσδεξαι, δεόμεθά σου, τὰς μετὰ ὑμνῳδιῶν δεήσεις ἡμῶν καὶ δώρησαι ἡμῖν χάριν, ἵνα αὐτὸν μόνον γινώσκωμεν σωτῆρα καὶ λυτρωτὴν ἡμῶν· ὅτι οὐκ, ἐστὶν ἐν ἄλλῳ οὐδενὶ ἡ σωτηρία ἡμῶν, οὔτε ὄνομά ἐστιν ἕτερον ὑπὸ τὸν οὐρανὸν τὸ δεδομένον ἐν ἀνθρώποις, ἐν ᾧ δεῖ σωθῆναι ἡμᾶς· ὅπως εὐσεβῶς πολιτευσάμενοι ἐν τῇ παρούσῃ ζωῇ, καταξιωθῶμεν μετὰ ταῦτα τῶν τῆς ἀϊδίου βασιλείας αὐτοῦ αἰωνίων ἀγαθῶν ἀπολαῦσαι, καὶ σὺν αὐτῷ εἶναι. Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΕΥΧΗ Εἰς τὸν Ἅγιον Πρωτομάρτυρα Στέφανον 27 Δεκεμβρίου

Κύριε παντοκράτορ ἀγαθὲ καὶ φιλάνθρωπε, ὁ τὸν πιστόν σου δοῦλον Στέφανον καταξιώσας ἐν διακόνοις καὶ μάρτυσι πρῶτον γενέσθαι· οὖ ταῖς εὐσπροσδέκτοις πρεσβείαις χάρισαι ἡμῖν, δεόμεθά σου, ὑπομονήν, ἵνα κτᾷ τὸν ὑπογραμμὸν αὐτοῦ τοὺς ἐχθροὺς ἡμῶν ἀγαπῶμεν, καὶ ἐν πᾶσι τοῖς παθήμασιν ἡμῶν ἀτενίζωμεν εἰς τὸν οὐρανὸν καὶ τὴν μέλλουσαν δόξαν ἐκεῖθεν ἀποκαλυφθῆναι διὰ τῆς πίστεως βλέπωμεν· καὶ πλήρεις ἁγίου Πνεύματος γενόμενοι, τοὺς διώκοντας ἡμᾶς ἀγαθοποιεῖν τε καὶ εὔχεσθαι ὑπὲρ αὐτῶν μανθάνωμεν· ὅπως τῇ οὐρανίᾳ χάριτί σου ὑπερασπιζόμενοι, καὶ τὴν σεπτὴν μνήμην αὐτοῦ ἐπιτελοῦντες, καταξιωθῶμεν τῶν ἡτοιμασμένων ἐν τῷ οὐρανῷ τοῖς ἁγίοις σου ἁμαρντίνων στεφάνων συμμέτοχοι εὑρεθῆναι. Ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ᾿ οὗ εὐλογητὸς εἶ, σὺν τῷ ζωοποιῷ σοῦ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΕΥΧΗ Εἰς τὰ ἅγια Βρέφη Δεκεμβρίου 29

Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, προαιώνιε Λόγε καὶ Υἱὲ τοῦ Θεοῦ καὶ Πατρὸς καὶ ἀχώριστος δύναμις, οὗ τῇ εὐδοκίᾳ καὶ τῇ συνεργείᾳ τοῦ ἁγίου Πνεύματος ἐκ Παρθένου γεννηθεὶς καὶ ἐκ στόματος νηπίων καὶ θηλαζόντων καταρτισάμενος αἶνον· ὃς τὰ ὑπὲρ σοῦ ἀδίκως σφαγιασθέντα ἀπειρόκακα Βρέφη διὰ τοῦ θανάτου αὐτῶν ἐδόξασας. Νέκρωσον, δεόμεθά σου, ἐν ἡμῖν πάσας τὰς κακίας, καὶ τὰ ψυχοφθόρα πάθη τῆς σαρκὸς ἡμῶν θανάτωσον, διδοὺς ἡμῖν τὸ μὴ κατὰ σάρκα ζῆν, ἀλλὰ κατὰ πνεῦμα· ἵνα, τῇ του βίου ἡμῶν ἀκακία, καὶ τῇ τῆς πίστεως βεβαιότητι, καὶ τῇ εἰλικρινείᾳ, τῆς πρὸς σὲ καὶ τῆς πρὸς τὸν πλησίον ἀγάπης, δυνηθῶμεν τῆς ἀφέσεως τῶν ἁμαρτιῶν ἐπιτυχεῖν, καὶ μετὰ πάντων τῶν ἀπ᾿ αἰῶνος εὐαρεστησάντων σοι, τῆς αἰωνίου καὶ αἰδίου μακαριότητος καταξιωθῶμεν τῷ ἐλέει σου ἀπολαῦσαι. Ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΕΥΧΗ Εἰς τὰ ἅγια Θεοφάνεια 6 Ἰανουαρίου

Κύριε Παντοκράτορ ὁ Θεὸς ἡμῶν, οἰκτιρμῶν καὶ φιλάνθρωπε, ὁ καταξιώσας ἡμᾶς φθάσαι τὴν ἁγίαν ἡμέραν ταύτην, ἐν ἡ διὰ τῆς ἐπελεύσεως τοῦ ἁγίου Πνεύματος ἐν εἴδει περιστερᾶς ἐπὶ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν βαπτιζόμενον ἐν Ἰορδάνῃ ποταμῷ, ἁγιάσας τὰ ὕδατα εἰς τὴν μυστικὴν τῆς ἁμαρτίας ἀπόλουσιν. Ἐπίβλεψον, δεόμεθά σου, ἀφ᾿ ἡμᾶς, καὶ ἁγίασον τὰς ψυχὰς καὶ τὰ σώματα ἡμῶν, ἵνα, καθάπερ διὰ τῆς υἱοθεσίας τοῦ βαπτίσματός ἐσμεν τέκνα σου, σῳθέντες ἐν τῇ κιβωτῷ τῆς Ἐκκλησίας ἀπὸ τοῦ κατακλυσμοῦ τῆς ἁμαρτίας, οὕτως ἀεὶ διαμένωμεν ἄσειστοι ἐν τῇ πίστει, ἐν ᾗ ἐβαπτίσθημεν· ὅπως χαίροντες τῇ ἐλπίδι τῆς παλιγγενεσίας καὶ τὴν πανσεβάσμιον ἡμέραν τῆς ἱερωτάτης πανηγύρεως ταύτης ἐτησίως ἐπιτελοῦντες, καταξιωθῶμεν τῷ ἐλέει σου τῆς ἀϊδίου ζωῆς ἀπολαῦσαι.Ὅτι εὐλογητὸς εἰ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΕΥΧΗ Τῇ αὐτῇ ἡμέρᾳ ἑσπέρας

Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ τοῦ ἀνάρχου καὶ ἀϊδίου Πατρὸς συνάναρχος καὶ συναΐδιος Υἱὸς ὑπάρχων, διὰ δὲ τὴν ἡμετέραν σωτηρίαν ἐνανθρωπήσας, καὶ δουλικῇ χειρὶ ἐν Ἰορδάνῃ ποταμῷ βαπτισθήναι καταδεξάμενος, ὁ ἀναμάρτητος ῥᾶνον, δεόμεθά σου, ἐφ᾿ ἡμᾶς τὴν τῆς σῆς εὐσπλαγχνίας δωρεάν, καὶ πρὸς τὴν πρώτην ἀποκαταστῆσον ἡμᾶς ἐλευθερίαν. Καταύγασον τῷ ἀπροσίτῳ σου φωτὶ τὰ τῶν ψυχῶν ἡμῶν ὄμματα, ὁ ἐλθὼν εἰς τὸν κόσμον τοῦ φωτίσαι αὐτόν· δὸς ἡμῖν, ἵνα, καθάπερ εἰς τὸν θάνατόν σου ἐβαπτίσθημεν, οὕτω καὶ τὰ τῆς σαρκὸς ὧν πάθη νεκρώσωμεν, καὶ νοερῶς φανταζώμεθα τὴν δόξαν τῆς σῆς θεότητος· ὅπως, κατὰ τὴν ἐντολήν σου, δι᾿ ὕδατος καὶ ἁγίου Πνεύματος ἀναγεννηθέντες καταξιωθῶμεν τῷ ἐλέει σου τῆς αἰωνίου μακαριότητος κληρονόμοι γενέσθαι. Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα εἰς τοὺς ἀπεράντους αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΕΥΧΗ Τῇ Κυριακῇ μετὰ τὰ Φῶτα

Παντοκράτορ ἀΐδιε Θεέ, ἄναρχε καὶ ἀτελεύτητε, ὁ διὰ σπλάγχνα οἰκτιρμῶν καὶ φιλανθρωπίας εὐδοκήσας πρόδρομον καὶ εὐαγγελιστὴν τοῦ συνανάρχου καὶ συναϊδίου Υἱοῦ σου, Κυρίου δὲ ἡμῶν Ἰησοῦ Χριστοῦ, Ἰωάννην γενέσθαι, εἰς τὸ ἑτοιμᾶσαι τὴν ὁδὸν τῆς πρώτης πρὸς ἡμᾶς αὐτοῦ παρουσίας· δώρησαι, δεόμεθά σου, πᾶσι τοῖς τῶν μυστηρίων ἱερουργοῖς, καὶ τοῖς τοῦ ἱεροῦ σοῦ λόγου κήρυξι καὶ οἰκονόμουις χάριν, ἵνα δυνηθῶσι τῷ λόγῳ καὶ τῷ καλῷ αὐτῶν παραδείγματι, ὠσάυτως ἑτοιμᾶσαί τε καὶ κατασκευᾶσαι τὴν ὁδὸν τῆς μετανοίας τοῦ λαοῦ σου, ἐν τῷ ἐπιστρέψαι τὰς τῶν ἀπειθῶν καὶ ἀφρόνων καρδίας εἰς εὐπείθειαν καὶ φρόνησιν δικαίων· ὅπως ἐν τῇ Δευτέρᾳ αὐτοῦ τοῦ Σωτῆρος ἡμῶν Παρουσίᾳ πάντες καταξιωθῶμεν τῷ ἑλέει σου, λαὸς εὐπρόσδεκτος καὶ ἠγιασμένος ἐνώπιόν σου εὑρεθῆναι καὶ τῆς αἰωνίου ζωῆς ἀπολαῦσαι. Ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

18 Ἰανουαρίου

ΕΥΧΗ Εἰς τοὺς Ἁγίους Ἀθανάσιον καὶ Κύριλλον Πατριαρχῶν Ἀλεξανδρείας

Κύριε παντοκράτορ ὁ Θεὸς ἡμῶν, μακρόθυμε καὶ ἀνεξίκακε, ὁ τῇ ἀφάτῳ σου κηδεμονία τοὺς τῆς σῆς ἐκκλησίας οἴακας τοῖς πιστοῖς σου θεράπουσιν Ἀθανασίῳ καὶ Κυρίλλῳ εὐδοκήσας ἐγχειρίσαι, καὶ ποιμένας τῶν λογικῶν σου προβάτων τούτους καταστήσαι· ὧν ταῖς πρεσβείαις πρόσδεξαι, δεόμεθά σου, τὰς ἱκεσίας ἡμῶν, ἃς ἐν τῇ ἡμέρᾳ ταύτῃ σοὶ προσφέρομεν· καὶ τῷ ἀπροσίτῳ σου φωτὶ τὰ τῶν ἡμετέρων καρδιῶν ὄμματα καταυγάσας, ποίησον ἵνα πᾶν σκότος αἱρέσεων καὶ πονηρῶν πράξεων τῇ δυνάμει σου ἀφ᾿ ἑαυτῶν ἀπελάσαντες, ἐν ὀρθοδόξῳ πίστει καὶ ἔργοις ἀγαθοῖς δυνηθῶμεν καθ᾿ ἑκάστην λατρεύειν σε· ὅπως ἐν τῇ ὁδῷ τῶν ἐντολῶν σου περιπατοῦντες, καὶ τὴν μνήμην τῆς ἀοιδίμου κοιμήσεως αὐτῶν ἐτησίως τιμῶντες καταξιωθῶμεν ἐν ταῖς σκηναῖς τῶν δικαίων αὐλισθῆναι. Ὅτι εὐλογητὸς εἰ ἐν πᾶσι τοῖς ἁγίοις σου, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

30 Ἰανουαρίου

ΕΥΧΗ Εἰς τοὺς ἁγίους Τρεῖς Ἱεράρχας Βασίλειον, Γρηγόριον καὶ Ἰωάννην

Τριὰς ἁγία καὶ προσκυνητή, δόξα τῇ σοφῇ σου προνοίᾳ, ὅτι τοὺς τρισοὺς μεγάλους φωστῆρας τοῖς ἀνθρώποις ἐξ ἀνθρώπων ἐχαρίσω, τῷ φωτὶ λαμπαδουχούντας τῆς σῆς ἐπιγνώσεως καὶ τῇ αἴγλῃ φρυκτωροῦντας, τῶν σωτηρίων σου καὶ σεπτῶν θελημάτων· δι᾿ ὧν ἡ οἰκουμένη αὐγάζεται καὶ πρὸς τὴν βασιλείαν σου τὴν μακαρίαν σπεύδει, τούτων ἡμᾶς ταῖς θείαις ὑπακούειν πείθουσα διδασκαλίαις· καὶ σὺ τῶν εὐχῶν αὐτῶν τῶν ὑπὲρ ἡμῶν ἐπάκουσον, ὡς Θεὸς πανοικτίρμων καὶ τὰς ψυχὰς ἡμῶν σῶσον φιλάνθρωπε. Διδοὺς ἡμῖν εἰρήνην ἐν τῷ παρόντι αἰῶνι, καὶ ἐν τῷ μέλλοντι ζωὴν τὴν ἀθάνατον. Ὅτι σὸν τὸ κράτος καὶ σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Τῇ αὐτῇ ἡμέρᾳ ἑσπέρας

Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, Υἱὲ καὶ Λόγε τοῦ Θεοῦ τοῦ ζῶντος, ὁ διὰ τῆς ἀρρήτου σου προνοίας τοὺς τρεῖς πιστούς σου θεράποντας πνεύματος σοφίας ἐμπλήσας καὶ διδασκάλους τῷ πιστῷ σου λαῷ τούτους καταστήσας· ὧν ταῖς πρεσβείαις δυσωπηθείς, φώτισον, δεόμεθά σου, τῇ αἴγλῃ τοῦ ἀπροσίτου σου φωτὸς τοὺς νοεροὺς ὀφθαλμοὺς τῶν ψυχῶν ἡμῶν ἵνα καταυγασθέντες τὴν δόξαν τῆς σῆς θεότητος διηνεκῶς φανταζώμεθα, καὶ πρὸς τὴν τῶν ἐντολῶν σου κατανόησιν καὶ ἐκπληρῶσιν σπουδάζωμεν, καὶ τοῖς τούτων καλοῖς παραδείγμασιν ἀκολουθοῦντες καὶ τὴν σεβάσμιον μνήμην αὐτῶν ἐτησίως ἐπιτελοῦντες, αὐτοὺς μὲν ἔχωμεν παρὰ σοὶ ὑπὲρ ἡμῶν ἀεὶ πρεσβεύοντας, σὲ δὲ τὴν τῶν πταισμάτων ἡμῶν ἄφεσιν καὶ ζωὴν αἰώνιον χαριζόμενον. Ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

9 Μαρτίου

ΕΥΧΗ Εἰς τοὺς ἁγίους Τεσσαράκοντα Μάρτυρας

Κύριε παντοκράτορ ὁ Θεὸς ἡμῶν, ἀγαθὲ καὶ φιλάνθρωπε, ὁ τῇ δυνάμει σου τοὺς ἁγίους τεσσαράκοντα Μάρτυρας ἐνισχύσας τὸν διὰ πυρὸς καὶ ὕδατος μαρτυρικὸν θάνατον διὰ σὲ καθυπομεῖναι· ὧν ταῖς πρεσβείαις, κραταίωσον, δεόμεθά σου, καὶ ἡμᾶς, ἵνα δυνηθῶμεν τὰς καθ᾿ ἡμῶν ἑφόδους καὶ προσβολὰς τῶν πειρασμῶν ἀνδρείως ὑποφέρειν· καὶ ὥσπερ ἐκεῖνοι διὰ τὴν αἰώνιον ζωὴν καὶ ἀθάνατον, τὴν πρόσκαιρον καὶ θνητὴν εἰς οὐδὲν ἐλογίσαντο· οὕτω καὶ ἡμεῖς τῆς χάριτί σου, πάσας τὰς τοῦ κόσμου ἡδονὰς μισήσαντες, σὲ εἰλικρινῶς ἀγαπῶμεν, καὶ τὰς ἐντολάς σου ποιῶμεν, ὅπως εὐαρέστως σοι βιοῦντες, καὶ τὴν σεβάσμιον μνήμην αὐτῶν ἐπιτελοῦντες ἐτησίως, καταξιωθῶμεν τῆς αἰωνίου καὶ μακαρίας ζωῆς σὺν αὐτοῖς ἐν οὐρανῷ μετὰ ταῦτα ἀπολαῦσαι. Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

25 Μαρτίου

ΕΥΧΗ Εἰς τὸν Εὐαγγελισμὸν τῆς Θεοτόκου

Κύριε Παντοκράτορ ὁ Θεὸς ἡμῶν, εὔσπλαγχνε καὶ πολυέλεε, ὁ τὸ ἀπ᾿ αἰῶνος κεκρυμμένον μυστήριον τῆς σωτηρίας ἡμῶν σήμερον διὰ τοῦ ἀρχαγγέλου Γαβριὴλ εὐδοκήσας τῇ ἀειπαρθένῳ Μαρίᾳ ἀποκαλῦψαι, ἧς ταῖς εὐπροσδέκτοις πρεσβείαις, ἀξίωσον, δεόμεθά σου, τάς τε καρδίας καὶ τὰ σώματα ἡμῶν ἐν τοῖς ὁδοῖς τῶν νόμων σου, καὶ ταῖς ἐργασίαις τῶν ἁγίων σου ἐντολῶν διευθύνειν, ἁγιάζειν τε καὶ διοικεῖν· καὶ καθάπερ τῇ τοῦ ἁγίου σου Πνεύματος ἐνεργείᾳ τὴν ψυχὴν καὶ τὸ σῶμα αὐτῆς ἡγίασας καὶ ἄξιον κατοικητήριον γενέσθαι, οὕτω καὶ τὰς ἡμετέρας συνειδήσεις ἐπισκεπτόμενος καθαρόν, ἵνα ἐλθὼν αὐτὸς ὁ Κύριος ἡμῶν, ἕτοιμον ἑαυτῷ εὕρη μονήν· ὅπως ἀξίως πολιτευόμενοι καὶ τὴν φαιδρὰν πανήγυριν ταύτην ἐτησίως ἑορτάζοντες καταξιωθῶμεν τῶν τῆς ἀθανάτου ζωῆς ἀϊδίων ἀγαθῶν ἐπιτυχεῖν. Ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Τῇ αὐτῇ ἡμέρᾳ ἑσπέρας

Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, προαιώνιε Λόγε τοῦ Θεοῦ καὶ πατρός, ὁ δι᾿ ἡμᾶς καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν τῇ αὐτοῦ εὐδοκίᾳ καὶ τῇ συνεργείᾳ τοῦ ἁγίου Πνεύματος καταδεξάμενος, ὡς ἀγαθός, ἐκ τῆς ἀειπαρθένου Μαρίας, διὰ τῆς πρὸς αὐτὴν μηνύσεως τοῦ ἀρχαγγέλου Γαβριήλ, ἀρρήτως σαρκωθῆναι· ὧν ταῖς ἱκεσίαις χαρίτωσον δεόμεθά σου καὶ τὰς τοὺς ἀναξίους δούλους σου, ἵνα δυνηθῶμεν διὰ τῶν προσκαίρων ἑορτῶν εἰς μνήμην τῶν ὑπὲρ ἡμῶν θαυμασίων σου ἀνάγεσθαι· καὶ καθάπερ πιστεύομεν ἀληθῶς Θεοτόκον ταύτην εἶναι, οὕτω καὶ τῆς ἐπικουρίας αὐτῆς καὶ ἀντιλήψεως καθ᾿ ἑκάστην αἰσθανώμεθα, σὲ τὸν αὐτουργὸν τῆς ζωῆς καὶ σωτηρίας ἡμῶν εὐχαρίστως δοξάζοντες, προσκυνοῦμεν· ὅπως τὴν ἁγίαν καὶ ἱερὰν ἡμέραν ταύτην τῆς ἀρχῆς τῶν σωτηρίων ἡμῶν ἐτησίως ἐπιτελοῦντες, καταξιωθῶμεν τῆς μακαρίας ζωῆς ἀπολαῦσαι. Ὅτι εὐλογητὸς εἶ εἰς τοὺς ἀπεράντους αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εὐχαὶ τῆς ἑβδομάδος τῶν ἁγίων Παθῶν

Τῇ Κυριακῇ τῶν Βαΐων

Κατάλυσις ἰχθύος

Παντοκράτορ ἀΐδιε Θεέ, ἀκατάληπτε καὶ ἀνεξιχνιαστε, ὁ διὰ σπλάγχνα οἰκτιρμῶν καὶ φιλανθρωπίας εὐδοκήσας ἐξεγεῖραι τὴν δυναστείαν σου, καὶ ἐξαποστεῖλαι τὸν μονογενῆ καὶ ἀγαπητόν σου Υἱόν, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, ἵνα διὰ τοῦ σταυροῦ, τῆς τε ταφῇς καὶ τῆς ἀναστάσεως αὐτοῦ σώσῃ τὸν κόσμον· οὗ παραγενομένου ἐν Ἱερουσαλὴμ ἐπὶ τὸ ἑκούσιον πάθος, λαβὼν ὁ λαὸς ὁ καθήμενος ἐν σκότει καὶ σκιᾷ θανάτου, τὰ τῆς νίκης σύμβολα Βάια τῶν φοινίκων, ἐξῆλθεν εἰς ὑπάντησιν αὐτοῦ, τὴν ἀνάστασιν προμηνύων. Αὐτὸς Δέσποτα, καὶ ἡμᾶς τῇ προεορτίῳ ταύτῃ ἡμέρᾳ κλάδους ἐν χερσὶ φέροντας, διατήρησον, καὶ ὡς ἐκεῖνοι τὸ ὡσαννά σοι κραυγάζοντας, διαφύλαξον· ὅπως τῇ δυνάμει σου συντηρούμενοι, ἐν ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς καταξιωθῶμεν τὴν τριήμερον ἀνάστασιν αὐτοῦ ἑορτάσαι, καὶ τῆς ἀθανάτου ζωῆς ἐπιτυχεῖν, ἐν αὐτῷ Χριστῷ τῷ Κυρίῳ, μεθ᾿ οὗ εὐλογητὸς εἶ σὺν τῷ παναγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας. Ἀμήν.

Τῇ αὐτῇ ἡμέρᾳ ἑσπέρας

Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀγαθὲ καὶ φιλάνθρωπε, ἐγκαρδίως εὐχαριστοῦμεν σοι, οὐχ ὡς ὀφείλομεν, ἀλλ᾿ ὡς δυνάμεθα, ὑπὲρ πασῶν ὧν ἐποίησας καὶ ποιεῖς ἡμῖν εὐεργεσιῶν σου· καὶ ἔτι μᾶλλον, ὅτι διὰ μόνην σου ἔμφυτον ἀγαθότητα χαρισάμενος τὴν τοῦ ἔτους περίοδον ἡμᾶς διελθεῖν, καὶ τὸ στάδιον τῆς ἐγκρατείας ἐκτελέσαι, καὶ τῇ ἀρχῇ τῆς ἑβδομάδος τῶν σωτηριωδῶν παθῶν σου προσεγγίσαι. Εὐδόκησον δεόμεθά σου, καὶ πρὸς τὸ μέλλον εὐαρέστως σοι εὐθυδρομήσαι ἡμᾶς, τὸ τε σῶμα καὶ τὴν ψυχὴν ἡμῶν φυλάτων, καὶ ἐνισχύων τῷ κράτει σου· ὅπως καθάπερ ἠξιώθημεν τῷ ἐλέει σου προϋπαντῆσαι σοι μετὰ βαΐων καὶ κλάδων, οὕτω καταξιωθῶμεν προφθάσαι καὶ τὴν κυρίαν ἡμέραν τῆς ἐκ νεκρῶν ἀναστάσεως, καὶ ταύτην εὐσεβῶς καὶ χαρμονικῶς πανηγυρίσαι, δι᾿ ἧς καὶ τῆς ἀθανάτου καὶ μακαρίας ζωῆς μετὰ ταῦτα ἀπολαῦσαι. Πρεσβείαις τῆς παναχράντου σου Μητρὸς καὶ πάντων σου τῶν ἁγίων. Ἀμήν.

Τῇ ἁγίᾳ καὶ μεγάλῃ Δευτέρᾳ

Νηστεία οἴνου καὶ ἐλαίου

Κύριε παντοκράτορ ὁ Θεὸς ἡμῶν, ποιητὰ οὐρανοῦ καὶ γῆς καὶ πάντων τῶν ἐν αὐτοῖς ὁρατῶν καὶ ἀοράτων κτισμάτων, ὁ τῇ ἀρρήτῳ σου προνοίᾳ, διὰ τῆς δυνάμεως καὶ ἐνεργείας τοῦ παναγίου Πνεύματος, ὅλον τὸ τῆς ἐκκλησίας σου σῶμα διοικῶν τε καὶ ἁγιάζων· πρόσδεξαι, δεόμεθά σου, τὰς κοινὰς δεήσεις καὶ ἱκεσίας ἡμῶν, ἃς πιστῶς καθ᾿ ἑκάστην προσφέρομέν σοι, δεόμενοι ὑπὲρ εἰρήνης καὶ εὐσταθίας τῆς καθόλου ἐκκλησίας τῶν πιστῶν, καὶ τὴν σὴν εἰρήνη καὶ ἀγάπην, ἵνα ἕκαστον μέλος αὐτῆς ἐν τῇ ἑαυτοῦ κλήσει καὶ ὑπηρεσίᾳ πιστῶς καὶ εὐσεβῶς λατρεύῃ σοι ἐν τῷ τῆς παρούσης πανηγύρεως σταδίῳ. Ὅπως μετὰ τὸ λυθῆναι ταύτην, πάντες διὰ τῆς πρὸς σὲ πίστεως, ἐλπίδος τε καὶ ἀγάπης καταξιωθῶμεν ἐπιστρέψαι εἰς τὴν οὐράνιον πατρίδα, καὶ τὸ τῆς ἄνω κλήσεως βραβεῖον παρὰ σοῦ λαβεῖν. Ἐλέει καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ᾿ οὗ εὐλογητὸς εἶ σὺν τῷ παναγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Τῇ αὐτῇ ἡμέρᾳ ἑσπέρας

Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ τοῦ ἀνάρχου καὶ ἀϊδίου σου Πατρὸς σύναρχος καὶ συναΐδιος Υἱὸς ὑπάρχων· οὗ τῇ εὐδοκίᾳ καὶ τοῦ συμφυοῦς σου Πνεύματος συνεργείᾳ κατελθὼν ἐκ τῶν οὐρανῶν, συγκαταβάσει θεϊκῇ, οὗ μεταβάσει τοπικῇ, εἰ τὸ σῶσαι ἡμᾶς· περίπου δὲ τὰς ἡμέρας ταύτας ἐρχόμενος πρὸς τὸ ἑκούσιον πάθος, ὃ ὑπὲρ ἡμῶν καθυπέμεινας, τοῖς ἀποστόλοις σου ἔλεγες ἐν τῇ ὁδῷ. Ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ παραδοθήσεται ὁ Υἱὸς τοῦ ἀνθρώπου, καθὼς γέγαρπται περὶ αὐτοῦ. Καταξίωσον καὶ ἡμᾶς, δεόμεθά σου, ἵνα κεκαθαρμέναις διανοίαις συμπορευθῶμεν σοι, καὶ συσταυρωθῶμεν τῇ προεραίσει, καὶ νεκρωθῶμεν διὰ σέ, τὸν δι᾿ ἡμᾶς σπεύδοντα ἑκούσιον θάνατον ὑποστῆναι, ταῖς του βίου ἡδοναῖς, ὅπως συζήσωμέν σοι, συνανυψωθέντες εἰς τὴν ἄνω Ἱερουσαλήμ, ἐν τῇ ἀϊδίῳ βασιλείᾳ σου. Ὅτι σὺ ἡ ἐλπὶς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν , σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ συμφυεῖ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Τῇ ἁγίᾳ καὶ μεγάλῃ Τρίτῃ

Νηστεία οἴνου καὶ ἐλαίου

Κύριε παντοκράτορ ὁ Θεὸς ἡμῶν, ἀγαθὲ καὶ φιλάνθρωπε, ὁ μηδένα μισῶν ὧν ἐποίσησας, οὐδὲ βουλόμενος τὸν θάνατον τῶν κακοφρονούντων καὶ τὴν τῶν ἀπίστων ἀπώλειαν, ἀλλὰ μᾶλλον ἀείποτε ἐπιποθὼν τὴν ἐπιστροφὴν αὐτῶν καὶ τὴν μετάνοιαν᾿ φιλάνθρωπος σπλαγχνίσθητι δεόμεθα ἐπὶ τῷ πλάσματί σου, καὶ τὰς μὲν καρδίας τῶν μὴ γινωσκόντων σέ, τῇ τοῦ φωτιστικού σου Πνεύματος χάριτι φωτίσας, κλῖνον ἐπιεικῶς εἰς τὴν σὴν ἐπίγνωσιν, τὴν δὲ ἄγνοιαν τοῦ ἀληθοῦς σοῦ Λόγου καὶ τῆς ὀρθοδοξίας ταχέως ἀπέλασον ἀπὸ τῆς διανοίας τῶν κακῶς φρονούντων περὶ σοῦ, καὶ οὕτως ἅπαντας ὡς φιλόστοργος Πατήρ, τῇ ἀοράτῳ σοῦ δεξιὰ χειραγωγήσας, ἐπισυνάγαγε εἰς τὴν αὐλήντων εὐσεβῶς λατρευόντων σέ. Ὅπως καταξιωθῶμεν τῷ ἐλέει σου πάντες γενέσθαι μία Ποίμνη ὑφ᾿ ἑνὸς καλοῦ Ποιμένος Ἰησοῦ Χριστοῦ τοῦ σωτῆρος ἡμῶν. Μεθ᾿ οὖ εὐλογητὸς εἰ σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σοῦ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Τῇ αὐτῇ ἡμέρᾳ ἑσπέρας

Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁμοούσιε καὶ συναΐδιε καὶ συνάναρχε Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, ὁ μόνος καρδιογνώστης, ὁ εἰδὼς ὡς πανδερκὴς καὶ παντέφορος, ὅτι ἡμεῖς τῇ ῥᾳθυμίᾳ τῆς ψυχῆς νυστάξαντες, οὐκ ἔχομεν τὴν ἐξ ἀρετῶν καιομένην λαμπάδα, καὶ νεάνισιν ὡμοιώθημεν μωραῖς ἐν καιρῷ τῆς ἐργασίας ῥεμβόμενοι. Μὴ κλείσεις, δεόμεθά σου, ἡμῖν τὰ φιλάνθρωπα σπλάγχνα τῶν οἰκτιρμῶν σου, ἀλλ᾿ ἐκτινάξας ἡμῶν τὸν ζοφερὸν ὕπνον τῆς ἁμαρτίας ἐξανάστησον ἡμᾶς, καὶ ταῖς φρονίμοις συνεισάγαγε παρθένοις εἰς τὸν οὐράνιον νυμφῶνα σου· ὅπως καὶ νῦν, τῇ μεθέξει τῶν ἑκουσίων σου Παθημάτων, τὴν δυσείμονα τῶν πταισμάτων μορφὴν ἀπαμφιασάμενοι, καὶ τὴν καταστολὴν δόξης τῆς ὡραιότητός σου κοσμηθέντες, φαιδροὶ δαιτυμόνες τῆς μυστικῆς σου Τραπέζης εὑρεθῆναι. Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Τῇ ἁγίᾳ καὶ μεγάλῃ Τετάρτῃ

Νηστεία οἴνου καὶ ἐλαίου

Κύριε παντοκράτορ ὁ Θεὸς ἡμῶν, ἀγαθὲ καὶ φιλάνθρωπε, ὁ διὰ σπλάγχνα οἰκτιρμῶν καὶ φιλανθρωπίας ἀγαγὼν ἡμᾶς εἰς τὰς πανσέπτους ἡμέρας ταύτας, ἵλεως ἐπίβλεψον δεόμεθά σου, ἐπὶ τὸν πιστὸν λαόν σου, τὸν ἀπεκδεχόμενον τὸ παρὰ σοῦ πλούσιον ἔλεος, καὶ ἀντιλαβοῦ τῆς ἀσθενείας ἡμῶν τῇ κραταιᾷ σου δυνάμει, καὶ βοήθησον ἡμᾶς εὐθυδρομῆσαι ἐν πίστει, ἐλπίδι τε καὶ ἀγάπῃ εἰς τὸ ἑξῆς· ἵνα ἀκλινῶς ἀφορῶντες εἰς τὴν ὑπομονὴν τοῦ ὑπομείναντος ὑπὲρ ἡμῶν ἑκούσιον θάνατον τῇ σαρκὶ τοῦ μονογενοῦς σου Υἱοῦ, Κυρίου δὲ ἡμῶν Ἰησοῦ Χριστοῦ, μὴ ἀποκλίνωμεν εἰς οὐδὲν ἀπαρέσκον σοι· ἀλλὰ πάντοτε ὁ νοῦς καὶ ἡ καρδία ἡμῶν εἰς τὸ ποιεῖν τὸ θέλημά σου τὸ ἅγιον διάκεινται· καὶ διευύνας τοὺς λόγους καὶ τὰ ἔργα ἡμῶν, εὐδόκησον τοὺς μὲν χάριτος ἅλατι ἠρτυμένους εἷναι, τὰ δὲ πρὸς τὴν σὴν δόξαν καὶ εὐαρέστησιν γίνεσθαι· ὅπως ἄξιοι κοινωνοὶ τῶν ἀχράντων καὶ ζωοποιῶν μυστηρίων, εὑρεθέντες, καταξιωθῶμεν δι᾿ αὐτῶν τῆς αἰωνίου καὶ μακαρίας ζωῆς ἀπολαῦσαι. Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Τῇ αὐτῇ ἡμέρᾳ ἑσπέρας

Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, μακρόθυμε καὶ ἀνεξίκακε, ὁ καταδεξάμενος ὑπὸ τῶν μισησάντων σε ἀδίκως διωχθῆναι, καὶ ὑπὸ τοῦ ἀχαρίστου μαθητοῦ ἀπανθρώπως εἰς χεῖρας ἀνθρώπων ἁμαρτωλῶν παραδοθῆναι. Ἐπίβλεψον, δεόμεθά σου ἐφ᾿ ἡμᾶς οὓς ἐλυτρώσω τῆς πάλαι κατάρας τῷ τιμίῳ σου αἵματι, καὶ διὰ τῆς υἱοθεσίας τοῦ βαπτίσματος κληρονόμους τῆς οὐρανῶν βασιλείας ὑπέσχω ποιῆσαι, ἐν τῷ τηρῆσαι ἡμᾶς τὰς ἐντολάς σου· καὶ λαβὼν ὅπλον καὶ θυρεόν, ἀνάστηθι εἰς τὴν βοήθειαν ἡμῶν, καὶ πολέμησον τοὺς μισοῦντας καὶ καταδιώκοντας ἡμᾶς, καὶ τὸν καθ᾿ ἡμῶν θυμὸν αὐτῶν τῇ θεϊκῇ σου ἐπιείκειᾳ κατάπαυσον. Ἐὰν δὲ σοὶ δόξῃ καταδιώκεσθαι ἡμᾶς ὑπ᾿ αὐτῶν διὰ τὰς ἁμαρτίας ἡμῶν, ποίησον δοκοῦν σοι, πλὴν οὕτω τὰς ψυχὰς ἡμῶν διάθες, ὥστε μιμηθέντες σε, πράως τὰ δεινὰ ὑποφέρωμεν· ὅπως μετὰ ταῦτα πάντων τῶν ἐναντίων καταλυθέντων, καταξιωθῶμεν πρὸς σὲ ἐλθεῖν καὶ παρὰ σοὶ ἀναπαυθῆναι. Πρεσβείαις καὶ ἱκεσίαις τῆς παναχράντου σου Μητρὸς καὶ πάντων σου τῶν ἁγίων. Ἀμήν.

Τῇ ἁγίᾳ καὶ μεγάλῃ Πέμπτῃ

Κατάλυσις οἴνου καὶ ἐλαίου

Κύριε παντοκράτορ ὁ Θεὸς ἡμῶν, ὁ ἐν Τριάδι ὑμνούμενος καὶ ἐν Μονάδι προσκυνούμενος, πρόσδεξαι ἡμᾶς εὐχαριστούντας σε ὅτι ἐφώτισας τὰς καρδίας ἡμῶν, καὶ ἐγνώκαμέν σε διὰ τῆς πίστεως ἕνα Θεόν, ζῶντα καὶ ἀληθινὸν Πατέρα, Υἱὸν καὶ ἅγιον Πνεῦμα, τριαδικὼς μὲν ἐν προσώποις, μοναδικὼς ἐν οὐσία᾿ μίαν ἀρχὴν ἄναρχον, ἐν τέλος ἀΐδιον᾿ ἕνα ἀγαθὸν ποιητὴν οὐρανοῦ καὶ γῆς καὶ πάντων τῶν ἐν αὐτοῖς ὁρατῶν καὶ ἀοράτων. Ἐν ᾧ ζῶσιν, ὑφίστανται, καὶ κυβερνῶνται τὰ πάντα· ὃν καὶ ἡμεῖς ὑμνοῦμεν, εὐλογοῦμεν, προσκυνοῦμέν τε καὶ δουλικῶς λατρεύομεν, εὐχαριστίαν σοι ἀναπέμποντες ὑπὲρ πασῶν τῶν εὐεργεσιῶν σου, καὶ μάλιστα ὅτι διὰ τῆς τῶν φρικτῶν μυστηρίων παραδόσεως ἐγκατέλιπες διηνεκῆ μνήμην τοῦ ὑπὲρ ἡμῶν ἑκουσίου θανάτου τοῦ μονογενοῦς σου Υἱοῦ. Δι᾿ οὖ ἀξίωσον ἡμᾶς ἰδεῖν τὸ πρόσωπόν σου, καὶ ἐν τῇ τελειοτάτῃ θεωρίᾳ ταύτῃ διαμεῖναι εἰς τοὺς ἀπεράντους καὶ ἀτελευτήτους αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Τῇ αὐτῇ ἡμέρᾳ ἑσπέρας

Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀγαθὲ καὶ φιλάνθρωπε, ὁ τοῦ ἀνάρχου καὶ ἀϊδίου Πατρὸς συνάναρχος καὶ συναΐδιος Υἱὸς ὑπάρχων· ὁ ὑποδείξας ἡμῖν μέτρα τελείας ταπεινώσεως ἐν τῇ οἰκείᾳ σου καὶ πανυψίστῳ συγκαταβάσει καὶ τὸν ἔσχατον τῇ προθέσει πρῶτον ἀναγορεύσας ἐν τῷ νίψαι τοὺς πόδας τῶν μαθητῶν σου, εἰπών, ὁ θέλων πρῶτος εἶναι, ἔστω πάντων ἔσχατος. Χαρίτωσον καὶ ἡμᾶς, δεόμεθά σου, ἐν τῇ πρὸς ἀλλήλους ἀδελφικῇ ἀγάπῃ καὶ διακονίᾳ, ὕψωσον τὸν νοῦν ἡμῶν ἀπὸ τῶν γηίνων πρὸς σὲ τὸν Ὕψιστον τῇ ἀρρήτῳ σου ταπεινώσει, καὶ διατήρησον ἡμᾶς ἀρρυπώτως ζῆν, νιπτομένους δάκρυσι πνευματικοῖς, καὶ κεκαθαρμένους τῷ ῥαντισμῷ τῆς τοῦ παναγίου σου Πνεύματος καθαρτικῆς χάριτος. Ὅπως εἰλικρινῶς πάντοτε ἐν πίστει καὶ ἀγάπῃ καὶ ἐλπίδι, σοὶ προσπίπτοντες, καὶ τῶν ζωοποιῶν σου Μυστηρίων ἐπαξίως κοινωνοῦντες, δυνηθῶμεν εὑρεῖν ἔλεος καὶ χάριν τῷ φοβερῷ σου βήματι. Ὅτι εὐλογητὸς σὺ εἶ σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ συμφυεῖ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Τῇ ἁγίᾳ καὶ μεγάλῃ Παρασκευῇ

Ἀπόλυτος Νηστεία

Κύριε παντοκράτορ ὁ Θεὸς ἡμῶν, οἰκτίρμων καὶ ἐλεήμων, ὁ τὸν μονογενῆ καὶ ὁμοούσιόν σου Υἱὸν συγχωρήσας ἑκούσιον ὑποστῆναι τῇ σαρκὶ θάνατον ὑπὲρ ἡμῶν τῶν κατακρίτων· ἐπίβλεψον, δεόμεθά σου, ἐφ᾿ ἡμᾶς, καὶ κάμφθητι εἰς τὴν τοῦ πλάσματος ἡμῶν ἀσθένειαν· ἴδε τὴν ἀληθῶς ἀφ᾿ ἡμῶν ληφθεῖσαν σάρκα τοῦ σήμερον ἑκουσίως σταυρωθέντος, καὶ ἄφες ἡμῖν τὰ τῆς σαρκὸς ἡμῶν πλημμελήματα· ὅρα τὰς χεῖρας αὐτοῦ καὶ τοὺς πόδας τῷ σταυρῷ προσηλωμένους, τούς τε ὡραίους ὀφθαλμοὺς ἐκλείποντας καὶ ὅλα τὰ διερρωγότα μέλη αὐτοῦ, ἅπερ ἡμέτερα οὐσία ἐστί, καὶ ἴασαι τὰ συντρίμματα τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν· κατόπτευσον, ὦ ἐπουράνιε Πάτερ, τὴν τοῦ Σωτῆρος ἡμῶν καρτερίαν, καὶ ἄφες ἡμῖν τοῖς ἐνόχοις τὴν τιμωρίαν. Ὅρα τὸν ἑκούσιον Θάνατον αὐτοῦ, καὶ ῥῦσαι ἡμᾶς αἰωνίου θανάτου. Διὰ τῶν οἰκτιρμῶν τοῦ αὐτοῦ μονογενοῦς σου Υἱοῦ, μεθ᾿ οὗ εὐλογητὸς εἶ σὺν τῷ παναγίῳ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ εἰς τοὺς ἀπεράντους αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Τῇ αὐτῇ ἡμέρᾳ ἑσπέρας

Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, Υἱὲ καὶ Λόγε τοῦ Θεοῦ τοῦ ζῶντος, ὁ τὴν ἑκούσιόν σου σταύρωσιν εἰς τὴν κοινὴν ἐξανάστασιν τοῦ γένους τῶν ἀνθρώπων σαρκὶ καταδεξάμενος, καὶ τῷ καλάμῳ τοῦ σταυροῦ βαφαῖς ἐρυθραῖς τοὺς σεαυτοῦ δακτύλους αἱματώσας, τοῖς ἀφεσίμοις ἡμῖν βασιλικῶς ὑπογράψαι φιλανθρωπευσάμενος· μὴ παρίδῃς ἡμᾶς κινδυνεύοντας καὶ πάλιν τὴν ἀπὸ σοῦ διάστασιν ἀλλ᾿ οἰκτείρησον μόνε μακρόθυμε τὸν ἐν περιστάσει λαόν σου καὶ ἀναστὰς ῥῦσαι ἡμᾶς τῆς δουλείας τῶν ὁρατῶν καὶ ἀοράτων ἐχθρῶν τῇ κραταιᾷ δυνάμει σου, ἀφεὶς τὰ παραπτώματα, τὴν οἰκείαν ἔχων συμπάθειαν ὑπὲρ ἡμῶν τῶν κατακρίτων ἱκετεύουσαν, σοὶ γὰρ μόνῳ προσήκει οἰκτειρῆσαι καὶ σῶσαι τοὺς ἐλπίζοντας ἐπὶ σέ. Φεῖσαι οὖν, Δέσποτα, ὧν ἐλυτρώσω τῷ τιμίῳ σου αἵματι, καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τῶν δούλων σου· ὅπως ἑκατέρωθεν ῥυσθέντες, δόξαν σοὶ καὶ εὐχαριστίαν καὶ προσκύνησιν ἀναπεμπομεν σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ συμφυεῖ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Τῷ ἁγίῳ καὶ μεγάλῳ Σαββάτῳ

Ἀπόλυτος Νηστεία

Κύριε παντοκράτορ ὁ Θεὸς ἡμῶν, ὁ δι᾿ ἡμᾶς καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν εὐδοκήσας τὸν ἀγαπητόν σου Υἱὸν τὰ φρικτὰ πάθη, τόν τε ζωοποιὸν θάνατον καὶ τὴν ἑκούσιον ταφὴν σαρκὶ καθυπομεῖναι· παράσχου ἡμῖν, δεόμεθά σου, χάριν ἵνα ἐγκαρδίως ὑπερευχαριστῶμεν σοι τῷ καταξιώσαντι ἡμᾶς τὴν ἐτήσιον ἀνάμνησιν τῶν ἀχράντων αὐτοῦ παθῶν ἐπιτελέσαι· καὶ τὴν μνήμην τῆς διὰ τοῦ τιμίου αἵματος αὐτοῦ ἀπολυτρώσεως ἡμῶν πάντοτε ἀνεξάλειπτον ἐν ψυχῇ διατηροῦντες, εὐσεβῶς διάγωμεν καὶ τὴν πίστιν ἣν πρὸς αὐτὸν ἔχομεν καὶ ὁμολογοῦμεν ἔργοις ἀγαθοῖς ἐν πᾶσι ζῶσαν δεικνύωμεν· καὶ καθάπερ εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν, οὕτω διὰ τῆς τῶν φθαρτῶν σωμάτων νεκρώσεως συνταφῶμεν αὐτῶ· ὅπως διὰ τῆς πύλης τοῦ θανάτου καταξιωθῶμεν τὴν κοινὴν ἀνάστασιν ἐλθεῖν καὶ τῆς ἀϊδίου ζωῆς ἀπολαῦσαι. Ἐν αὐτῷ Χριστῷ τῷ Κυρίῳ ἡμῶν, μεθ᾿ οὗ εὐλογητὸς εἶ σὺν τῷ παναγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Τῇ αὐτῇ ἡμέρᾳ ἑσπέρας

Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ εὐδοκήσας ἀτρέπτως καὶ ἀναλλοιώτως διὰ Πνεύματος ἁγίου ἐκ τῆς ἀειπαρθένου Μαρίας ἐνανθρωπῆσαι, καὶ τὰ ἑκούσια πάθη, τὸν θάνατόν τε τὴν ταφὴν τῷ ἀνθρωπίνῳ προσλήμματι ὑποστῆναι· νέκρωσον δεόμεθά σου τὰ ψυχοφθόρα πάθη τῆς σαρκὸς ἡμῶν, καὶ ταύτην ὑπόταξον τῷ πνεύματι· ὁ τῷ αἵματί σου τὴν φθαρεῖσαν ἀνθρωπίνην φύσιν ἀναπλάσας, ἀνακαίνισον ἡμᾶς συντριβέντας ὑπὸ τῆς ἁμαρτίας καὶ τεθανατωμένους ἀνάστησον, καὶ σπλαγχνισθεὶς ἐφ᾿ ἡμᾶς, συγχώρησον ἡμῖν τὰ ἀπὸ νεότητος ἡμῶν πεπεραγμένα κατὰ τοῦ ἁγίου σου θελήματος. Ὁ γινώσκων τὴν ἀσθένειαν τῆς φύσεως ἡμῶν, μὴ ἐάσῃς ἡμᾶς, οὓς δι᾿ οἶκτον ἠγάπησας, παντελῶς ἀπωλεσθῆναι· ὅπως νῦν εὐσεβῶς πανηγυρίσαντας τὴν ἐτήσιον ἀνάμνησιν τῆς ἐκ νεκρῶν ἀναστάσεως, καταξιωθῶμεν τῷ ἐλέει σου μετὰ ταῦτα τῆς ἀθανάτου καὶ μακαρίας ζωῆς ἀπολαῦσαι. Πρεσβείαις τῆς παναχράντου σου Μητρὸς καὶ πάντων τῶν ἁγίων τῶν ἀπ᾿ αἰῶνος εὐαρεστησάντων σοι. Ἀμήν.

ΠΡΟΣΕΥΧΗΤΑΡΙΟΝ ΣΙΜΟΝΩΦ

Προσευχὴ εἰς τὸν Κύριον Ἰησοῦν Χριστόν

Δέσποτα Κύριε Ἰησοῦ Χριστέ, Λόγε τοῦ Θεοῦ ἀθάνατε, ἐξαπόστειλον τὴν χάριν σου ἐξ ἁγίου θρόνου δόξης σου, καὶ ἐπισκίασον τῇ ἀσθενείᾳ μου τοῦ ἀχρείου δούλου σου. Συνέτισόν με καὶ μαθήσομαι τὰς ἐντολάς σου, καὶ ζήσομαι. Φώτισόν με ἵνα ἐν ταῖς ἐντολαῖς σου ἀδολεσχήσω καὶ κατανοήσω τὰς ὁδούς σου. Ἐν τοῖς δικαιώμασί σου, μελετήσω, οὐκ ἐπιλησθήσομαι τῶν λόγων σου. Καὶ γὰρ τὰ μαρτύριά σου μελέτη μου ἐστιν, καὶ αἱ συμβουλίαι μου τὰ δικαιώματά σου. Ὡς ἠγάπησα τὸν νόμον σου, Κύριε· ὅλην τὴν ἡμέραν μελέτη μου ἐστιν.

Ἀξίωσόν με, Κύριε, γινώσκειν σε καὶ ἀγαπᾶν, οὐκ ἐν τῇ γνώσει τῇ ἐν τῷ σκορπισμῷ τοῦ νοῦ, τῇ ἐκ τῆς γυμνασίας γινομένῃ, ἀλλ᾿ ἀξίωσόν με ἐκείνης τῆς γνώσεως, ἐν ᾗ ὁ νοῦς θεωρῶν σε, δοξάζει τὴν φύσιν σου ἐν τῇ θεωρίᾳ τῇ κλεπτούσῃ τὴν αἴσθησιν τοῦ κόσμου ἀπὸ τῆς διανοίας.

Ἀξίωσόν με, Κύριε, τοῦ γινώσκειν σε, ὅτι αὕτη ἐστὶν ἡ αἰώνιος ζωή, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν.

Καὶ νῦν, Κύριε, φώτισόν μου τῇ ὄμματα τῆς διανοίας, ἄνοιξόν μου τὸ στόμα τοῦ μελετᾶν τὰ λόγιά σου καὶ συνιέναι τὰς ἐντολάς σου, καὶ ποιεῖν τὸ θέλημά σου, καὶ ψάλλειν σοι ἐν ἐξομολογήσει καρδίας, καὶ ἀνυμνεῖν τὸ πανάγιον ὄνομά σου, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Προσευχὴ εἰς τὴν Ὑπεραγία Θεοτόκον

Παναγία Δέσποινα Θεοτόκε, ἡ μόνη καθαρωτάτη ψυχῇ τε καὶ σώματι, ἡ μόνη κατοικητήριον ὅλη γενομένη τῆς ὅλης χάριτος τοῦ Παναγίου Πνεύματος, καντεῦθεν καὶ αὐτὰς τὰς αὐλοὺς καὶ ἀγγελικὰς Δυνάμεις ἀσυγκρίτως ὑπερβᾶσα τῇ καθαρότητι καὶ τῷ ἁγιασμῷ τῆς ψυχῆς καὶ τοῦ σώματος.

Ἔπιδε ἐπ᾿ ἐμὲ τὸν ἐναγῆ καὶ ἀκάθαρτον καὶ ῥερυπωμένον καὶ ψυχὴν καὶ σῶμα τῷ μολυσμῷ τῆς ἐμπαθοῦς καὶ ἐνηδόνου ζωῆς μου.

Κάθαρόν μου τὴν ἐμπαθῆ διάνοιαν καὶ ἄγνισον διόρθωσόν μου τοὺς πεπλανημένους καὶ τετυφλωμένους λογισμούς, ῥύθμισον καὶ παιδαγώγησόν μου τὰς αἰσθήσεις, ἐλευθέρωσόν με τῆς τυραννούσης κακίας καὶ αἰσχρᾶς συνηθείας τῶν ἀκαθάρτων προλήψεων καὶ παθῶν.

Στῆσόν μου πᾶσαν τὴν κατ᾿ ἐνέργειαν ἁμαρτίαν καὶ δώρησαί μοι νήψιν καὶ διάκρισιν τῷ ἐσκοτισμένω καὶ ταλαιπώρῳ νοΐ πρὸς διόρθωσιν τῶν οἰκείων σφαλμάτων τε καὶ πτωμάτων, ἵνα τοῦ σκότους τῆς ἁμαρτίας ἀπαλλαγείς, καταξιωθῷ δοξάζειν καὶ ἀνυμνεῖν ἐν παῤῥησίᾳ, σὲ τὴν μόνην ἀληθινὴν Μητέρα τοῦ ἀληθινοῦ φωτός, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν.

Εἰς τὴν Παναγία Παντάνασσα ἐν καιρῷ πειρασμῶν

Παντάνασσα, πανύμνητε, Παρθενομῆτορ Κόρη, ἐμῶν ῥημάτων ἄκουσον καὶ πρόσχες μοι τοῖς λόγοις. Ἴδε δακρύων σταλαγμούς, ἴδε ψυχῆς τὴν λύπην, ἴδε καὶ μὴ παρίδῃς με, Δέσποινα Θεοτόκε. Οὐ φέρω τὰς ἐπιβουλὰς σατᾶν τοῦ βροτοκτόνου, οὐ φέρω τὴν ἐπίθεσιν, οὐ φέρω τὴν κακίαν. Οὐ στέγω τούτου μηχανάς, ἐνέδρας, λόγους, δόλους, οὐχ ὑπομένειν δύναμαι τὴν πλάνην καὶ ἀπάτην. Βιάζει καὶ πειράζει με νυκτὸς καὶ καθ᾿ ἡμέραν συντρίβει καὶ θηρεύει με, πράξεσιν ἀθεμίτοις. Εἰς ἁμαρτίας βάραθρα ἕλκει καὶ συνωθεῖ με· ψυχῆς τὰς κόρας ἔσβεσεν, ἠμαύρωσε τὸν νοῦν μου. Τὸ σῶμα κατερρύπωσεν, ἐσπίλωσε τὸ πνεῦμα· ἐξέδυσέ με τὴν λαμπρὰν στολὴν τῆς σωφροσύνης. Ἀφήρπασεν, ἐσύλησε τὸν πλοῦτον τῆς ψυχῆς μου, τὰ δῶρα καὶ χαρίσματα, παρὰ Θεοῦ δοθέντα. Πένητά με κατέστησε πάντων καλῶν ὧν εἶχον λοιπόν, Ἁγνὴ πανάχραντε, Χριστιανῶν ἡ δόξα. Τῶν θλιβομένων χαρμονή, λιμὴν χειμαζόμενων καὶ σκέπη καὶ κραταίωμα τῶν καταπονούμενων. Ἡ τὸν Χριστόν μου τέξασα τοῦ κόσμου τὸν Δεσπότην καὶ γαλακτοτροφήσασα τὸν τρέφοντα τὴν κτίσιν. Ἐλέησον, οἰκτείρησον τὸν σὸν ἀχρεῖον δοῦλον καὶ τὸν ἐχθρὸν τὸν πονηρόν, τὸν ψυχοφθόρον λύκον, κατάβαλε, Πανύμνητε, ἐλπὶς ἀπηλπισμένων καὶ δός μοι τὴν συγχώρησιν τῶν πρῴην μου πταισμάτων, καὶ τὴν ἀντίληψιν τὴν σὴν νῦν τε καὶ μέχρι τέλους· Θεογεννῆτορ, ἔχειν με, μηδόλως χωρισθῆναι. Ἐπὶ τῷ τέλει φάνηθι μεσῖτις καὶ προστάτις· ἐξαιρουμένη μὲ δεινῶν κ᾿ αἰσχύνης αἰωνίου. Ἐν λύπαις γὰρ παράκλησιν ἔχω σε, Θεομῆτορ, προστάτιν ἐν τοῖς πειρασμοῖς, ῥύστιν ἐν τοῖς κινδύνοις. Νῦν τὰς ἐλπίδας ἐπί σοί, τίθημι, Θεοτόκε· σὲ κέκτημαι καὶ βοηθὸν κατὰ τῶν ἐναντίων. Ἐν θλίψεσι παραψυχήν, ἐν νόσοις θεραπείαν καθ᾿ ὅλον παραμύθιον διὰ παντὸς τοῦ βίου. Καὶ δὸς φωναῖς ψαλμωδικαῖς εὐχαριστεῖν σοι, Κόρη· Καὶ μεγαλύνειν διὰ σοῦ τὸν πλάστην καὶ Θεόν μου. Πάντοτε, νῦν τε καὶ ἀεὶ κ᾿ εἰς πάντας τοὺς αἰῶνας. Ἀμήν. (Ἀπὸ τὸ Συνταγμάτιον εὐχῶν ἱερ. Ματθαίου Τζιγάλα τοῦ Κυπρίου, Προσευχητάριον Σιμωνώφ)

ΕΤΕΡΑΙ ΔΕΗΣΕΙΣ ΕΙΣ ΤΟ ΑΠΟΔΕΙΠΝΟΝ

Μετὰ τό, Θεοτόκε Παρθένε… τὰς ἑξῆς εὐχάς·

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.

Εἰρήνη πᾶσι.

Καὶ τῷ πνεύματί σου.

Τάς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.

Δέσποτα πολυέλεε, Κύριε, Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας· δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων· ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου· τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων· τῶν ἁγίων, ἐνδόξων καὶ καλλινίκων Μαρτύρων· τῶν Ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν...· τῶν ἁγίων καὶ δικαίων Θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης..., καὶ πάντων τῶν Ἁγίων· εὐπρόσδεκτον ποίησον τὴν δέησιν ἡμῶν.

Δώρησαι ἡμῖν τὴν ἄφεσιν τῶν παραπτωμάτων ἡμῶν· Σκέπασον ἡμᾶς ἐν τῇ σκέπῃ τῶν πτερύγων σου.

Ἀποδίωξον ἀφ᾿ ἡμῶν πάντα ἐχθρὸν καὶ πολέμιον.

Εἰρήνευσον ἡμῶν τὴν ζωήν.

Κύριε, ἐλέησον ἡμᾶς καὶ τὸν κόσμον σου, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.

Εὐλογεῖτε, Πατέρες ἅγιοι, συγχωρήσατέ μοι τῷ ἁμαρτωλῷ.

Ὁ Θεὸς συγχωρῆσαι σοι, Πάτερ ἅγιε.

Τῇ Δευτέρᾳ καὶ Τετάρτῃ ψάλλεται τὸ ἑξῆς Τροπάριον·

Ἦχος β´. Ὅτε ἐκ τοῦ ξύλου.

Πάντων προστατεύεις, Ἀγαθή, τῶν καταφευγόντων ἐν πίστει τῇ κραταιᾷ σου χειρί· ἄλλην γὰρ οὐκ ἔχομεν ἁμαρτωλοὶ πρὸς Θεόν, ἐν κινδύνοις καὶ θλίψεσιν, ἀεὶ μεσιτείαν, οἱ κατακαμπτόμενοι ὑπὸ πταισμάτων, πολλῶν.

Μῆτερ τοῦ Θεοῦ τοῦ Ὑψίστου, ὅθεν σοι προσπίπτομεν· Ῥῦσαι πάσης περιστάσεως τοὺς δούλους σου.

Τῇ δὲ Τρίτῃ καὶ Πέμπτῃ ψάλλεται τὸ ἑξῆς Τροπάριον·

Ἦχος α´. Σταυροθεοτοκίον.

Σφαγήν σου τὴν ἄδικον, Χριστέ, ἡ Παρθένος βλέπουσα, ὀδυρομένη ἐβόα σοι· Τέκνον γλυκύτατον, πῶς ἀδίκως θνῄσκεις;

Πῶς τῷ Ξύλῳ κρέμασαι, ὁ πᾶσαν γῆν κρεμάσας τοῖς ὕδασι;

Μὴ λείπῃς μόνη με, Εὐεργέτα πολυέλεε, τὴν Μητέρα καὶ δούλην σου δέομαι.

Δι᾿ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

Εὐχὴ ἑτέρα Μνημονεύσεως

Τοῖς μισοῦσι καὶ ἀδικοῦσιν ἡμᾶς συγχώρησον, Κύριε.

Τοῖς ἀγαθοποιοῦσιν ἀγαθοποίησον.

Τοῖς ἀδελφοῖς καὶ οἰκείοις ἡμῶν, χάρισαι τὰ πρὸς σωτηρίαν αἰτήματα, καὶ ζωὴν τὴν αἰώνιον.

Τοὺς ἐν ἀσθενείᾳ ἐπίσκεψαι, καὶ ἴασιν δώρησαι.

Τοὺς ἐν θαλάσσῃ κυβέρνησον.

Τοῖς ἐν ὁδοιπορίαις συνόδευσον.

Τοῖς διακονοῦσι, καὶ ἐλεοῦσιν ἡμᾶς, ἁμαρτιῶν ἄφεσιν δώρησαι.

Τοῖς ἐντειλαμένοις ἡμῖν τοῖς ἀναξίοις εὔχεσθαι ὑπὲρ αὐτῶν, συγχώρησον καὶ ἐλέησον κατὰ τὸ μέγα σου ἔλεος.

Μνήσθητι, Κύριε, πάντων τῶν προκεκοιμημένων πατέρων καὶ ἀδελφῶν ἡμῶν, καὶ ἀνάπαυσον αὐτούς, ἔνθα ἐπισκοπεῖ τὸ φῶς τοῦ προσώπου σου.

Μνήσθητι, Κύριε, τῶν ἀδελφῶν ἡμῶν τῶν αἰχμαλώτων, καὶ λύτρωσαι αὐτοὺς ἀπὸ πάσης περιστάσεως.

Μνήσθητι, Κύριε, τῶν καρποφορούντων καὶ καλλιεργούντων ἐν ταῖς ἁγίαις σου Ἐκκλησίαις, καὶ δὸς αὐτοῖς τὰ πρὸς σωτηρίαν αἰτήματα, καὶ ζωὴν τὴν αἰώνιον.

Μνήσθητι, Κύριε, καὶ ἡμῶν τῶν ταπεινῶν καὶ ἁμαρτωλῶν καὶ ἀναξίων δούλων σου, καὶ ὁδήγησον ἡμῶν τὸν νοῦν τῷ φωτὶ τῆς γνώσεώς σου καὶ ὁδήγησον ἡμᾶς ἐν τῇ τρίβῳ τῶν ἐντολῶν σου· πρεσβείαις τῆς παναχράντου σου Μητρός, Δεσποίνης ἡμῶν Θεοτόκου, καὶ ἀειπαρθένου Μαρίας, καὶ πάντων σου τῶν Ἁγίων· ὅτι εὐλογητὸς εἶ, εἰς πάντας τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Комментарии для сайта Cackle