Азбука веры Православная библиотека Ορθόδοξα βιβλία Литургика (Λειτουργική) Ирмологий и самогласны на греческом языке (Εἰρμοὶ καὶ αὐτόμελα κατ' ἦχον)

Ирмологий и самогласны на греческом языке
Εἰρμοὶ καὶ αὐτόμελα κατ' ἦχον

Περιεχόμενα

Ἦχος α΄ Ἦχος β΄ Ἦχος γ΄ Ἦχος δ΄ Ἦχος πλ. α΄ Ἦχος πλ. β΄ Ἦχος βαρὺς Ἦχος πλ. δ΄  

 

Ἦχος α΄

Ἀβραμιαίοι Παῖδες, Εἱρμὸς ζ΄, Ἦχος α΄

Ἀβραμιαῖοι παῖδες ἐν καμίνῳ,

τὴν Τριάδα τυπώσαντες,

τοῦ πυρὸς τὴν φλόγα

εἰς δρόσον μετέβαλον καὶ ὑμνοῦντες ἐβόων·

εὐλογητὸς εἶ ὁ Θεὸς ὁ τῶν πατέρων ἡμῶν.

Ἅλιον ποντογενὲς, Εἱρμὸς ς΄, Ἦχος α΄

Ἅλιον ποντογενές,

κητῷον ἐντόσθιον πῦρ,

τῆς τριημέρου ταφῆς σοῦ ἦν προεικόνισμα,

οὗ Ἰωνᾶς ὑποφήτης ἀναδέδεικται·

σεσωσμένος γὰρ ὡς καὶ προυπέποτο,

ἀσινὴς ἐβόα,

θύσω σοι μετὰ φωνῇς αἰνέσεως Κύριε.

Ἀναστὰς ὁ Ἰησοῦς, ἀπολυτίκιον, Ἦχος α΄

Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν,

ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος.

Ἀναστάσεως ἡμέρα, Εἱρμὸς α΄, Ἦχος α΄

Ἀναστάσεως ἡμέρα,

λαμπρυνθῶμεν λαοί,

Πάσχα Κυρίου, Πάσχα·

ἐκ γὰρ θανάτου πρὸς ζωήν,

καὶ ἐκ γῆς πρὸς οὐρανόν,

Χριστὸς ὁ Θεός,

ἡμᾶς διεβίβασεν,

ἐπινίκιον ᾄδοντας.

Ἄνθρακα πυρὸς τῶν Ἠσαΐου, Εἱρμὸς ε΄, Ἦχος α΄

Ἄνθρακα πυρὸς τῶν Ἠσαΐου,

Σεραφεὶμ θίγει χειλέων ποτέ,

τῇ λαβίδι ἀφελόμενον καὶ περιθέν,

ὁ δέ, καθηράμενος, Δικαιοσύνην μάθετε, πᾶσαν ἐκήρυττε.

Ἀπεγνωσμένην, κάθισμα, Ἦχος α΄

Ἀπεγνωσμένην τὴν Νινευῒ προέφθασας,

ἐπηγγελμένην τὴν ἀπειλὴν παρήγαγες,

καὶ τὴν ὀργὴν ἐνίκησε τὸ ἔλεός σου Κύριε.

Σπλαγχνίσθητι καὶ νῦν ἐπὶ λαὸν καὶ ποίμνην σου·

παλάμῃ κραταιᾷ τοὺς καθ΄ ἡμῶν κατάβαλε,

πρεσβείαις τῆς Θεοτόκου,

χαριζόμενος ἡμῖν καὶ τὰ ἐλέη σου.

Λαμπροφοροῦντες ταῖς ἀρεταῖς, κάθισμα, Ἦχος α΄

Λαμπροφοροῦντες ταῖς ἀρεταῖς προσέλθωμεν,

τῆς ἐγκρατείας τὸ καθαρὸν κτησάμενοι,

καὶ Σταυρὸν τὸν τίμιον,

βοῶντες προσκυνήσωμεν.

Ἁγίασον ἡμῶν σὺν ταῖς ψυχαῖς, καὶ τὰ σώματα,

ἀξίωσον ἡμᾶς, καὶ τοῦ ἀχράντου Πάθους σου,

ὁ μόνος Θεὸς ἁπάντων,

χαριζόμενος ἡμῖν καὶ τὰ ἐλέη σου.

Ἀπέρριψάς με, Εἱρμὸς ς΄, Ἦχος α΄

Ἀπέρριψάς με, εἰς βάθη καρδίας θαλάσσης,

καὶ ἔσωσάς με Σωτήρ, δουλείας θανάτου,

καὶ ἔλυσας τὸν δεσμόν, τῶν ἀνομιῶν μου.

ᾌσωμεν πάντες λαοὶ, Εἱρμὸς α΄, Ἦχος α΄

ᾌσωμεν πάντες λαοί,

τῷ ἐκ πικρᾶς δουλείας,

Φαραὼ τὸν Ἰσραὴλ ἀπαλλάξαντι,

καὶ ἐν βυθῷ θαλάσσης,

ποδὶ ἀβρὀχῳ ὁδηγήσαντι,

ᾠδὴν ἐπινίκιον,

ὅτι δεδόξασται.

Αὔτη ἡ κλητὴ, Εἱρμὸς η΄, Ἦχος α΄

Αὔτη ἡ κλητὴ καὶ ἁγία ἡμέρα,

ἡ μία τῶν Σαββάτῳν,

ἡ βασιλὶς καὶ κυρία,

ἑορτῶν ἑορτή,

καὶ πανήγυρίς ἐστι πανηγύρεων,

ἐν ᾗ εὐλογοῦμεν,

Χριστὸν εἰς τοὺς αἰῶνας.

Γένους βροτείου, Ἰαμβικὸς δ΄, Ἦχος α΄

Γένους βροτείου τὴν ἀνάπλασιν πάλαι,

ᾄδων Προφήτης Ἀββακούμ, προμηνύει,

Ἰδεῖν ἀφράστως ἀξιωθεὶς τὸν τύπον.

Νέον βρέφος γάρ, ἐξ ὄρους τῆς Παρθένου,

Ἐξῆλθε λαῶν, εἰς ἀνάπλασιν Λόγος.

Δεῦτε πόμα πίωμεν, Εἱρμὸς γ΄, Ἦχος α΄

Δεῦτε πόμα πίωμεν καινόν,

οὐκ ἐκ πέτρας ἀγόνου τερατουργούμενον,

ἀλλ» ἀφθαρσίας πηγήν,

ἐκ τάφου ὀμβρήσαντος Χριστοῦ,

ἐν ᾧ στερεούμεθα.

Διὰ βρώσεως ἐξήγαγε, μακαρισμός, Ἦχος α΄

Διὰ βρώσεως ἐξήγαγε,

τοῦ Παραδείσου ὁ ἐχθρὸς τὸν Ἀδάμ,

διὰ Σταυροῦ δὲ τὸν λῃστήν,

ἀντεισήγαγε Χριστὸς ἐν αὐτῷ·

Μνήσθητί μου κράζοντα,

ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου.

Εἰκόνι λατρεύειν, Εἱρμὸς ζ΄, Ἦχος α΄

Εἰκόνι λατρεύειν,

μουσικῆς συμφωνίας,

συγκαλουμένης λαούς,

ἐκ τῶν ᾠδῶν Σιὼν ᾄδοντες,

πατρικῶς οἱ Παῖδες Δαυΐδ,

τυράννου ἔλυσαν,

τὸ παλίμφημον δόγμα,

καὶ τὴν φλόγα εἰς δρόσον μετέβαλον,

ὕμνον ἀναμέλποντες,

ὁ ὑπερυψούμενος τῶν Πατέρων καὶ ἡμῶν,

Θεὸς εὐλογητὸς εἶ.

Εἰσακήκοα Κύριε τὴν ἀκοὴν, Εἱρμὸς δ΄, Ἦχος α΄

Εἰσακήκοα Κύριε

τὴν ἀκοήν σου, καὶ ἐφοβήθην,

κατενόησα τὰ ἔργα σου,

(ὁ Προφήτης ἔλεγεν),

καὶ ἐδόξασά σου τὴν δύναμιν.

Ἐκ νυκτὸς ἔργων, Ἰαμβικὸς ε΄, Ἦχος α΄

Ἐκ νυκτὸς ἔργων, ἐσκοτισμένης πλάνης

Ἱλασμὸν ἡμῖν Χριστὲ τοῖς ἐγρηγόρως,

Νῦν σοι τελοῦσιν ὕμνον, ὡς εὐεργέτῃ,

Ἔλθοις πορίζων εὐχερῆ τε τὴν τρίβον,

Καθ́ ἢν ἀνατρέχοντες, εὕροιμεν κλέος.

Ἐκ νυκτὸς ὀρθρίζοντες, Εἱρμὸς ε΄, Ἦχος α΄

Ἐκ νυκτὸς ὀρθρίζοντες ὑμνοῦμέν σε Χριστέ,

τὸν τῷ Πατρὶ συνάναρχον,

καὶ Σωτῆρα τῶν ψυχῶν ἡμῶν,

Τὴν εἰρήνην τῷ κόσμῳ παράσχου φιλάνθρωπε.

Ἐκύκλωσεν ἡμᾶς, Εἱρμὸς ς΄, Ἦχος α΄

Ἐκύκλωσεν ἡμᾶς ἐσχάτη ἄβυσσος,

οὔκ ἐστιν ὁ ῥυόμενος,

ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς,

σῶσον τὸν λαόν σου ὁ Θεὸς ἡμῶν·

σὺ γὰρ ἰσχύς, τῶν ἀσθενούντων καὶ ἐπανόρθωσις.

Ἐν καμίνῳ Παῖδες, Εἱρμὸς η΄, Ἦχος α΄

Ἐν καμίνῳ Παῖδες Ἰσραήλ,

ὡς ἐν χωνευτηρίῳ,

τῷ κάλλει τῆς εὐσεβείας,

καθαρώτερον χρυσοῦ,

ἀπέστιλβον λέγοντες·

Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου,

τὸν Κύριον ὑμνεῖτε,

καὶ ὑπερυψοῦτε,

εἰς πάντας τοὺς αἰῶνας.

Ἐν Πνεύματι προβλέπων, Εἱρμὸς δ΄, Ἦχος α΄

Ἐν Πνεύματι προβλέπων Προφῆτα Ἀββακούμ,

τήν τοῦ Λόγου σάρκωσιν ἐκήρυττες βοῶν,

ἐν τῷ ἐγγίζειν τὰ ἔτη ἐπιγνωσθήσῃ,

ἐν τῷ παρεῖναι τὸν καιρὸν ἀναδειχθήσῃ.

Δόξα τῇ δυνάμει σου Κύριε.

Ἔπαινον ὁ θεοπτης, Εἱρμὸς α΄, Ἦχος α΄

Ἔπαινον ὁ θεόπτης, Μωυσῆς

τὸν Ἰσραὴλ προανακρούεται,

ἄρχει Μαριὰμ δὲ σοφῶν γυναικῶν.

ᾨδὴν ἐπινίκιον,

τῷ λυτρωτῇ Θεῷ πάντες ᾄσωμεν.

Ἐπήρθη ὁ ἥλιος, Εἱρμὸς δ΄, Ἦχος α΄

Ἐπήρθη ὁ ἡλιος, καί ἡ σελήνη,

ἔστη εν τῇ τάξει αυτής,

ὑψώθης Μακρόθυμε, ἐπί τοῦ Ξύλου,

καὶ ἔπηξας ἐν αὐτῷ, τήν Ἐκκλησίαν σου.

Ἐπὶ Σταυροῦ σε Δυνατὲ, Εἱρμὸς δ΄, Ἦχος α΄

Ἐπὶ Σταυροῦ σε Δυνατὲ

φωστὴρ ὁ μέγας κατιδὼν

τρόμῳ ἐπαρθεὶς τάς ἀκτῖνας

συνέστειλεν ἔκρυψε,

πᾶσα δὲ Κτίσις ὕμνησεν,

ἐν φόβῳ τὴν σὴν μακροθυμίαν·

καὶ γὰρ ἐπλήσθη ἡ γῆ,

τῆς σῆς αἰνέσεως.

Ἐπὶ τῆς θείας φυλακῆς, Εἱρμὸς δ΄, Ἦχος α΄

Ἐπὶ τῆς θείας φυλακῆς, ὁ θεηγόρος Ἀββακούμ,

στήτω μεθ́ ἡμῶν καὶ δεικνύτω,

φαεσφόρον Ἄγγελον,

διαπρυσίως λέγοντα·

Σήμερον σωτηρία τῷ κόσμῳ,

ὅτι ἀνέστη Χριστὸς ὡς παντοδύναμος.

Ἐποίησε κράτος, Εἱρμὸς θ΄, Ἦχος α΄

Ἐποίησε κράτος, ἐν βραχίονι αὐτοῦ·

καθεῖλε γὰρ δυνάστας ἀπὸ θρόνων,

καὶ ὕψωσε ταπεινούς, ὁ Θεὸς τοῦ Ἰσραήλ,

ἐν οἷς ἐπεσκέψατο ἡμᾶς, Ἀνατολὴ ἐξ ὕψους,

καὶ κατεύθυνεν ἡμᾶς, εἰς ὁδὸν εἰρήνης.

Ἔσωσε λαὸν, Ἰαμβικὸς α΄, Ἦχος α΄

Ἔσωσε λαόν, θαυματουργῶν Δεσπότης,

Ὑγρὸν θαλάσσης κῦμα χερσώσας πάλαι.

Ἑκὼν δὲ τεχθεὶς ἐκ Κόρης, τρίβον βατήν,

Πόλου τίθησιν ἡμῖν, ὂν κατ οὐσίαν,

Ἴσον τε Πατρί, καὶ βροτοῖς δοξάζομεν.

Ἡ δημιουργικὴ, Εἱρμὸς γ΄, Ἦχος α΄

Ἡ δημιουργική,

καὶ συνεκτικὴ τῶν ἁπάντων,

Θεοῦ σοφία καὶ δύναμις,

ἀκλινῆ ἀκράδαντον,

τὴν Ἐκκλησίαν στήριξον Χριστέ·

μόνος γὰρ εἶ ἅγιος,

ὁ ἐν ἁγίοις ἀναπαυόμενος.

Ἡ κάμινος Σωτὴρ ἐδροσίζετο, Εἱρμὸς ζ΄, Ἦχος α΄

Ἡ κάμινος Σωτὴρ ἐδροσίζετο,

οἱ Παῖδες δὲ χορεύοντες ἔψαλλον,

Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Ἡ τὸν πρὸ συλλήψεως, Εἱρμὸς γ΄, Ἦχος α΄

Ἡ τὸν πρὸ συλλήψεως ἁγνὸν Σαμουήλ,

ἀδιστάκτως τῷ Θεῷ καθυποσχομένη,

ἱερομήτωρ Ἄννα νῦν γηθομένη,

ᾄδει σὺν ἡμῖν·

Ἐστερεώθη, ἐν Κυρίῳ ἡ καρδία μου.

Θαύματος ὑπερφυοῦς, Εἱρμὸς η΄, Ἦχος α΄

Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος,

ἐξεικόνισε κάμινος τύπον·

οὐ γὰρ οὓς ἐδέξατο φλέγει Νέους,

ὡς οὐδὲ πῦρ τῆς Θεότητος,

Παρθένου ἢν ὑπέδυ νηδύν·

διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν·

Εὐλογείτω ἡ Κτίσις πᾶσα τὸν Κύριον,

καὶ ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας.

Θεὸς ὢν εἰρήνης, Εἱρμὸς ε΄, Ἦχος α΄

Θεὸς ὢν εἰρήνης,

Πατὴρ οἰκτιρμῶν,

τῆς μεγάλης Βουλῆς σου τὸν Ἄγγελον,

εἰρήνην παρεχόμενον, ἀπέστειλας ἡμῖν·

ὅθεν θεογνωσίας, πρὸς φῶς ὁδηγηθέντες,

ἐκ νυκτὸς ὀρθρίζοντες,

δοξολογοῦμέν σε, Φιλάνθρωπε.

Ἴδετε, Ἴδετε, Εἱρμὸς β΄, Ἦχος α΄

Ἴδετε, Ἴδετε, ὅτι Θεὸς ἐγώ εἰμι,

ὁ δουλωθέντα τὸν λαὸν τοῦ Ἰσραήλ,

τῷ Μωϋσῇ δημαγωγεῖν, ἐν ἐρήμῳ προστάξας,

καὶ σώσας ὡς δυνατὸς τῇ ἐξουσίᾳ μου.

Ἰταμῷ θυμῷ, Εἱρμὸς ζ΄, Ἦχος α΄

Ἰταμῷ θυμῷ τε καὶ πυρί,

θεῖος ἔρως ἀντιταττόμενος,

τὸ μὲν πῦρ ἐδρόσιζε,

τῷ θυμῷ δὲ ἐγέλα,

θεοπνεύστῳ λογικῇ,

τῇ τῶν ὁσίων τριφθόγγῳ λύρᾳ ἀντιφθεγγόμενος,

μουσικοῖς ὀργάνοις ἐν μέσῳ φλογός, ὁ δεδοξασμένος,

τῶν Πατέρων καὶ ἡμῶν Θεὸς εὐλογητὸς εἶ.

Καταύγασον ἡμῶν, Εἱρμὸς ε΄, Ἦχος α΄

Κατάυγασον ἡμῶν τὸν νοῦν ὁ Θεός,

τῷ φωτὶ τῶν ἐντολῶν σου

καὶ τῇ αἴγλῃ τῆς χάριτος δωρούμενος ἡμῖν ἀγαθὲ τὰ σὰ ἐλέη,

διότι φως καὶ εἰρήνη τὰ προστάγματά σου.

Κατενόησα Παντοδυναμε, Εἱρμὸς δ΄, Ἦχος α΄

Κατενόησα Παντοδύναμε

τὴν σὴν οἰκονομίαν,

καὶ μετὰ φόβου ἐδόξασά σε Σωτήρ.

Κατῆλθες ἐν τοῖς κατωτάτοις, Εἱρμὸς ς΄, Ἦχος α΄

Κατῆλθες ἐν τοῖς κατωτάτοις τῆς γῆς,

καὶ συνέτριψας μοχλοὺς αἰωνίους,

κατόχους πεπεδημένων Χριστέ,

καὶ τριήμερος,

ὡς ἐκ κήτους Ἰωνᾶς,

ἐξανέστης τοῦ τάφου.

Λίθον ὂν ἀπεδοκίμασαν, Εἱρμὸς γ΄, Ἦχος α΄

Λίθον ὂν ἀπεδοκίμασαν,

οἱ οἰκοδομοῦντες,

οὗτος ἐγενήθη,

εἰς κεφαλὴν γωνίας,

αὐτός ἐστιν ἡ πέτρα,

ἐν ᾗ ἐστερέωσε,

τὴν Ἐκκλησίαν ὁ Χριστός,

ἣν ἐξ ἐθνῶν ἐξηγοράσατο.

Μέγα τὸ μυστήριον, Εἱρμὸς δ΄, Ἦχος α΄

Μέγα τὸ μυστήριον, τῆς σῆς Χριστὲ οἰκονομίας!

τοῦτο γὰρ ἄνωθεν προβλέπων, θεοπτικῶς ὁ Ἀββακούμ·

Ἐξῆλθες ἐβόα σοι,

εἰς σωτηρίαν λαοῦ σου φιλάνθρωπε.

Μήτραν ἀφλέκτως, Ἰαμβικὸς η΄, Ἦχος α΄

Μήτραν ἀφλέκτως εἰκονίζουσι Κόρης,

Οἱ τῆς παλαιᾶς πυρπολούμενοι νέοι,

ὑπερφυῶς κύουσαν, ἐσφραγισμένην.

Ἄμφω δὲ δρῶσα, θαυματουργίᾳ μιᾷ,

λαοὺς πρὸς ὕμνον ἐξανίστησι χάρις.

Μυστήριον ξένον, Εἱρμὸς θ΄, Ἦχος α΄

Μυστήριον ξένον,

ὀρῶ καὶ παράδοξον!

οὐρανὸν τὸ Σπήλαιον, θρόνον

Χερουβικόν, τὴν Παρθένον,

τὴν φάτνην χωρίον,

ἐν ᾧ ἀνεκλήθη ὁ ἀχώρητος, Χριστὸς ὁ Θεός,

ὂν ἀνυμνοῦντες μεγαλύνομεν.

Ναίων Ἰωνᾶς, Ἰαμβικὸς ς΄, Ἦχος α΄

Ναίων Ἰωνᾶς, ἐν μυχοῖς θαλαττίοις,

Ἐλθεῖν ἐδεῖτο, καὶ ζάλην ἀπαρκέσαι.

Νυγεὶς ἐγὼ δέ, τῷ τυραννοῦντος βέλει,

Χριστὲ προσαυδῶ, τὸν κακῶν ἀναιρέτην,

θᾶττον μολεῖν σε τῆς ἐμῆς ῥαθυμίας.

Νενίκηνται τῆς φύσεως, Εἱρμὸς θ΄, Ἦχος α΄

Νενίκηνται τῆς φύσεως οἱ ὅροι,

ἐν σοὶ Παρθένε ἄχραντε,

παρθενεύει γὰρ τόκος,

καὶ ζωὴν προμνηστεύεται θάνατος.

Ἡ μετὰ τόκον Παρθένος,

καὶ μετὰ θάνατον ζῶσα,

σῴζοις ἀεί, Θεοτόκε,

τὴν κληρονομίαν σου.

Νεῦσον πρὸς ὕμνους, Ἰαμβικὸς γ΄, Ἦχος α΄

Νεῦσον πρὸς ὕμνους οἰκετῶν Εὐεργέτα,

Ἐχθροῦ ταπεινῶν τὴν ἐπηρμένην ὀφρύν,

Φέρων τε Παντεπόπτα τῆς ἁμαρτίας,

ὕπερθεν ἀκλόνητον, ἐστηριγμένους,

Μάκαρ, μελῳδοὺς τῇ βάσει τῆς πίστεως.

Νεφέλην σε φωτὸς, στιχηρόν, Ἦχος α΄

Νεφέλην σε φωτὸς ἀϊδίου, Παρθένε,

ὁ Προφήτης ὠνόμασεν·

ἐν σοὶ γὰρ ὡς ὑετὸς ἐπὶ πόκον, καταβὰς

ὁ Λόγος τοῦ Πατρός, καὶ ἐκ σοῦ ἀνατείλας,

τὸν κόσμον ἐφώτισε, τὴν πλάνην κατήργησε,

Χριστὸς ὁ Θεὸς ἡμῶν,

αὐτὸν ἱκετεύουσα ἐκτενῶς, Παναγία δεόμεθα,

μὴ παύσῃ ὑπὲρ ἡμῶν,

τῶν ἀληθῆ Θεοτόκον ὁμολογούντων σε.

Νὺξ περιέσχε με Σωτὴρ, Εἱρμὸς ε΄, Ἦχος α΄

Νὺξ περιέσχε με Σωτήρ, ἁμαρτίας καὶ ἀχλύς·

διό μοι ἀνάτειλον,

τῆς μετανοίας Κύριε,

τὸν ὄρθρον ὡς εὔσπλαγχνος,

πρὸ τοῦ με φθάσαι τὸ πέρας τὸ ἄδηλον,

τὸ τῆς ζωῆς μου Χριστέ, ἡ ζωὴ καὶ τὸ φῶς.

Ὁ διὰ στύλου πυρὸς, Εἱρμὸς α΄, Ἦχος α΄

Ὁ διὰ στύλου πυρὸς καὶ νεφέλης,

τὸν Ἰσραὴλ ὁδηγήσας Θεός,

τὴν θάλασσαν διέρρηξεν,

ἅρματα δὲ Φαραὼ ἐκάλυψεν.

ᾌσωμεν ᾠδὴν ἐπινίκιον,

ὅτι δεδόξασται.

Ὁ διαπόντιον, Εἱρμὸς ς΄, Ἦχος α΄

Ὁ διαπόντιον, ὑπομείνας συμφοράν,

φυγῇ κλύδωνος, κλήρου φορᾷ,

καὶ λαγόσι συσχεθείς,

ἁλίου θηρός, οὐ διεφθάρη,

ἀλλ» ἐβόα Ἰωνᾶς, Πρὸς σὲ ἡ ζωή μου

ἀναβήτω Χριστέ.

Ὁ ἐν τῇ βάτῳ ὀφθεὶς, Εἱρμὸς ζ΄, Ἦχος α΄

Ὁ ἐν τῇ βάτῳ ὀφθείς, ἐν πυρὶ τῷ Νομοθέτῃ,

καὶ τὸν τόκον τῆς ἀειπαρθένου ἐν αὐτῇ προτυπώσας,

εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.

Ὁ θειότατος προετύπωσε, Εἱρμὸς α΄, Ἦχος α΄

Ὁ θειότατος προετύπωσε πάλαι Μωσῆς,

ἐν Ἐρυθρᾷ θαλάσσῃ,

διαβιβάσας Ἰσραήλ,

τῷ Σταυρῷ σου τὴν ὑγράν,

τῇ ῥάβδῳ τεμών,

ᾠδήν σοι ἐξόδιον,

ἀναμέλπων Χριστὲ ὁ Θεός.

Ὁ μόνος εἰδὼς τῆς τῶν βροτῶν, Εἱρμὸς γ΄, Ἦχος α΄

Ὁ μόνος εἰδὼς τῆς τῶν βροτῶν,

οὐσίας τὴν ἀσθένειαν,

καὶ συμπαθῶς αὐτὴν μορφωσάμενος,

περίζωσόν με ἐξ ὕψους δύναμιν,

τοῦ βοᾷν σοι, Ἅγιος, ὁ ναὸς ὁ ἔμψυχος,

τῆς ἀφράστου σου δόξης Φιλάνθρωπε.

Ὁ Παῖδας ἐκ καμίνου, Εἱρμὸς ζ΄, Ἦχος α΄

Ὁ Παῖδας ἐκ καμίνου ῥυσάμενος,

γενόμενος ἄνθρωπος,

πάσχει ὡς θνητός,

καὶ διὰ πάθους τὸ θνητόν,

ἀφθαρσίας ἐνδύει εὐπρέπειαν,

ὁ μόνος εὐλογητὸς τῶν Πατέρων,

Θεὸς καὶ ὑπερένδοξος.

Ὁ πάλαι τῷ Μωσεῖ, στιχηρόν, Ἦχος α΄

Ὁ πάλαι τῷ Μωσεῖ συλλαλήσας,

ἐπὶ τοῦ ὅρους Σινᾷ διὰ συμβόλων.

Ἐγώ εἰμι, λέγων ὁ Ὤν,

σήμερον ἐπ» ὄρος Θαβώρ,

μεταμορφωθεὶς ἐπὶ τῶν μαθητῶν,

ἔδειξε τὸ ἀρχέτυπον κάλλος τῆς εἰκόνος,

ἐν ἑαυτῷ τὴν ἀνθρωπίνην, ἀναλαβοῦσαν οὐσίαν,

καὶ τῆς τοιαύτης χάριτος, μάρτυρας παραστησάμενος Μωϋσῆν καὶ Ἠλίαν,

κοινωνοὺς ἐποιεῖτο τῆς εὐφροσύνης,

προμηνύοντας τὴν ἔνδοξον διὰ Σταυροῦ,

καὶ σωτήριον Ἀνάστασιν.

Ὁ ποιμενικὸς αὐλὸς, ἀπολυτίκιον, Ἦχος α΄

Ὁ ποιμενικὸς αὐλὸς τῆς θεολογίας σου,

τὰς τῶν ῥητόρων ἐνίκησε σάλπιγγας·

ὡς γὰρ τὰ βάθη τοῦ Πνεύματος ἐκζητήσαντι,

καὶ τὰ κάλλη τοῦ φθέγματος προσετέθη σοι.

Ἀλλὰ πρέσβευε Χριστῷ τῷ Θεῷ,

Πάτερ Γρηγόριε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ὁ τὸν ἄνω βυθὸν, Εἱρμὸς θ΄, Ἦχος α΄

Ὁ τὸν ἄνω βυθὸν τῆς θείας ἀκαταληψίας,

εὐσεβῶς ἀνανηξάμενος,

καὶ τὸν νοῦν ὡς ἐκ πέτρας ἀπεριλήπτου,

τῆς θεαρχικῆς ἀπαιωρήσας Τριάδος,

παμμακάριστε Πάτερ, σὲ μεγαλύνομεν.

Ὁ φωτίσας τῇ ἐλλάμψει, Εἱρμὸς ε΄, Ἦχος α΄

Ὁ φωτίσας τῇ ἐλλάμψει,

τῆς σῆς παρουσίας Χριστέ,

καὶ φαιδρύνας τῷ Σταυρῷ σου,

τοῦ κόσμου τὰ πέρατα,

τάς καρδίας φώτισον,

φωτὶ τῆς σῆς θεογνωσίας,

τῶν ὀρθοδόξως ὑμνούντων σε.

Οἱ μὴ τῇ τροφῇ χρανθέντες, Εἱρμὸς η΄, Ἦχος α΄

Οἱ μὴ τῇ τροφῇ χρανθέντες Παῖδες,

βασιλικῆς τραπέζης, εἰς πῦρ χαίροντες ἔβησάν ποτε,

καὶ ἐν φλογὶ δροσιζόμενοι, προθύμως ἔψαλλον·

Εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον.

Οἱ οὐρανοὶ τῶν οὐρανῶν, Εἱρμὸς η΄, Ἦχος α΄

Οἱ οὐρανοὶ τῶν οὐρανῶν,

καὶ τὸ ὕδωρ, τὸ ὑπεράνω τῶν οὐρανῶν,

εὐλογεῖτε, ὑμνεῖτε,

καὶ ὑπερυψοῦτε τὸν Κύριον εἰς τοὺς αἰῶνας.

Οἱ Παῖδες εὐσεβείᾳ, Εἱρμὸς ζ΄, Ἦχος α΄

Οἱ Παῖδες εὐσεβείᾳ συντραφέντες,

δυσσεβοῦς προστάγματος καταφρονήσαντες,

πυρὸς ἀπειλὴν οὐκ ἐπτοήθησαν,

ἀλλ» ἐν μέσῳ τῆς φλογὸς ἑστῶτες ἔψαλλον,

ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.

Ὃν φρίττουσιν Ἄγγελοι, Εἱρμὸς η΄, Ἦχος α΄

Ὃν φρίττουσιν Ἄγγελοι, καὶ πᾶσαι στρατιαί,

ὡς Κτίστην καὶ Κύριον, ὑμνεῖτε ἱερεῖς,

δοξάσατε Παῖδες, εὐλογεῖτε λαοί,

καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ὀρθρίζοντές σε ἀνυμνοῦμεν, Εἱρμὸς ε΄, Ἦχος α΄

Ὀρθρίζοντές σε ἀνυμνοῦμεν, Σωτὴρ τοῦ Κόσμου

εἰρήνην, εὑράμενοι τῷ Σταυρῷ σου,

δι οὗ ἀνεκαίνισας,

τὸ γένος τὸ ἀνθρώπινον,

φῶς πρός, ἀνέσπερον ἄγων ἡμᾶς.

Ὀρθρίσωμεν ὄρθρου βαθέος, Εἱρμὸς ε΄, Ἦχος α΄

Ὀρθρίσωμεν ὄρθρου βαθέος,

καὶ ἀντὶ μύρου τὸν ὕμνον

προσοίσωμεν τῷ Δεσπότῃ,

καὶ Χριστὸν ὀψόμεθα,

δικαιοσύνης ἥλιον,

πᾶσι ζωὴν ἀνατέλλοντα.

Ὄρος σε τῇ χάριτι, Εἱρμὸς δ΄, Ἦχος α΄

Ὄρος σε τῇ χάριτι,

τῇ θείᾳ κατάσκιον,

προβλεπτικοῖς ὁ Ἀββακούμ,

κατανοήσας ὀφθαλμοῖς,

ἐκ σοῦ ἐξελεύσεσθαι,

τοῦ Ἰσραὴλ προανεφώνει τὸν Ἅγιον,

εἰς σωτηρίαν ἡμῶν καὶ ἀνάπλασιν.

Ὅταν ἔλθῃς ὁ Θεὸς, κοντάκιον, Ἦχος α΄

Ὅταν ἔλθῃς ὁ Θεός, ἐπὶ γῆς μετὰ δόξης,

καὶ τρέμωσι τὰ σύμπαντα,

ποταμὸς δὲ τοῦ πυρὸς πρὸ τοῦ Βήματος ἕλκῃ,

καὶ βίβλοι ἀνοίγωνται,

καὶ τὰ κρυπτὰ δημοσιεύωνται·

τότε ῥῦσαί με,

ἐκ τοῦ πυρὸς τοῦ ἀσβέστου,

καὶ ἀξίωσον, ἐκ δεξιῶν σοῦ με στῆναι,

Κριτὰ δικαιότατε.

Ὅτι τὸ πέλαγος πολύ, στιχηρόν, Ἦχος α΄

Ὅτι τὸ πέλαγος πολύ,

τῶν παραπτωμάτων μου Σωτήρ,

καὶ δεινῶς βεβύθισμαι ταῖς πλημμελείαις μου,

δός μοι χεῖρα σῶσόν με,

ὡς τῷ Πέτρῳ ὁ Θεός, καὶ ἐλέησόν με.

Πανεύφημοι μάρτυρες, στιχηρόν, Ἦχος α΄

Πανεύφημοι μάρτυρες ὑμᾶς,

οὐχ ἡ γῆ κατέκρυψεν,

ἀλλ» οὐρανὸς ὑπεδέξατο,

ὑμῖν ἠνοίγησαν,

Παραδείσου πύλαι,

καὶ ἐντὸς γενόμενοι,

τοῦ ξύλου τῆς ζωῆς ἀπολαύετε,

Χριστῷ πρεσβεύοντες,

δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν,

τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.

Πεποικιλμένη τῇ θείᾳ δόξῃ, Εἱρμὸς α΄, Ἦχος α΄

Πεποικιλμένη τῇ θείᾳ δόξῃ,

ἡ ἱερὰ καὶ εὐκλεὴς Παρθένε μνήμη σου,

πάντας συνηγάγετο,

πρὸς εὐφροσύνην τοὺς πιστούς,

ἐξαρχούσης Μαριάμ,

μετὰ χορῶν καὶ τυμπάνων

τῷ σῷ, ᾄδοντας Μονογενεῖ,

ἐνδόξως ὅτι δεδόξασται.

Πρόσεχε, οὐρανέ καί λαλήσω, Εἱρμὸς β΄, Ἦχος α΄

Πρόσεχε οὐρανὲ καὶ λαλήσω,

καὶ ἀνυμνήσω Χριστόν,

τὸν Σωτῆρα τοῦ κόσμου

καὶ μόνον φιλάνθρωπον.

Ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ, Εἱρμὸς δ΄, Ἦχος α΄

Ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί,

καὶ ἄνθος ἐξ αὐτῇς Χριστέ,

ἐκ τῆς Παρθένου ἀνεβλάστησας,

ἐξ ὄρους ὁ αἰνετός,

κατασκίου δασέος,

ἦλθες σαρκωθεὶς ἐξ ἀπειράνδρου,

ὁ ἄϋλος καὶ Θεός,

Δόξα τῇ δυνάμει σου, Κύριε.

Ῥήσεις Προφητῶν καὶ αἰνίγματα, Εἱρμὸς δ΄, Ἦχος α΄

Ῥήσεις Προφητῶν καὶ αἰνίγματα,

τὴν σάρκωσιν ὑπέφηναν,

τὴν ἐκ Παρθένου σου Χριστέ,

φέγγος ἀστραπῆς σου,

εἰς φῶς ἐθνῶν ἐξελεύσεσθαι,

καὶ φωνεῖ σοι ἄβυσσος, ἐν ἀγαλλιάσει,

τῇ δυνάμει σου δόξα Φιλάνθρωπε.

Σὲ ἥν περ εἶδε Μωυσῆς, Εἱρμὸς θ΄, Ἦχος α΄

Σὲ ἥν περ εἶδε Μωυσῆς,

ἀκατάφλεκτον βάτον,

καὶ κλίμακα ἔμψυχον,

ἢν ὁ Ἰακὼβ τεθέαται,

καὶ πύλην οὐράνιον,

δι΄ἧς διῆλθε Χριστὸς ὁ Θεὸς ἡμῶν,

ὕμνοις, Μῆτερ ἁγνή, μεγαλύνομεν.

Σὲ νοητήν, Θεοτόκε κάμινον, Εἱρμὸς ζ΄, Ἦχος α΄

Σὲ νοητήν, Θεοτόκε κάμινον,

κατανοοῦμεν οἱ πιστοὶ

ὡς γὰρ Παῖδας ἔσωσε τρεῖς,

ὁ ὑπερυψούμενος,

ὅλον με τὸν ἄνθρωπον,

ἐν τῇ γαστρί σου ἀνέπλασεν,

ὁ αἰνετὸς τῶν Πατέρων,

Θεὸς καὶ ὑπερένδοξος.

Σὲ τὴν ὁραθεῖσαν πύλην, Εἱρμὸς θ΄, Ἦχος α΄

Σὲ τὴν ὁραθεῖσαν πύλην,

ὑπὸ Ἰεζεκιὴλ τοῦ Προφήτου,

ἐν ᾗ οὐδεὶς διῆλθεν, εἰ μὴ Θεὸς μόνος,

Θεοτόκε Παρθένε, ἐν ὕμνοις τιμῶμέν σε.

Σὲ τὴν φαεινὴν λαμπάδα, Εἱρμὸς θ΄, Ἦχος α΄

Σὲ τὴν φαεινὴν λαμπάδα,

καὶ Μητέρα τοῦ Θεοῦ,

τὴν ἀρίζηλον δόξαν,

καὶ ἀνωτέραν πάντων τῶν ποιημάτων,

ἐν ὕμνοις μεγαλύνομεν.

Σοῦ ἡ τροπαιοῦχος, Εἱρμὸς α΄, Ἦχος α΄

Σοῦ ἡ τροπαιοῦχος δεξιά,

θεοπρεπῶς ἐν ἰσχύϊ δεδόξασται.

Αὕτη γὰρ ἀθάνατε,

ὡς πανσθενὴς ὑπεναντίους ἔθραυσε,

τοῖς Ἰσραηλίταις,

ὀδὸν βυθοῦ καινουργὴσασα.

Σπλάγχνων Ἰωνᾶν, Εἱρμὸς ς΄, Ἦχος α΄

Σπλάγχνων Ἰωνᾶν,

ἔμβρυον ἀπήμεσεν,

ἐνάλιος θήρ, οἷον ἐδέξατο,

τῇ Παρθένῳ δέ,

ἐνοικήσας ὁ Λόγος καὶ σάρκα λαβών,

διελήλυθε φυλάξας ἀδιάφθορον·

ἧς γάρ, οὐχ ὑπέστη ῥεύσεως,

τὴν τεκοῦσαν, κατέσχεν ἀπήμαντον.

Σταυρὸς κατεπάγη ἐν Κρανίῳ, στιχηρόν, Ἦχος α΄

Σταυρὸς κατεπάγη ἐν Κρανίῳ,

καὶ ἤνθησεν ἡμῖν ἀθανασίαν,

ἐκ πηγῆς ἀενάου,

τῆς πλευρᾶς τοῦ Σωτῆρος.

Στέργειν μὲν ἡμᾶς, Ἰαμβικὸς θ΄, Ἦχος α΄

Στέργειν μὲν ἡμᾶς, ὡς ἀκίνδυνον φόβῳ,

Ῥᾶον σιωπήν, τῷ πόθῳ δὲ Παρθένε,

Ὕμνους ὑφαίνειν, συντόνως τεθηγμένους,

Ἐργῶδές ἐστιν, ἀλλὰ καὶ Μήτηρ σθένος,

Ὅση πέφυκεν ἡ προαίρεσις δίδου.

Στερεωθήτω ἡ καρδία μου, Εἱρμὸς γ΄, Ἦχος α΄

Στερεωθήτω ἡ καρδία μου,

εἰς τὸ θέλημά σου Χριστὲ ὁ Θεός,

ὁ ἐφ» ὑδάτων οὐρανῶν,

στερέωσας τὸν δεύτερον,

καὶ ἑδράσας ἐν τοῖς ὕδασι,

τὴν γῆν Παντοδύναμε.

Στερέωμά μου γενοῦ, Εἱρμὸς γ΄, Ἦχος α΄

Στερέωμά μου γενοῦ,

ὁ θεμελιώσας τὴν γῆν ἐπὶ τῶν ὑδάτων,

ὅτι οὔκ ἐστιν Ἅγιος πλὴν σοῦ Κύριε.

Στερέωσον Δεσπότα Χριστὲ, Εἱρμὸς γ΄, Ἦχος α΄

Στερέωσον Δεσπότα Χριστέ,

τῷ Σταυρῷ σου ἐν πέτρᾳ με τῇ τῆς πίστεως

μὴ σαλευθῆναι τὸν νοῦν,

ἐχθροῦ προσβολαῖς τοῦ δυσμενοῦς,

μόνος γὰρ εἶ ἅγιος.

Στερέωσον Κύριε, Εἱρμὸς γ΄, Ἦχος α΄

Στερέωσον Κύριε, τὴν Ἐκκλησίαν σου,

ἢν ἐκτήσω τῇ δυνάμει τοῦ Σταυροῦ σου,

ἐν ᾧ ἐχθρὸν ἐθριάμβευσας,

καὶ ἐφώτισας τὴν Οἰκουμένην.

Στερέωσόν με Χριστὲ, Εἱρμὸς γ΄, Ἦχος α΄

Στερέωσόν με Χριστέ,

ἐπὶ τὴν ἄσειστον πέτραν τῶν ἐντολῶν σου,

καὶ φώτισον με φωτὶ τοῦ προσώπου σου·

οὔκ ἐστι γὰρ Ἅγιος, πλὴν σοῦ φιλάνθρωπε.

Σὺν τῷ θαυμασίῳ στὰς, Εἱρμὸς δ΄, Ἦχος α΄

Σὺν τῷ θαυμασίῳ στάς, Ἀββακούμ,

ἐπὶ τῆς θείας φυλακῆς σου Γρηγόριε,

καὶ τὸν ἐπ ὤμων Χερουβὶμ κατανοήσας,

τῆς παγκοσμίου γέγονας μυητὴς σωτηρίας,

ἀεὶ κραυγάζων, Κύριε,

δόξα τῇ δυνάμει σου.

Σὺν τῷ Ἰωνᾷ βοῶμεν, Εἱρμὸς ς΄, Ἦχος α΄

Σὺν τῷ Ἰωνᾷ βοῶμέν σοι Κύριε,

μετὰ φωνῆς αἰνέσεως δεόμενοι, ἀνάγαγε

ἐκ φθορᾶς τὴν ζωὴν ἡμῶν.

Τὰς ἀλγηδόνας τῶν Ἁγίων, κάθισμα, Ἦχος α΄

Τὰς ἀλγηδόνας τῶν Ἁγίων,

ἃς ὑπὲρ σοῦ ἔπαθον,

δυσωπήθητι Κύριε,

καὶ πάσας ἡμῶν τὰς ὀδύνας,

ἴασαι φιλάνθρωπε δεόμεθα.

Τῇ πρεσβείᾳ Κύριε, ἀπόστιχον, Ἦχος α΄

Τῇ πρεσβείᾳ Κύριε,

πάντων τῶν Ἁγίων,

καὶ τῆς Θεοτόκου,

τὴν σὴν εἰρήνην δὸς ἡμῖν,

καὶ ἐλέησον ἡμᾶς,

ὡς μόνος οἰκτίρμων.

Τὴν ζωοδόχον πηγὴν, Εἱρμὸς θ΄, Ἦχος α΄

Τὴν ζωοδόχον πηγὴν τὴν ἀέναον,

τὴν φωτοφόρον λυχνίαν τὴν πάγχρυσον,

τὸν ναὸν τὸν ἔμψυχον,

τὴν σκηνὴν τὴν ἄχραντον,

τοῦ οὐρανοῦ καὶ τῆς γῆς τὴν πλατυτέραν,

τὴν Θεοτόκον ἐν ὕμνοις τιμήσωμεν.

Τὴν σὴν εἰρήνην, Εἱρμὸς ε΄, Ἦχος α΄

Τὴν σὴν εἰρήνην δὸς ἡμῖν, Υἱὲ τοῦ Θεοῦ,

ἄλλον γὰρ ἐκτός σου,

Θεὸν οὐ γινώσκομεν,

τὸ ὄνομά σου ὀνομάζομεν,

ὅτι Θεὸς ζώντων,

καὶ τῶν νεκρῶν ὑπάρχεις.

Τὴν φωτοφόρον νεφέλην, Εἱρμὸς θ΄, Ἦχος α΄

Τὴν φωτοφόρον νεφέλην,

ἐν ᾗ ὁ πάντων Δεσπότης,

ὡς ὑετὸς ἐξ οὐρανοῦ,

ἐπὶ πόκον κατῆλθε,

καὶ ἐσαρκώθη δι’ ἡμᾶς,

γενόμενος ἄνθρωπος, ὁ ἄναρχος,

μεγαλύνωμεν πάντες, ὡς Μητέρα

τοῦ Θεοῦ ἡμῶν ἁγνήν.

Τῆς ἐρήμου πολίτης, ἀπολυτίκιον, Ἦχος α΄

Τῆς ἐρήμου πολίτης καὶ ἐν σώματι ἄγγελος

καὶ θαυματουργὸς ἀνεδείχθης

θεοφόρε πατὴρ ἡμῶν (Κυριακὲ)

νηστείᾳ, ἀγρυπνίᾳ, προσευχῇ,

οὐράνια χαρίσματα λαβὼν·

θεραπεύεις τοὺς νοσοῦντας

καὶ τὰς ψυχὰς τῶν πίστει προστρεχόντων σοι.

Δόξα τῷ δεδωκότι σοι ἰσχύν,

δόξα τῷ σὲ στεφανώσαντι,

δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.

Τὸ θεῖον καὶ ἄρρητον κάλλος, Εἱρμὸς ε΄, Ἦχος α΄

Τὸ θεῖον καὶ ἄρρητον κάλλος,

τῶν ἀρετῶν σου Χριστὲ διηγήσομαι·

ἐξ ἀϊδίου γὰρ δόξης συναΐδιον,

καὶ ἐνυπόστατον λάμψας ἀπαύγασμα,

Παρθενικῆς ἀπὸ γαστρός,

τοῖς ἐν σκότει καὶ σκιᾷ,

σωματωθεὶς ἀνέτειλας ἥλιος.

Τὸ φαεινὸν ἡμῖν ἑξανάτειλον, Εἱρμὸς ε΄, Ἦχος α΄

Τὸ φαεινὸν ἡμῖν ἑξανάτειλον,

φῶς τὸ ἀπρόσιτον,

τοῖς ὀρθρίζουσιν ἐπὶ τὰ κρίματα,

τῶν ἐντολῶν σου,

Δεσπότα φιλάνθρωπε,

Χριστὲ ὁ Θεὸς ἡμῶν.

Τὸν ἐν Σινᾷ τὴν βάτον, Εἱρμὸς η΄, Ἦχος α΄

Τὸν ἐν Σινᾷ τὴν βάτον καιομένην

ἄφλεκτον διαφυλάξαντα·

καὶ τοὺς παῖδας ἐν μέσῳ καιομένης φλογὸς

ρυσάμενον Θεόν·

ὑμνεῖτε, εὐλογεῖτε λαοὶ καὶ ὑπερυψοῦτε

αὐτὸν εἰς τοὺς αἰῶνας.

Τὸν ἐν σοφίᾳ τοὺς οὐρανοὺς, Εἱρμὸς η΄, Ἦχος α΄

Τὸν ἐν σοφίᾳ τοὺς οὐρανοὺς στερεώσαντα

καὶ ἐφ΄ὑδάτων τὴν γῆν ἑδράσαντα

καὶ τὴν κτίσιν πᾶσαν δημιουργήσαντα·

εὐλογεῖτε, ὑμνεῖτε ἱερεῖς τὸν Κύριον λαὸς ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.

Τὸν ἐν φλογὶ πυρὸς, Εἱρμὸς η΄, Ἦχος α΄

Τὸν ἐν φλογὶ πυρός,

καιομένης καμίνου

διαφυλάξαντα Παῖδας,

καὶ ἐν μορφῇ Ἀγγέλου

συγκαταβάντα τούτοις,

ὑμνεῖτε Κύριον,

καὶ ὑπερυψοῦτε,

εἰς πάντας τοὺς αἰῶνας.

Τὸν Προφήτην διέσωσας, Εἱρμὸς ς΄, Ἦχος α΄

Τὸν Προφήτην διέσωσας,

ἐκ τοῦ κήτους Φιλάνθρωπε,

κἀμὲ ἐκ τοῦ βυθοῦ τῶν πταισμάτων,

ἀνάγαγε δέομαι.

Τὸν Προφήτην Ἰωνᾶν, Εἱρμὸς ς΄, Ἦχος α΄

Τὸν προφήτην Ἰωνᾶν,

ἐκμιμούμενος βοῶ,

τὴν ζωήν μου ἀγαθέ,

ἐλευθέρωσον φθορᾶς, καὶ σῶσόν με,

Σωτὴρ τοῦ κόσμου κράζοντα, δόξα σοι.

Τὸν τάφον σου Σωτὴρ, κάθισμα, Ἦχος α΄

Τὸν τάφον σου Σωτήρ,

στρατιῶται τηροῦντες,

νεκροὶ τῇ ἀστραπῇ,

τοῦ ὀφθέντος Ἀγγέλου,

ἐγένοντο κηρύττοντος,

Γυναιξὶ τὴν Ἀνάστασιν,

σὲ δοξάζομεν,

τὸν τῆς φθορᾶς καθαιρέτην,

σοὶ προσπίπτομεν,

τῷ ἀναστάντι ἐκ τάφου,

καὶ μόνῳ Θεῷ ἡμῶν.

Τὸν τάφον σου Σωτὴρ, ἀπολυτίκιον, Ἦχος α΄

Τὸν τάφον σου Σωτήρ,

στρατιῶται τηροῦντες,

νεκροὶ τῇ ἀστραπῇ,

τοῦ ὀφθέντος Ἀγγέλου,

ἐγένοντο κηρύττοντος,

Γυναιξὶ τὴν Ἀνάστασιν,

σὲ δοξάζομεν,

τὸν τῆς φθορᾶς καθαιρέτην,

σοὶ προσπίπτομεν,

τῷ ἀναστάντι ἐκ τάφου,

καὶ μόνῳ Θεῷ ἡμῶν.

Τὸν τοὺς ὑμνολόγους ἐν καμίνῳ, Εἱρμὸς η΄, Ἦχος α΄

Τὸν τοὺς ὑμνολόγους ἐν καμίνῳ,

διαφυλάξαντα Παῖδας,

καὶ τὴν βροντῶσαν κάμινον,

μεταβαλόντα εἰς δρόσον,

Χριστὸν τὸν Θεὸν ὑμνεῖτε,

καὶ ὑπερυψοῦτε εἰς τοὺς αἰῶνας.

Τὸν τύπον τοῦ θείου Σταυροῦ, Εἱρμὸς ς΄, Ἦχος α΄

Τὸν τύπον τοῦ θείου Σταυροῦ Ἰωνᾶς

ἐν κοιλίᾳ τοῦ κήτους,

τεταμέναις παλάμαις, προδιεχάραξε καὶ ἀνέθορε

σεσωσμένος τοῦ θηρὸς τῇ δυνάμει σου Λόγε.

Τοῦ Γαβριὴλ φθεγξαμένου σοι, κάθισμα, Ἦχος α΄

Τοῦ Γαβριὴλ φθεγξαμένου σοι, Παρθένε τὸ Χαῖρε,

σὺν τῇ φωνῇ ἐσαρκοῦτο,

ὁ τῶν ὅλων Δεσπότης,

ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ,

ὡς ἔφη ὁ δίκαιος Δαυΐδ,

Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν,

βαστάσασα τὸν Κτίστην σου,

δόξα τῷ ἐνοικήσαντι ἐν σοί,

δόξα τῷ προελθόντι ἐκ σοῦ,

δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

Τοῦ λίθου σφραγισθέντος, κάθισμα, Ἦχος α΄

Τοῦ λίθου σφραγισθέντος ὑπὸ τῶν Ἰουδαίων,

καὶ στρατιωτῶν φυλασσόντων

τὸ ἄχραντόν σου Σῶμα,

ἀνέστης τριήμερος Σωτήρ,

δωρούμενος τῷ κόσμῳ τὴν ζωήν·

διὰ τοῦτο αἱ Δυνάμεις τῶν οὐρανῶν

ἐβόων σοι ζωοδότα.

Δόξα τῇ Ἀναστάσει σου Χριστέ,

δόξα τῇ βασιλείᾳ σου,

δόξα τῇ οἰκονομίᾳ σου, μόνε φιλάνθρωπε.

Τοὺς ἐν καμίνῳ Παῖδας, Εἱρμὸς ζ΄, Ἦχος α΄

Τοὺς ἐν καμίνῳ Παῖδάς σου Σωτήρ,

οὐχ ἥψατο οὐδὲ παρηνώχλησε τὸ πῦρ,

τότε οἱ τρεῖς ὡς ἐξ ἑνὸς στόματος,

ὕμνουν καὶ εὐλόγουν λέγοντες·

Εὐλογητὸς ὁ Θεός,

ὁ τῶν Πατέρων ἡμῶν.

Τοὺς τρεῖς μεγίστους, ἀπολυτίκιον, Ἦχος α΄

Τοὺς τρεῖς μεγίστους φωστῆρας τῆς τρισηλίου Θεότητος,

τοὺς τὴν οἰκουμένην ἀκτῖσι δογμάτων θείων πυρσεύσαντας∙

τοὺς μελιρρύτους ποταμοὺς τῆς σοφίας,

τούς τὴν κτίσιν πᾶσαν θεογνωσίας νάμασι καταρδεύσαντας∙

Βασίλειον τὸν μέγαν,

καὶ τὸν Θεολόγον Γρηγόριον,

σὺν τῷ κλεινῷ Ἰωάννῃ,

τῷ τὴν γλώτταν χρυσορρήμονι∙

πάντες οἱ τῶν λόγων αὐτῶν ἐρασταί,

συνελθόντες ὕμνοις τιμήσωμεν∙

αὐτοὶ γὰρ τῇ Τριάδι,

ὑπὲρ ὑμῶν ἀεὶ πρεσβεύουσιν.

Τύπον τῆς ἁγνῆς, Εἱρμὸς θ΄, Ἦχος α΄

Τύπον τῆς ἁγνῆς λοχείας σου,

πυρπολουμένη βάτος ἔδειξεν ἄφλεκτος,

καὶ νῦν καθ́ ἡμῶν,

τῶν πειρασμῶν ἀγριαίνουσαν,

κατασβέσαι αἰτοῦμεν τὴν κάμινον,

ἵνα σε Θεοτόκε,

ἀκαταπαύστως μεγαλύνωμεν.

Τῷ βοηθήσαντι Θεῷ, Εἱρμὸς α΄, Ἦχος α΄

Τῷ βοηθήσαντι Θεῷ,

ἐν Αἰγύπτῳ τῷ Μωσῇ,

καὶ δι» αὐτοῦ τὸν Φαραώ,

πανστρατιᾷ βυθίσαντι,

ἐπινίκιον ᾠδὴν ᾄσωμεν.

Ὅτι δεδόξασται.

Τῷ παντάνακτος ἐξεφαύλισαν, Ἰαμβικὸς ζ΄, Ἦχος α΄

Τῷ παντάνακτος ἐξεφαύλισαν πόθῳ,

Ἀπλητα θυμαίνοντος ἠγκιστρωμένοι,

Παῖδες τυράννου δύσθεον γλωσσαλγίαν,

Οἷς εἴκαθε πῦρ ἄσπετον, τῷ Δεσπότῃ,

Λέγουσιν· Εἰς αἰῶνας εὐλογητὸς εἶ.

Τῷ πρὸ τῶν αἰώνων, Εἱρμὸς γ΄, Ἦχος α΄

Τῷ πρὸ τῶν αἰώνων,

ἐκ Πατρὸς γεννηθέντι ἀρρεύστως Υἱῷ,

καὶ ἐπ» ἐσχάτων ἐκ Παρθένου,

σαρκωθέντι ἀσπόρως,

Χριστῷ τῷ Θεῷ βοήσωμεν·

Ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν,

Ἅγιος εἶ Κύριε.

Τῶν οὐρανίων ταγμάτων, στιχηρόν, Ἦχος α΄

Τῶν οὐρανίων ταγμάτων τὸ ἀγαλλίαμα,

τῶν ἐπὶ γῆς ἀνθρώπων,

κραταιὰ προστασία,

ἄχραντε Παρθένε, σῶσον ἡμᾶς,

τοὺς εἰς σὲ καταφεύγοντας,

ὅτι ἐν σοὶ τάς ἐλπίδας μετὰ Θεόν,

Θεοτόκε ἀνεθέμεθα.

Ὑπῆλθον ὡς νυμφῶνα, Εἱρμὸς ζ΄, Ἦχος α΄

Ὑπῆλθον ὡς νυμφῶνα, τῆς καμίνου

τὴν φλόγα τὴν ἄστεκτον,

οἱ δι» εὐσέβειάν ποτε,

Παῖδες Ἅγιοι δειχθέντες σαφῶς,

καὶ συμφώνως ἀνυμνοῦντες, ὕμνον ἔμελπον.

Ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.

Ὕμνον σοι προσφέρομεν, Εἱρμὸς η΄, Ἦχος α΄

Ὕμνον σοι προσφέρομεν τῶν ἀσωμάτων,

ὥσπερ οἱ Παῖδες ἐν τῇ καμίνῳ,

καὶ ὑμνοῦντες λέγομεν,

εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Φλόγα δροσίζουσαν Ὁσίους, Εἱρμὸς η΄, Ἦχος α΄

Φλόγα δροσίζουσαν Ὁσίους,

δυσσεβεῖς δὲ καταφλέγουσαν,

Ἄγγελος Θεοῦ ὁ πανσθενής,

ἔδειξε Παισί,

ζωαρχικὴν δὲ πηγὴν εἰργάσατο τὴν Θεοτόκον,

φθορὰν θανάτου, καὶ ζωὴν

βλυστάνουσαν τοῖς μέλπουσι,

τὸν Δημιουργὸν μόνον ὑμνοῦμεν, οἱ λελυτρωμένοι,

καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

Φλογώσεως ὁ Παῖδας, Εἱρμὸς ζ΄, Ἦχος α΄

Φλογώσεως ὁ Παῖδας ῥυσάμενος σάρκα προσλαβόμενος,

ἦλθεν ἐπὶ γῆς καὶ Σταυρῷ προσηλωθείς,

σωτηρίαν ἡμῖν ἐδωρήσατο,

ὁ μόνος εὐλογητὸς τῶν Πατέρων

Θεός, καὶ ὑπερένδοξος.

Φωτίζου, φωτίζου, Εἱρμὸς θ΄, Ἦχος α΄

Φωτίζου, φωτίζου ἡ νέα Ἱερουσαλήμ·

ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε.

Χόρευε νῦν καὶ ἀγάλλου, Σιών,

σὺ δέ, ἁγνή, τέρπου, Θεοτόκε,

ἐν τῇ ἐγέρσει τοῦ τόκου σου.

Χαῖρε Παρθενίας, Εἱρμὸς θ΄, Ἦχος α΄

Χαίροις παρθενίας καύχημα, χαίρε Μῆτερ Ἄχραντε·

ἣν ἡ σύμπασα κτίσις θείαις ᾠδαῖς μεγαλύνομεν.

Χεῖρας ἐν τῷ λάκκῳ, Εἱρμὸς η΄, Ἦχος α΄

Χεῖρας ἐν τῷ λάκκῳ βληθεὶς τῶν λεόντων ποτὲ

ὁ μέγας ἐν Προφήταις σταυροειδῶς ἐκπετάσας

Δανιὴλ ἀβλαβὴς ἐκ τῆς τούτων καταβρώσεως σέσωσται,

εὐλογῶν Χριστὸν τὸν Θεὸν εἰς τοὺς αἰῶνας.

Χορὸς ἀγγελικὸς, κοντάκιον, ἀπολυτίκιον, Ἦχος α΄

Χορὸς Ἀγγελικός,

ἐκπληττέσθω τὸ θαῦμα,

βροτοὶ δὲ ταῖς φωναῖς,

ἀνακράξωμεν ὕμνον,

ὁρῶντες τὴν ἄφατον,

τοῦ Θεοῦ συγκατάβασιν·

ὂν γὰρ τρέμουσι, τῶν οὐρανῶν αἱ Δυνάμεις,

γηραλέαι νῦν, ἐναγκαλίζονται χεῖρες,

τὸν μόνον φιλάνθρωπον.

Χριστὸς γεννᾶται, Εἱρμὸς α΄, Ἦχος α΄

Χριστὸς γεννᾶται, δοξάσατε,

Χριστὸς ἐξ οὐρανῶν, ἀπαντήσατε,

Χριστὸς ἐπὶ γῆς, ὑψώθητε,

ᾄσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ,

καὶ ἐν εὐφροσύνῃ,

ἀνυμνήσατε λαοί,

ὅτι δεδόξασται.

Ὦ Μῆτερ Παρθένε, Εἱρμὸς θ΄, Ἦχος α΄

Ὦ Μῆτερ Παρθένε,

καὶ Θεοτόκε ἀψευδής,

ἡ τεκοῦσα ἀσπόρως,

Χριστὸν τὸν Θεὸν ἡμῶν,

τὸν ἐν Σταυρῷ ὑψωθέντα σαρκὶ,

σὲ οἱ πιστοί, ἅπαντες ἀξίως,

σὺν τούτῳ νῦν μεγαλύνομεν.

Ὢ τοῦ παραδόξου θαύματος, στιχηρόν, Ἦχος α΄

Ὢ τοῦ παραδόξου θαύματος!

ἡ πηγὴ τῆς ζωῆς,

ἐν μνημείῳ τίθεται,

καὶ κλῖμαξ πρὸς οὐρανόν,

ὁ τάφος γίνεται,

Εὐφραίνου Γεθσημανῆ,

τῆς Θεοτόκου τὸ ἅγιον τέμενος,

βοήσωμεν οἱ πιστοί,

τὸν Γαβριὴλ κεκτημένοι ταξίαρχον,

Κεχαριτωμένη χαῖρε,

μετὰ σοῦ ὁ Κύριος,

ὁ παρέχων τῷ κόσμῳ

διὰ σοῦ τὸ μέγα ἔλεος.

ᾨδὴν ἐπινίκιον, Εἱρμὸς α΄, Ἦχος α΄

ᾨδὴν ἐπινίκιον,

ᾄσωμεν πάντες,

Θεῷ τῷ ποιήσαντι,

θαυμαστὰ τέρατα,

βραχίονι ὑψηλῷ,

καὶ σώσαντι τὸν Ἰσραὴλ

ὅτι δεδόξασται.

Ἦχος β΄

Ἄβυσσος ἁμαρτημάτων, Εἱρμὸς ς΄, Ἦχος β΄

Ἄβυσσος ἁμαρτημάτων,

ἐκύκλωσέ με ἐσχάτη,

ἀλλ» ὡς τὸν Προφήτην Ἰωνᾶν,

ἀνάγαγε Κύριε, Κύριε,

ἐκ φθορᾶς τὴν ζωήν μου.

Ἄγγελος μὲν τὸ χαῖρε, στιχηρόν, Ἦχος β΄

Ἄγγελος μὲν τὸ Χαῖρε,

πρὸ τῆς σῆς συλλήψεως Κύριε,

τῇ Κεχαριτωμένῃ ἐκόμισεν,

Ἄγγελος δὲ τὸν λίθον τοῦ ἐνδόξου σοῦ μνήματος,

ἐν τῇ σῇ Ἀναστάσει ἐκύλισεν,

Ὁ μὲν ἀντὶ τῆς λύπης,

εὐφροσύνης σύμβολα μηνύων,

ὁ δὲ ἀντὶ θανάτου,

Δεσπότην ζωοδότην κηρύττων ἡμῖν.

Διὸ βοῶμέν σοι,

Εὐεργέτα τῶν ἁπάντων, Κύριε δόξα σοι.

Ἀκήκοα Κύριε τὴν ἔνδοξόν σου, Εἱρμὸς δ΄, Ἦχος β΄

Ἀκήκοα Κύριε τὴν ἔνδοξόν σου οικονομίαν

καὶ ἐδόξασα Φιλάνθρωπε

τὴν ἀκατάληπτόν σου δύναμιν.

Ἀκήκοε Κύριε φωνῇς σου, Εἱρμὸς δ΄, Ἦχος β΄

Ἀκήκοε Κύριε φωνῇς σου, ὂν εἶπας,

Φωνὴ βοῶντος ἐν ἐρήμῳ,

ὅτε ἐβρόντησας πολλῶν ἐπὶ ὑδάτων,

τῷ σῷ μαρτυρούμενος Υἱῷ,

ὅλος γεγονὼς τοῦ παρόντος, Πνεύματος δὲ ἐβόησε.

Σὺ εἶ Χριστός, Θεοῦ Σοφία καὶ Δύναμις.

Ἀνάρχου Γεννήτορος, Εἱρμὸς θ΄, Ἦχος β΄

Ἀνάρχου Γεννήτορος, Υἱὸς Θεὸς καὶ Κύριος,

σαρκωθεὶς ἐκ Παρθένου ἡμῖν ἐπέφανε,

τὰ ἐσκοτισμένα φωτίσαι, συναγαγεῖν τὰ ἐσκορπισμένα,

διὸ τὴν πανύμνητον,

Θεοτόκον μεγαλύνομεν.

Ἀναστὰς ἐκ τοῦ μνήματος, κάθισμα, Ἦχος β΄

Ἀναστὰς ἐκ τοῦ μνήματος,

καὶ τὰ δεσμὰ διαρρήξας τοῦ ᾍδου,

ἔλυσας τὸ κατάκριμα, τοῦ θανάτου Κύριε,

πάντας ἐκ τῶν παγίδων τοῦ ἐχθροῦ ῥυσάμενος,

ἐμφανίσας σεαυτὸν τοῖς, Ἀποστόλοις σου,

ἐξαπέστειλας αὐτοὺς ἐπὶ τὸ κήρυγμα,

καὶ δι» αὐτῶν τὴν εἰρήνην παρέσχες τῇ οἰκουμένῃ,

μόνε πολυέλεε.

Ἀναστὰς ὁ Ἰησοῦς, ἀπολυτίκιον, Ἦχος β΄

Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν,

ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος.

Ἀντιθεον πρόσταγμα, Εἱρμὸς ζ΄, Ἦχος β΄

Ἀντίθεον πρόσταγμα,

παρανομοῦντος τυράννου,

μετάρσιον τὴν φλόγα ἀνερρίπισε,

Χριστὸς δὲ ἐφήπλωσε,

θεοσεβέσι Παισί,

δρόσον τὴν τοῦ Πνεύματος,

ὁ ὢν εὐλογημένος, καὶ ὑπερένδοξος.

Ἀπορεῖ πᾶσα γλῶσσα, Εἱρμὸς θ΄, Ἦχος β΄

Ἀπορεῖ πᾶσα γλῶσσα,

εὐφημεῖν πρὸς ἀξίαν

ἰλιγγιᾷ δὲ νοῦς καὶ ὑπερκόσμιος,

ὑμνεῖν σε Θεοτόκε,

ὅμως ἀγαθὴ ὑπάρχουσα, τὴν πίστιν δέχου,

καὶ γὰρ τὸν πόθον οἶδας, τὸν ἔνθεον ἡμῶν·

σὺ γὰρ Χριστιανῶν εἶ προστάτις, σὲ μεγαλύνομεν.

Άσωμεν τώ Κυρίω, Εἱρμὸς α΄, Ἦχος β΄

ᾌσωμεν τῷ Κυρίῳ

τῷ ἐν θαλάσσῃ πάλαι λαὸν καθοδηγήσαντι

καὶ ἐν αυτῇ τὸν Φαραὼ πανστρατιᾷ βυθίσαντι

ᾠδὴν ἐπινίκιον ὅτι δεδόξασται.

Ἀρχιστράτηγε Θεοῦ, κοντάκιον, Ἦχος β΄

Ἀρχιστράτηγε Θεοῦ

λειτουργὲ θείας δόξης,

τῶν ἀνθρώπων ὁδηγὲ

καὶ ἀρχηγὲ ἀσωμάτων,

τὸ συμφέρον ἡμῖν πρέσβευε,

καὶ τὸ μέγα ἔλεος,

ὡς τῶν ἀσωμάτων Ἀρχιστράτηγος.

Ἄτριπτον ἀσυνήθη, Εἱρμὸς α΄, Ἦχος β΄

Ἄτριπτον ἀσυνήθη,

ἁβρόχως θαλαττίαν ἀνύσας τρίβον,

ὁ ἐκλεκτὸς ἐβόα Ἰσραήλ.

τῷ Κυρίῳ ᾄσωμεν,

ὅτι δεδόξασται.

Βάτος ἐν ὄρει πυράφλεκτος, Εἱρμὸς ζ΄, Ἦχος β΄

Βάτος ἐν ὄρει πυράφλεκτος,

καὶ δροσοβόλος κάμινος Χαλδαϊκή,

σαφῶς προγράφει σε Θεονυμφε·

τὸ γὰρ θεῖον ἄϋλον ἐν ὑλικῇ γαστρί,

πῦρ ἀφλέκτως ἐδέξω·

διὸ τῷ ἐκ σοῦ τεχθέντι κράζομεν·

Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Βυθοῦ ἀνεκάλυψε, Εἱρμὸς α΄, Ἦχος β΄

Βυθοῦ ἀνεκάλυψε πυθμένα

καὶ διὰ ξηρᾶς οἰκείους ἕλκει,

ἐν αὐτῷ κατακαλύψας ἀντιπάλους,

ὁ κραταιός,

ἐν πολέμοις Κύριος,

ὅτι δεδόξασται.

Βυθῷ ἁμαρτημάτων, Εἱρμὸς α΄, Ἦχος β΄

Βυθῷ ἁμαρτημάτων συνέχομαι ἀεί,

καὶ ἐν πελάγει τοῦ βίου χειμάζομαι,

ἀλλ» ὥσπερ τὸν Ἰωνᾶν ἐκ τοῦ θηρός,

κἀμὲ τῶν παθῶν ἀνάγαγε,

καὶ διάσωσον Σωτήρ.

Γυναῖκες ἀκουτίσθητε, ἑξαποστειλάριον, Ἦχος β΄

Γυναῖκες ἀκουτίσθητε,

φωνὴν ἀγαλλιάσεως,

Τύραννον ᾍδην πατήσας,

φθορᾶς ἐξήγειρα κόσμον,

δράμετε φίλοις εἴπατε,

τοῖς ἐμοῖς εὐαγγέλια·

βούλομαι γὰρ τὸ πλάσμα μου,

χαρὰν ἐκεῖθεν αὐγάσαι,

ἐξ ἧς προῆλθεν ἡ λύπη.

Δεῦτε λαοί, ᾄσωμεν, Εἱρμὸς α΄, Ἦχος β΄

Δεῦτε λαοί,

ᾄσωμεν ᾆσμα Χριστῷ τῷ Θεῷ,

τῷ διελόντι θάλασσαν, καὶ ὁδηγήσαντι,

τὸν λαὸν ὂν ἀνῆκε,

δουλείας Αἰγυπτίων,

ὅτι δεδόξασται.

Εἰκόνος χρυσῆς, Εἱρμὸς ζ΄, Ἦχος β΄

Εἰκόνος χρυσῆς,

ἐν πεδίῳ Δεηρᾷ λατρευομένης,

οἱ τρεῖς σου Παῖδες κατεφρόνησαν,

ἀθεωτάτου προστάγματος,

μέσον δὲ πυρὸς ἐμβληθέντες,

δροσιζόμενοι ἔψαλλον·

Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Εἰσακήκοα Κύριε, τὴν ἀκοὴν, Εἱρμὸς δ΄, Ἦχος β΄

Εἰσακήκοα Κύριε,

τὴν ἀκοὴν τῆς σῆς οἰκονομίας,

καὶ ἐδόξασά σε μόνε φιλάνθρωπε.

Ἐλευθέρα μὲν ἡ κτίσις, Ἰαμβικὸς η΄, Ἦχος β΄

Ἐλευθέρα μὲν ἡ κτίσις γνωρίζεται,

Υἱοὶ δὲ φωτός, οἱ πρὶν ἐσκοτισμένοι.

Μόνος στενάζει, τοῦ σκότους ὁ προστάτης.

Νῦν εὐλογείτω συντόνως τὸν αἴτιον·

Ἡ πρὶν τάλαινα τῶν Ἐθνῶν παγκληρία.

Ἐλήλυθας, ἐκ Παρθένου, Εἱρμὸς δ΄, Ἦχος β΄

Ἐλήλυθας, ἐκ Παρθένου

οὐ πρέσβυς οὐκ Ἄγγελος,

ἀλλ» αὐτὸς ὁ Κύριος,

σεσαρκωμένος, καὶ ἔσωσας,

ὅλον με τὸν ἄνθρωπον·

διὸ κραυγάζω σοι·

Δόξα τῇ δυνάμει σου Κύριε.

Ἐμεγάλυνας Χριστὲ, Εἱρμὸς θ΄, Ἦχος β΄

Ἐμεγάλυνας Χριστέ,

τὴν τεκοῦσάν σε Θεοτόκον,

ἀφ» ἧς ὁ Πλάστης ἡμῶν,

ὁμοιοπαθὲς ἡμῖν περιέθου σῶμα,

τὸ τῶν ἡμετέρων λυτήριον ἀμπλακημάτων·

ταύτην μακαρίζοντες,

πᾶσαι γενεαί σε μεγαλύνομεν.

Ἐν ἀβύσσῳ, Εἱρμὸς ς΄, Ἦχος β΄

Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος,

τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας σου,

ἐπικαλοῦμαι ἄβυσσον·

Ἐκ φθορᾶς ὁ Θεός με ἀνάγαγε.

Ἐν βυθῷ, Εἱρμὸς α΄, Ἦχος β΄

Ἐν βυθῷ κατέστρωσέ ποτε,

τὴν Φαραωνίτιδα,

πανστρατιὰν ἡ ὑπεροπλος δύναμις,

σαρκωθεὶς ὁ Λόγος δέ,

τὴν παμμόχθηρον ἁμαρτίαν ἐξήλειψεν,

ὁ δεδοξασμένος Κύριος·

ἐνδόξως γὰρ δεδόξασται.

Ἐν πέτρᾳ με, τῆς πίστεως, Εἱρμὸς γ΄, Ἦχος β΄

Ἐν πέτρᾳ με, τῆς πίστεως στερεώσας,

ἐπλάτυνας τὸ στόμα μου ἐπ’ ἐχθρούς μου·

ηὐφράνθη γὰρ τὸ πνεῦμά μου ἐν τῷ ψάλλειν.

Οὔκ ἐστιν Ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν,

καὶ οὔκ ἐστι δίκαιος, πλὴν σοῦ Κύριε.

Ἐν τῇ καμίνῳ τῇ τῶν Παίδων, Εἱρμὸς η΄, Ἦχος β΄

Ἐν τῇ καμίνῳ τῇ τῶν Παίδων,

προαπεικόνισάς ποτε,

τὴν σὴν Μητέρα Κύριε·

ὁ γὰρ τύπος τούτους πυρὸς ἐξείλετο,

ἀφλέκτως ἐμβατεύοντας,

ἢν ὑμνοῦμεν ἐμφανισθεῖσαν,

διὰ σοῦ τοῖς πέρασι σήμερον,

καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

Ἐξήνθησεν ἡ ἔρημος, Εἱρμὸς γ΄, Ἦχος β΄

Ἐξήνθησεν ἡ ἔρημος,

ὡσεὶ κρίνον Κύριε,

ἡ τῶν ἐθνῶν στειρεύουσα,

Ἐκκλησία τῇ παρουσίᾳ σου,

ἐν ᾗ ἐστερεώθη ἡ καρδία μου.

Εὐσπλαγχνίας ὑπάρχουσα, κάθισμα, Ἦχος β΄

Εὐσπλαγχνίας ὑπάρχουσα πηγή,

συμπαθείας ἀξίωσον ἡμᾶς πανύμνητε Θεοτόκε,

βλέψον εἰς λαὸν τὸν ἁμαρτήσαντα,

δεῖξον ὡς ἀεὶ τὴν δυναστείαν σου·

εἰς σὲ γὰρ ἐλπίζοντες,

τὸ Χαῖρε βοῶμέν σοι,

ὥς ποτε ὁ Γαβριήλ,

ὁ τῶν Ἀσωμάτων Ἀρχιστράτηγος.

Ἔφλεξε ῥείθρῳ, Ἰαμβικὸς ζ΄, Ἦχος β΄

Ἔφλεξε ῥείθρῳ τῶν δρακόντων τὰς κάρας.

Ὁ τῆς καμίνου τὴν μετάρσιον φλόγα,

Νέους φέρουσαν εὐσεβεῖς κατευνάσας,

Τὴν δυσκάθεκτον ἀχλὺν ἐξ ἁμαρτίας,

Ὅλην πλύνει δέ, τῇ δρόσῳ τοῦ Πνεύματος.

Ἔφριξε Παίδων εὐαγῶν, Εἱρμὸς η΄, Ἦχος β΄

Ἔφριξε Παίδων εὐαγῶν,

τὸ ὁμόστολον ψυχῆς ἄσπιλον σῶμα,

καὶ εἶξε τὸ τραφέν,

ἐν ἀπείρῳ ὕλῃ, ἀκάματον πῦρ.

Ἀειζώου δὲ ἐκμαρανθείσης φλογός,

διαιωνίζων ὕμνος ἀνεμέλπετο.

Τὸν Κύριον πάντα τὰ ἔργα ὑμνεῖτε,

καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ἐχθροῦ ζοφώδους, Ἰαμβικὸς ε΄, Ἦχος β΄

Ἐχθροῦ ζοφώδους καὶ βεβορβορωμένου,

Ἰὸν καθάρσει Πνεύματος λελουμένοι,

Νέαν προσωρμίσθημεν ἀπλανῆ τρίβον,

Ἄγουσαν ἀπρόσιτον εἰς θυμηδίαν,

Μόνοις προσιτήν, οἷς Θεὸς κατηλλάγη.

Ἡ ἐν οὐρανοῖς, Εἱρμὸς θ΄, Ἦχος β΄

Ἡ ἐν οὐρανοῖς εὐλογημένη

καὶ ἐπὶ γῆς δοξολογουμένη

χαῖρε Νύμφη ἀνύμφευτε.

Ἡ θεόκλητος Μάρτυς, στιχηρόν, Ἦχος β΄

Ἡ θεόκλητος Μάρτυς Βαρβάρα,

ἐν τῷ σταδίῳ πάσχουσα ἔλεγε·

Δεινὰ μὲν τὰ παρόντα κολαστήρια,

ὦ δικαστά,

οὐ προκρίνω δὲ ὅλως,

τῶν οὐρανίων τὰ ἐπίγεια·

διὰ τοῦτο τέμνετε, ξέετε τάς σάρκας,

πυρὶ παραδότε με,

χαίρουσα ἀπίω πρὸς τὸν Νυμφίον μου Χριστόν.

Ἧς ταῖς ἱκεσίαις Σωτήρ,

τὰ ἐλέη σου κατάπεμψον ἡμῖν,

καὶ σῶσον τοὺς τὴν ἄθλησιν αὐτῆς,

ἐκτελοῦντας πιστῶς.

Ἡ τὸν ἀχώρητον Θεὸν, Εἱρμὸς θ΄, Ἦχος β΄

Ἡ τὸν ἀχώρητον Θεόν,

ἐν γαστρὶ χωρήσασα,

καὶ χαρὰν τῷ κόσμῳ κυήσασα,

σὲ ὑμνοῦμεν, Παναγία Παρθένε.

Ἡ τὸν πρὸ ἡλίου φωστῆρα, Εἱρμὸς θ΄, Ἦχος β΄

Ἡ τὸν πρὸ ἡλίου φωστῆρα,

τὸν Θεὸν ἑξανατείλαντα,

σωματικῶς ἡμῖν ἐπιδημήσαντα,

ἐκ λαγόνων παρθενικῶν,

ἀφράστως σωματώσασα,

εὐλογημένη πάναγνε σὲ

Θεοτόκε μεγαλύνομεν.

Ἡ φωνὴ τοῦ λόγου, Εἱρμὸς ς΄, Ἦχος β΄

Ἡ φωνὴ τοῦ λόγου,

ὁ λύχνος τοῦ φωτός, ὁ ἑωσφόρος,

ὁ τοῦ Ἡλίου Πρόδρομος, ἐν τῇ ἐρήμῳ.

Μετανοεῖτε, πᾶσι βοᾷ

τοῖς λαοῖς, καὶ προκαθαίρεσθε·

ἰδοὺ γὰρ πάρεστι Χριστός,

ἐκ φθορᾶς τὸν κόσμον λυτρουμενος.

Ἥμαρτον εἰς σὲ Σωτήρ, ἀπόστιχον, Ἦχος β΄

Ἥμαρτον εἰς σὲ Σωτήρ,

ὡς ὁ ἄσωτος Υἱός,

δέξαι με Πάτερ μετανοοῦντα,

καὶ ἐλέησόν με ὁ Θεός.

Ἤχου ῥημάτων δεήσεως, Εἱρμὸς ς΄, Ἦχος β΄

Ἤχου ῥημάτων δεήσεως,

ἐκ κατωδύνου Δέσποτα, ψυχῆς

ἐπακούσας, τῶν δεινῶν με λύτρωσαι·

μόνος γὰρ εἶ τῆς ἡμῶν,

σωτηρίας πρόξενος.

Ἴδετε, Ἴδετε, Εἱρμὸς β΄, Ἦχος β΄

Ἴδετε, Ἴδετε, ὅτι ἐγώ εἰμι,

ὁ ἐν θαλάσσῃ σώσας,

καὶ ἐν ἐρήμῳ κορέσας,

Ἰσραηλίτην λαόν,

καὶ τὸ ὕδωρ ἐκ πέτρας πηγάσας τοῖς βροτοῖς,

ἵνα τὸν πάλαι τῇ φθορᾷ,

πεπτωκότα φορέσας, ἑλκύσω πρὸς ἐμαυτόν,

δι» ἄφατον ἔλεος.

Ἰησοῦς ὁ ζωῆς ἀρχηγὸς, Εἱρμὸς ε΄, Ἦχος β΄

Ἰησοῦς ὁ ζωῆς ἀρχηγός,

λῦσαι τὸ κατάκριμα ἤκει,

Ἀδὰμ τοῦ πρωτοπλάστου,

καθαρσίων δέ, ὡς Θεὸς μὴ δεόμενος,

τῷ πεσόντι καθαίρεται ἐν τῷ Ἰορδάνῃ,

ἐν ᾧ τὴν ἔχθραν κτείνας,

ὑπερέχουσαν, πάντα νοῦν

εἰρήνην χαρίζεται.

Ἱμερτὸν ἐξέφηνε σὺν πανολβίῳ, Ἰαμβικὸς ς΄, Ἦχος β΄

Ἱμερτὸν ἐξέφηνε σὺν πανολβίῳ,

Ἤχῳ Πατήρ, ὂν γαστρὸς ἐξηρεύξατο,

Ναί φησιν οὗτος, συμφυὴς γόνος πέλων,

Φώταυγος ἐξώρουσεν ἀνθρώπων γένους,

Λόγος τε μου ζῶν, καὶ βροτὸς προμηθείᾳ.

Ἰνδάλματος χρυσοῦ, Εἱρμὸς η΄, Ἦχος β΄

Ἰνδάλματος χρυσοῦ,

καταπτύσαντες τρισόλβιοι Νεανίαι,

τὴν ἀπαράλλακτον καὶ ζῶσαν Θεοῦ Εἰκόνα

τεθεαμένοι, μέσον τῆς φλογὸς ἀνέμελπον,

ἡ οὐσιωθεῖσα ὑμνείτω τὸν Κύριον, πᾶσα Κτίσις,

καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.

Ἰσχὺν ὁ διδοὺς, Εἱρμὸς γ΄, Ἦχος β΄

Ἰσχὺν ὁ διδοὺς τοῖς Βασιλεῦσιν ἡμῶν Κύριος,

καὶ κέρας χριστῶν αὐτοῦ ὑψῶν,

Παρθένου ἀποτίκτεται,

μολεῖ δὲ πρὸς τὸ Βάπτισμα·

διὸ πιστοὶ βοήσωμεν,

οὔκ ἐστιν Ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν,

καὶ οὔκ ἐστι δίκαιος πλὴν σοῦ Κύριε.

Κάμινός ποτε, Εἱρμὸς η΄, Ἦχος β΄

Κάμινός ποτε, πυρὸς ἐν Βαβυλῶνι,

τάς ἐνεργείας διεμέριζε,

τῷ θείῳ προστάγματι,

τοὺς Χαλδαίους καταφλέγουσα,

τοὺς δὲ πιστοὺς δροσίζουσα ψάλλοντας·

Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Μεσίτης Θεοῦ, Εἱρμὸς ε΄, Ἦχος β΄

Μεσίτης Θεοῦ,

καὶ ἀνθρώπων γέγονας, Χριστὲ ὁ Θεός·

διὰ σοῦ γὰρ Δέσποτα,

τὴν πρὸς τὸν ἀρχίφωτον Πατέρα σου,

ἐκ νυκτὸς ἀγνωσίας,

προσαγωγὴν ἐσχήκαμεν.

Μυστήριον παράδοξον, Εἱρμὸς η΄, Ἦχος β΄

Μυστήριον παράδοξον,

ἡ Βαβυλῶνος ἔδειξε κάμινος,

πηγάσασα, δρόσον,

ὅτι ῥείθροις ἔμελλεν,

ἄϋλον πῦρ εἰσδέχεσθαι ὁ Ἰορδάνης,

καὶ στέγειν σαρκί,

βαπτιζόμενον τὸν Κτίστην,

ὂν εὐλογοῦσι Λαοί,

καὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.

Νέους εὐσεβεῖς, Εἱρμὸς ζ΄, Ἦχος β΄

Νέους εὐσεβεῖς,

καμίνῳ πυρὸς προσομιλήσαντας,

διασυρίζον πνεῦμα δρόσου, ἀβλαβεῖς διεφύλαξε,

καὶ θείου Ἀγγέλου συγκατάβασις·

ὅθεν ἐν φλογὶ δροσιζόμενοι,

εὐχαρίστως ἀνέμελπον.

Ὑπερύμνητε,

ὁ τῶν Πατέρων Κύριος,

καὶ Θεὸς εὐλογητὸς εἶ.

Ὁ ἄνθραξ τῷ Ἠσαΐᾳ, Εἱρμὸς ε΄, Ἦχος β΄

Ὁ ἄνθραξ τῷ Ἡσαΐᾳ, προοφθείς,

Ἥλιος παρθενικῆς ἀπὸ γαστρὸς ἀνέτειλε,

τοῖς ἐν σκότει πεπλανημένοις,

καὶ θεογνωσίας φωτισμὸν δωρούμενος.

Ὁ εὐσχήμων Ἰωσὴφ, κάθισμα, Ἦχος β΄

Ὁ εὐσχήμων Ἰωσήφ, ἀπὸ τοῦ ξύλου καθελὼν

τὸ ἄχραντον σου Σῶμα,

σινδόνι καθαρᾷ, εἱλήσας καὶ ἀρώμασιν,

ἐν μνήματι καινῷ κηδεύσας ἀπέθετο.

Ο σοφίσας υπερ ρήτορας, κάθισμα, Ἦχος β΄

Ὁ σοφίσας ὑπέρ ῥήτορας τοὺς ἁλιεῖς

καὶ ἐκπέμψας ὑπὲρ κήρυκας πάσῃ τῇ γῇ τῇ

ἀφάτῳ φιλανθρωπίᾳ σου Χριστὲ ὁ Θεός,

δι΄αὐτῶν κραταίωσον τὴν Ἐκκλησίαν σου

καὶ τοῖς πιστοῖς κατάπεμψον τὴν εὐλογίαν σου

ὁ μόνος ἐλεήμων καὶ φιλάνθρωπος.

Ὁ τὴν κάμινον πάλαι, Εἱρμὸς ζ΄, Ἦχος β΄

Ὁ τὴν κάμινον πάλαι παφλάζουσαν σβέσαι

καὶ τοὺς παῖδας τῷ ὄμβρῳ τοῦ πνεύματος δροσίσας,

εὐλογητὸς εἶ ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Ὁ τοῦ φωτὸς χορηγὸς, Εἱρμὸς ε΄, Ἦχος β΄

Ὁ τοῦ φωτὸς χορηγός,

καὶ τῶν αἰώνων ποιητὴς Κύριος,

ἐν τῷ φωτὶ τῶν σῶν προσταγμάτων,

ὁδήγησον ἡμᾶς·

ἐκτός σοῦ γὰρ ἄλλον,

Θεὸν οὐ γινώσκομεν.

Ὁ φωτισμὸς, Εἱρμὸς ε΄, Ἦχος β΄

Ὁ φωτισμός, τῶν ἐν σκότει κειμένων, ἡ σωτηρία,

τῶν ἀπεγνωσμένων Χριστὲ Σωτήρ μου

πρὸς σὲ ὀρθρίζω, Βασιλεῦ τῆς εἰρήνης,

φώτισόν με τῇ ἐπιλάμψει σου·

ἄλλον γὰρ ἐκτός σου Θεὸν οὐκ ἐπίσταμαι.

Οἶκος τοῦ Ἐφραθᾶ, ἀπόστικον, Ἦχος β΄

Οἶκος τοῦ Ἐφραθᾶ,

ἡ Πόλις ἡ ἁγία,

τῶν Προφητῶν ἡ δόξα,

εὐτρέπισον τὸν οἶκον,

ἐν ᾧ τὸ θεῖον τίκτεται.

Ὅλος ὑπάρχεις ἔφεσις, Εἱρμὸς θ΄, Ἦχος β΄

Ὅλος ὑπάρχεις ἔφεσις,

ὅλος γλυκασμός,

Λόγε Θεοῦ,

Παρθένου Υἱέ,

Θεὲ Θεῶν Κύριε,

Ἁγίων Ὑπεράγιε,

διό σε ἅπαντες σὺν τῇ τεκούσῃ μεγαλύνομεν.

Ὁ σκιόγραφον ἀχλὺν, Εἱρμὸς ε΄, Ἦχος β΄

Ὁ σκιόγραφον ἀχλύν,

αἰνιγμάτων σκεδάσας,

καὶ τῶν πιστῶν ἐκβάσει τῆς ἀληθείας,

διὰ τῆς θεόπαιδος,

καταυγάσας τάς καρδίας,

καὶ ἡμᾶς τῷ φωτί σου

Χριστὲ καθοδήγησον.

Ὅσοι παλαιῶν ἐκλελύμεθα, Ἰαμβικὸς γ΄, Ἦχος β΄

Ὅσοι παλαιῶν ἐκλελύμεθα βρόχων,

βορῶν λεόντων συντεθλασμένων μύλας,

ἀγαλλιῶμεν, καὶ πλατύνωμεν στόμα,

Λόγῳ πλέκοντες ἐκ λόγων μελῳδίαν,

ᾯ τῶν πρὸς ἡμᾶς ἥδεται δωρημάτων.

Ὅτε ἐκ τοῦ ξύλου σε νεκρὸν, στιχηρόν, Ἦχος β΄

Ὅτε ἐκ τοῦ ξύλου σε νεκρόν,

ὁ Ἀριμαθαίας καθεῖλε,

τὴν τῶν ἁπάντων ζωήν,

σμύρνῃ καὶ σινδόνι σε Χριστὲ ἐκήδευσε,

καὶ τῷ πόθῳ ἠπείγετο,

καρδίᾳ, καὶ χείλει,

σῶμα τὸ ἀκήρατον, σοῦ περιπτύξασθαι,

ὅμως συστελλόμενος φόβῳ,

χαίρων ἀνεβόα σοι· Δόξα,

τῇ συγκαταβάσει σου Φιλάνθρωπε.

Ὅτε κατῆλθες πρὸς τὸν θάνατον, ἀπολυτίκιον, Ἦχος β΄

Ὅτε κατῆλθες πρὸς τὸν θάνατον,

ἡ ζωὴ ἡ ἀθάνατος,

τότε τὸν ᾍδην ἐνέκρωσας,

τῇ ἀστραπῇ τῆς Θεότητος·

ὅτε δὲ καὶ τοὺς τεθνεῶτας ἐκ τῶν καταχθονίων ἀνέστησας,

πᾶσαι αἱ Δυνάμεις τῶν ἐπουρανίων ἐκραύγαζον·

Ζωοδότα Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Πάντας ὑπερβάλλω, στιχηρόν, Ἦχος β΄

Πάντας ὑπερβάλλω τῇ ἁμαρτίᾳ,

τίνι μαθητεύσω τῇ μετανοίᾳ;

ἐὰν στενάξω ὡς ὁ Τελώνης,

νομίζω βαρεῖν τοὺς οὐρανούς,

ἐὰν δακρύσω καθὼς ἡ Πόρνη,

μιαίνω τοῖς δάκρυσι τὴν γῆν·

ἀλλὰ δός μοι τὴν ἄφεσιν τῶν ἁμαρτιῶν,

ὁ Θεὸς καὶ ἐλέησόν με.

Ποίοις εὐφημιῶν στέμμασιν, στιχηρόν, Ἦχος β΄

Ποίοις εὐφημιῶν στέμμασιν,

ἀναδήσωμεν Πέτρον καὶ Παῦλον;

τοὺς διῃρημένους τοῖς σώμασι,

καὶ ἡνωμένους τῷ Πνεύματι,

τοὺς θεοκηρύκων πρωτοστάτας,

τὸν μέν, ὡς τῶν Ἀποστόλων προεξάρχοντα,

τὸν δέ, ὡς ὑπὲρ τοὺς ἄλλους κοπιάσαντα·

τούτους γὰρ ὄντως ἀξίως,

ἀθανάτου δόξης,

διαδήμασι στεφανοῖ,

Χριστὸς ὁ Θεὸς ἡμῶν,

ὁ ἔχων τὸ μέγα ἔλεος.

Πρὸς Κύριον ἐκ κήτους, Εἱρμὸς ς΄, Ἦχος β΄

Πρὸς Κύριον ἐκ κήτους ὁ Ἰωνᾶς ἐβόησε·

Σύ με ἀνάγαγε,

ἐκ πυθμένος ᾍδου δέομαι,

ἵνα ὡς λυτρωτῇ,

ἐν φωνῇ αἰνέσεως,

ἀληθείας τε πνεύματι θύσω σοι.

Προσέχετε λαοί, Εἱρμὸς β΄, Ἦχος β΄

Προσέχετε λαοί, τὰ τεράστια τῶν ἔργων,

τῆς θείας μου δυναστείας,

καὶ ἐν τούτῳ ἐπιγνώσεσθε,

ὅτι μόνος ἐγώ εἰμι Θεὸς τοῦ παντός.

Προσέχετε λαός μου τῷ νόμῳ μου, Εἱρμὸς β΄, Ἦχος β΄

Προσέχετε λαός μου τῷ νόμῳ μου,

κλίνατε τὸ οὖς ὑμῶν,

εἰς τὰ ῥήματα τοῦ στόματός μου,

ὅτι τὸ ὄνομά σου Κύριε ἐκάλεσα.

Προστασία τῶν Χριστιανῶν, κάθισμα, Ἦχος β΄

Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε,

μεσιτεία πρὸς τὸν Ποιητὴν ἀμετάθετε.

Μὴ παρίδῃς ἁμαρτωλῶν δεήσεων φωνάς,

ἀλλὰ πρόφθασον, ὡς ἀγαθή,

εἰς τὴν βοήθειαν ἡμῶν,

τῶν πιστῶς κραυγαζόντων σοι·

Τάχυνον εἰς πρεσβείαν,

καὶ σπεῦσον εἰς ἱκεσίαν,

ἡ προστατεύουσα ἀεί,

Θεοτόκε, τῶν τιμώντων σε.

Προφῆτα καὶ προόπτα τῶν μεγαλουργιῶν, κοντάκιον, Ἦχος β΄

Προφῆτα καὶ προόπτα τῶν μεγαλουργιῶν τοῦ Θεοῦ,

Ἠλία μεγαλώνυμε,

ὁ τῷ φθέγματί σου στήσας τὰ ὑδατόρρυτα νέφη,

πρέσβευε ὑπὲρ ἡμῶν,

πρὸς τὸν μόνον φιλάνθρωπον.

Πυρσῷ καθαρθεὶς μυστικῆς, Ἰαμβικὸς δ΄, Ἦχος β΄

Πυρσῷ καθαρθεὶς μυστικῆς θεωρίας,

Ὑμνῶν Προφήτης τὴν βροτῶν καινουργίαν,

Ῥήγνυσι γῆρυν, Πνεύματι κροτουμένην,

Σάρκωσιν ἐμφαίνουσαν ἀρρήτου Λόγου,

Ὢ τῶν δυναστῶν τὰ κράτη συνετρίβη.

Ῥῆμα τυράννου, Εἱρμὸς η΄, Ἦχος β΄

Ῥῆμα τυράννου, ἐπεὶ ὑπερίσχυσεν,

ἑπταπλασίως κάμινος, ἐξεκαύθη ποτέ,

ἐν ᾗ Παῖδες οὐκ ἐφλέχθησαν,

Βασιλέως πατήσαντες δόγμα,

ἀλλ» ἐβόων·

Πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε,

καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ῥήτορες ἀνεδείχθησαν Παῖδες, Εἱρμὸς ζ΄, Ἦχος β΄

Ῥήτορες ἀνεδείχθησαν Παῖδες,

φιλοσοφώτατοί ποτε·

ἐκ θεολήπτου ψυχῆς γάρ,

θεολογοῦντες χείλεσιν ἔμελπον,

ὁ ὑπέρθεος τῶν Πατέρων,

καὶ ἡμῶν Θεὸς εὐλογητὸς εἶ.

Σαρκὶ ὑπνώσας ὡς θνητὸς, ἑξαποστειλάριον, Ἦχος β΄

Σαρκὶ ὑπνώσας ὡς θνητός,

ὁ Βασιλεὺς καὶ Κύριος,

τριήμερος ἐξανέστης,

Ἀδὰμ ἐγείρας ἐκ φθορᾶς,

καὶ καταργήσας θάνατον,

Πάσχα τῆς ἀφθαρσίας,

τοῦ κόσμου σωτήριον.

Σὲ τὴν νοητήν, Εἱρμὸς θ΄, Ἦχος β΄

Σὲ τὴν νοητήν, καὶ ἔμψυχον κλίμακα,

ἐν ᾗ ὁ Θεὸς ἡμῶν ἐπεστήρικτο,

δι» οὗ τὴν πρὸς οὐρανὸν εὕρομεν ἄνοδον,

ὕμνοις ἀσιγήτοις μεγαλύνομεν.

Σήμερον ὁ Χριστὸς, στιχηρόν, Ἦχος β΄

Σήμερον ὁ Χριστός,

ἐν Βηθλεὲμ γεννᾶται ἐκ Παρθένου.

Σήμερον ὁ ἄναρχος ἄρχεται,

καὶ ὁ Λόγος σαρκοῦται.

Αἱ δυνάμεις τῶν οὐρανῶν ἀγάλλονται,

καὶ ἡ γῆ σὺν τοῖς ἀνθρώποις εὐφραίνεται.

Οἱ Μάγοι τὰ δῶρα προσφέρουσιν,

οἱ Ποιμένες τὸ θαῦμα κηρύττουσιν,

ἡμεῖς δὲ ἀκαταπαύστως βοῶμεν·

Δόξα ἐν ὑψίστοις Θεῷ,

καὶ ἐπὶ γῆς εἰρήνη,

ἐν ἀνθρώποις εὐδοκία.

Σταυρωθήτω έκραζον, στιχηρόν, Ἦχος β΄

Σταυρωθήτω ἔκραζον,

οἱ τῶν σῶν χαρισμάτων ἀεὶ ἐντρυφῶντες,

καὶ κακοῦργον ἀντ» εὐεργέτου,

ᾐτοῦντο λαβεῖν,

οἱ τῶν δικαίων φονευταί,

ἐσιώπας δὲ Χριστέ,

φέρων αὐτῶν τὴν προπέτειαν,

παθεῖν θέλων, καὶ σῶσαι ἡμᾶς ὡς φιλάνθρωπος.

Σταυρός, ὁ φύλαξ πάσης, ἑξαποστειλάριον, Ἦχος β΄

Σταυρός, ὁ φύλαξ πάσης τῆς οἰκουμένης,

Σταυρός, ἡ ὡραιότης τῆς Ἐκκλησίας,

Σταυρός, Βασιλέων τὸ κραταίωμα,

Σταυρός, Πιστῶν τὸ στήριγμα,

Σταυρός, Ἀγγέλων ἡ δόξα,

καὶ τῶν δαιμόνων τὸ τραῦμα.

Στειρωθέντα μου τὸν νοῦν, Εἱρμὸς γ΄, Ἦχος β΄

Στειρωθέντα μου τὸν νοῦν,

καρποφόρον ὁ Θεὸς ἀνάδειξόν με,

γεωργὲ τῶν καλῶν,

φυτουργὲ τῶν ἀγαθῶν, τῇ εὐσπλαγχνίᾳ σου.

Στερέωσον ἡμᾶς ἐν σοὶ Κύριε, Εἱρμὸς γ΄, Ἦχος β΄

Στερέωσον ἡμᾶς ἐν σοὶ Κύριε,

ὁ ξύλῳ νεκρώσας τὴν ἁμαρτίαν,

καὶ τὸν φόβον σου ἐμφύτευσον,

εἰς τάς καρδίας ἡμῶν τῶν ὑμνούντων σε.

Στίβει θαλάσσης, Ἰαμβικὸς α΄, Ἦχος β΄

Στίβει θαλάσσης, κυματούμενον σάλον,

Ἤπειρον αὖθις, Ἰσραὴλ δεδειγμένον,

Μέλας δὲ πόντος, τριστάτας Αἰγυπτίων,

Ἔκρυψεν ἄρδην, ὑδατόστρωτος τάφος,

Ῥώμῃ κραταιᾷ, δεξιᾶς τοῦ Δεσπότου.

Σὺ τῷ λόγῳ σου Κύριε, Εἱρμὸς γ΄, Ἦχος β΄

Σὺ τῷ λόγῳ σου Κύριε

οὺρανοὺς ἐστερέωσας·

σὺ καὶ τὴν ἐμὴν ἐν τῇ πίστει

καρδίαν στερέωσον.

Τὰ ἄνω ζητῶν, κοντάκιον, Ἦχος β΄

Τὰ ἄνω ζητῶν,

τοῖς κάτω συναπτόμενος,

καὶ ἅρμα πυρός,

τὸν στῦλον ἐργασάμενος,

δι» αὐτοῦ συνόμιλος,

τῶν Ἀγγέλων γέγονας Ὅσιε,

σὺν αὐτοῖς Χριστῷ τῷ Θεῷ,

πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.

Τὰ μεγαλεῖά σου Παρθένε, κοντάκιον, Ἦχος β΄

Τὰ μεγαλεῖά σου Παρθένε τίς διηγήσεται;

βρύεις γὰρ θαύματα, καὶ πηγάζεις ἰάματα,

καὶ πρεσβεύεις ὑπὲρ τῶν ψυχῶν ἡμῶν,

ὡς θεολόγος καὶ φίλος Χριστοῦ.

Τὰ Χερουβεὶμ μιμούμενοι, Εἱρμὸς ζ΄, Ἦχος β΄

Τὰ Χερουβεὶμ μιμούμενοι,

Παῖδες ἐν τῇ καμίνῳ

ἐχόρευον βοῶντες·

Εὐλογητὸς εἶ ὁ Θεός,

ὅτι ἐν ἀληθείᾳ καὶ κρίσει

ἐπήγαγες, ταῦτα πάντα

διὰ τάς ἁμαρτίας ἡμῶν,

ὁ ὑπερύμνητος, καὶ δεδοξασμένος,

εἰς πάντας τοὺς αἰῶνας.

Τὴν ἁγνὴν καὶ ἄχραντον, Εἱρμὸς θ΄, Ἦχος β΄

Τὴν ἁγνὴν καὶ ἄχραντον, Μητέρα καὶ Παρθένον,

ᾠδαῖς ᾀσμάτων ἅπαντες οἱ πιστοί,

εὐσεβῶς ὡς Θεοτόκον μεγαλύνομεν.

Τὴν ἀχλὺν τῆς ψυχῆς μου, Εἱρμὸς ε΄, Ἦχος β΄

Τὴν ἀχλὺν τῆς ψυχῆς μου,

Σωτήρ μου διασκεδάσας,

τῷ φωτὶ τῶν ἐντολῶν σου καταύγασόν με,

ὡς μόνος τῆς εἰρήνης Βασιλεύς.

Τὴν ἄχραντον Εἰκόνα σου, ἀπολυτίκιον, Ἦχος β΄

Τὴν ἄχραντον Εἰκόνα σου προσκυνοῦμεν Ἀγαθὲ

αἰτούμενοι συγχώρησιν τῶν πταισμάτων ἡμῶν Χριστὲ ὁ Θεὸς·

βουλήσει γὰρ ηὐδόκησας σαρκὶ ἀνελθεῖν ἐν τῷ Σταυρῷ,

ἵνα ῥύσῃ οὓς ἔπλασας ἐκ τῆς δουλείας τοῦ ἐχθροῦ·

ὅθεν εὐχαρίστως βοῶμέν σοι·

χαρᾶς ἐπλήρωσας τὰ πάντα, ὁ Σωτὴρ ἡμῶν,

παραγενόμενος εἰς τὸ σῶσαι τὸν κόσμον.

Τὴν ἐκ παρθένου σου, Εἱρμὸς δ΄, Ἦχος β΄

Τὴν ἐκ παρθένου σου γέννησιν,

ὁ Προφήτης προβλέπων,

ἀνεκήρυττε βοῶν·

Τὴν ἀκοήν σου ἀκήκοα, καὶ ἐφοβήθην,

ὅτι ἀπὸ Θαιμάν,

καὶ ἐξ ὄρους ἁγίου κατασκίου,

ἐπεδήμησας Χριστέ.

Τὴν Μωσέως ᾠδὴν, Εἱρμὸς α΄, Ἦχος β΄

Τὴν Μωσέως ᾠδήν,

ἀναλαβοῦσα βόησον ψυχή,

βοηθὸς καὶ σκεπαστής,

ἐγένετό μοι εἰς σωτηρίαν,

οὗτός μου Θεός, καὶ δοξάσω αὐτόν.

Τὴν παρθενίαν σου, Εἱρμὸς θ΄, Ἦχος β΄

Τὴν παρθενίαν σου

Θεοτόκε ἀμίαντε,

ἣν οὐ κατέφλεξε,

τὸ πῦρ τῆς Θεότητος,

ὕμνοις ἀσιγήτοις μεγαλύνομεν.

Τὴν ὑπερφυῶς σαρκὶ, Εἱρμὸς θ΄, Ἦχος β΄

Τὴν ὑπερφυῶς σαρκί,

συλλαβοῦσαν ἐν γαστρί,

τὸν ἐκ Πατρὸς ἀχρόνως,

προεκλάμψαντα Λόγον,

ἐν ὕμνοις ἀσιγήτοις,

μεγαλύνωμεν πιστοί.

Τὴν φωνήν σοι προσάγομεν, μακαρισμός, Ἦχος β΄

Τὴν φωνήν σοι προσάγομεν,

τοῦ Λῃστοῦ καὶ βοῶμέν σοι·

Μνήσθητι ἡμῶν Σωτήρ,

ἐν τῇ Βασιλείᾳ σου.

Τῆς νυκτὸς διελθούσης, Εἱρμὸς ε΄, Ἦχος β΄

Τῆς νυκτὸς διελθούσης,

ἤγγικεν ἡ ἡμέρα,

καὶ τὸ φῶς τῷ κόσμῳ ἐπέλαμψε·

διὰ τοῦτο ὑμνεῖ σε

τάγματα Ἀγγέλων

καὶ δοξολογεῖ σε Χριστὲ ὁ Θεός.

Τῆς πίστεως, ἐν πέτρᾳ, Εἱρμὸς γ΄, Ἦχος β΄

Τῆς πίστεως, ἐν πέτρᾳ με στερεώσας,

ἐπλάτυνας τὸ στόμα μου ἐπ» ἐχθρούς μου·

ηὐφράνθη γὰρ τὸ πνεῦμά μου ἐν τῷ ψάλλειν.

Οὔκ ἐστιν ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν,

καὶ οὔκ ἐστι δίκαιος, πλὴν σοῦ Κύριε.

Τὸ Χαῖρε ταῖς Μυροφόροις φθεγξάμενος, κοντάκιον, Ἦχος β΄

Τὸ Χαῖρε ταῖς Μυροφόροις φθεγξάμενος,

τὸν θρῆνον τῆς προμήτορος Εὕας κατέπαυσας,

τῇ Ἀναστάσει σου, Χριστὲ ὁ Θεός,

τοῖς Ἀποστόλοις δὲ τοῖς σοῖς κηρύττειν ἐπέταξας,

ὁ Σωτὴρ ἐξανέστη τοῦ μνήματος.

Τοῖς Μαθηταῖς συνέλθωμεν, ἐξαποστειλάριον, Ἦχος β΄

Τοῖς Μαθηταῖς συνέλθωμεν,

ἐν ὄρει Γαλιλαίας,

πίστει Χριστὸν θεάσασθαι,

λέγοντα ἐξουσίαν,

λαβεῖν τῶν ἄνω καὶ κάτω,

μάθωμεν πῶς διδάσκει,

βαπτίζειν εἰς τὸ ὄνομα

τοῦ Πατρός, ἔθνη πάντα, καὶ τοῦ Υἱοῦ,

καὶ ἁγίου Πνεύματος, καὶ συνεῖναι,

τοῖς Μύσταις ὡς ὑπέσχετο,

ἕως τῆς συντελείας.

Τοῖς τῶν αἱμάτων σου, κοντάκιον, Ἦχος β΄

Τοῖς τῶν αἱμάτων σου ῥείθροις Δημήτριε,

τὴν Ἐκκλησίαν Θεὸς ἐπορφύρωσεν,

ὁ δοὺς σοι τὸ κράτος ἀήττητον,

καὶ περιέπων τὴν πόλιν σου ἄτρωτον·

αὐτῆς γὰρ ὑπάρχεις τὸ στήριγμα.

Τὸν ἀρρήτῳ σοφίᾳ, Εἱρμὸς η΄, Ἦχος β΄

Τὸν ἀρρήτῳ σοφίᾳ,

συστησάμενον τὰ πάντα Θεὸν Λόγον,

καὶ ἐκ μὴ ὄντων, εἰς τὸ εἶναι παραγαγόντα,

εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον.

Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον, Εἱρμὸς θ΄, Ἦχος β΄

Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον,

τὸν ἀρρήτῳ σοφίᾳ

ἥκοντα καινουργῆσαι τὸν Ἀδάμ,

βρώσει φθορᾷ πεπτωκότα δεινῶς,

ἐξ ἁγίας Παρθένου,

ἀφράστως σαρκωθέντα δι» ἡμᾶς,

οἱ πιστοὶ ὁμοφρόνως,

ἐν ὕμνοις μεγαλύνομεν.

Τὸν ἐν καμίνῳ τοῦ πυρὸς, Εἱρμὸς η΄, Ἦχος β΄

Τὸν ἐν καμίνῳ τοῦ πυρός,

τῶν Ἑβραίων τοῖς Παισὶ συγκαταβάντα,

καὶ τὴν φλόγα εἰς δρόσον, μεταβαλόντα Θεόν,

ὑμνεῖτε τὰ ἔργα ὡς Κύριον,

καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Τὸν ἐν τῇ βάτῳ Μωσῇ, Εἱρμὸς η΄, Ἦχος β΄

Τὸν ἐν τῇ βάτῳ Μωσῇ,

τῆς Παρθένου τὸ θαῦμα,

ἐν Σιναίῳ τῷ ὅρει,

προτυπώσαντά ποτε,

ὑμνεῖτε, εὐλογεῖτε,

καὶ ὑπερυψοῦτε,

εἰς πάντας τοὺς αἰῶνας.

Τὸν ἐν φωναῖς Ἀγγελικαῖς, Εἱρμὸς η΄, Ἦχος β΄

Τὸν ἐν φωναῖς Ἀγγελικαῖς,

ἐν οὐρανοῖς δοξαζόμενον Θεόν,

αἰνέσωμεν ἅπαντες οἱ γηγενεῖς,

εἰς τοὺς αἰῶνας ἅπαντας.

Τὸν ζωοποιὸν Σταυρὸν, κάθισμα, Ἦχος β΄

Τὸν ζωοποιὸν Σταυρὸν τῆς σῆς ἀγαθότητος,

ὂν ἐδωρήσω ἡμῖν τοῖς ἀναξίοις Κύριε,

σοὶ προσάγομεν εἰς πρεσβείαν.

Σῷζε τοὺς βασιλεῖς καὶ τάς πόλεις σου,

ἱκετεύοντας διὰ τῆς Θεοτόκου,

μόνε φιλάνθρωπε.

Τὸν λίθον τοῦ μνήματος, κάθισμα, Ἦχος β΄

Τὸν λίθον τοῦ μνήματος,

σφραγισθῆναι μὴ κωλύσας,

τὴν πέτραν τῆς πίστεως ἀναστάς,

παρέσχες πᾶσι, Κύριε, δόξα σοι.

Τὸν πάλαι δροσίσαντα, Εἱρμὸς η΄, Ἦχος β΄

Τὸν πάλαι δροσίσαντα,

τῶν Ἑβραίων τοὺς Παῖδας ἐν φλογί,

καὶ φλέξαντα Κύριον,

τοὺς Χαλδαίους παραδόξως ἐν αὐτῇ,

ἀνυμνήσωμεν λέγοντες· Εὐλογεῖτε,

καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Τὸν φωτισμὸν ἡμῶν, στιχηρόν, Ἦχος β΄

Τὸν φωτισμὸν ἡμῶν,

τὸν φωτίσαντα πάντα ἄνθρωπον,

ἰδὼν ὁ Πρόδρομος,

βαπτισθῆναι παραγενόμενον,

χαίρει τῇ ψυχῇ,

καὶ τρέμει τῇ χειρί·

δείκνυσιν αὐτόν,

καὶ λέγει τοῖς λαοῖς·

Ἴδε ὁ λυτρούμενος τὸν Ἰσραήλ,

ὁ ἐλευθερῶν ἡμᾶς ἐκ τῆς φθορᾶς.

Ὦ ἀναμάρτητε,

Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Τόξον συνετρίβη δυναστῶν, Εἱρμὸς γ΄, Ἦχος β΄

Τόξον συνετρίβη δυναστῶν

τῷ κράτει σου Χριστέ,

καὶ δύναμιν ἀσθενεῖς,

σὲ περιεζώσαντο.

Τοῦ Προφήτου σου, ἀπολυτίκιον, Ἦχος β΄

Τοῦ Προφήτου σου Μωϋσέως τὴν μνήμην, Κύριε, ἑορτάζοντες,

δι᾿ αὐτοῦ σὲ δυσωποῦμεν·

Σῶσον τὰς ψυχὰς ἡμῶν.

Τοὺς ἀσφαλεῖς, κοντάκιον, Ἦχος β΄

Τοὺς ἀσφαλεῖς καὶ θεοφθόγγους κήρυκας,

τὴν κορυφὴν τῶν Μαθητῶν σου Κύριε,

προσελάβου εἰς ἀπόλαυσιν,

τῶν ἀγαθῶν σου καὶ ἀνάπαυσιν·

τοὺς πόνους γὰρ ἐκείνων καὶ τὸν θάνατον,

ἐδέξω ὑπὲρ πᾶσαν ὁλοκάρπωσιν,

ὁ μόνος γινώσκων τὰ ἐγκάρδια.

Τῷ δόγματι τῷ τυραννικῷ, Εἱρμὸς η΄, Ἦχος β΄

Τῷ δόγματι τῷ τυραννικῷ,

οἱ ὅσιοι τρεῖς Παῖδες μὴ πεισθέντες,

ἐν τῇ καμίνῳ βληθέντες,

Θεὸν ὡμολόγουν ψάλλοντες·

Εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον.

Τῷ τὴν ἄβατον, Εἱρμὸς α΄, Ἦχος β΄

Τῷ τὴν ἄβατον,

κυμαινομένην θάλασσαν,

θείῳ αὐτοῦ προστάγματι,

ἀναξηράναντι,

καὶ πεζεῦσαι δι» αὐτῇς,

τὸν Ἰσραηλίτῃν λαὸν καθοδηγήσαντι,

Κυρίῳ ᾄσωμεν·

ἐνδόξως γὰρ δεδόξασται.

Τῶν γηγενῶν τίς ἤκουσε, Εἱρμὸς θ΄, Ἦχος β΄

Τῶν γηγενῶν τίς ἤκουσε τοιοῦτον; ἢ τίς ἑώρακε ποτέ,

ὅτι Παρθένος εὑρέθη ἐν γαστρὶ ἔχουσα,

καὶ ἀνωδίνως τὸ βρέφος ἀποτεκοῦσα;

τοιοῦτον σου τὸ θαῦμα,

καὶ σὲ ἁγνὴ Θεοτόκε μεγαλύνομεν.

Τῶν Μαθητῶν ὁρώντων σε, ἑξαποστειλάριον, Ἦχος β΄

Τῶν Μαθητῶν ὁρώντων σε ἀνελήφθης,

Χριστὲ πρὸς τὸν Πατέρα συνεδριάζων,

Ἄγγελοι προτρέχοντες ἐκραύγαζον·

Ἄρατε πύλας ἄρατε·

ὁ Βασιλεὺς γὰρ ἀνῆλθε,

πρὸς τὴν ἀρχίφωτον δόξαν.

Τῶν πεπραγμένων μοι δεινῶν, στιχηρόν, Ἦχος β΄

Τῶν πεπραγμένων μοι δεινῶν ἐννοῶν τὰ ἄτοπα,

ἐπὶ τοὺς σοὺς καταφεύγω οἰκτιρμούς,

Τελώνην μιμούμενος,

καὶ Πόρνην τὴν δακρύσασαν,

καὶ τὸν Ἄσωτον υἱόν·

διὸ καὶ προσπίπτω σοι Ἐλεῆμον,

πρίν με καταδικάσῃς,

φεῖσαί μου ὁ Θεός, καὶ ἐλέησόν με.

Τῶν ὑπὲρ νοῦν ἀγαθῶν, στιχηρόν, Ἦχος β΄

Τῶν ὑπὲρ νοῦν ἀγαθῶν δεξάμενος ἔρωτα,

πάντα τὰ ἐν τῷ κόσμῳ τερπνὰ ὑπερεῖδες θεόληπτε·

ἐντεῦθεν γὰρ τῷ καρπῷ οὐχ ἑάλως,

καθάπερ Ἀδὰμ τὸν ὄφιν δὲ ἐναποκρουσάμενος δι’ ἐγκρατείας,

ἀγγελικῶς τὸν βίον διήνυσας,

καὶ νῦν ἐν οὐρανοῖς αὐλίζῃ,

ἐπαπολαύων τοῦ ξύλου τῆς ζωῆς,

Θεὸν ἱλεούμενος ὑπὲρ ἡμῶν,

τῶν πιστῶς ἐκτελούντων,

ἡγιασμένε Σάββα τὴν μνήμην σου.

Ὑμνῶ σε· ἀκοῇ γὰρ Κύριε, Εἱρμὸς δ΄, Ἦχος β΄

Ὑμνῶ σε· ἀκοῇ γὰρ Κύριε,

εἰσακήκοα καὶ ἐξέστην·

ἕως ἐμοῦ ἤκεις γάρ,

ἐμὲ ζητῶν τὸν πλανηθέντα.

Διὸ τὴν πολλὴν σου συγκατάβασιν,

τὴν εἰς ἐμὲ δοξάζω Πολυέλεε.

Ὑπερευλογημένη ὑπάρχεις, κάθισμα, Ἦχος β΄

Ὑπερευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε·

διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος,

ὁ ᾍδης ἠχμαλώτισται,

ὁ Ἀδὰμ ἀνακέκληται,

ἡ κατάρα νενέκρωται,

ἡ Εὔα ἠλευθέρωται,

ὁ θάνατος τεθανάτωται

καὶ ἡμεῖς ἐζωοποιήθημεν·

διὸ ἀνυμνοῦντες βοῶμεν·

Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν,

ὁ οὕτως εὐδοκήσας, δόξα σοι.

Ὑπερδεδοξασμένη ὑπάρχεις, κάθισμα, Ἦχος β΄

Ὑπερδεδοξασμένη ὑπάρχεις, Θεοτόκε Παρθένε, ὑμνοῦμέν σε∙

διὰ γὰρ τοῦ Σταυροῦ τοῦ Υἱοῦ σου,

κατεβλήθη ὁ ᾅδης, καὶ ὁ θάνατος τέθνηκε,

νεκρωθέντες ἀνέστημεν,

καὶ ζωῆς ἠξιώθημεν,

τὸν Παράδεισον ἐλάβομεν,

τὴν ἀρχαίαν ἀπόλαυσιν.

Διὸ εὐχαριστοῦντες δοξολογοῦμεν,

ὡς κραταιὸν Χριστὸν τὸν Θεὸν ἡμῶν, καὶ μόνον πολυέλεον.

Χειρόγραφον εἰκόνα, κοντάκιον, Ἦχος β΄

Χειρόγραφον εἰκόνα μὴ σεβασθέντες,

ἀλλ’ ἀγράφῳ οὐσίᾳ θωρακισθέντες τρισμακάριοι,

ἐν τῷ σκάμματι τοῦ πυρὸς ἐδοξάσθητε,

ἐν μέσῳ δὲ φλογὸς ἀνυποστάτου ἱστάμενοι,

Θεὸν ἐπεκαλεῖσθε.

Τάχυνον ὁ οἰκτίρμων,

καὶ σπεῦσον ὡς ἐλεήμων,

εἰς τὴν βοήθειαν ἡμῶν,

ὅτι δύνασαι βουλόμενος.

Ψυχαῖς καθαραῖς, Εἱρμὸς θ΄, Ἦχος β΄

Ψυχαῖς καθαραῖς,

καὶ ἀρρυπώτοις χείλεσι,

δεῦτε μεγαλύνωμεν τὴν ἀκηλίδωτον,

καὶ ὑπέραγνον Μητέρα τοῦ Ἐμμανουήλ,

δι» αὐτῇς τῷ ἐξ αὐτῇς,

προσφέροντες πρεσβείαν τεχθέντι,

φεῖσαι τῶν ψυχῶν ἡμῶν,

Χριστὲ ὁ Θεός, καὶ σῶσον ἡμᾶς.

Ὢ τοῦ μεγίστου μυστηρίου!, στιχηρόν, Ἦχος β΄

Ὢ τοῦ μεγίστου μυστηρίου!

βλέπων τὰ θαύματα,

ἀνακηρύττω τὴν Θεότητα,

οὐκ ἀρνοῦμαι τὴν ἀνθρωπότητα·

ὁ γὰρ Ἐμμανουὴλ φύσεως μὲν πύλας ἤνοιξεν, ὡς φιλάνθρωπος,

παρθενίας δὲ κλεῖθρα οὐ διέρρηξεν, ὡς Θεός,

ἀλλ» οὕτως ἐκ μήτρας προῆλθεν,

ὡς δι» ἀκοῆς εἰσῆλθεν,

οὕτως ἐσαρκώθη, ὡς συνελήφθη,

ἀπαθῶς εἰσῆλθεν,

ἀφράστως ἐξῆλθε,

κατὰ τὸν Προφήτην τὸν λέγοντα.

Αὕτη ἡ πύλη κεκλεισμένη ἔσται,

οὐδεὶς οὐ μὴ διέλθῃ δι» αὐτῆς,

εἰμὴ μόνος Κύριος ὁ Θεὸς Ἰσραήλ,

ὁ ἔχων τὸ μέγα ἔλεος.

Ὢ τῶν ὑπὲρ νοῦν, Ἰαμβικὸς θ΄, Ἦχος β΄

Ὢ τῶν ὑπὲρ νοῦν, τοῦ τόκου σου θαυμάτων!

Νύμφη πάναγνε, Μῆτερ εὐλογημένη,

Δι» ἧς τυχόντες παντελοῦς σωτηρίας,

Ἐπάξιον κροτοῦμεν ὡς εὐεργέτῃ,

Δῶρον φέροντες ὕμνον εὐχαριστίας.

Ὡς ὡράθης Χριστὲ, στιχηρόν, Ἦχος β΄

Βρώσει πάλαι πικρᾷ,

ἐξοικισθέντες Παραδείσου,

ἐγκρατείᾳ τῶν παθῶν,

ἐπισπεύσωμεν εἰσοικισθῆναι,

ἀνακράζοντες, τῷ Θεῷ ἡμῶν·

ὁ Σταυρῷ τανύσας παλάμας σου,

ὄξος πιών, χολῆς τε γευσάμενος,

καὶ ὀδύνας καρτερήσας,

τὰς ἐκ τῶν ἥλων,

τὰς πικροτάτας ἡδονάς,

πάσας ἐκ τῶν ψυχῶν ἡμῶν ἐξηλώσας,

διὰ σπλάγχνα οἰκτιρμῶν,

σῶσον τοὺς δούλους σου.

(Προς το Ὡς ὡράθης Χριστὲ)

Ἦχος γ΄

Ἄβυσσος ἐσχάτη, Εἱρμὸς ς΄, Ἦχος γ΄

Ἄβυσσος ἐσχάτη ἁμαρτιῶν ἐκύκλωσέ με,

καὶ ἐκλείπει τὸ πνεῦμά μου,

ἀλλ» ἐκτείνας Δέσποτα,

σὸν ὑψηλὸν βραχίονα,

ὡς τὸν Πέτρον με,

κυβερνῆτα διάσωσον.

Ἀθετήσαντα Χριστέ, μακαρισμός, Ἦχος γ΄

Ἀθετήσαντα Χριστέ,

τὴν ἐντολήν σου,

τὸν προπάτορα Ἀδάμ,

τοῦ Παραδείσου ἐξώρισας,

τὸν δὲ Λῃστὴν οἰκτίρμον,

ὁμολογήσαντά σε ἐν Σταυρῷ,

ἐν αὐτῷ εἰσῴκισας κράζοντα·

Μνήσθητί μου Σωτήρ,

ἐν τῇ Βασιλείᾳ σου.

Ἀνάγαγε ἐκ φθορᾶς, Εἱρμὸς ς΄, Ἦχος γ΄

Ἀνάγαγε ἐκ φθορᾶς με

Κύριε ὁ Θεός μου

ὁ Ἰωνᾶς ἐβόα,

κἀγὼ βοῶ σοι,

ἐκ τοῦ βυθοῦ ῥῦσαί με Σωτήρ,

τῶν πολλῶν μου κακῶν,

ὅπως αἴνεσιν φωνῆς,

θύσω σοι μόνε Φιλάνθρωπε.

Ἀπόστολοι ἐκ περάτων, ἑξαποστειλάριον, Ἦχος γ΄

Ἀπόστολοι ἐκ περάτων,

συναθροισθέντες ἐνθάδε,

Γεθσημανῇ τῷ χωρίῳ,

κηδεύσατέ μου τὸ σῶμα,

καὶ σὺ Υἱὲ καὶ Θεέ μου

παράλαβέ μου τὸ πνεῦμα.

Ἀπόστολοι Ἅγιοι, ἀπολυτίκιον, Ἦχος γ΄

Ἀπόστολοι Ἅγιοι,

πρεσβεύσετε τῷ ἐλεήμονι Θεῷ

ἵνα πταισμάτων ἄφεσιν,

παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.

ᾎσμα καινὸν, Εἱρμὸς α΄, Ἦχος γ΄

ᾎσμα καινὸν ᾄσωμεν λαοὶ

τῷ ἐκ Παρθένου τεχθέντι

εἰς σωτηρίαν ἡμῶν,

και ἑνοποιήσαντι

τοῖς ἐπουρανίοις τὰ ἐπίγεια,

ὅτι δεδόξασται.

Ἀστέκτῳ πυρὶ ἑνωθέντες, Εἱρμὸς η΄, Ἦχος γ΄

Ἀστέκτῳ πυρὶ ἑνωθέντες,

οἱ θεοσεβείας προεστῶτες Νεανίαι,

τῇ φλογὶ δὲ μὴ λωβηθέντες,

θεῖον ὕμνον ἔμελπον.

Εὐλογεῖτε πάντα τὰ ἔργα Κύριου τὸν Κύριον.

καὶ ὑπερυψοῦτε,

εἰς πάντας τοὺς αἰῶνας.

ᾌσωμεν τῷ Κυρίῳ, τῷ ποιῆσαντι, Εἱρμὸς α΄, Ἦχος γ΄

ᾌσωμεν τῷ Κυρίῳ,

τῷ ποιήσαντι θαυμαστὰ τέρατα,

ἐν Ἐρυθρᾷ θαλάσσῃ·

πόντῳ γὰρ ἐκάλυψε τοὺς ὑπεναντίους,

καὶ ἔσωσε τὸν Ἰσραήλ,

αὐτῷ μόνῳ ᾄσωμεν,

ὅτι δεδόξασται.

Βαβυλωνία κάμινος, Εἱρμὸς η΄, Ἦχος γ΄

Βαβυλωνία κάμινος,

τοὺς παῖδας οὐκ ἔφλεξεν,

οὐδὲ τῆς Θεότητος τὸ πῦρ,

τὴν Παρθένον διέφθειρε·

διὸ μετὰ τῶν Παίδων πιστοὶ βοήσωμεν·

Εὐλογεῖτε τὰ ἔργα,

Κυρίου τὸν Κύριον.

Βυθός μοι τῶν παθῶν ἐπανέστη, Εἱρμὸς ς΄, Ἦχος γ΄

Βυθός μοι τῶν παθῶν ἐπανέστη,

καὶ ζάλη ἐναντίων ἀνέμων,

ἀλλὰ προφθάσας με σύ,

σῶσον Σωτήρ,

καὶ ῥῦσαὶ φθορᾶς,

ὡς ἔσωσας,

τοῦ θηρὸς τὸν Προφήτην.

Γενναῖοι Μάρτυρες, στιχηρόν, Ἦχος γ΄

Γενναῖοι Μάρτυρες ἀληθείας,

ὑμᾶς οὐ βία τυραννική,

οὐ θωπεία ἀπατηλή,

οὐ μελῶν ἐκκοπαί,

οὐδὲ θανάτου ἀπειλαί,

τῆς πρὸς τὸ θεῖον ἀγάπης,

χωρίσαι δεδύνηνται·

διὸ παρρησίαν ἔχοντες,

πρὸς Χριστὸν τὸν ἐπὶ πάντων Θεόν,

ταύτην ἀμοιβὴν τῶν ἀλγεινῶν βασάνων αἰτήσασθε,

παρὰ Χριστοῦ,

λαβεῖν εὐχαῖς ὑμῶν,

τὸ μέγα ἔλεος.

Δεῦτε ἅπαντα τὰ πέρατα, στιχηρόν, Ἦχος γ΄

Δεῦτε ἅπαντα τὰ πέρατα τῆς γῆς,

τὴν σεπτὴν Μετάστασιν τῆς Θεομήτορος μακαρίσωμεν·

ἐν χερσὶ γὰρ τοῦ Υἱοῦ,

τὴν ψυχὴν τὴν ἄμωμον ἐναπέθετο·

ὅθεν τῇ Ἁγίᾳ Κοιμήσει αὐτῇς,

ὁ κόσμος ἀνεζωοποιήθη,

ψαλμοῖς καὶ ὕμνοις,

καὶ ᾠδαῖς πνευματικαῖς μετὰ τῶν Ἀσωμάτων,

καὶ τῶν Ἀποστόλων ἐορτάζων φαιδρῶς.

Ἐβόησα ἐν στεναγμοῖς, Εἱρμὸς ς΄, Ἦχος γ΄

Ἐβὀησα ἐν στεναγμοῖς ἀσιγήτοις

πρὸς τὸν οἰκτίρμονα Θεόν,

καὶ ἐπήκουσέ μου ἐξ ᾄδου κατωτάτου,

καὶ ἀνήγαγεν ἐκ φθορᾶς τὴν ζωήν μου.

Ἐβόησέ σοι, Εἱρμὸς ς΄, Ἦχος γ΄

Ἐβόησέ σοι,

ἰδὼν ὁ Πρέσβυς,

τοῖς ὀφθαλμοῖς τὸ σωτήριον,

ὃ λαοῖς ἐπέστη.

Ἐκ Θεοῦ Χριστὲ σὺ Θεός μου.

Ἔθου πρὸς ἡμᾶς, Εἱρμὸς δ΄, Ἦχος γ΄

Ἔθου πρὸς ἡμᾶς, κραταιὰν ἀγάπησιν Κύριε·

τὸν μονογενῆ γὰρ σοῦ Υἱόν,

ὑπὲρ ἡμῶν εἰς θάνατον δέδωκας·

διό σοι κραυγάζομεν, εὐχαριστοῦντες·

Δόξα τῇ δυνάμει σου Κύριε.

Εἰσακήκοα τὴν ἀκοὴν, Εἱρμὸς δ΄, Ἦχος γ΄

Εισακήκοα τὴν ἀκοήν σου καὶ ἐφοβήθην,

κατενόησα τὰ ἔργα σου καὶ ἐξέστην Κύριε.

Ἐκάλυψεν οὐρανοὺς, Εἱρμὸς δ΄, Ἦχος γ΄

Ἐκάλυψεν οὐρανούς,

ἡ ἀρετή σου Χριστέ·

τῆς κιβωτοῦ γὰρ προελθών,

τοῦ ἁγιάσματός σου,

τῆς ἀφθόρου Μητρός,

ἐν τῷ ναῷ τῆς δόξης σοῦ,

ὤφθης ὡς βρέφος,

ἀγκαλοφορούμενος,

καὶ ἐπληρώθη τὰ πάντα τῆς σῆς αἱνέσεως.

Ἐν νόμῳ, σκιᾷ, Εἱρμὸς θ΄, Ἦχος γ΄

Ἐν νόμῳ, σκιᾷ καὶ γράμματι,

τύπον κατίδωμεν οἱ πιστοί,

πᾶν ἄρσεν τὸ τὴν μήτραν διανοῖγον,

ἅγιον Θεῷ·

διὸ πρωτότοκον Λόγον,

Πατρὸς ἀνάρχου Υἱόν,

πρωτοτοκούμενον Μητρί,

ἀπειράνδρῳ, μεγαλύνομεν.

Ἐν Πνεύματι τῷ Ἱερῷ, ἑξαποστειλάριον, Ἦχος γ΄

Ἐν πνεύματι τῷ ἱερῷ

παραστὰς ὁ Πρεσβύτης,

ἀγκάλαις ὑπεδέξατο,

τὸν τοῦ νόμου Δεσπότῃν,

κραυγάζων. Νῦν τοῦ δεσμοῦ με,

τῆς σαρκὸς ἀπόλυσον,

ὡς εἴρηκας ἐν εἰρήνῃ·

εἶδον γὰρ τοῖς ὀφθαλμοῖς,

ἀποκάλυψιν ἐθνῶν,

καὶ Ἰσραὴλ σωτηρίαν.

Ἐν Σιναίῳ τῷ ὅρει κατεῖδέ σε, Εἱρμὸς θ΄, Ἦχος γ΄

Ἐν Σιναίῳ τῷ ὅρει κατεῖδέ σε,

ἐν τῇ βάτῳ Μωυσῆς,

τὴν ἀφλέκτως τὸ πῦρ τῆς Θεότητος,

συλλαβοῦσαν ἐν γαστρί.

Δανιὴλ δὲ σε εἶδεν,

ὄρος ἀλατόμητον,

ῥάβδον βλαστήσασαν,

Ἡσαΐας κέκραγε,

τὴν ἐκ ῥίζης Δαυΐδ.

Ἐνύλου φλόγα πυρὸς, Εἱρμὸς η΄, Ἦχος γ΄

Ἐνύλου φλόγα πυρός,

δὶ» ἀΰλου κατεμάραναν,

θεοφορούμενοι Παῖδες, καὶ ἔψαλλον·

εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον,

καὶ ὑπερυψοῦτε,

εἰς πάντας τοὺς αἰῶνας.

Ἐπεσκέψατο ἡμᾶς, ἑξαποστειλάριον, Ἦχος γ΄

Ἐπεσκέψατο ἡμᾶς,

ἐξ ὕψους ὁ Σωτὴρ ἡμῶν,

ἀνατολὴ ἀνατολῶν,

καὶ οἱ ἐν σκότει καὶ σκιᾷ,

εὕρομεν τὴν ἀλήθειαν·

καὶ γὰρ ἐκ τῆς Παρθένου

ἐτέχθη ὁ Κύριος.

Ἐπεφάνη ὁ Σωτὴρ, ἑξαποστειλάριον, Ἦχος γ΄

Ἐπεφάνη ὁ Σωτήρ,

ἡ χάρις ἡ ἀλήθεια,

ἐν ῥείθροις τοῦ Ἰορδάνου,

καὶ τοὺς ἐν σκότει καὶ σκιᾷ,

καθεύδοντας ἐφώτισε·

καὶ γὰρ ἦλθεν ἐφάνη,

τὸ φῶς τὸ ἀπρόσιτον.

Ἐπὶ τῆς γῆς, Εἱρμὸς ε΄, Ἦχος γ΄

Ἐπὶ τῆς γῆς ὁ ἀόρατος ὤφθης,

καὶ τοῖς βροτοῖς ἑκὼν συνανεστράφης,

ὁ ἀκατάληπτος·

πρὸς σὲ οὖν ὀρθρίζοντες,

ἀνυμνοῦμέν σε Φιλάνθρωπε.

Ἑσπερινὸν ὕμνον, στιχηρόν, Ἦχος γ΄

Ἑσπερινὸν ὕμνον,

προσφέρομέν σοι Χριστέ,

μετὰ θυμιάματος,

καὶ ᾠδῶν πνευματικῶν,

ἐλέησον Σωτὴρ τὰς ψυχὰς ἡμῶν.

Ἐστερεώθη ἡ καρδία μου, Εἱρμὸς γ΄, Ἦχος γ΄

Ἐστερεώθη ἡ καρδία μου ἐν Κυρίῳ,

ὑψώθη κέρας μου ἐν Θεῷ μου,

ὅτι οὔκ ἐστιν Ἅγιος,

πλὴν σοῦ Κύριε.

Έστησαν τά τριάκοντα, στιχηρόν, Ἦχος γ΄

Ἔστησαν τὰ τριάκοντα ἀργύρια,

τὴν τιμὴν τοῦ τετιμημένου,

ὃν ἐτιμήσαντο ἀπὸ υἱῶν Ἰσραήλ.

Γρηγορεῖτε καὶ προσεύχεσθε,

ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν,

τὸ μὲν πνεῦμα πρόθυμον,

ἡ δὲ σάρξ ἀσθενής,

διὰ τοῦτο γρηγορεῖτε.

Εὐλογητὸς Κύριος, Εἱρμὸς θ΄, Ἦχος γ΄

Εὐλογητὸς Κύριος,

ὁ Θεὸς τοῦ Ἰσραήλ,

ὁ ἐγείρας κέρας σωτηρίας ἡμῖν,

ἐν οἴκῳ Δαυΐδ τοῦ παιδὸς αὐτοῦ,

διὰ σπλάγχνα ἐλέους,

ἐν οἷς ἐπεσκέψατο ἡμᾶς,

ἀνατολὴ ἐξ ὕψους,

καὶ κατηύθυνεν ἡμᾶς,

εἰς ὁδὸν εἰρήνης.

Ευφραινέσθω τά ουράνια, κάθισμα, Ἦχος γ΄

Εὐφραινέσθω τὰ οὐράνια,

ἀγαλλιάσθω τὰ ἐπίγεια,

ὅτι ἐποίησε κράτος,

ἐν βραχίονι αὐτοῦ,

ὁ Κύριος, ἐπάτησε

τῷ θανάτῳ τὸν θάνατον,

πρωτότοκος τῶν νεκρῶν ἐγένετο,

ἐκ κοιλίας ᾅδου ἐρρύσατο ἡμᾶς,

καὶ παρέσχε κόσμῳ τὸ μέγα ἔλεος.

Ἡ Παρθένος σήμερον, κοντάκιον, Ἦχος γ΄

Ἡ Παρθένος σήμερον,

τὸν ὑπερούσιον τίκτει,

καὶ ἡ γῆ τὸ Σπήλαιον,

τῷ ἀπροσίτῳ προσάγει.

Ἄγγελοι μετὰ Ποιμένων δοξολογοῦσι.

Μάγοι δὲ μετὰ ἀστέρος ὁδοιποροῦσι·

δι» ἡμᾶς γὰρ ἐγεννήθη,

Παιδίον νέον,

ὁ πρὸ αἰώνων Θεός.

Θαυμαστὸς ἐνδόξως, Εἱρμὸς α΄, Ἦχος γ΄

Θαυμαστὸς ἐνδόξως ποιῶν τέρατα,

σὺ εἶ ὁ Θεός,

ὁ ἄβυσσον γεώσας,

καὶ ἅρματα καλύψας,

καὶ λαὸν διασώσας,

ᾄδοντά σοι ὡς λυτρωτῇ ἡμῶν Θεῷ.

Θείας πίστεως, κάθισμα, Ἦχος γ΄

Θείας πίστεως ὁμολογία,

ἄλλον Παῦλον σε τῇ Ἐκκλησίᾳ,

ζηλωτὴν ἐν ἱερεῦσιν ἀνέδειξε,

Συνεκβοᾷ σοι καὶ Ἄβελ πρὸς Κύριον,

καὶ Ζαχαρίου τὸ αἷμα τὸ δίκαιον,

Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε,

δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Ἴδετε, Ἴδετε, Εἱρμὸς β΄, Ἦχος γ΄

Ἴδετε, Ἴδετε, ὅτι ἐγώ εἰμι,

Ὁ Σωτὴρ τοῦ Κόσμου,

τὸ φῶς τὸ ἀληθινόν,

ἡ πηγὴ τῆς ζωῆς,

ὁ Υἱὸς τοῦ Θεοῦ.

Καινὸν τὸ θαῦμα, Εἱρμὸς θ΄, Ἦχος γ΄

Καινὸν τὸ θαῦμα καὶ θεοπρεπές!

τῆς Παρθένου γὰρ τὴν κεκλεισμένην πύλην,

σαφῶς διοδεύει Κύριος,

γυμνὸς ἐν εἰσόδῳ,

καὶ σαρκοφόρος ὤφθη ἐν ἐξόδῳ Θεός,

καὶ μένει ἡ πύλη κεκλεισμένη,

ταύτην ἀφράστως,

ὡς Θεομήτορα μεγαλύνομεν.

Λατρεύειν ζῶντι Θεῷ, Εἱρμὸς η΄, Ἦχος γ΄

Λατρεύειν ζῶντι Θεῷ,

οἱ ἐν Βαβυλῶνι Παῖδες προσκαρτερήσαντες,

μουσικῶν ὀργάνων κατεφρόνησαν,

καὶ φλογὸς μέσον ἑστῶτες,

θεοτερπῆ ὕμνον ἀναμέλποντες ἔλεγον·

Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Μεγάλη τοῦ Σταυροῦ σου, στιχηρόν, Ἦχος γ΄

Μεγάλη τοῦ Σταυροῦ σου Κύριε ἡ δύναμις·

ἐπάγη γὰρ ἐν τόπῳ,

καὶ ἐνεργεῖ ἐν κόσμῳ,

καὶ ἀνέδειξεν ἐξ ἁλιέων Ἀποστόλους,

καὶ ἐξ ἐθνῶν Μάρτυρας,

ἵνα πρεσβεύωσιν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Μεγάλη τών Μαρτύρων σου, στιχηρόν, Ἦχος γ΄

Μεγάλη τῶν μαρτύρων σου Χριστὲ ἡ δύναμις

ἐν μνήματι γὰρ κεῖνται καὶ πνεύματα διώκουσι,

καὶ κατήργησαν ἐχθροῦ τὴν ἐξουσίαν,

τῇ πίστει τῆς Τριάδος ἀγωνισάμενοι ὑπὲρ τῆς εὐσεβείας.

Μέγιστον θαῦμα, στιχηρόν, Ἦχος γ΄

Μέγιστον θαῦμα!

παρθένος τεκοῦσα,

καὶ τὸ τεχθὲν Θεὸς πρὸ αἰώνων,

προφανὴς ὁ τόκος,

καὶ τὸ τελούμενον ὑπὲρ φύσιν.

Ὢ Μυστηρίου φρικώδους!

ὃ καὶ νοούμενον,

ἄφραστον μένει,

καὶ θεωρούμενον,

οὐ καταλαμβάνεται.

Μακαρία σὺ εἶ ἄχραντε Κόρη,

Ἀδὰμ τοῦ γηγενοῦς θυγάτηρ,

καὶ Θεοῦ τοῦ Ὑψίστου φανεῖσα μήτηρ.

Αὐτὸν ἱκέτευε,

σωθῆναι τάς ψυχὰς ἡμῶν.

Μὴ ἐν ποταμοῖς, Εἱρμὸς δ΄, Ἦχος γ΄

Μὴ ἐν ποταμοῖς, ὀργισθῇς Κύριε,

μὴ ἐν ποταμοῖς ὁ θυμός σου,

ἢ ἐν θαλάσσῃ τὸ ὅρμημά σου.

Ὁ ἐκ μὴ ὄντων τὰ πάντα, Εἱρμὸς δ΄, Ἦχος γ΄

Ὁ ἐκ μὴ ὄντων τὰ πάντα παραγαγών,

τῷ Λόγῳ κτιζόμενα,

τελειούμενα Πνεύματι,

Παντοκράτορ Δεσπότα,

ἐν τῇ ἀγάπῃ τῇ σῇ στερέωσόν με.

Ὁ οὐρανὸν τοῖς ἄστροις, ἑξαποστειλάριον, Ἦχος γ΄

Ὁ οὐρανὸν τοῖς ἄστροις,

κατακοσμήσας ὡς Θεός,

καὶ διὰ τῶν σῶν Ἀγγέλων,

πᾶσαν τὴν γῆν φωταγωγῶν,

Δημιουργὲ τῶν ἁπάντων,

τοὺς ἀνυμνοῦντάς σε σῷζε.

Ὁ τὰ ὕδατα, Εἱρμὸς α΄, Ἦχος γ΄

Ὁ τὰ ὕδατα πάλαι, νεύματι θείῳ,

εἰς μίαν συναγωγὴν συναθροίσας,

καὶ τεμὼν θάλασσαν Ἰσραηλίτῃ λαῷ,

οὗτος ὁ Θεὸς ἡμῶν, δεδοξασμένος ὑπάρχει,

αὐτῷ μόνῳ ᾄσωμεν, ὅτι δεδόξασται.

Ὁ τὴν φλόγα, Εἱρμὸς ζ΄, Ἦχος γ΄

Ὁ τὴν φλόγα δροσίσας τῆς καμίνου,

καὶ τοὺς Παῖδας ἀφλέκτους διασώσας,

εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας Κύριε,

ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Ὁ τῷ πάθει σου Χριστέ, ἀπόστιχον, Ἦχος γ΄

Ὁ τῷ πάθει σου Χριστέ,

ἀμαυρώσας τὸν ἥλιον,

καὶ τῷ φωτὶ τῆς σῆς Ἀναστάσεως,

φαιδρύνας τὰ σύμπαντα,

πρόσδεξαι ἡμῶν,

τὸν ἑσπερινὸν ὕμνον Φιλάνθρωπε.

Οἱ τῷ γλυκεῖ τοῦ Ἀχράντου, Εἱρμὸς θ΄, Ἦχος γ΄

Οἱ τῷ γλυκεῖ τοῦ Ἀχράντου σοῦ Τόκου,

βέλει τρωθέντες Ἁγνή,

σοῦ τὸ ἀξιέραστον κάλλος θαυμάζοντες,

ἅμα σὺν Ἀγγέλοις ἐπαξίως σε,

ὡς μητέρα Θεοῦ μεγαλύνομεν.

Ὀρθρίζοντες ἀνυμνοῦμέν σε Λόγε, Εἱρμὸς ε΄, Ἦχος γ΄

Ὀρθρίζοντες ἀνυμνοῦμέν σε Λόγε,

Υἱὲ Θεοῦ Μονογενές,

τὴν σὴν εἰρήνην δὸς ἡμῖν,

καὶ ἐλέησον ἡμᾶς τοὺς ἀνυμνοῦντάς σε,

καὶ πιστῶς προσκυνοῦντας.

Πρὸς σὲ ὀρθρίζω, Εἱρμὸς ε΄, Ἦχος γ΄

Πρὸς σε ὀρθρίζω,

τὸν τοῦ παντὸς Δημιουργόν,

τὴν ὑπερέχουσαν πάντα νοῦν εἰρήνην·

διότι φῶς τὰ προστάγματά σου,

ἐν οἷς με καθοδήγησον.

Πρόσεχε γῆ καὶ οὺρανέ, Εἱρμὸς β΄, Ἦχος γ΄

Πρόσεχε γῆ καὶ οὺρανέ,

καί ἐνωτίζου τὰ ρήματά μου,

λαλήσω γὰρ τοῖς ἐν γῇ,

Θεοῦ θαυμάσια.

Σὲ τὴν ἀθάνατον πηγὴν, Εἱρμὸς θ΄, Ἦχος γ΄

Σὲ τὴν ἀθάνατον πηγήν,

τὴν δι» Ἁγίων ἰάματα,

τῶν ἀνθρώπων τῷ γένει παρέχουσαν,

ἀεὶ μεγαλύνομεν,

ὅτι σῴζεις τάς ψυχὰς ἡμῶν.

Σὲ τὴν ἀκατάφλεκτον βάτον, Εἱρμὸς θ΄, Ἦχος γ΄

Σὲ τὴν ἀκατάφλεκτον βάτον,

καὶ ἁγίαν Παρθένον,

τὴν Μητέρα τοῦ Φωτός, καὶ Θεοτόκον,

τὴν ἐλπίδα πάντων ἡμῶν μεγαλύνομεν.

Σὲ τὸν ἐν πυρὶ δροσίσαντα, Εἱρμὸς ζ΄, Ἦχος γ΄

Σὲ τὸν ἐν πυρὶ δροσίσαντα,

Παῖδας θεολογήσαντας,

καὶ Παρθένῳ, ἀκηράτῳ, ἐνοικήσαντα,

Θεὸν Λόγον ὑμνοῦμεν,

εὐσεβῶς μελῳδοῦντες·

Εὐλογητὸς ὁ Θεός,

ὁ τῶν Πατέρων ἡμῶν.

Σκηνώσεως Ἰωνᾶς, Εἱρμὸς ς΄, Ἦχος γ΄

Σκηνώσεως Ἰωνᾶς,

τῆς ἐν κατωτάτῳ ᾅδου τῆς φύσεως,

σύμβολον γεγονὼς ἐβόα, ἀνάγαγε

ἐκ φθορᾶς, τὴν ζωήν μου Φιλάνθρωπε.

Σοβαρὸς ὁ τύραννος, Εἱρμὸς ζ΄, Ἦχος γ΄

Σοβαρὸς ὁ τύραννος,

ἀλλὰ παίδων γέγονεν ἄθυρμα,

ὥσπερ γὰρ χοῦν πατήσαντες,

τὴν ἑπταπλάσιον φλόγα ἔψαλλον,

ευλογητὸς ὁ Κύριος

ὁ Θεὸς ὁ τῶν πατέρων ἡμῶν.

Σταυροφανῶς Μωυσῆς, στιχηρόν, Ἦχος γ΄

Σταυροφανῶς Μωυσῆς, ἐν τῷ ὅρει,

χεῖρας ἐκτείνας πρὸς ὕψος, τὸν Ἀμαλὴκ ἐτροποῦτο,

σὺ δὲ Σωτὴρ τάς παλάμας ἀπλώσας,

ἐν τῷ Σταυρῷ τῷ τιμίῳ,

ἐνηγκαλίσω με σώσας, τῆς δουλείας τοῦ ἐχθροῦ,

καὶ ἔδωκάς μοι σημείωσιν ζωῆς,

ἀπὸ τόξου φυγεῖν τῶν ἐναντίων μου.

Διὰ τοῦτο, Λόγε, προσκυνῶ τὸν Σταυρόν σου τὸν τίμιον.

Στεῖρα ψυχὴ καὶ ἄγονε, Εἱρμὸς γ΄, Ἦχος γ΄

Στεῖρα ψυχὴ καὶ ἄγονε,

κτῆσαι καρπὸν εὐκλεῆ,

εὐτεκνουμένη βόησον·

Ἐστερεώθην διὰ σοῦ ὁ Θεός,

οὔκ ἐστιν ἅγιος,

οὔκ ἐστι δίκαιος,

πλὴν σοῦ Κύριε.

Στερέωσον Κύριε, Εἱρμὸς γ΄, Ἦχος γ΄

Στερέωσον Κύριε,

τάς καρδίας ἡμῶν,

καὶ φώτισον εἰς τὴν σὴν ὑμνῳδίαν,

τοῦ δοξάζειν σε Σωτὴρ εἰς αἰῶνα αἰῶνος.

Σῶσόν με Κύριε ὁ Θεός μου, στιχηρόν, Ἦχος γ΄

Σῶσόν με Κύριε ὁ Θεός μου·

σὺ γὰρ πάντων ἡ σωτηρία,

ὁ κλύδων με τῶν παθῶν ἐκταράττει,

καὶ τὸ βάρος τῶν ἀνομιῶν με βυθίζει,

δός μοι χεῖρα βοηθείας,

καὶ πρὸς φῶς ἀνάγαγε με κατανύξεως,

ὡς μόνος εὔσπλαγχνος καὶ φιλάνθρωπος.

Τεμνομένην θάλασσαν, Εἱρμὸς α΄, Ἦχος γ΄

Τεμνομένην θάλασσαν ράβδῳ, πάλαι ὁ Ἰσραὴλ

διῆλθεν ὡς ἐν ἐρήμῳ,

καὶ Σταυροῦ τύπος ἐμφανῶς προοδοποιεῖ τρίβον·

διὰ τοῦτο ᾄσωμεν ἐν αἰνέσει

τῷ θαυμαστῷ Θεῷ ἡμῶν ὅτι δεδόξασται.

Τὴν ἐν βάτῳ καὶ πυρὶ, Εἱρμὸς θ΄, Ἦχος γ΄

Τὴν ἐν βάτῳ καὶ πυρί,

προγραφεῖσαν ἐν Σινᾷ,

τῷ νομοθέτῃ Μωσῇ,

καὶ τὸ θεῖον ἐν γαστρί,

ἀφλέκτως συλλαβοῦσαν πῦρ,

τὴν ὁλόφωτον καὶ ἄσβεστον λαμπάδα,

τὴν ὄντως Θεοτόκον,

ἐν ὕμνοις τιμῶντές σε μεγαλύνομεν.

Τὴν σὴν εἰρήνην, Εἱρμὸς ε΄, Ἦχος γ΄

Τὴν σὴν εἰρήνην δὸς ἡμῖν Υἱὲ τοῦ Θεοῦ,

ἐκτὸς σοῦ γὰρ ἄλλον Θεὸν οὐ γινώσκομεν,

τὸν ἐν τοῖς Ὑψίστοις σὺν Πατρὶ καὶ Πνεύματι δοξολογούμενον.

Τὴν ὡραιότητα, κάθισμα, Ἦχος γ΄

Τὴν ὡραιότητα,

τῆς παρθενίας σου,

καὶ τὸ ὑπέρλαμπρον,

τὸ τῆς ἁγνείας σου,

ὁ Γαβριὴλ καταπλαγείς,

ἐβόα σοι Θεοτόκε.

Ποῖόν σοι ἐγκώμιον,

προσαγάγω ἐπάξιον,

τί δὲ ὀνομάσω σε;

ἀπορῶ καὶ ἐξίσταμαι·

διὸ ὡς προσετάγην βοῶ σοι·

Χαῖρε ἡ Κεχαριτωμένη.

Τὸ κατάσκιον ὄρος, Εἱρμὸς δ΄, Ἦχος γ΄

Τὸ κατάσκιον ὄρος, ὁ Ἀββακοὺμ προεώρα,

τὴν ἄχραντόν σου μήτραν Ἁγνή·

διὸ καὶ ἀνεκραύγαζεν·

Ἀπὸ Θαιμὰν ἥξει ὁ Θεὸς ὁ Ἅγιος,

καὶ ἐξ ὄρους κατασκίου δασέος.

Τὸ ξένον καὶ ἀπόρρητον, Εἱρμὸς δ΄, Ἦχος γ΄

Τὸ ξένον καὶ ἀπόρρητον τοῦ τόκου σου μυστήριον

εἰσακήκοα τὴν ἀκοήν σου καὶ ἐφοβήθην

καὶ γεγηθὼς κραυγάζω σοι·

Τῇ δυνάμει σου δόξα Φιλάνθρωπε.

Τὸ πρὶν εἰκόνι τῇ χρυσῇ, Εἱρμὸς ζ΄, Ἦχος γ΄

Τὸ πρὶν εἰκόνι τῇ χρυσῇ,

Περσικῷ σεβάσματι,

Παῖδες οὐ προσεκύνησαν τρεῖς,

ὑμνοῦντες ἐν μέσῳ τῆς καμίνου.

Ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.

Τὸ στερέωμα, Εἱρμὸς γ΄, Ἦχος γ΄

Τὸ στερέωμα,

τῶν ἐπὶ σοὶ πεποιθότων,

στερέωσον Κύριε τὴν Ἐκκλησίαν,

ἢν ἐκτήσω,

τῷ τιμίῳ σου αἵματι.

Τὸ φῶς σου τὸ ἀνέσπερον Χριστὲ, Εἱρμὸς ε΄, Ἦχος γ΄

Τὸ φῶς σου τὸ ἀνέσπερον Χριστέ,

καταύγασον ὁ Θεὸς τῇ ταπεινῇ μου ψυχῇ,

καὶ ὁδήγησον εἰς τὸν φόβον σου,

διότι φῶς τὰ προστάγματά σου.

Τὸν ἐν φλογὶ, Εἱρμὸς η΄, Ἦχος γ΄

Τὸν ἐν φλογὶ τοῖς Παισὶ τῶν Ἑβραίων,

συγκαταβάντα θεϊκῇ τῇ δυναστείᾳ,

καὶ ὀφθέντα Κύριον,

ἱερεῖς εὐλογεῖτε,

καὶ ὑπερυψοῦτε,

εἰς πάντας τοὺς αἰῶνας.

Τὸν ἐξ ἀνάρχου τοῦ Πατρὸς, Εἱρμὸς η΄, Ἦχος γ΄

Τὸν ἐξ ἀνάρχου τοῦ Πατρός,

γεννηθέντα πρὸ αἰώνων Θεόν,

καὶ ἐπ» ἐσχάτων ἐκ τῆς Θεοτόκου,

σάρκα ἐνδυσάμενον,

ὡς τέλειον ἄνθρωπον,

καὶ Θεὸν ἐκ τοῦ Θεοῦ,

ὑμνεῖτε, εὐλογεῖτε,

καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Τὸν Λῃστὴν αὐθημερόν, ἑξαποστειλάριον, Ἦχος γ΄

Τὸν Λῃστὴν αὐθημερόν,

τοῦ Παραδείσου ἠξίωσας Κύριε,

κᾀμὲ τῷ ξύλῳ τοῦ Σταυροῦ,

φώτισον καὶ σῶσόν με.

Τὸν νυμφῶνά σου βλέπω, ἑξαποστειλάριον, Ἦχος γ΄

Τὸν νυμφῶνά σου βλέπω,

Σωτήρ μου κεκοσμημένον,

καὶ ἔνδυμα οὐκ ἔχω,

ἵνα εἰσέλθω ἐν αὐτῷ,

λάμπρυνόν μου τὴν στολὴν τῆς ψυχῆς,

Φωτοδότα, καὶ σῶσόν με.

Τὸν Σταυρόν σου προσκυνῶ, ἀπόστιχον, Ἦχος γ΄

Τὸν Σταυρόν σου προσκυνῶ, Χριστὲ τὸν τίμιον,

τὸν φύλακα τοῦ κόσμου,

τὴν σωτηρίαν ἡμῶν τῶν ἁμαρτωλῶν,

τὸ μέγα ἱλαστήριον,

τοῦ βασιλέως τὸ νῖκος,

τὸ καύχημα πάσης τῆς οἰκουμένης.

Τὸν ὑπ» Ἀγγέλων ἀσιγήτως, Εἱρμὸς η΄, Ἦχος γ΄

Τὸν ὑπ» Ἀγγέλων ἀσιγήτως, ἐν ὑψίστοις

δοξαζόμενον Θεόν,

οἱ οὐρανοὶ τῶν οὐρανῶν,

γῆ καὶ ὄρη καὶ βουνοί,

καὶ βυθὸς καὶ πᾶν γένος ἀνθρώπων,

ὕμνοις αὐτὸν ὡς Κτίστην,

καὶ Λυτρωτὴν εὐλογεῖτε.

Τόξον ἔθραυσας ἐχθρῶν, Εἱρμὸς γ΄, Ἦχος γ΄

Τόξον ἔθραυσας ἐχθρῶν,

καὶ θυρεοὺς συνέτριψας ἐν ἰσχύϊ,

Δεσπότα Χριστέ,

τὸ στερέωμα ἡμῶν,

ἅγιος εἶ Κύριε.

Τοὺς εἰς τὰ τέλη τῶν αἰώνων, Εἱρμὸς ς΄, Ἦχος γ΄

Τοὺς εἰς τὰ τέλη τῶν αἰώνων,

καταντήσαντας φιλάνθρωπε,

καὶ τρικυμίαις πειρασμῶν,

ἀπολέσθαι κινδυνεύοντας,

βοῶντας, μὴ παρίδῃς.

Σῶσον Σωτὴρ ὡς ἔσωσας,

τοῦ θηρὸς τὸν προφήτην.

Τρεῖς Παῖδες ἐν καμίνῳ, Εἱρμὸς ζ΄, Ἦχος γ΄

Τρεῖς Παῖδες ἐν καμίνῳ,

τὴν Τριάδα τυπώσαντες,

τοῦ πυρὸς τὴν ἀπειλὴν κατεπάτησαν,

καὶ ὑμνοῦντες ἐβόων·

Εὐλογητὸς ὁ Θεός,

ὁ τῶν Πατέρων ἡμῶν.

Τῷ τύπῳ τοῦ σταυροῦ, ἀπόστιχον, Ἦχος γ΄

Τῷ τύπῳ τοῦ Σταυροῦ σου φιλάνθρωπε,

ὁ θάνατος νενέκρωται

καὶ ὁ ᾍδης ἐσκύλευται,

καὶ οἱ πάλαι θανόντες

ἀναστάντες ὕμνον σοι προσέφερον·

διὸ βοῶμέν σοι Χριστὲ ὁ Θεός,

τὸν μεταστάντα ἐξ ἡμῶν ἀνἀπαυσον

ἔνθα πάντων ἐστὶν

ευφραινομένων ἡ κατοικία ἐν σοί,

δοξάζειν σου τὴν Θεότητα.

Φαραὼ τὰ ἅρματα, Εἱρμὸς α΄, Ἦχος γ΄

Φαραὼ τὰ ἅρματα,

βυθῷ καλύψας Κύριε

τὴν θάλασσαν διέρρηξας,

καὶ ἔσωσας ᾄσμασιν ὑμνοῦντά σε,

λαὸν Ἰσραηλίτην.

Φῶς ἀναλλοίωτον, ἑξαποστειλάριον, Ἦχος γ΄

Φῶς ἀναλλοίωτον Λόγε,

φωτὸς Πατρὸς ἀγεννήτου,

ἐν τῷ φανέντι φωτί σου,

σήμερον ἐν Θαβωρίῳ,

φῶς εἴδομεν τόν, Πατέρα,

φῶς καὶ τὸ Πνεῦμα,

φωταγωγοῦν πᾶσαν Κτίσιν.

Φωτὶ τῷ ἀνεσπέρῳ, Εἱρμὸς ε΄, Ἦχος γ΄

Φωτὶ τῷ ἀνεσπέρῳ σου Χριστέ,

καταύγασον τὴν ταπεινήν μου ψυχήν,

καί ὁδήγησον εἰς τὸν φόβον σου,

διότι φῶς τὰ προστάγματά σου.

Χέρσον ἀβυσσοτόκον πέδον ἥλιος, Εἱρμὸς α΄, Ἦχος γ΄

Χέρσον ἀβυσσοτόκον πέδον ἥλιος,

ἐπεπόλευσε ποτέ·

ὡσεὶ τεῖχος γὰρ ἐπάγη,

ἑκατέρωθεν ὕδωρ,

λαῷ πεζοποντοποροῦντι,

καὶ θεαρέστως μέλποντι.

ᾌσωμεν τῷ Κυρίῳ·

ἐνδόξως γὰρ δεδόξασται.

Ὡς εἶδεν Ἠσαΐας συμβολικῶς, Εἱρμὸς α΄, Ἦχος γ΄

Ὡς εἶδεν Ἠσαΐας συμβολικῶς,

ἐν θρόνῳ ἐπηρμένῳ Θεόν,

ὑπ» Ἀγγέλων δόξης δορυφορούμενον,

ὢ τάλας! ἐβόα, ἐγώ,

πρὸ γὰρ εἶδον σωματούμενον Θεόν,

φωτὸς ἀνεσπέρου,

καὶ εἰρήνης δεσπόζοντα.

Ὡς ὄμβρος ἐπ΄ἄγρωστιν, Εἱρμὸς β΄, Ἦχος γ΄

Ὡς ὄμβρος ἐπ΄ἄγρωστιν

καὶ ὡς νιφετὸς ἐπὶ χόρτον,

καταβήτω ἐπὶ γῆς τὰ ρήματά μου.

Ὡς πάλαι τοὺς εὐσεβεῖς, Εἱρμὸς ζ΄, Ἦχος γ΄

Ὡς πάλαι τοὺς εὐσεβεῖς,

τρεῖς Παῖδας ἐδρόσισας,

ἐν τῇ φλογὶ τῇ Χαλδαϊκῇ,

τῷ φωτιστικῷ τῆς Θεότητος πυρί,

καὶ ἡμᾶς καταύγασον·

Εὐλογητὸς εἶ κράζοντας,

ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Ἦχος δ΄

Ἀβραμιαῖοί ποτε, Εἱρμὸς ζ΄, Ἦχος δ΄

Ἀβραμιαῖοί ποτε,

ἐν Βαβυλῶνι Παῖδες,

καμίνου φλόγα κατεπάτησαν,

ἐν ὕμνοις κραυγάζοντες·

ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.

Ἀκήκοεν ὁ Προφήτης, Εἱρμὸς δ΄, Ἦχος δ΄

Ἀκήκοεν ὁ Προφήτης,

τὴν ἔλευσίν σου Κύριε καὶ ἐφοβήθη,

κατενόησε τὰ ἔργα σου, καὶ ἐξέστη·

Δόξα τῇ δυνάμει σου,

δόξα Χριστέ, τῇ συγκαταβάσει σου.

Ἄκουε Κόρη Παρθένε, Εἱρμὸς η΄, Ἦχος δ΄

Ἄκουε Κόρη Παρθένε ἁγνή,

εἰπάτω δὴ ὁ Γαβριήλ,

βουλὴν Ὑψίστου ἀρχαίαν ἀληθινήν,

γενοῦ πρὸς ὑποδοχὴν ἑτοίμη Θεοῦ.

Διὰ σοῦ γὰρ ὁ ἀχώρητος,

βροτοῖς συναναστρέφεται·

διὸ καὶ χαίρων βοῶ· Εὐλογεῖτε,

πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Ἄναξ ἀνάκτων, Ἰαμβικὸς δ΄, Ἦχος δ΄

Ἄναξ ἀνάκτων, οἷος ἐξ οἵου μόνος,

Λόγος προελθών, Πατρὸς ἐξ ἀναιτίου.

Ἰσοσθενές σου Πνεῦμα τοῖς Ἀποστόλοις,

Νημερτὲς ἐξέπεμψας ὡς εὐεργέτης,

ᾌδουσι, Δόξα τῷ κράτει σου, Κύριε.

Ἀνάτειλόν μοι Κύριε Εἱρμὸς ε΄, Ἦχος δ΄

Ἀνάτειλόν μοι Κύριε,

τὸ φῶς τῶν προσταγμάτων σου,

ὅτι πρὸς σὲ Χριστὲ τὸ πνεῦμά μου,

ὀρθρίζει καὶ ὑμνεῖ σε·

σὺ γὰρ εἶ Θεὸς ἡμῶν,

καὶ πρὸς σὲ καταφεύγω,

τῆς εἰρήνης Βασιλεῦ.

Ἀνοίξω τὸ στόμα μου, Εἱρμὸς α΄, Ἦχος δ΄

Ἀνοίξω τὸ στόμα μου,

καὶ πληρωθήσεται Πνεύματος,

καὶ λόγον ἐρεύξομαι,

τῇ Βασιλίδι Μητρί,

καὶ ὀφθήσομαι,

φαιδρῶς πανηγυρίζων,

καὶ ᾄσω γηθόμενος,

ταύτης τὰ θαύματα (τὴν κοίμησιν, τὴν εἴσοδον, τὴν σύλληψιν).

Ἅπας γηγενὴς, Εἱρμὸς θ΄, Ἦχος δ΄

Ἅπας γηγενής,

σκιρτάτω τῷ πνεύματι λαμπαδουχούμενος,

πανηγυριζέτω δέ,

αὔλων Νόων φύσις γεραίρουσα,

τὰ ἱερὰ θαυμάσια (τὴν ἱερὰν Μετάστασιν, τὰ ἱερὰ Εἰσόδια,) τῆς Θεομήτορος,

καὶ βοάτω·

Χαίροις παμμακάριστε,

Θεοτόκε Ἁγνὴ ἀειπάρθενε.

Ἅρματα Φαραὼ, Εἱρμὸς α΄, Ἦχος δ΄

Ἅρματα Φαραώ,

καὶ τὴν δύναμιν αὐτοῦ,

ἔρριψεν εἰς θάλασσαν,

ὁ κραταιὸς ἐν πολέμοις,

ᾄσωμεν αὐτῷ ᾆσμα καινόν,

ὅτι ἐνδόξως δεδόξασται.

Ἀσεβεῖς οὐκ ὄψονται, Εἱρμὸς ε΄, Ἦχος δ΄

Ἀσεβεῖς οὐκ ὄψονται, τὴν δόξαν σου,

ἀλλ» ἡμεῖς σε Μονογενές,

πατρικῆς ἀπαύγασμα,

δόξης Θεότητος,

ἐκ νυκτὸς ὀρθρίζοντες,

ἀνυμνοῦμέν σε φιλάνθρωπε.

ᾌσομαί σοι Κύριε, Εἱρμὸς α΄, Ἦχος δ΄

ᾌσομαί σοι Κύριε ὁ Θεός μου,

ὅτι ἐξήγαγες λαόν,

δουλείας Αἰγύπτου,

ἐκάλυψας δὲ ἅρματα

Φαραώ, καὶ τὴν δύναμιν.

Ἀφ» ὕψους κατῆλθες, Εἱρμὸς γ΄, Ἦχος δ΄

Ἀφ» ὕψους κατῆλθες, βουλήσει

ἐπὶ γῆς, ὁ ὑπεράνω πάσης ἀρχῆς,

καὶ ταπεινὴν ἀνύψωσας

ἐξ ᾅδου κατωτάτου, φύσιν βροτείαν·

οὐ γάρ ἐστιν ἅγιος,

πλὴν σοῦ φιλάνθρωπε.

Γῆ καὶ πάντα τὰ ἐν αὐτῇ, Εἱρμὸς η΄, Ἦχος δ΄

Γῆ καὶ πάντα τὰ ἐν αὐτῇ,

θάλασσα καὶ πᾶσαι αἱ πηγαί,

οἱ οὐρανοὶ τῶν οὐρανῶν,

φῶς καὶ σκότος,

ψῦχος καὶ καύσων,

υἱοὶ τῶν ἀνθρώπων,

ἱερεῖς εὐλογεῖτε τὸν Κύριον,

καὶ ὑπερυψοῦτε,

εἰς πάντας τοὺς αἰῶνας.

Δι» ἀγάπησιν οἰκτιρμὸν, Εἱρμὸς δ΄, Ἦχος δ΄

Δι» ἀγάπησιν οἰκτίρμον,

τῆς σῆς εἰκόνος,

ἐπὶ Σταυροῦ σου ἔστης,

καὶ ἐτάκησαν τὰ ἔθνη·

σὺ γὰρ εἶ φιλάνθρωπε,

ἰσχύς μου καὶ ὕμνησις.

Διὰ ξύλου ὁ Ἀδάμ, μακαρισμός, Ἦχος δ΄

Διὰ ξύλου ὁ Ἀδάμ,

Παραδείσου γέγονεν ἄποικος,

διὰ ξύλου δὲ σταυροῦ,

ὁ Λῃστὴς Παράδεισον ᾤκησεν.

Ὁ μὲν γὰρ γευσάμενος

ἐντολὴν ἠθέτησε τοῦ ποιήσαντος.

Ὁ δὲ συσταυρούμενος,

Θεὸν ὡμολόγησε τὸν κρυπτόμενον.

Μνήσθητι καὶ ἡμῶν Σωτήρ,

ἐν τῇ Βασιλείᾳ σου.

Ἐβόησαν, ἐν εὐφροσύνῃ, Εἱρμὸς ς΄, Ἦχος δ΄

Ἐβόησαν,

ἐν εὐφροσύνῃ Δικαίων τὰ πνεύματα,

νῦν τῷ κόσμῳ,

διαθήκη καινὴ διατίθεται,

καὶ ῥαντίσματι,

καινουργείσθω λαὸς θείου Αἵματος.

Ἐβόησε, προτυπῶν, Εἱρμὸς ς΄, Ἦχος δ΄

Ἐβόησε,

προτυπῶν τὴν ταφὴν τὴν τριήμερον,

ὁ προφήτης

Ἰωνᾶς, ἐν τῷ κήτει δεόμενος·

Ἐκ φθορᾶς με ῥῦσαι,

Ἰησοῦ βασιλεῦ τῶν δυνάμεων.

Ἔδωκας σημείωσιν, στιχηρόν, Ἦχος δ΄

Ἔδωκας σημείωσιν,

τοῖς φοβουμένοις σε Κύριε,

τὸν Σταυρόν σου τὸν τίμιον,

δι» οὗ ἐθριάμβευσας,

τάς ἀρχὰς τοῦ σκότους,

καὶ τάς ἐξουσίας,

καὶ ἐπανήγαγες ἡμᾶς,

εἰς τὴν ἀρχαίαν μακαριότητα·

διό σου τὴν φιλάνθρωπον,

οἰκονομίαν δοξάζομεν,

Ἰησοῦ παντοδύναμε,

ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

Εἰ καὶ ἐν τάφῳ κατῆλθες, κοντάκιον, Ἦχος δ΄

Εἰ καὶ ἐν τάφῳ κατῆλθες ἀθάνατε,

ἀλλὰ τοῦ ᾍδου καθεῖλες τὴν δύναμιν,

καὶ ἀνέστης ὡς νικητής, Χριστὲ ὁ Θεός,

γυναιξὶ Μυροφόροις φθεγξάμενος.

Χαίρετε,

καὶ τοῖς σοῖς Ἀποστόλοις εἰρήνην δωρούμενος

ὁ τοῖς πεσοῦσι παρέχων ἀνάστασιν.

Εισακήκοα Κύριε, Εἱρμὸς δ΄, Ἦχος δ΄

Εἰσακήκοα Κύριε,

τὴν ἀκοήν σου καὶ ἐφοβήθην,

κατενόησα τὰ ἔργα σου, καὶ ἐξέστην,

ὅτι τῆς σῆς αἰνέσεως πλήρης ἡ γῆ.

Εἰσακήκοα ὁ Θεὸς, Εἱρμὸς δ΄, Ἦχος δ΄

Εἰσακήκοα ὁ Θεός,

τὴν ἀκοήν σου καὶ ἐφοβήθην,

κατενόησα τὰ ἔργα σου,

ὁ Προφήτης ἔλεγε,

καὶ ἐδόξασά σου τὴν δύναμιν.

Εισακήκοα τήν ακοήν σου, Εἱρμὸς δ΄, Ἦχος δ΄

Εἰσακήκοα

τὴν ἀκοήν σου Κύριε

ὅτι ὤφθης ἐπὶ τῆς γῆς

καὶ ἐδόξασά σου τὴν δύναμιν.

Εἰσακήκοα τὴν ἔνδοξον, Εἱρμὸς δ΄, Ἦχος δ΄

Εἰσακήκοα τὴν ἔνδοξον οἰκονομίαν σου Χριστὲ ὁ Θεός,

ὅτι ἐτέχθης ἐκ τῆς Παρθένου,

ἵνα ἐκ πλάνης ῥύσῃ τοὺς κραυγάζοντας·

Δόξα τῇ δυνάμει σου Κύριε.

Ἐκ νυκτὸς ὀρθρίζοντα, Εἱρμὸς ε΄, Ἦχος δ΄

Ἐκ νυκτὸς ὀρθρίζοντα φώτισόν με

ζωοποιὲ Χριστοῦ Σταυρέ,

φόβῳ προσκυνοῦντά σε,

ἡμέραν σωτήριον,

ἀεὶ ἐξανατέλλων μοι.

Ἔκλινας Χριστὲ, Εἱρμὸς δ΄, Ἦχος δ΄

Ἔκλινας Χριστὲ τῇ καταβάσει σου,

οὐρανοὺς ἐν συνέσει,

καὶ ὤφθης σεσαρκωμένος ἐπὶ γῆς.

Διὸ πάντες βοῶμεν·

τῇ δυνάμει σου δόξα φιλάνθρωπε.

Ἐν κήτει Χριστὲ τριημερεύσας, Εἱρμὸς ς΄, Ἦχος δ΄

Ἐν κήτει Χριστὲ τριημερεύσας,

Ἰωνᾶς προέγραψέ σε τὸν ἀθάνατον,

ὡς νεκρὸν ἑκουσίως,

ἐν τῇ κοιλίᾳ τῆς γῆς τριημερεύσαντα.

Ἐν Κυρίῳ Θεῷ μου, Εἱρμὸς γ΄, Ἦχος δ΄

Ἐν Κυρίῳ Θεῷ μου,

ἐστερεώθη ἡ καρδία μου·

διὸ οἱ ἀσθενοῦντες

περιεζώσαντο δύναμιν.

Ἐν πελάγει τοῦ βίου, Εἱρμὸς ς΄, Ἦχος δ΄

Ἐν πελάγει τοῦ βίου,

ταῖς πράξεσί μου κατῆλθον εἰς βυθόν,

ἀλλ» ὡς ἐκ κήτους Ἰωνᾶς,

οὕτω βοῶ σοι·

Ἐκ βυθοῦ τῶν κακῶν με ἀνάγαγε δέομαι,

Υἱὲ τοῦ Θεοῦ καὶ Λόγε.

Ἐν τῇ καμίνῳ, Ἀβραμιαῖοι, Εἱρμὸς ζ΄, Ἦχος δ΄

Ἐν τῇ καμίνῳ,

Ἀβραμιαῖοι Παῖδες τῇ Περσικῇ,

πόθῳ εὐσεβείας μᾶλλον ἢ τῇ φλογί,

πυρπολούμενοι ἐκραύγαζον·

Εὐλογημένος εἶ, ἐν τῷ Ναῷ τῆς δόξης σου Κύριε.

Ἐν τοῖς ῥείθροις σήμερον, κοντάκιον, Ἦχος δ΄

Ἐν τοῖς ῥείθροις σήμερον τοῦ Ἰορδάνου,

γεγονὼς ὁ Κύριος,

τῷ Ἰωάννῃ ἐκβοᾷ.

Μὴ δειλιάσῃς βαπτίσαι με·

σῶσαι γὰρ ἥκω,

Ἀδὰμ τὸν πρωτόπλαστον.

Ἐν τῷ θλιβεσθαί με, Εἱρμὸς γ΄, Ἦχος δ΄

Ἐν τῷ θλιβεσθαί με,

ἐβόησα πρὸς Κύριον,

καὶ ἑπήκουσέ μου,

ὁ Θεὸς τῆς σωτηρίας μου.

Εν φλογί πυρός, Εἱρμὸς η΄, Ἦχος δ΄

Ἐν φλογὶ πυρὸς παρίστανταί σοι,

Χερουβὶμ Σεραφὶμ Κύριε,

καὶ πᾶσα κτίσις

ὕμνον ᾄδει σοι τερπνόν·

Ὑμνεῖτε εὐλογεῖτε,

λαὸς ὑπερυψοῦτε,

Χριστὸν τὸν μόνον δημιουργόν,

εἰς πάντας τοὺς αἰῶνας.

Ἐξέστη τὰ σύμπαντα, Εἱρμὸς ε΄, Ἦχος δ΄

Ἐξέστη τὰ σύμπαντα,

ἐπὶ τῇ θείᾳ δόξῃ σου,

σὺ γὰρ ἀπειρόγαμε Παρθένε,

ἔσχες ἐν μήτρᾳ,

τὸν ἐπὶ πάντων Θεόν,

καὶ τέτοκας ἄχρονον Υἱόν,

πᾶσι τοῖς ὑμνοῦσί σε,

σωτηρίαν βραβεύοντα.

Ἐξέστη τὰ σύμπαντα, Εἱρμὸς ε΄, Ἦχος δ΄ (Νοεμβρίου 21)

Ἐξέστη τὰ σύμπαντα

ἐν τῇ σεπτῇ εἰσόδῳ σου·

σὺ γὰρ ἀπειρόγαμε Παρθένε·

ἔνδον εἰσῆλθες

ἐν τῷ ναῷ τοῦ Θεοῦ,

ὥσπερ καθαρώτατος ναός,

πᾶσι τοῖς ὑμνοῦσί σε

τὴν εἰρήνην βραβεύουσα.

Ἐξηγόρασας ἡμᾶς, κάθισμα, Ἦχος δ΄

Ἐξηγόρασας ἡμᾶς,

ἐκ τῆς κατάρας τοῦ νόμου,

τῷ τιμίῳ σου αἵματι,

τῷ Σταυρῷ προσηλωθείς,

καὶ τῇ λόγχῃ κεντηθείς,

τὴν ἀθανασίαν ἐπήγασας ἀνθρώποις.

Σωτὴρ ἡμῶν δόξα σοι.

Ἐπαρθέντα σε ἰδοῦσα, Εἱρμὸς δ΄, Ἦχος δ΄

Ἐπαρθέντα σε ἰδοῦσα ἡ Ἐκκλησία,

ἐπὶ Σταυροῦ τὸν Ἥλιον τῆς δικαιοσύνης,

ἔστη ἐν τῇ τάξει αὐτῇς,

εἰκότως κραυγάζουσα·

Δόξα τῇ δυνάμει σου Κύριε.

Ἐπεφάνης σήμερον, κοντάκιον, Ἦχος δ΄

Ἐπεφάνης σήμερον τῇ οἰκουμένῃ,

καὶ τὸ φῶς σου Κύριε,

ἐσημειώθη ἐφ» ἡμᾶς,

ἐν ἐπιγνώσει ὑμνοῦντάς σε.

Ἦλθες ἐφάνης

τὸ Φῶς τὸ ἀπρόσιτον.

Ἐποίησε κράτος, Εἱρμὸς θ΄, Ἦχος δ΄

Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ·

καθεῖλε γὰρ δυνάστας ἀπὸ θρόνων,

καὶ ὕψωσε ταπεινούς,

ὁ Θεὸς τοῦ Ἰσραήλ,

ἐν οἷς ἐπεσκέψατο ἡμᾶς,

Ἀνατολὴ ἐξ ὕψους,

καὶ κατηύθυνεν ἡμᾶς εἰς ὁδὸν εἰρήνης.

Ἔρρηξε γαστρὸς, Ἰαμβικὸς γ΄, Ἦχος δ΄

Ἔρρηξε γαστρὸς ἠτεκνωμένης πέδας,

Ὕβριν τε δυσκάθεκτον εὐτεκνουμένης.

Μόνη προσευχὴ τῆς Προφήτιδος πάλαι Ἄννης,

Φερούσης πνεῦμα συντετριμμένον·

Πρὸς τὸν δυνάστην, καὶ Θεὸν τῶν γνώσεων.

Ἐστερεώθη ἡ καρδία μου, Εἱρμὸς γ΄, Ἦχος δ΄

Ἐστερεώθη ἡ καρδία μου ἐν Κυρίῳ,

τῷ διδόντι εὐχὴν τῷ εὐχομένῳ,

ὅτι τόξον δυνατὸν ἠσθένησε,

καὶ οἱ ἀσθενοῦντες περιεζώσαντο δύναμιν.

Ἐστερεώθη ἡ καρδία μου, Εἱρμὸς γ΄, Ἦχος δ΄

Ἐστερεώθη ἡ καρδία μου ἐν Κυρίῳ,

ὑψώθη κέρας μου ἐν Θεῷ μου,

ἐπλατύνθη ἐπ» ἐχθρούς μου τὸ στόμα μου,

εὐφράνθην ἐν σωτηρίῳ σου.

Εὕα μὲν τῷ τῆς παρακοῆς, Εἱρμὸς θ΄, Ἦχος δ΄

Εὕα μὲν τῷ τῆς παρακοῆς νοσήματι,

τὴν κατάραν εἰσῳκίσατο,

σὺ δὲ Παρθένε Θεοτόκε,

τῷ τῆς κυοφορίας βλαστήματι,

τῷ κόσμῳ τὴν εὐλογίαν ἐξήνθησας.

Ὅθεν σε πάντες μεγαλύνομεν.

Εὐεργέτα Χριστὲ Παντοδύναμε, Εἱρμὸς η΄, Ἦχος δ΄

Εὐεργέτα Χριστὲ Παντοδύναμε,

τοὺς ἐν μέσῳ φλογὸς εὐσεβήσαντας,

συγκαταβὰς ἐδρόσισας,

καὶ ἐδίδαξας μέλπειν·

Πάντα τὰ ἔργα,

εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.

Ευλογητὸς εί ο Θεός, Εἱρμὸς ζ΄, Ἦχος δ΄

Εὐλογητὸς εἶ ὁ Θεὸς

ἐν τῇ καμίνῳ οἱ παῖδες ὡμολόγουν,

ἀγγέλου δὲ ἤκουον

βοῶντος πρὸς αὐτοὺς·

εἰσηκούσθη ἡ δέησις ἡμῶν.

Εὐφραίνεται ἐπὶ σοὶ, Εἱρμὸς γ΄, Ἦχος δ΄

Εὐφραίνεται ἐπὶ σοί,

ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα·

Σύ μου ἰσχὺς Κύριε,

καὶ καταφυγὴ καὶ στερέωμα.

Εὐφράνθητι Ἱερουσαλὴμ, Εἱρμὸς η΄, Ἦχος δ΄

Εὐφράνθητι Ἱερουσαλήμ,

πανηγυρίσατε οἱ ἀγαπῶντες Σιών·

ὁ βασιλεύων γὰρ εἰς τοὺς αἰῶνας,

Κύριος τῶν Δυνάμεων ἦλθεν,

εὐλαβείσθω πᾶσα ἡ γῆ,

ἐκ προσώπου αὐτοῦ, καὶ βοάτω·

Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

Ζάλη με λογισμῶν, Εἱρμὸς ς΄, Ἦχος δ΄

Ζάλη με λογισμῶν καταλαβοῦσα,

εἰς βυθὸν καθέλκει με,

ἀμέτρων πλημμελημάτων,

ἀλλὰ σὺ Κυβερνῆτα ἀγαθέ,

προφθάσας διάσωσόν με.

Ἡ ἀμνάς σου Ἰησοῦ, κάθισμα, Ἦχος δ΄

Ἡ ἀμνάς σου Ἰησοῦ,

κράζει μεγάλη τῇ φωνῇ.

Σὲ Νυμφίε μου ποθῶ,

καὶ σὲ ζητοῦσα ἀθλῶ,

καὶ συσταυροῦμαι καὶ συνθάπτομαι τῷ βαπτισμῷ σου·

καὶ πάσχω διὰ σέ, ὡς βασιλεύσω σὺν σοί,

καὶ θνήσκω ὑπὲρ σοῦ,

ἵνα καὶ ζήσω ἐν σοί·

ἀλλ᾽ ὡς θυσίαν ἄμωμον

προσδέχου τὴν μετὰ πόθου τυθεῖσάν σοι.

Αὐτῆς πρεσβείαις,

ὡς ἐλεήμων, σῶσον τὰς ψυχὰς ἡμῶν.

Ἤθελον δάκρυσιν ἑξαλεῖψαι, ἀπόστιχον, Ἦχος δ΄

Ἤθελον δάκρυσιν ἑξαλεῖψαι,

τῶν ἐμῶν πταισμάτων Κύριε τὸ χειρόγραφον,

καὶ τὸ ὑπόλοιπον τῆς ζωῆς μου,

διὰ μετανοίας εὐαρεστῆσαί σοι,

ἀλλ» ὁ ἐχθρὸς ἀπατᾷ με,

καὶ πολεμεῖ τὴν ψυχήν μου.

Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.

Ἦλθον εἰς τὰ βάθη, Εἱρμὸς ς΄, Ἦχος δ΄

Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης,

καὶ κατεπόντισέ με,

καταιγὶς πολλῶν ἁμαρτημάτων,

ἀλλ» ὡς Θεὸς ἐκ φθορᾶς ἀνάγαγε,

τὴν ζωήν μου ὡς φιλάνθρωπος.

Θαλάσσης τὸ ἐρυθραῖον, Εἱρμὸς α΄, Ἦχος δ΄

Θαλάσσης τὸ ἐρυθραῖον πέλαγος, ἀβρόχοις ἴχνεσιν,

ὁ παλαιὸς πεζεύσας Ἰσραήλ,

σταυροτύποις Μωσέως χερσί,

τοῦ Ἀμαλὴκ τὴν δύναμιν,

ἐν τῇ ἐρήμῳ ἐτροπώσατο.

Θείῳ καλυφθεὶς, Ἰαμβικὸς α΄, Ἦχος δ΄

Θείῳ καλυφθεὶς ὁ βραδύγλωσσος γνόφῳ

Ἐρρητόρευσε τὸν θεογράφον νόμον.

Ἰλὺν γὰρ ἐκτινάξας ὄμματος νόου,

Ὁρᾷ τὸν ὄντα, καὶ μυεῖται Πνεύματος

Γνῶσιν, γεραίρων ἐνθέοις τοῖς ᾄσμασιν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, Εἱρμὸς θ΄, Ἦχος δ΄

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν,

συστήσασθε ἑορτήν, καὶ ἀγαλλόμενοι,

δεῦτε μεγαλύνωμεν Χριστόν,

μετὰ βαΐων καὶ κλάδων,

ὕμνοις κραυγάζοντες·

Εὐλογημένος ὁ ἐρχόμενος,

ἐν ὀνόματι Κυρίου, Σωτῆρος ἡμῶν.

Θύσω σοι, μετὰ φωνῇς, Εἱρμὸς ς΄, Ἦχος δ΄

Θύσω σοι, μετὰ φωνῇς αἰνέσεως Κύριε,

ἡ Ἐκκλησία βοᾷ σοι,

ἐκ δαιμόνων λύθρου κεκαθαρμένη,

τῷ δι» οἶκτον,

ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι.

Ἱλασμὸς ἡμῖν Χριστὲ, Ἰαμβικὸς ς΄, Ἦχος δ΄

Ἱλασμὸς ἡμῖν Χριστὲ καὶ σωτηρία,

Ὁ Δεσπότης ἔλαμψας ἐκ τῆς Παρθένου,

Ἵν, ὡς Προφήτην θηρὸς ἐκ θαλατίου,

Στέρνων Ἰωνᾶν, τῆς φθορᾶς διαρπάσῃς,

Ὅλον τὸν Ἀδάμ, παγγενῆ πεπτωκότα.

Ἰωακεὶμ καὶ Ἄννα, κοντάκιον, Ἦχος δ΄

Ἰωακεὶμ καὶ Ἄννα ὀνειδισμοῦ ἀτεκνίας,

καὶ Ἀδὰμ καὶ Εὕα, ἐκ τῆς φθορᾶς τοῦ θανάτου,

ἠλευθερώθησαν, Ἄχραντε,

ἐν τῇ ἁγίᾳ γεννήσει σου,

αὐτὴν ἑορτάζει καὶ ὁ λαός σου,

ἐνοχῆς τῶν πταισμάτων, λυτρωθεὶς ἐν τῷ κράζειν σοι.

Ἡ στεῖρα τίκτει τὴν Θεοτόκον, καὶ τροφὸν τῆς ζωῆς ἡμῶν.

Καὶ τρόπων, ἀπολυτίκιον, Ἦχος δ΄

Καὶ τρόπων μέτοχος,

καὶ θρόνων διάδοχος,

τῶν Ἀποστόλων γενόμενος,

τὴν πρᾶξιν εὗρες Θεόπνευστε,

εἰς θεωρίας ἐπίβασιν·

διὰ τοῦτο τὸν λόγον τῆς ἀληθείας ὀρθοτομῶν,

καὶ τῇ πίστει ἐνήθλησας μέχρις αἵματος,

Ἱερομάρτυς Κυπριανέ,

πρέσβευε Χριστῷ τῷ Θεῷ,

σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Κανόνα πίστεως, ἀπολυτίκιον, Ἦχος δ΄

Κανόνα πίστεως καὶ εἰκόνα πραότητος,

ἐγκρατείας Διδάσκαλον, ἀνέδειξέ σε τῇ ποίμνῃ σου,

ἡ τῶν πραγμάτων ἀλήθεια·

διὰ τοῦτο ἐκτήσω τῇ ταπεινώσει τὰ ὑψηλά,

τῇ πτωχείᾳ τὰ πλούσια,

Πάτερ Ἱεράρχα Νικόλαε,

πρέσβευε Χριστῷ τῷ Θεῷ,

σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Κατεπλάγη Ἰωσὴφ, ἀπολυτίκιον, Ἦχος δ΄

Κατεπλάγη Ἰωσήφ,

τὸ ὑπὲρ φύσιν θεωρῶν,

καὶ ἐλάμβανεν εἰς νοῦν,

τὸν ἐπὶ πόκον ὑετόν,

ἐν τῇ ἀσπόρῳ συλλήψει σου Θεοτόκε.

Βάτον ἐν πυρὶ ἀκατάφλεκτον,

ῥάβδον Ἀαρὼν τὴν βλαστήσασαν,

καὶ μαρτυρῶν ὁ μνήστωρ σου καὶ φύλαξ,

τοῖς ἱερεῦσιν ἐκραύγαζε·

Παρθένος τίκτει,

καὶ μετὰ τόκον,

πάλιν μένει Παρθένος.

Κρυπτὸν θεῖον ἄχραντον, Εἱρμὸς θ΄, Ἦχος δ΄

Κρυπτὸν θεῖον ἄχραντον, ἐν σοὶ τελεῖται

ἐμφανὲς Μυστήριον, Παρθένε ἄχραντε·

καὶ γὰρ Θεὸς ἐκ σοῦ σεσωμάτωται,

δι» εὐσπλαχνίαν·

διό σε ὡς Θεοτόκον μεγαλύνομεν.

Κύριε, ἀνελθὼν ἐν τῷ Σταυρῷ, στιχηρόν, Ἦχος δ΄

Κύριε, ἀνελθὼν ἐν τῷ Σταυρῷ,

τὴν προγονικὴν ἡμῶν κατάραν ἐξήλειψας

καὶ κατελθὼν ἐν τῷ ᾍδῃ,

τοὺς ἀπ» αἰῶνος δεσμίους ἠλευθέρωσας,

ἀφθαρσίας δωρούμενος τῶν ἀνθρώπων τῷ γένει·

διὰ τοῦτο ὑμνοῦντες, δοξάζομεν,

τὴν ζωοποιὸν καὶ σωτήριόν σου Ἔγερσιν.

Λίθος ἀχειρότμητος, Εἱρμὸς θ΄, Ἦχος δ΄

Λίθος ἀχειρότμητος ὄρους,

ἐξ ἀλαξεύτου σου Παρθένε,

ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς

συνάψας τάς διεστώσας φύσεις.

Διὸ ἐπαγαλλόμενοι

σὲ Θεοτόκε μεγαλύνομεν.

Λόγου Θεοῦ ἄφραστον, Εἱρμὸς θ΄, Ἦχος δ΄

Λόγου Θεοῦ ἄφραστον ἐν σοὶ τελεῖται,

ἐμφανῶς Μυστήριον, Παρθένε ἄχραντε·

καὶ γὰρ Θεός, ἐκ σοῦ σεσωμάτωται δι» εὐσπλαγχνίαν·

διό σε ὡς Θεοτόκον μεγαλύνομεν.

Λύει τὰ δεσμὰ, Ἰαμβικὸς η΄, Ἦχος δ΄

Λύει τὰ δεσμὰ καὶ δροσίζει τὴν φλόγα,

Ὁ τρισσοφεγγὴς τῆς θεαρχίας τύπος,

Ὑμνοῦσι Παῖδες, εὐλογεῖ δὲ τὸν μόνον,

Σωτῆρα καὶ παντουργόν, ὡς εὐεργέτην,

ἡ δημιουργηθεῖσα σύμπασα κτίσις.

Λυτήριον κάθαρσιν ἀμπλακημάτων, Ἰαμβικὸς ε΄, Ἦχος δ΄

Λυτήριον κάθαρσιν ἀμπλακημάτων,

πυρίπνοον δέξασθε Πνεύματος δρόσον,

Ὦ τέκνα φωτομορφα τῆς Ἐκκλησίας,

Νῦν ἐκ Σιὼν γὰρ ἐξελήλυθε νόμος.

Ἡ γλωσσοπυρσόμορφος Πνεύματος χάρις.

Λυτρωτὰ τοῦ παντὸς, Εἱρμὸς η΄, Ἦχος δ΄

Λυτρωτὰ τοῦ παντὸς παντοδύναμε,

τοὺς ἐν μέσῳ φλογὸς εὐσεβήσαντας,

συγκαταβὰς ἐδρόσισας,

καὶ ἐδίδοξας μέλπειν·

Πάντα τὰ ἔργα

εὐλογεῖτε, ὑμνεῖτε τὸν Κύριον.

Μεγαλύνομεν πάντες, Εἱρμὸς θ΄, Ἦχος δ΄

Μεγαλύνομεν πάντες,

τὴν φιλανθρωπίαν σου,

Κύριε Σωτὴρ ἡμῶν,

ἡ δόξα τῶν δούλων σου,

καὶ στέφανος τῶν πιστῶν,

ὁ μεγαλύνας τὴν μνήμην τῆς τεκούσης σε.

Μετὰ τόκον σε Ἁγνὴ, Εἱρμὸς θ΄, Ἦχος δ΄

Μετὰ τόκον σε Ἁγνή,

καὶ πρὸ τοῦ τόκου,

καὶ ἐν τόκῳ ἄχραντε,

σὲ πᾶσα ἡ κτίσις καταγγέλλουσα,

ὡς Θεοτόκον ἀληθῆ μεγαλύνομεν.

Μή καταποντισάτω, Εἱρμὸς ς΄, Ἦχος δ΄

Μὴ καταποντισάτω με καταιγὶς ὕδατος,

μηδὲ καταπιέτω με βυθός·

ἀπέρριμμαι γάρ εἰς βάθη, καρδίας

θαλάσσης, τῶν κακῶν μου·

διό σοι κραυγάζω ὡς Ἰωνᾶς·

Ἀναβήτω ἐκ φθορᾶς ἡ ζωή μου

πρὸς σέ, ο Θεός ἡμῶν.

Μὴ παραδῴης ἡμᾶς, Εἱρμὸς ζ΄, Ἦχος δ΄

Μὴ παραδῴης ἡμᾶς εἰς τέλος,

διὰ τὸ ὄνομά σου καὶ μὴ διασκεδάσῃς τὴν διαθήκην σου,

καὶ μὴ ἀποστήσῃς τὸ ἔλεός σου ἀφ» ἡμῶν,

Κύριε ὁ Θεὸς τῶν Πατέρων ἡμῶν,

ὁ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας.

Μωυσῆς ἐν τῷ ὅρει, Εἱρμὸς θ΄, Ἦχος δ΄

Μωϋσῆς ἐν τῷ ὄρει

ἄφλεκτον τὴν βάτον ἑώρακεν

Ἰωσὴφ ἐν σπηλαίῳ,

ἄφθορον τὸν τόκον ἐθεασατο,

ἀνύμφευτε μῆτερ,

ἀλόχευτε κόρη

ὕμνοις Θεοτόκε μεγαλύνομεν.

Νάουσαν ἀκρότομον, Εἱρμὸς γ΄, Ἦχος δ΄

Νάουσαν ἀκρότομον, προστάγματι σῷ,

στερεὰν ἐθήλασε πέτραν, Ἰσραηλίτῃς λαός,

ἡ δὲ πέτρα σὺ Χριστέ, ὑπάρχεις καὶ ζωή,

ἐν ᾖ ἐστερεώθῃ ἡ Ἐκκλησία κράζουσα·

Ὡσαννά, εὐλογημένος εἶ ὁ ἐρχόμενος.

Νέοι τρεῖς ἐν Βαβυλῶνι, Εἱρμὸς ζ΄, Ἦχος δ΄

Νέοι τρεῖς ἐν Βαβυλῶνι,

πρόσταγμα τυραννικόν,

εἰς φλήναφον θέμενοι,

μέσον τοῦ πυρὸς ἀνεβόων·

Εὐλογητὸς εἶ ὁ Θεός,

ὁ τῶν Πατέρων ἡμῶν.

Νῦν ἀναστήσομαι, Εἱρμὸς ε΄, Ἦχος δ΄

Νῦν ἀναστήσομαι, προφητικὼς

ἔφη ὁ Θεός, νῦν ὑψωθήσομαι, νῦν δοξασθήσομαι,

τὸν πεσόντα προσλαβὼν ἐκ τῆς Παρθένου,

καὶ πρὸς φῶς τὸ θαυμαστόν,

ἀνυψῶν τῆς ἐμῆς Θεότητος.

Ὁ ἀνατείλας τὸ φῶς, Εἱρμὸς ε΄, Ἦχος δ΄

Ὁ ἀνατείλας τὸ φῶς,

καὶ φωτίσας τὸν ὄρθρον,

καὶ δείξας τὴν ἡμέραν,

δόξα σοι,

Ἰησοῦ Υἱὲ τοῦ Θεοῦ.

(Ἕτερον)

Ὁ ἀνατείλας τὸ φῶς,

καὶ φωτίσας τὸν ὄρθρον,

καὶ δείξας τὴν ἡμέραν,

δόξα σοι Ἰησοῦ,

Υἱὲ τοῦ Θεοῦ, φιλάνθρωπε δόξα σοι.

Ὁ διασώσας ἐν πυρὶ, Εἱρμὸς ζ΄, Ἦχος δ΄

Ὁ διασώσας ἐν πυρί,

τοὺς Ἀβραμιαίους σου Παῖδας,

καὶ τοὺς Χαλδαίους ἀνελών,

οἷς ἀδίκως δικαίους ἐνήδρευσαν,

ὑπερύμνητε Κύριε,

ὁ Θεὸς ὁ τῶν Πατέρων,

εὐλογητὸς εἶ.

Ὁ ἐν ἀρχῇ ἄναρχος Λόγος, Εἱρμὸς ζ΄, Ἦχος δ΄

Ὁ ἐν ἀρχῇ ἄναρχος Λόγος,

σὺν Πατρὶ καὶ τῷ Πνεύματι, Υἱὸς μονογενής,

εὐλογημένος εἶ καὶ ὑπερυψούμενος,

ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Ὁ ἐν τῷ ὅρει τῷ Μωσεῖ, Εἱρμὸς ζ΄, Ἦχος δ΄

Ὁ ἐν τῷ ὅρει τῷ Μωσεῖ συλλαλήσας,

καὶ τύπον τῆς Παρθένου τὴν βάτον δείξας,

εὐλογητὸς, Κύριε,

ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.

Ὁ ἐξ ὑψίστου κληθεὶς, στιχηρόν, Ἦχος δ΄

Ὁ ἐξ ὑψίστου κληθείς, οὐκ ἀπ» ἀνθρώπων,

ὅτε τὸ ἐπίγειον σκότος ἠμαύρωσε,

τοὺς ὀφθαλμούς σου τοῦ σώματος,

τῆς ἀσεβείας,

δημοσιεῦον τὴν σκυθρωπότητα,

τότε τὸ οὐράνιον, φῶς περιήστραψε,

σῆς διανοίας τὰ ὄμματα,

τῆς εὐσεβείας

ἀνακαλύπτον τὴν ὡραιότητα·

ὅθεν ἐπέγνως

τὸν ἐξάγοντα,

φῶς ἐκ σκότους Χριστὸν τὸν Θεὸν ἡμῶν,

ὂν ἱκέτευε σῶσαι,

καὶ φωτίσαι τάς ψυχὰς ἡμῶν.

Ὁ Θεός τῶν πατέρων ἡμῶν, ἀπολυτίκιον, Ἦχος δ΄

Ὁ Θεός τῶν πατέρων ἡμῶν,

ὁ ποιῶν ἀεὶ μεθ́ ἡμῶν

κατὰ τὴν σην ἐπιείκειαν,

μὴ ἀποστήσῃς τὸ ἔλεός σου ἀφ» ἡμῶν,

ἀλλὰ ταῖς αὐτῶν ἱκεσίαις,

ἐν εἰρήνῃ κυβέρνησον

τὴν ζωὴν ἡμῶν.

Ὁ καθήμενος ἐν δόξῃ, Εἱρμὸς δ΄, Ἦχος δ΄

Ὁ καθήμενος ἐν δόξῃ,

ἐπὶ θρόνου Θεότητος,

ἐν νεφέλῃ κούφῃ,

ἦλθεν Ἰησοῦς ὁ ὑπέρθεος,

τῇ ἀ­κη­ρά­τῳ Παρ­θέ­νῳ, καὶ διέ­σω­σε,

τοὺς κραυγάζοντας·

δόξα Χριστὲ τῇ δυνάμει σου.

Ὁ κτησάμενος ἡμᾶς, Εἱρμὸς ε΄, Ἦχος δ΄

Ὁ κτησάμενος ἡμᾶς,

περιούσιον λαόν, τῷ αἵματί σου, Κύριε,

τὴν ἐν ὁμονοίᾳ σὴν εἰρήνην δὸς ἡμῖν,

φυλάττων τὴν ποίμνην σου.

Ὁ πατάξας Αἴγυπτον, Εἱρμὸς α΄, Ἦχος δ΄

Ὁ πατάξας Αἴγυπτον,

καὶ Φαραὼ τὸν τύραννον,

βυθίσας ἐν θαλάσσῃ,

λαὸν διέσωσας δουλείας,

Μωσαϊκῶς ᾄδοντα,

ᾠδὴν ἐπινίκιον,

ὅτι δεδόξασται.

Ὁ στερεῶν βροντὴν, Εἱρμὸς γ΄, Ἦχος δ΄

Ὁ στερεῶν βροντὴν καὶ κτίζων πνεῦμα,

στερέωσόν με Κύριε,

ἵνα ὑμνῶ σε εἰλικρινῶς,

καὶ ποιῶ τὸ θέλημά σου,

ὅτι οὔκ ἐστιν Ἅγιος,

ὡς σὺ ὁ Θεὸς ἡμῶν.

Ὁ τὰ σύμπαντα φέρων, Εἱρμὸς η΄, Ἦχος δ΄

Ὁ τὰ σύμπαντα φέρων,

τῇ ἀπορρήτῳ σου δυνάμει Χριστέ,

τοὺς ὁσίους σοῦ Παῖδας,

ἐν τῇ φλογὶ ἐδρόσισας κράζοντας·

Εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον.

Ὁ τόκος σου ἄφθορος, Εἱρμὸς θ΄, Ἦχος δ΄

Ὁ τόκος σου ἄφθορος ἐδείχθη,

Θεὸς ἐκ λαγόνων σου προῆλθε,

σαρκοφόρος, ὃς ὤφθη ἐπὶ γῆς,

καὶ τοῖς ἀνθρώποις συνανεστράφη,

σὲ Θεοτόκε· διὸ πάντες μεγαλύνομεν.

Ὁ τοῦ φωτὸς διατμήξας, Εἱρμὸς ε΄, Ἦχος δ΄

Ὁ τοῦ φωτὸς διατμήξας τὸ πρωτόγονον χάος,

ὡς ἐν φωτὶ τὰ ἔργα ὑμνεῖ σε Χριστέ,

τὸν Δημιουργόν, ἐν τῷ φωτί σου,

τάς ὁδοὺς ἡμῶν εὔθυνον.

Ὁ τῶν Πατέρων Θεὸς, Εἱρμὸς ζ΄, Ἦχος δ΄

Ὁ τῶν Πατέρων Θεός,

μὴ καταισχύνῃς ἡμᾶς,

ἀλλὰ δώρησαι ἡμῖν,

ἐν παρρησίᾳ βοᾷν σοι·

Εὐλογητὸς εἶ ὁ Θεὸς.

Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ, κάθισμα, Ἦχος δ΄

Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ἑκουσίως,

τῇ ἐπωνύμῳ σου καινῇ πολιτείᾳ,

τοὺς οἰκτιρμούς σου δώρησαι,

Χριστὲ ὁ Θεός.

Εὔφρανον ἐν τῇ δυνάμει σου,

τοὺς πιστοὺς Βασιλεῖς ἡμῶν,

νίκας χορηγῶν αὐτοῖς,

κατὰ τῶν πολεμίων,

τὴν συμμαχίαν ἔχοιεν τὴν σήν,

ὅπλον εἰρήνης, ἀήττητον τρόπαιον.

Οἱ ἐν Βαβυλῶνι Παῖδες, Εἱρμὸς η΄, Ἦχος δ΄

Οἱ ἐν Βαβυλῶνι Παῖδες,

τῷ θείῳ πυρπολούμενοι ζήλῳ,

τυράννου καὶ φλογὸς ἀπειλήν,

ἀνδρείως κατεπάτησαν,

καὶ μέσον πυρὸς ἐμβληθέντες,

δροσιζόμενοι ἔψαλλον·

Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Οἱ Μάρτυρές σου Κύριε, ἀπολυτίκιον, Ἦχος δ΄

Οἱ Μάρτυρές σου Κύριε,

ἐν τῇ ἀθλήσει αὐτῶν,

στεφάνους ἐκομίσαντο τῆς ἀφθαρσίας,

ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν·

σχόντες γὰρ τὴν ἰσχύν σου,

τοὺς τυράννους καθεῖλον,

ἔθραυσαν καὶ δαιμόνων,

τὰ ἀνίσχυρα θράση.

Αὐτῶν ταῖς ἱκεσίαις,

Χριστὲ ὁ Θεός,

σῶσον τὰς ψυχὰς ἡμῶν.

Ὄρθρον φαεινὸν ἡμῖν, Εἱρμὸς ε΄, Ἦχος δ΄

Ὄρθρον φαεινὸν ἡμῖν

ἐξανάτειλον ὡς ἀγαθὸς

καὶ ὁδήγησον ἡμᾶς

εἰς τὸν φόβον σου Δέσποτα.

Ὅτι ἐποίησέ μοι μεγαλεῖα, Εἱρμὸς θ΄, Ἦχος δ΄

Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός,

καὶ ἅγιον τὸ Ὄνομα αὐτοῦ,

καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεάν,

τοῖς φοβουμένοις αὐτόν.

Ὅτι στεῖρα ἔτεκεν, Εἱρμὸς γ΄, Ἦχος δ΄

Ὅτι στεῖρα ἔτεκεν,

ἡ ἐξ ἐθνῶν Ἐκκλησία,

καὶ ἡ πολλὴ ἐν τέκνοις,

ἠσθένησε συναγωγή,

τῷ θαυμαστῷ Θεῷ ἡμῶν βοήσωμεν·

Ἅγιος εἶ Κύριε.

Οὐκ ἐλάτρευσαν, Εἱρμὸς ζ΄, Ἦχος δ΄

Οὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες,

παρὰ τὸν Κτίσαντα,

ἀλλὰ πυρὸς ἀπειλήν;

ἀνδρείως πατήσαντες,

χαίροντες ἔψαλλον.

Ὑπερύμνητε,

ὁ τῶν Πατέρων Κύριος,

καὶ Θεὸς εὐλογητὸς εἶ.

Οὐκ ἐν σοφίᾳ, Εἱρμὸς γ΄, Ἦχος δ΄

Οὐκ ἐν σοφίᾳ

καὶ δυνάμει καὶ πλούτῳ καυχώμεθα,

ἀλλ’ ἐν σοὶ τῇ τοῦ Πατρός,

ἐνυποστάτῳ Σοφίᾳ Χριστέ·

οὐ γάρ ἐστιν Ἅγιος,

πλὴν σοῦ φιλάνθρωπε.

Οὔκ ἐστι σοὶ ὅμοιος, Εἱρμὸς α΄, Ἦχος δ΄

Οὔκ ἐστι σοὶ ὅμοιος,

δεδοξασμένε Κύριε·

ἐν χειρὶ γὰρ κραταιᾷ,

ἐλυτρώσω τὸν λαόν,

ὂν ἐκτήσω Φιλάνθρωπε.

Οὗτος ὁ Θεὸς ἡμῶν, Εἱρμὸς δ΄, Ἦχος δ΄

Οὗτος ὁ Θεὸς ἡμῶν,

ὁ ἐκ Παρθένου σαρκωθείς,

καὶ τὴν φύσιν θεώσας,

ὂν ὑμνοῦντες βοῶμεν·

Δόξα τῇ δυνάμει σου Κύριε.

Παῖδας εὐαγεῖς, Εἱρμὸς η΄, Ἦχος δ΄

Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ,

ὁ τόκος τῆς Θεοτόκου διεσώσατο,

τότε μὲν τυπούμενος,

νῦν δὲ ἐνεργούμενος,

τὴν οἰκουμένην ἅπασαν,

ἀγείρει ψάλλουσαν.

Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα,

καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Πάντα τὰ ἔργα τοῦ Θεοῦ, Εἱρμὸς η΄, Ἦχος δ΄

Πάντα τὰ ἔργα τοῦ Θεοῦ, καὶ πᾶσα κτίσις,

εὐλογείτε τὸν Κύριον,

ὅσιοι καὶ ταπεινοὶ τῇ καρδίᾳ·

ὑμνεῖτε λαοὶ καὶ ὑπερυψοῦτε

εἰς πάντας τοὺς αἰῶνας.

Πάντα τὰ ἔργα τοῦ Θεοῦ, Εἱρμὸς η΄, Ἦχος δ΄

Πάντα τὰ ἔργα τοῦ Θεοῦ, καὶ πᾶσα κτίσις,

εὐλογεῖτε τὸν Κύριον,

ὅτι τοῖς ἀνθρώποις ἐκ τῆς γῆς ἀνέτειλε τὸ φῶς,

καὶ τὴν οἰκουμένην πᾶσαν ἐφώτισε,

καὶ ζωὴν αἰώνιον τῷ κόσμῳ ἐδωρήσατο,

ὑμνεῖτε λαοί, καὶ ὑπερυψοῦτε, αὐτὸν εἰς τοὺς αἰῶνας.

Παρθενο(ς)μάρτυς πολύαθλος, Εἱρμὸς θ΄, Ἦχος δ΄

Παρθένο (ς) μάρτυς πολύαθλος,

Παρθένον Μητέρα πολυϋμνητον,

σήμερον ἐν τῷ αὐτῆς νυμφώνι,

ἐπιδημοῦσαν ξεναγεῖ,

νυμφοστόλοι πάντες χορεύσωμεν πάτρια,

εὐσεβῶς τὴν Βασιλίδα μεγαλύνοντες.

Πῦρ φλέγον Ἄγγελος, Εἱρμὸς ζ΄, Ἦχος δ΄

Πῦρ φλέγον ἐν καμίνῳ ἐξετινάσσετο,

παῖδες ἐδροσίζοντο καὶ ὑμνοῦντες ἔλεγον·

εὐλογητὸς εἶ ὁ μόνος ὑπάρχων Θεὸς ὁ τῶν πατέρων ἡμῶν.

Σέ τήν ἀπειρόγαμον, Εἱρμὸς θ΄, Ἦχος δ΄

Σὲ τὴν ἀπειρόγαμον Θεοτόκον,

τὴν οὐράνιον παστάδα,

τὴν τεκοῦσαν τὸν ἀρχηγὸν τῆς σωτηρίας ἡμῶν,

ἐν ὕμνοις μεγαλύνομεν.

Σὲ τὴν ὑπερένδοξον νύμφην, Εἱρμὸς θ΄, Ἦχος δ΄

Σὲ τὴν ὑπερένδοξον νύμφην,

καὶ Παναγίαν Θεοτόκον,

τὴν τὸν Κτίστην τεκοῦσαν,

τῶν ὁρατῶν τε πάντων καὶ ἀοράτων,

ἐν ὕμνοις μεγαλύνομεν.

Σὺ Κύριέ μου φῶς, Εἱρμὸς ε΄, Ἦχος δ΄

Σὺ Κύριέ μου φῶς,

εἰς τὸν κόσμον ἐλήλυθας,

φῶς ἅγιον ἐπιστρέφον,

ἐκ ζοφώδους ἀγνοίας,

τοὺς πίστει ἀνυμνοῦντάς σε.

Σύμφωνον ἐθρόησεν ὀργάνων, Ἰαμβικὸς ζ΄, Ἦχος δ΄

Σύμφωνον ἐθρόησεν ὀργάνων μέλος,

Σέβειν τὸ χρυσότευκτον ἄψυχον βρέτας.

Ἡ τοῦ Παρακλήτου δὲ φωσφόρος χάρις,

Σεβασμιάζει τοῦ βοᾷν, Τριὰς μόνη,

Ἰσοσθενής, ἄναρχος, εὐλογητὸς εἶ.

Τὰ σύμπαντα Δέσποτα, Εἱρμὸς η΄, Ἦχος δ΄

Τὰ σύμπαντα Δεσπότα, τῇ σῇ σοφίᾳ συνεστήσω,

γῆς δὲ πάλιν ἥδρασας, ὡς οἶδας τὸν πυθμένα,

τῇ βάσει πηξάμενος ἐπὶ ὑδάτων ἀπείρων·

διὸ πάντες βοῶμεν ἀναμέλποντες·

Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου,

ἀπαύστως τὸν Κύριον.

Ταχὺ προκατάλαβε, κάθισμα, Ἦχος δ΄

Ταχὺ προκατάλαβε,

πρὶν δουλωθῆναι ἡμᾶς,

ἐχθροῖς βλασφημοῦσί σε,

καὶ ἀπειλοῦσιν ἡμῖν,

Χριστὲ ὁ Θεὸς ἡμῶν·

ἄνελε τῷ Σταυρῷ σου,

τοὺς ἡμᾶς πολεμοῦντας·

γνώτωσαν πῶς ἰσχύει,

Ὀρθοδόξων ἡ πίστις,

πρεσβείαις τῆς Θεοτόκου,

μόνε φιλάνθρωπε.

Τῇ εἰκόνι τῇ χρυσῇ, Εἱρμὸς ζ΄, Ἦχος δ΄

Τῇ εἰκόνι τῇ χρυσῇ,

μὴ προσκυνήσαντες Παῖδες Ἀβραμιαῖοι,

ἐδοκιμάζοντο, ὥσπερ χρυσὸς ἐν χωνευτηρίῳ·

ἐν καμίνῳ γὰρ πυρός,

ὡς ἐν θαλάμῳ φωτεινῷ,

ἐχόρευον βοῶντες·

Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Τὴν ἀνεξιχνίαστον θείαν, Εἱρμὸς δ΄, Ἦχος δ΄

Τὴν ἀνεξιχνίαστον θείαν βουλήν,

τῆς ἐκ τῆς Παρθένου σαρκώσεως,

σοῦ τοῦ Ὑψίστου,

ὁ Προφήτης, Ἀββακούμ,

κατανοῶν ἐκραύγαζε·

Δόξα τῇ δυνάμει σου Κύριε.

Τὴν θείαν ταύτην, Εἱρμὸς ς΄, Ἦχος δ΄

Τὴν θείαν ταύτην καὶ πάντιμον,

τελοῦντες ἑορτὴν οἱ θεόφρονες,

τῆς Θεομήτορος,

δεῦτε τάς χεῖρας κροτήσωμεν,

τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες.

Τὴν Σιὼν ἐπ» ὅρους ἀνάβηθι, Εἱρμὸς ε΄, Ἦχος δ΄

Τὴν Σιὼν ἐπ» ὅρους ἀνάβηθι,

ὁ εὐαγγελιζόμενος,

καὶ τὴν Ἱερουσαλήμ, ὁ κηρύσσων

ἐν ἰσχύϊ ὕψωσον φωνήν.

Δεδοξασμένα ἐλαλήθη

περὶ σοῦ, ἡ Πόλις τοῦ Θεοῦ,

εἰρήνη ἐπὶ τὸν Ἰσραήλ,

καὶ σωτήριον ἔθνεσιν.

Τῆς σῆς ἐπὶ γῆς, Εἱρμὸς δ΄, Ἦχος δ΄

Τῆς σῆς ἐπὶ γῆς παρουσίας Χριστὲ ὁ Θεός,

προμηνύων ὁ προφήτης τὴν ἔλευσιν,

μετὰ χαρᾶς ἐκραύγαζε·

Δόξα τῇ δυνάμει σου Κύριε.

Τὸ ἀπ» αἰῶνος ἀπόκρυφον, κάθισμα, Ἦχος δ΄

Τὸ ἀπ» αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον,

διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται,

Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος,

καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος,

δι» οὗ ἀναστήσας τὸν Πρωτοπλαστον,

ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Τὸ στερέωμα τῶν ἐπὶ σοὶ, Εἱρμὸς γ΄, Ἦχος δ΄

Τὸ στερέωμα τῶν ἐπὶ σοὶ πεποιθότων,

Χριστὲ ὁ Θεός,

ἐν τῇ πίστει τῇ ὀρθοδόξῳ σου

στήριξον ἡμᾶς ὡς φιλάνθρωπος.

Τὸ φαιδρὸν, ἀπολυτίκιον, Ἦχος δ΄

Τὸ φαιδρὸν τῆς Ἀναστάσεως κήρυγμα,

ἐκ τοῦ Ἀγγέλου μαθοῦσαι αἱ τοῦ Κυρίου Μαθήτριαι,

καὶ τὴν προγονικὴν ἀπόφασιν ἀπορρίψασαι,

τοῖς Ἀποστόλοις καυχώμεναι ἔλεγον·

Ἐσκύλευται ὁ θάνατος, ἠγέρθη Χριστὸς ὁ Θεός,

δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Τὸν ἄσπορον τόκον σου, Εἱρμὸς θ΄, Ἦχος δ΄

Τὸν ἄσπορον τόκον σου,

Θεοτόκε Ἄχραντε,

Χριστὸν τὸν Θεὸν ἡμῶν,

ἐν ὕμνοις ἀσιγήτοις μεγαλύνομεν.

Τὸν βασιλέα Χριστὸν, Εἱρμὸς η΄, Ἦχος δ΄

Τὸν Βασιλέα Χριστόν,

ὂν ὡμολόγησαν οἱ αἰχμάλωτοι Παῖδες,

ἐν τῇ καμίνῳ λέγοντες

μεγάλη τῇ φωνῇ.

Πάντα τὰ ἔργα ὑμνεῖτε

καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αιῶνας.

Τὸν ἐν καμίνῳ τοὺς Παῖδας, Εἱρμὸς ζ΄, Ἦχος δ΄

Τὸν ἐν καμίνῳ τοὺς Παῖδας,

ἀφλέκτους τηρήσαντα,

καὶ τὸ πῦρ κατασβέσαντα,

ὑμνήσωμεν λέγοντες·

Εὐλογητὸς εἶ Κύριε,

ὁ Θεὸς ὁ τῶν Πατέρων,

εἰς πάντας τοὺς αἰῶνας.

Τόν εν καμίνω τού πυρός, Εἱρμὸς η΄, Ἦχος δ΄

Τὸν ἐν καμίνῳ τοῦ πυρός, ἐν Βαβυλῶνι

τοὺς παῖδας τῶν Ἑβραίων,

διασώσαντα Θεόν,

ἱερεῖς εὐλογεῖτε,

λαὸς ὑπερυψοῦτε,

εἰς πάντας τοὺς αιῶνας.

Τὸν ἐν μορφῇ Ἀγγέλου ὁραθέντα, Εἱρμὸς η΄, Ἦχος δ΄

Τὸν ἐν μορφῇ Ἀγγέλου ὁραθέντα,

ἐν καμίνῳ πυρὸς τοῖς ὑμνολόγοις,

Χριστὸν τὸν Θεὸν ὑμνεῖτε Παῖδες,

Ἱερεῖς εὐλογεῖτε,

λαὸς ὑπερυψοῦτε,

εἰς πάντας τοὺς αἰῶνας.

Τόν εν τώ Σταυρώ, σαρκὶ, Εἱρμὸς η΄, Ἦχος δ΄

Τὸν ἐν τῷ Σταυρῷ, σαρκὶ προσηλωθέντα,

καὶ ὑποδείξαντα ἡμῖν ὅπλον εἰς σωτηρίαν,

Παῖδες ὑπερυψοῦτε,

Χριστὸν τὸν Θεὸν ἡμῶν εἰς τοὺς αἰῶνας.

Τόν εν τώ Σταυρώ, Εἱρμὸς η΄, Ἦχος δ΄

Τὸν ἐν τῷ Σταυρῷ προσηλωθέντα,

καὶ ὑποδείξαντα ἡμῖν ὅπλον εἰς σωτηρίαν,

Παῖδες ὑπερυψοῦτε,

Χριστὸν τὸν Θεὸν ἡμῶν εἰς τοὺς αἰῶνας.

Τὸν νοερὸν ἀδάμαντα, στιχηρόν, Ἦχος δ΄

Τὸν νοερὸν ἀδάμαντα τῆς καρτερίας ἀδελφοί,

πνευματικῶς εὐφημήσωμεν,

Γεώργιον τὸν ἀοίδιμον Μάρτυρα,

ὂν ὑπὲρ Χριστοῦ πυρούμενον,

ἐχάλκευσαν κίνδυνοι,

καὶ ἐστόμωσαν βάσανοι,

καὶ ποικίλαι κολάσεις ἀνήλωσαν,

σῶμα τὸ φύσει φθειρόμενον·

ἐνίκα γὰρ ὁ πόθος τὴν φύσιν,

διὰ θανάτου πείθων τὸν ἐραστήν,

διαβῆναι πρὸς τὸν ποθούμενον,

Χριστὸν τὸν Θεόν,

καὶ Σωτῆρα τῶν ψυχῶν ἡμῶν.

Τὸν φωτισμόν σου, Κύριε, Εἱρμὸς ε΄, Ἦχος δ΄

Τὸν φωτισμόν σου,

Κύριε κατάπεμψον ἡμῖν,

καὶ τῆς ἀχλύος ἡμᾶς τῶν πταισμάτων λῦσον ἀγαθέ,

τὴν εἰρήνην οὐρανόθεν δωρούμενος.

Τόξον δυνατῶν ἠσθένησε, Εἱρμὸς γ΄, Ἦχος δ΄

Τόξον δυνατῶν ἠσθένησε,

καὶ οἱ ἀσθενοῦντες,

περιεζώσαντο δύναμιν·

διὰ τοῦτο ἐστερεώθη,

ἐν Κυρίῳ ἡ καρδία μου.

Τοὺς οὐρανοὺς ἡ ἀρετή σου, Εἱρμὸς δ΄, Ἦχος δ΄

Τοὺς οὐρανοὺς ἡ ἀρετή σου κατεκάλυψε,

καὶ ἡ γῆ ἐπληρώθη τῆς δόξης σου Χριστέ·

διὸ ἀπαύστως κραυγάζομεν·

Δόξα τῇ δυνάμει σου Κύριε.

Τοὺς σοὺς ὑμνολόγους, Εἱρμὸς γ΄, Ἦχος δ΄

Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε,

ὡς ζῶσα καὶ ἄφθονος πηγή,

θίασον συγκροτήσαντας

πνευματικόν, στερέωσον·

καὶ ἐν τῇ θείᾳ δόξῃ σου,

στεφάνων δόξης ἀξίωσον.

Τριστάτας κραταιοὺς, Εἱρμὸς α΄, Ἦχος δ΄

Τριστάτας κραταιούς,

ὁ τεχθεὶς ἐκ Παρθένου,

ἀπαθείας ἐν βυθῷ,

ψυχῆς τὸ τριμερές,

καταπόντισον δέομαι,

ὅπως σοι ὡς ἐν τυμπάνῳ

τῇ νεκρώσει τοῦ σώματος,

ἐπινίκιον ᾄσω μελῴδημα.

Τῷ ὁδηγήσαντι πάλαι, Εἱρμὸς α΄, Ἦχος δ΄

Τῷ ὁδηγήσαντι πάλαι,

τὸν Ἰσραὴλ φεύγοντα,

ἐκ τῆς δουλείας τοῦ Φαραώ,

καὶ ἐν ἐρήμῳ θρέψαντι,

ᾄσωμεν τῷ λυτρωτῇ ἡμῶν Θεῷ,

ὅτι δεδόξασται.

(Ἕτερον)

Τῷ ὁδηγήσαντι πάλαι,

τὸν Ἰσραὴλ φεύγοντα,

ἐκ τῆς δουλείας Φαραώ,

καὶ ἐν ἐρήμῳ ἐκθρέψαντι,

μελῴδημα ἐπινίκιον,

ᾄσωμεν τῷ λυτρωτῇ ἡμῶν Θεῷ,

ὅτι δεδόξασται.

Τῶν ἐν ὅλῳ τῷ κόσμῳ, κάθισμα, Ἦχος δ΄

Τῶν ἐν ὅλω τῷ κόσμῳ Μαρτύρων σου,

ὡς πορφύραν καὶ βύσσον τὰ αἵματα,

ἡ Ἐκκλησία σου στολισαμένη,

δι» αὐτῶν βοᾷ σοι Χριστὲ ὁ Θεός,

τῷ λαῷ σου τοὺς οἰκτιρμούς σου κατάπεμψον,

εἰρήνην τῇ πολιτείᾳ σου δώρησαι,

καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Τῶν οὐρανίων στρατιῶν, ἀπολυτίκιον, Ἦχος δ΄

Τῶν οὐρανίων στρατιῶν Ἀρχιστράτηγοι,

δυσωποῦμεν ὑμᾶς ἡμεῖς οἱ ἀνάξιοι,

ἵνα ταῖς ὑμῶν δεήσεσι,

τειχίσητε ἡμᾶς,

σκέπῃ τῶν πτερύγων,

τῆς ἀΰλου ὑμῶν δόξης,

φρουροῦντες ἡμᾶς προσπίπτοντας,

ἐκτενῶς καὶ βοῶντας·

Ἐκ τῶν κινδύνων λυτρώσασθε ἡμᾶς,

ὡς Ταξιάρχαι τῶν ἄνω Δυνάμεων.

Τῶν πταισμάτων τῇ ζάλῃ, Εἱρμὸς ς΄, Ἦχος δ΄

Τῶν πταισμάτων τῇ ζάλῃ βυθιζόμενος,

ὡς ἐν κοιλίᾳ τοῦ κήτους συνεχόμενος,

σὺν τῷ Προφήτῃ κραυγάζω σοι·

Ἀνάγαγε ἐκ φθορᾶς τὴν ζωήν μου,

Κύριε, καὶ διάσωσόν με.

Χαίροις Ἄνασσα, μητροπάρθενον, Ἰαμβικὸς θ΄, Ἦχος δ΄

Χαίροις Ἄνασσα, μητροπάρθενον κλέος.

Ἅπαν γὰρ εὐδίνητον εὔλαλον στόμα.

Ῥητρεῦον, οὐ σθένει σε μέλπειν ἀξίως.

Ἰλιγγιᾷ δὲ νοῦς ἅπας σοῦ τὸν τόκον Νοεῖν·

ὅθεν σε συμφώνως δοξάζομεν.

Χεῖρας ἐκπετάσας Δανιὴλ, Εἱρμὸς η΄, Ἦχος δ΄

Χεῖρας ἐκπετάσας Δανιήλ,

λεόντων χάσματα, ἐν λάκκω ἔφραξε,

πυρὸς δὲ δύναμιν ἔσβεσαν,

ἀρετὴν περιζωσάμενοι,

οἱ εὐσεβείας ἐρασταί,

Παῖδες κραυγάζοντες· Εὐλογεῖτε,

πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Χοροὶ Ἰσραήλ, ἀνίκμοις ποσὶ, Εἱρμὸς α΄, Ἦχος δ΄

Χοροὶ Ἰσραήλ,

ἀνίκμοις ποσί,

πόντον ἐρυθρόν,

καὶ ὑγρὸν βυθὸν διελάσαντες,

ἀναβάτας τριστάτας,

δυσμενεῖς ὁρῶντες

ἐν αὐτῷ ὑποβρυχίους,

ἐν ἀγαλλιάσει ἔμελπον·

ᾌσωμεν τῷ Θεῷ ἡμῶν,

ὅτι δεδόξασται.

Χριστὸς ὁ ἐρχόμενος ἐμφανῶς, Εἱρμὸς δ΄, Ἦχος δ΄

Χριστὸς ὁ ἐρχόμενος

ἐμφανῶς Θεὸς ἡμῶν,

ἥξει καὶ οὐ χρονιεῖ,

ἐξ ὄρους κατασκίου δασέος,

Κόρης τικτούσης ἀπειράνδρου,

Προφήτης πάλαι φησί.

Διὸ πάντες βοῶμεν·

Δόξα τῇ δυνάμει σου Κύριε.

Ὡς ἀπαρχὰς τῆς φύσεως, κοντάκιον, Ἦχος δ΄

Ὡς ἀπαρχὰς τῆς φύσεως,

τῷ φυτουργῷ τῆς κτίσεως,

ἡ οἰκουμένη προσφέρει σοι Κύριε,

τοὺς θεοφόρους Μάρτυρας,

ταῖς αὐτῶν ἱκεσίαις,

ἐν εἰρήνῃ βαθείᾳ, τὴν Ἐκκλησίαν σου,

διὰ τῆς Θεοτόκου συντήρησον, πολυέλεε.

Ὡς γενναῖον ἐν Μάρτυσι, στιχηρόν, Ἦχος δ΄

Ὡς γενναῖον ἐν Μάρτυσιν,

ἀθλοφόρε Γεώργιε,

συνελθόντες σήμερον, εὐφημοῦμέν σε,

ὅτι τὸν δρόμον τετέλεκας,

τὴν πίστιν τετήρηκας,

καὶ ἐδέξω ἐκ Θεοῦ,

τὸν τῆς νίκης σου στέφανον,

ὂν ἱκέτευε,

ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι,

τοὺς ἐν πίστει ἐκτελοῦντας,

τὴν ἀεισέβαστον μνήμην σου.

Ὡς ἐμψύχῳ Θεοῦ κιβωτῷ, Εἱρμὸς θ΄, Ἦχος δ΄

Ὡς ἐμψύχῳ Θεοῦ κιβωτῷ,

ψαυέτω μηδαμῶς χεὶρ ἀμυήτων,

χείλη δὲ πιστῶν τῇ Θεοτόκῳ ἀσιγήτως,

φωνὴν τοῦ Ἀγγέλου ἀναμέλποντα,

ἐν ἀγαλλιάσει βοάτω·

Χαῖρε Κεχαριτωμένη,

ὁ Κύριος μετὰ σοῦ.

Ὡς Ἰωνᾶν τὸν προφήτην, Εἱρμὸς ς΄, Ἦχος δ΄

Ὡς Ἰωνᾶν τὸν προφήτην,

ἐλυτρώσω τοῦ κήτους,

Χριστὲ ὁ Θεός,

κἀμὲ τοῦ βυθοῦ πταισμάτων,

ἀνάγαγε καὶ σῶσόν με,

μόνε φιλάνθρωπε.

Ὤφθησαν, αἱ πηγαὶ τῆς ἀβύσσου, Εἱρμὸς α΄, Ἦχος δ΄

Ὤφθησαν, αἱ πηγαὶ τῆς ἀβύσσου,

νοτίδος ἄμοιροι,

καὶ ἀνεκαλύφθη θαλάσσης,

κυμαινούσης τὰ θεμέλια,

τῇ καταιγίδι νεύματι·

ταύτης γὰρ ἐπετίμησας,

περιούσιον λαὸν δὲ ἔσωσας,

ᾄδοντα, ἐπινίκιον ὕμνον σοι Κύριε.

Ἦχος πλ. α΄

Ἀγγέλων σύστημα, Εἱρμὸς η΄, Ἦχος πλ. α΄

Ἀγγέλων σύστημα, ἀνθρώπων σύλλογος,

τὸν Βασιλέα καὶ Κτίστην τοῦ παντός,

Ἱερεῖς ὑμνεῖτε,

εὐλογεῖτε Λευῖται,

λαὸς ὑπερυψοῦτε,

εἰς πάντας τοὺς αἰῶνας.

Αγιωτέρα τών Χερουβίμ, κάθισμα, Ἦχος πλ. α΄

Ἁγιωτέρα τῶν Χερουβίμ,

ὑψηλοτέρα τῶν οὐρανῶν,

πανύμνητε Θεοτόκε,

σὲ ἐν ἀληθείᾳ ὁμολογοῦντες,

ἔχομεν ἁμαρτωλοὶ σωτηρίαν,

καὶ εὑρίσκομεν ἐν πειρασμοῖς προστασίαν,

διὸ μὴ παύση ὑπὲρ ἡμῶν

πρεσβεύουσα, κραταίωμα,

καὶ καταφυγὴ τῶν ψυχῶν ἡμῶν.

Ἀκήκοα Κύριε, τὴν ἀκοὴν, Εἱρμὸς δ΄, Ἦχος πλ. α΄

Ἀκήκοα Κύριε, τὴν ἀκοήν σου καὶ ἐφοβήθην,

κατενόησα τὴν οἰκονομίαν σου,

καὶ ἐδόξασά σε, μόνε φιλάνθρωπε.

Ἀκήκοα Κύριε, τὴν ἐκ τοῦ τάφου, Εἱρμὸς δ΄, Ἦχος πλ. α΄

Ἀκήκοα Κύριε,

τὴν ἐκ τοῦ τάφου σου ἔγερσιν,

καὶ ἐδόξασά σου,

τὴν ἀήττητον δύναμιν.

Ἀκορέστῳ διαθέσει ψυχῆς, στιχηρόν, Ἦχος πλ. α΄

Ἀκορέστῳ διαθέσει ψυχῆς,

Χριστὸν οὐκ ἀρνησάμενοι, ἅγιοι Μάρτυρες,

οἵτινες διαφόρους αἰκισμοὺς παθημάτων ὑπομείναντες,

τῶν τυράννων τὰ θράση κατηδαφίσατε,

ἀκλινῆ καὶ ἄτρωτον τὴν πίστιν φυλάξαντες,

εἰς οὐρανοὺς μετέστητε·

ὅθεν καὶ παρρησίας, τυχόντες πρὸς αὐτόν,

αἰτήσασθε δωρηθῆναι, ἡμῖν τὸ μέγα ἔλεος.

ᾌσωμεν τῷ Κυρίῳ, Εἱρμὸς α΄, Ἦχος πλ. α΄

ᾌσωμεν τῷ Κυρίῳ, τῷ ποιήσαντι

θαυμαστὰ τέρατα,

ἐν Ἐρυθρᾷ θαλάσσῃ,

ᾠδὴν ἐπινίκιον,

ὅτι δεδόξασται.

Γῆν ἐφ» ἢν οὐκ ἔλαμψεν, Εἱρμὸς α΄, Ἦχος πλ. α΄

Γῆν ἐφ» ἢν οὐκ ἔλαμψεν, οὐκ εἶδεν ἥλιος ποτέ,

ἄβυσσον, ἢν οὐχ ἑώρακε γυμνήν, τὸ κῦτος οὐρανοῦ,

Ἰσραὴλ διώδευσεν ἁβρόχως Κύριε,

καὶ εἰσήγαγες αὐτόν,

εἰς ὄρος ἁγιάσματός σου,

ᾄδοντα ψάλλοντα,

ἐπινίκιον ᾠδήν.

Δυνάμει τοῦ Σταυροῦ σου Χριστὲ, Εἱρμὸς γ΄, Ἦχος πλ. α΄

Δυνάμει τοῦ Σταυροῦ σου Χριστέ,

στερέωσόν μου τὴν διάνοιαν,

εἰς τὸ ὑμνεῖν, καὶ δοξάζειν σου

τὴν σωτήριον Ἀνάληψιν.

Εἰσακήκοα Κύριε τήν ακοήν, Εἱρμὸς δ΄, Ἦχος πλ. α΄

Εἰσακήκοα (κύριε) τὴν ἀκοήν,

τῆς δυναστείας τοῦ Σταυροῦ σου,

ὡς Παράδεισος ἠνοίγη δι» αὐτοῦ,

καὶ ἐβόησα·

Δόξα τῇ δυνάμει σου Κύριε.

Εἰσακήκοα τὴν ἀκοὴν, Εἱρμὸς δ΄, Ἦχος πλ. α΄

Εἰσακήκοα τὴν ἀκοήν,

τῆς δυναστείας τοῦ Σταυροῦ σου,

ὡς Παράδεισος ἠνοίγη δι» αὐτοῦ,

καὶ ἐβόησα·

Δόξα τῇ δυνάμει σου Κύριε.

Ἐκ νυκτός ορθρίζοντες, Εἱρμὸς ε΄, Ἦχος πλ. α΄

Ἐκ νυκτὸς ὀρθρίζοντές σοι δόξαν ἀναπέμπομεν

Κύριε ὁ Θεὸς ἡμῶν τὴν σὴν εἰρήνην δὸς ἡμῖν

ὅτι ἐκτὸς σοῦ Θεὸν ἄλλον οὐκ οἴδαμεν.

Ἐκύκλωσέ με ἄβυσσος, Εἱρμὸς ς΄, Ἦχος πλ. α΄

Ἐκύκλωσέ με ἄβυσσος, ταφή μοι τὸ κῆτος ἐγένετο,

ἐγὼ δὲ ἐβόησα, πρὸς σε τὸν φιλάνθρωπον,

καὶ ἔσωσέ με ἡ δεξιὰ σου Κύριε.

Ἐπὶ τὰ ἔθνη, Εἱρμὸς γ΄, Ἦχος πλ. α΄

Ἐπὶ τὰ ἔθνη ὁ Θεὸς ἐβασίλευσεν,

ὁ Θεὸς κάθηται ἐπὶ θρόνου ἁγίου αὐτοῦ,

καὶ ψάλλομεν αὐτῷ συνετῶς,

ὡς Βασιλεῖ καὶ Θεῷ.

Εὐλογητὸς εἶ ὁ Θεὸς, Εἱρμὸς ζ΄, Ἦχος πλ. α΄

Εὐλογητὸς εἶ ὁ Θεός, ὁ βλέπων ἀβύσσους,

καὶ ἐπὶ θρόνου δόξης καθήμενος,

ὁ ὑπερύμνητος, καὶ ὑπερένδοξος.

Ἡ Κεχαριτωμένη ἀπόστιχα, ἀπόστιχον, Ἦχος πλ. α΄

Ἡ Κεχαριτωμένη, μεσίτευσον σαῖς δεήσεσι,

καὶ αἴτησαι ταῖς ψυχαῖς ἡμῶν, πλῆθος οἰκτιρμῶν,

καὶ τὸν ἱλασμόν, τῶν πολλῶν παραπτωμάτων δεόμεθα.

Ἡσαΐα χόρευε, Εἱρμὸς θ΄, Ἦχος πλ. α΄

Ἡσαΐα χόρευε,

ἡ Παρθένος ἔσχεν ἐν γαστρί,

καὶ ἔτεκεν υἱὸν τὸν Ἐμμανουήλ,

Θεόν τε καὶ ἄνθρωπον,

ἀνατολὴ ὄνομα αὐτῷ,

ὂν μεγαλύνοντες,

τὴν Παρθένον μακαρίζομεν.

Θεοτόκε Παρθένε, ἀπολυτίκιον, Ἦχος πλ. α΄

Θεοτόκε Παρθένε,

Χαῖρε κεχαριτωμένη Μαρία,

ὁ Κύριος μετὰ σοῦ,

εὐλογημένη, σὺ ἐν γυναιξί,

καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου,

ὅτι Σωτῆρα ἔτεκες τῶν ψυχῶν ἡμῶν.

Ἴδετε, Ἴδετε, Εἱρμὸς β΄, Ἦχος πλ. α΄

Ἴδετε, Ἴδετε, ὅτι ἐγώ εἰμι Θεός,

ὁ σάρκα ἐνδυσάμενος, βουλήσει ἑκουσίᾳ,

ἵνα σώσω τὸν Ἀδάμ, τὸν ἐκ πλάνης πεσόντα,

τῇ παραβάσει διὰ τοῦ ὄφεως.

Ἵππον καὶ ἀναβάτην, Εἱρμὸς α΄, Ἦχος πλ. α΄

Ἵππον καὶ ἀναβάτην,

εἰς θάλασσαν Ἐρυθράν,

ὁ συντρίβων πολέμους,

ἐν ὑψηλῷ βραχίονι,

Χριστὸς ἐξετίναξεν,

Ἰσραὴλ δὲ ἔσωσεν,

ἐπινίκιον ὕμνον ᾄδοντα.

Κύριε, ἁμαρτάνων, στιχηρόν, Ἦχος πλ. α΄

Κύριε, ἁμαρτάνων οὐ παύομαι,

φιλανθρωπίας ἀξιούμενος, οὐ γινώσκω,

νίκησόν μου τὴν πώρωσιν,

μόνε ἀγαθέ, καὶ ἐλέησόν με.

Κύριε ἐπὶ Μωϋσέως, στιχηρόν, Ἦχος πλ. α΄

Κύριε ἐπὶ Μωσέως ποτὲ τοῦ προφήτου

μόνος ὁ τύπος τοῦ Σταυροῦ σου δεικνύμενος, ἐνίκα τοὺς ἐχθρούς σου,

νῦν δὲ αὐτὸν τὸν Σταυρόν σου κατέχοντες βοήθειαν αἰτοῦμεν·

κράτυνον τὴν Ἐκκλησίαν σου

καὶ δώρησαι τοῖς βασιλεῦσιν ἡμῶν

ὡς Κωνσταντίνῳ τὸ τρόπαιον

διὰ πλῆθος ἐλέους φιλάνθρωπε.

Κύριε, τὸ ποτήριον τοῦ πάθους σου, κάθισμα, Ἦχος πλ. α΄

Κύριε, τὸ ποτήριον τοῦ πάθους σου,

οἱ Ἀθλοφόροι σου ζηλώσαντες, κατέλιπον

τὴν τοῦ βίου τερπνότητα,

καὶ γεγόνασι τῶν Ἀγγέλων συμμέτοχοι.

Αὐτῶν ταῖς παρακλήσεσι,

παράσχου ταῖς ψυχαῖς ἡμῶν,

ἱλασμὸν ἁμαρτιῶν, καὶ τὸ μέγα ἔλεος.

Λάμπει σήμερον, κάθισμα, Ἦχος πλ. α΄

Λάμπει σήμερον ἡ μνήμη τῶν Ἀθλοφόρων·

ἔχει γὰρ καὶ οὐρανόθεν ἀπαύγασμα,

ὁ χορὸς τῶν Ἀγγέλων πανηγυρίζει,

καὶ τῶν ἀνθρώπων τὸ γένος συνεορτάζει·

διὸ πρεσβεύουσι τῷ Κυρίῳ,

ἐλεηθῆναι τάς ψυχὰς ἡμῶν.

Μαινομένην κλύδωνι, Εἱρμὸς ς΄, Ἦχος πλ. α΄

Μαινομένην κλύδωνι,

ψυχοφθόρῳ Δεσπότα Χριστέ,

τῶν παθῶν τὴν θάλασσαν κατεύνασον,

καὶ ἐκ φθορᾶς, ἀνάγαγε με ὡς εὔσπλαγχνος.

Μακαρίζομέν σε, ἀπόστιχον, Ἦχος πλ. α΄

Μακαρίζομέν σε,

Θεοτόκε Παρθένε,

καὶ δοξάζομέν σε,

οἱ πιστοὶ κατὰ χρέος,

τὴν πόλιν τὴν ἄσειστον,

τὸ τεῖχος τὸ ἄρρηκτον,

τὴν ἀρραγῆ προστασίαν,

καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν.

Μεγαλύνομεν Χριστὲ, Εἱρμὸς θ΄, Ἦχος πλ. α΄

Μεγαλύνομεν Χριστέ, τὴν σὴν πανάμωμον Μητέρα ἁγνήν,

ὅτι ἔτεκέ σε, ὑπερφυῶς κατὰ σάρκα,

πάσης πλάνης καὶ καταφθορᾶς, ἡμᾶς λυτρωσάμενον.

Μιμητὴς ὑπάρχων, κοντάκιον, Ἦχος πλ. α΄

Μιμητὴς ὑπάρχων τοῦ Ἐλεήμονος,

καὶ ἰαμάτων τὴν χάριν παρ» αὐτοῦ κομισάμενος,

ἀθλοφόρε καὶ Μάρτυς Χριστοῦ τοῦ Θεοῦ,

ταῖς εὐχαῖς σου,

τὰς ψυχικὰς ἡμῶν νόσους θεράπευσον,

ἀπελαύνων τοῦ ἀεὶ πολεμίου τὰ σκάνδαλα,

ἐκ τῶν βοώντων ἀπαύστως·

Σῶσον ἡμᾶς Κύριε.

Ὁ ἀναβαλλόμενος, Εἱρμὸς ε΄, Ἦχος πλ. α΄

Ὁ ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον,

πρὸς σὲ ὀρθρίζω, καὶ σοὶ κραυγάζω·

Τὴν ψυχήν μου φώτισον,

τὴν ἐσκοτισμένην, Χριστὲ ὡς μόνος εὔσπλαγχνος.

Ὁ ἐν καμίνῳ πυρὸς, Εἱρμὸς ζ΄, Ἦχος πλ. α΄

Ὁ ἐν καμίνῳ πυρός, τοὺς ὑμνολόγους σώσας Παῖδας,

εὐλογητὸς ὁ Θεός, ὁ τῶν πατέρων ἡμῶν.

Ὁ Λῃστὴς ἐν τῷ Σταυρῷ, μακαρισμός, Ἦχος πλ. α΄

Ὁ Λῃστὴς ἐν τῷ Σταυρῷ,

Θεὸν εἶναί σε πιστεύσας Χριστέ,

ὡμολόγησέ σε εἰλικρινῶς ἐκ καρδίας.

Μνήσθητί μου Κύριε βοῶν, ἐν τῇ Βασιλείᾳ σου.

Ὁ πήξας ἐπ» οὐδενὸς, Εἱρμὸς γ΄, Ἦχος πλ. α΄

Ὁ πήξας ἐπ» οὐδενὸς τὴν γῆν τῇ προστάξει σου,

καὶ μετεωρίσας ἀσχέτως βρίθουσαν,

ἐπὶ τὴν ἀσάλευτον Χριστέ, πέτραν τῶν ἐντολῶν σου,

τὴν Ἐκκλησίαν σου στερέωσον,

μόνε ἀγαθὲ καὶ φιλάνθρωπε.

Ὁ ὑπερυψούμενος, Εἱρμὸς ζ΄, Ἦχος πλ. α΄

Ὁ ὑπερυψούμενος,

τῶν Πατέρων Κύριος,

τὴν φλόγα κατέσβεσε,

τοὺς Παῖδας ἐδρόσισε,

συμφώνως μελῳδοῦντας·

Ὁ Θεὸς εὐλογητὸς εἶ.

Οἱ ὅσιοι σοῦ Παῖδες, Εἱρμὸς η΄, Ἦχος πλ. α΄

Οἱ ὅσιοί σου Παῖδες, ἐν τῇ καμίνῳ Χριστέ,

ἀνυμνοῦντες ἔλεγον·

Εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον.

Ὀρθρίζοντες βοῶμέν σοι Κύριε, Εἱρμὸς ε΄, Ἦχος πλ. α΄

Ὀρθρίζοντες βοῶμέν σοι Κύριε, Σῶσον ἡμᾶς·

σὺ γὰρ εἶ Θεὸς ἡμῶν,

ἐκτός σου ἄλλον οὐκ οἴδαμεν.

Ὅσιε Πάτερ, στιχηρόν, Ἦχος πλ. α΄

Ὅσιε Πάτερ, θεοφόρε Θεοδόσιε,

μεγάλως ἠγωνίσω ἐν τῇ προσκαίρῳ ζωῇ,

ἐν ὕμνοις καὶ νηστείαις καὶ ἀγρυπνίαις,

τύπος γενόμενος τῶν σῶν φοιτητῶν,

νῦν δὲ συγχορεύεις μετὰ τῶν Ἀσωμάτων,

Χριστὸν ἀπαύστως δοξολογῶν,

τὸν ἐκ Θεοῦ Θεὸν Λόγον καὶ Λυτρωτήν,

τὸν ὑποκλίναντα τὴν κάραν τῷ Προδρόμῳ,

καὶ ἁγιάσαντα τὴν φύσιν τῶν ὑδάτων.

Αὐτὸν ἱκέτευε, αὐτὸν δυσώπει Ὅσιε,

δωρηθῆναι τῇ Ἐκκλησίᾳ,

ὁμόνοιαν, εἰρήνην, καὶ μὲγα ἔλεος.

Ὅσιε Πάτερ, στιχηρόν, Ἦχος πλ. α΄

Ὅσιε Πάτερ, καλὴν εφεῦρες κλίμακα,

δι» ἧς ἀνῆλθες ἐν τῷ ὕψει,

ἢν εὗρεν Ἠλίας ἅρμα πυρός,

ἀλλ» ἐκεῖνος μὲν τὴν ἄνοδον ἄλλοις οὐκ ἔλιπε,

σὺ δὲ καὶ μετὰ θάνατον ἔχεις τὸν στῦλόν σου,

Οὐράνιε ἄνθρωπε,

ἐπίγειε ἄγγελε,

φωστὴρ ἀκοίμητε τῆς οἰκουμένης,

Συμεὼν Ὅσιε,

πρέσβευε τοῦ σωθῆναι τάς ψυχὰς ἡμῶν.

Ὅτι ἐποίησέ σοι μεγαλεῖα ὁ δυνατὸς, Εἱρμὸς θ΄, Ἦχος πλ. α΄

Ὅτι ἐποίησέ σοι μεγαλεῖα ὁ δυνατός,

Παρθένον ἀναδείξας σε, Ἁγνὴν μετὰ τὴν κύησιν,

ὡς τεκοῦσαν ἀσπόρως, τὸν ἑαυτῆς ποιητήν·

διό σε Θεοτόκε μεγαλύνομεν.

Πρεσβεύσατε ὑπὲρ ἡμῶν, στιχηρόν, Ἦχος πλ. α΄

Πρεσβεύσατε ὑπὲρ ἡμῶν, ἅγιοι Μάρτυρες,

ἵνα ῥυσθῶμεν τῶν ἀνομιῶν ἡμῶν·

ὑμῖν γὰρ ἐδόθη χάρις,

πρεσβεύειν ὑπὲρ ἡμῶν.

Πυρὸς σβεστήριον, Εἱρμὸς ζ΄, Ἦχος πλ. α΄

Πυρὸς σβεστήριον, τῶν παίδων ἡ προσευχή,

δροσίζουσα κάμινον, κήρυξ τοῦ θαύματος

μὴ φλογίζουσα, μηδὲ συγκαίουσα,

τοὺς ὑμνολόγους Θεοῦ, τῶν Πατέρων ἡμῶν.

Σαλευομένην τὴν καρδίαν, Εἱρμὸς γ΄, Ἦχος πλ. α΄

Σαλευομένην τὴν καρδίαν μου Κύριε,

τοῖς κύμασι τοῦ βίου στερέωσον,

εἰς λιμένα εὔδιον, καθοδηγῶν ὡς Θεός.

Σὲ τὴν μακαρίαν ἐν γυναιξὶ, Εἱρμὸς θ΄, Ἦχος πλ. α΄

Σὲ τὴν μακαρίαν ἐν γυναιξί,

καὶ εὐλογημένην ὑπὸ Θεοῦ,

τῶν ἀνθρώπων τὸ γένος,

ὕμνοις μεγαλύνομεν.

Σὲ τὴν ὑπὲρ νοῦν, Εἱρμὸς θ΄, Ἦχος πλ. α΄

Σὲ τὴν ὑπὲρ νοῦν, καὶ λόγον Μητέρα Θεοῦ,

τὴν ἐν χρόνῳ τὸν ἄχρονον ἀφράστως κυήσασαν,

οἱ πιστοὶ ὁμοφρόνως μεγαλύνομεν.

Σοὶ τῷ παντουργῷ, Εἱρμὸς η΄, Ἦχος πλ. α΄

Σοὶ τῷ παντουργῷ, ἐν τῇ καμίνῳ Παῖδες,

παγκόσμιον πλέξαντες, χορείαν ἔμελπον·

Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε,

καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Στερέωσον ἡμᾶς ὁ Θεὸς, Εἱρμὸς γ΄, Ἦχος πλ. α΄

Στερέωσον ἡμᾶς ὁ Θεὸς

τῇ σῇ δυνάμει, καὶ κατάβαλε

Αἱρετικῶν τὰ φρυάγματα,

καὶ ἀνύψωσον τὸ κέρας ἡμῶν.

Τὰ ἔργα τῆς οἰκονομίας, Εἱρμὸς δ΄, Ἦχος πλ. α΄

Τὰ ἔργα τῆς οἰκονομίας σου Κύριε,

ἐξέστησαν τὸν προφήτην Ἀββακούμ·

ἐξῆλθες γὰρ εἰς σωτηρίαν λαοῦ σου,

τοῦ σῶσαι τοὺς χριστούς σου ἐλήλυθας.

Τὰ θαύματα τῶν ἁγίων σου Μαρτύρων, ἀπολυτίκιον, Ἦχος πλ. α΄

Τὰ θαύματα τῶν ἁγίων σου Μαρτύρων,

τεῖχος ἀκαταμάχητον,

ἡμῖν δωρησάμενος, Χριστὲ ὁ Θεός,

ταῖς αὐτῶν ἱκεσίαις,

βουλὰς ἐθνῶν διασκέδασον,

τῆς βασιλείας τὰ σκῆπτρα κραταίωσον,

ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος.

Τὴν θείαν ἐννοήσας σου, Εἱρμὸς δ΄, Ἦχος πλ. α΄

Τὴν θείαν ἐννοήσας σου κένωσιν,

προβλεπτικῶς ὁ Ἀββακούμ,

Χριστὲ ἐν τρόμῳ ἐβόα σοι·

εἰς σωτηρίαν λαοῦ σου,

τοῦ σῶσαι τοὺς χριστούς σου ἐλήλυθας.

Τὴν τάλαιναν ψυχήν μου, Εἱρμὸς ε΄, Ἦχος πλ. α΄

Τὴν τάλαιναν ψυχήν μου,

νυκτομαχοῦσαν τῷ σκότει τῶν παθῶν,

προφθάσας οἴκτειρον,

καὶ λάμψον νοητὲ Ἥλιε,

ἡμεροφαεῖς ἀκτῖνας ἐν ἐμοί,

τοῦ διατμῆξαι τὴν νύκτα τὸ φῶς.

Τὸ ξένον τῆς Παρθένου, κάθισμα, Ἦχος πλ. α΄

Τὸ ξένον τῆς Παρθένου μυστήριον,

τῷ κόσμῳ ἀνεδείχθη σωτήριον·

ἐξ αὐτῆς γὰρ ἐτέχθη ἄνευ σπορᾶς,

καὶ σαρκὶ ἀνεδείχθη δίχα φθορᾶς,

ἡ πάντων χαρά,

Κύριε δόξα σοι.

Τὸ φῶς τὸ ἀληθινὸν, Εἱρμὸς ε΄, Ἦχος πλ. α΄

Τὸ φῶς τὸ ἀληθινόν, Χριστὲ ὁ Θεός,

πρὸς σὲ ὀρθρίζει τὸ πνεῦμά μου ἐκ νυκτός,

ἐπίφανον ἐπ» ἐμὲ τὸ πρόσωπόν σου.

Τὸν ἐκ Πατρὸς πρὸ αἰώνων, Εἱρμὸς η΄, Ἦχος πλ. α΄

Τὸν ἐκ Πατρὸς πρὸ αἰώνων,

γεννηθέντα Υἱὸν καὶ Θεόν,

καὶ ἐπ» ἐσχάτων τῶν χρόνων,

σαρκωθέντα, ἐκ Παρθένου Μητρός,

ἱερεῖς ὑμνεῖτε, λαὸς ὑπερυψοῦτε,

εἰς πάντας τοὺς αἰῶνας.

Τὸν θυρεὸν τῆς πίστεως, στιχηρόν, Ἦχος πλ. α΄

Τὸν θυρεὸν τῆς πίστεως περιβαλλόμενοι,

καὶ τῷ τύπῳ τοῦ Σταυροῦ,

ἑαυτοὺς διαναστήσαντες,

πρὸς τάς βασάνους ἀνδρείως ἀπηυτομόλησαν,

καὶ διαβόλου τὴν πλάνην καὶ τὸ θράσος κατήργησαν,

οἱ Ἅγιοί σου Κύριε.

Αὐτῶν ταῖς ἱκεσίαις,

ὡς παντοδύναμος Θεός,

τῷ κόσμῳ τὴν εἰρήνην κατάπεμψον,

καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Τὸν Ποιητὴν τῆς κτίσεως, Εἱρμὸς η΄, Ἦχος πλ. α΄

Τὸν Ποιητὴν τῆς κτίσεως,

ὂν φρίττουσιν Ἄγγελοι,

ὑμνεῖτε λαοί, καὶ ὑπερυψοῦτε,

εἰς πάντας τοὺς αἰῶνας.

Τὸν συνάναρχον Λόγον, κάθισμα, Ἦχος πλ. α΄

Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι,

τὸν ἐκ Παρθένου τεχθέντα εἰς σωτηρίαν ἡμῶν,

ἀνυμνήσωμεν πιστοὶ καὶ προσκυνήσωμεν,

ὅτι ηὐδόκησε σαρκί,

ἀνελθεῖν ἐν τῷ Σταυρῷ,

καὶ θάνατον ὑπομεῖναι,

καὶ ἐγεῖραι τοὺς τεθνεῶτας,

ἐν τῇ ἐνδόξῳ Ἀναστάσει αὐτοῦ.

Τοῦ κήτους τὸν Προφήτην, Εἱρμὸς ς΄, Ἦχος πλ. α΄

Τοῦ κήτους τὸν Προφήτην ἐλυτρώσω,

ἐμὲ δὲ ἐκ βυθοῦ ἁμαρτημάτων,

ἀνάγαγε Κύριε καὶ σῶσόν με.

Τοὺς ἐκ νυκτὸς, Εἱρμὸς ε΄, Ἦχος πλ. α΄

Τοὺς ἐκ νυκτός, Χριστὲ προσκυνοῦντάς σε

ἐλέησον, καὶ εἰρήνην δώρησαι,

διότι φῶς καὶ τὰ σὰ προστάγματα,

ἰάματα τοῖς δούλοις σοῦ φιλάνθρωπε.

Τῷ Σωτῆρι Θεῷ, Εἱρμὸς α΄, Ἦχος πλ. α΄

Τῷ Σωτῆρι Θεῷ,

τῷ ἐν θαλάσσῃ λαόν,

ποσὶν ἀβρόχοις ὁδηγήσαντι,

καὶ Φαραὼ πανστρατιᾷ καταποντίσαντι·

αὐτῷ μόνῳ ᾄσωμεν, ὅτι δεδόξασται.

Χαίροις ἀσκητικῶν ἀληθῶς, στιχηρόν, Ἦχος πλ. α΄

Χαίροις ἀσκητικῶν ἀληθῶς,

ἀγωνισμάτων τὸ εὐῶδες κειμήλιον·

σταυρὸν γὰρ ἐπ’ ὤμων ἄρας,

καὶ τῷ Δεσπότῃ Χριστῷ,

σεαυτὸν Παμμάκαρ ἀναθέμενος,

σαρκὸς κατεπάτησας,

τὸ χαμαίζηλον φρόνημα,

ταῖς ἀρεταῖς δέ,

τὴν ψυχὴν κατελάμπρυνας,

καὶ πρὸς ἔνθεον,

ἀνεπτέρωσας ἔρωτα.

Ὅθεν τὴν παναγίαν σου,

κυκλοῦντες πανεύφημε,

λάρνακα Σάββα τῆς θείας,

φιλανθρωπίας αἰτούμεθα,

τυχεῖν σαῖς πρεσβείαις,

καὶ τῷ κόσμῳ δωρηθῆναι τὸ μέγα ἔλεος.

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, ἀπολυτίκιον, Ἦχος πλ. α΄

Χριστὸς ἀνέστη ἐκ νεκρῶν,

θανάτῳ θάνατον πατήσας,

καὶ τοῖς ἐν τοῖς μνήμασι,

ζωὴν χαρισάμενος.

Ὡς τὸν Προφήτην τοῦ θηρὸς, Εἱρμὸς ς΄, Ἦχος πλ. α΄

Ὡς τὸν Προφήτην τοῦ θηρός, ἐρρύσω Κύριε,

κἀμὲ τοῦ βυθοῦ τῶν ἀκαθέκτων παθῶν, ἀνάγαγε δέομαι,

ἵνα προσθήσω τοῦ ἐπιβλέψαι με,

πρὸς Ναὸν τὸν ἅγιόν σου.

Ἦχος πλ. β΄

Ἄβυσσος ἐσχάτη, Εἱρμὸς ς΄, Ἦχος πλ. β΄

Ἄβυσσος ἐσχάτη, ἁμαρτημάτων ἐκύκλωσέ με,

καὶ τὸν κλύδωνα μηκέτι φέρων,

ὡς Ἰωνᾶς τῷ Δεσπότῃ βοῶ σοι·

ἐκ φθορᾶς με ἀνάγαγε.

Ἀγγελικαὶ δυνάμεις, ἀπολυτίκιον, Ἦχος πλ. β΄

Ἀγγελικαὶ Δυνάμεις ἐπὶ τὸ μνῆμά σου,

καὶ οἱ φυλάσσοντες ἀπενεκρώθησαν,

καὶ ἵστατο Μαρία ἐν τῷ τάφῳ,

ζητοῦσα τὸ ἄχραντόν σου σῶμα.

Ἐσκύλευσας τὸν ᾍδην,

μὴ πειρασθεὶς ὑπ» αὐτοῦ,

ὑπήντησας τῇ Παρθένῳ,

δωρούμενος τὴν ζωήν,

ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε δόξα σοι.

Αἱ Ἀγγελικαὶ, στιχηρόν, Ἦχος πλ. β΄

Αἱ Ἀγγελικαί,

προπορεύεσθε Δυνάμεις,

οἱ ἐν Βηθλεέμ,

ἐτοιμάσατε τὴν Φάτνην·

ὁ λόγος γὰρ γεννᾶται,

ἡ σοφία προέρχεται,

δέχου ἀσπασμὸν ἡ Ἐκκλησία,

εἰς τὴν χαρὰν τῆς Θεοτόκου,

λαοὶ εἴπωμεν·

Εὐλογημένος ὁ ἐλθών,

Θεὸς ἡμῶν δόξα σοι.

Ἀκήκοα Κύριε, τὴν ἀκοὴν, Εἱρμὸς δ΄, Ἦχος πλ. β΄

Ἀκήκοα Κύριε,

τὴν ἀκοήν σου καὶ ἐφοβήθην,

κατενόησα τὰ ἔργα σου,

καὶ ἐξέστην,

δόξα τῇ δυνάμει σου Κύριε.

Ἀκήκοεν ὁ Προφήτης, Εἱρμὸς δ΄, Ἦχος πλ. β΄

Ἀκήκοεν ὁ Προφήτης,

τὴν ἔλευσίν σου Κύριε, καὶ ἐφοβήθη,

ὅτι μέλλεις ἐκ Παρθένου τίκτεσθαι,

καὶ ἀνθρώποις δείκνυσθαι, καὶ ἔλεγεν·

Ἀκήκοα τὴν ἀκοήν σου καὶ ἐφοβήθην,

δόξα τῇ δυνάμει σου Κύριε.

Ἀρχαγγελικὼς ἀνυμνήσωμεν, στιχηρόν, Ἦχος πλ. β΄

Ἀρχαγγελικῶς ἀνυμνήσωμεν πιστοί,

τὴν οὐράνιον παστάδα,

καὶ πύλην σφραγισθεῖσαν ἀληθῶς.

Χαῖρε δι» ἧς ἀνεβλάστησεν

ἡμῖν, ὁ Σωτὴρ

ὁ τῶν ἁπάντων, Χριστὸς ὁ ζωοδότης καὶ Θεός,

κατάβαλε Δέσποινα,

τοὺς τυράννους ἀθέους ἐχθροὺς ἡμῶν,

τῇ χειρί σου Ἄχραντε,

ἡ ἐλπὶς Χριστιανῶν.

Ἀρχὴ σωτηρίας, κάθισμα, Ἦχος πλ. β΄

Ἀρχὴ σωτηρίας,

ἡ τοῦ Γαβριὴλ προσηγορία,

πρὸς τὴν Παρθένον ἐγένετο·

ἤκουσε γὰρ τὸ Χαῖρε,

καὶ οὐκ ἀπέφυγε τὸν ἀσπασμόν,

οὐκ ἐδίστασεν,

ὡς ἡ Σάρρα ἐν τῇ σκηνῇ·

ἀλλ» οὕτως ἔλεγεν·

Ἰδοὺ ἡ δούλη Κυρίου,

γένοιτό μοι κατὰ τὸ ῥῆμά σου.

Ἀσπόρου συλλήψεως, Εἱρμὸς θ΄, Ἦχος πλ. β΄

Ἀσπόρου συλλήψεως,

ὁ τόκος ἀνερμήνευτος,

Μητρὸς ἀνάνδρου,

ἄσπορος ἡ κύησις.

Θεοῦ γὰρ ἡ γέννησις

καινοποιεῖ τάς φύσεις·

διό σε πᾶσαι αἱ γενεαί,

ὡς Θεόνυμφον Μητέρα,

ὀρθοδόξως μεγαλύνομεν.

Ἄφραστον θαῦμα!, Εἱρμὸς ζ΄, Ἦχος πλ. β΄

Ἄφραστον θαῦμα!

ὁ ἐν καμίνῳ ῥυσάμενος,

τοὺς ὁσίους Παῖδας ἐκ φλογός,

ἐν τάφῳ νεκρός,

ἄπνους κατατίθεται,

εἰς σωτηρίαν ἡμῶν τῶν μελῳδούντων·

Λυτρωτὰ ὁ Θεός, εὐλογητὸς εἶ.

Βοηθὸς καὶ σκεπαστὴς ἐγένετο, Εἱρμὸς α΄, Ἦχος πλ. β΄

Βοηθὸς καὶ σκεπαστὴς ἐγένετό μοι εἰς σωτηρίαν,

οὗτός μου Θεός, καὶ δοξάσω αὐτόν,

Θεὸς τοῦ Πατρός μου καὶ ὑψώσω αὐτόν·

ἐνδόξως γὰρ δεδόξασται.

Δροσοβόλον μὲν τὴν κάμινον, Εἱρμὸς ζ΄, Ἦχος πλ. β΄

Δροσοβόλον μὲν τὴν κάμινον εἰργάσατο,

Ἄγγελος τοῖς Ὁσίοις Παισί,

τοὺς Χαλδαίους δὲ καταφλέγον πρόσταγμα Θεοῦ,

τὸν Τύραννον ἔπεισε βοᾷν.

Εὐλογητὸς εἶ ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Ἐβόησα, ἐν ὅλῃ καρδίᾳ μου, Εἱρμὸς ς΄, Ἦχος πλ. β΄

Ἐβόησα, ἐν ὅλῃ καρδίᾳ μου,

πρὸς τὸν οἰκτίρμονα Θεόν,

καὶ ἑπήκουσέ μου, ἐξ ᾍδου κατωτάτου,

καὶ ἀνήγαγεν, ἐκ φθορᾶς τὴν ζωήν μου.

Ἐκ δεξιῶν τοῦ Σωτῆρος, στιχηρόν, Ἦχος πλ. β΄

Ἐκ δεξιῶν τοῦ Σωτῆρος,

παρέστη ἡ παρθένος,

καὶ ἀθληφόρος καὶ Μάρτυς,

περιβεβλημένη ταῖς ἀρεταῖς τὸ ἀήττητον,

καὶ πεποικιλμένη ἐλαίῳ τῆς ἁγνείας,

καὶ τῷ αἵματι τῆς ἀθλήσεως,

καὶ βοῶσα πρὸς αὐτόν,

ἐν ἀγαλλιάσει τὴν λαμπάδα κατέχουσα.

Εἰς ὀσμὴν μύρου σου ἔδραμον,

Χριστὲ ὁ Θεός,

ὅτι τέτρωμαι τῆς σῆς ἀγάπης ἐγώ,

μὴ χωρίσῃς με νυμφίε ἐπουράνιε.

Αὐτῆς ταῖς ἱκεσίαις κατάπεμψον ἡμῖν,

παντοδύναμε Σωτὴρ τὰ ἐλέη σου.

Ἐκ νυκτὸς ὀρθρίζοντα Φιλάνθρωπε, Εἱρμὸς ε΄, Ἦχος πλ. β΄

Ἐκ νυκτὸς ὀρθρίζοντα Φιλάνθρωπε,

φώτισον δέομαι,

καὶ ὁδήγησον κἀμέ,

ἐν τοῖς προστάγμασί σου,

καὶ δίδαξον με ποιεῖν,

ἀεὶ τὸ θέλημά σου.

Ἐκ φλογὸς τοῖς Ὁσίοις, Εἱρμὸς η΄, Ἦχος πλ. β΄

Ἐκ φλογὸς τοῖς Ὁσίοις, δρόσον ἐπήγασας,

καὶ δικαίου θυσίαν, ὕδατι ἔφλεξας·

ἅπαντα γὰρ δρὰς Χριστέ, μόνῳ τῷ βούλεσθαι·

σὲ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

Ἐκάλυψεν οὐρανοὺς, Εἱρμὸς δ΄, Ἦχος πλ. β΄

Ἐκάλυψεν οὐρανούς, ἡ ἀρετή σου Χριστέ,

καὶ τῆς σῆς αἰνέσεως Κύριε,

τὰ πάντα πεπλήρωται.

Ἐκ γαστρὸς ἐτέχθης πρὸ, στιχηρόν, Ἦχος πλ. β΄

Ἐκ γαστρὸς ἐτέχθης πρὸ ἑωσφόρου,

ἐκ Πατρὸς ἀμήτωρ πρὸ τῶν αἰώνων,

κἂν Ἄρειος κτίσμα σε, καὶ οὐ Θεὸν δοξάζει,

τόλμη συνάπτων σε τὸν κτίστην, τοῖς κτίσμασιν ἀφρόνως,

ὕλην πυρὸς τοῦ αἰωνίου, ἑαυτῷ θησαυρίζων·

ἀλλ» ἡ Σύνοδος ἡ ἐν Νικαίᾳ,

Υἱὸν Θεοῦ σε ἀνεκήρυξε Κύριε,

Πατρὶ καὶ Πνεύματι σύνθρονον.

Ἔκστηθι φρίττων οὐρανὲ, Εἱρμὸς η΄, Ἦχος πλ. β΄

Ἔκστηθι φρίττων οὐρανέ,

καὶ σαλευθήτωσαν τὰ θεμέλια τῆς γῆς·

ἰδοὺ γὰρ ἐν νεκροῖς λογίζεται,

ὁ ἐν ὑψίστοις οἰκῶν,

καὶ τάφῳ σμικρῷ ξενοδοχείται,

ὂν Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε,

λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ἐλπὶς τοῦ κόσμου ἀγαθὴ, κάθισμα, Ἦχος πλ. β΄

Ἐλπὶς τοῦ κόσμου ἀγαθή,

Θεοτόκε Παρθένε,

τὴν σὴν καὶ μόνην φοβερὰν προστασίαν αἰτοῦμεν,

σπλαγχνίσθητι εἰς ἀπροστάτευτον λαόν,

δυσώπησον τὸν ἐλεήμονα Θεόν,

ῥυσθῆναι τάς ψυχὰς ἡμῶν, ἐκ πάσης ἀπειλῆς,

μόνη εὐλογημένη.

Ἐν τῇ στερρᾷ τῆς πίστεως, Εἱρμὸς γ΄, Ἦχος πλ. β΄

Ἐν τῇ στερρᾷ τῆς πίστεώς σου πέτρᾳ,

τὸν λογισμὸν ἑδράσας τῆς ψυχῆς μου,

στερέωσον, Κύριε. Σὲ γὰρ ἔχω Ἀγαθέ,

καταφυγὴν καὶ στερέωμα.

Ἐπὶ τὴν ἀσάλευτον Χριστὲ, Εἱρμὸς γ΄, Ἦχος πλ. β΄

Ἐπὶ τὴν ἀσάλευτον Χριστέ, πέτραν τῶν ἐντολῶν σου,

τὴν Ἐκκλησίαν σου στερέωσον.

Ἡ ἀπεγνωσμένη, στιχηρόν, Ἦχος πλ. β΄

Ἡ ἀπεγνωσμένη διὰ τὸν βίον,

καὶ ἐπεγνωσμένη διὰ τὸν τρόπον,

τὸ μύρον βαστάζουσα, προσῆλθέ σοι βοῶσα.

Μή με τὴν πόρνην ἀπορρίψῃς, ὁ τεχθεὶς ἐκ Παρθένου,

μή μου τὰ δάκρυα παρίδῃς, ἡ χαρὰ τῶν Ἀγγέλων,

ἀλλὰ δέξαι με μετανοοῦσαν,

ἢν οὐκ ἀπώσω ἁμαρτάνουσαν Κύριε,

διὰ τὸ μέγα σου ἔλεος.

Ἡ τὸ Χαῖρε δι» Ἀγγέλου δεξαμένη, Εἱρμὸς θ΄, Ἦχος πλ. β΄

Ἡ τὸ Χαῖρε δι» Ἀγγέλου δεξαμένη,

καὶ τεκοῦσα τὸν Κτίστην τὸν ἴδιον,

Παρθένε σῷζε τοὺς σὲ μεγαλύνοντας.

Ἡμάρτομεν, ἠνομήσαμεν, Εἱρμὸς ζ΄, Ἦχος πλ. β΄

Ἡμάρτομεν, ἠνομήσαμεν,

ἠδικήσαμεν ἐνώπιόν σου,

οὐδὲ συνετηρήσαμεν,

οὐδὲ ἐποιήσαμεν,

καθὼς ἐνετείλω ἡμῖν,

ἀλλὰ μὴ παραδῴης ἡμᾶς εἰς τέλος,

ὁ τῶν Πατέρων Θεός.

Θεὸν ἀνθρώποις ἰδεῖν, Εἱρμὸς θ΄, Ἦχος πλ. β΄

Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον,

ὂν οὐ τολμᾶ Ἀγγέλων ἀτενίσαι τὰ τάγματα,

διὰ σοῦ δὲ Πάναγνε ὡράθη βροτοῖς,

Λόγος σεσαρκωμένος,

ὂν μεγαλύνοντες,

σὺν ταῖς οὐρανίαις Στρατιαῖς, σὲ μακαρίζομεν.

Θεὸν Πατέρα Δημιουργόν, Εἱρμὸς η΄, Ἦχος πλ. β΄

Θεὸν Πατέρα Δημιουργόν,

ὁμοούσιον Υἱὸν καὶ θεῖον Πνεῦμα,

οἱ ἐν φλογὶ νεανίαι ᾄδειν προτρέπονται.

Εὐλογείτω τὸν Κύριον πᾶσα κτίσις

καὶ ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας.

Θεοφανείας σου Χριστὲ, Εἱρμὸς ε΄, Ἦχος πλ. β΄

Θεοφανείας σου Χριστέ,

τῆς πρὸς ἡμᾶς συμπαθῶς γενομένης,

Ἡσαΐας φῶς ἰδὼν ἀνέσπερον,

ἐκ νυκτὸς ὀρθρίσας ἐκραύγαζεν·

Ἀναστήσονται οἱ νεκροί,

καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις,

καὶ πάντες οἱ γηγενεῖς ἀγαλλιάσονται.

Ἴδετε, Ἴδετε, Εἱρμὸς β΄, Ἦχος πλ. β΄

Ἴδετε, Ἴδετε, ὅτι ἐγώ εἰμι Θεός,

ὁ μάννα ἐπομβρήσας, καὶ τὸ ὕδωρ ἐκ πέτρας,

πηγάσας πάλαι ἐν ἐρήμῳ τῷ λαῷ μου,

τῇ μόνῃ δεξιᾷ, καὶ τῇ ἰσχύϊ τῇ ἐμῇ.

Κύματι θαλάσσης, Εἱρμὸς α΄, Ἦχος πλ. β΄

Κύματι θαλάσσης,

τὸν κρύψαντα πάλαι, διώκτην τύραννον,

ὑπὸ γῆν ἔκρυψαν, τῶν σεσωσμένων οἱ Παῖδες,

ἀλλ» ἡμεῖς ὡς αἱ νεάνιδες,

τῷ Κυρίῳ ᾄσωμεν· Ἐνδόξως γὰρ δεδόξασται.

Κύριε ἐλέησον ἡμᾶς, κάθισμα, Ἦχος πλ. β΄

Κύριε ἐλέησον ἡμᾶς·

ἐπὶ σοὶ γὰρ πεποίθαμεν,

μὴ ὀργισθῇς ἡμῖν σφόδρα,

μηδὲ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν,

ἀλλ» ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαγχνος,

καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν·

σὺ γὰρ εἶ Θεὸς ἡμῶν,

καὶ ἡμεῖς λαός σου,

πάντες ἔργα χειρῶν σου,

καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Κύριε ἐπὶ τὸν τάφον, στιχηρόν, Ἦχος πλ. β΄

Κύριε, ἐπὶ τὸν τάφον τοῦ τετραημέρου,

ἐπὶ τὸ μνῆμα ἦλθες Λαζάρου,

καὶ ἐπὶ φίλῳ δάκρυα ῥάνας,

νεκρὸν τετραήμερον ἤγειρας,

ὁ στάχυς τῆς ζωῆς·

διὸ θάνατος ἐδέθη φωνῇ,

τὰ σπάργανα ἐλύθη χερσί,

τότε χαρᾶς ἐπληροῦτο,

τὸ στῖφος τῶν Μαθητῶν,

καὶ μία παρὰ πάντων,

ἐλειτουργεῖτο συμφωνία·

Εὐλογημένος εἶ Σωτήρ,

ἐλέησον ἡμᾶς.

Κύριε, παρίστατο, κάθισμα, Ἦχος πλ. β΄

Κύριε, παρίστατο τῷ τάφῳ σου Μαρία ἡ Μαγδαληνή,

καὶ ἔκλαιε βοῶσα·

καὶ κηπουρόν σε νομίζουσα ἔλεγε·

Ποῦ ἔκρυψας τὴν αἰώνιον Ζωήν;

ποῦ ἔθηκας τὸν ἐπὶ θρόνου Χερουβίμ;

οἱ γὰρ τοῦτον φυλάσσοντες,

ἀπὸ τοῦ φόβου ἀπενεκρώθησαν,

ἢ τὸν Κύριόν μου δότε μοι, ἢ σὺν ἐμοὶ κραυγάσατε·

ὁ ἐν νεκροῖς καὶ τοὺς νεκροὺς ἀναστήσας δόξα σοι.

Κύριος ὢν πάντων, Εἱρμὸς γ΄, Ἦχος πλ. β΄

Κύριος ὢν πάντων καὶ Κτίστης Θεός,

τὸ κτιστὸν ὁ ἀπαθής, πτωχεύσας σεαυτῷ ἥνωσας,

καὶ τὸ Πάσχα, οἷς ἔμελλες θανεῖν,

αὐτὸς ὢν σεαυτὸν προετίθης.

Φάγετε βοῶν τὸ Σῶμά μου,

καὶ πίστει στερεωθήσεσθε.

Λαθὼν ἐτέχθης ὑπὸ τὸ Σπήλαιον, ἀπολυτίκιον, Ἦχος πλ. β΄

Λαθὼν ἐτέχθης ὑπὸ τὸ Σπήλαιον,

ἀλλ» οὐρανός σε πᾶσιν ἐκήρυξεν,

ὥσπερ στόμα, τὸν Ἀστέρα προβαλλόμενος Σωτήρ·

Καὶ Μάγους σοι προσήνεγκεν,

ἐν πίστει προσκυνοῦντάς σε·

μεθ́ ὧν ἐλέησον ἡμᾶς.

Μετάνοιαν οὐ κέκτημαι, στιχηρόν, Ἦχος πλ. β΄

Μετάνοιαν οὐ κέκτημαι,

ἀλλ» οὐδὲ πάλιν δάκρυα·

διὰ τοῦτο ἱκετεύω σε Σωτήρ,

πρὸ τέλους ἐπιστρέψαι,

καὶ δοῦναι μοι κατάνυξιν,

ὅπως ῥυσθήσωμαι τῆς κολάσεως.

Μὴ ἐκθαμβῇ νῦν ὦ Μῆτερ (Πρὸς τὸ Μὴ ἐποδύρου μου Μῆτερ), Εἱρμὸς θ΄, Ἦχος πλ. β΄

Μὴ ἐκθαμβῇ νῦν ὦ Μῆτερ,

καθορῶσα ὡς βρέφος,

ὂν ἐκ γαστρὸς πρὸ Ἑωσφόρου, τέτοκε Πατήρ·

ἀναστῆσαι γὰρ καὶ συνδοξάσαι βροτῶν,

πεπτωκυῖαν τὴν φύσιν, ἐλήλυθα σαφῶς,

τὴν ἐν πίστει καὶ πόθῳ, σὲ μεγαλύνουσαν.

Μὴ ἐποδύρεσθε μάτην (Πρὸς τὸ Μὴ ἐποδύρου μου Μῆτερ), Εἱρμὸς θ΄, Ἦχος πλ. β΄

Μὴ ἐποδύρεσθε μάτην,

ἀπογνώσεως βρόχοις,

ἀποπνιγόμενοι βροτοί, ὑπεύθυνοι κακῶν,

ἀλλ» ἐν κατανύξει ψυχῆς προσέλθωμεν,

τῷ καθαίροντι πάντας, ὡς μόνῳ καθαρῶ,

καὶ διδόντι συγγνώμην διὰ Βαπτίσματος.

Μὴ ἐποδύρου μου Μῆτερ, Εἱρμὸς θ΄, Ἦχος πλ. β΄

Μὴ ἐποδύρου μου Μῆτερ,

καθορῶσα ἐν τάφῳ,

ὂν ἐν γαστρὶ ἄνευ σπορᾶς, συνέλαβες Υἱόν·

ἀναστήσομαι γὰρ καὶ δοξασθήσομαι,

καὶ ὑψώσω ἐν δόξῃ, ἀπαύστως ὡς Θεός,

τοὺς ἐν πίστει καὶ πόθῳ, σὲ μεγαλύνοντας.

Μνήσθητι ἡμῶν, μακαρισμός, Ἦχος πλ. β΄

Μνήσθητί μου, ὁ Θεὸς ὁ Σωτήρ μου,

ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου,

καὶ σῶσόν με, ὡς μόνος φιλάνθρωπος.

Νόμων πατρῴων, Εἱρμὸς η΄, Ἦχος πλ. β΄

Νόμων πατρῴων οἱ μακαριστοί,

ἐν Βαβυλῶνι Νέοι προκινδυνεύοντες,

βασιλεύοντος κατέπτυσαν, προσταγῆς ἀλογίστου,

καὶ συνημμένοι, ᾧ οὐκ ἐχωνεύθησαν πυρί,

τοῦ κρατοῦντος ἐπάξιον, ἀνέμελπον τὸν ὕμνον.

Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα,

καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Ξενίας δεσποτικῆς, Εἱρμὸς θ΄, Ἦχος πλ. β΄

Ξενίας δεσποτικῆς,

καὶ ἀθανάτου τραπέζης,

ἐν ὑπερῴῳ τόπῳ, ταῖς ὑψηλαῖς φρεσί,

πιστοὶ δεῦτε ἀπολαύσωμεν,

ἐπαναβεβηκότα λόγον,

ἐκ τοῦ Λόγου μαθόντες,

ὂν μεγαλύνομεν.

Ὁ αἰσθητὸς Φαραὼ, Εἱρμὸς α΄, Ἦχος πλ. β΄

Ὁ αἰσθητὸς Φαραώ,

κατεποντίσθη πανστρατί,

Ἰσραὴλ δὲ διελθών,

ἐν μέσῳ τῆς θαλάσσης, ἀνεβόα·

Κυρίῳ τῷ Θεῷ ἡμῶν ᾄσωμεν,

ὅτι δεδόξασται.

Ὁ Σταυρός σου Κύριε, στιχηρόν, Ἦχος πλ. β΄

Ὁ Σταυρός σου Κύριε, τοῖς Μάρτυσι γέγονεν, ὅπλον ἀήττητον·

ἔβλεπον γὰρ τὸν προκείμενον θάνατον,

καὶ προβλέποντες τὴν μέλλουσαν ζωήν,

τῇ ἐλπίδι τῇ εἰς σὲ ἐνεδυναμοῦντο.

Αὐτῶν ταῖς παρακλήσεσιν,

ἐλέησον ἡμᾶς.

Ὁ τὸ φῶς ἀνατέλλων τῷ κόσμῳ, Εἱρμὸς ε΄, Ἦχος πλ. β΄

Ὁ τὸ φῶς ἀνατέλλων τῷ κόσμῳ, Χριστέ,

φώτισον τὴν καρδίαν μου,

ἐκ νυκτός σοι κραυγάζοντος, καὶ σῶσόν με.

Ὁ τῶν ὁσίων σου Παίδων, Εἱρμὸς ζ΄, Ἦχος πλ. β΄

Ὁ τῶν ὁσίων σοῦ Παίδων,

τὸν ὕμνον ἐπακούσας,

καὶ τὴν κάμινον καιομένην δροσίσας,

εὐλογητὸς εἶ Κύριε.

Οἱ ἀθλοφόροι Μάρτυρες, στιχηρόν, Ἦχος πλ. β΄

Οἱ ἀθλοφόροι Μάρτυρες,

καὶ οὐρανοπολῖται,

ἐπὶ γῆς ἀθλήσαντες,

πολλὰς βασάνους ὑπέμειναν,

πρεσβείαις Κύριε,

καὶ εὐχαῖς αὐτῶν,

πάντας ἡμᾶς διαφύλαξον.

Οἱ μαρτυρήσαντες διά σε Χριστὲ, στιχηρόν, Ἦχος πλ. β΄

Οἱ μαρτυρήσαντες διὰ σὲ Χριστέ,

πολλὰς βασάνους ὑπέμειναν,

καὶ τέλειον ἀπέλαβον,

τὸν στέφανον ἐν οὐρανοῖς,

ἵνα πρεσβεύωσιν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Οἱ ὅσιοί σου Παῖδες ἐν τῇ καμίνῳ, Εἱρμὸς η΄, Ἦχος πλ. β΄

Οἱ ὅσιοί σου Παῖδες ἐν τῇ καμίνῳ,

τὰ Χερουβεὶμ ἐμιμήσαντο,

τὸν τρισάγιον ὕμνον ἀναβοῶντες·

Εὐλογεῖτε ὑμνεῖτε,

καὶ ὑπερυψοῦτε τὸν Κύριον.

Οἱ Παῖδες ἐν Βαβυλῶνι, Εἱρμὸς ζ΄, Ἦχος πλ. β΄

Οἱ Παῖδες ἐν Βαβυλῶνι,

καμίνου φλόγα οὐκ ἔπτηξαν,

ἀλλ’ ἐν μέσῳ φλογὸς ἐμβληθέντες,

δροσιζόμενοι ἔψαλλον·

Εὐλογητὸς εἶ Κύριε,

ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.

Ὅλην ἀποθέμενοι, στιχηρόν, Ἦχος πλ. β΄

Ὅλην ἀποθέμενοι,

ἐν οὐρανοῖς τὴν ἐλπίδα,

θησαυρὸν ἀσύλητον,

ἑαυτοῖς οἱ Ἅγιοι ἐθησαύρισαν,

δωρεὰν ἔλαβον,

δωρεὰν διδοῦσι,

τοῖς νοσοῦσι τὰ ἰάματα,

χρυσὸν ἢ ἄργυρον,

εὐαγγελικῶς οὐκ ἐκτήσαντο,

ἀνθρώποις τε καὶ κτήνεσι,

τάς εὐεργεσίας μετέδωκαν,

ἵνα διὰ πάντων,

ὑπήκοοι γενόμενοι Χριστῷ,

ἐν παρρησίᾳ πρεσβεύωσιν,

ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ὃν Στρατιαὶ Οὐρανῶν δοξάζουσι, Εἱρμὸς η΄, Ἦχος πλ. β΄

Ὃν Στρατιαὶ Οὐρανῶν δοξάζουσι

καὶ φρίττει τὰ Χερουβὶμ καὶ τὰ Σεραφίμ,

πᾶσα πνοὴ καὶ κτίσις

ὑμνεῖτε, εὐλογεῖτε,

καὶ ὑπερυψοῦτε (αὐτόν) εἰς πάντας τοὺς αἰῶνας.

Οὔκ ἐστιν Ἅγιος, Εἱρμὸς γ΄, Ἦχος πλ. β΄

Οὔκ ἐστιν ἅγιος ὡς σὺ, Κύριε ὁ Θεός μου,

ὁ ὑψώσας τὸ κέρας, τῶν πιστῶν σου Ἀγαθέ,

καὶ στερεώσας αὐτούς,

ἐν τῇ πέτρᾳ τῆς ὁμολογίας σου.

Πολλὰ τὰ πλήθη, κάθισμα, Ἦχος πλ. β΄

Πολλὰ τὰ πλήθη τῶν ἐμῶν Θεοτόκε πταισμάτων,

πρὸς σὲ κατέφυγον Ἁγνή, σωτηρίας δεόμενος.

Ἐπίσκεψαι τὴν ἀσθενοῦσάν μου ψυχήν,

καὶ αἴτησαι τῷ Υἱῷ σου καὶ Θεῷ ἡμῶν,

δοθῆναί μοι τὴν ἄφεσιν,

ὧν ἔπραξα δεινῶν,

μόνη εὐλογημένη.

Προκατιδὼν ὁ Προφήτης, Εἱρμὸς δ΄, Ἦχος πλ. β΄

Προκατιδὼν ὁ Προφήτης,

τοῦ μυστηρίου σου τὸ ἀπόρρητον,

Χριστὲ προανεφώνει σοι·

Ἔθου κραταιάν, ἀγάπησιν ἰσχύος,

Πάτερ οἰκτίρμον·

τὸν Μονογενῆ Υἱὸν γὰρ ἀγαθέ,

ἱλασμὸν εἰς τὸν κόσμον ἀπέστειλας.

Πρὸς σὲ ὀρθρίζω, Εἱρμὸς ε΄, Ἦχος πλ. β΄

Πρὸς σὲ ὀρθρίζω,

τὸν δι» εὐσπλαγχνίαν,

σεαυτὸν τῷ πεσόντι,

κενώσαντα ἀτρέπτως,

καὶ μέχρι παθῶν,

ἀπαθῶς ὑποκύψαντα, Λόγε Θεοῦ.

Τὴν εἰρήνην παράσχου μοι φιλάνθρωπε.

Πρόσεχε, οὐρανὲ καὶ λαλήσω, Εἱρμὸς β΄, Ἦχος πλ. β΄

Πρόσεχε, οὐρανὲ καὶ λαλήσω,

καὶ ἀνυμνήσω Χριστόν,

τὸν ἐκ Παρθένου σαρκί, ἐπιδημήσαντα.

Σὲ τὸν ἐπὶ ὑδάτων, Εἱρμὸς γ΄, Ἦχος πλ. β΄

Σὲ τὸν ἐπὶ ὑδάτων,

κρεμάσαντα πᾶσαν τὴν γῆν ἀσχέτως,

ἡ κτίσις κατιδοῦσα,

ἐν τῷ Κρανίῳ κρεμάμενον,

θάμβει πολλῷ συνείχετο.

Οὔκ ἐστιν ἅγιος,

πλὴν σοῦ Κύριε, κραυγάζουσα.

Σήμερον τὸ προφητικὸν, κάθισμα, Ἦχος πλ. β΄

Σήμερον τὸ προφητικὸν πεπλήρωται λόγιον·

ἰδοὺ γὰρ προσκυνοῦμεν, εἰς τὸν τόπον,

οὗ ἔστησαν οἱ πόδες σου Κύριε,

καὶ ξύλου σωτηρίας γευσάμενοι,

τῶν ἐξ ἁμαρτίας παθῶν, ἐλευθερίας ἐτύχομεν,

πρεσβείαις τῆς Θεοτόκου, μόνε φιλάνθρωπε.

Στερέωσον, Κύριε, Εἱρμὸς γ΄, Ἦχος πλ. β΄

Στερέωσον, Κύριε,

ἐπὶ τὴν πέτραν τῶν ἐντολῶν σου,

σαλευθεῖσαν τὴν καρδίαν μου,

ὅτι μόνος Ἅγιος ὑπάρχεις καὶ Κύριος.

Στήλην κακίας ἀντιθέου, Εἱρμὸς η΄, Ἦχος πλ. β΄

Στήλην κακίας

ἀντιθέου, Παῖδες θεῖοι παρεδειγμάτισαν,

κατὰ Χριστοῦ δὲ φρυαττόμενον

ἀνόμον συνέδριον,

βουλεύεται κενά,

κτεῖναι μελετᾷ,

τὸν ζωῆς κρατοῦντα παλάμῃ·

ὃν πᾶσα κτίσις

εὐλογεῖ δοξάζουσα εἰς τοὺς αἰῶνας.

Συνεσχέθη, ἀλλ’ οὐ κατεσχέθη, Εἱρμὸς ς΄, Ἦχος πλ. β΄

Συνεσχέθη, ἀλλ’ οὐ κατεσχέθη,

στέρνοις κητῴοις Ἰωνᾶς·

σοῦ γὰρ τὸν τύπον φέρων,

τοῦ παθόντος, καὶ ταφῇ δοθέντος,

ὡς ἐκ θαλάμου τοῦ θηρὸς ἀνέθορε,

προσεφώνει δὲ τῇ κουστωδίᾳ.

Οἱ φυλασσόμενοι μάταια καὶ ψευδῆ,

ἔλεον αὐτοῖς ἐγκατελίπετε.

Τὴν ἀνάστασίν σου, στιχηρόν, Ἦχος πλ. β΄

Τὴν ἀνάστασίν σου, Χριστὲ Σωτήρ,

Ἄγγελοι ὑμνοῦσιν ἐν οὐρανοῖς,

καὶ ἡμᾶς τοὺς ἐπὶ γῆς καταξίωσον

ἐν καθαρᾷ καρδίᾳ σὲ δοξάζειν.

Τὴν ἐκ Παρθένου (πρὸς τὸ Τὴν ἐν Σταυρῷ σου θείαν κένωσιν), Εἱρμὸς δ΄, Ἦχος πλ. β΄

Τὴν ἐκ Παρθένου παρουσίαν σου,

προορῶν Ἀββακούμ, ἐξεστηκὼς ἐβόα·

Σὺ ἐκ Θαιμὰν σαρκούμενος, ἥκεις Λυτρωτά,

τὸν Ἀδὰμ ἀπωσμένον, ἀνακαλέσασθαι.

Τὴν ἐν πρεσβείαις ἀκοίμητον, κοντάκιον, Ἦχος πλ. β΄

Τὴν ἐν πρεσβείαις ἀκοίμητον Θεοτόκον,

καὶ προστασίαις ἀμετάθετον ἐλπίδα,

τάφος καὶ νέκρωσις οὐκ ἐκράτησεν·

ὡς γὰρ ζωῆς Μητέρα, πρὸς τὴν ζωὴν μετέστησεν,

ὁ μήτραν οἰκήσας ἀειπάρθενον.

Τὴν ἐν Σταυρῷ σου θείαν κένωσιν, Εἱρμὸς δ΄, Ἦχος πλ. β΄

Τὴν ἐν Σταυρῷ σου θείαν κένωσιν,

προορῶν Ἀββακούμ, ἐξεστηκὼς ἐβόα·

Σὺ δυναστῶν διέκοψας, κράτος Ἀγαθέ,

ὁμιλῶν τοῖς ἐν ᾍδῃ, ὡς Παντοδύναμος.

Τὴν πρὸς τὸ Βάπτισμα (πρὸς τὸ Τὴν ἐν Σταυρῷ σου θείαν κένωσιν), Εἱρμὸς δ΄, Ἦχος πλ. β΄

Τὴν πρὸς τὸ Βάπτισμά σου ἔλευσιν,

προορῶν Ἀββακούμ, ἐξεστηκὼς ἐβόα·

Εἰς θάλασσαν τοὺς ἵππους σου, ὕδατα πολλά,

ἐπεβίβασας Σῶτερ διαταράσσοντας.

Τήν σωματικήν σου, κοντάκιον, Ἦχος πλ. β΄

Τὴν σωματικήν σου παρουσίαν δεδοικώς, ὁ Ἰορδάνης

φόβῳ ὑπεστρέφετο·

τὴν προφητικὴν δὲ λειτουργίαν ἐκπληρῶν, ὁ Ἰωάννης

τρόμῳ ὑπεστέλλετο·

τῶν Ἀγγέλων αἱ τάξεις ἐξεπλήττοντο, ὁρῶσαί σε

ἐν ῥείθροις σαρκὶ βαπτιζόμενον·

καὶ πάντες οἱ ἐν τῷ σκότει κατηυγάζοντο,

ἀνυμνοῦντές σε τὸν φανέντα, καὶ φωτίσαντα τὰ πάντα.

Τὴν τιμιωτέραν τῶν Χερουβὶμ, Εἱρμὸς θ΄, Ἦχος πλ. β΄

Τὴν τιμιωτέραν τῶν Χερουβίμ,

καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ,

τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν,

τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Τὴν ὑπὲρ ἡμῶν, κοντάκιον, Ἦχος πλ. β΄

Τὴν ὑπὲρ ἡμῶν πληρώσας οἰκονομίαν,

καὶ τὰ ἐπὶ γῆς ἑνώσας τοῖς οὐρανίοις,

ἀνελήφθης ἐν δόξῃ, Χριστε ὁ Θεὸς ἡμῶν,

οὐδαμόθεν χωριζόμενος,

ἀλλὰ μένων ἀδιάστατος,

καὶ βοῶν τοῖς ἀγαπῶσί σε·

Ἐγώ εἰμι μεθ́ ὑμῶν,

καὶ οὐδεὶς καθ́ ὑμῶν.

Τής ευσπλαγχνίας, κάθισμα, Ἦχος πλ. β΄

Τῆς εὐσπλαγχνίας τὴν πύλην

ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε,

ἐλπίζοντες εἰς σέ, μὴ ἀστοχήσωμεν,

ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων·

σὺ γὰρ εἶ ἡ σωτηρία,

τοῦ γένους τῶν Χριστιανῶν.

Τῆς σοφίας ὁδηγὲ, κοντάκιον, Ἦχος πλ. β΄

Τῆς σοφίας ὁδηγέ,

φρονήσεως χορηγέ,

τῶν ἀφρόνων παιδευτά,

καὶ πτωχῶν ὑπερασπιστά,

στήριξον, συνέτισον τὴν καρδίαν μου Δέσποτα.

Σὺ δίδου μοι λόγον, ὁ τοῦ Πατρὸς Λόγος·

ἰδοὺ γὰρ τὰ χείλη μου,

οὐ μὴ κωλύσω ἐν τῷ κράζειν σοι.

Ἐλεῆμον, ἐλέησον με τὸν παραπεσόντα.

Τμηθείσῃ τμᾷται, Εἱρμὸς α΄, Ἦχος πλ. β΄

Τμηθείσῃ τμᾷται, πόντος Ἐρυθρός,

κυματοτρόφος δὲ ξηραίνεται βυθός,

ὁ αὐτὸς ὁμοῦ, ἀόπλοις γεγονὼς βατός,

καὶ πανοπλίταις τάφος,

ᾠδὴ δὲ θεοτερπὴς ἀνεμέλπετο,

ἐνδόξως δεδόξασται,

Χριστὸς ὁ Θεὸς ἡμῶν.

Τοῦ βίου τὴν θάλασσαν, Εἱρμὸς ς΄, Ἦχος πλ. β΄

Τοῦ βίου τὴν θάλασσαν,

ὑψουμένην καθορῶν,

τῶν πειρασμῶν τῷ κλύδωνι,

ἐν εὐδίῳ λιμένι σου προσδραμών,

βοῶ σοι· Ἀνάγαγε

ἐκ φθορᾶς τὴν ζωήν μου Πολυέλεε.

Τριήμερος ἀνέστης, ἀπόστιχον, Ἦχος πλ. β΄

Τριήμερος ἀνέστης Χριστέ,

ἐκ τάφου, καθὼς γέγραπται,

συνεγείρας τὸν Προπάτορα ἡμῶν·

διό σε καὶ δοξάζει,

τὸ γένος τῶν ἀνθρώπων,

καὶ ἀνυμνεῖ σου τὴν Ἀνάστασιν.

Τῷ θείῳ φέγγει σου, Εἱρμὸς ε΄, Ἦχος πλ. β΄

Τῷ θείῳ φέγγει σου Ἀγαθέ,

τάς τῶν ὀρθριζόντων σοι ψυχάς,

πόθῳ καταύγαυσον δέομαι,

σὲ εἰδέναι Λόγε Θεοῦ,

τὸν ὄντως Θεόν,

ἐκ ζόφου τῶν πταισμάτων ἀνακαλούμενον.

Τῷ θρόνῳ ἐν οὐρανῷ, κοντάκιον, Ἦχος πλ. β΄

Τῷ θρόνῳ ἐν οὐρανῶ,

τῷ πώλῳ ἐπὶ τῆς γῆς,

ἐποχούμενος Χριστὲ ὁ Θεός,

τῶν Ἀγγέλων τὴν αἴνεσιν,

καὶ τῶν Παίδων τὴν ὕμνησιν

προσεδέξω βοώντων σοι·

Εὐλογημένος εἶ ὁ ἐρχόμενος,

τὸν Ἀδὰμ ἀνακαλέσασθαι.

Τῷ κήτει καταποθεὶς, Εἱρμὸς ς΄, Ἦχος πλ. β΄

Τῷ κήτει καταποθείς,

τῷ τῆς ἁμαρτίας, κραυγάζω σοι

Χριστέ· Ὡς τὸν προφήτην,

ἐκ φθορᾶς με ἐλευθέρωσον.

Τῷ συνδέσμῳ τῆς ἀγάπης, Εἱρμὸς ε΄, Ἦχος πλ. β΄

Τῷ συνδέσμῳ τῆς ἀγάπης,

συνδεόμενοι οἱ Ἀπόστολοι,

τῷ δεσπόζοντι τῶν ὅλων,

ἑαυτοὺς Χριστῷ, ἀναθέμενοι,

ὡραίους πόδας ἐξαπενίζοντο,

εὐαγγελιζόμενοι πᾶσιν εἰρήνην.

Τῶν Ἁγίων σου, κάθισμα, Ἦχος πλ. β΄

Τῶν Ἁγίων σου ἡ μνήμη Κύριε,

ἀνεδείχθη, ὡς Παράδεισος ὁ ἐν Ἐδέμ·

ἐν αὐτῇ γὰρ ἀγάλλεται πᾶσα ἡ Κτίσις.

Διὸ παράσχου ἡμῖν,

τῇ αὐτῶν παρακλήσει,

εἰρήνην καὶ τὸ μέγα ἔλεος.

Τῶν Παίδων τὴν ᾠδὴν, Εἱρμὸς η΄, Ἦχος πλ. β΄

Τῶν Παίδων τὴν ᾠδήν,

ἐκμιμούμενος βοῶ,

συμψάλλων τοῖς Παισίν·

Εὐλογεῖτε, τὰ ἔργα Κυρίου τὸν Κύριον.

Φοβερὸς εἶ Κύριε, στιχηρόν, Ἦχος πλ. β΄

Φοβερὸς εἶ Κύριε,

καὶ τίς ὑποστήσεται

τὴν δικαίαν σου ὀργήν,

ἢ τίς σε δυσωπήσει,

ἢ τίς παρακαλέσει ἀγαθέ,

ὑπὲρ λαοῦ ἡμαρτηκότος καὶ ἀπεγνωσμένου;

τὰ οὐράνια τάγματα

Ἄγγελοι, Ἀρχαὶ καὶ Ἐξουσίαι,

θρόνοι, Κυριότητες,

τὰ Χερουβεὶμ καὶ τὰ Σεραφείμ,

ὑπὲρ ἠμῶν σοι βοῶσιν.

Ἅγιος, Ἅγιος, Ἅγιος, εἶ Κύριε,

τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς ἀγαθέ,

διὰ σπλάγχνα ἐλέους,

σῷζε πολιν κινδυνεύουσαν.

Χριστός μου δύναμις, Εἱρμὸς δ΄, Ἦχος πλ. β΄

Χριστός μου δύναμις,

Θεὸς καὶ Κύριος,

ἡ σεπτὴ Ἐκκλησία θεοπρεπῶς,

μέλπει ἀνακράζουσα,

ἐκ διανοίας καθαρᾶς,

ἐν Κυρίῳ ἐορτάζουσα.

Χριστοῦ τὸν Ἱεράρχην, στιχηρόν, Ἦχος πλ. β΄

Χριστοῦ τὸν Ἱεράρχην,

ὑμνήσωμεν ἅπαντες Ἀθανάσιον,

ὅτι Ἀρείου τὰ διδάγματα πάντα κατήργησε,

καὶ τῆς Ἁγίας Τριάδος τὸ κράτος,

εἰς πάντα τὸν κόσμον τρανῶς καταγγέλλει,

ἕνα Θεὸν ἐν τρισὶ προσώποις ἀμέριστον,

ᾧ καὶ πρεσβεύει ὑπὲρ ἡμῶν,

τῶν ἐν πίστει τελούντων τὴν μνήμην αὐτοῦ.

Ψυχή μου ψυχή μου, κοντάκιον, Ἦχος πλ. β΄

Ψυχή μου ψυχή μου,

ἀνάστα, τί καθεύδεις;

τὸ τέλος ἐγγίζει,

καὶ μέλλεις θορυβεῖσθαι.

Ἀνάνηψον οὖν, ἵνα φείσηταί σου Χριστὸς ὁ Θεός,

ὁ πανταχοῦ παρών, καὶ τὰ πάντα πληρῶν.

Ὡς ἐν ἠπείρῳ πεζεύσας, Εἱρμὸς α΄, Ἦχος πλ. β΄

Ὡς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραήλ,

ἐν ἀβύσσῳ ἴχνεσι,

τὸν διώκτην Φαραώ,

καθορῶν ποντούμενον,

Θεῷ ἐπινίκιον ᾠδήν, ἐβόα, ᾄσωμεν.

Ἦχος βαρὺς

Ἀκήκοα τὴν ἀκοήν σου Κύριε, Εἱρμὸς δ΄, Ἦχος βαρὺς

Ἀκήκοα τὴν ἀκοήν σου Κύριε,

ὅτι ὤφθης ἐπὶ γῆς,

διὰ τὸ σῶσαι ἡμᾶς.

Διὸ βοῶ σοι·

Δόξα τῇ δυνάμει σου Κύριε.

Ἀσπόρου τόκου σύλληψιν, Εἱρμὸς θ΄, Ἦχος βαρὺς

Ἀσπόρου τόκου σύλληψιν,

τίς ἑρμηνεύσει βροτῶν;

ἀφθόρου τόκου γέννησιν,

τίς μὴ θαυμάσει γηγενῶν;

διό σε αἱ φυλαὶ τῆς γῆς,

Θεοτόκε μεγαλύνομεν.

ᾌσωμεν τῷ Κυρίῳ, Εἱρμὸς α΄, Ἦχος βαρὺς

ᾌσωμεν τῷ Κυρίῳ τῷ βυθίσαντι

πᾶσαν τὴν δύναμιν, Φαραὼ ἐν θαλάσσῃ,

ἐπινίκιον ᾠδήν, ὅτι δεδόξασται.

Ἄφλεκτος πυρὶ ἐν Σινᾷ, Εἱρμὸς η΄, Ἦχος βαρὺς

Ἄφλεκτος πυρὶ ἐν Σινᾷ προσομιλοῦσα,

βάτος Θεὸν ἐγνώρισε,

τῷ βραδυγλώσσῳ καὶ δυσήχῳ Μωσεῖ

καὶ Παῖδας ζῆλος Θεοῦ,

τρεῖς ἀναλώτους τῷ πυρὶ ὑμνῳδοὺς ἔδειξε.

Πάντα τὰ ἔργα τὸν Κύριον ὑμνεῖτε,

καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Βυθῷ ἁμαρτημάτων, Εἱρμὸς ς΄, Ἦχος βαρὺς

Βυθῷ ἁμαρτημάτων, περιπεσὼν Ἀγαθέ,

ὡς Ἰωνᾶς ἐκ τοῦ κήτους βοῶ σοι.

Ἀνάγαγε ἐκ φθορᾶς τὴν ζωήν μου,

καὶ σῶσόν με φιλάνθρωπε.

Διασκεδάσας τὴν νύκτα τῶν παθῶν, Εἱρμὸς ε΄, Ἦχος βαρὺς

Διασκεδάσας τὴν νύκτα τῶν παθῶν,

λάμψον μοι φῶς νοερόν,

ὁ τὸ ἀρχέγονον σκότος,

τῆς ἀβύσσου διώξας,

καὶ τὸ πρωτόκτιστον φῶς,

καταλάμψας τῷ κόσμῳ,

Δημιουργὲ τοῦ παντός.

Εἰσακήκοα τὴν ἀκοήν, Εἱρμὸς δ΄, Ἦχος βαρὺς

Εἰσακήκοα τὴν ἀκοήν σου, καὶ ἐφοβήθην,

κατενόησα τὰ ἔργα σου,

καὶ ἐξέστην Κύριε.

Ἐκάλυψεν οὐρανοὺς Χριστὲ ὁ Θεὸς, Εἱρμὸς δ΄, Ἦχος βαρὺς

Ἐκάλυψεν οὐρανοὺς Χριστὲ ὁ Θεός,

ἐν τῇ σῇ οἰκονομίᾳ,

ἡ ἀρετὴ τῆς ἀφράστου,

σοφίας σου Φιλάνθρωπε.

Ἐπὶ τοῦ ὅρους μετεμορφώθης, κοντάκιον, Ἦχος βαρὺς

Ἐπὶ τοῦ ὅρους μετεμορφώθης,

καὶ ὡς ἐχώρουν οἱ Μαθηταί σου τὴν δόξαν σου,

Χριστὲ ὁ Θεὸς ἐθεάσαντο,

ἵνα ὅταν σε ἴδωσι σταυρούμενον,

τὸ μὲν πάθος νοήσωσιν ἑκούσιον,

τῷ δὲ κόσμῳ κηρύξωσιν, ὅτι σὺ ὑπάρχεις ἀληθῶς,

τοῦ Πατρὸς τὸ ἀπαύγασμα.

Εστερεώθη η καρδία μου, Εἱρμὸς γ΄, Ἦχος βαρὺς

Ἐστερεώθη ἡ καρδία μου ἐν Κυρίῳ,

ὑψώθη κέρας μου ἐν Θεῷ μου,

καὶ ἐπλατύνθη ἐπ᾽ ἐχθρούς μου τὸ στόμα μου.

Ἐστερεώθη τῇ πίστει, Εἱρμὸς γ΄, Ἦχος βαρὺς

Ἐστερεώθη τῇ πίστει, Χριστοῦ ἡ Ἐκκλησία·

καὶ γὰρ ἀπαύστως ἐν ὕμνοις, βοᾷ μελῳδοῦσα·

Ἅγιος εἶ Κύριε, καὶ σὲ ὑμνεῖ τὸ πνεῦμά μου.

Θεοτόκε Παρθένε ἀμίαντε, κάθισμα, Ἦχος βαρὺς

Θεοτόκε Παρθένε ἀμίαντε,

τὸν Υἱόν σου, δυσώπει,

σὺν ταῖς ἄνω Δυνάμεσι,

συγχώρησιν πταισμάτων ἡμῖν,

πρὸ τοῦ τέλους δωρήσασθαι,

τοῖς πιστῶς σε δοξάζουσι.

Κάμινον καιομένην, Εἱρμὸς ζ΄, Ἦχος βαρὺς

Κάμινον καιομένην, ἐδρόσισας Σωτήρ,

Παῖδας δὲ διέσωσας, ὑμνοῦντας καὶ λέγοντας·

Εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας Κύριε,

ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.

Κάμινον Παῖδες, Εἱρμὸς ζ΄, Ἦχος βαρὺς

Κάμινον Παῖδες, πυρίφλεκτον πάλαι,

δροσοβολοῦσαν ὑπέδειξαν,

ἕνα Θεὸν ἀνυμνοῦντες καὶ λέγοντες·

ὁ ὑπερυψούμενος, τῶν Πατέρων Θεός, καὶ ὑπερένδοξος.

Κατανοῶν ὁ Προφήτης, Εἱρμὸς δ΄, Ἦχος βαρὺς

Κατανοῶν ὁ Προφήτης,

τὴν ἐπ» ἐσχάτων σου Χριστὲ ἔλευσιν, ἀνεβόα·

τὴν σὴν εἰσακήκοα Κύριε δυναστείαν,

ὅτι πάντας τοῦ σῶσαι,

τοὺς χριστούς σου ἐλήλυθας.

Καταφρονήσαντες πάντων, στιχηρόν, Ἦχος βαρὺς

Καταφρονήσαντες πάντων τῶν ἐπὶ γῆς, ἅγιοι Μάρτυρες,

καὶ ἐν σταδίῳ τὸν Χριστὸν ἀνδρείως κηρύξαντες,

ἀμοιβὰς τῶν βασάνων παρ» αὐτοῦ ἐκομίσασθε,

ἀλλ» ὡς ἔχοντες παρρησίαν, αὐτὸν ἱκετεύσατε,

ὡς Θεὸν παντοδύναμον,

τάς ψυχὰς ἡμῶν σῶσαι,

τῶν εἰς ὑμᾶς προστρεχόντων δεόμεθα.

Κατέλυσας τῷ Σταυρῷ σου, ἀπολυτίκιον, Ἦχος βαρὺς

Κατέλυσας τῷ Σταυρῷ σου τὸν θάνατον,

ἠνέῳξας τῷ Λῃστῇ τὸν Παράδεισον,

τῶν Μυροφόρων τὸν θρῆνον μετέβαλες,

καὶ τοῖς σοῖς Ἀποστόλοις κηρύττειν ἐπέταξας·

ὅτι ἀνέστης Χριστὲ ὁ Θεός,

παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Κύριε ἡμεῖς ἐσμεν, κάθισμα, Ἦχος βαρὺς

Κύριε ἡμεῖς ἐσμεν λαός σου, καὶ πρόβατα νομῆς σου,

πλανηθέντας τῇ φθορᾷ, ἐπίστρεψον ἡμᾶς,

σκορπισθέντας ὡς ποιμήν, συνάγαγε ἡμᾶς,

ἐλέησον τὴν ποίμνην σου, Φιλάνθρωπε σπλαγχνίσθητι,

πρεσβείαις τῆς Θεοτόκου μόνε ἀναμάρτητε.

Κύριε ὁ Θεός μου, Εἱρμὸς ε΄, Ἦχος βαρὺς

Κύριε ὁ Θεός μου,

ἐκ νυκτὸς ὀρθρίσας σε ἱκετεύω,

παράσχου μοι ἄφεσιν,

τῶν παραπτωμάτων μου,

καὶ πρὸς φῶς τῶν σῶν προσταγμάτων,

τάς ὁδούς μου εὔθυνον δέομαι.

Μὴ τῆς φθορᾶς διαπείρᾳ, Εἱρμὸς θ΄, Ἦχος βαρὺς

Μὴ τῆς φθορᾶς διαπείρᾳ κυοφορήσασα,

καὶ παντεχνήμονι Λόγῳ σάρκα δανείσασα,

Μῆτερ ἀπείρανδρε, Παρθένε Θεοτόκε,

δοχεῖον τοῦ ἀστέκτου,

χωρίον τοῦ ἀπείρου πλαστουργοῦ σου,

σὲ μεγαλύνομεν.

Μήτηρ Θεοῦ καὶ Παρθένος, Εἱρμὸς θ΄, Ἦχος βαρὺς

Μήτηρ Θεοῦ καὶ Παρθένος τεκοῦσα,

καὶ παρθενεύουσα πάλιν, οὐχὶ φύσεως ἔργον,

ἀλλὰ Θεοῦ συγκαταβάσεως·

ὅθεν ὡς μόνην τῶν θείων θαυμάτων,

καταξιωθεῖσαν, σε Ἁγνὴ μεγαλύνομεν.

Ναυτιῶν τῷ σάλῳ, Εἱρμὸς ς΄, Ἦχος βαρὺς

Ναυτιῶν τῷ σάλῳ, τῶν βιοτικῶν μελημάτων,

συμπλόοις ποντούμενος ἁμαρτίαις,

καὶ ψυχοφθόρῳ θηρὶ προσριπτούμενος,

ὡς ὁ Ἰωνᾶς Χριστὲ βοῶ σοι·

Ἐκ θανατηφόρου με βυθοῦ ἀνάγαγε.

Νεύσει σοῦ πρὸς γεώδη, Εἱρμὸς α΄, Ἦχος βαρὺς

Νεύσει σοῦ πρὸς γεώδη, ἀντιτυπίαν μετήχθη,

ἡ πρὶν εὐδιάχυτος, ὑδάτων φύσις Κύριε·

ὅθεν ἁβρόχως πεζεύσας,

ᾄδει Ἰσραήλ σοι, ᾠδὴν ἐπινίκιον.

Νὺξ ἀφεγγὴς τοῖς ἀπίστοις Χριστὲ, Εἱρμὸς ε΄, Ἦχος βαρὺς

Νὺξ ἀφεγγὴς τοῖς ἀπίστοις Χριστέ,

τοῖς δὲ πιστοῖς φωτισμός,

ἐν τῇ τρυφῇ τῶν θείων λόγων σου·

διὰ τοῦτο πρὸς σὲ ὀρθρίζω,

καὶ ἀνυμνῶ σου τὴν Θεότητα.

Ο δι» εμέ ανασχόμενος, κάθισμα, Ἦχος βαρὺς

Ὁ δι΄ἐμὲ ἀνασχόμενος τῆς ἐν Σταυρῷ προσηλώσεως

δέξαι μου τὴν ἄγρυπνον αἴτησιν

Χριστὲ ὁ Θεὸς καὶ σῶσόν με.

Ὁ Ἰωνᾶς ἐκ κοιλίας ᾅδου ἐβόα, Εἱρμὸς ς΄, Ἦχος βαρὺς

Ὁ Ἰωνᾶς ἐκ κοιλίας ᾅδου ἐβόα·

Ἀνάγαγε ἐκ φθορᾶς τὴν ζωήν μου,

ἡμεῖς δέ σοι βοῶμεν·

Παντοδύναμε Σωτήρ, ἐλέησον ἡμᾶς.

Ὁ καρπὸς τῆς κοιλίας σου, κάθισμα, Ἦχος βαρὺς

Ὁ καρπὸς τῆς κοιλίας σου Ἄχραντε,

τῶν προφητῶν ὑπάρχει,

καὶ τοῦ νόμου τὸ πλήρωμα∙

διό σε Θεοτόκον,

ἐν ἐπιγνώσει δοξάζοντες,

εὐσεβῶς μεγαλύνομεν.

Ὁ κατ» ἀρχὰς τοὺς οὐρανοὺς, Εἱρμὸς γ΄, Ἦχος βαρὺς

Ὁ κατ» ἀρχὰς τοὺς οὐρανούς, παντοδυνάμῳ σου Λόγῳ,

στερεώσας, Κύριε Σωτήρ,

καὶ τῷ παντουργῷ καὶ θείῳ Πνεύματι,

πᾶσαν τὴν δύναμιν αὐτῶν,

ἐν ἀσαλεύτῳ με πέτρᾳ,

τῆς ὁμολογίας σου στερέωσον.

Ὁ οὐρανοὺς τῷ λόγῳ στερεώσας, Εἱρμὸς γ΄, Ἦχος βαρὺς

Ὁ οὐρανοὺς τῷ λόγῳ στερεώσας,

καὶ τὸ τῆς γῆς θεμέλιον ἑδράσας,

ἐπὶ ὑδάτων πολλῶν,

στερέωσόν μου τὸν νοῦν,

εἰς τὸ θέλημά σου, μόνε Φιλάνθρωπε.

Ὁ Πατρικοὺς κόλπους μὴ λιπὼν, Εἱρμὸς δ΄, Ἦχος βαρὺς

Ὁ πατρικοὺς κόλπους μὴ λιπών,

καὶ καταβὰς ἐπὶ τῆς γῆς, Χριστὲ ὁ Θεός,

τὸ μυστήριον ἀκήκοα τῆς οἰκονομίας σου,

καὶ ἐδόξασά σε μόνε Φιλάνθρωπε.

Ὁ στερεώσας τῷ λόγῳ, Εἱρμὸς γ΄, Ἦχος βαρὺς

Ὁ στερεώσας τῷ λόγῳ σου τὴν οἰκουμένην,

ἥτις οὐ σαλευθήσεται, στερέωσον

καὶ ἡμῶν τὴν διάνοιαν,

εἰς τὸν φόβον σου Κύριε.

Ὁ τῶν Πατέρων καὶ ἡμῶν Θεὸς, Εἱρμὸς ζ΄, Ἦχος βαρὺς

Ὁ τῶν Πατέρων καὶ ἡμῶν Θεός,

εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας.

Οἱ ἐν καμίνῳ τοῦ πυρὸς, Εἱρμὸς ζ΄, Ἦχος βαρὺς

Οἱ ἐν καμίνῳ τοῦ πυρὸς ἐμβληθέντες ὅσιοι Παῖδες,

τὸ πῦρ εἰς δρόσον μετέβαλον,

διὰ τῆς ὑμνῳδίας, οὕτω βοῶντες·

Εὐλογητὸς εἶ Κύριε,

ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.

Οἱ ὀρθρίζοντες Λόγε, Εἱρμὸς ε΄, Ἦχος βαρὺς

Οἱ ὀρθρίζοντες Λόγε,

εἰς δόξαν σὴν καὶ αἶνον,

ἀνυμνοῦμεν ἀπαύστως,

τὸν τύπον τοῦ Σταυροῦ σου,

ὂν ἔδωκας ἡμῖν,

ὅπλον εἰς βοήθειαν.

Ὀρθρίζει τὸ πνεῦμά μου, Εἱρμὸς ε΄, Ἦχος βαρὺς

Ὀρθρίζει τὸ πνεῦμά μου, πρὸς σὲ ὁ Θεός,

διότι φῶς εἶ, καὶ τὰ σὰ προστάγματα,

ἐγένοντο ἰάματα,

τοῖς δούλοις σου φιλάνθρωπε.

Οὐκ ἔτι κωλυόμεθα, στιχηρόν, Ἦχος βαρὺς

Οὐκ ἔτι κωλυόμεθα ξύλου ζωῆς,

τὴν ἐλπίδα ἔχοντες τοῦ Σταυροῦ σου,

Κύριε δόξα σοι.

Οὐκ ἔτι φλογίνη ῥομφαία, κοντάκιον, Ἦχος βαρὺς

Οὐκ έτι φλογίνη ῥομφαία φυλάττει τὴν πύλην τῆς Ἐδέμ·

αὐτὴ γὰρ ἐπῆλθε παράδοξος σβέσις τὸ ξύλον τοῦ Σταυροῦ,

θανάτου τὸ κέντρον, καὶ ᾍδου τὸ νῖκος ἐλήλαται,

ἐπέστης δὲ Σωτήρ μου βοῶν τοῖς ἐν ᾍδῃ.

Εἰσάγεσθε πάλιν εἰς τὸν Παράδεισον.

Πανύμνητε, τῶν οὐρανῶν ὑψηλοτέρα, Εἱρμὸς θ΄, Ἦχος βαρὺς

Πανύμνητε, τῶν οὐρανῶν ὑψηλοτέρα,

ἡ τὸν ἄναρχον Λόγον ἀσπόρως συλλαβοῦσα,

καὶ σεσαρκωμενον Θεόν,

τεκοῦσα τοῖς ἀνθρώποις,

ᾠδαῖς πάντες σε πιστοὶ μεγαλύνομεν.

Πόντῳ ἐκάλυψε Φαραὼ, Εἱρμὸς α΄, Ἦχος βαρὺς

Πόντῳ ἐκάλυψε Φαραὼ σὺν ἄρμασιν,

ὁ συντρίβων πολέμους ἐν ὑψηλῷ βραχίονι,

ᾄσωμεν αὐτῷ, ὅτι δεδόξασται.

Πρὸς σὲ ὀρθρίζω, Εἱρμὸς ε΄, Ἦχος βαρὺς

Πρὸς σὲ ὀρθρίζω,

τὸν τοῦ παντὸς Δημιουργόν,

τὴν ὑπερέχουσαν πάντα νοῦν εἰρήνην,

διότι φῶς τὰ προστάγματά σου,

ἐν οἷς με καθοδήγησον.

(Ἕτερον)

Πρὸς σὲ ὀρθρίζω καὶ σοὶ κραυγάζω

εὔσπλαγχνε Κύριε

τὴν ἐσκοτισμένην ἁμαρτίαις μου ψυχὴν

τῷ φωτὶ καταυγάσας

τῶν ἐντολῶν σου καθοδήγησον.

Πυρὸς φωτεινότερον, κάθισμα, Ἦχος βαρὺς

Πυρὸς φωτεινότερον φλογὸς ἐναργέστερον

τὸ ξύλον ἀνέδειξας Χριστὲ του Σταυροῦ σου

καταφλέγον ἁμαρτίας τῶν ἀνθρώπων

καὶ φωτίζον τὰς καρδίας τῶν ὑμνούντων

τὴν ἑκούσιόν σου Σταύρωσιν

Χριστὲ ὁ Θεὸς δόξα σοι.

Σὲ τὴν ἄχραντον, Εἱρμὸς θ΄, Ἦχος βαρὺς

Σὲ τὴν ἄχραντον, Μητέρα καὶ Παρθένον,

τὴν τὸν ἀχώρητον Λόγον, ἐν γαστρὶ χωρήσασαν,

καὶ τεκοῦσαν σαρκί, ὕμνοις μεγαλύνομεν.

Σήμερον γρηγορεῖ ὁ Ἰούδας, στιχηρόν, Ἦχος βαρὺς

Σήμερον γρηγορεῖ ὁ Ἰούδας, παραδοῦναι τὸν Κύριον,

τὸν πρὸ τῶν αἰώνων Σωτῆρα τοῦ Κόσμου,

τὸν ἐκ πέντε ἄρτων, χορτάσαντα πλήθη.

Σήμερον ὁ ἄνομος, ἀρνεῖται τὸν Διδάσκαλον,

μαθητὴς γενόμενος, Δεσπότην παρέδωκεν,

ἀργυρίῳ πέπρακε, τὸν μάννα χορτάσαντα τὸν ἄνθρωπον.

Στερέωμά μου γενοῦ, Εἱρμὸς γ΄, Ἦχος βαρὺς

Στερέωμά μου γενοῦ

ὁ λόγῳ στερεώσας τοὺς οὐρανοὺς καὶ ἑδράσας,

τὴν γῆν ἐπὶ τῶν ὑδάτων,

καὶ ῥῦσαι ὁ Θεός,

πάσης περιστάσεως.

Τὴν ἔνσαρκον παρουσίαν σου Χριστὲ, Εἱρμὸς δ΄, Ἦχος βαρὺς

Τὴν ἔνσαρκον παρουσίαν σου Χριστέ,

πιστούμενος ὁ Προφήτης, Ἀββακοὺμ

ἐκραύγαζε· Δόξα τῇ δυνάμει σου.

Τὴν ἐξ ὕψους δύναμιν, Εἱρμὸς γ΄, Ἦχος βαρὺς

Τὴν ἐξ ὕψους δύναμιν τοῖς Μαθηταῖς, Χριστέ,

ἕως ἂν ἐνδύσησθε ἔφης,

καθίσατε ἐν Ἱερουσαλήμ,

ἐγὼ δὲ ὡς ἐμὲ Παράκλητον ἄλλον,

Πνεῦμα τὸ ἐμόν τε καὶ Πατρὸς ἀποστελῶ,

ἐν ᾧ στερεωθήσεσθε.

Τὴν ὑπὲρ φύσιν Μητέρα, Εἱρμὸς θ΄, Ἦχος βαρὺς

Τὴν ὑπὲρ φύσιν Μητέρα,

καὶ κατὰ φύσιν Παρθένον,

τὴν μόνην ἐν γυναιξὶν εὐλογημένην,

ᾄσμασι μυστικοῖς,

οἱ πιστοὶ μεγαλύνομεν.

Τὸ διὰ τὸν φόβον σου, Εἱρμὸς ε΄, Ἦχος βαρὺς

Τὸ διὰ τὸν φόβον σου ληφθὲν Κύριε,

ἐν γαστρὶ τῶν Προφητῶν,

καὶ κυηθὲν ἐπὶ τῆς γῆς πνεῦμα σωτηρίας,

ἀποστολικὰς καρδίας κτίζει καθαράς,

καὶ ἐν τοῖς πιστοῖς εὐθὲς ἐγκαινίζεται·

φῶς γὰρ καὶ εἰρήνη,

διότι τὰ σὰ προστάγματα.

Τὸν μόνον ἄναρχον, Εἱρμὸς η΄, Ἦχος βαρὺς

Τὸν μόνον ἄναρχον, Βασιλέα τῆς δόξης,

ὂν εὐλογοῦσιν οὐρανῶν αἱ Δυνάμεις,

καὶ φρίττουσι τῶν Ἀγγέλων αἱ τάξεις,

ὑμνεῖτε Ἱερεῖς, λαὸς ὑπερυψοῦτε,

εἰς πάντας τοὺς αἰῶνας.

Τὸν φοβερὸν τοῖς Χερουβείμ, Εἱρμὸς η΄, Ἦχος βαρὺς

Τὸν φοβερὸν τοῖς Χερουβείμ,

καὶ θαυμαστὸν τοῖς Σεραφείμ,

καὶ τοῦ Κόσμου ποιητήν,

ἱερεῖς καὶ δοῦλοι,

καὶ πνεύματα Δικαίων,

ὑμνεῖτε τὸν Κύριον.

Τὸν ὑπ» Ἀγγέλων ἀσιγήτως, Εἱρμὸς η΄, Ἦχος βαρὺς

Τὸν ὑπ» Ἀγγέλων ἀσιγήτως,

ἐν ὑψίστοις δοξαζόμενον Θεόν,

οἱ οὐρανοὶ τῶν οὐρανῶν,

γῆ καὶ ὄροι καὶ βουνοὶ καὶ βυθός,

καὶ πᾶν γένος ἀνθρώπων,

ὕμνοις αὐτὸν ὡς Κτίστην,

καὶ Λυτρωτὴν εὐλογεῖτε.

Τοὺς ἐν καμίνῳ Παῖδας μιμούμενοι, Εἱρμὸς η΄, Ἦχος βαρὺς

Τοὺς ἐν καμίνῳ Παῖδας μιμούμενοι,

οἱ τοῦ Πνεύματος τὴν δρόσον δεξάμενοι,

ἐν πίστει κραυγάζομεν·

Εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον.

Τοὺς ἐν καμίνῳ Παῖδας οὐκ ἔφλεξεν, Εἱρμὸς η΄, Ἦχος βαρὺς

Τοὺς ἐν καμίνῳ Παῖδας οὐκ ἔφλεξεν,

οὐδὲ παρηνώχλησε τὸ πῦρ∙

τότε οἱ Τρεῖς, ὡς ἐξ ἑνὸς στόματος,

ὕμνουν, καὶ εὐλόγουν λέγοντες∙

Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Τῷ ἐκτινάξαντι Θεῷ, Εἱρμὸς α΄, Ἦχος βαρὺς

Τῷ ἐκτινάξαντι Θεῷ,

τὸν Φαραὼ ἐν θαλάσσῃ Ἐρυθρᾷ,

ἐπινίκιον ᾠδὴν ᾄσωμεν,

ὅτι δεδόξασται.

Τῷ συνεργήσαντι Θεῷ, Εἱρμὸς α΄, Ἦχος βαρὺς

Τῷ συνεργήσαντι Θεῷ,

Μωϋσῇ ἐν Αἰγύπτω,

ἐξαγαγεῖν τὸν Ἰσραήλ,

αὐτῷ μόνῳ ᾄσωμεν,

ὅτι δεδόξασται.

Τῷ συντρίψαντι πολέμους, Εἱρμὸς α΄, Ἦχος βαρὺς

Τῷ συντρίψαντι πολέμους,

ἐν βραχίονι αὐτοῦ,

καὶ ἀναβάτας τριστάτας βυθίσαντι,

ᾄσωμεν αὐτῷ, ὡς λυτρωτῇ ἡμῶν Θεῷ,

ὅτι δεδόξασται.

Φλόγα πυρὸς τοὺς Ἀγγέλους (Πρὸς τὸ ξύλον ζωῆς), στιχηρόν, Ἦχος βαρὺς

Φλόγα πυρὸς τοὺς Ἀγγέλους, Χριστὲ ἀπειργάσω,

τούτων ἡμῖν τὸ θερμὸν ὑπεμφαίνων,

καὶ πνεῦμα πάλιν τὸ ταχὺ διαγράφων.

Παντοδύναμε Κύριε, δόξα σοι.

Ὑπερέβης τὰς Δυνάμεις, κάθισμα, Ἦχος βαρὺς

Ὑπερέβης τὰς Δυνάμεις τῶν οὐρανῶν,

ὅτι ναὸς ἐδείχθης θεϊκός,

εὐλογημένη Θεοτόκε,

ὡς τεκοῦσα Χριστόν,

τὸν Σωτῆρα τῶν ψυχῶν ἡμῶν.

Ὡραῖος ἦν καὶ καλὸς, μακαρισμός, Ἦχος βαρὺς

Ὡραῖος ἦν καὶ καλὸς εἰς βρῶσιν,

ὁ ἐμὲ θανατώσας καρπός,

Χριστὀς ἐστι τὸ ξύλον τῆς ζωῆς,

ἐξ οὗ φαγὼν οὐ θνῄσκω,

ἀλλὰ βοῶ σὺν τῷ Λῃστῇ.

Μνήσθητί μου Κύριε,

ἐν τῇ Βασιλείᾳ σου.

Ὡς ἔχουσα τὸ συμπαθές, κάθισμα, Ἦχος βαρὺς

Ὡς ἔχουσα τὸ συμπαθές,

εἰς τὴν ταπείνωσιν ἡμῶν,

καὶ βλέπουσα τοὺς ἐπὶ γῆς,

εἰς εὐπερίστατον λαόν,

σπλαγχνίσθητι, εὐλογημένη Θεοτόκε,

ἐπίμεινον πρεσβεύουσα,

μή απολλώμεθα δεινῶς,

ἱκέτευε ὡς ἄχραντος,

τὸν εὐδιάλλακτον Θεόν,

σωθῆναι τὰς ψυχάς ἡμῶν,

Παναγία Παρθένε.

Ἦχος πλ. δ΄

Ἄβυσσος ἁμαρτιῶν, Εἱρμὸς ς΄, Ἦχος πλ. δ΄

Ἄβυσσος ἁμαρτιῶν,

καὶ πταισμάτων καταιγίς με ταράττει,

καὶ πρὸς βυθὸν βιαίως συνωθεῖ ἀπογνώσεως,

ἀλλ’ αὐτὸς τὴν κραταιὰν χεῖρά μοι ἔκτεινον, ὡς τῷ Πέτρῳ,

καὶ ἐκ βυθοῦ φθορᾶς ἀνάγαγε.

Ἄγγελοι καὶ οὐρανοὶ, Εἱρμὸς η΄, Ἦχος πλ. δ΄

Ἄγγελοι καὶ οὐρανοί,

τὸν ἐπὶ θρόνου δόξης ἐποχούμενον,

καὶ ὡς Θεὸν ἀπαύστως δοξαζόμενον,

εὐλογεῖτε, ὑμνεῖτε, καὶ ὑπερυψοῦτε,

εἰς πάντας τοὺς αἰῶνας.

Ἀκήκοα Κύριε τὴν ἀκοὴν, Εἱρμὸς δ΄, Ἦχος πλ. δ΄

Ἀκήκοα Κύριε τὴν ἀκοήν σου καὶ ἐφοβήθην,

ὅτι ἀρρήτῳ βουλῇ,

Θεὸς ὢν ἀΐδιος,

ἐκ τῆς Παρθένου προῆλθες σαρκωθείς.

Δόξα τῇ δόξῃ σου Χριστέ,

δόξα τῇ δυνάμει σου.

Ἀλλότριον τῶν μητέρων, Εἱρμὸς θ΄, Ἦχος πλ. δ΄

Ἀλλότριον τῶν μητέρων ἡ παρθενία,

καὶ ξένον ταῖς παρθένοις ἡ παιδοποιΐα,

ἐπὶ σοὶ Θεοτόκε ἀμφότερα ᾠκονομήθη.

Διό σε πᾶσαι αἱ φυλαὶ τῆς γῆς,

ἀπαύστως μακαρίζομεν.

Ἀμέτρητος ὑπάρχει, στιχηρόν, Ἦχος πλ. δ΄

Ἀμέτρητος ὑπάρχει, τοῖς ἀσώτως βιοῦσιν ἡ κόλασις,

βρυγμὸς ὀδόντων,

καὶ κλαυθμὸς ἀπαράκλητος,

γέεννα πυρός, καὶ σκότος ἐξώτερον,

καὶ σκώληξ ἀκοίμητος, δάκρυα ἀνενέργητα,

καὶ Κριτὴς ἀσυμπάθητος.

Διὰ τοῦτο πρὸ τοῦ τέλους βοήσωμεν λέγοντες·

Δέσποτα Χριστέ, οὓς ἐξελέξω,

μετὰ τῶν ἐκλεκτῶν σου ἀνάπαυσον.

Ἀνέστης ἐκ νεκρῶν, κάθισμα, Ἦχος πλ. δ΄

Ἀνέστης ἐκ νεκρών, ἡ ζωὴ τῶν ἁπάντων,

καὶ Ἄγγελος φωτός, ταῖς Γυναιξὶν ἐβόα·

Παύσασθε τῶν δακρύων, τοῖς Ἀποστόλοις εὐαγγελίσασθε,

κράξατε ἀνυμνοῦσαι· Ὅτι ἀνέστη Χριστὸς ὁ Κύριος,

ὁ εὐδοκήσας σῶσαι ὡς Θεός,

τὸ γένος τῶν ἀνθρώπων.

Ἁρματηλάτην Φαραὼ, Εἱρμὸς α΄, Ἦχος πλ. δ΄

Ἁρματηλάτην Φαραὼ ἐβύθισε,

τερατουργοῦσα ποτέ,

Μωσαϊκὴ ῥάβδος,

σταυροτύπως πλήξασα,

καὶ διελοῦσα θάλασσαν,

Ἰσραὴλ δὲ φυγάδα,

πεζὸν ὁδίτην διέσωσεν,

ἆσμα τῷ Θεῷ ἀναμέλποντα.

Ἀσεβείας ὄργανα ἄλιον μέλος, Εἱρμὸς η΄, Ἦχος πλ. δ΄

Ἀσεβείας ὄργανα ἅλιον μέλος,

εὐσεβείας δὲ αἱ θεοφθόγγοι,

ἐκελάδουν φόρμιγγες.

Εὐλογεῖτε πάντα τὰ ἔργα,

Χριστὸν εἰς τοὺς αἰῶνας.

Ἆσμα ἀναπέμψωμεν, Εἱρμὸς α΄, Ἦχος πλ. δ΄

Ἆσμα ἀναπέμψωμεν λαοί,

τῷ θαυμαστῷ Θεῷ ἡμῶν,

τῷ ἀπαλλάξαντι τὸν Ἰσραὴλ ἐκ δουλείας,

ᾠδὴν ἐπινίκιον,

ᾄδοντες καὶ βοῶντες·

ᾌσωμέν σοι τῷ μόνῳ Δεσπότῃ.

ᾌσωμεν τῷ Κυρίῳ, Εἱρμὸς α΄, Εἱρμὸς α΄, Ἦχος πλ. δ΄

ᾌσωμεν τῷ Κυρίῳ πάντες λαοί,

τῷ ἐν θαλάσσῃ Ἐρυθρᾷ,

τὸν Φαραὼ βυθίσαντι,

ᾠδὴν ἐπινίκιον,

ὅτι δεδόξασται.

ᾌσωμεν τῷ Κυρίῳ, Εἱρμὸς α΄, Ἦχος πλ. δ΄

ᾌσωμεν τῷ Κυρίῳ,

τῷ διαγαγόντι τὸν λαὸν αὐτοῦ,

ἐν Ἐρυθρᾷ θαλάσσῃ,

ὅτι μόνος ἐνδόξως δεδόξασται.

ᾌσωμεν ᾠδὴν τῷ Θεῷ, Εἱρμὸς α΄, Ἦχος πλ. δ΄

ᾌσωμεν ᾠδὴν τῷ Θεῷ,

τῷ ἐκ πικρὰς δουλείας,

τοῦ Φαραὼ ῥυσαμένῳ Ἰσραήλ,

καὶ ἐν πυρίνῳ στύλῳ,

καὶ φωτὸς νεφέλῃ καθοδηγήσαντι,

ὅτι δεδόξασται.

Αὐλῶν Ποιμενικῶν, κάθισμα, Ἦχος πλ. δ΄

Αὐλῶν Ποιμενικῶν, καταπαύων ἆσμα,

στρατὸς Ἀγγελικός, ἐπεφώνει λέγων·

Παύσασθε ἀγραυλοῦντες, οἱ τῶν θρεμμάτων ἠγεμονεύοντες,

κράξατε ἀνυμνοῦντες· Ὅτι ἐτέχθη Χριστὸς ὁ Κύριος,

ὁ εὐδοκήσας σῶσαι ὡς Θεός,

τὸ γένος τῶν ἀνθρώπων.

Δεῦτε ἅπαντες πιστοὶ, στιχηρόν, Ἦχος πλ. δ΄

Δεῦτε ἅπαντες πιστοί,

τὰς τῶν ὁσίων Πατέρων, χορείας ὑμνήσωμεν,

Ἀντώνιον τὸν Κορυφαῖον, τὸν φαεινὸν Εὐθύμιον,

καὶ ἕκαστον, καὶ πάντας ὁμοῦ,

καὶ τούτων ὥσπερ Παράδεισον, ἄλλον τρυφῆς,

τὰς πολιτείας νοητῶς διεξερχόμενοι, τερπνῶς ἀνακράξωμεν.

Ταῦτα τὰ ξύλα, ἃ ἐφύτευσεν ὁ Θεὸς ἡμῶν,

τὰ αὐτά, τοὺς ἀφθάρτους καρπούς τῆς ζωῆς ἐξανθήσαντα,

προσήγαγον τῷ Χριστῷ, ἐκτρέφοντα ἡμῶν τὰς ψυχάς,

πρὸς οὓς βοήσωμεν· θεοφόροι μακάριοι,

πρεσβεύσατε, τοῦ σωθῆναι ἡμᾶς.

Εἰ καὶ ἐν τάφῳ κατῆλθες, κοντάκιον, Ἦχος πλ. δ΄

Εἰ καὶ ἐν τάφῳ κατῆλθες ἀθάνατε,

ἀλλὰ τοῦ ᾍδου καθεῖλες τὴν δύναμιν,

καὶ ἀνέστης ὡς νικητής, Χριστὲ ὁ Θεός,

γυναιξὶ Μυροφόροις φθεγξάμενος. Χαίρετε,

καὶ τοῖς σοῖς Ἀποστόλοις εἰρήνην δωρούμενος

ὁ τοῖς πεσοῦσι παρέχων ἀνάστασιν.

Εἰσακήκοα Κύριε, Εἱρμὸς δ΄, Ἦχος πλ. δ΄

Εἰσακήκοα Κύριε,

τῆς οἰκονομίας σου τὸ μυστήριον,

κατενόησα τὰ ἔργα σου,

καὶ ἐδόξασά σου τὴν Θεότητα.

Ἐκ σαρκός σου βολίδες, Εἱρμὸς δ΄, Ἦχος πλ. δ΄

Ἐκ σαρκός σου βολίδες Θεότητος, ἐξεπορεύοντο,

Προφητῶν καὶ Ἀποστόλων·

ὅθεν οἱ πρόκριτοι,

μέλποντες ἀνεβόων·

Δόξα τῇ δυνάμει σου Κύριε.

Ἔκνοον πρόσταγμα τυράννου, Εἱρμὸς ζ΄, Ἦχος πλ. δ΄

Ἔκνοον πρόσταγμα τυράννου, δυσσεβοῦς

λαοὺς ἐκλόνησε, πνέον ἀπειλῆς,

καὶ δυσφημίας θεοστυγοῦς.

Ὅμως τρεῖς Παῖδας οὐκ ἐδειμάτωσε,

θυμὸς θηριώδης, οὐ πῦρ βρόμιον,

ἀλλ» ἀντηχούντι δροσοβόλῳ πνεύματι,

πυρὶ συνόντες ἔψαλλον·

ὁ ὑπερύμνητος τῶν Πατέρων καὶ ἡμῶν,

Θεὸς εὐλογητὸς εἶ.

Ἐχρημάτισε Χριστέ, Εἱρμὸς ζ΄, Ἦχος πλ. δ΄

Ἐχρημάτισε Χριστέ,

σφραγὶς καὶ στέφανος τῶν Ἀποστόλων σου,

ὁ ἐπ» ἐσχάτων κληθεὶς τῶν χρόνων,

σπουδῇ πάντας ὑπερβάλλων δέ,

μεθ́ οὗ ὁ λαὸς τῆς Ἐκκλησίας ψάλλει σοι,

ὁ τῶν Πατέρων ἡμῶν,

Θεὸς Εὐλογητὸς εἶ.

Ἐν πεδίῳ Δεειρᾷ, Εἱρμὸς ζ΄, Ἦχος πλ. δ΄

Ἐν πεδίῳ Δεειρᾷ

ποτε ὁ τύραννος κάμινον ἔστησε,

πρὸς τιμωρίαν τῶν θεοφόρων

ἐν ᾗ οἱ τρεῖς παῖδες ὁμολογοῦντες

ἕνα Θεὸν τρισσῶς ἀνύμνουν λέγοντες,

ὁ τῶν πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ.

Ἐν σοὶ Μῆτερ ἀκριβῶς, ἀπολυτίκιον, Ἦχος πλ. δ΄

Ἐν σοὶ Μῆτερ ἀκριβῶς διεσώθη τὸ κατ» εἰκόνα·

λαβοῦσα γὰρ τὸν Σταυρόν,

ἠκολούθησας τῷ Χριστῷ,

καὶ πράττουσα ἐδίδασκες

ὑπερορᾶν μὲν σαρκὸς παρέρχεται γάρ,

ἐπιμελεῖσθαι δὲ ψυχῆς, πράγματος ἀθανάτου·

διὸ καὶ μετὰ Ἀγγέλων συναγάλλεται

Ὁσία Μαρία τὸ πνεῦμά σου.

Ἐξ ὄρους κατασκίου, Εἱρμὸς δ΄, Ἦχος πλ. δ΄

Ἐξ ὄρους κατασκίου, Λόγε ὁ προφήτης,

τῆς μόνης Θεοτόκου, μέλλοντος σαρκοῦσθαι,

θεοπτικῶς κατενόησε καὶ ἐν φόβῳ

ἐδοξολόγει σου τὴν δύναμιν.

Ἐξ ὕψους κατῆλθες, ἀπολυτίκιον, Ἦχος πλ. δ΄

Ἐξ ὕψους κατῆλθες ὁ εὔσπλαγχνος,

ταφὴν καταδέξω τριήμερον,

ἵνα ἡμᾶς ἐλευθερώσῃς τῶν παθῶν·

ἡ ζωὴ καὶ ἡ ἀνάστασις ἡμῶν,

Κύριε δόξα σοι.

Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανὸς, Εἱρμὸς θ΄, Ἦχος πλ. δ΄

Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός,

καὶ τῆς γῆς κατεπλάγη τὰ πέρατα,

ὅτι Θεός,

ὤφθη τοῖς ἀνθρώποις σωματικῶς,

καὶ ἡ γαστήρ σου γέγονεν,

εὐρυχωροτέρα τῶν οὐρανῶν·

διό σε Θεοτόκε,

Ἀγγέλων καὶ ἀνθρώπων,

ταξιαρχίαι μεγαλύνουσι.

Ἐπέβης ἐφ» ἵππους, Εἱρμὸς δ΄, Ἦχος πλ. δ΄

Ἐπέβης ἐφ» ἵππους, τοὺς ἀποστόλους σου Κύριε,

καὶ ἐδέξω χερσί σου, ἡνίας αὐτῶν,

καὶ σωτηρία γέγονεν, ἡ ἱππασία σου,

τοῖς πιστῶς μελῳδοῦσι·

Δόξα τῇ δυνάμει σου Κύριε.

Ἑπταπλασίως κάμινον, Εἱρμὸς η΄, Ἦχος πλ. δ΄

Ἑπταπλασίως κάμινον,

τῶν Χαλδαίων ὁ Τύραννος,

τοῖς θεοσεβέσιν ἐμμανῶς ἐξέκαυσε,

δυνάμει δὲ κρείττονι,

περισωθέντας τούτους ἰδών,

τὸν Δημιουργὸν καὶ Λυτρωτὴν ἀνεβόα·

οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε,

λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ἐστερεώθη ἡ καρδία μου ἐν Κυρίῳ, Εἱρμὸς γ΄, Ἦχος πλ. δ΄

Ἐστερεώθη ἡ καρδία μου ἐν Κυρίῳ,

ὑψώθη τὸ κέρας μου ἐν Θεῷ μου,

ἐπλατύνθη ἐπ» ἐχθρούς μου τὸ στόμα μου,

εὐφράνθη ἐν σωτηρίῳ σου.

Εὐλογεῖτε Παῖδες, τῆς Τριάδος, Εἱρμὸς η΄, Ἦχος πλ. δ΄

Εὐλογεῖτε Παῖδες,

τῆς Τριάδος ἰσάριθμοι,

Δημιουργὸν Πατέρα Θεόν,

ὑμνεῖτε τὸν συγκαταβάντα Λόγον,

καὶ τὸ πῦρ εἰς δρόσον μεταποιήσαντα,

καὶ ὑπερυψοῦτε, τὸ πᾶσι ζωὴν παρέχον,

Πνεῦμα πανάγιον εἰς τοὺς αἰῶνας.

Εὐλογητὸς Κύριος ὁ Θεὸς, Εἱρμὸς θ΄, Ἦχος πλ. δ΄

Εὐλογητὸς Κύριος, ὁ Θεὸς τοῦ Ἰσραήλ,

ὁ ἐγείρας κέρας σωτηρίας ἡμῖν,

ἐν οἴκῳ Δαυῒδ τοῦ παιδὸς αὐτοῦ,

ἐν οἷς ἐπεσκέψατο ἡμᾶς,

ἀνατολὴ ἐξ ὕψους,

καὶ κατεύθυνεν ἡμᾶς,

εἰς ὁδὸν εἰρήνης.

Ἔφριξε πᾶσα, Εἱρμὸς θ΄, Ἦχος πλ. δ΄

Ἔφριξε πᾶσα ἀκοή,

τὴν ἀπόρρητον Θεοῦ συγκατάβασιν,

ὅπως ὁ Ὕψιστος,

ἑκὼν κατῆλθεν μέχρι καὶ σώματος,

Παρθενικῆς ἀπὸ γαστρός,

γενόμενος ἄνθρωπος·

διὸ τὴν ἄχραντον,

Θεοτόκον οἱ πιστοὶ μεγαλύνομεν.

Ἡ κεκομμένη τὴν ἄτομον ἔτεμε, Εἱρμὸς α΄, Ἦχος πλ. δ΄

Ἡ κεκομμένη τὴν ἄτομον ἔτεμε,

καὶ εἶδεν ἥλιος γῆν,

ἢν οὐκ ἐθεάσατο,

ἀλάστορα ἐχθρὸν τὸ ὕδωρ κατεπόντισε,

καὶ ἄβατον διῆλθεν Ἰσραήλ,

ᾠδὴ δὲ ἀνεμέλπετο·

τῷ Κυρίῳ ᾄσωμεν,

ἐνδόξως γὰρ δεδόξασται.

Ἡ τοῦ στόματός σου, ἀπολυτίκιον, Ἦχος πλ. δ΄

Ἡ τοῦ στόματός σου καθάπερ πυρσὸς

ἐκλάμψασα χάρις, τὴν οἰκουμένην ἐφώτισεν,

ἀφιλαργυρίας τῷ κόσμῳ θησαυροὺς ἐναπέθετο,

τὸ ὕψος ἡμῖν τῆς ταπεινοφροσύνης ὑπέδειξεν.

Ἀλλὰ σοῖς λόγοις παιδεύων,

Πάτερ Ἰωάννη Χρυσόστομε,

πρέσβευε τῷ Λόγῳ Χριστῷ τῷ Θεῷ,

σωθῆναι τάς ψυχὰς ἡμῶν.

Θάλασσαν ἔπηξας, Εἱρμὸς α΄, Ἦχος πλ. δ΄

Θάλασσαν ἔπηξας,

βυθίσας σὺν ἅρμασι

τὸν ἀλαζόνα Φαραὼ

καὶ λαὸν διέσωσας ἁβρόχως Κύριε,

καὶ εἰσήγαγες αὐτοὺς

εἰς ὄρος ἁγιάσματος, βοῶντας·

ᾌσωμέν σοι τῷ Θεῷ ἡμῶν,

ᾠδὴν ἐπινίκιον,

τῷ ἐν πολέμοις κραταιῷ.

Θεοτόκε Ἀειπάρθενε, ἀπολυτίκιον, Ἦχος πλ. δ΄

Θεοτόκε Ἀειπάρθενε, τὴν ἁγίαν σοῦ Σκέπην,

δι» ἧς περισκέπεις, τοὺς εἰς σὲ ἐλπίζοντας,

κραταιὰν τῷ Ἔθνει σου καταφυγὴν ἐδωρήσω‧

ὅτι ὡς πάλαι καὶ νῦν θαυμαστῶς ἡμᾶς ἔσωσας,

ὡς νοητὴ νεφέλη, τὸν σὸν λαὸν περιβαλοῦσα.

Διὸ δυσωποῦμεν σε, εἰρήνην τῇ πολιτείᾳ σου δώρησαι,

καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Θεοῦ συγκατάβασιν, Εἱρμὸς ζ΄, Ἦχος πλ. δ΄

Θεοῦ συγκατάβασιν,

τὸ πῦρ ᾑδέσθη ἐν Βαβυλῶνί ποτε·

διὰ τοῦτο οἱ παῖδες

ἐν τῇ καμίνῳ, ἀγαλλομένῳ ποδί,

ὡς ἐν λειμῶνι χορεύοντες ἔψαλλον·

Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Ἴδετε, Ἴδετε, Εἱρμὸς β΄, Ἦχος πλ. δ΄

Ἴδετε, Ἴδετε, ὅτι ἐγώ ειμι Θεός,

ὁ πρὶν γενέσθαι τὸ πᾶν,

καὶ πρὸ τοῦ στῆναι τὴν γῆν καὶ τὸν οὐρανόν,

γινώσκων τὰ πάντα,

ὡς ὅλος ὢν ἐν Πατρί,

καὶ ὅλον φέρων ἐν ἐμοί.

Ἴδετε, Ἴδετε, Εἱρμὸς β΄, Ἦχος πλ. δ΄

Ἴδετε, Ἴδετε, ὅτι ἐγώ εἰμι ὁ Θεὸς ἡμῶν,

ὁ καθιέρωσας ἀπαρχὴν ὑμῖν δεκτήν,

τὴν ἐξ ἡμερῶν ὅλου τοῦ ἔτους ἀποδεκάτωσιν,

καὶ ταύτην δοὺς τῷ λαῷ μου,

εἰς ἐκλύτρωσιν παθῶν, εἰς σωτηρίας ἀρχήν.

Ἴδετε, Ἴδετε, Εἱρμὸς β΄, Ἦχος πλ. δ΄

Ἴδετε, Ἴδετε, ὅτι ἐγώ εἰμι ὁ Θεὸς ὑμῶν,

ὁ πρὸ τῶν αἰώνων γεννηθεὶς ἐκ τοῦ Πατρός,

καὶ ἐκ τῆς Παρθένου ἐπ» ἐσχάτων,

δίχα ἀνδρὸς κυηθείς,

καὶ λύσας τὴν ἁμαρτίαν,

τοῦ προπάτορος Ἀδὰμ ὡς φιλάνθρωπος.

Ἴδετε, Ἴδετε, Εἱρμὸς β΄, Ἦχος πλ. δ΄

Ἴδετε, Ἴδετε, ὅτι ἐγώ εἰμι ὁ Θεός,

ὁ πάλαι τὸν Ἰσραήλ,

ἐν Ἐρυθρᾷ θαλάσσῃ διαγαγών,

καὶ σώσας καὶ θρέψας,

καὶ ἐκ δουλείας πικρᾶς,

ἐλευθερώσας Φαραώ.

Ἱλάσθητί μοι Σωτὴρ, Εἱρμὸς ς΄, Ἦχος πλ. δ΄

Ἱλάσθητί μοι Σωτήρ·

πολλαὶ γὰρ αἱ ἀνομίαι μου,

καὶ ἐκ βυθοῦ τῶν κακῶν,

ἀνάγαγε δέομαι·

πρὸς σὲ γὰρ ἐβόησα,

καὶ ἐπάκουσόν μου,

ὁ Θεὸς τῆς σωτηρίας μου.

Ἵνα τί με ἀπώσω, Εἱρμὸς ε΄, Ἦχος πλ. δ΄

Ἵνα τί με ἀπώσω,

ἀπὸ τοῦ προσώπου σου τὸ φῶς τὸ ἄδυτον,

καὶ ἐκάλυψέ με,

τὸ ἀλλότριον σκότος τὸν δείλαιον·

ἀλλ» ἐπίστρεψόν με,

καὶ πρὸς τὸ φῶς τῶν ἐντολῶν σου,

τάς ὁδούς μου κατεύθυνον δέομαι.

Κύριε ὁ Θεὸς ἡμῶν, Εἱρμὸς ε΄, Ἦχος πλ. δ΄

Κύριε ὁ Θεὸς ἡμῶν, εἰρήνην δὸς ἡμῖν,

Κύριε ὁ Θεὸς ἡμῶν, κτῆσαι ἡμᾶς,

Κύριε, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν,

τὸ ὄνομά σου ὀνομάζομεν.

Κύριε, εἰ καὶ κριτηρίῳ, στιχηρόν, Ἦχος πλ. δ΄

Κύριε, εἰ καὶ κριτηρίῳ παρέστης,

ὑπὸ Πιλάτου κρινόμενος,

ἀλλ» οὐκ ἀπελείφθης τοῦ θρόνου,

τῷ Πατρὶ συγκαθεζόμενος,

καὶ ἀναστὰς ἐκ νεκρών,

τὸν κόσμον ἠλευθέρωσας,

ἐκ τῆς δουλείας τοῦ ἀλλοτρίου,

ὡς οἰκτίρμων καὶ Φιλάνθρωπος.

Κυρίως Θεοτόκον, Εἱρμὸς θ΄, Ἦχος πλ. δ΄

Κυρίως Θεοτόκον,

σὲ ὁμολογοῦμεν,

οἱ διὰ σοῦ σεσωσμένοι Παρθένε Ἁγνή,

σὺν Ἀσωμάτοις χορείαις,

σὲ μεγαλύνοντες.

Μεγαλύνομέν σε, Εἱρμὸς θ΄, Ἦχος πλ. δ΄ Sατυrdαy, 3rd weeκ, 9τh οde, 2nd Cαnοn

Μεγαλύνομέν σε,

τὴν Μητέρα τοῦ φωτός,

καὶ δοξάζομέν σε,

Θεοτόκε Παρθένε,

ὡς τεκοῦσαν Χριστόν,

τὸν Σωτῆρα τῶν ψυχῶν ἡμῶν.

Μεγαλύνομέν σε, Εἱρμὸς θ΄, Ἦχος πλ. δ΄ Μοndαy, 3rd weeκ, 9τh οde, 2nd Cαnοn

Μεγαλύνομέν σε,

τὴν πανάμωμον Μητέρα, Χριστοῦ τοῦ Θεοῦ,

ἐν ᾗ ἐπεσκίασε τὸ Πνεῦμα τὸ πανάγιον.

Μεγαλύνομέν σε, Εἱρμὸς θ΄, Ἦχος πλ. δ΄

Μεγαλύνομέν σε τὴν Μητέρα τοῦ Θεοῦ,

καὶ δοξάζομέν σε Θεοτόκε Παρθένε,

ὡς Σωτῆρα τεκοῦσαν τῶν ψυχῶν ἡμῶν.

Μνήσθητι ἡμῶν, μακαρισμός, Ἦχος πλ. δ΄

Μνήσθητι ἡμῶν, Χριστὲ Σωτὴρ τοῦ κόσμου

ὥσπερ τοῦ Λῃστοῦ ἐμνήσθης ἐπὶ ξύλου,

καὶ καταξίωσον πάντας, μόνε οἰκτίρμον,

τῆς οὐρανίου βασιλείας σου.

Μουσικῶν ὀργάνων, Εἱρμὸς η΄, Ἦχος πλ. δ΄

Μουσικῶν ὀργάνων συμφωνούντων,

καὶ λαῶν ἀπείρων προσκυνούντων,

εἰκόνι τῇ ἐν Δεηρᾷ,

τρεῖς Παῖδες μὴ πεισθέντες,

τὸν Κύριον ἀνύμνουν,

καὶ ἐδοξολόγουν,

εἰς πάντας τοὺς αἰῶνας.

Μυστικῶς εἶ Θεοτόκε Παράδεισος, Εἱρμὸς θ΄, Ἦχος πλ. δ΄

Μυστικῶς εἶ Θεοτόκε Παράδεισος,

ἀγεωργήτως βλαστήσασα Χριστόν,

ὑφ» οὗ τὸ τοῦ Σταυροῦ,

ζωηφόρον ἐν γῇ,

πεφυτούργηται δένδρον.

Διὸ νῦν ὑψουμένου,

προσκυνοῦντες αὐτὸν,

σὲ μεγαλύνομεν.

Μυστικῶς ὁ Προφήτης προορῶν, Εἱρμὸς δ΄, Ἦχος πλ. δ΄

Μυστικῶς ὁ προφήτης προορῶν

ἐκ Παρθένου σε Λόγε σαρκούμενον

μελῳδικῶς ἀνεβόα·

δόξα τῇ δυνάμει σου Κύριε.

Νικηταὶ τυράννου, Εἱρμὸς η΄, Ἦχος πλ. δ΄

Νικηταὶ τυράννου, καὶ φλογὸς τῇ χάριτί σου γεγονότες,

οἱ τῶν ἐντολῶν σου σφόδρα ἀντεχόμενοι Παῖδες ἐβόων·

εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον,

καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.

Νοτίου θηρὸς ἐν σπλάγχνοις, Εἱρμὸς ς΄, Ἦχος πλ. δ΄

Νοτίου θηρὸς ἐν σπλάγχνοις,

παλάμας, Ἰωνᾶς, σταυροειδῶς διεκπετάσας,

τὸ σωτήριον πάθος προδιετύπου σαφῶς.

Ὅθεν τριήμερος ἐκδύς,

τὴν ὑπερκόσμιον Ἀνάστασιν ὑπεζωγράφησε,

τοῦ σαρκὶ προσπαγέντος Χριστοῦ τοῦ Θεοῦ,

καὶ τριημέρῳ ἐγέρσει τὸν κόσμον φωτίσαντος.

Ὁ Ἄγγελός σου Κύριε, στιχηρόν, Ἦχος πλ. δ΄

Ὁ Ἄγγελός σου Κύριε,

ὁ τὴν Ἀνάστασιν κηρύξας,

τοὺς μὲν φύλακας ἐφόβησε,

τὰ δὲ Γύναια ἐφώνησε λέγων∙

Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν;

ἀνέστη Θεός ὤν, καὶ τῇ οἰκουμένῃ

ζωὴν ἐδωρήσατο.

Ὁ ἀπερίγραπτος Λόγος, κοντάκιον, Ἦχος πλ. δ΄

Ὁ ἀπερίγραπτος Λόγος τοῦ Πατρός,

ἐκ σοῦ Θεοτόκε περιεγράφη σαρκούμενος,

καὶ τὴν ῥυπωθεῖσαν εἰκόνα εἰς τὸ ἀρχαῖον ἀναμορφώσας,

τῷ θείῳ κάλλει συγκατέμιξεν.

Ἀλλ» ὁμολογοῦντες τὴν σωτηρίαν,

ἔργῳ καὶ λόγῳ ταύτην ἀνιστοροῦμεν.

Ὁ δι» Ἀγγέλου Παῖδας, Εἱρμὸς ζ΄, Ἦχος πλ. δ΄

Ὁ δι» Ἀγγέλου Παῖδας,

δροσίσας ἐν καμίνῳ,

καὶ τὴν βροντῶσαν κάμινον,

μεταβαλὼν εἰς δρόσον,

εὐλογητὸς εἶ ὁ Θεός,

ὁ τῶν Πατέρων ἡμῶν.

Ὁ διὰ βρώσεως τοῦ ξύλου, Εἱρμὸς θ΄, Ἦχος πλ. δ΄

Ὁ διὰ βρώσεως τοῦ ξύλου,

τῷ γένει προσγενόμενος θάνατος,

διὰ Σταυροῦ κατήργηται σήμερον·

τῆς γὰρ Προμήτορος ἡ παγγενὴς κατάρα διαλέλυται,

τῷ βλαστῷ τῆς ἁγνῆς Θεομήτορος, ἢν πᾶσαι αἱ Δυνάμεις,

τῶν οὐρανῶν μεγαλύνουσι.

Ὁ ἐκ νυκτὸς ἀγνοίας, Εἱρμὸς ε΄, Ἦχος πλ. δ΄

Ὁ ἐκ νυκτὸς ἀγνοίας,

θεογνωσίᾳ φαιδρύνας τὰ πέρατα,

φώτισόν με τῷ ὄρθρῳ,

τῆς φιλανθρωπίας σου Κύριε.

Ὁ ἐν ἀρχῇ τὴν γῆν, Εἱρμὸς ζ΄, Ἦχος πλ. δ΄

Ὁ ἐν ἀρχῇ τὴν γῆν θεμελιώσας

καὶ οὐρανοὺς τῷ λόγῳ στερεώσας,

εὐλογητὸς εἶ εἰς τοὺς αιῶνας Κύριε

ὁ Θεὸς ὁ τῶν πατέρων ἡμῶν.

Ὁ ἐν Ἐδὲμ Παράδεισος, στιχηρόν, Ἦχος πλ. δ΄

Ὁ ἐν Ἐδὲμ Παράδεισός ποτε,

τὸ ξύλον τῆς γνώσεως,

ἀνεβλάστησεν ἐν μέσῳ τῶν φυτῶν,

ἡ Ἐκκλησία σου Χριστέ,

τὸν Σταυρόν σου ἐξήνθησε,

τὸν πηγάσαντα τῷ κόσμῳ τὴν ζωήν,

ἀλλὰ τὸ μὲν ἐθανάτωσε,

βρώσει φαγόντα τὸν Ἀδάμ,

τὸ δὲ ἐζωοποίησε,

πίστει σωθέντα τὸν Λῃστήν,

οὗ τῆς ἀφέσεως,

κοινωνοὺς ἡμᾶς ἀνάδειξον, Χριστὲ ὁ Θεός,

ὁ τῷ πάθει σου λύσας,

τὴν καθ́ ἡμῶν μανίαν τοῦ ἐχθροῦ,

καὶ ἀξίωσον ἡμᾶς, τῆς βασιλείας σου Κύριε.

Ὁ Προφήτης Ἀββακοὺμ, Εἱρμὸς δ΄, Ἦχος πλ. δ΄

Ὁ Προφήτης Ἀββακούμ,

τοῖς νοεροῖς ὀφθαλμοῖς

προεώρα Κύριε, τὴν παρουσίαν σου·

διὸ καὶ ἀνέκραζεν· Ἀπὸ Θαιμὰν ἥξει ὁ Θεός·

Δόξα τῇ δόξῃ σου Χριστέ,

δόξα τῇ συγκαταβάσει σου.

Ὁ στεγάζων ἐν ὕδασι, Εἱρμὸς η΄, Ἦχος πλ. δ΄

Ὁ στεγάζων ἐν ὕδασι, τὰ ὑπερῷα αὐτοῦ (Χριστέ),

ὁ τιθεὶς θαλάσσῃ ὅριον ψάμμον,

καὶ συνέχων τὸ πᾶν,

σὲ ὑμνεῖ ἥλιος, σὲ δοξάζει σελήνη,

σοὶ προσφέρει ὕμνον πᾶσα κτίσις,

τῷ Δημιουργῷ καὶ Κτίστῃ εἰς τοὺς αἰῶνας.

Ο στερεώσας εν τή χειρί σου, Εἱρμὸς γ΄, Ἦχος πλ. δ΄

Ὁ στερεώσας ἐν τῇ χειρί σου, Λόγε Θεοῦ τοὺς ουρανοὺς

ἐν τῷ φωτισμῷ, τῆς σῆς ἀληθοῦς ἐπιγνώσεως,

στερέωσον καὶ ἡμῶν,

τῶν ἐπὶ σοὶ πεποιθότων τὰς καρδίας.

Ὁ στερεώσας κατ» ἀρχὰς, Εἱρμὸς γ΄, Ἦχος πλ. δ΄

Ὁ στερεώσας κατ» ἀρχάς,

τοὺς οὐρανοὺς ἐν συνέσει,

καὶ τὴν γῆν ἐπὶ ὑδάτων ἑδράσας,

ἐν τῇ πέτρᾳ με Χριστέ,

τῶν ἐντολῶν (τῆς Ἐκκλησίας) σου στήριξον,

ὅτι οὔκ ἐστι πλὴν σοῦ,

ἅγιος μόνε φιλάνθρωπε.

Ὁ στερεώσας λόγῳ, Εἱρμὸς γ΄, Ἦχος πλ. δ΄

Ὁ στερεώσας Λόγῳ τοὺς οὐρανούς,

καὶ τὴν γῆν ἐπὶ ὑδάτων ἑδράσας πολλῶν,

στερέωσόν με πρὸς ὕμνον,

τῆς δοξολογίας σου Κύριε.

Ὁ τοὺς Παῖδας δροσίσας, Εἱρμὸς ζ΄, Ἦχος πλ. δ΄

Ὁ τοὺς Παῖδας δροσίσας ἐν καμίνῳ,

καὶ παρθένον φυλάξας τὴν Τεκοῦσάν σε μετὰ τόκον,

εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.

Οἱ ἐκ τῆς Ἰουδαίας, Εἱρμὸς ζ΄, Ἦχος πλ. δ΄

Οἱ ἐκ τῆς Ἰουδαίας,

καταντήσαντες Παῖδες, ἐν Βαβυλῶνί ποτε,

τῇ πίστει τῆς Τριάδος,

τὴν φλόγα τῆς καμίνου, κατεπάτησαν ψάλλοντες·

Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Οἱ θεορρήμονες Παῖδες, Εἱρμὸς η΄, Ἦχος πλ. δ΄

Οἱ θεορρήμονες Παῖδες ἐν τῇ καμίνῳ,

σὺν τῷ πυρὶ καὶ τὴν πλάνην,

καταπατοῦντες ὑπέψαλλον·

Εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον.

Οἱ Μάρτυρές σου Κύριε, ἀπόστιχον, Ἦχος πλ. δ΄

Οἱ Μάρτυρές σου Κύριε,

ἐπιλαθόμενοι τῶν ἐν τῷ βίῳ,

καταφρονήσαντες καὶ τῶν βασάνων,

διὰ τὴν μέλλουσαν ζωήν,

ταύτης κληρονόμοι ἀνεδείχθησαν·

ὅθεν καὶ Ἀγγέλοις συναγάλλονται.

Αὐτῶν ταῖς ἱκεσίαις,

δώρησαι τῷ λαῷ σου,

τὸ μέγα ἔλεος.

Οἱ τῆς Χαλδαίας καμίνου, Εἱρμὸς ζ΄, Ἦχος πλ. δ΄

Οἱ τῆς Χαλδαίας καμίνου,

τὴν πανώλεθρον δύναμιν σβέσαντες,

μορφῇ Ἀγγέλου συγκαταβάντος,

τῷ Δημιουργῷ Νεανίαι ἐκραύγαζον·

Εὐλογητὸς εἶ καὶ αἰνετός,

ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Ὀρθοδοξίας ὁ φωστὴρ, ἀπολυτίκιον, Ἦχος πλ. δ΄

Ὀρθοδοξίας ὁ φωστὴρ,

Ἐκκλησίας τὸ στήριγμα καὶ διδάσκαλε,

τῶν μοναστῶν ἡ καλλονὴ,

τῶν θεολόγων ὑπέρμαχος ἀπροσμάχητος·

Γρηγόριε θαυματουργὲ

Θεσσαλονίκης τὸ καύχημα κήρυξ τῆς χάριτος·

ἱκέτευε διὰ παντός,

σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ὀρθρίζει τὸ πνεῦμά μου, Εἱρμὸς ε΄, Ἦχος πλ. δ΄

Ὀρθρίζει τὸ πνεῦμά μου, πρὸς σὲ ὁ Θεός,

διότι φῶς τὰ προστάγματα, τῆς παρουσίας σου·

ἐν αὐτοῖς οὖν καταύγασον, τὸν νοῦν ἡμῶν Δέσποτα,

καὶ ὁδήγησον, ἐν τρίβῳ ζωῆς.

Ὀρθρίζοντες βοῶμέν σοι, Εἱρμὸς ε΄, Ἦχος πλ. δ΄

Ὀρθρίζοντες βοῶμέν σοι·

Κύριε σῶσον ἡμᾶς·

σὺ γὰρ εἶ Θεὸς ἡμῶν,

ἐκτός σοῦ ἄλλον οὐκ οἴδαμεν.

Ὅρους παρῆλθες, Εἱρμὸς θ΄, Ἦχος πλ. δ΄

Ὅρους παρῆλθες τῆς φύσεως,

τὸν Δημιουργὸν συλλαβοῦσα καὶ Κύριον,

καὶ πύλη σωτηρίας τῷ κόσμῳ γέγονας·

διό σε Θεοτόκε,

ἀκαταπαύστως μεγαλύνομεν.

Οὔκ ἐστιν ἅγιος, Εἱρμὸς γ΄, Ἦχος πλ. δ΄

Οὔκ ἐστιν ἅγιος ὡς ὁ Κύριος,

καὶ οὔκ ἐστι δίκαιος, ὡς ὁ Θεὸς ἡμῶν,

ὂν ὑμνεῖ πᾶσα κτίσις,

οὔκ ἐστιν ἅγιος πλὴν σοῦ Κύριε.

Οὐρανίας ἁψῖδος, Εἱρμὸς γ΄, Ἦχος πλ. δ΄

Οὐρανίας ἁψῖδος,

ὀροφουργὲ Κύριε,

καὶ τῆς Ἐκκλησίας Δομῆτορ,

σὺ με στερέωσον,

ἐν τῇ ἀγάπῃ τῇ σῇ,

τῶν ἐφετῶν ἡ ἀκρότης,

τῶν πιστῶν τὸ στήριγμα,

μόνε φιλάνθρωπε.

Παῖδες Ἑβραίων, Εἱρμὸς ζ΄, Ἦχος πλ. δ΄

Παῖδες Ἑβραίων ἐν καμίνῳ,

κατεπάτησαν τὴν φλόγα θαρσαλέως,

καὶ εἰς δρόσον τὸ πῦρ, μετέβαλον βοῶντες·

Εὐλογητὸς εἶ Κύριε,

ὁ Θεὸς εἰς τοὺς αἰώνας.

Παῖδες θεοσεβεῖς, Εἱρμὸς ζ΄, Ἦχος πλ. δ΄

Παῖδες θεοσεβεῖς ἐν Βαβυλῶνι,

εἰκόνι χρυσῇ οὐ προσεκύνησαν,

ἀλλ» ἐν μέσῳ καμίνου, πυρὸς δροσιζόμενοι,

τὴν ᾠδὴν ἀνέμελπον λέγοντες·

Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Πίστιν Χριστοῦ ὡσεὶ θώρακα, κοντάκιον, Ἦχος πλ. δ΄

Πίστιν Χριστοῦ ὡσεὶ θώρακα,

ἔνδον λαβὼν ἐν καρδίᾳ σου,

τὰς ἐναντίας δυνάμεις κατεπάτησας Πολύαθλε,

καὶ στέφει οὐρανίῳ ἐστέφθης

αἰωνίως, ὡς ἀήττητος.

Πρὸς τὸν δυνάμενον σῴζειν, Εἱρμὸς ς΄, Ἦχος πλ. δ΄

Πρὸς τὸν δυνάμενον σῴζειν με Κύριον,

ἐκ βυθοῦ ἁμαρτιῶν ἐβόησα,

καὶ ἐκ φθορᾶς ἀνήγαγε,

τὴν ζωήν μου ὡς φιλάνθρωπος.

Πρόσεχε, ουρανέ καί λαλήσω, Εἱρμὸς β΄, Ἦχος πλ. δ΄

Πρόσεχε, οὐρανὲ καὶ λαλήσω,

καὶ ἀνυμνήσω Χριστόν,

τὸν ἐκ Παρθένου, τεχθέντα εἰς σωτηρίαν ἡμῶν.

Πρῶτος ἐσπάρης ἐπὶ γῆς, κοντάκιον, Ἦχος πλ. δ΄

Πρῶτος ἐσπάρης ἐπὶ γῆς ὑπὸ τοῦ οὐρανίου Γεωργοῦ πανεύφημε,

πρῶτος τὸ αἷμα ἐπὶ γῆς διὰ Χριστὸν ἐξέχεας μακάριε,

πρῶτος ὑπ» αὐτοῦ τὸν τῆς νίκης στέφανον ἀνεβήσω ἐν οὐρανῷ,

ὡς Ἀθλητῶν προοίμιον, Στεφανῖτα τῶν Μαρτύρων ὁ Πρώταθλος.

Ῥάβδος εἰς τύπον, Εἱρμὸς γ΄, Ἦχος πλ. δ΄

Ῥάβδος εἰς τύπον τοῦ μυστηρίου παραλαμβάνεται·

τῷ βλαστῷ γὰρ προκρίνει τὸν ἱερέα,

τῇ στειρευούσῃ δὲ πρῴην,

Ἐκκλησίᾳ νῦν ἐξήνθησε,

ξύλον Σταυροῦ,

εἰς κράτος καὶ στερέωμα.

Σὲ τὴν ἀπειρόγαμον, Εἱρμὸς θ΄, Ἦχος πλ. δ΄

Σὲ τὴν ἀπειρόγαμον,

Θεοῦ Μητέρα τοῦ Ὑψίστου,

σὲ τὴν ὑπὲρ νοῦν κυήσασαν,

διὰ λόγου τὸν ὄντως Θεόν,

τὴν ὑψηλοτέραν τῶν ἀχράντων Δυνάμεων,

ἀσιγήτοις δοξολογίαις μεγαλύνομεν.

Σε τήν ουρανού, Εἱρμὸς θ΄, Ἦχος πλ. δ΄

Σὲ τὴν οὐρανοῦ καὶ γῆς μεσῖτιν,

πᾶσαι γενεαὶ μεγαλύνομεν·

σωματικῶς γὰρ ἐσκήνωσεν ἐν σοί,

τὸ πλήρωμα Παρθένε τῆς Θεότητος.

Σὲ τὸν Βασιλέα καὶ Δεσπότην, στιχηρόν, Ἦχος πλ. δ΄

Σὲ τὸν Βασιλέα καὶ Δεσπότην,

Ἄγγελοι ἀπαύστως ἀνυμνοῦσιν·

ἐγὼ δέ σοι προσπίπτω

ὡς ὁ Τελώνης κράζων·

ὁ Θεὸς ἱλάσθητί μοι, καὶ σῶσόν με.

Σοῦ προσκυνοῦμεν τὴν ἅλυσιν, Εἱρμὸς θ΄, Ἦχος πλ. δ΄ (πρός τό Ὅρους παρῆλθες )

Σοῦ προσκυνοῦμεν τὴν ἅλυσιν,

ἣν ὑπὲρ Χριστοῦ ὡς κακοῦργος ἐφόρεσας,

τὰ στίγματά τε Παῦλε περιπτυσσόμεθα,

ἃ ἐν τῷ εὐκλεεῖ σου,

καὶ νικηφόρῳ φέρεις σώματι.

Σταυρὸν χαράξας Μωσῆς, Εἱρμὸς α΄, Ἦχος πλ. δ΄

Σταυρὸν χαράξας Μωσῆς,

ἐπ» εὐθείας ῥάβδω,

τὴν Ἐρυθρὰν διέτεμε,

τῷ Ἰσραὴλ πεζεύσαντι,

τὴν δὲ ἐπιστρεπτικῶς,

Φαραὼ τοῖς ἅρμασι, κροτήσας ἤνωσεν,

ἐπ» εὕρους διαγράψας τὸ ἀήττητον ὅπλον.

Διὸ Χριστῷ ᾄσωμεν

τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.

Στερέωμά μου Σωτὴρ, Εἱρμὸς γ΄, Ἦχος πλ. δ΄

Στερέωμά μου Σωτὴρ ὑπάρχεις,

καταφυγή μου καὶ δύναμις,

σαλευθεῖσαν τὴν καρδίαν μου,

στερέωσον εἰς τὸν φόβον σου,

ὅτι οὐκ ἔστιν ἅγιος,

ὡς σὺ ὁ Θεὸς ἡμῶν.

Στερέωσον ἡμῶν τὸν νοῦν, Εἱρμὸς γ΄, Ἦχος πλ. δ΄

Στερέωσον ἡμῶν τὸν νοῦν καὶ τὴν καρδίαν,

ὁ τοὺς οὐρανοὺς τῷ λόγῳ στερεώσας,

εἰς τὸ ὑμνεῖν καὶ δοξάζειν σε τὸν Σωτῆρα,

καὶ λυτρωτὴν καὶ πανοικτίρμονα.

Σὺ εἶ τὸ στερέωμα, Εἱρμὸς γ΄, Ἦχος πλ. δ΄

Σὺ εἶ τὸ στερέωμα,

τῶν προστρεχόντων σοι Κύριε,

σὺ τὸ φῶς, τῶν ἐσκοτισμένων,

καὶ ὑμνεῖ σε τὸ πνεῦμά μου.

Σύ μου ἰσχύς, Κύριε, Εἱρμὸς δ΄, Ἦχος πλ. δ΄

Σύ μου ἰσχύς, Κύριε, σύ μου καὶ δύναμις,

σὺ Θεός μου, σύ μου ἀγαλλίαμα,

ὁ πατρικοὺς κόλπους μὴ λιπών,

καὶ τὴν ἡμετέραν, πτωχείαν ἐπισκεψάμενος·

διὸ σὺν τῷ Προφήτῃ Ἀββακούμ σοι κραυγάζω·

τῇ δυνάμει σου δόξα φιλάνθρωπε.

Συνεχόμενον δέξαι με, Εἱρμὸς ς΄, Ἦχος πλ. δ΄

Συνεχόμενον δέξαι με φιλάνθρωπε,

ἐκ πταισμάτων πολλῶν,

προσπίπτοντα τοῖς οἰκτιρμοῖς σου,

ὡς τὸν Προφήτην Κύριε, καὶ σῶσόν με.

Ταῖς τῶν δακρύων σου, ἀπολυτίκιον, Ἦχος πλ. δ΄

Ταῖς τῶν δακρύων σου ῥοαῖς,

τῆς ἐρήμου τὸ ἄγονον ἐγεώργησας,

καὶ τοῖς ἐκ βάθους στεναγμοῖς,

εἰς ἑκατὸν τοὺς πόνους ἐκαρποφόρησας,

καὶ γέγονας φωστὴρ τῇ οἰκουμένῃ, λάμπων τοῖς θαύμασιν·

Ἰωάννη, πατὴρ ἡμῶν Ὅσιε,

πρέσβευε Χριστῷ τῷ Θεῷ,

σωθῆναι τὰς ψυχὰς ἠιμῶν.

Τῇ ὑπερμάχῳ, κοντάκιον, Ἦχος πλ. δ΄

Τῇ ὑπερμάχῳ στρατηγῷ τὰ νικητήρια,

ὡς λυτρωθεῖσα τῶν δεινῶν εὐχαριστήρια,

ἀναγράφω σοι ἡ Πόλις σου Θεοτόκε.

Ἀλλ» ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον,

ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον,

ἵνα κράζω σοι· Χαῖρε νύμφη ἀνύμφευτε.

Τὴν ἁγνὴν ἐνδόξως τιμήσωμεν, Εἱρμὸς θ΄, Ἦχος πλ. δ΄

Τὴν ἁγνὴν ἐνδόξως τιμήσωμεν,

λαοὶ Θεοτόκον τὴν τὸ θεῖον πῦρ ἐν γαστρὶ

ἀφλέκτως συλλαβοῦσαν

ὕμνοις ἀσιγήτοις μεγαλύνωμεν.

Τὴν δέησιν ἐκχεῶ, Εἱρμὸς ς΄, Ἦχος πλ. δ΄

Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον,

καὶ αὐτῷ ἀπαγγελῶ μου τάς θλίψεις,

ὅτι κακῶν ἡ ψυχή μου ἐπλήσθη,

καὶ ἡ ζωή μου τῷ ᾍδῃ προσήγγισε,

καὶ δέομαι ὡς Ἰωνᾶς·

Ἐκ φθορᾶς, ὁ Θεός με ἀνάγαγε.

Τὴν ἔνδοξον, στιχηρόν, Ἦχος πλ. δ΄

Τὴν ἔνδοξον καὶ ἄχραντον Θεοτόκον ἀληθῆ,

ὡς Μητέρα τοῦ Θεοῦ,

ἀνυμνήσωμεν εὐσεβῶς,

χαιρετίζοντες αὐτὴν ὡς ὁ Ἄγγελος.

Χαῖρε Μήτηρ ἁγία,

τοῦ σαρκωθέντος Υἱοῦ τοῦ Θεοῦ,

χαῖρε ἐνδιαίτημα τοῦ ἁγίου Πνεύματος,

ἡ πρεσβεύουσα ἀεὶ ὑπὲρ ἡμῶν,

εἰς τὸ σωθῆναι τάς ψυχὰς ἡμῶν.

Τὴν Σοφίαν καὶ Λόγον, κάθισμα, Ἦχος πλ. δ΄, ΤΡΙΤῌ ΤΗΣ ΤΥΡΙΝΗΣ (16 lines)

Τὴν Σοφίαν καὶ Λόγον ἐν σῇ γαστρί,

συλλαβοῦσα ἀφράστως Μήτηρ Θεοῦ,

τῷ κόσμῳ ἐκύησας,

τὸν τὸν κόσμον κατέχοντα,

καὶ ἐν ἀγκάλαις, ἔσχες τὸν πάντα συνέχοντα,

τὸν τροφοδότην πάντων, καὶ πλάστην καὶ Κύριον·

ὅθεν δυσωπῶ σε,

Παναγία Παρθένε,

καὶ πίστει δοξάζω σε,

τοῦ ῥυσθῆναι πταισμάτων μου,

ὅταν μέλλω παρίστασθαι,

πρὸ προσώπου τοῦ Κτίστου μου,

Δέσποινα Παρθένε ἁγνή,

τὴν σὴν βοήθειαν τότε μοι δώρησαι·

καὶ γὰρ δύνασαι,

ὅσα θέλεις Πανάμωμε.

Τὴν Σοφίαν καὶ Λόγον, κάθισμα, Ἦχος πλ. δ΄, Θ́ ΙΟΥΝΙΟΥ (15 Lines)

Τὴν Σοφίαν καὶ Λόγον ἐν σῇ γαστρί,

συλλαβοῦσα ἀφράστως Μήτηρ Θεοῦ

τῷ κόσμῳ ἐκύησας,

τὸν τὸν κόσμον κατέχοντα,

καὶ ἐν ἀγκάλαις ἔσχες, τὸν πάντα συνέχοντα,

καὶ ἐκ μαζῶν ἐθήλασας, τὸν πάντας ἐκτρέφοντα.

Ὅθεν δυσωπῶ σε,

Παναγία Παρθένε,

ῥυσθῆναι πταισμάτων μου,

ὅταν μέλλω παρίστασθαι,

πρὸ προσώπου τοῦ Κτίστου μου.

Δέσποινα Παρθένε ἁγνὴ

τὴν σὴν βοήθειαν τότε μοι δώρησαι·

καὶ γὰρ δύνασαι,

ὅσα θέλεις πανύμνητε.

Τῆς τῶν παθῶν με ἀχλύος, Εἱρμὸς ε΄, Ἦχος πλ. δ΄

Τῆς τῶν παθῶν με ἀχλύος,

ὡς ἐκ νυκτὸς βαθυτάτης λυτρούμενος,

ὀρθρίζειν ἀξίωσον,

τὸ πνεῦμά μου δέομαι,

ἐν φωτὶ ἡμέρας,

τῶν σῶν προσταγμάτων Χριστέ.

Τί ὑμᾶς καλέσωμεν, στιχηρόν, Ἦχος πλ. δ΄

Τί ὑμᾶς καλέσωμεν Ἅγιοι;

Χερουβίμ; ὅτι ὑμῖν ἐπανεπαύσατο Χριστός.

Σεραφίμ; ὅτι ἀπαύστως ἐδοξάσατε αὐτόν.

Ἀγγέλους; τὸ γὰρ σῶμα ἀπεστράφητε.

Δυνάμεις; ἐνεργεῖτε ἐν τοῖς θαύμασι.

Πολλὰ ὑμῶν τὰ ὀνόματα,

καὶ μείζονα τὰ χαρίσματα,

πρεσβεύσατε, τοῦ σωθῆναι τάς ψυχὰς ἡμῶν.

Τὸ ἀσάλευτον στήριγμα, κάθισμα, Ἦχος πλ. δ΄

Τὸ ἀσάλευτον στήριγμα, τὸ τῆς πίστεως,

καὶ σεβάσμιον δώρημα, τῶν ψυχῶν ἡμῶν,

τὴν Θεοτόκον ἐν ὕμνοις μεγαλύνωμεν πιστοί.

Χαῖρε ἡ τὴν πέτραν τῆς ζωῆς, ἐν γαστρί σου χωρήσασα,

χαῖρε τῶν περάτων ἡ ἐλπίς,

θλιβομένων ἀντίληψις,

χαῖρε Νύμφη ἀνύμφευτε.

Τὸ προσταχθὲν μυστικῶς, κάθισμα, Ἦχος πλ. δ΄

Τὸ προσταχθὲν μυστικῶς, λαβὼν ἐν γνώσει,

ἐν τῇ σκηνῇ τοῦ Ἰωσήφ, σπουδῇ ἐπέστη,

ὁ Ἀσώματος λέγων τῇ Ἀπειρογάμῳ·

ὁ κλίνας τῇ καταβάσει τοὺς οὐρανούς,

χωρεῖται ἀναλλοιώτως ὅλος ἐν σοί.

Ὂν καὶ βλέπων ἐν μήτρᾳ σου,

λαβόντα δούλου μορφήν,

ἐξίσταμαι κραυγάζειν σοι·

χαῖρε, Νύμφη ἀνύμφευτε!

Τὸν ἄναρχον Βασιλέα τῆς δόξης, Εἱρμὸς η΄, Ἦχος πλ. δ΄

Τὸν ἄναρχον Βασιλέα τῆς δόξης,

ὂν φρίττουσι στρατιαὶ τῶν Ἀγγέλων,

ὑμνεῖτε ἱερεῖς, λαὸς ὑπερυψοῦτε,

εἰς πάντας τοὺς αἰῶνας.

Τὸν ἀόρατον μορφῇ, Εἱρμὸς θ΄, Ἦχος πλ. δ΄

Τὸν ἀόρατον μορφῇ,

θεϊκῇ δεξαμένη,

ἀπειρόγαμε Παρθένε καὶ Μήτηρ,

ὕμνοις τὸν τόκον σου μεγαλύνομενι

Τὸν Βασιλέα τῶν οὐρανῶν, Εἱρμὸς η΄, Ἦχος πλ. δ΄

Τὸν Βασιλέα τῶν οὐρανῶν ὂν ὑμνοῦσι,

στρατιαὶ τῶν Ἀγγέλων ὑμνεῖτε,

καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Τὸν δι» ἡμᾶς σταυρωθέντα, κοντάκιον, Ἦχος πλ. δ΄

Τὸν δι» ἡμᾶς σταυρωθέντα, δεῦτε πάντες ὑμνήσωμεν·

αὐτὸν γὰρ κατεῖδε Μαρια ἐπὶ τοῦ ξύλου καὶ ἔλεγεν·

Εἰ καὶ σταυρὸν ὑπομένεις, σὺ ὑπάρχεις ὁ Υἱὸς καὶ Θεός μου.

Τὸν ἐκ νυκτὸς ἀγνωσίας, Εἱρμὸς ε΄, Ἦχος πλ. δ΄

Τὸν ἐκ νυκτὸς ἀγνωσίας,

ἐπὶ τὴν ψυχάλωτον ὀδὸν ἀεὶ πλανώμενον,

φωτὶ τῆς γνώσεώς σου Κύριε,

ποδηγῶν με ἐν τῇ τρίβῳ

τῶν ἐντολών σου καθοδήγησον.

Τὸν ἐν ὄρει ἁγίῳ δοξασθέντα, Εἱρμὸς η΄, Ἦχος πλ. δ΄

Τὸν ἐν ὄρει ἁγίῳ δοξασθέντα,

καὶ ἐν βάτῳ πυρὶ τὸ τῆς Ἀειπαρθένου,

τῷ Μωϋσῇ μυστήριον γνωρίσαντα,

Κύριον ὑμνεῖτε,

καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Τόν εκ Πατρός πρό αιώνων, Εἱρμὸς η΄, Ἦχος πλ. δ΄

Τὸν ἐκ Πατρὸς πρὸ αἰώνων γεννηθέντα,

καὶ ἐκ Μητρὸς ἐπ» ἐσχάτων σαρκωθέντα,

Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε,

εἰς πάντας τοὺς αἰῶνας.

Τὸν ζόφον τῆς ψυχῆς μου, Εἱρμὸς ε΄, Ἦχος πλ. δ΄

Τὸν ζόφον τῆς ψυχῆς μου διασκέδασον,

φωτοδότα Χριστὲ ὁ Θεός,

τὸ ἀρχέγονον σκότος διώξας τῆς ἀβύσσου,

καὶ δώρησαί μοι τὸ φῶς τῶν προσταγμάτων σου Λόγε,

ἵνα ὀρθρίζων δοξάζω σε.

Τόν Ισραήλ εκ δουλείας, Εἱρμὸς α΄, Ἦχος πλ. δ΄

Τὸν Ἰσραὴλ ἐκ δουλείας ἐλυτρώσω Κύριε

τῇ δεξιᾷ σου τῇ κραταιᾷ

ὡς εκεῖνον ἔσωσας καὶ ἡμᾶς διάσωσον.

Τὸν Ἰωνᾶν ἐν τῷ κήτει Κύριε, Εἱρμὸς ς΄, Ἦχος πλ. δ΄

Τὸν Ἰωνᾶν ἐν τῷ κήτει Κύριε,

μονώτατον κατῴκισας,

ἐμὲ δὲ τὸν πεπεδημένον,

ἐν ἄρκυσι τοῦ ἐχθροῦ,

ὡς ἐκ φθορᾶς ἐκείνον διάσωσον.

Τὸν προδηλωθέντα, Εἱρμὸς θ΄, Ἦχος πλ. δ΄

Τὸν προδηλωθέντα ἐν ὄρει τῷ Νομοθέτῃ,

ἐν πυρὶ καὶ βάτῳ τόκον τὸν τῆς Ἀειπαρθένου,

εἰς ἡμῶν τῶν πιστῶν σωτηρίαν,

ὕμνοις ἀσιγήτοις μεγαλύνωμεν.

Τὸν φόβον σου, Εἱρμὸς γ΄, Ἦχος πλ. δ΄

Τὸν φόβον σου Κύριε, ἐμφύτευσον

ταῖς καρδίαις τῶν δούλων σου,

καὶ γενοῦ ἡμῖν στερέωμα,

τοῖς σὲ ἐν ἀληθείᾳ,

ἐπικαλουμένοις.

Τού Πνεύματος τή αρχιτεκτονία, Εἱρμὸς η΄, Ἦχος πλ. δ΄ (Πρὸς τὸ Τὸν ἄναρχον Βασιλέα τῆς δόξης 8089)

Τοῦ Πνεύματος τῇ ἀρχιτεκτονίᾳ,

δειμάμενοι πᾶσαν τὴν Ἐκκλησίαν,

Ἀπόστολοι Χριστοῦ, ἐν ταύτῃ εὐλογεῖτε

Χριστὸν εἰς τοὺς αιῶνας.

Τῷ ἐκτινάξαντι, Εἱρμὸς α΄, Ἦχος πλ. δ΄

Τῷ ἐκτινάξαντι ἐν θαλάσσῃ τὴν τυραννίδα Φαραὼ

καὶ τὸν Ἰσραὴλ διὰ ξηρᾶς ὁδηγήσαντι,

ᾄσωμεν τῷ Χριστῷ ὅτι δεδόξασται εἰς τοὺς αιῶνας.

Τῷ συντρίψαντι πολέμους, Εἱρμὸς α΄, Ἦχος πλ. δ΄

Τῷ συντρίψαντι πολέμους, ἐν βραχίονι αὐτοῦ,

καὶ διαβιβάσαντι, τὸν Ἰσραὴλ ἐν Ἐρυθρᾷ θαλάσσῃ,

ᾄσωμεν αὐτῷ, ὡς λυτρωτῇ ἡμῶν Θεῷ,

ὅτι δεδόξασται.

Τῶν Ἀποστόλων τὸ κήρυγμα, κοντάκιον, Ἦχος πλ. δ΄

Τῶν Ἀποστόλων τὸ κήρυγμα,

καὶ τῶν Πατέρων τὰ δόγματα,

τῇ Ἐκκλησίᾳ μίαν τὴν πίστιν ἐκράτυνεν,

ἣ καὶ χιτῶνα φοροῦσα τῆς ἀληθείας,

τὸν ὑφαντὸν ἐκ τῆς ἄνω θεολογίας,

ὀρθοτομεῖ καὶ δοξάζει,

τῆς εὐσεβείας τὸ μέγα Μυστήριον.

Τῶν Χαλδαίων ἡ κάμινος, Εἱρμὸς ζ΄, Ἦχος πλ. δ΄

Τῶν Χαλδαίων ἡ κάμινος, πυρὶ φλογιζομένη,

ἐδροσίζετο Πνεύματος, Θεοῦ ἐπιστασίᾳ,

οἱ Παῖδες ὑπέψαλλον·

Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων.

Ὑγρὰν διοδεύσας, Εἱρμὸς α΄, Ἦχος πλ. δ΄

Ὑγρὰν διοδεύσας ὡσεὶ ξηράν,

καὶ τὴν αἰγυπτίαν μοχθηρίαν διαφυγών,

ὁ Ἰσραηλίτης ἀνεβόα,

τῷ Λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν.

Ὑπερδεδοξασμένος εἶ, ἀπολυτίκιον, Ἦχος πλ. δ΄

Ὑπερδεδοξασμένος εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν,

ὁ φωστῆρας ἐπὶ γῆς τοὺς Πατέρας ἡμῶν θεμελιώσας,

καὶ δι» αὐτῶν πρὸς τὴν ἀληθινὴν πίστιν, πάντας ἡμᾶς ὁδηγήσας,

Πολυεύσπλαγχνε δόξα σοι.

Φώτισον ἡμᾶς, Εἱρμὸς ε΄, Ἦχος πλ. δ΄

Φώτισον ἡμᾶς, τοῖς προστάγμασί σου Κύριε,

καὶ τῷ βραχίονί σου τῷ ὑψηλῷ,

τὴν σὴν εἰρήνην, παράσχου ἡμῖν φιλάνθρωπε.

Χιτῶνά μοι παράσχου, Εἱρμὸς ς΄, Ἦχος πλ. δ΄

Χιτῶνά μοι παράσχου φωτεινόν,

ὁ ἀναβαλλόμενος, φῶς ὡς ἱμάτιον,

πολυέλεε Χριστὲ ὁ Θεὸς ἡμῶν.

Ὢ τοῦ παραδόξου θαύματος, στιχηρόν, Ἦχος πλ. δ΄

Ὢ τοῦ παραδόξου θαύματος!

ὢ μυστηρίου φρικτοῦ!

ὁ τῇ φύσει ἀθάνατος,

πῶς ἐν ξύλῳ κρέμαται;

πῶς θανάτου νῦν γεύεται;

πῶς κατακρίνεται ὁ ἀνεύθυνος;

Κρῦψον τὸ φῶς σου, καὶ φρῖξον ἥλιε,

βλέπων τὸ τόλμημα,

ἡ Παρθένος ἔλεγεν ἐν στεναγμοῖς (ἐν τῷ Σταυρῷ)

βλέπουσα σταυρούμενον (κρεμάμενον),

Χριστὸν ὃν ἔτεκε.

Ὦ τρισμακάριστον ξύλον!, Εἱρμὸς ε΄, Ἦχος πλ. δ΄

Ὦ τρισμακάριστον ξύλον!

ἐν ᾧ ἐτάθη Χριστός,

ὁ Βασιλεὺς καὶ Κύριος,

δι» οὗ πέπτωκεν ὁ ξύλῳ ἀπατήσας,

τῷ ἐν σοὶ δελεασθείς,

Θεῷ τῷ προσπαγέντι σαρκί,

τῷ παρέχοντι, τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.

Ὡς ἀπαρχὰς τῆς φύσεως, κοντάκιον, Ἦχος πλ. δ΄

Ὡς ἀπαρχὰς τῆς φύσεως,

τῷ φυτουργῷ τῆς κτίσεως,

ἡ οἰκουμένη προσφέρει σοι Κύριε,

τοὺς θεοφόρους Μάρτυρας,

ταῖς αὐτῶν ἱκεσίαις,

ἐν εἰρήνῃ βαθείᾳ, τὴν Ἐκκλησίαν σου,

διὰ τῆς Θεοτόκου

συντήρησον, πολυέλεε.

Ὡς τὸν Προφήτην ἐρρύσω, Εἱρμὸς ς΄, Ἦχος πλ. δ΄

Ὡς τὸν Προφήτην ἐρρύσω,

ἐκ βυθοῦ κατωτάτου, Χριστὲ ὁ Θεός,

κἀμὲ τῶν πταισμάτων μου,

ῥῦσαι ὡς φιλάνθρωπος,

καὶ κυβέρνησον τὴν ζωήν μου δέομαι.

Ὡς ὕδατα θαλάσσης φιλάνθρωπε, Εἱρμὸς ς΄, Ἦχος πλ. δ΄

Ὡς ὕδατα θαλάσσης φιλάνθρωπε,

τὰ κύματα τοῦ βίου χειμάζει με,

ἀλλ» ὥσπερ τὸν Ἰωνᾶν ἐκ τοῦ κήτους,

ἀνάγαγε ἐκ φθορᾶς τὴν ζωήν μου,

εὔσπλαγχνε Κύριε.

Ὡς ὕδατα θαλάσσης φιλάνθρωπε, Εἱρμὸς ς΄, Ἦχος πλ. δ΄

Ὡς ὕδατα θαλάσσης φιλάνθρωπε,

τὰ κύματα τοῦ βίου χειμάζει με,

διό, ὡς Ἰωνᾶς σοι κραυγάζω Λόγε,

ἀνάγαγε ἐκ φθορᾶς τὴν ζωήν μου,

εὔσπλαγχνε Κύριε.

Комментарии для сайта Cackle