ΤΑ ΛΟΙΠΑ

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΑΠΟΔΕΙΠΝΟΥ

Ακάθιστος Ύμνος ἑβδομάδες α΄- δ΄

Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Βασιλεῦ οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς ἀληθείας ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν ὁ θησαυρός τῶν ἀγαθῶν καὶ ζωῆς χορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος καὶ σῶσον ἀγαθέ, τὰς ψυχὰς ἡμῶν. Ἀμήν.

Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς (ἐκ τρίτου).

Δόξα... Καὶ νῦν...

Παναγία Τριάς, ἐλέησον ἡμᾶς.

Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν.

Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν.

Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν,

ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε ἐλέησον (ἐκ τρίτου)

Δόξα... Καὶ νῦν...

Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπί τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία... Ἀμήν.

Κύριε ἐλέησον ιβˊ

Δόξα... Καὶ νῦν...

• Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.

• Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ τῷ βασιλεῖ ἡμῶν Θεῷ.

• Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ, Χριστῷ τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.

Ψαλμὸς 50

• Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου

• ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με

• ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντὸς

• σοὶ μόνω ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε

• ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου

• ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι

• ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι

• ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα

• ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον

• καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου

• μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμα σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπˊ ἐμοῦ

• ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με

• διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι

• ῥῦσαί με ἐξ αἱμάτων ὁ Θεὸς, ὁ Θεὸς τῆς σωτηρίας μου ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου

• Κύριε τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου

• ὅτι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἂν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις

• θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει

• ἀγάθυνον Κύριε ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλὴμ

• τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα, τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους

Ψαλμὸς 69

• Ὁ Θεός, εἰς τὴν βοήθειάν μου πρόσχες, Κύριε, εἰς τὸ βοηθῆσαί μοι σπεῦσον. Αἰσχυνθήτωσαν καὶ ἐντραπήτωσαν οἱ ζητοῦντες τὴν ψυχήν μου.

• Ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω καὶ καταισχυνθήτωσαν οἱ βουλόμενοί μοι κακά.

• Ἀποστραφήτωσαν παραυτίκα αἰσχυνόμενοι οἱ λέγοντές μοι· εὖγε, εὖγε.

• Ἀγαλλιάσθωσαν καὶ εὐφρανθήτωσαν ἐπὶ σοὶ πάντες οἱ ζητοῦντές σε, ὁ Θεός.

• Καὶ λεγέτωσαν διὰ παντός, μεγαλυνθήτω ὁ Κύριος, οἱ ἀγαπῶντες τὸ σωτήριόν σου.

• Ἐγὼ δὲ πτωχός εἰμι καὶ πένης, ὁ Θεός, βοήθησόν μοι.

• Βοηθός μου καὶ ῥύστης μου εἶ σύ, Κύριε, μὴ χρονίσῃς.

Ψαλμὸς 142

• Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, ἐισάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου

• καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν

• ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος

• καὶ ἠκηδίασεν ἐπˊ ἐμὲ τὸ πνεῦμά μου ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου

• ἐμνήσθην ἡμερῶν ἀρχαίων ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων

• διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι διάψαλμα

• ταχὺ εἰσάκουσόν μου Κύριε ἐξέλιπε τὸ πνεῦμά μου

• μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπˊ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον

• ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου ὅτι ἐπὶ σοὶ ἤλπισα

• γνώρισόν μοι Κύριε ὁδὸν ἐν ᾗ πορεύσομαι ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου

• ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε πρὸς σὲ κατέφυγον

• δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου ὅτι σὺ εἶ ὁ Θεός μου

• τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ

• ἕνεκα τοῦ ὀνόματός σου Κύριε ζήσεις με

• ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου

• καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου ὅτι ἐγὼ δοῦλός σού εἰμι

Δοξολογία Μικρὰ

• Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.

• Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι διὰ τὴν μεγάλην σου δόξαν.

• Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ ἅγιον Πνεῦμα.

• Κύριε ὁ Θεός, ὁ ἀμνός τοῦ Θεοῦ, ὁ Υἱός τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.

• Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.

• Ὅτι σὺ εἶ μόνος ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.

• Καθˊ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

• Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα· Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.

• Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.

• Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.

• Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.

• Καταξίωσον, Κύριε, ἐν τῇ νυκτὶ ταύτη ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.

• Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεός τῶν πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τους αἰῶνας. Ἀμήν.

• Γένοιτο, Κύριε, τὸ ἔλεος σου ἐφˊ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.

• Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

• Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματα σου.

• Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου.

• Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς.

• Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πιστεύω εἰς ἕνα Θεόν, Πατέρα, Παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων.

Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸν Υἱόν τοῦ Θεοῦ τὸν Μονογενῆ, τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων. Φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, διˊ οὗ τὰ πάντα ἐγένετο. Τὸν διˊ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ Πνεύματος Ἁγίου καὶ Μαρίας τῆς Παρθένου καὶ ἐνανθρωπήσαντα.Σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου καὶ παθόντα καὶ ταφέντα. Καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς Γραφάς. Καὶ ἀνελθόντα εἰς τοὺς Οὐρανοὺς καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός. Καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος.

Καὶ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, τὸ Κύριον, τὸ Ζωοποιόν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, τὸ σὺν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διά τῶν Προφητῶν.

Εἰς Μίαν, Ἁγίαν, Καθολικὴν καὶ Ἀποστολικὴν Ἐκκλησίαν. Ὁμολογῶ ἓν Βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν. Προσδοκῶ ἀνάστασιν νεκρῶν. Καὶ ζωήν τοῦ μέλλοντος αἰῶνος. Ἀμήν.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν.

Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ,

τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν,

τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Χαρᾶς δοχεῖον, σοὶ πρέπει χαίρειν μόνη. Ἰωσήφ.

Ποίημα Ἰωσὴφ τοῦ Ὑμνογράφου.

ᾨδὴ αˊ, Ἦχος δˊ, Ὁ Εἱρμὸς

Ἀνοίξω τὸ στόμα μου,

καὶ πληρωθήσεται Πνεύματος,

καὶ λόγον ἐρεύξομαι,

τῇ Βασιλίδι Μητρί,

καὶ ὀφθήσομαι,

φαιδρῶς πανηγυρίζων,

καὶ ᾄσω γηθόμενος,

ταύτης τὰ θαύματα. (δίς)

Χριστοῦ βίβλον ἔμψυχον,

ἐσφραγισμένην σε Πνεύματι·

Ὁ μέγας Ἀρχάγγελος,

Ἁγνὴ θεώμενος,

ἐπεφώνει σοι·

Χαῖρε χαρᾶς δοχεῖον,

διˊ ἧς τῆς Προμήτορος

ἀρὰ λυθήσεται.

Ἀδὰμ ἐπανόρθωσις,

χαῖρε Παρθένε Θεόνυμφε,

τοῦ ᾍδου ἡ νέκρωσις,

χαῖρε πανάμωμε,

τὸ παλάτιον,

τοῦ μόνου Βασιλέως.

χαῖρε θρόνε πύρινε,

τοῦ Παντοκράτορος,

Δόξα...

Ῥόδον τὸ ἀμάραντον,

χαῖρε ἡ μόνη βλαστήσασα,

τὸ μῆλον τὸ εὔοσμον,

χαῖρε ἡ τέξασα,

τὸ ὀσφράδιον,

τοῦ πάντων Βασιλέως,

χαῖρε ἀπειρόγαμε,

κόσμου διάσωσμα.

Καὶ νῦν...

Ἁγνείας θησαύρισμα,

χαῖρε διˊ ἧς ἐκ τοῦ πτώματος,

ἡμῶν ἐξανέστημεν,

χαῖρε ἡδύπνοον

κρίνον Δέσποινα,

πιστοὺς εὐωδιάζον,

θυμίαμα εὔοσμον,

μύρον πολύτιμον.

ᾨδὴ γˊ, Ὁ Εἱρμὸς

Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε,

ὡς ζῶσα καὶ ἄφθονος πηγή,

θίασον συγκροτήσαντας

πνευματικόν, στερέωσον·

καὶ ἐν τῇ θείᾳ δόξῃ σου,

στεφάνων δόξης ἀξίωσον (δίς).

Στάχυν ἡ βλαστήσασα τὸν θεῖον,

ὡς χώρα ἀνήροτος σαφῶς,

χαῖρε ἔμψυχε τράπεζα,

ἄρτον ζωῆς χωρήσασα,

χαῖρε τοῦ ζῶντος ὕδατος,

πηγὴ ἀκένωτος Δέσποινα.

Δάμαλις τὸν μόσχον ἡ τεκοῦσα,

τὸν ἄμωμον, χαῖρε τοῖς πιστοῖς,

χαῖρε ἀμνὰς κυήσασα,

Θεοῦ ἀμνὸν τὸν αἴροντα,

κόσμου παντὸς τὰ πταίσματα,

χαῖρε θερμὸν ἱλαστήριον.

Δόξα...

Ὄρθρος φαεινὸς χαῖρε ἡ μόνη,

τὸν Ἥλιον φέρουσα Χριστόν,

φωτὸς κατοικητήριον,

χαῖρε τὸ σκότος λύσασα,

καὶ τοὺς ζοφώδεις δαίμονας,

ὁλοτελῶς ἐκμειώσασα.

Καὶ νῦν...

Χαῖρε πύλη μόνη ἣν ὁ Λόγος,

διώδευσε μόνος ἡ μοχλούς,

καὶ πύλας ᾍδου Δέσποινα,

τῷ τόκῳ σου συντρίψασα,

χαῖρε ἡ θεία εἴσοδος,

τῶν σῳζομένων πανύμνητε.

ᾨδὴ δˊ, Ὁ Εἱρμὸς

Ὁ καθήμενος ἐν δόξῃ,

ἐπὶ θρόνου Θεότητος,

ἐν νεφέλῃ κούφῃ,

ἦλθεν Ἰησοῦς ὁ ὑπέρθεος,

τῇ ἀ­κη­ρά­τῳ Παρ­θέ­νῳ, καὶ διέ­σω­σε,

τοὺς κραυγάζοντας·

δόξα Χριστὲ τῇ δυνάμει σου.

Ἐν φωναῖς ᾀσμάτων πίστει,

σοὶ βοῶμεν Πανύμνητε,

Χαῖρε πῖον ὄρος,

καὶ τετυρωμένον ἐν Πνεύματι,

χαῖρε λυχνία καὶ στάμνε,

Μάννα φέρουσα, τὸ γλυκαῖνον,

τὰ τῶν εὐσεβῶν αἰσθητήρια.

Ἱλαστήριον τοῦ κόσμου,

χαῖρε ἄχραντε Δέσποινα,

χαῖρε κλῖμαξ γῆθεν,

πάντας ἀνυψώσασα χάριτι,

χαῖρε ἡ γέφυρα ὄντως, ἡ μετάγουσα,

ἐκ θανάτου πάντας,

πρὸς ζωήν τοὺς ὑμνοῦντάς σε.

Οὐρανῶν ὑψηλοτέρα,

χαῖρε γῆς τὸ θεμέλιον,

ἐν τῇ σῇ νηδύϊ,

Ἄχραντε ἀκόπως βαστάσασα,

χαῖρε κογχύλη πορφύραν θείαν βάψασα,

ἐξ αἱμάτων σου,

τῷ Βασιλεῖ τῶν Δυνάμεων.

Δόξα...

Νομοθέτην ἡ τεκοῦσα,

ἀληθῶς χαῖρε Δέσποινα,

τὸν τὰς ἀνομίας,

πάντων δωρεὰν ἐξαλείφοντα,

ἀκατανόητον βάθος, ὕψος ἄρρητον,

ἀπειρόγαμε,

διˊ ἧς ἡμεῖς ἐθεώθημεν.

Καὶ νῦν...

Σὲ τὴν πλέξασαν τῷ κόσμῳ,

ἀχειρόπλοκον στέφανον,

ἀνυμνολογοῦμεν·

Χαῖρέ σοι Παρθένε κραυγάζοντες,

τὸ φυλακτήριον πάντων καὶ χαράκωμα,

καὶ κραταίωμα,

καὶ ἱερὸν καταφύγιον.

ᾨδὴ εˊ, Ὁ Εἱρμὸς

Ἐξέστη τὰ σύμπαντα,

ἐπὶ τῇ θείᾳ δόξῃ σου,

σὺ γὰρ ἀπειρόγαμε Παρθένε,

ἔσχες ἐν μήτρᾳ,

τὸν ἐπὶ πάντων Θεόν,

καὶ τέτοκας ἄχρονον Υἱόν,

πᾶσι τοῖς ὑμνοῦσί σε,

σωτηρίαν βραβεύοντα.

Ὁδὸν ἡ κυήσασα,

ζωῆς χαῖρε Πανάμωμε,

ἡ κατακλυσμοῦ τῆς ἁμαρτίας,

σώσασα κόσμον,

χαῖρε Θεόνυμφε,

ἄκουσμα καὶ λάλημα φρικτόν,

χαῖρε ἐνδιαίτημα,

τοῦ Δεσπότου τῆς κτίσεως.

Ἰσχὺς καὶ ὀχύρωμα,

ἀνθρώπων χαῖρε Ἄχραντε,

τόπε ἁγιάσματος τῆς δόξης,

νέκρωσις ᾍδου,

νυμφὼν ὁλόφωτε,

χαῖρε τῶν Ἀγγέλων χαρμονή,

χαῖρε ἡ βοήθεια,

τῶν πιστῶς δεομένων σου.

Πυρίμορφον ὄχημα,

τοῦ Λόγου χαῖρε Δέσποινα,

ἔμψυχε Παράδεισε τὸ ξύλον,

ἐν μέσῳ ἔχων ζωῆς

τὸν Κύριον,

οὗ ὁ γλυκασμὸς ζωοποιεῖ,

πίστει τοὺς μετέχοντας,

καὶ φθορᾷ ὑποκύψαντας.

Δόξα...

Ῥωννύμενοι σθένει σου,

πιστῶς ἀναβοῶμέν σοι·

Χαῖρε πόλις τοῦ Παμβασιλέως,

δεδοξασμένα,

καὶ ἀξιάκουστα,

περὶ ἧς λελάληνται σαφῶς,

ὄρος ἀλατόμητον,

χαῖρε βάθος ἀμέτρητον.

Καὶ νῦν...

Εὐρύχωρον σκήνωμα,

τοῦ Λόγου χαῖρε Ἄχραντε,

κόχλος ἡ τόν, θεῖον μαργαρίτην,

προαγαγοῦσα,

χαῖρε πανθαύμαστε,

πάντων πρὸς Θεὸν καταλλαγὴ

τῶν μακαριζόντων σε,

Θεοτόκε ἑκάστοτε.

ᾨδὴ ςˊ, Ὁ Εἱρμὸς

Τὴν θείαν ταύτην καὶ πάντιμον,

τελοῦντες ἑορτὴν οἱ θεόφρονες,

τῆς Θεομήτορος,

δεῦτε τάς χεῖρας κροτήσωμεν,

τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες (δίς).

Παστὰς τοῦ Λόγου ἀμόλυντε,

αἰτία τῆς τῶν πάντων θεώσεως,

χαῖρε Πανάχραντε,

τῶν Προφητῶν περιήχημα,

χαῖρε τῶν Ἀποστόλων, τὸ ἐγκαλλώπισμα.

Ἐκ σοῦ ἡ δρόσος ἀπέσταξε,

φλογμὸν πολυθεΐας ἡ λύσασα·

ὅθεν βοῶμέν σοι·

Χαῖρε, ὁ πόκος ὁ ἔνδροσος,

ὃν Γεδεὼν Παρθένε, προεθεάσατο.

Δόξα...

Ἰδοὺ σοι Χαῖρε κραυγάζομεν,

λιμὴν ἡμῖν γενοῦ θαλαττεύουσι

καὶ ὁρμητήριον,

ἐν τῷ πελάγει τῶν θλίψεων,

καὶ τῶν σκανδάλων πάντων, τοῦ πολεμήτορος.

Καὶ νῦν...

Χαρᾶς αἰτία χαρίτωσον,

ἡμῶν τὸν λογισμὸν τοῦ κραυγάζειν σοι·

Χαῖρε ἡ ἄφλεκτος βάτος,

νεφέλη ὁλόφωτε,

ἡ τοὺς πιστοὺς ἀπαύστως, ἐπισκιάζουσα.

ᾨδὴ ζˊ, Ὁ Εἱρμὸς

Οὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες,

παρὰ τὸν Κτίσαντα,

ἀλλὰ πυρὸς ἀπειλήν;

ἀνδρείως πατήσαντες,

χαίροντες ἔψαλλον.

Ὑπερύμνητε,

ὁ τῶν Πατέρων Κύριος,

καὶ Θεὸς εὐλογητὸς εἶ.

Ἀνυμνοῦμέν σε, βοῶντες·

Χαῖρε ὄχημα, Ἡλίου τοῦ νοητοῦ,

ἄμπελος ἀληθινή,

τὸν βότρυν τὸν πέπειρον,

ἡ γεωργήσασα,

οἶνον στάζοντα,

τὸν τὰς ψυχὰς εὐφραίνοντα,

τῶν πιστῶς σε δοξαζόντων.

Ἰατῆρα, τῶν ἀνθρώπων ἡ κυήσασα

χαῖρε Θεόνυμφε,

ἡ ῥάβδος ἡ μυστική,

ἄνθος τὸ ἀμάραντον,

ἡ ἐξανθήσασα,

χαῖρε Δέσποινα,

διˊ ἧς χαρὰς πληρούμεθα,

καὶ ζωὴν κληρονομοῦμεν.

Ῥητορεύουσα, οὐ σθένει γλῶσσα

Δέσποινα, ὑμνολογῆσαί σε·

ὑπὲρ γὰρ τὰ Σεραφείμ,

ὑψώθης κυήσασα,

τὸν Βασιλέα Χριστόν,

ὃν ἱκέτευε,

πάσης νῦν βλάβης ῥύσασθαι,

τοὺς πιστῶς σε προσκυνοῦντας.

Δόξα...

Εὐφημεῖ σε, μακαρίζοντα τὰ πέρατα,

καὶ ἀνακράζει σοι·

Χαῖρε ὁ τόμος ἐν ᾧ,

δακτύλῳ ἐγγέγραπται,

Πατρὸς ὁ Λόγος Ἁγνή,

ὃν ἱκέτευε,

βίβλῳ ζωῆς τους δούλους σου,

καταγράψαι Θεοτόκε.

Καὶ νῦν...

Ἱκετεύομεν οἱ δοῦλοί σου καὶ κλίνομεν,

γόνυ καρδίας ἡμῶν.

Κλῖνον τὸ οὖς σου Ἁγνή,

καὶ σῶσον τοὺς θλίψεσι,

βυθιζόμενους ἡμᾶς,

καὶ συντήρησον,

πάσης ἐχθρῶν ἁλώσεως,

τὴν σὴν Πόλιν Θεοτόκε.

ᾨδὴ ηˊ, Ὁ Εἱρμὸς

Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ,

ὁ τόκος τῆς Θεοτόκου διεσώσατο,

τότε μὲν τυπούμενος,

νῦν δὲ ἐνεργούμενος,

τὴν οἰκουμένην ἅπασαν,

ἀγείρει ψάλλουσαν.

Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα,

καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Νηδύϊ τὸν Λόγον ὑπεδέξω,

τὸν πάντα βαστάζοντα ἐβάστασας,

γάλακτι ἐξέθρεψας,

νεύματι τὸν τρέφοντα,

τὴν οἰκουμένην ἅπασαν,

Ἁγνὴ ᾧ ψάλλομεν·

Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα,

καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Μωσῆς κατενόησεν ἐν βάτῳ,

τὸ μέγα μυστήριον τοῦ τόκου σου.

Παῖδες προεικόνισαν,

τοῦτο ἐμφανέστατα

μέσον πυρὸς ἱστάμενοι,

καὶ μὴ φλεγόμενοι,

ἀκήρατε ἁγία Παρθένε·

ὅθεν σε ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Οἱ πρῴην ἀπάτῃ γυμνωθέντες,

στολὴν ἀφθαρσίας ἐνεδύθημεν,

τῇ κυοφορίᾳ σου,

καὶ οἱ καθεζόμενοι,

ἐν σκότει παραπτώσεων,

φῶς κατωπτεύσαμεν,

φωτὸς κατοικητήριον, Κόρη·

ὅθεν σε ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Δόξα...

Νεκροὶ διὰ σοῦ ζωοποιοῦνται·

ζωὴν γὰρ τὴν ἐνυπόστατον ἐκύησας,

εὔλαλοι οἱ ἄλαλοι,

πρῴην χρηματίζοντες,

λεπροὶ ἀποκαθαίρονται,

νόσοι διώκονται,

πνευμάτων ἀερίων τὰ πλήθη,

ἥττηνται Παρθένε, βροτῶν ἡ σωτηρία.

Καὶ νῦν...

Ἡ κόσμῳ τεκοῦσα σωτηρίαν,

διˊ ἧς ἀπὸ γῆς εἰς ὕψος ἤρθημεν,

χαίροις παντευλόγητε,

σκέπη καὶ κραταίωμα,

τεῖχος καὶ ὀχύρωμα,

τῶν μελῳδούντων Ἁγνή.

Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα,

καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θˊ, Ὁ Εἱρμὸς

Ἅπας γηγενής,

σκιρτάτω τῷ πνεύματι λαμπαδουχούμενος,

πανηγυριζέτω δέ,

αὔλων Νόων φύσις γεραίρουσα,

τὴν ἱερὰν πανήγυριν, τῆς Θεομήτορος,

καὶ βοάτω·

Χαίροις παμμακάριστε,

Θεοτόκε Ἁγνὴ ἀειπάρθενε.

Ἵνα σοι πιστοί,

τὸ Χαῖρε κραυγάζωμεν, οἱ διὰ σοῦ τῆς χαρᾶς,

μέτοχοι γενόμενοι,

τῆς ἀϊδίου, ῥῦσαι ἡμᾶς πειρασμοῦ,

βαρβαρικῆς ἁλώσεως,

καὶ πάσης ἄλλης πληγῆς,

διὰ πλῆθος, Κόρη παραπτώσεων,

ἐπιούσης βροτοῖς ἁμαρτάνουσιν.

Ὤφθης φωτισμός,

ἡμῶν καὶ βεβαίωσις· ὅθεν βοῶμέν σοι·

Χαῖρε ἄστρον ἄδυτον,

εἰσάγον κόσμῳ, τὸν μέγαν Ἥλιον,

χαῖρε Ἐδὲμ ἀνοίξασα,

τὴν κεκλεισμένην Ἁγνή,

χαῖρε στῦλε, πύρινε εἰσάγουσα,

εἰς τὴν ἄνω ζωὴν τὸ ἀνθρώπινον.

Στῶμεν εὐλαβῶς,

ἐν οἴκῳ Θεοῦ ἡμῶν, καὶ ἐκβοήσωμεν·

Χαῖρε κόσμου Δέσποινα,

χαῖρε Μαρία, Κυρία πάντων ἡμῶν,

χαῖρε ἡ μόνη ἄμωμος,

ἐν γυναιξὶ καὶ καλή,

χαῖρε σκεῦος, μύρον τὸ ἀκένωτον,

ἐπὶ σὲ κενωθὲν εἰσδεξάμενον.

Δόξα...

Ἡ περιστερά,

ἡ τὸν ἐλεήμονα ἀποκυήσασα,

χαῖρε ἀειπάρθενε Ὁσίων πάντων,

χαῖρε τὸ καύχημα,

τῶν Ἀθλητῶν στεφάνωμα,

χαῖρε ἁπάντων τε, τῶν Δικαίων,

θεῖον ἐγκαλλώπισμα,

καὶ ἡμῶν τῶν πιστῶν τὸ διάσωσμα.

Καὶ νῦν...

Φεῖσαι ὁ Θεός,

τῆς κληρονομίας σου, τὰς ἁμαρτίας ἡμῶν,

πάσας παραβλέπων νῦν,

εἰς τοῦτο ἔχων,

ἐκδυσωποῦσάν σε,

τὴν ἐπὶ γῆς ἀσπόρως σε, κυοφορήσασαν,

διὰ μέγα ἔλεος θελήσαντα,

μορφωθῆναι Χριστέ, τὸ ἀλλότριον.

Εἶτα τὸ Κοντάκιον δίχορον ἀργῶς.

Ἦχος πλ. δˊ Αὐτόμελον

Τῇ ὑπερμάχῳ στρατηγῷ τὰ νικητήρια,

ὡς λυτρωθεῖσα τῶν δεινῶν εὐχαριστήρια,

ἀναγράφω σοι ἡ Πόλις σου Θεοτόκε.

Ἀλλˊ ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον,

ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον,

ἵνα κράζω σοι· Χαῖρε νύμφη ἀνύμφευτε.

Ὁ Ἱερεὺς ἱστάμενος εἰς τὸν σωλέα πρὸ τῆς εἰκόνος τῆς Θεοτόκου, ἀπαγγέλλει ἐμμελῶς τὴν στάσιν τῶν Χαιρετισμῶν.

Ἦχος πλ. δˊ Αὐτόμελον

Τῇ ὑπερμάχῳ στρατηγῷ τὰ νικητήρια,

ὡς λυτρωθεῖσα τῶν δεινῶν εὐχαριστήρια,

ἀναγράφω σοι ἡ Πόλις σου Θεοτόκε.

Ἀλλˊ ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον,

ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον,

ἵνα κράζω σοι· Χαῖρε νύμφη ἀνύμφευτε.

Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς (ἐκ τρίτου).

Δόξα... Καὶ νῦν...

Παναγία Τριάς, ἐλέησον ἡμᾶς.

Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν.

Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν.

Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν,

ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε ἐλέησον (ἐκ τρίτου)

Δόξα... Καὶ νῦν...

Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπί τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία...

Ἑβδομάδα αˊ

Πίστιν Χριστοῦ ὡσεὶ θώρακα,

ἔνδον λαβὼν ἐν καρδίᾳ σου,

τὰς ἐναντίας δυνάμεις κατεπάτησας Πολύαθλε,

καὶ στέφει οὐρανίῳ ἐστέφθης

αἰωνίως, ὡς ἀήττητος.

Ἑβδομάδες βˊ – δˊ

Ὡς ἀπαρχὰς τῆς φύσεως,

τῷ φυτουργῷ τῆς κτίσεως,

ἡ οἰκουμένη προσφέρει σοι Κύριε,

τοὺς θεοφόρους Μάρτυρας,

ταῖς αὐτῶν ἱκεσίαις,

ἐν εἰρήνῃ βαθείᾳ, τὴν Ἐκκλησίαν σου,

διὰ τῆς Θεοτόκου

συντήρησον, πολυέλεε.

Κύριε ἐλέησον μˊ

Ὁ ἐν παντὶ καιρῷ καὶ πάσῃ ὥρᾳ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς προσκυνούμενος καὶ δοξαζόμενος Χριστὸς ὁ Θεός, ὁ μακρόθυμος, ὁ πολυέλεος, ὁ πολυεύσπλαγχνος, ὁ τοὺς δικαίους ἀγαπῶν καί τοὺς ἁμαρτωλοὺς ἐλεῶν, ὁ πάντας καλῶν πρὸς σωτηρίαν διά τῆς ἐπαγγελίας τῶν μελλόντων ἀγαθῶν, αὐτός Κύριε, πρόσδεξαι καὶ ἡμῶν ἐν τῇ ὥρᾳ ταύτῃ τὰς ἐντεύξεις καὶ ἴθυνον τὴν ζωὴν ἡμῶν πρὸς τὰς ἐντολάς σου. Τὰς ψυχὰς ἡμῶν ἁγίασον, τὰ σώματα ἅγνισον, τοὺς λογισμοὺς διόρθωσον, τὰς ἐννοίας κάθαρον καὶ ῥῦσαι ἡμᾶς ἀπὸ πάσης θλίψεως, κακῶν καὶ ὀδύνης. Τείχισον ἡμᾶς ἁγίοις σου Ἀγγέλοις, ἵνα τῇ παρεμβολῇ αὐτῶν φρουρούμενοι καὶ ὁδηγούμενοι καταντήσωμεν εἰς τὴν ἑνότητα της πίστεως καὶ εἰς τὴν ἐπίγνωσιν της ἀπροσίτου σου δόξης, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Κύριε ἐλέησον γˊ

Δόξα... Καὶ νῦν...

Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ,

τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν,

τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Ἐν ὀνόματι Κυρίου, εὐλόγησον Πατερ.

Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς...

Κύριε ἐλέησον (γˊ) καὶ σῶσον ἡμᾶς Παναγία Παρθένε.

Ἄσπιλε, ἀμόλυντε, ἄφθορε, ἄχραντε, ἁγνὴ Παρθένε, Θεόνυμφε Δέσποινα, ἡ Θεὸν Λόγον τοῖς ἀνθρώποις τῇ παραδόξῳ σου κυήσει ἑνώσασα καὶ τὴν ἀπωσθεῖσαν φύσιν τοῦ γένους ἡμῶν τοῖς οὐρανίοις συνάψασα, ἡ τῶν ἀπηλπισμένων μόνη ἐλπὶς καί τῶν πολεμουμένων βοήθεια, ἡ ἑτοίμη ἀντίληψις τῶν εἰς σὲ προστρεχόντων, καὶ πάντων τῶν Χριστιανῶν τὸ καταφύγιον· μὴ βδελύξῃ με τὸν ἁμαρτωλόν, τὸν ἐναγῆ, τὸν αἰσχροῖς λογισμοῖς καὶ λόγοις καὶ πράξεσιν ὅλον ἐμαυτὸν ἀχρειώσαντα, καί τῇ τῶν ἡδονῶν τοῦ βίου, ῥαθυμίᾳ γνώμης, δοῦλον γενόμενον· ἀλλˊ ὡς τοῦ φιλανθρώπου Θεοῦ Μήτηρ, φιλανθρώπως σπλαγχνίθητι ἐπˊ ἐμοὶ τῷ ἁμαρτωλῷ καὶ ἀσώτῳ, καὶ δέξαι μου τήν ἐκ ῥυπαρῶν χειλέων προσφερομένην σοι δέησιν· καὶ τὸν σὸν Υἱόν, καὶ ἡμῶν Δεσπότην καὶ Κύριον, τῇ μητρικῇ σου παρρησίᾳ χρωμένη δυσώπησον, ἵνα ἀνοίξῃ κἀμοὶ τὰ φιλάνθρωπα σπλάγχνα τῆς αὐτοῦ ἀγαθότητος καί, παριδὼν μου τὰ ἀναρίθμητα πταίσματα, ἐπιστρέψῃ με πρὸς μετάνοιαν καί τῶν αὐτοῦ ἐντολῶν ἐργάτην δόκιμον ἀναδείξῃ με. Καὶ πάρεσό μοι ἀεὶ ὡς ἐλεήμων καὶ συμπαθὴς καὶ φιλάγαθος, ἐν μὲν τῷ παρόντι βίῳ θερμὴ προστάτις καὶ βοηθός, τάς τῶν ἐναντίων ἐφόδους ἀποτειχίζουσα καὶ πρὸς σωτηρίαν καθοδηγοῦσά με· καὶ ἐν τῷ καιρῷ τῆς ἐξόδου μου τὴν ἀθλίαν μου ψυχὴν περιέπουσα καὶ τὰς σκοτεινὰς ὄψεις τῶν πονηρῶν δαιμόνων πόρρω αὐτῆς ἀπελαύνουσα· ἐν δὲ τῇ φοβερᾷ ἡμέρᾳ τῆς κρίσεως, τῆς αἰωνίου με ῥυομένη κολάσεως, καί τῆς ἀπορρήτου δόξης τοῦ σοῦ Υἱοῦ καὶ Θεοῦ ἡμῶν κληρονόμον με ἀποδεικνύουσα. Ἧς καὶ τύχοιμι, Δέσποινα μου, ὑπεραγία Θεοτόκε, διά τῆς σῆς μεσιτείας καὶ ἀντιλήψεως, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς Σου Υἱοῦ, τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. ᾯ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ αὐτοῦ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ δὸς ἡμῖν, Δέσποτα, πρὸς ὕπνον ἀπιοῦσιν, ἀνάπαυσιν σώματος καὶ ψυχῆς, καὶ διαφύλαξον ἡμᾶς ἀπό τοῦ ζοφεροῦ ὕπνου τῆς ἁμαρτίας καὶ ἀπὸ πάσης σκοτεινῆς καὶ νυκτερινῆς ἡδυπαθείας. Παῦσον τὰς ὁρμὰς τῶν παθῶν, σβέσον τὰ πεπυρωμένα βέλη τοῦ πονηροῦ τὰ καθˊ ἡμῶν δολίως κινούμενα. Τάς τῆς σαρκὸς ἡμῶν ἐπαναστάσεις κατάστειλον καὶ πᾶν γεῶδες καὶ ὑλικὸν ἡμῶν φρόνημα κοίμισον. Καὶ δώρησαι ἡμῖν, ὁ Θεός, γρήγορον νοῦν, σώφρονα λογισμόν, καρδίαν νήφουσαν, ὕπνον ἐλαφρόν καὶ πάσης σατανικῆς φαντασίας ἀπηλλαγμένον. Διανάστησον δὲ ἡμᾶς ἐν τῷ καιρῷ τῆς προσευχῆς ἐστηριγμένους ἐν ταῖς ἐντολαῖς σου καὶ τὴν μνήμην τῶν σῶν κριμάτων ἐν ἑαυτοῖς ἀπαράθραυστον ἔχοντας. Παννύχιον ἡμῖν τὴν σὴν δοξολογίαν χάρισαι εἰς τὸ ὑμνεῖν καὶ εὐλογεῖν καὶ δοξάζειν τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομα σου, τοῦ Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ὑπερένδοξε, ἀειπάρθενε, εὐλογημένη Θεοτόκε, προσάγαγε τὴν ἡμετέραν προσευχὴν τῷ Υἱῷ σου καὶ Θεῷ ἡμῶν, καὶ αἴτησαι ἵνα σώσῃ διά σοῦ τὰς ψυχὰς ἡμῶν.

Ἡ ἐλπίς μου ὁ Πατήρ, καταφυγή μου ὁ Υἱός, σκέπη μου τὸ Πνεῦμα τὸ ἅγιον, Τριὰς ἁγία, δόξα σοι.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μήτηρ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

ὁ Ἱερεὺς ἀμέσως τὴν Ἀπόλυσιν...

Ἑβδομάδα αˊ

Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς...

Σοφία, ὀρθοί, ἀκούσωμεν... Εἰρήνη πᾶσι.

Καὶ τῶ πνεύματί σου.

Ἐκ τοῦ κατὰ Ἰωάννην...

Πρόσχωμεν.

Δόξα σοι, Κύριε, δόξα σοι.

Καὶ ἀναγινώσκει ὁ Ἱερεὺς τὸ Εὐαγγέλιον τῆς Παννυχίδος.

Δόξα σοι Κύριε, δόξα σοι.

ὁ Ἱερεὺς ἀμέσως τὴν Ἀπόλυσιν...

• Εὐξώμεθα ὑπὲρ εἰρήνης τοῦ κόσμου.

• Ὑπερ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων Χριστιανῶν.

• Ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.

• Ὑπὲρ τοῦ εὐσεβοῦς ἡμῶν ἔθνους.

• Ὑπὲρ εὐοδώσεως καὶ ἐνισχύσεως τοῦ φιλοχρίστου στρατοῦ.

• Ὑπερ τῶν ἀπολειφθέντων πατέρων, καὶ ἀδελφῶν ἡμῶν.

• Ὑπερ τῶν διακονούντων καὶ διακονησάντων ἡμῖν.

• Ὑπὲρ τῶν μισούντων καὶ ἀγαπώντων ἡμᾶς.

• Ὑπερ τῶν ἐντειλαμένων ἡμῖν τοὶς ἀναξίοις εὔχεσθαι ὑπὲρ αὐτῶν.

• Ὑπὲρ ἀναρρύσεως τῶν αἰχμαλώτων.

• Ὑπερ τῶν ἐν θαλάσσῃ καλῶς πλεόντων.

• Ὑπὲρ τῶν ἐν ἀσθενείαις κατακειμένων.

• Εὐξώμεθα καὶ ὑπὲρ εὐφορίας τῶν καρπῶν τῆς γῆς.

• Καὶ ὑπὲρ πάντων τῶν προαναπαυσαμένων πατέρων καὶ ἀδελφῶν ἡμῶν, τῶν ἐνθάδε εὐσεβῶς κειμένων, καὶ ἁπανταχοῦ Ὀρθοδόξων.

• Εἴπωμεν καὶ ὑπὲρ ἑαυτῶν, τὸ Κύριε, ἐλέησον, (γˊ ).

Ἦχος γ

Τὴν ὡραιότητα,

τῆς παρθενίας σου,

καὶ τὸ ὑπέρλαμπρον,

τὸ τῆς ἁγνείας σου,

ὁ Γαβριὴλ καταπλαγείς,

ἐβόα σοι Θεοτόκε.

Ποῖόν σοι ἐγκώμιον,

προσαγάγω ἐπάξιον,

τί δὲ ὀνομάσω σε;

ἀπορῶ καὶ ἐξίσταμαι·

διὸ ὡς προσετάγην βοῶ σοι·

Χαῖρε ἡ Κεχαριτωμένη.

Διˊ εὐχῶν... Ἀμήν.

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΑΠΟΔΕΙΠΝΟΥ

Ακάθιστος Ύμνος

ἑβδομάδα ε΄

Ὁ Ἱερεὺς ἱστάμενος εἰς τὸν σωλέα πρὸ τῆς εἰκόνος τῆς Θεοτόκου, ἀπαγγέλλει ἐμμελῶς τὴν αˊ στάσιν τῶν Χαιρετισμῶν.

Χαρᾶς δοχεῖον, σοὶ πρέπει χαίρειν μόνη. Ἰωσήφ.

Ποίημα Ἰωσὴφ τοῦ Ὑμνογράφου.

ᾨδὴ αˊ, Ἦχος δˊ, Ὁ Εἱρμὸς

Ἀνοίξω τὸ στόμα μου,

καὶ πληρωθήσεται Πνεύματος,

καὶ λόγον ἐρεύξομαι,

τῇ Βασιλίδι Μητρί,

καὶ ὀφθήσομαι,

φαιδρῶς πανηγυρίζων,

καὶ ᾄσω γηθόμενος,

ταύτης τὰ θαύματα. (δίς)

Χριστοῦ βίβλον ἔμψυχον,

ἐσφραγισμένην σε Πνεύματι·

Ὁ μέγας Ἀρχάγγελος,

Ἁγνὴ θεώμενος,

ἐπεφώνει σοι·

Χαῖρε χαρᾶς δοχεῖον,

διˊ ἧς τῆς Προμήτορος

ἀρὰ λυθήσεται.

Ἀδὰμ ἐπανόρθωσις,

χαῖρε Παρθένε Θεόνυμφε,

τοῦ ᾍδου ἡ νέκρωσις,

χαῖρε πανάμωμε,

τὸ παλάτιον,

τοῦ μόνου Βασιλέως.

χαῖρε θρόνε πύρινε,

τοῦ Παντοκράτορος,

Δόξα...

Ῥόδον τὸ ἀμάραντον,

χαῖρε ἡ μόνη βλαστήσασα,

τὸ μῆλον τὸ εὔοσμον,

χαῖρε ἡ τέξασα,

τὸ ὀσφράδιον,

τοῦ πάντων Βασιλέως,

χαῖρε ἀπειρόγαμε,

κόσμου διάσωσμα.

Καὶ νῦν...

Ἁγνείας θησαύρισμα,

χαῖρε διˊ ἧς ἐκ τοῦ πτώματος,

ἡμῶν ἐξανέστημεν,

χαῖρε ἡδύπνοον

κρίνον Δέσποινα,

πιστοὺς εὐωδιάζον,

θυμίαμα εὔοσμον,

μύρον πολύτιμον.

ᾨδὴ γˊ, Ὁ Εἱρμὸς

Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε,

ὡς ζῶσα καὶ ἄφθονος πηγή,

θίασον συγκροτήσαντας

πνευματικόν, στερέωσον·

καὶ ἐν τῇ θείᾳ δόξῃ σου,

στεφάνων δόξης ἀξίωσον (δίς).

Στάχυν ἡ βλαστήσασα τὸν θεῖον,

ὡς χώρα ἀνήροτος σαφῶς,

χαῖρε ἔμψυχε τράπεζα,

ἄρτον ζωῆς χωρήσασα,

χαῖρε τοῦ ζῶντος ὕδατος,

πηγὴ ἀκένωτος Δέσποινα.

Δάμαλις τὸν μόσχον ἡ τεκοῦσα,

τὸν ἄμωμον, χαῖρε τοῖς πιστοῖς,

χαῖρε ἀμνὰς κυήσασα,

Θεοῦ ἀμνὸν τὸν αἴροντα,

κόσμου παντὸς τὰ πταίσματα,

χαῖρε θερμὸν ἱλαστήριον.

Δόξα...

Ὄρθρος φαεινὸς χαῖρε ἡ μόνη,

τὸν Ἥλιον φέρουσα Χριστόν,

φωτὸς κατοικητήριον,

χαῖρε τὸ σκότος λύσασα,

καὶ τοὺς ζοφώδεις δαίμονας,

ὁλοτελῶς ἐκμειώσασα.

Καὶ νῦν...

Χαῖρε πύλη μόνη ἣν ὁ Λόγος,

διώδευσε μόνος ἡ μοχλούς,

καὶ πύλας ᾍδου Δέσποινα,

τῷ τόκῳ σου συντρίψασα,

χαῖρε ἡ θεία εἴσοδος,

τῶν σῳζομένων πανύμνητε.

Ἦχος πλ. δˊ Αὐτόμελον

Τῇ ὑπερμάχῳ στρατηγῷ τὰ νικητήρια,

ὡς λυτρωθεῖσα τῶν δεινῶν εὐχαριστήρια,

ἀναγράφω σοι ἡ Πόλις σου Θεοτόκε.

Ἀλλˊ ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον,

ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον,

ἵνα κράζω σοι· Χαῖρε νύμφη ἀνύμφευτε.

Ὁ Ἱερεὺς ἱστάμενος εἰς τὸν σωλέα πρὸ τῆς εἰκόνος τῆς Θεοτόκου, ἀπαγγέλλει ἐμμελῶς τὴν βˊ στάσιν τῶν Χαιρετισμῶν.

ᾨδὴ δˊ, Ὁ Εἱρμὸς

Ὁ καθήμενος ἐν δόξῃ,

ἐπὶ θρόνου Θεότητος,

ἐν νεφέλῃ κούφῃ,

ἦλθεν Ἰησοῦς ὁ ὑπέρθεος,

τῇ ἀ­κη­ρά­τῳ Παρ­θέ­νῳ, καὶ διέ­σω­σε,

τοὺς κραυγάζοντας·

δόξα Χριστὲ τῇ δυνάμει σου.

Ἐν φωναῖς ᾀσμάτων πίστει,

σοὶ βοῶμεν Πανύμνητε,

Χαῖρε πῖον ὄρος,

καὶ τετυρωμένον ἐν Πνεύματι,

χαῖρε λυχνία καὶ στάμνε,

Μάννα φέρουσα, τὸ γλυκαῖνον,

τὰ τῶν εὐσεβῶν αἰσθητήρια.

Ἱλαστήριον τοῦ κόσμου,

χαῖρε ἄχραντε Δέσποινα,

χαῖρε κλῖμαξ γῆθεν,

πάντας ἀνυψώσασα χάριτι,

χαῖρε ἡ γέφυρα ὄντως, ἡ μετάγουσα,

ἐκ θανάτου πάντας,

πρὸς ζωήν τοὺς ὑμνοῦντάς σε.

Οὐρανῶν ὑψηλοτέρα,

χαῖρε γῆς τὸ θεμέλιον,

ἐν τῇ σῇ νηδύϊ,

Ἄχραντε ἀκόπως βαστάσασα,

χαῖρε κογχύλη πορφύραν θείαν βάψασα,

ἐξ αἱμάτων σου,

τῷ Βασιλεῖ τῶν Δυνάμεων.

Δόξα...

Νομοθέτην ἡ τεκοῦσα,

ἀληθῶς χαῖρε Δέσποινα,

τὸν τὰς ἀνομίας,

πάντων δωρεὰν ἐξαλείφοντα,

ἀκατανόητον βάθος, ὕψος ἄρρητον,

ἀπειρόγαμε,

διˊ ἧς ἡμεῖς ἐθεώθημεν.

Καὶ νῦν...

Σὲ τὴν πλέξασαν τῷ κόσμῳ,

ἀχειρόπλοκον στέφανον,

ἀνυμνολογοῦμεν·

Χαῖρέ σοι Παρθένε κραυγάζοντες,

τὸ φυλακτήριον πάντων καὶ χαράκωμα,

καὶ κραταίωμα,

καὶ ἱερὸν καταφύγιον.

ᾨδὴ εˊ, Ὁ Εἱρμὸς

Ἐξέστη τὰ σύμπαντα,

ἐπὶ τῇ θείᾳ δόξῃ σου,

σὺ γὰρ ἀπειρόγαμε Παρθένε,

ἔσχες ἐν μήτρᾳ,

τὸν ἐπὶ πάντων Θεόν,

καὶ τέτοκας ἄχρονον Υἱόν,

πᾶσι τοῖς ὑμνοῦσί σε,

σωτηρίαν βραβεύοντα.

Ὁδὸν ἡ κυήσασα,

ζωῆς χαῖρε Πανάμωμε,

ἡ κατακλυσμοῦ τῆς ἁμαρτίας,

σώσασα κόσμον,

χαῖρε Θεόνυμφε,

ἄκουσμα καὶ λάλημα φρικτόν,

χαῖρε ἐνδιαίτημα,

τοῦ Δεσπότου τῆς κτίσεως.

Ἰσχὺς καὶ ὀχύρωμα,

ἀνθρώπων χαῖρε Ἄχραντε,

τόπε ἁγιάσματος τῆς δόξης,

νέκρωσις ᾍδου,

νυμφὼν ὁλόφωτε,

χαῖρε τῶν Ἀγγέλων χαρμονή,

χαῖρε ἡ βοήθεια,

τῶν πιστῶς δεομένων σου.

Πυρίμορφον ὄχημα,

τοῦ Λόγου χαῖρε Δέσποινα,

ἔμψυχε Παράδεισε τὸ ξύλον,

ἐν μέσῳ ἔχων ζωῆς

τὸν Κύριον,

οὗ ὁ γλυκασμὸς ζωοποιεῖ,

πίστει τοὺς μετέχοντας,

καὶ φθορᾷ ὑποκύψαντας.

Δόξα...

Ῥωννύμενοι σθένει σου,

πιστῶς ἀναβοῶμέν σοι·

Χαῖρε πόλις τοῦ Παμβασιλέως,

δεδοξασμένα,

καὶ ἀξιάκουστα,

περὶ ἧς λελάληνται σαφῶς,

ὄρος ἀλατόμητον,

χαῖρε βάθος ἀμέτρητον.

Καὶ νῦν...

Εὐρύχωρον σκήνωμα,

τοῦ Λόγου χαῖρε Ἄχραντε,

κόχλος ἡ τόν, θεῖον μαργαρίτην,

προαγαγοῦσα,

χαῖρε πανθαύμαστε,

πάντων πρὸς Θεὸν καταλλαγὴ

τῶν μακαριζόντων σε,

Θεοτόκε ἑκάστοτε.

ᾨδὴ ςˊ, Ὁ Εἱρμὸς

Τὴν θείαν ταύτην καὶ πάντιμον,

τελοῦντες ἑορτὴν οἱ θεόφρονες,

τῆς Θεομήτορος,

δεῦτε τάς χεῖρας κροτήσωμεν,

τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες (δίς).

Παστὰς τοῦ Λόγου ἀμόλυντε,

αἰτία τῆς τῶν πάντων θεώσεως,

χαῖρε Πανάχραντε,

τῶν Προφητῶν περιήχημα,

χαῖρε τῶν Ἀποστόλων, τὸ ἐγκαλλώπισμα.

Ἐκ σοῦ ἡ δρόσος ἀπέσταξε,

φλογμὸν πολυθεΐας ἡ λύσασα·

ὅθεν βοῶμέν σοι·

Χαῖρε, ὁ πόκος ὁ ἔνδροσος,

ὃν Γεδεὼν Παρθένε, προεθεάσατο.

Δόξα...

Ἰδοὺ σοι Χαῖρε κραυγάζομεν,

λιμὴν ἡμῖν γενοῦ θαλαττεύουσι

καὶ ὁρμητήριον,

ἐν τῷ πελάγει τῶν θλίψεων,

καὶ τῶν σκανδάλων πάντων, τοῦ πολεμήτορος.

Καὶ νῦν...

Χαρᾶς αἰτία χαρίτωσον,

ἡμῶν τὸν λογισμὸν τοῦ κραυγάζειν σοι·

Χαῖρε ἡ ἄφλεκτος βάτος,

νεφέλη ὁλόφωτε,

ἡ τοὺς πιστοὺς ἀπαύστως, ἐπισκιάζουσα.

Ἦχος πλ. δˊ Αὐτόμελον

Τῇ ὑπερμάχῳ στρατηγῷ τὰ νικητήρια,

ὡς λυτρωθεῖσα τῶν δεινῶν εὐχαριστήρια,

ἀναγράφω σοι ἡ Πόλις σου Θεοτόκε.

Ἀλλˊ ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον,

ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον,

ἵνα κράζω σοι· Χαῖρε νύμφη ἀνύμφευτε.

Ὁ Ἱερεὺς ἱστάμενος εἰς τὸν σωλέα πρὸ τῆς εἰκόνος τῆς Θεοτόκου, ἀπαγγέλλει ἐμμελῶς τὴν γˊ στάσιν τῶν Χαιρετισμῶν.

ᾨδὴ ζˊ, Ὁ Εἱρμὸς

Οὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες,

παρὰ τὸν Κτίσαντα,

ἀλλὰ πυρὸς ἀπειλήν;

ἀνδρείως πατήσαντες,

χαίροντες ἔψαλλον.

Ὑπερύμνητε,

ὁ τῶν Πατέρων Κύριος,

καὶ Θεὸς εὐλογητὸς εἶ.

Ἀνυμνοῦμέν σε, βοῶντες·

Χαῖρε ὄχημα, Ἡλίου τοῦ νοητοῦ,

ἄμπελος ἀληθινή,

τὸν βότρυν τὸν πέπειρον,

ἡ γεωργήσασα,

οἶνον στάζοντα,

τὸν τὰς ψυχὰς εὐφραίνοντα,

τῶν πιστῶς σε δοξαζόντων.

Ἰατῆρα, τῶν ἀνθρώπων ἡ κυήσασα

χαῖρε Θεόνυμφε,

ἡ ῥάβδος ἡ μυστική,

ἄνθος τὸ ἀμάραντον,

ἡ ἐξανθήσασα,

χαῖρε Δέσποινα,

διˊ ἧς χαρὰς πληρούμεθα,

καὶ ζωὴν κληρονομοῦμεν.

Ῥητορεύουσα, οὐ σθένει γλῶσσα

Δέσποινα, ὑμνολογῆσαί σε·

ὑπὲρ γὰρ τὰ Σεραφείμ,

ὑψώθης κυήσασα,

τὸν Βασιλέα Χριστόν,

ὃν ἱκέτευε,

πάσης νῦν βλάβης ῥύσασθαι,

τοὺς πιστῶς σε προσκυνοῦντας.

Δόξα...

Εὐφημεῖ σε, μακαρίζοντα τὰ πέρατα,

καὶ ἀνακράζει σοι·

Χαῖρε ὁ τόμος ἐν ᾧ,

δακτύλῳ ἐγγέγραπται,

Πατρὸς ὁ Λόγος Ἁγνή,

ὃν ἱκέτευε,

βίβλῳ ζωῆς τους δούλους σου,

καταγράψαι Θεοτόκε.

Καὶ νῦν...

Ἱκετεύομεν οἱ δοῦλοί σου καὶ κλίνομεν,

γόνυ καρδίας ἡμῶν.

Κλῖνον τὸ οὖς σου Ἁγνή,

καὶ σῶσον τοὺς θλίψεσι,

βυθιζόμενους ἡμᾶς,

καὶ συντήρησον,

πάσης ἐχθρῶν ἁλώσεως,

τὴν σὴν Πόλιν Θεοτόκε.

ᾨδὴ ηˊ, Ὁ Εἱρμὸς

Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ,

ὁ τόκος τῆς Θεοτόκου διεσώσατο,

τότε μὲν τυπούμενος,

νῦν δὲ ἐνεργούμενος,

τὴν οἰκουμένην ἅπασαν,

ἀγείρει ψάλλουσαν.

Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα,

καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Νηδύϊ τὸν Λόγον ὑπεδέξω,

τὸν πάντα βαστάζοντα ἐβάστασας,

γάλακτι ἐξέθρεψας,

νεύματι τὸν τρέφοντα,

τὴν οἰκουμένην ἅπασαν,

Ἁγνὴ ᾧ ψάλλομεν·

Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα,

καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Μωσῆς κατενόησεν ἐν βάτῳ,

τὸ μέγα μυστήριον τοῦ τόκου σου.

Παῖδες προεικόνισαν,

τοῦτο ἐμφανέστατα

μέσον πυρὸς ἱστάμενοι,

καὶ μὴ φλεγόμενοι,

ἀκήρατε ἁγία Παρθένε·

ὅθεν σε ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Οἱ πρῴην ἀπάτῃ γυμνωθέντες,

στολὴν ἀφθαρσίας ἐνεδύθημεν,

τῇ κυοφορίᾳ σου,

καὶ οἱ καθεζόμενοι,

ἐν σκότει παραπτώσεων,

φῶς κατωπτεύσαμεν,

φωτὸς κατοικητήριον, Κόρη·

ὅθεν σε ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Δόξα...

Νεκροὶ διὰ σοῦ ζωοποιοῦνται·

ζωὴν γὰρ τὴν ἐνυπόστατον ἐκύησας,

εὔλαλοι οἱ ἄλαλοι,

πρῴην χρηματίζοντες,

λεπροὶ ἀποκαθαίρονται,

νόσοι διώκονται,

πνευμάτων ἀερίων τὰ πλήθη,

ἥττηνται Παρθένε, βροτῶν ἡ σωτηρία.

Καὶ νῦν...

Ἡ κόσμῳ τεκοῦσα σωτηρίαν,

διˊ ἧς ἀπὸ γῆς εἰς ὕψος ἤρθημεν,

χαίροις παντευλόγητε,

σκέπη καὶ κραταίωμα,

τεῖχος καὶ ὀχύρωμα,

τῶν μελῳδούντων Ἁγνή.

Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα,

καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θˊ, Ὁ Εἱρμὸς

Ἅπας γηγενής,

σκιρτάτω τῷ πνεύματι λαμπαδουχούμενος,

πανηγυριζέτω δέ,

αὔλων Νόων φύσις γεραίρουσα,

τὴν ἱερὰν πανήγυριν, τῆς Θεομήτορος,

καὶ βοάτω·

Χαίροις παμμακάριστε,

Θεοτόκε Ἁγνὴ ἀειπάρθενε.

Ἵνα σοι πιστοί,

τὸ Χαῖρε κραυγάζωμεν, οἱ διὰ σοῦ τῆς χαρᾶς,

μέτοχοι γενόμενοι,

τῆς ἀϊδίου, ῥῦσαι ἡμᾶς πειρασμοῦ,

βαρβαρικῆς ἁλώσεως,

καὶ πάσης ἄλλης πληγῆς,

διὰ πλῆθος, Κόρη παραπτώσεων,

ἐπιούσης βροτοῖς ἁμαρτάνουσιν.

Ὤφθης φωτισμός,

ἡμῶν καὶ βεβαίωσις· ὅθεν βοῶμέν σοι·

Χαῖρε ἄστρον ἄδυτον,

εἰσάγον κόσμῳ, τὸν μέγαν Ἥλιον,

χαῖρε Ἐδὲμ ἀνοίξασα,

τὴν κεκλεισμένην Ἁγνή,

χαῖρε στῦλε, πύρινε εἰσάγουσα,

εἰς τὴν ἄνω ζωὴν τὸ ἀνθρώπινον.

Στῶμεν εὐλαβῶς,

ἐν οἴκῳ Θεοῦ ἡμῶν, καὶ ἐκβοήσωμεν·

Χαῖρε κόσμου Δέσποινα,

χαῖρε Μαρία, Κυρία πάντων ἡμῶν,

χαῖρε ἡ μόνη ἄμωμος,

ἐν γυναιξὶ καὶ καλή,

χαῖρε σκεῦος, μύρον τὸ ἀκένωτον,

ἐπὶ σὲ κενωθὲν εἰσδεξάμενον.

Δόξα...

Ἡ περιστερά,

ἡ τὸν ἐλεήμονα ἀποκυήσασα,

χαῖρε ἀειπάρθενε Ὁσίων πάντων,

χαῖρε τὸ καύχημα,

τῶν Ἀθλητῶν στεφάνωμα,

χαῖρε ἁπάντων τε, τῶν Δικαίων,

θεῖον ἐγκαλλώπισμα,

καὶ ἡμῶν τῶν πιστῶν τὸ διάσωσμα.

Καὶ νῦν...

Φεῖσαι ὁ Θεός,

τῆς κληρονομίας σου, τὰς ἁμαρτίας ἡμῶν,

πάσας παραβλέπων νῦν,

εἰς τοῦτο ἔχων,

ἐκδυσωποῦσάν σε,

τὴν ἐπὶ γῆς ἀσπόρως σε, κυοφορήσασαν,

διὰ μέγα ἔλεος θελήσαντα,

μορφωθῆναι Χριστέ, τὸ ἀλλότριον.

Ἦχος πλ. δˊ Αὐτόμελον

Τῇ ὑπερμάχῳ στρατηγῷ τὰ νικητήρια,

ὡς λυτρωθεῖσα τῶν δεινῶν εὐχαριστήρια,

ἀναγράφω σοι ἡ Πόλις σου Θεοτόκε.

Ἀλλˊ ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον,

ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον,

ἵνα κράζω σοι· Χαῖρε νύμφη ἀνύμφευτε.

Ὁ Ἱερεὺς ἱστάμενος εἰς τὸν σωλέα πρὸ τῆς εἰκόνος τῆς Θεοτόκου, ἀπαγγέλλει ἐμμελῶς τὴν δˊ στάσιν τῶν Χαιρετισμῶν.

Εἶτα τὸ Κοντάκιον δίχορον ἀργῶς.

Ἦχος πλ. δˊ Αὐτόμελον

Τῇ ὑπερμάχῳ στρατηγῷ τὰ νικητήρια,

ὡς λυτρωθεῖσα τῶν δεινῶν εὐχαριστήρια,

ἀναγράφω σοι ἡ Πόλις σου Θεοτόκε.

Ἀλλˊ ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον,

ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον,

ἵνα κράζω σοι· Χαῖρε νύμφη ἀνύμφευτε.

Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς (ἐκ τρίτου).

Δόξα... Καὶ νῦν...

Παναγία Τριάς, ἐλέησον ἡμᾶς.

Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν.

Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν.

Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν,

ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε ἐλέησον (ἐκ τρίτου)

Δόξα... Καὶ νῦν...

Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπί τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία...

Ἦχος πλ. δˊ Αὐτόμελον

Τῇ ὑπερμάχῳ στρατηγῷ τὰ νικητήρια,

ὡς λυτρωθεῖσα τῶν δεινῶν εὐχαριστήρια,

ἀναγράφω σοι ἡ Πόλις σου Θεοτόκε.

Ἀλλˊ ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον,

ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον,

ἵνα κράζω σοι· Χαῖρε νύμφη ἀνύμφευτε.

Κύριε ἐλέησον μˊ

Ὁ ἐν παντὶ καιρῷ καὶ πάσῃ ὥρᾳ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς προσκυνούμενος καὶ δοξαζόμενος Χριστὸς ὁ Θεός, ὁ μακρόθυμος, ὁ πολυέλεος, ὁ πολυεύσπλαγχνος, ὁ τοὺς δικαίους ἀγαπῶν καί τοὺς ἁμαρτωλοὺς ἐλεῶν, ὁ πάντας καλῶν πρὸς σωτηρίαν διά τῆς ἐπαγγελίας τῶν μελλόντων ἀγαθῶν, αὐτός Κύριε, πρόσδεξαι καὶ ἡμῶν ἐν τῇ ὥρᾳ ταύτῃ τὰς ἐντεύξεις καὶ ἴθυνον τὴν ζωὴν ἡμῶν πρὸς τὰς ἐντολάς σου. Τὰς ψυχὰς ἡμῶν ἁγίασον, τὰ σώματα ἅγνισον, τοὺς λογισμοὺς διόρθωσον, τὰς ἐννοίας κάθαρον καὶ ῥῦσαι ἡμᾶς ἀπὸ πάσης θλίψεως, κακῶν καὶ ὀδύνης. Τείχισον ἡμᾶς ἁγίοις σου Ἀγγέλοις, ἵνα τῇ παρεμβολῇ αὐτῶν φρουρούμενοι καὶ ὁδηγούμενοι καταντήσωμεν εἰς τὴν ἑνότητα της πίστεως καὶ εἰς τὴν ἐπίγνωσιν της ἀπροσίτου σου δόξης, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Κύριε ἐλέησον γˊ

Δόξα... Καὶ νῦν...

Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ,

τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν,

τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Ἐν ὀνόματι Κυρίου, εὐλόγησον Πατερ.

Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς...

Κύριε ἐλέησον (γˊ) καὶ σῶσον ἡμᾶς Παναγία Παρθένε.

Ἄσπιλε, ἀμόλυντε, ἄφθορε, ἄχραντε, ἁγνὴ Παρθένε, Θεόνυμφε Δέσποινα, ἡ Θεὸν Λόγον τοῖς ἀνθρώποις τῇ παραδόξῳ σου κυήσει ἑνώσασα καὶ τὴν ἀπωσθεῖσαν φύσιν τοῦ γένους ἡμῶν τοῖς οὐρανίοις συνάψασα, ἡ τῶν ἀπηλπισμένων μόνη ἐλπὶς καί τῶν πολεμουμένων βοήθεια, ἡ ἑτοίμη ἀντίληψις τῶν εἰς σὲ προστρεχόντων, καὶ πάντων τῶν Χριστιανῶν τὸ καταφύγιον· μὴ βδελύξῃ με τὸν ἁμαρτωλόν, τὸν ἐναγῆ, τὸν αἰσχροῖς λογισμοῖς καὶ λόγοις καὶ πράξεσιν ὅλον ἐμαυτὸν ἀχρειώσαντα, καί τῇ τῶν ἡδονῶν τοῦ βίου, ῥαθυμίᾳ γνώμης, δοῦλον γενόμενον· ἀλλˊ ὡς τοῦ φιλανθρώπου Θεοῦ Μήτηρ, φιλανθρώπως σπλαγχνίθητι ἐπˊ ἐμοὶ τῷ ἁμαρτωλῷ καὶ ἀσώτῳ, καὶ δέξαι μου τήν ἐκ ῥυπαρῶν χειλέων προσφερομένην σοι δέησιν· καὶ τὸν σὸν Υἱόν, καὶ ἡμῶν Δεσπότην καὶ Κύριον, τῇ μητρικῇ σου παρρησίᾳ χρωμένη δυσώπησον, ἵνα ἀνοίξῃ κἀμοὶ τὰ φιλάνθρωπα σπλάγχνα τῆς αὐτοῦ ἀγαθότητος καί, παριδὼν μου τὰ ἀναρίθμητα πταίσματα, ἐπιστρέψῃ με πρὸς μετάνοιαν καί τῶν αὐτοῦ ἐντολῶν ἐργάτην δόκιμον ἀναδείξῃ με. Καὶ πάρεσό μοι ἀεὶ ὡς ἐλεήμων καὶ συμπαθὴς καὶ φιλάγαθος, ἐν μὲν τῷ παρόντι βίῳ θερμὴ προστάτις καὶ βοηθός, τάς τῶν ἐναντίων ἐφόδους ἀποτειχίζουσα καὶ πρὸς σωτηρίαν καθοδηγοῦσά με· καὶ ἐν τῷ καιρῷ τῆς ἐξόδου μου τὴν ἀθλίαν μου ψυχὴν περιέπουσα καὶ τὰς σκοτεινὰς ὄψεις τῶν πονηρῶν δαιμόνων πόρρω αὐτῆς ἀπελαύνουσα· ἐν δὲ τῇ φοβερᾷ ἡμέρᾳ τῆς κρίσεως, τῆς αἰωνίου με ῥυομένη κολάσεως, καί τῆς ἀπορρήτου δόξης τοῦ σοῦ Υἱοῦ καὶ Θεοῦ ἡμῶν κληρονόμον με ἀποδεικνύουσα. Ἧς καὶ τύχοιμι, Δέσποινα μου, ὑπεραγία Θεοτόκε, διά τῆς σῆς μεσιτείας καὶ ἀντιλήψεως, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς Σου Υἱοῦ, τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. ᾯ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ αὐτοῦ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ δὸς ἡμῖν, Δέσποτα, πρὸς ὕπνον ἀπιοῦσιν, ἀνάπαυσιν σώματος καὶ ψυχῆς, καὶ διαφύλαξον ἡμᾶς ἀπό τοῦ ζοφεροῦ ὕπνου τῆς ἁμαρτίας καὶ ἀπὸ πάσης σκοτεινῆς καὶ νυκτερινῆς ἡδυπαθείας. Παῦσον τὰς ὁρμὰς τῶν παθῶν, σβέσον τὰ πεπυρωμένα βέλη τοῦ πονηροῦ τὰ καθˊ ἡμῶν δολίως κινούμενα. Τάς τῆς σαρκὸς ἡμῶν ἐπαναστάσεις κατάστειλον καὶ πᾶν γεῶδες καὶ ὑλικὸν ἡμῶν φρόνημα κοίμισον. Καὶ δώρησαι ἡμῖν, ὁ Θεός, γρήγορον νοῦν, σώφρονα λογισμόν, καρδίαν νήφουσαν, ὕπνον ἐλαφρόν καὶ πάσης σατανικῆς φαντασίας ἀπηλλαγμένον. Διανάστησον δὲ ἡμᾶς ἐν τῷ καιρῷ τῆς προσευχῆς ἐστηριγμένους ἐν ταῖς ἐντολαῖς σου καὶ τὴν μνήμην τῶν σῶν κριμάτων ἐν ἑαυτοῖς ἀπαράθραυστον ἔχοντας. Παννύχιον ἡμῖν τὴν σὴν δοξολογίαν χάρισαι εἰς τὸ ὑμνεῖν καὶ εὐλογεῖν καὶ δοξάζειν τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομα σου, τοῦ Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ὑπερένδοξε, ἀειπάρθενε, εὐλογημένη Θεοτόκε, προσάγαγε τὴν ἡμετέραν προσευχὴν τῷ Υἱῷ σου καὶ Θεῷ ἡμῶν, καὶ αἴτησαι ἵνα σώσῃ διά σοῦ τὰς ψυχὰς ἡμῶν.

Ἡ ἐλπίς μου ὁ Πατήρ, καταφυγή μου ὁ Υἱός, σκέπη μου τὸ Πνεῦμα τὸ ἅγιον, Τριὰς ἁγία, δόξα σοι.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μήτηρ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

ὁ Ἱερεὺς ἀμέσως τὴν Ἀπόλυσιν...

• Εὐξώμεθα ὑπὲρ εἰρήνης τοῦ κόσμου.

• Ὑπερ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων Χριστιανῶν.

• Ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.

• Ὑπὲρ τοῦ εὐσεβοῦς ἡμῶν ἔθνους.

• Ὑπὲρ εὐοδώσεως καὶ ἐνισχύσεως τοῦ φιλοχρίστου στρατοῦ.

• Ὑπερ τῶν ἀπολειφθέντων πατέρων, καὶ ἀδελφῶν ἡμῶν.

• Ὑπερ τῶν διακονούντων καὶ διακονησάντων ἡμῖν.

• Ὑπὲρ τῶν μισούντων καὶ ἀγαπώντων ἡμᾶς.

• Ὑπερ τῶν ἐντειλαμένων ἡμῖν τοὶς ἀναξίοις εὔχεσθαι ὑπὲρ αὐτῶν.

• Ὑπὲρ ἀναρρύσεως τῶν αἰχμαλώτων.

• Ὑπερ τῶν ἐν θαλάσσῃ καλῶς πλεόντων.

• Ὑπὲρ τῶν ἐν ἀσθενείαις κατακειμένων.

• Εὐξώμεθα καὶ ὑπὲρ εὐφορίας τῶν καρπῶν τῆς γῆς.

• Καὶ ὑπὲρ πάντων τῶν προαναπαυσαμένων πατέρων καὶ ἀδελφῶν ἡμῶν, τῶν ἐνθάδε εὐσεβῶς κειμένων, καὶ ἁπανταχοῦ Ὀρθοδόξων.

• Εἴπωμεν καὶ ὑπὲρ ἑαυτῶν, τὸ Κύριε, ἐλέησον, (γˊ ).

Ἦχος γ

Τὴν ὡραιότητα,

τῆς παρθενίας σου,

καὶ τὸ ὑπέρλαμπρον,

τὸ τῆς ἁγνείας σου,

ὁ Γαβριὴλ καταπλαγείς,

ἐβόα σοι Θεοτόκε.

Ποῖόν σοι ἐγκώμιον,

προσαγάγω ἐπάξιον,

τί δὲ ὀνομάσω σε;

ἀπορῶ καὶ ἐξίσταμαι·

διὸ ὡς προσετάγην βοῶ σοι·

Χαῖρε ἡ Κεχαριτωμένη.

Διˊ εὐχῶν... Ἀμήν.

Στάσεις

Ἦχος πλ. δˊ Αὐτόμελον

Τὴ ὑπερμάχω στρατηγῶ τὰ νικητήρια, ὡς λυτρωθεῖσα τῶν δεινῶν, εὐχαριστήρια, ἀναγράφω σοὶ ἡ Πόλις σου, Θεοτόκε, ἀλλˊ ὦς ἔχουσα τὸ κράτος ἀπροσμάχητον, ἐκ παντοίων μὲ κινδύνων ἐλευθέρωσον ἵνα κράζω σοί, Χαῖρε, Νύμφη ἀνύμφευτε.

ΣΤΑΣΙΣ Αˊ

γγελος πρωτοστάτης, οὐρανόθεν ἐπέμφθη, εἰπεῖν τῇ Θεοτόκῳ τὸ Χαῖρε· (γˊ) καὶ σὺν τῇ ἀσωμάτῳ φωνή, σωματούμενόν σε θεωρῶν Κύριε, ἐξίστατο καὶ ἵστατο, κραυγάζων πρὸς αὐτὴν τοιαῦτα.

Χαῖρε, διˊ ἦς ἡ χαρὰ ἐκλάμψει,

χαῖρε, διˊ ἦς ἡ ἀρὰ ἐκλείψει.

Χαῖρε, τοῦ πεσόντος, Ἀδὰμ ἡ ἀνάκλησις,

χαῖρε, τῶν δακρύων τῆς Εὔας ἡ λύτρωσις.

Χαῖρε, ὕψος δυσανάβατον ἀνθρωπίνοις λογισμοῖς,

χαῖρε, βάθος δυσθεώρητον καὶ Ἀγγέλων ὀφθαλμοῖς.

Χαῖρε, ὅτι ὑπάρχεις Βασιλέως καθέδρα,

χαῖρε, ὅτι βαστάζεις τὸν βαστάζοντα πάντα.

Χαῖρε, ἀστὴρ ἐμφαίνων τὸν Ἥλιον,

χαῖρε, γαστὴρ ἐνθέου σαρκώσεως.

Χαῖρε, διˊ ἦς νεουργεῖται ἡ κτίσις,

χαῖρε, διˊ ἦς βρεφουργεῖται ὁ Κτίστης.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Βλέπουσα ἡ Ἁγία, ἑαυτὴν ἐν ἁγνείᾳ, φησὶ τῶ Γαβριὴλ θαρσαλέως. Τὸ παράδοξόν σου τῆς φωνῆς, δυσπαράδεκτόν μου τῇ ψυχῇ φαίνεται, ἀσπόρου γὰρ συλλήψεως τήν κύησιν πῶς λέγεις; κράζων, Ἀλληλούϊα.

Ἀλληλούϊα.

Γνῶσιν ἄγνωστον γνῶναι, ἡ Παρθένος ζητοῦσα, ἐβόησε πρὸς τὸν λειτουργοῦντα· Ἐκ λαγόνων ἀγνῶν, Υἱὸν πῶς ἐστι τεχθῆναι δυνατόν; λέξον μοί. Πρὸς ἣν ἐκεῖνος ἔφησεν ἐν φόβῳ , πλὴν κραυγάζων οὕτω,

Χαῖρε, βουλῆς ἀπορρήτου μύστις,

χαῖρε, σιγῆς δεομένων πίστις.

Χαῖρε, τῶν θαυμάτων Χριστοῦ τὸ προοίμιον,

χαῖρε, τῶν δογμάτων αὐτοῦ τὸ κεφάλαιον.

Χαῖρε, κλῖμαξ ἐπουράνιε, δι ˊ ἦς κατέβη ὁ Θεός,

χαῖρε, γέφυρα μετάγουσα τοὺς ἐκ γῆς πρὸς οὐρανόν,

Χαῖρε, τὸ τῶν Ἀγγέλων πολυθρύλητον θαῦμα,

χαῖρε, τὸ τῶν δαιμόνων πολυθρήνητον τραῦμα,

Χαῖρε, τὸ Φῶς ἀρρήτως γεννήσασα,

χαῖρε, τὸ πῶς μηδένα διδάξασα.

Χαῖρε, σοφῶν ὑπερβαίνουσα γνῶσιν.

χαῖρε, πιστῶν καταυγάζουσα φρένας.

Χαῖρε, Νὕμφη ἀνύμφευτε.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Δύναμις τοῦ Ὑψίστου, ἐπεσκίασε τότε, πρὸς σύλληψιν τὴ Ἀπειρογάμω. καὶ τὴν εὔκαρπον ταύτης νηδύν, ὡς ἀγρὸν ὑπέδειξεν ἡδὺν ἅπασι, τοὶς θέλουσι θερίζειν σωτηρίαν, ἐν τῷ ψάλλειν οὕτως. Ἀλληλούϊα.

Ἀλληλούϊα.

χουσα θεοδόχον, ἡ Παρθένος τὴν μήτραν, ἀνέδραμε πρὸς τὴν Ἐλισάβετ, τὸ δὲ βρέφος ἐκείνης εὐθύς, ἐπιγνὸν τὸν ταύτης ἀσπασμόν, ἔχαιρε! καὶ ἅλμασιν ὡς ἄσμασιν, ἐβόα πρὸς τὴν Θεοτόκον.

Χαῖρε, βλαστοῦ ἀμαράντου κλῆμα,

χαῖρε, καρποῦ ἀκηράτου κτῆμα,

Χαῖρε, γεωργὸν γεωργοῦσα φιλάνθρωπον,

χαῖρε, φυτουργὸν τῆς ζωῆς ἡμῶν φύουσα.

Χαῖρε, ἄρουρα βλαστάνουσα εὐφορίαν, οἰκτιρμῶν,

χαῖρε, τράπεζα βαστάζουσα εὐθηνίαν ἱλασμῶν.

Χαῖρε, ὅτι λειμῶνα τῆς τρυφῆς ἀναθάλλεις,

χαῖρε, ὅτι λιμένα τῶν ψυχῶν ἑτοιμάζεις.

Χαῖρε, δεκτὸν πρεσβείας θυμίαμα,

χαῖρε, παντὸς τοῦ κόσμου ἐξίλασμα.

Χαῖρε, Θεοῦ πρὸς θνητοὺς εὐδοκία,

χαῖρε, θνητῶν πρὸς Θεὸν παρρησία.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Ζάλην ἔνδοθεν ἔχων, λογισμῶν ἀμφιβόλων, ὁ σώφρων Ἰωσὴφ ἐταράχθη, πρὸς τὴν ἄγαμόν σε θεωρῶν, καὶ κλεψίγαμον ὑπονοῶν Ἄμεμπτε, μαθῶν δέ σου τὴν σύλληψιν ἐκ Πνεύματος ἁγίου, ἔφη. Ἀλληλούϊα.

Ἀλληλούϊα.

Ἦχος πλ. δˊ Αὐτόμελον

Τὴ ὑπερμάχω στρατηγῶ τὰ νικητήρια, ὡς λυτρωθεῖσα τῶν δεινῶν, εὐχαριστήρια, ἀναγράφω σοὶ ἡ Πόλις σου, Θεοτόκε, ἀλλˊ ὦς ἔχουσα τὸ κράτος ἀπροσμάχητον, ἐκ παντοίων μὲ κινδύνων ἐλευθέρωσον ἵνα κράζω σοί, Χαῖρε, Νύμφη ἀνύμφευτε.

ΣΤΑΣΙΣ Βˊ

κουσαν οἱ ποιμένες των Ἀγγέλων ὑμνούντων τὴν ἔνσαρκον Χριστοῦ παρουσίαν, καὶ δραμόντες ὡς πρὸς ποιμένα, θεωροῦσι τοῦτον ὡς ἀμνὸν ἄμωμον, ἐν τῇ γατρὶ Μαρίας Βοσκηθέντα, ἦν ὑμνοῦντες εἶπον,

Χαῖρε, ἀμνοῦ καὶ ποιμένος μήτηρ,

χαῖρε, αὐλὴ λογικῶν προβάτων.

Χαῖρε, ἀοράτων ἐχθρῶν ἀμυντήριον,

χαῖρε, Παραδείσου θυρὼν ἀνοικτήριον.

Χαῖρε, ὅτι τὰ οὐράνια συναγάλλεται τῇ γῆ,

χαῖρε, ὅτι τὰ ἐπίγεια συγχορεύει οὐρανοίς.

Χαῖρε, των Ἀποστόλων τὸ ἀσίγητον στόμα,

χαῖρε, των ἀθλοφόρων τὸ ἀνίκητον θάρσος.

Χαῖρε, στερρόν τῆς πίστεως ἔρεισμα,

χαῖρε, λαμπρόν τῆς χάριτος γνώρισμα.

Χαῖρε, διˊ ἧς ἐγυμνώθη ὁ Ἅδης,

χαῖρε, διˊ ἧς ἐνεδύθημεν δόξαν.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Θεοδρόμον ἀστέρα θεωρήσαντες Μάγοι, τῇ τούτου ἠκολούθησαν αἴγλη, καὶ ὡς λύχνον κρατοῦντες αὐτόν, διˊ αὐτοῦ ἠρεύνων κραταιὸν ἄνακτα, καὶ φθάσαντες τὸν ἄφθαστον, ἐχάρησαν Αὐτῷ βοῶντες, Ἀλληλούϊα.

Ἀλληλούϊα.

δον παῖδες Χαλδαίων, ἐν χερσί της Παρθένου, τὸν πλάσαντα χειρί τους ἀνθρώπους, καὶ Δεσπότην νοοῦντες αὐτόν, εἰ καὶ δούλου ἔλαβε μορφήν, ἔσπευσαν τοῖς δώροις θεραπεῦσαι καὶ βοῆσαι τῇ Εὐλογημένη,

Χαῖρε, ἀστέρος ἀδύτου Μήτηρ,

χαῖρε, αὐγὴ μυστικῆς ἡμέρας.

Χαῖρε, της ἀπάτης τὴν κάμινον σβέσασα,

χαῖρε, της τριάδος τους μύστας φωτίζουσα.

Χαῖρε, τύραννον ἀπάνθρωπον ἐκβαλοῦσα της ἀρχῆς,

χαῖρε, Κύριον φιλάνθρωπον ἐπιδείξασα Χριστόν.

Χαῖρε, ἡ της βαρβάρου λυτρουμένη θρησκείας,

χαῖρε, ἡ του βορβόρου ῥυομένη των ἔργων.

Χαῖρε, πυρὸς προσκύνησιν παύσασα,

χαῖρε, φλογὸς παθῶν ἀπαλλάτουσα.

Χαῖρε, πιστῶν ὁδηγὲ σωφροσύνης,

χαῖρε, πασῶν γενεῶν εὐφροσύνη.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Κήρυκες θεοφόροι γεγονόντες οἱ Μάγοι, ὑπέστρεψαν εἰς τὴν Βαβυλῶνα, ἐκτελέσαντές σου τὸν χρησμὸν καὶ κηρύξαντές σε τὸν Χριστὸν ἅπασιν, ἀφέντες τὸν Ἡρῴδην ὡς ληρώδη, μὴ εἰδότα ψάλλειν. Ἀλληλούϊα.

Ἀλληλούϊα.

Λάμψας ἐν τῇ Αἰγύπτῳ φωτισμὸν ἀληθείας, ἐδίωξας του ψεύδους τὸ σκότος, τὰ γὰρ εἴδωλα ταύτης, Σωτήρ, μὴ ἐνέγκαντά σου τὴν ἰσχὺν πέπτωκεν, οἱ τούτων δὲ ῥυσθέντες ἐβόων πρὸς τὴν Θεοτόκον,

Χαῖρε, ἀνόρθωσις των ἀνθρώπων,

χαῖρε, κατάπωσις των δαιμόνων.

Χαῖρε, της ἀπάτης τὴν πλάνην πατήσασα,

χαῖρε, των εἰδώλων τὸν δόλον ἐλέγξασα.

Χαῖρε, θάλασσα ποντίσασα Φαραὼ τὸν νοῆτον,

χαῖρε, πέτρα ἡ ποτίσασα τους διψῶντας τὴν ζωήν.

Χαῖρε, πύρινε στῦλε, ὁδηγῶν τους ἐν σκότει,

χαῖρε, σκέπη του κόσμου, πλατυτέρα νεφέλης.

Χαῖρε, τροφή του μάννα διάδοχε,

χαῖρε, τρυφῆς ἁγίας διάκονε.

Χαῖρε, ἡ Γῆ της ἐπαγγελίας,

χαῖρε, ἐξ ἧς ῥέει μέλι καὶ γάλα.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Μέλλοντος Συμεῶνος του παρόντος αἰῶνος μεθίστασθαι του ἀπατεῶνος, ἐπεδόθης ὡς βρέφος αὐτῷ, ἀλλˊ ἐγνώσθης τούτω καὶ Θεὸς τέλειος, διόπερ ἐξεπλάγη σου τήν ἄρρητον σοφίαν, κράζων, Ἀλληλούϊα.

Ἀλληλούϊα.

Ἦχος πλ. δˊ Αὐτόμελον

Τὴ ὑπερμάχω στρατηγῶ τὰ νικητήρια, ὡς λυτρωθεῖσα τῶν δεινῶν, εὐχαριστήρια, ἀναγράφω σοὶ ἡ Πόλις σου, Θεοτόκε, ἀλλˊ ὦς ἔχουσα τὸ κράτος ἀπροσμάχητον, ἐκ παντοίων μὲ κινδύνων ἐλευθέρωσον ἵνα κράζω σοί, Χαῖρε, Νύμφη ἀνύμφευτε.

ΣΤΑΣΙΣ Γˊ

Νέαν ἔδειξε κτίσιν, ἐμφανίσας ὁ Κτίστης, ὑμῖν τοῖς ὑπˊ αὐτοῦ γενομένοις ἐξ ἀσπόρου βλαστήσας γαστρός, καὶ φυλάξας ταύτην, ὥσπερ ἦν, ἄφθορον, ἵνα τὸ θαῦμα βλέποντες, ὑμνήσωμεν αὐτήν, βοῶντες·

Χαῖρε, τὸ ἄνθος της ἀφθαρσίας,

χαῖρε, τὸ στέφος της ἐγκρατείας.

Χαῖρε, ἀναστάσεως τύπον ἐκλάμπουσα,

χαῖρε, των Ἀγγέλων τὸν βίον ἐμφαίνουσα.

Χαῖρε, δένδρον ἀγλαόκαρπον, ἐξ οὗ τρέφονται πιστοί,

χαῖρε, ξύλον εὐσκιόφυλλον, ὑφˊ οὐ σκέπονται πολλοί.

Χαῖρε, κυοφοροῦσα ὁδηγὸν πλανωμένοις,

χαῖρε, ἀπογεννῶσα λυτρωτὴν αἰχμαλώτοις.

Χαῖρε, Κριτοῦ δικαίου δυσώπησις,

χαῖρε, πολλῶν πταιόντων συγχώρησις.

Χαῖρε, στολή των γυμνῶν παρρησίας,

χαῖρε, στοργὴ πάντα πόθον νικῶσα.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Ξένον τόκον ἰδόντες, ξενωθῶμεν του κόσμου, τὸν νοῦν εἰς οὐρανὸν μεταθέντες, διὰ τοῦτο γὰρ ὁ ὑψηλὸς Θεὸς ἐπὶ γῆς ἐφάνη ταπεινὸς ἄνθρωπος, βουλόμενος ἑλκύσαι πρὸς τὸ ὕψος τους Αὐτῷ βοῶντας· Ἀλληλούϊα.

Ἀλληλούϊα.

λος ἦν ἐν τοῖς κάτω, καί των ἄνω οὐδόλως ἀπὴν ὁ ἀπερίγραπτος Λόγος· συγκατάβασις γὰρ θεϊκή, οὐ μετάβασις δὲ τοπικὴ γέγονε· καὶ τόκος ἐκ Παρθένου θεολήπτου ἀκουούσης ταῦτα·

Χαῖρε, Θεοῦ ἀχωρήτου χώρα·

χαῖρε, σεπτοῦ μυστηρίου θύρα.

Χαῖρε, των ἀπίστων ἀμφίβολον ἄκουσμα·

χαῖρε, των πιστῶν ἀναμφίβολον καύχημα.

Χαῖρε, ὄχημα πανάγιον του ἐπί των Χερουβείμ·

χαῖρε, οἴκημα πανάριστον του ἐπί των Σεραφείμ.

Χαῖρε, ἡ ταναντία εἰς ταυτὸ ἀγαγοῦσα·

χαῖρε, ἡ παρθενίαν καὶ λοχείαν ζευγνύσα.

Χαῖρε, διˊ ἧς ἐλύθη παράβασις·

χαῖρε, διˊ ἧς ἠνοίχθη Παράδεισος.

Χαῖρε, ἡ κλείς της Χριστοῦ βασιλείας·

χαῖρε, ἐλπὶς ἀγαθῶν αἰωνίων.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Πᾶσα φύσις Ἀγγέλων κατεπλάγη τὸ μέγα της σῆς ἐνανθρωπήσεως ἔργον, τὸν ἀπρόσιτον γὰρ ὡς Θεόν, ἐθεώρει πᾶσι προσιτὸν ἄνθρωπον ἡμῖν μὲν συνδιάγοντα, ἀκούοντα δὲ παρὰ πάντων οὕτως· Ἀλληλούϊα.

Ἀλληλούϊα.

ήτορας πολυφθόγγους ὡς ἰχθύας ἀφώνους ὁρῶμεν ἐπὶ σοί, Θεοτόκε· ἀποροῦσι γὰρ λέγειν τὸ πὼς καὶ Παρθένος μένεις καὶ τεκεῖν ἴσχυσας; ἡμεῖς δὲ τὸ Μυστήριον θαυμάζοντες, πιστῶς βοῶμεν·

Χαῖρε, σοφίας Θεοῦ δοχεῖον,

χαῖρε, προνοίας αὐτοῦ ταμεῖον.

Χαῖρε, φιλοσόφους ἀσόφους δεικνύουσα·

χαῖρε, τεχνολόγους ἀλόγους ἐλέγχουσα.

Χαῖρε, ὅτι ἐμωράνθησαν οἱ δεινοῖ συζητηταὶ·

χαῖρε, ὅτι ἐμαράνθησαν οἱ των μύθων ποιηταί.

Χαῖρε, των Ἀθηναίων τὰς πλοκὰς διασπῶσα·

χαῖρε, των ἀλιέων τὰς σαγῆνας πληροῦσα.

Χαῖρε, βυθοῦ ἀγνοίας ἐξέλκουσα·

χαῖρε, πολλοὺς ἐν γνώσει φωτίζουσα.

Χαῖρε, ὁλκάς των θελόντων σωθῆναι·

χαῖρε, λιμήν του βίου πλωτήρων.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Σῶσαι θέλων τὸν κόσμον ὁ των ὅλων κοσμήτωρ, πρὸς τοῦτον αὐτεπάγγελτος ἦλθε, καὶ ποιμὴν ὑπάρχων ὡς Θεός, διˊ ἡμᾶς ἐφάνη καθˊ ἡμᾶς ἄνθρωπος· ὁμοίω γὰρ τὸ ὅμοιον καλέσας, ὡς Θεὸς ἀκούει· Ἀλληλούϊα.

Ἀλληλούϊα.

Ἦχος πλ. δˊ Αὐτόμελον

Τὴ ὑπερμάχω στρατηγῶ τὰ νικητήρια, ὡς λυτρωθεῖσα τῶν δεινῶν, εὐχαριστήρια, ἀναγράφω σοὶ ἡ Πόλις σου, Θεοτόκε, ἀλλˊ ὦς ἔχουσα τὸ κράτος ἀπροσμάχητον, ἐκ παντοίων μὲ κινδύνων ἐλευθέρωσον ἵνα κράζω σοί, Χαῖρε, Νύμφη ἀνύμφευτε.

ΣΤΑΣΙΣ Δˊ

Τεῖχος εἶ τῶν Παρθένων, Θεοτόκε Παρθένε, καὶ πάντων τῶν εἰς σὲ προστρεχόντων, ὁ γὰρ τοῦ οὐρανοῦ καὶ τῆς γῆς, κατεσκεύασέ σε Ποιητὴς Ἄχραντε, οἰκήσας ἐν τῇ μήτρα σου, καὶ πάντας σοὶ προσφωνεῖν διδάξας.

Χαῖρε, ἡ στήλη τῆς παρθενίας.

χαῖρε, ἡ πύλη τῆς σωτηρίας.

Χαῖρε, ἀρχηγὲ νοητῆς ἀναπλάσεως.

χαῖρε, χορηγὲ θεϊκῆς ἀγαθότητος.

Χαῖρε, σὺ γὰρ ἀνεγέννησας τοὺς συλληφθέντας αἰσχρῶς.

χαῖρε, σὺ γὰρ ἐνουθέτησας τοὺς συληθέντας τὸν νοῦν,

Χαῖρε, ἡ τὸν φθορέα τῶν φρενῶν καταργοῦσα.

χαῖρε, ἡ τὸν σπορέα τῆς ἁγνείας τεκοῦσα.

Χαῖρε, παστὰς ἀσπόρου νυμφεύσεως.

χαῖρε, πιστοὺς Κυρίω ἁρμόζουσα,

Χαῖρε, καλὴ κουροτρόφε παρθένων.

χαῖρε, ψυχῶν νυμφοστόλε ἁγίων,

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

μνος ἅπας, ἡττᾶται, συνεκτείνεσθαι σπεύδων, τῷ πλήθει τῶν πολλῶν οἰκτιρμῶν σου, ἰσαρίθμους γὰρ τῇ ψάμμῳ ὠδάς, ἂν προσφέρωμέν σοί, Βασιλεῦ ἅγιε, οὐδέν τελοῦμεν ἄξιον, ὢν δέδωκας ἡμῖν, τοὶς σοὶ βοῶσιν, Ἀλληλούϊα.

Ἀλληλούϊα.

Φωτοδόχον λαμπάδα, τοῖς ἐν σκότει φανεῖσαν, ὁρῶμεν τὴν ἁγίαν Παρθένον, τὸ γὰρ ἄϋλον ἄπτουσα φῶς, ὁδηγεῖ πρὸς γνῶσιν θεϊκὴν ἅπαντας, αὐγὴ τὸν νοῦν φωτίζουσα, κραυγὴ δὲ τιμωμένη ταῦτα.

Χαῖρε, ἀκτὶς νοητοῦ Ἠλίου,

χαῖρε, βολὶς τοῦ ἀδύτου φέγγους.

Χαῖρε, ἀστραπὴ τὰς ψυχὰς καταλάμπουσα,

χαῖρε, ὦς βροντὴ τοὺς ἐχθροὺς καταπλήττουσα,

Χαῖρε, ὅτι τὸν πολύφωτον ἀνατέλλεις φωτισμόν,

χαῖρε, ὅτι τὸν πολύρρητον, ἀναβλύζεις ποταμόν.

Χαῖρε, τῆς κολυμβήθρας ζωγραφοῦσα τὸν τύπον,

χαῖρε, τῆς ἁμαρτίας ἀναιροῦσα τὸν ῥύπον,

Χαῖρε, λουτὴρ ἐκπλύνων συνείδησιν,

χαῖρε, κρατὴρ κιρνῶν ἀγαλλίασιν.

Χαῖρε, ὀσμὴ τῆς Χριστοῦ εὐωδίας.

χαῖρε, ζωὴ μυστικῆς εὐωχίας,

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Χάριν δοῦναι θελήσας, ὀφλημάτων ἀρχαίων, ὁ πάντων χρεωλύτης ἀνθρώπων, ἐπεδήμησε διˊ ἑαυτοῦ, πρὸς τοὺς ἀποδήμους τῆς αὐτοῦ χάριτος, καὶ σχίσας τὸ χειρόγραφον, ἀκούει παρὰ πάντων οὕτως, Ἀλληλούϊα.

Ἀλληλούϊα.

Ψάλλοντές σου τὸν τόκον, ἀνυμνούμέν σε πάντες, ὦς ἔμψυχον ναόν, Θεοτόκε, ἐν τῇ σῇ γὰρ οἰκήσας γαστρί, ὁ συνέχων πάντα τῇ χειρὶ Κύριος, ἡγίασεν, ἐδόξασεν, ἐδίδαξε βοᾶν σοι πάντα.

Χαῖρε, σκηνὴ τοῦ Θεοῦ καὶ Λόγου.

χαῖρε, Ἁγία Ἁγίων μείζων,

Χαῖρε, κιβωτὲ χρυσωθεῖσα τῶ Πνεύματι.

χαῖρε, θησαυρὲ τῆς ζωῆς ἀδαπάνητε,

Χαῖρε, τίμιον διάδημα, βασιλέων εὐσεβῶν.

χαῖρε, καύχημα σεβάσμιον, Ἱερέων εὐλαβῶν,

Χαῖρε τῆς Ἐκκλησίας ὁ ἀσάλευτος πύργος.

χαῖρε, τῆς βασιλείας τὸ ἀπόρθητον τεῖχος.

Χαῖρε, διˊ ἦς ἐγείρονται τρόπαια.

χαῖρε, διˊ ἦς ἐχθροὶ καταπίπτουσι.

Χαῖρε, χρωτὸς τοῦ ἐμοῦ θεραπεία,

χαῖρε, ψυχῆς τῆς ἐμῆς σωτηρία.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

πανύμνητε Μῆτερ, ἡ τεκοῦσα τὸν πάντων Ἁγίων ἁγιώτατον Λόγον, (γˊ) δεξαμένη τὴν νὺν προσφοράν, ἀπὸ πάσης ῥύσαι συμφορὰς ἅπαντας, καὶ τῆς μελλούσης λύτρωσαι κολάσεως τοὺς σοὶ βοῶντας, Ἀλληλούϊα.

Ἀλληλούϊα.

γγελος πρωτοστάτης, οὐρανόθεν ἐπέμφθη, εἰπεῖν τῇ Θεοτόκῳ τὸ Χαῖρε· (γˊ) καὶ σὺν τῇ ἀσωμάτῳ φωνή, σωματούμενόν σε θεωρῶν Κύριε, ἐξίστατο καὶ ἵστατο, κραυγάζων πρὸς αὐτὴν τοιαῦτα.

Χαῖρε, διˊ ἦς ἡ χαρὰ ἐκλάμψει,

χαῖρε, διˊ ἦς ἡ ἀρὰ ἐκλείψει.

Χαῖρε, τοῦ πεσόντος, Ἀδὰμ ἡ ἀνάκλησις,

χαῖρε, τῶν δακρύων τῆς Εὔας ἡ λύτρωσις.

Χαῖρε, ὕψος δυσανάβατον ἀνθρωπίνοις λογισμοῖς,

χαῖρε, βάθος δυσθεώρητον καὶ Ἀγγέλων ὀφθαλμοῖς.

Χαῖρε, ὅτι ὑπάρχεις Βασιλέως καθέδρα,

χαῖρε, ὅτι βαστάζεις τὸν βαστάζοντα πάντα.

Χαῖρε, ἀστὴρ ἐμφαίνων τὸν Ἥλιον,

χαῖρε, γαστὴρ ἐνθέου σαρκώσεως.

Χαῖρε, διˊ ἦς νεουργεῖται ἡ κτίσις,

χαῖρε, διˊ ἦς βρεφουργεῖται Κτίστης.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Ἦχος πλ. δˊ Αὐτόμελον

Τὴ ὑπερμάχω στρατηγῶ τὰ νικητήρια, ὡς λυτρωθεῖσα τῶν δεινῶν, εὐχαριστήρια, ἀναγράφω σοὶ ἡ Πόλις σου, Θεοτόκε, ἀλλˊ ὦς ἔχουσα τὸ κράτος ἀπροσμάχητον, ἐκ παντοίων μὲ κινδύνων ἐλευθέρωσον ἵνα κράζω σοί, Χαῖρε, Νύμφη ἀνύμφευτε.

ΜΙΚΡΟΣ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ

Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ψαλμὸς 142

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου

καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν

ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος

καὶ ἠκηδίασεν ἐπˊ ἐμὲ τὸ πνεῦμά μου ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου

ἐμνήσθην ἡμερῶν ἀρχαίων ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων

διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι

ταχὺ εἰσάκουσόν μου Κύριε ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπˊ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον

ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι Κύριε ὁδὸν ἐν ᾗ πορεύσομαι ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου

ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε πρὸς σὲ κατέφυγον

δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ

ἕνεκεν τοῦ ὀνόματός σου Κύριε ζήσεις με ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου

καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ, αˊ. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.

Στίχ, βˊ. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,

Στίχ, γˊ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Ἦχος δˊ Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ

Τῇ Θεοτόκῳ ἐκτενῶς νῦν προσδράμωμεν,

ἁμαρτωλοὶ καὶ ταπεινοί,

καὶ προσπέσωμεν ἐν μετανοίᾳ,

κράζοντες ἐκ βάθους ψυχῆς·

Δέσποινα,

βοήθησον ἐφˊ ἡμῖν σπλαγχνισθεῖσα,

σπεῦσον,

ἀπολλύμεθα ὑπὸ πλήθους πταισμάτων,

μὴ ἀποστρέψῃς σοὺς δούλους κενούς·

σὲ γὰρ καὶ μόνην ἐλπίδα κεκτήμεθα.

Δόξα... Καὶ νῦν...

Οὐ σιωπήσωμέν ποτε, Θεοτόκε,

τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι·

εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα,

τὶς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων;

Τὶς δὲ διεφύλαξεν

ἕως νῦν ἐλευθέρους;

Οὐκ ἀποστῶμεν,

Δέσποινα, ἐκ σοῦ·

σοὺς γὰρ δούλους σῴζεις ἀεί,

ἐκ παντοίων δεινῶν.

Ψαλμὸς 50

Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεός σου καὶ κατὰ τὸ πλῆθος των οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου

ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με

ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντὸς

σοὶ μόνω ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε

ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου·

ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.

ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι, πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι

ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα

ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον

καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου

μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμά σου τὸ ἅγιόν μὴ ἀντανέλῃς ἀπˊ ἐμοῦ

ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με

διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι

ῥῦσαί με ἐξ αἱμάτων ὁ Θεὸς, ὁ Θεὸς τῆς σωτηρίας μου ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου

Κύριε τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου

ὅτι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἂν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις

θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει

ἀγάθυνον Κύριε ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ

τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα, τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους

Ἦχος πλ. δˊ ᾨδὴ αˊ Ὁ Εἱρμὸς

Ὑγρὰν διοδεύσας ὡσεὶ ξηράν,

καὶ τὴν αἰγυπτίαν μοχθηρίαν διαφυγών,

ὁ Ἰσραηλίτης ἀνεβόα,

τῷ Λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν.

Πολλοῖς συνεχόμενος πειρασμοῖς,

πρὸς σὲ καταφεύγω, σωτηρίαν ἐπιζητῶν·

Ὦ Μῆτερ τοῦ Λόγου καὶ Παρθένε,

τῶν δυσχερῶν καὶ δεινῶν με διάσωσον.

Παθῶν με ταράττουσι προσβολαί,

πολλῆς ἀθυμίας, ἐμπιπλῶσαί μου τὴν ψυχήν,

εἰρήνευσον, Κόρη, τῇ γαλήνῃ,

τῇ τοῦ Υἱοῦ καὶ Θεοῦ σου, Πανάμωμε.

Δόξα...

Σωτῆρα τεκοῦσάν σε καὶ Θεόν,

δυσωπῶ, Παρθένε, λυτρωθῆναί με τῶν δεινῶν·

σοὶ γὰρ νῦν προσφεύγων ἀνατείνω,

καὶ τὴν ψυχὴν καὶ τὴν διάνοιαν.

Καὶ νῦν...

Νοσοῦντα τὸ σῶμα καὶ τὴν ψυχήν,

ἐπισκοπῆς θείας, καὶ προνοίας τῆς παρὰ σοῦ,

ἀξίωσον, μόνη Θεομῆτορ,

ὡς ἀγαθὴ ἀγαθοῦ τε λοχεύτρια.

ᾨδὴ γˊ Ὁ Εἱρμὸς

Οὐρανίας ἁψῖδος,

ὀροφουργὲ Κύριε,

καὶ τῆς Ἐκκλησίας Δομῆτορ,

σὺ με στερέωσον,

ἐν τῇ ἀγάπῃ τῇ σῇ,

τῶν ἐφετῶν ἡ ἀκρότης,

τῶν πιστῶν τὸ στήριγμα,

μόνε φιλάνθρωπε.

Προστασίαν καὶ σκέπην,

ζωῆς ἐμῆς τίθημι,

Σέ, Θεογεννῆτορ,

Παρθένε, σύ με κυβέρνησον,

πρὸς τὸν λιμένα σου,

τῶν ἀγαθῶν ἡ αἰτία,

τῶν πιστῶν τὸ στήριγμα,

μόνη πανύμνητε.

Ἱκετεύω, Παρθένε,

τὸν ψυχικὸν τάραχον,

καὶ τῆς ἀθυμίας τὴν ζάλην,

διασκεδάσαι μου·

σὺ γάρ, Θεόνυμφε,

τὸν ἀρχηγὸν τῆς γαλήνης,

τὸν Χριστὸν ἐκύησας,

μόνη πανάχραντε.

Δόξα...

Εὐεργέτην τεκοῦσα,

τὸν τῶν καλῶν αἴτιον,

τῆς εὐεργεσίας τὸν πλοῦτον,

πᾶσιν ἀνάβλυσον·

πάντα γὰρ δύνασαι,

ὡς δυνατὸν ἐν ἰσχύϊ,

τὸν Χριστὸν κυήσασα,

Θεομακάριστε.

Καὶ νῦν...

Χαλεπαῖς ἀρρωστίαις,

καὶ νοσεροῖς πάθεσιν,

ἐξεταζομένῳ, Παρθένε,

σύ μοι βοήθησον·

τῶν ἰαμάτων γάρ,

ἀνελλιπῆ σε γινώσκω,

θησαυρόν,

Πανάμωμε, τὸν ἀδαπάνητον.

Διάσωσον, ἀπὸ κινδύνων, τοὺς δούλους σου, Θεοτόκε,

ὅτι πάντες μετὰ Θεόν, εἰς σὲ καταφεύγομεν,

ὡς ἄρρηκτον τεῖχος καὶ προστασίαν.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε,

ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν,

καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)

Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεινός) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)

Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, των κατοικούντων καὶ παρεπιδημούντων ἐν τη (κώνῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδορομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)

Ἔτι δεόμεθα ὑπέρ των δούλων του Θεοῦ, (ὀνόματα).

Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων. Ἀμήν.

Κάθισμα Ἦχος βˊ

Τὰ ἄνω ζητῶν

Πρεσβεία θερμή,

καὶ τεῖχος ἀπροσμάχητον,

ἐλέους πηγή,

τοῦ κόσμου καταφύγιον,

ἐκτενῶς βοῶμέν σοι·

Θεοτόκε Δέσποινα, πρόφθασον,

καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς,

ἡ μόνη ταχέως προστατεύουσα.

ᾨδὴ δˊ

Εἰσακήκοα Κύριε,

τῆς οἰκονομίας σου τὸ μυστήριον,

κατενόησα τὰ ἔργα σου,

καὶ ἐδόξασά σου τὴν Θεότητα.

Τῶν παθῶν μου τὸν τάραχον,

ἡ τὸν κυβερνήτην τεκοῦσα Κύριον,

καὶ τὸν κλύδωνα κατεύνασον,

τῶν ἐμῶν πταισμάτων, Θεονύμφευτε.

Εὐσπλαγχνίας τὴν ἄβυσσον,

ἐπικαλουμένῳ τῆς σῆς παράσχου μοι,

ἡ τὸν εὔσπλαγχνον κυήσασα,

καὶ Σωτῆρα πάντων, τῶν ὑμνούντων σε.

Δόξα...

Ἀπολαύοντες, Πάναγνε,

τῶν σῶν δωρημάτων εὐχαριστήριον,

ἀναμέλπομεν ἐφύμνιον,

οἱ γινώσκοντές σε Θεομήτορα.

Καὶ νῦν...

Οἱ ἐλπίδα καὶ στήριγμα,

καὶ τῆς σωτηρίας τεῖχος ἀκράδαντον,

κεκτημένοι σε, Πανύμνητε,

δυσχερείας πάσης, ἐκλυτρούμεθα.

ᾨδὴ εˊ

Φώτισον ἡμᾶς, τοῖς προστάγμασί σου Κύριε,

καὶ τῷ βραχίονί σου τῷ ὑψηλῷ,

τὴν σὴν εἰρήνην, παράσχου ἡμῖν φιλάνθρωπε.

Ἔμπλησον, Ἁγνή, εὐφροσύνης τὴν καρδίαν μου,

τὴν σὴν ἀκήρατον διδοῦσα χαράν,

τῆς εὐφροσύνης, ἡ γεννήσασα τὸν αἴτιον.

Λύτρωσαι ἡμᾶς, ἐκ κινδύνων, Θεοτόκε Ἁγνή,

ἡ αἰωνίαν τεκοῦσα λύτρωσιν, καὶ τὴν εἰρήνην,

τὴν πάντα νοῦν ὑπερέχουσαν.

Δόξα...

Λῦσον τὴν ἀχλύν, τῶν πταισμάτων μου, Θεόνυμφε,

τῷ φωτισμῷ τῆς σῆς λαμπρότητος, ἡ φῶς τεκοῦσα,

τὸ θεῖον καὶ προαιώνιον.

Καὶ νῦν...

Ἴασαι Ἁγνή, τῶν παθῶν μου τὴν ἀσθένειαν,

ἐπισκοπῆς σου ἀξιώσασα, καὶ τὴν ὑγείαν,

τῇ πρεσβείᾳ σου παράσχου μοι.

ᾨδὴ ςˊ

Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον,

καὶ αὐτῷ ἀπαγγελῶ μου τάς θλίψεις,

ὅτι κακῶν ἡ ψυχή μου ἐπλήσθη,

καὶ ἡ ζωή μου τῷ ᾍδῃ προσήγγισε,

καὶ δέομαι ὡς Ἰωνᾶς·

Ἐκ φθορᾶς, ὁ Θεός με ἀνάγαγε.

Θανάτου καὶ τῆς φθορᾶς ὡς ἔσωσεν,

ἑαυτὸν ἐκδεδωκὼς τῷ θανάτῳ,

τὴν τῇ φθορᾷ καὶ θανάτῳ μου φύσιν,

κατασχεθεῖσαν, Παρθένε, δυσώπησον,

τὸν Κύριόν σου καὶ Υἱόν,

τῆς ἐχθρῶν κακουργίας με ῥύσασθαι.

Προστάτιν σε τῆς ζωῆς ἐπίσταμαι,

καὶ φρουρὰν ἀσφαλεστάτην, Παρθένε,

τῶν πειρασμῶν διαλύουσαν ὄχλον,

καὶ ἐπηρείας δαιμόνων ἐλαύνουσαν,

καὶ δέομαι διαπαντός,

ἐκ φθορᾶς τῶν παθῶν μου ῥυσθῆναί με.

Δόξα...

Ὡς τεῖχος καταφυγῆς κεκτήμεθα,

καὶ ψυχῶν σε παντελῆ σωτηρίαν,

καὶ πλατυσμὸν ἐν ταῖς θλίψεσι, Κόρη,

καὶ τῷ φωτί σου ἀεὶ ἀγαλλόμεθα·

Ὧ Δέσποινα, καὶ νῦν ἡμᾶς,

τῶν παθῶν καὶ κινδύνων διάσωσον.

Καὶ νῦν...

Ἐν κλίνῃ νῦν ἀσθενῶν κατάκειμαι,

καὶ οὐκ ἔστιν ἴασις τῇ σαρκί μου,

ἀλλˊ ἡ Θεὸν καὶ Σωτῆρα τοῦ κόσμου,

καὶ τὸν λυτῆρα τῶν νόσων κυήσασα,

σοῦ δέομαι τῆς ἀγαθῆς,

ἐκ φθορᾶς νοσημάτων ἀνάστησον.

Διάσωσον, ἀπὸ κινδύνων, τοὺς δούλους σου, Θεοτόκε,

ὅτι πάντες μετὰ Θεόν, εἰς σὲ καταφεύγομεν,

ὡς ἄρρηκτον τεῖχος καὶ προστασίαν.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως,

ἐπˊ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον,

ὡς ἔχουσα μητρικὴν παρρησίαν.

Κοντάκιον Ἦχος βˊ

Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε,

μεσιτεία πρὸς τὸν Ποιητὴν ἀμετάθετε.

Μὴ παρίδῃς ἁμαρτωλῶν δεήσεων φωνάς,

ἀλλὰ πρόφθασον, ὡς ἀγαθή,

εἰς τὴν βοήθειαν ἡμῶν,

τῶν πιστῶς κραυγαζόντων σοι·

Τάχυνον εἰς πρεσβείαν,

καὶ σπεῦσον εἰς ἱκεσίαν,

ἡ προστατεύουσα ἀεί,

Θεοτόκε, τῶν τιμώντων σε.

Αˊ Ἀντίφωνον

Ἦχος δˊ

Ἐκ νεότητός μου, πολλὰ πολεμεῖ με πάθη, ἀλλˊ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον, Σωτήρ μου. (δίς)

Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι. (δίς)

Δόξα...

Ἁγίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται τῇ Τριαδικῇ μονάδι, ἱεροκρυφίως.

Καὶ νῦν...

Ἁγίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν τὴν κτίσιν, πρὸς ζωογονίαν.

Προκείμενον

Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.

Στίχ. Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.

Τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ μνησθήσομαι.

Καὶ ὑπέρ του καταξιωθῆναι ἡμᾶς της ἀκροάσεως του ἁγίου Εὐαγγελίου, Κύριον τὸν Θεὸν ἡμῶν ἱκετεύσωμεν.

Κύριε, ἐλέησον (γˊ).

Σοφία. Ὀρθοῖ, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.

Εἰρήνη πᾶσι.

Καὶ τῶ Πνεύματί σου.

Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου, τὸ Ἀνάγνωσμα.

Πρόσχωμεν.

Δόξα σοί, Κύριε, δόξα σοί.

Ἐν ταῖς ἡμέραις ἐκείναις ἀναστᾶσα Μαριὰμ ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς, εἰς πόλιν Ἰούδα, καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου, καὶ ἠσπάσατο τήν Ἐλισάβετ· καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς, καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ, καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ, καὶ εἶπεν·Εὐλογημένη σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου, καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρὸς με; ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησεν τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου, καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμα μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρι μου, ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γάρ, ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

Δόξα σοί, Κύριε, δόξα σοί.

Δόξα... Ἦχος βˊ

Πάτερ, Λόγε, Πνεῦμα, Τριὰς ἡ ἐν Μονάδι, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νύν...

Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Ἦχος πλ. βˊ

Ὅλην ἀποθέμενοι

Μὴ καταπιστεύσῃς με,

ἀνθρωπίνη προστασία,

Παναγία δέσποινα,

ἀλλὰ δέξαι δέησιν, τοῦ ἱκέτου σου·

θλίψις γὰρ ἔχει με,

φέρειν οὐ δύναμαι,

τῶν δαιμόνων τὰ τοξεύματα,

σκέπην οὐ κέκτημαι,

οὐδὲ ποῦ προσφύγω ὁ ἄθλιος,

πάντοθεν πολεμούμενος,

καὶ παραμυθίαν οὐκ ἔχω πλήν σου·

Δέσποινα τοῦ κόσμου,

ἐλπὶς καὶ προστασία τῶν πιστῶν,

μή μου παρίδῃς τὴν δέησιν,

τὸ συμφέρον ποίησον.

Ἕτερα Θεοτοκία

Οὐδεὶς προστρέχων ἐπὶ σοί, κατῃσχυμένος ἀπὸ σοῦ ἐκπορεύεται,

ἁγνὴ Παρθένε Θεοτόκε,

ἀλλˊ αἰτεῖται τὴν χάριν, καὶ λαμβάνει τὸ δώρημα,

πρὸς τὸ συμφέρον τῆς αἰτήσεως.

Μεταβολὴ τῶν θλιβομένων, ἀπαλλαγὴ τῶν ἀσθενούντων ὑπάρχουσα,

Θεοτόκε Παρθένε,

σῷζε πόλιν καὶ λαόν, τῶν πολεμουμένων ἡ εἰρήνη, τῶν χειμαζομένων ἡ γαλήνη,

ἡ μόνη προστασία τῶν πιστῶν.

Σῶσον, ὁ Θεός, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου· ἐπίσκεψαι τὸν κόσμον σου ἐν ἐλέει καὶ οἰκτιρμοῖς· ὕψωσον κέρας Χριστιανῶν Ὀρθοδόξων, καὶ κατάπεμψον ἐφ ἡμᾶς τὰ ἐλέη σου τὰ πλούσια· πρεσβείαις τῆς παναχράντου, Δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας· δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων, καὶ πανευφήμων Ἀποστόλων. Τῶν ἐν ἁγίοις Πατέρων ἡμῶν, μεγάλων Ἱεραρχῶν, καὶ Οἰκουμενικῶν Διδασκάλων, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου, Ἀθανασίου καὶ Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος, πατριαρχῶν Ἀλεξανδρείας· Νικολάου τοῦ ἐν Μύροις τῆς Λυκίας, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, καὶ Νεκταρίου τῆς Πενταπόλεως, τῶν θαυματουργῶν· τῶν ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλύτου, Θεοδώρου τοῦ Τήρωνος, καὶ Θεοδώρου τοῦ Στρατηλάτου καὶ Μηνᾶ τοῦ θαυματουργοῦ, τῶν ἱερομαρτύρων Χαραλάμπους καὶ Ἐλευθερίου· τῶν ἁγίων, ἐνδόξων, μεγάλων μαρτύρων Θέκλας, Βαρβάρας, Ἀναστασίας, Κυριακῆς, Φωτεινῆς, Μαρίνης, Παρασκευῆς καὶ Εἰρήνης· τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (ναοῦ), τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (ἡμέρας), καὶ πάντων σου τῶν Ἁγίων ἱκετεύομέν σε, μόνε πολυέλεε Κύριε, ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων σου καὶ ἐλέησον ἡμᾶς. Κύριε, ἐλέησον (ιβˊ)

Ἐλέει, καὶ οἰκτιρμοῖς, καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ΄ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ᾨδὴ ζˊ

Οἱ ἐκ τῆς Ἰουδαίας,

καταντήσαντες Παῖδες, ἐν Βαβυλῶνί ποτε,

τῇ πίστει τῆς Τριάδος,

τὴν φλόγα τῆς καμίνου, κατεπάτησαν ψάλλοντες·

Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Τὴν ἡμῶν σωτηρίαν,

ὡς ἠθέλησας Σῶτερ, οἰκονομήσασθαι,

ἐν μήτρᾳ τῆς Παρθένου,

κατῴκησας τῷ κόσμῳ,

ἣν προστάτιν ἀνέδειξας·

Ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητός εἶ.

Θελητὴν τοῦ ἐλέους,

ὃν ἐγέννησας, Μῆτερ ἁγνὴ δυσώπησον,

ῥυσθῆναι τῶν πταισμάτων,

ψυχῆς τε μολυσμάτων,

τοὺς ἐν πίστει κραυγάζοντας·

Ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἶ.

Δόξα...

Θησαυρὸν σωτηρίας,

καὶ πηγὴν ἀφθαρσίας, τὴν σὲ κυήσασαν,

καὶ πύργον ἀσφαλείας,

καὶ θύραν μετανοίας,

τοῖς κραυγάζουσιν ἔδειξας·

Ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἶ.

Καὶ νῦν...

Σωμάτων μαλακίας,

καὶ ψυχῶν ἀρρωστίας, Θεογεννήτρια,

τῶν πόθῳ προσιόντων,

τῇ σκέπῃ σου τῇ θείᾳ, θεραπεύειν ἀξίωσον,

ἡ τὸν Σωτῆρα Χριστόν, ἡμῖν ἀποτεκοῦσα.

ᾨδὴ ηˊ

Τὸν Βασιλέα τῶν οὐρανῶν ὂν ὑμνοῦσι,

στρατιαὶ τῶν Ἀγγέλων ὑμνεῖτε,

καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Τοὺς βοηθείας τῆς παρὰ σοῦ δεομένους,

μὴ παρίδῃς Παρθένε, ὑμνοῦντας,

καὶ ὑπερυψοῦντάς σε, Κόρη, εἰς αἰῶνας.

Τῶν ἰαμάτων τὸ δαψιλές,

ἐπιχέεις τοῖς πιστῶς ὑμνοῦσί σε Παρθένε,

καὶ ὑπερυψοῦσι τὸν ἄφραστόν σου τόκον.

Δόξα...

Τὰς ἀσθενείας μου τῆς ψυχῆς ἰατρεύεις,

καὶ σαρκὸς τὰς ὀδύνας, Παρθένε,

ἵνα σε δοξάζω τὴν Κεχαριτωμένην.

Καὶ νῦν...

Τῶν πειρασμῶν σὺ τὰς προσβολὰς ἐκδιώκεις,

καὶ παθῶν τὰς ἐφόδους Παρθένε·

ὅθεν σε ὑμνοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θˊ

Κυρίως Θεοτόκον,

σὲ ὁμολογοῦμεν,

οἱ διὰ σοῦ σεσωσμένοι Παρθένε Ἁγνή,

σὺν Ἀσωμάτοις χορείαις,

σὲ μεγαλύνοντες.

Ῥοήν μου τῶν δακρύων,

μὴ ἀποποιήσῃς,

ἡ τὸν παντὸς ἐκ προσώπου πᾶν δάκρυον,

ἀφῃρηκότα Παρθένε,

Χριστὸν κυήσασα.

Χαρᾶς μου τὴν καρδίαν,

πλήρωσον, Παρθένε,

ἡ τῆς χαρᾶς δεξαμένη τὸ πλήρωμα,

τῆς ἁμαρτίας τὴν λύπην,

ἐξαφανίσασα.

Λιμὴν καὶ προστασία,

τῶν σοὶ προσφευγόντων,

γενοῦ Παρθένε, καὶ τεῖχος ἀκράδαντον,

καταφυγή τε καὶ σκέπη,

καὶ ἀγαλλίαμα.

Δόξα...

Φωτός σου ταῖς ἀκτῖσι,

λάμπρυνον, Παρθένε,

τὸ ζοφερὸν τῆς ἀγνοίας διώκουσα,

τοὺς εὐσεβῶς Θεοτόκον,

σὲ καταγγέλλοντας.

Καὶ νῦν...

Κακώσεως ἐν τόπῳ,

τῷ τῆς ἀσθενείας, ταπεινωθέντα, Παρθένε,

θεράπευσον,

ἐξ ἀρρωστίας εἰς ῥῶσιν,

μετασκευάζουσα.

Μεγαλυνάρια

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον,

τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.

Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ,

τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Τὴν ὑψηλοτέραν τῶν οὐρανῶν, καὶ καθαρωτέραν λαμπηδόνων ἡλιακῶν,

τὴν λυτρωσαμένην ἡμᾶς ἐκ τῆς κατάρας, τὴν Δέσποιναν τοῦ κόσμου, ὕμνοις τιμήσωμεν.

Ἀπὸ τῶν πολλῶν μου ἁμαρτιῶν, ἀσθενεῖ τὸ σῶμα, ἀσθενεῖ μου καὶ ἡ ψυχή,

πρὸς σὲ καταφεύγω τὴν Κεχαριτωμένην, ἐλπὶς ἀπηλπισμένων, σύ μοι βοήθησον.

Δέσποινα καὶ μήτηρ τοῦ Λυτρωτοῦ, δέξαι παρακλήσεις, ἀναξίων σῶν ἱκετῶν,

ἵνα μεσιτεύσῃς πρὸς τὸν ἐκ σοῦ τεχθέντα. Ὦ Δέσποινα, τοῦ κόσμου γενοῦ μεσίτρια.

Ψάλλομεν προθύμως σοι τὴν ᾠδήν, νῦν τῇ πανυμνήτῳ, Θεοτόκῳ χαρμονικῶς,

μετὰ τοῦ Προδρόμου, καὶ πάντων τῶν Ἁγίων, δυσώπει, Θεοτόκε, τοῦ οἰκτειρῆσαι ἡμᾶς.

Ἄλαλα τὰ χείλη τῶν ἀσεβῶν, τῶν μὴ προσκυνούντων, τὴν εἰκόνα σου τὴν σεπτήν,

τὴν ἱστορηθεῖσαν, ὑπὸ τοῦ ἀποστόλου, Λουκᾶ ἱερωτάτου, τὴν Ὁδηγήτριαν.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς,

οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Τρισάγιον

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (ἐκ γˊ)

Δόξα... Καὶ νῦν...

Παναγία Τριάς, ἐλέησον ἡμᾶς.

Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν,

Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν.

Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν,

ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον, (ἐκ γˊ)

Δόξα... Καὶ νῦν...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τόν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστὶν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα του Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας των αἰώνων. Ἀμήν.

Ἦχος πλ. βˊ

Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς· πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα...

Κύριε, ἐλέησον ἡμᾶς· ἐπὶ σοὶ γὰρ πεποίθαμεν, μὴ ὀργισθῇς ἡμῖν σφόδρα, μηδὲ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν, ἀλλˊ ἐπίβλεψον καὶ νῦν, ὦς εὔσπλαγχνος, καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν· σὺ γὰρ εἶ Θεὸς ἡμῶν, καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου, καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν...

Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σέ, μὴ ἀστοχήσωμεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων· σὺ γὰρ εἶ ἡ σωτηρία τοῦ γένους τῶν χριστιανῶν.

Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε, ἐλέησον. (3)

Ἔτι δεόμεθα ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν, (δεῖνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε, ἐλέησον. (3)

Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ πόλει ταύτη, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου. Κύριε, ἐλέησον. (3)

Ἔτι δεόμεθα ὑπέρ τῶν δούλων τοῦ Θεοῦ, (ὀνόματα).

Ἔτι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν πόλιν ταύτην, καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου, καὶ αἰφνιδίου θανάτου, ὑπὲρ τὸν ἵλεων, εὐμενῆ καὶ εὐδιάλακτον, γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καί, διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον, τὴν καθˊ ἡμῶν κινουμένην, καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς, καὶ ἐλεῆσαι ἡμᾶς. Κύριε, ἐλέησον. (3)

Ἔτι δεόμεθα καὶ ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν, καὶ ἐλεῆσαι ἡμᾶς. Κύριε, ἐλέησον. (3)

Ἐπάκουσον ἡμῶν, ὁ Θεός, ὁ Σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακράν, καὶ ἵλεως, ἵλεως γενοῦ ἡμῖν, Δέσποτα ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν, καὶ ἐλέησον ἡμᾶς. Κύριε, ἐλέησον. (3)

Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Δόξα σοι ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα Σοι.

Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας Αὐτοῦ μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (τοῦ Ναοῦ) τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (τῆς ἡμέρας) καὶ πάντων τὸν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.

Ἦχος βˊ

Ὅτε ἐκ τοῦ ξύλου

Πάντων προστατεύεις, Ἀγαθή,

τῶν καταφευγόντων ἐν πίστει

τῇ κραταιᾷ σου χειρί·

ἄλλην γὰρ οὐκ ἔχομεν ἁμαρτωλοὶ πρὸς Θεόν,

ἐν κινδύνοις καὶ θλίψεσιν,

ἀεὶ μεσιτείαν,

οἱ κατακαμπτόμενοι ὑπὸ πταισμάτων πολλῶν,

Μῆτερ τοῦ Θεοῦ τοῦ Ὑψίστου·

ὅθεν σοι προσπίπτομεν·

Ῥῦσαι πάσης περιστάσεως τοὺς δούλους σου.

Ὅμοιον

Πάντων θλιβομένων ἡ χαρά,

καὶ ἀδικουμένων προστάτις,

καὶ πενομένων τροφή,

ξένων τε παράκλησις, καὶ βακτηρία τυφλῶν,

ἀσθενούντων ἐπίσκεψις,

καταπονουμένων σκέπη καὶ ἀντίληψις,

καὶ ὀρφανῶν βοηθός,

Μῆτερ τοῦ Θεοῦ τοῦ Ὑψίστου,

σὺ ὑπάρχεις, Ἄχραντε, σπεῦσον,

δυσωποῦμεν, ῥύσασθαι τοὺς δούλους σου.

Ἦχος πλ. δˊ

Δέσποινα, πρόσδεξαι

τὰς δεήσεις τῶν δούλων σου,

καὶ λύτρωσαι ἡμᾶς,

ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Ἦχος βˊ

Τὴν πᾶσαν ἐλπίδα μου

εἰς σὲ ἀνατίθημι,

Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Κατὰ τὴν περίοδον τοῦ 15 Αὐγούστου εἴθισται ἵνα ψάλλωνται, ἀντὶ τῶν ἀνωτέρω Θεοτοκίων, τὰ ἑπόμενα Ἐξαποστειλάρια.

Ἦχος γˊ

Ὁ οὐρανὸν τοῖς ἄστροις

Ἀπόστολοι ἐκ περάτων,

συναθροισθέντες ἐνθάδε,

Γεθσημανῆ τῷ χωρίῳ,

κηδεύσατέ μου τὸ σῶμα,

καὶ σύ, Υἱὲ καὶ Θεέ μου,

παράλαβέ μου τὸ πνεῦμα.

Ὁ γλυκασμὸς τῶν Ἀγγέλων,

τῶν θλιβομένων ἡ χαρά,

χριστιανῶν ἡ προστάτις,

Παρθένε Μήτηρ Κυρίου,

ἀντιλαβοῦ μου καὶ ῥῦσαι,

τῶν αἰωνίων βασάνων.

Καὶ σὲ μεσίτριαν ἔχω,

πρὸς τὸν φιλάνθρωπον Θεόν,

μή μου ἐλέγξῃ τὰς πράξεις,

ἐνώπιον τῶν Ἀγγέλων,

παρακαλῶ σε, Παρθένε,

βοήθησόν μοι ἐν τάχει.

Χρυσοπλοκώτατε πύργε,

καὶ δωδεκάτειχε πόλις,

ἡλιοστάλακτε θρόνε,

καθέδρα τοῦ Βασιλέως,

ἀκατανόητον θαῦμα,

πῶς γαλουχεῖς τὸν Δεσπότην;

Διˊ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν...

ΜΕΓΑΣ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ

χωρὶς Ἱερέα

Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.

Ψαλμὸς 142

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου

καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν

ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος

καὶ ἠκηδίασεν ἐπˊ ἐμὲ τὸ πνεῦμά μου ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου

ἐμνήσθην ἡμερῶν ἀρχαίων ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων

διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι

ταχὺ εἰσάκουσόν μου Κύριε ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπˊ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον

ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι Κύριε ὁδὸν ἐν ᾗ πορεύσομαι ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου

ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε πρὸς σὲ κατέφυγον

δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ

ἕνεκεν τοῦ ὀνόματός σου Κύριε ζήσεις με ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου

καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ, αˊ. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.

Στίχ, βˊ. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,

Στίχ, γˊ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Ἦχος δˊ Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ

Τῇ Θεοτόκῳ ἐκτενῶς νῦν προσδράμωμεν,

ἁμαρτωλοὶ καὶ ταπεινοί,

καὶ προσπέσωμεν ἐν μετανοίᾳ,

κράζοντες ἐκ βάθους ψυχῆς·

Δέσποινα,

βοήθησον ἐφˊ ἡμῖν σπλαγχνισθεῖσα,

σπεῦσον,

ἀπολλύμεθα ὑπὸ πλήθους πταισμάτων,

μὴ ἀποστρέψῃς σοὺς δούλους κενούς·

σὲ γὰρ καὶ μόνην ἐλπίδα κεκτήμεθα.

Δόξα... Καὶ νῦν...

Οὐ σιωπήσωμέν ποτε, Θεοτόκε,

τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι·

εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα,

τὶς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων;

Τὶς δὲ διεφύλαξεν

ἕως νῦν ἐλευθέρους;

Οὐκ ἀποστῶμεν,

Δέσποινα, ἐκ σοῦ·

σοὺς γὰρ δούλους σῴζεις ἀεί,

ἐκ παντοίων δεινῶν.

Ψαλμὸς 50

Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεός σου καὶ κατὰ τὸ πλῆθος των οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου

ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με

ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντὸς

σοὶ μόνω ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε

ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου·

ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.

ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι, πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι

ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα

ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον

καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου

μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμά σου τὸ ἅγιόν μὴ ἀντανέλῃς ἀπˊ ἐμοῦ

ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με

διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι

ῥῦσαί με ἐξ αἱμάτων ὁ Θεὸς, ὁ Θεὸς τῆς σωτηρίας μου ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου

Κύριε τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου

ὅτι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἂν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις

θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει

ἀγάθυνον Κύριε ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ

τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα, τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους

Ἦχος πλ. δˊ ᾨδὴ αˊ Ὁ Εἱρμὸς

«Ἁρματηλάτην Φαραὼ ἐβύθισε,

τερατουργοῦσα ποτέ,

Μωσαϊκὴ ῥάβδος,

σταυροτύπως πλήξασα,

καὶ διελοῦσα θάλασσαν,

Ἰσραὴλ δὲ φυγάδα,

πεζὸν ὁδίτην διέσωσεν,

ἆσμα τῷ Θεῷ ἀναμέλποντα».

Των λυπηρῶν ἐπαγωγαὶ χειμάζουσι

τὴν ταπεινήν μου ψυχήν,

καὶ συμφορῶν νέφη,

τὴν ἐμὴν καλύπτουσι,

καρδίαν Θεονύμφευτε,

ἀλλˊ ἡ φῶς τετοκυῖα,

τὸ θεῖον καὶ προαιώνιον,

λάμψον μοι τὸ φῶς τὸ χαρμόσυνον.

Ἐξ ἀμέτρητων ἀναγκῶν καὶ θλίψεων,

καὶ ἐξ ἐχθρῶν δυσμενῶν,

καὶ συμφορῶν βίου,

λυτρωθεὶς Πανάχραντε,

τῇ κραταιᾷ δυνάμει σου,

ἀνυμνῶ μεγαλύνω,

τὴν ἄμετρόν σου συμπάθειαν,

καὶ τὴν εἰς ἐμέ σου παράκλησιν.

Δόξα...

Νῦν πεποιθὼς ἐπὶ τὴν σὴν κατέφυγον,

ἀντίληψιν κραταιάν,

καὶ πρὸς τὴν σὴν σκέπην,

ὁλοψύχως ἔδραμον,

καὶ γόνυ κλίνω Δέσποινα,

καὶ θρηνῶ καὶ στενάζω,

μὴ με παρίδῃς τὸν ἄθλιον,

τῶν Χριστιανῶν καταφύγιον.

Καὶ νῦν...

Οὐ σιωπήσω τοῦ βοᾶν τρανώτατα,

τὰ μεγαλεῖα τὰ σά·

εἰμὴ γὰρ σὺ Κόρη,

πάντοτε προΐστασο,

ὑπὲρ ἐμοῦ πρεσβεύουσα,

τῷ Υἱῷ καὶ Θεῷ σου,

τὶς ἐκ τοσούτου με κλύδωνος,

καὶ δεινῶν κινδύνων ἐρρύσατο.

Διάσωσον, ἀπὸ κινδύνων, τοὺς δούλους σου, Θεοτόκε,

ὅτι πάντες μετὰ Θεόν, εἰς σὲ καταφεύγομεν,

ὡς ἄρρηκτον τεῖχος καὶ προστασίαν.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε,

ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν,

καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

ᾨδὴ γˊ Ὁ Εἱρμὸς

«Οὐρανίας ἁψῖδος,

ὀροφουργὲ Κύριε,

καὶ τῆς Ἐκκλησίας Δομῆτορ,

σὺ με στερέωσον,

ἐν τῇ ἀγάπῃ τῇ σῇ,

τῶν ἐφετῶν ἡ ἀκρότης,

τῶν πιστῶν τὸ στήριγμα,

μόνε φιλάνθρωπε».

Ἀπορήσας ἐκ πάντων,

ὀδυνηρῶς κράζω σοι·

πρόφθασον θερμὴ προστασία,

καὶ σὴν βοήθειαν,

δὸς μοι τῷ δούλῳ σου,

τῷ ταπεινῷ καὶ ἀθλίῳ,

τῷ τὴν σὴν ἀντίληψιν,

ἐπιζητοῦντι θερμῶς.

Ἐθαυμάστωσας ὄντως,

νῦν ἐπˊ ἐμοὶ Δέσποινα,

τὰς εὐεργεσίας σου Κόρη,

καὶ τὰ ἐλέη σου·

ὅθεν δοξάζω σε,

καὶ ἀνυμνῶ καὶ γεραίρω,

τὴν πολλὴν καὶ ἄμετρον,

κηδεμονίαν σου.

Δόξα...

Καταιγὶς με χειμάζει,

τῶν συμφορῶν Δέσποινα,

καί τῶν λυπηρῶν τρικυμίαι,

καταποντίζουσιν·

ἀλλὰ προφθάσασα,

χεῖρά μοι δὸς βοηθείας,

ἡ θερμὴ ἀντίληψις,

καὶ προστασία μου.

Καὶ νῦν...

Ἀληθῆ Θεοτόκον,

ὁμολογῶ Δέσποινα,

σὲ τὴν τοῦ θανάτου τὸ κράτος,

ἐξαφανίσασαν·

ὡς γὰρ φυσίζωος,

ἐκ τῶν δεσμῶν τῶν τοῦ ᾅδου,

πρὸς ζωὴν ἀνήγαγες,

εἰς γῆν με ῥεύσαντα.

Διάσωσον, ἀπὸ κινδύνων, τοὺς δούλους σου, Θεοτόκε,

ὅτι πάντες μετὰ Θεόν, εἰς σὲ καταφεύγομεν,

ὡς ἄρρηκτον τεῖχος καὶ προστασίαν.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε,

ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν,

καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Κάθισμα Ἦχος βˊ

Τὰ ἄνω ζητῶν

Πρεσβεία θερμή,

καὶ τεῖχος ἀπροσμάχητον,

ἐλέους πηγή,

τοῦ κόσμου καταφύγιον,

ἐκτενῶς βοῶμέν σοι·

Θεοτόκε Δέσποινα, πρόφθασον,

καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς,

ἡ μόνη ταχέως προστατεύουσα.

ᾨδὴ δˊ

«Σύ μου ἰσχύς, Κύριε, σύ μου καὶ δύναμις,

σὺ Θεός μου, σύ μου ἀγαλλίαμα,

ὁ πατρικοὺς κόλπους μὴ λιπών,

καὶ τὴν ἡμετέραν, πτωχείαν ἐπισκεψάμενος·

διὸ σὺν τῷ Προφήτῃ Ἀββακούμ σοι κραυγάζω·

τῇ δυνάμει σου δόξα φιλάνθρωπε».

Καὶ ποῦ λοιπόν, ἄλλην εὑρήσω ἀντίληψιν;

ποῦ προσφύγω; ποῦ δὲ καὶ σωθήσομαι;

τίνα θερμὴν ἔξω βοηθόν,

θλίψεσι τοῦ βίου καὶ ζάλαις οἴμοι! κλονούμενος;

Εἰς σὲ μόνην ἐλπίζω, καὶ θαρρῶ καὶ καυχῶμαι,

καὶ προστρέχω τῇ σκέπῃ σου σῶσον με.

Τὸν ποταμόν, τὸν γλυκερόν τοῦ ἐλέους σου,

τὸν πλουσίαις δωρεαῖς δροσίσαντα,

τὴν παναθλίαν καὶ ταπεινήν,

πάναγνε ψυχήν μου, τῶν συμφορῶν καί τῶν θλίψεων,

καμίνῳ φλογισθεῖσαν, μεγαλύνω κηρύττω,

καὶ προστρέχω τῇ σκέπῃ σου σῶσον με.

Δόξα...

Σὲ τὴν ἁγνήν, σὲ τὴν Παρθένον καὶ ἄσπιλον,

μόνην φέρω, τεῖχος ἀπροσμάχητον,

καταφυγὴν σκέπην κραταιάν,

ὅπλον σωτηρίας μὴ με παρίδῃς τὸν ἄσωτον,

ἐλπὶς ἀπηλπισμένων, ἀσθενῶν συμμαχία,

θλιβομένων χαρὰ καὶ ἀντίληψις.

Καὶ νῦν...

Πῶς ἐξειπεῖν, σοῦ κατˊ ἀξίαν δυνήσομαι,

τοὺς ἀμέτρους, οἰκτιρμοὺς ὦ Δέσποινα,

τοὺς τὴν ἐμὴν πάντοτε ψυχήν,

δεινῶς πυρουμένην, ὡς ὕδωρ περιδροσίσαντας;

Ἀλλˊ ὢ τῆς σῆς προνοίας, καί τῆς εὐεργεσίας,

ἧς ἀφθόνως αὐτὸς παραπήλαυσα!

Διάσωσον, ἀπὸ κινδύνων, τοὺς δούλους σου, Θεοτόκε,

ὅτι πάντες μετὰ Θεόν, εἰς σὲ καταφεύγομεν,

ὡς ἄρρηκτον τεῖχος καὶ προστασίαν.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε,

ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν,

καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

ᾨδὴ εˊ

«Ἵνα τί με ἀπώσω,

ἀπὸ τοῦ προσώπου σου τὸ φῶς τὸ ἄδυτον,

καὶ ἐκάλυψέ με,

τὸ ἀλλότριον σκότος τὸν δείλαιον·

ἀλλˊ ἐπίστρεψόν με,

καὶ πρὸς τὸ φῶς τῶν ἐντολῶν σου,

τάς ὁδούς μου κατεύθυνον δέομαι».

Εὐχαρίστως βοῶ σοι·

χαῖρε Μητροπάρθενε, χαῖρε Θεόνυμφε

χαῖρε θεία σκέπη,

χαῖρε ὅπλον καὶ τεῖχος ἀπόρθητον,

χαῖρε προστασία,

καὶ βοηθὲ καὶ σωτηρία,

τῶν εἰς σὲ προστρεχόντων ἐκ πίστεως.

Οἱ μισοῦντες με μάτην,

βέλεμνα καὶ ξίφη καὶ λάκκον ηὐτρέπισαν,

καὶ ἐπιζητοῦσι,

τὸ πανάθλιον σῶμα σπαράξαι μου,

καὶ καταβιβάσαι,

πρὸς γῆν Ἁγνὴ ἐπιζητοῦσιν·

ἀλλˊ ἐκ τούτων προφθάσασα σῶσόν με.

Δόξα...

Ἀπὸ πάσης ἀνάγκης,

θλίψεως καὶ νόσου καὶ βλάβης με λύτρωσαι,

καὶ τῇ σῇ δυνάμει,

ἐν τῇ σκέπῃ σου φύλαξον ἄτρωτον,

ἐκ παντὸς κινδύνου,

καὶ ἐξ ἐχθρῶν τῶν πολεμούντων,

καὶ μισούντων με Κόρη πανύμνητε.

Καὶ νῦν...

Τὶ σοι δῶρον προσάξω,

τῆς εὐχαριστίας ἀνθˊ ὧνπερ ἀπήλαυσα,

τῶν σῶν δωρημάτων,

καί τῆς σῆς ἀμετρήτου χρηστότητος;

Τοιγαροῦν δοξάζω,

ὑμνολογῶ καὶ μεγαλύνω,

σοῦ τὴν ἄμετρον πρός με συμπάθειαν.

Διάσωσον, ἀπὸ κινδύνων, τοὺς δούλους σου, Θεοτόκε,

ὅτι πάντες μετὰ Θεόν, εἰς σὲ καταφεύγομεν,

ὡς ἄρρηκτον τεῖχος καὶ προστασίαν.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε,

ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν,

καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

ᾨδὴ ςˊ

«Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον,

καὶ αὐτῷ ἀπαγγελῶ μου τάς θλίψεις,

ὅτι κακῶν ἡ ψυχή μου ἐπλήσθη,

καὶ ἡ ζωή μου τῷ ᾍδῃ προσήγγισε,

καὶ δέομαι ὡς Ἰωνᾶς·

Ἐκ φθορᾶς, ὁ Θεός με ἀνάγαγε».

Τὰ νέφη, τῶν λυπηρῶν ἐκάλυψαν,

τὴν ἀθλίαν μου ψυχὴν καὶ καρδίαν,

καὶ σκοτασμὸν ἐμποιοῦσι μοι Κόρη,

ἀλλˊ ἡ γεννήσασα φῶς τὸ ἀπρόσιτον,

ἀπέλασον ταῦτα μακράν,

τῇ ἐμπνεύσει τῆς θείας πρεσβείας σου.

Παράκλησιν, ἐν ταῖς θλίψεσιν οἶδα,

καί τῶν νόσων ἰατρὸν σε γινώσκω,

καὶ παντελῆ συντριμμὸν τοῦ θανάτου,

καὶ ποταμὸν τῆς ζωῆς ἀνεξάντλητον,

καὶ πάντων τῶν ἐν συμφοραῖς,

ταχινὴν καὶ ὀξεῖαν ἀντίληψιν.

Δόξα...

Οὐ κρύπτω σου, τὸν βυθὸν τοῦ ἐλέους,

καὶ τὴν βρύσιν τῶν ἀπείρων θαυμάτων,

καὶ τὴν πηγὴν τὴν ἀέναον ὄντως,

τῆς πρὸς ἐμὲ συμπαθείας σου Δέσποινα·

ἀλλˊ ἅπασιν ὁμολογῶ,

καὶ βοῶ καὶ κηρύττω καὶ φθέγγομαι.

Καὶ νῦν...

Ἐκύκλωσαν, αἱ τοῦ βίου με ζάλαι,

ὥσπερ μέλισσαι κηρίον Παρθένε,

καὶ τὴν ἐμὴν κατασχοῦσαι καρδίαν,

κατατιτρώσκουσι βέλει τῶν θλίψεων·

ἀλλˊ εὕροιμί σε βοηθόν,

καὶ διώκτην καὶ ῥύστην Πανάχραντε.

Διάσωσον, ἀπὸ κινδύνων, τοὺς δούλους σου, Θεοτόκε,

ὅτι πάντες μετὰ Θεόν, εἰς σὲ καταφεύγομεν,

ὡς ἄρρηκτον τεῖχος καὶ προστασίαν.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε,

ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν,

καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Κοντάκιον Ἦχος βˊ

Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε,

μεσιτεία πρὸς τὸν Ποιητὴν ἀμετάθετε.

Μὴ παρίδῃς ἁμαρτωλῶν δεήσεων φωνάς,

ἀλλὰ πρόφθασον, ὡς ἀγαθή,

εἰς τὴν βοήθειαν ἡμῶν,

τῶν πιστῶς κραυγαζόντων σοι·

Τάχυνον εἰς πρεσβείαν,

καὶ σπεῦσον εἰς ἱκεσίαν,

ἡ προστατεύουσα ἀεί,

Θεοτόκε, τῶν τιμώντων σε.

ᾨδὴ ζˊ

«Παῖδες Ἑβραίων ἐν καμίνῳ,

κατεπάτησαν τὴν φλόγα θαρσαλέως,

καὶ εἰς δρόσον τὸ πῦρ, μετέβαλον βοῶντες·

Εὐλογητὸς εἶ Κύριε,

ὁ Θεὸς εἰς τοὺς αἰώνας».

Φῶς ἡ τεκοῦσα Θεοτόκε,

σκοτισθέντα με νυκτὶ ἁμαρτημάτων,

φωταγώγησον σύ, φωτὸς οὖσα δοχεῖον,

τὸ καθαρὸν καὶ ἄμωμον,

ἵνα πόθῳ σε δοξάζω.

Σκέπη γενοῦ καὶ προστασία,

καὶ ἀντίληψις καὶ καύχημα Παρθένε,

γυμνωθέντι μοι νῦν, ἁπάσης βοηθείας,

ἀβοήθητων δύναμις,

καὶ ἐλπὶς ἀπηλπισμένων.

Δόξα...

Ὅλῃ ψυχῇ καὶ διανοίᾳ,

καὶ καρδίᾳ σε καὶ χείλεσι δοξάζω,

ἀπολαύσας τῶν σῶν, μεγάλων χαρισμάτων

ἀλλˊ ὢ τῆς σῆς χρηστότητος,

καὶ ἀπείρων σου θαυμάτων!

Καὶ νῦν...

Βλέψον ἱλέῳ ὄμματί σου,

καὶ ἐπίσκεψαι τὴν κάκωσιν ἣν ἔχω,

καὶ δεινῶν συμφορῶν, καὶ βλάβης καὶ κινδύνων,

καὶ πειρασμῶν με λύτρωσαι,

ἀμετρήτῳ σου ἐλέει.

Διάσωσον, ἀπὸ κινδύνων, τοὺς δούλους σου, Θεοτόκε,

ὅτι πάντες μετὰ Θεόν, εἰς σὲ καταφεύγομεν,

ὡς ἄρρηκτον τεῖχος καὶ προστασίαν.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε,

ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν,

καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

ᾨδὴ ηˊ

«Τὸν ἐν ὄρει ἁγίῳ δοξασθέντα,

καὶ ἐν βάτῳ πυρὶ τὸ τῆς Ἀειπαρθένου,

τῷ Μωϋσῇ μυστήριον γνωρίσαντα,

Κύριον ὑμνεῖτε,

καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Διὰ σπλάγχνα ἐλέους σου Παρθένε,

μὴ παρίδῃς σεμνή, ποντούμενόν με σάλῳ,

βιοτικῶν κυμάτων,

ἀλλὰ δίδου μοι χεῖρα βοηθείας,

καταπονουμένῳ, κακώσεσι τοῦ βίου.

Περιστάσεις καὶ θλίψεις καὶ ἀνάγκαι,

εὕροσάν με Ἁγνή, καὶ συμφοραί τοῦ βίου,

καὶ πειρασμοὶ με πάντοθεν ἐκύκλωσαν·

ἀλλὰ πρόστηθί μοι,

καὶ ἀντιλαβοῦ μου, τῇ κραταιᾷ σου σκέπῃ.

Δόξα...

Ἐν ταῖς ζάλαις ἐφεῦρον σε λιμένα,

ἐν ταῖς λύπαις χαρὰν καὶ εὐφροσύνην,

καὶ ἐν ταῖς νόσοις ταχινὴν βοήθειαν,

καὶ ἐν τοῖς κινδύνοις,

ῥύστιν καὶ προστάτιν, ἐν τοῖς πειρατηρίοις.

Καὶ νῦν...

Χαῖρε θρόνε πυρίμορφε Κυρίου,

χαῖρε θεία καὶ μανναδόχε στάμνε,

χαῖρε χρυσὴ λυχνία, λαμπὰς ἄσβεστος,

χαῖρε τῶν παρθένων δόξα καὶ μητέρων,

ὡράϊσμα καὶ κλέος.

Διάσωσον, ἀπὸ κινδύνων, τοὺς δούλους σου, Θεοτόκε,

ὅτι πάντες μετὰ Θεόν, εἰς σὲ καταφεύγομεν,

ὡς ἄρρηκτον τεῖχος καὶ προστασίαν.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε,

ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν,

καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

ᾨδὴ θˊ

«Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός,

καὶ τῆς γῆς κατεπλάγη τὰ πέρατα,

ὅτι Θεός,

ὤφθη τοῖς ἀνθρώποις σωματικῶς,

καὶ ἡ γαστήρ σου γέγονεν,

εὐρυχωροτέρα τῶν οὐρανῶν·

διό σε Θεοτόκε,

Ἀγγέλων καὶ ἀνθρώπων,

ταξιαρχίαι μεγαλύνουσι».

Πρὸς τίνα καταφύγω ἄλλην Ἁγνὴ;

ποῦ προσδράμω λοιπὸν καὶ σωθήσομαι;

ποῦ πορευθῶ;

ποίαν δὲ ἐφεύρω καταφυγήν;

ποίαν θερμὴν ἀντίληψιν;

ποῖον ἐν ταῖς θλίψεσι βοηθόν;

Εἰς σὲ μόνην ἐλπίζω,

εἰς σὲ μόνην καυχῶμαι,

καὶ ἐπὶ σὲ θαρρῶν κατέφυγον.

Οὐκ ἔστιν ἀριθμήσασθαι δυνατόν,

μεγαλεῖα τὰ σὰ Θεονύμφευτε,

καὶ τὸν βυθόν,

τὸν ἀνεξερεύνητον ἐξειπεῖν,

τῶν ὑπὲρ νοῦν θαυμάτων σου,

τῶν τετελεσμένων διηνεκῶς,

τοῖς πόθῳ σε τιμῶσι,

καὶ πίστει προσκυνοῦσιν,

ὡς ἀληθῆ Θεοῦ λοχεύτριαν.

Δόξα...

Ἐν ὕμνοις εὐχαρίστοις δοξολογῶ,

καὶ γεραίρω τὸ ἄμετρον ἔλεος,

καὶ τὴν πολλήν,

δύναμίν σου πᾶσιν ὁμολογῶ καὶ τὰς εὐεργεσίας σου,

ἂς ὑπερεκένωσας εἰς ἐμέ,

κηρύττω,

μεγαλύνω,

ψυχῇ τε καὶ καρδίᾳ,

καὶ λογισμῷ καὶ γλώσσῃ πάντοτε.

Καὶ νῦν...

Τὴν δέησίν μου δέξαι τὴν πενιχράν,

καὶ κλαυθμὸν μὴ παρίδῃς καὶ δάκρυα,

καὶ στεναγμόν,

ἀλλˊ ἀντιλαβοῦ μου ὡς ἀγαθή,

καὶ τὰς αἰτήσεις πλήρωσον·

δύνασαι γάρ πάντα ὡς πανσθενοῦς,

Δεσπότου Θεοῦ Μήτηρ,

εἰ νεύσεις ἔτι μόνον,

πρὸς τὴν ἐμὴν οἰκτρὰν ταπείνωσιν.

Μεγαλυνάρια

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον,

τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.

Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ,

τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Τὴν ὑψηλοτέραν τῶν οὐρανῶν, καὶ καθαρωτέραν λαμπηδόνων ἡλιακῶν,

τὴν λυτρωσαμένην ἡμᾶς ἐκ τῆς κατάρας, τὴν Δέσποιναν τοῦ κόσμου, ὕμνοις τιμήσωμεν.

Ἀπὸ τῶν πολλῶν μου ἁμαρτιῶν, ἀσθενεῖ τὸ σῶμα, ἀσθενεῖ μου καὶ ἡ ψυχή,

πρὸς σὲ καταφεύγω τὴν Κεχαριτωμένην, ἐλπὶς ἀπηλπισμένων, σύ μοι βοήθησον.

Δέσποινα καὶ μήτηρ τοῦ Λυτρωτοῦ, δέξαι παρακλήσεις, ἀναξίων σῶν ἱκετῶν,

ἵνα μεσιτεύσῃς πρὸς τὸν ἐκ σοῦ τεχθέντα. Ὦ Δέσποινα, τοῦ κόσμου γενοῦ μεσίτρια.

Ψάλλομεν προθύμως σοι τὴν ᾠδήν, νῦν τῇ πανυμνήτῳ, Θεοτόκῳ χαρμονικῶς,

μετὰ τοῦ Προδρόμου, καὶ πάντων τῶν Ἁγίων, δυσώπει, Θεοτόκε, τοῦ οἰκτειρῆσαι ἡμᾶς.

Ἄλαλα τὰ χείλη τῶν ἀσεβῶν, τῶν μὴ προσκυνούντων, τὴν εἰκόνα σου τὴν σεπτήν,

τὴν ἱστορηθεῖσαν, ὑπὸ τοῦ ἀποστόλου, Λουκᾶ ἱερωτάτου, τὴν Ὁδηγήτριαν.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς,

οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Τρισάγιον

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (ἐκ γˊ)

Δόξα... Καὶ νῦν...

Παναγία Τριάς, ἐλέησον ἡμᾶς.

Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν,

Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν.

Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν,

ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον, (ἐκ γˊ)

Δόξα... Καὶ νῦν...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τόν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. Ἀμήν.

Ἦχος πλ. βˊ

Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς· πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα...

Κύριε, ἐλέησον ἡμᾶς· ἐπὶ σοὶ γὰρ πεποίθαμεν, μὴ ὀργισθῇς ἡμῖν σφόδρα, μηδὲ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν, ἀλλˊ ἐπίβλεψον καὶ νῦν, ὦς εὔσπλαγχνος, καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν· σὺ γὰρ εἶ Θεὸς ἡμῶν, καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου, καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν...

Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σέ, μὴ ἀστοχήσωμεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων· σὺ γὰρ εἶ ἡ σωτηρία τοῦ γένους τῶν χριστιανῶν.

Ἦχος γˊ

Ὁ οὐρανὸν τοῖς ἄστροις

Ἀπόστολοι ἐκ περάτων,

συναθροισθέντες ἐνθάδε,

Γεθσημανῆ τῷ χωρίῳ,

κηδεύσατέ μου τὸ σῶμα,

καὶ σύ, Υἱὲ καὶ Θεέ μου,

παράλαβέ μου τὸ πνεῦμα.

Ὁ γλυκασμὸς τῶν Ἀγγέλων,

τῶν θλιβομένων ἡ χαρά,

χριστιανῶν ἡ προστάτις,

Παρθένε Μήτηρ Κυρίου,

ἀντιλαβοῦ μου καὶ ῥῦσαι,

τῶν αἰωνίων βασάνων.

Καὶ σὲ μεσίτριαν ἔχω,

πρὸς τὸν φιλάνθρωπον Θεόν,

μή μου ἐλέγξῃ τὰς πράξεις,

ἐνώπιον τῶν Ἀγγέλων,

παρακαλῶ σε, Παρθένε,

βοήθησόν μοι ἐν τάχει.

Χρυσοπλοκώτατε πύργε,

καὶ δωδεκάτειχε πόλις,

ἡλιοστάλακτε θρόνε,

καθέδρα τοῦ Βασιλέως,

ἀκατανόητον θαῦμα,

πῶς γαλουχεῖς τὸν Δεσπότην;

Διˊ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν...

ΜΙΚΡΟΣ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ

Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ψαλμὸς 142

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου

καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν

ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος

καὶ ἠκηδίασεν ἐπˊ ἐμὲ τὸ πνεῦμά μου ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου

ἐμνήσθην ἡμερῶν ἀρχαίων ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων

διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι

ταχὺ εἰσάκουσόν μου Κύριε ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπˊ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον

ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι Κύριε ὁδὸν ἐν ᾗ πορεύσομαι ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου

ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε πρὸς σὲ κατέφυγον

δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ

ἕνεκεν τοῦ ὀνόματός σου Κύριε ζήσεις με ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου

καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ, αˊ. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.

Στίχ, βˊ. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,

Στίχ, γˊ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Ἦχος δˊ Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ

Τῇ Θεοτόκῳ ἐκτενῶς νῦν προσδράμωμεν,

ἁμαρτωλοὶ καὶ ταπεινοί,

καὶ προσπέσωμεν ἐν μετανοίᾳ,

κράζοντες ἐκ βάθους ψυχῆς·

Δέσποινα,

βοήθησον ἐφˊ ἡμῖν σπλαγχνισθεῖσα,

σπεῦσον,

ἀπολλύμεθα ὑπὸ πλήθους πταισμάτων,

μὴ ἀποστρέψῃς σοὺς δούλους κενούς·

σὲ γὰρ καὶ μόνην ἐλπίδα κεκτήμεθα.

Δόξα... Καὶ νῦν...

Οὐ σιωπήσωμέν ποτε, Θεοτόκε,

τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι·

εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα,

τὶς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων;

Τὶς δὲ διεφύλαξεν

ἕως νῦν ἐλευθέρους;

Οὐκ ἀποστῶμεν,

Δέσποινα, ἐκ σοῦ·

σοὺς γὰρ δούλους σῴζεις ἀεί,

ἐκ παντοίων δεινῶν.

Ψαλμὸς 50

Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεός σου καὶ κατὰ τὸ πλῆθος των οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου

ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με

ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντὸς

σοὶ μόνω ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε

ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου·

ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.

ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι, πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι

ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα

ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον

καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου

μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμά σου τὸ ἅγιόν μὴ ἀντανέλῃς ἀπˊ ἐμοῦ

ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με

διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι

ῥῦσαί με ἐξ αἱμάτων ὁ Θεὸς, ὁ Θεὸς τῆς σωτηρίας μου ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου

Κύριε τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου

ὅτι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἂν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις

θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει

ἀγάθυνον Κύριε ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ

τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα, τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους

Ἦχος πλ. δˊ ᾨδὴ αˊ Ὁ Εἱρμὸς

Ὑγρὰν διοδεύσας ὡσεὶ ξηράν,

καὶ τὴν αἰγυπτίαν μοχθηρίαν διαφυγών,

ὁ Ἰσραηλίτης ἀνεβόα,

τῷ Λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν.

Πολλοῖς συνεχόμενος πειρασμοῖς,

πρὸς σὲ καταφεύγω, σωτηρίαν ἐπιζητῶν·

Ὦ Μῆτερ τοῦ Λόγου καὶ Παρθένε,

τῶν δυσχερῶν καὶ δεινῶν με διάσωσον.

Παθῶν με ταράττουσι προσβολαί,

πολλῆς ἀθυμίας, ἐμπιπλῶσαί μου τὴν ψυχήν,

εἰρήνευσον, Κόρη, τῇ γαλήνῃ,

τῇ τοῦ Υἱοῦ καὶ Θεοῦ σου, Πανάμωμε.

Δόξα...

Σωτῆρα τεκοῦσάν σε καὶ Θεόν,

δυσωπῶ, Παρθένε, λυτρωθῆναί με τῶν δεινῶν·

σοὶ γὰρ νῦν προσφεύγων ἀνατείνω,

καὶ τὴν ψυχὴν καὶ τὴν διάνοιαν.

Καὶ νῦν...

Νοσοῦντα τὸ σῶμα καὶ τὴν ψυχήν,

ἐπισκοπῆς θείας, καὶ προνοίας τῆς παρὰ σοῦ,

ἀξίωσον, μόνη Θεομῆτορ,

ὡς ἀγαθὴ ἀγαθοῦ τε λοχεύτρια.

ᾨδὴ γˊ Ὁ Εἱρμὸς

Οὐρανίας ἁψῖδος,

ὀροφουργὲ Κύριε,

καὶ τῆς Ἐκκλησίας Δομῆτορ,

σὺ με στερέωσον,

ἐν τῇ ἀγάπῃ τῇ σῇ,

τῶν ἐφετῶν ἡ ἀκρότης,

τῶν πιστῶν τὸ στήριγμα,

μόνε φιλάνθρωπε.

Προστασίαν καὶ σκέπην,

ζωῆς ἐμῆς τίθημι,

Σέ, Θεογεννῆτορ,

Παρθένε, σύ με κυβέρνησον,

πρὸς τὸν λιμένα σου,

τῶν ἀγαθῶν ἡ αἰτία,

τῶν πιστῶν τὸ στήριγμα,

μόνη πανύμνητε.

Ἱκετεύω, Παρθένε,

τὸν ψυχικὸν τάραχον,

καὶ τῆς ἀθυμίας τὴν ζάλην,

διασκεδάσαι μου·

σὺ γάρ, Θεόνυμφε,

τὸν ἀρχηγὸν τῆς γαλήνης,

τὸν Χριστὸν ἐκύησας,

μόνη πανάχραντε.

Δόξα...

Εὐεργέτην τεκοῦσα,

τὸν τῶν καλῶν αἴτιον,

τῆς εὐεργεσίας τὸν πλοῦτον,

πᾶσιν ἀνάβλυσον·

πάντα γὰρ δύνασαι,

ὡς δυνατὸν ἐν ἰσχύϊ,

τὸν Χριστὸν κυήσασα,

Θεομακάριστε.

Καὶ νῦν...

Χαλεπαῖς ἀρρωστίαις,

καὶ νοσεροῖς πάθεσιν,

ἐξεταζομένῳ, Παρθένε,

σύ μοι βοήθησον·

τῶν ἰαμάτων γάρ,

ἀνελλιπῆ σε γινώσκω,

θησαυρόν,

Πανάμωμε, τὸν ἀδαπάνητον.

Διάσωσον, ἀπὸ κινδύνων, τοὺς δούλους σου, Θεοτόκε,

ὅτι πάντες μετὰ Θεόν, εἰς σὲ καταφεύγομεν,

ὡς ἄρρηκτον τεῖχος καὶ προστασίαν.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε,

ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν,

καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)

Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεινός) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)

Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, των κατοικούντων καὶ παρεπιδημούντων ἐν τη (κώνῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδορομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)

Ἔτι δεόμεθα ὑπέρ των δούλων του Θεοῦ, (ὀνόματα).

Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων. Ἀμήν.

Κάθισμα Ἦχος βˊ

Τὰ ἄνω ζητῶν

Πρεσβεία θερμή,

καὶ τεῖχος ἀπροσμάχητον,

ἐλέους πηγή,

τοῦ κόσμου καταφύγιον,

ἐκτενῶς βοῶμέν σοι·

Θεοτόκε Δέσποινα, πρόφθασον,

καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς,

ἡ μόνη ταχέως προστατεύουσα.

ᾨδὴ δˊ

Εἰσακήκοα Κύριε,

τῆς οἰκονομίας σου τὸ μυστήριον,

κατενόησα τὰ ἔργα σου,

καὶ ἐδόξασά σου τὴν Θεότητα.

Τῶν παθῶν μου τὸν τάραχον,

ἡ τὸν κυβερνήτην τεκοῦσα Κύριον,

καὶ τὸν κλύδωνα κατεύνασον,

τῶν ἐμῶν πταισμάτων, Θεονύμφευτε.

Εὐσπλαγχνίας τὴν ἄβυσσον,

ἐπικαλουμένῳ τῆς σῆς παράσχου μοι,

ἡ τὸν εὔσπλαγχνον κυήσασα,

καὶ Σωτῆρα πάντων, τῶν ὑμνούντων σε.

Δόξα...

Ἀπολαύοντες, Πάναγνε,

τῶν σῶν δωρημάτων εὐχαριστήριον,

ἀναμέλπομεν ἐφύμνιον,

οἱ γινώσκοντές σε Θεομήτορα.

Καὶ νῦν...

Οἱ ἐλπίδα καὶ στήριγμα,

καὶ τῆς σωτηρίας τεῖχος ἀκράδαντον,

κεκτημένοι σε, Πανύμνητε,

δυσχερείας πάσης, ἐκλυτρούμεθα.

ᾨδὴ εˊ

Φώτισον ἡμᾶς, τοῖς προστάγμασί σου Κύριε,

καὶ τῷ βραχίονί σου τῷ ὑψηλῷ,

τὴν σὴν εἰρήνην, παράσχου ἡμῖν φιλάνθρωπε.

Ἔμπλησον, Ἁγνή, εὐφροσύνης τὴν καρδίαν μου,

τὴν σὴν ἀκήρατον διδοῦσα χαράν,

τῆς εὐφροσύνης, ἡ γεννήσασα τὸν αἴτιον.

Λύτρωσαι ἡμᾶς, ἐκ κινδύνων, Θεοτόκε Ἁγνή,

ἡ αἰωνίαν τεκοῦσα λύτρωσιν, καὶ τὴν εἰρήνην,

τὴν πάντα νοῦν ὑπερέχουσαν.

Δόξα...

Λῦσον τὴν ἀχλύν, τῶν πταισμάτων μου, Θεόνυμφε,

τῷ φωτισμῷ τῆς σῆς λαμπρότητος, ἡ φῶς τεκοῦσα,

τὸ θεῖον καὶ προαιώνιον.

Καὶ νῦν...

Ἴασαι Ἁγνή, τῶν παθῶν μου τὴν ἀσθένειαν,

ἐπισκοπῆς σου ἀξιώσασα, καὶ τὴν ὑγείαν,

τῇ πρεσβείᾳ σου παράσχου μοι.

ᾨδὴ ςˊ

Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον,

καὶ αὐτῷ ἀπαγγελῶ μου τάς θλίψεις,

ὅτι κακῶν ἡ ψυχή μου ἐπλήσθη,

καὶ ἡ ζωή μου τῷ ᾍδῃ προσήγγισε,

καὶ δέομαι ὡς Ἰωνᾶς·

Ἐκ φθορᾶς, ὁ Θεός με ἀνάγαγε.

Θανάτου καὶ τῆς φθορᾶς ὡς ἔσωσεν,

ἑαυτὸν ἐκδεδωκὼς τῷ θανάτῳ,

τὴν τῇ φθορᾷ καὶ θανάτῳ μου φύσιν,

κατασχεθεῖσαν, Παρθένε, δυσώπησον,

τὸν Κύριόν σου καὶ Υἱόν,

τῆς ἐχθρῶν κακουργίας με ῥύσασθαι.

Προστάτιν σε τῆς ζωῆς ἐπίσταμαι,

καὶ φρουρὰν ἀσφαλεστάτην, Παρθένε,

τῶν πειρασμῶν διαλύουσαν ὄχλον,

καὶ ἐπηρείας δαιμόνων ἐλαύνουσαν,

καὶ δέομαι διαπαντός,

ἐκ φθορᾶς τῶν παθῶν μου ῥυσθῆναί με.

Δόξα...

Ὡς τεῖχος καταφυγῆς κεκτήμεθα,

καὶ ψυχῶν σε παντελῆ σωτηρίαν,

καὶ πλατυσμὸν ἐν ταῖς θλίψεσι, Κόρη,

καὶ τῷ φωτί σου ἀεὶ ἀγαλλόμεθα·

Ὧ Δέσποινα, καὶ νῦν ἡμᾶς,

τῶν παθῶν καὶ κινδύνων διάσωσον.

Καὶ νῦν...

Ἐν κλίνῃ νῦν ἀσθενῶν κατάκειμαι,

καὶ οὐκ ἔστιν ἴασις τῇ σαρκί μου,

ἀλλˊ ἡ Θεὸν καὶ Σωτῆρα τοῦ κόσμου,

καὶ τὸν λυτῆρα τῶν νόσων κυήσασα,

σοῦ δέομαι τῆς ἀγαθῆς,

ἐκ φθορᾶς νοσημάτων ἀνάστησον.

Διάσωσον, ἀπὸ κινδύνων, τοὺς δούλους σου, Θεοτόκε,

ὅτι πάντες μετὰ Θεόν, εἰς σὲ καταφεύγομεν,

ὡς ἄρρηκτον τεῖχος καὶ προστασίαν.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως,

ἐπˊ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον,

ὡς ἔχουσα μητρικὴν παρρησίαν.

Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)

Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεινός) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)

Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, των κατοικούντων καὶ παρεπιδημούντων ἐν τη (κώνῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδορομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)

Ἔτι δεόμεθα ὑπέρ των δούλων του Θεοῦ, (ὀνόματα).

Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων. Ἀμήν.

Κοντάκιον Ἦχος βˊ

Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε,

μεσιτεία πρὸς τὸν Ποιητὴν ἀμετάθετε.

Μὴ παρίδῃς ἁμαρτωλῶν δεήσεων φωνάς,

ἀλλὰ πρόφθασον, ὡς ἀγαθή,

εἰς τὴν βοήθειαν ἡμῶν,

τῶν πιστῶς κραυγαζόντων σοι·

Τάχυνον εἰς πρεσβείαν,

καὶ σπεῦσον εἰς ἱκεσίαν,

ἡ προστατεύουσα ἀεί,

Θεοτόκε, τῶν τιμώντων σε.

Αˊ Ἀντίφωνον

Ἦχος δˊ

Ἐκ νεότητός μου, πολλὰ πολεμεῖ με πάθη, ἀλλˊ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον, Σωτήρ μου. (δίς)

Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι. (δίς)

Δόξα...

Ἁγίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται τῇ Τριαδικῇ μονάδι, ἱεροκρυφίως.

Καὶ νῦν...

Ἁγίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν τὴν κτίσιν, πρὸς ζωογονίαν.

Προκείμενον

Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.

Στίχ. Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.

Τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ μνησθήσομαι.

Καὶ ὑπέρ του καταξιωθῆναι ἡμᾶς της ἀκροάσεως του ἁγίου Εὐαγγελίου, Κύριον τὸν Θεὸν ἡμῶν ἱκετεύσωμεν.

Κύριε, ἐλέησον (γˊ).

Σοφία. Ὀρθοῖ, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.

Εἰρήνη πᾶσι.

Καὶ τῶ Πνεύματί σου.

Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου, τὸ Ἀνάγνωσμα.

Πρόσχωμεν.

Δόξα σοί, Κύριε, δόξα σοί.

Ἀναστᾶσα δὲ Μαριὰμ ἐν ταῖς ἡμέραις ταύταις ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς, εἰς πόλιν Ἰούδα, καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου, καὶ ἠσπάσατο τήν Ἐλισάβετ· καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς, καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ, καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ, καὶ εἶπεν·Εὐλογημένη σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου, καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρὸς με; ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησεν ἐν ἀγαλλιάσει τὸ βρέφος ἐν τῇ κοιλίᾳ μου, καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμα μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρι μου, ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γάρ, ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

Δόξα σοί, Κύριε, δόξα σοί.

Δόξα... Ἦχος βˊ

Πάτερ, Λόγε, Πνεῦμα, Τριὰς ἡ ἐν Μονάδι, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νύν...

Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Ἦχος πλ. βˊ

Ὅλην ἀποθέμενοι

Μὴ καταπιστεύσῃς με,

ἀνθρωπίνη προστασία,

Παναγία δέσποινα,

ἀλλὰ δέξαι δέησιν, τοῦ ἱκέτου σου·

θλίψις γὰρ ἔχει με,

φέρειν οὐ δύναμαι,

τῶν δαιμόνων τὰ τοξεύματα,

σκέπην οὐ κέκτημαι,

οὐδὲ ποῦ προσφύγω ὁ ἄθλιος,

πάντοθεν πολεμούμενος,

καὶ παραμυθίαν οὐκ ἔχω πλήν σου·

Δέσποινα τοῦ κόσμου,

ἐλπὶς καὶ προστασία τῶν πιστῶν,

μή μου παρίδῃς τὴν δέησιν,

τὸ συμφέρον ποίησον.

Ἕτερα Θεοτοκία

Οὐδεὶς προστρέχων ἐπὶ σοί, κατῃσχυμένος ἀπὸ σοῦ ἐκπορεύεται,

ἁγνὴ Παρθένε Θεοτόκε,

ἀλλˊ αἰτεῖται τὴν χάριν, καὶ λαμβάνει τὸ δώρημα,

πρὸς τὸ συμφέρον τῆς αἰτήσεως.

Μεταβολὴ τῶν θλιβομένων, ἀπαλλαγὴ τῶν ἀσθενούντων ὑπάρχουσα,

Θεοτόκε Παρθένε,

σῷζε πόλιν καὶ λαόν, τῶν πολεμουμένων ἡ εἰρήνη, τῶν χειμαζομένων ἡ γαλήνη,

ἡ μόνη προστασία τῶν πιστῶν.

Σῶσον, ὁ Θεός, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου· ἐπίσκεψαι τὸν κόσμον σου ἐν ἐλέει καὶ οἰκτιρμοῖς· ὕψωσον κέρας Χριστιανῶν Ὀρθοδόξων, καὶ κατάπεμψον ἐφ ἡμᾶς τὰ ἐλέη σου τὰ πλούσια· πρεσβείαις τῆς παναχράντου, Δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας· δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων, καὶ πανευφήμων Ἀποστόλων. Τῶν ἐν ἁγίοις Πατέρων ἡμῶν, μεγάλων Ἱεραρχῶν, καὶ Οἰκουμενικῶν Διδασκάλων, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου, Ἀθανασίου καὶ Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος, πατριαρχῶν Ἀλεξανδρείας· Νικολάου τοῦ ἐν Μύροις τῆς Λυκίας, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, καὶ Νεκταρίου τῆς Πενταπόλεως, τῶν θαυματουργῶν· τῶν ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλύτου, Θεοδώρου τοῦ Τήρωνος, καὶ Θεοδώρου τοῦ Στρατηλάτου καὶ Μηνᾶ τοῦ θαυματουργοῦ, τῶν ἱερομαρτύρων Χαραλάμπους καὶ Ἐλευθερίου· τῶν ἁγίων, ἐνδόξων, μεγάλων μαρτύρων Θέκλας, Βαρβάρας, Ἀναστασίας, Κυριακῆς, Φωτεινῆς, Μαρίνης, Παρασκευῆς καὶ Εἰρήνης· τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (ναοῦ), τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (ἡμέρας), καὶ πάντων σου τῶν Ἁγίων ἱκετεύομέν σε, μόνε πολυέλεε Κύριε, ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων σου καὶ ἐλέησον ἡμᾶς. Κύριε, ἐλέησον (ιβˊ)

Ἐλέει, καὶ οἰκτιρμοῖς, καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ΄ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ᾨδὴ ζˊ

Οἱ ἐκ τῆς Ἰουδαίας,

καταντήσαντες Παῖδες, ἐν Βαβυλῶνί ποτε,

τῇ πίστει τῆς Τριάδος,

τὴν φλόγα τῆς καμίνου, κατεπάτησαν ψάλλοντες·

Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Τὴν ἡμῶν σωτηρίαν,

ὡς ἠθέλησας Σῶτερ, οἰκονομήσασθαι,

ἐν μήτρᾳ τῆς Παρθένου,

κατῴκησας τῷ κόσμῳ,

ἣν προστάτιν ἀνέδειξας·

Ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητός εἶ.

Θελητὴν τοῦ ἐλέους,

ὃν ἐγέννησας, Μῆτερ ἁγνὴ δυσώπησον,

ῥυσθῆναι τῶν πταισμάτων,

ψυχῆς τε μολυσμάτων,

τοὺς ἐν πίστει κραυγάζοντας·

Ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἶ.

Δόξα...

Θησαυρὸν σωτηρίας,

καὶ πηγὴν ἀφθαρσίας, τὴν σὲ κυήσασαν,

καὶ πύργον ἀσφαλείας,

καὶ θύραν μετανοίας,

τοῖς κραυγάζουσιν ἔδειξας·

Ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἶ.

Καὶ νῦν...

Σωμάτων μαλακίας,

καὶ ψυχῶν ἀρρωστίας, Θεογεννήτρια,

τῶν πόθῳ προσιόντων,

τῇ σκέπῃ σου τῇ θείᾳ, θεραπεύειν ἀξίωσον,

ἡ τὸν Σωτῆρα Χριστόν, ἡμῖν ἀποτεκοῦσα.

ᾨδὴ ηˊ

Τὸν Βασιλέα τῶν οὐρανῶν ὂν ὑμνοῦσι,

στρατιαὶ τῶν Ἀγγέλων ὑμνεῖτε,

καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Τοὺς βοηθείας τῆς παρὰ σοῦ δεομένους,

μὴ παρίδῃς Παρθένε, ὑμνοῦντας,

καὶ ὑπερυψοῦντάς σε, Κόρη, εἰς αἰῶνας.

Τῶν ἰαμάτων τὸ δαψιλές,

ἐπιχέεις τοῖς πιστῶς ὑμνοῦσί σε Παρθένε,

καὶ ὑπερυψοῦσι τὸν ἄφραστόν σου τόκον.

Δόξα...

Τὰς ἀσθενείας μου τῆς ψυχῆς ἰατρεύεις,

καὶ σαρκὸς τὰς ὀδύνας, Παρθένε,

ἵνα σε δοξάζω τὴν Κεχαριτωμένην.

Καὶ νῦν...

Τῶν πειρασμῶν σὺ τὰς προσβολὰς ἐκδιώκεις,

καὶ παθῶν τὰς ἐφόδους Παρθένε·

ὅθεν σε ὑμνοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θˊ

Κυρίως Θεοτόκον,

σὲ ὁμολογοῦμεν,

οἱ διὰ σοῦ σεσωσμένοι Παρθένε Ἁγνή,

σὺν Ἀσωμάτοις χορείαις,

σὲ μεγαλύνοντες.

Ῥοήν μου τῶν δακρύων,

μὴ ἀποποιήσῃς,

ἡ τὸν παντὸς ἐκ προσώπου πᾶν δάκρυον,

ἀφῃρηκότα Παρθένε,

Χριστὸν κυήσασα.

Χαρᾶς μου τὴν καρδίαν,

πλήρωσον, Παρθένε,

ἡ τῆς χαρᾶς δεξαμένη τὸ πλήρωμα,

τῆς ἁμαρτίας τὴν λύπην,

ἐξαφανίσασα.

Λιμὴν καὶ προστασία,

τῶν σοὶ προσφευγόντων,

γενοῦ Παρθένε, καὶ τεῖχος ἀκράδαντον,

καταφυγή τε καὶ σκέπη,

καὶ ἀγαλλίαμα.

Δόξα...

Φωτός σου ταῖς ἀκτῖσι,

λάμπρυνον, Παρθένε,

τὸ ζοφερὸν τῆς ἀγνοίας διώκουσα,

τοὺς εὐσεβῶς Θεοτόκον,

σὲ καταγγέλλοντας.

Καὶ νῦν...

Κακώσεως ἐν τόπῳ,

τῷ τῆς ἀσθενείας, ταπεινωθέντα, Παρθένε,

θεράπευσον,

ἐξ ἀρρωστίας εἰς ῥῶσιν,

μετασκευάζουσα.

Μεγαλυνάρια

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον,

τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.

Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ,

τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Τὴν ὑψηλοτέραν τῶν οὐρανῶν, καὶ καθαρωτέραν λαμπηδόνων ἡλιακῶν,

τὴν λυτρωσαμένην ἡμᾶς ἐκ τῆς κατάρας, τὴν Δέσποιναν τοῦ κόσμου, ὕμνοις τιμήσωμεν.

Ἀπὸ τῶν πολλῶν μου ἁμαρτιῶν, ἀσθενεῖ τὸ σῶμα, ἀσθενεῖ μου καὶ ἡ ψυχή,

πρὸς σὲ καταφεύγω τὴν Κεχαριτωμένην, ἐλπὶς ἀπηλπισμένων, σύ μοι βοήθησον.

Δέσποινα καὶ μήτηρ τοῦ Λυτρωτοῦ, δέξαι παρακλήσεις, ἀναξίων σῶν ἱκετῶν,

ἵνα μεσιτεύσῃς πρὸς τὸν ἐκ σοῦ τεχθέντα. Ὦ Δέσποινα, τοῦ κόσμου γενοῦ μεσίτρια.

Ψάλλομεν προθύμως σοι τὴν ᾠδήν, νῦν τῇ πανυμνήτῳ, Θεοτόκῳ χαρμονικῶς,

μετὰ τοῦ Προδρόμου, καὶ πάντων τῶν Ἁγίων, δυσώπει, Θεοτόκε, τοῦ οἰκτειρῆσαι ἡμᾶς.

Ἄλαλα τὰ χείλη τῶν ἀσεβῶν, τῶν μὴ προσκυνούντων, τὴν εἰκόνα σου τὴν σεπτήν,

τὴν ἱστορηθεῖσαν, ὑπὸ τοῦ ἀποστόλου, Λουκᾶ ἱερωτάτου, τὴν Ὁδηγήτριαν.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς,

οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Τρισάγιον

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (ἐκ γˊ)

Δόξα... Καὶ νῦν...

Παναγία Τριάς, ἐλέησον ἡμᾶς.

Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν,

Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν.

Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν,

ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον, (ἐκ γˊ)

Δόξα... Καὶ νῦν...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τόν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστὶν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα του Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας των αἰώνων. Ἀμήν.

Ἦχος πλ. βˊ

Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς· πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα...

Κύριε, ἐλέησον ἡμᾶς· ἐπὶ σοὶ γὰρ πεποίθαμεν, μὴ ὀργισθῇς ἡμῖν σφόδρα, μηδὲ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν, ἀλλˊ ἐπίβλεψον καὶ νῦν, ὦς εὔσπλαγχνος, καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν· σὺ γὰρ εἶ Θεὸς ἡμῶν, καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου, καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν...

Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σέ, μὴ ἀστοχήσωμεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων· σὺ γὰρ εἶ ἡ σωτηρία τοῦ γένους τῶν χριστιανῶν.

Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε, ἐλέησον. (3)

Ἔτι δεόμεθα ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν, (δεῖνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε, ἐλέησον. (3)

Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ πόλει ταύτη, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου. Κύριε, ἐλέησον. (3)

Ἔτι δεόμεθα ὑπέρ τῶν δούλων τοῦ Θεοῦ, (ὀνόματα).

Ἔτι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν πόλιν ταύτην, καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου, καὶ αἰφνιδίου θανάτου, ὑπὲρ τὸν ἵλεων, εὐμενῆ καὶ εὐδιάλακτον, γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καί, διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον, τὴν καθˊ ἡμῶν κινουμένην, καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς, καὶ ἐλεῆσαι ἡμᾶς. Κύριε, ἐλέησον. (3)

Ἔτι δεόμεθα καὶ ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν, καὶ ἐλεῆσαι ἡμᾶς. Κύριε, ἐλέησον. (3)

Ἐπάκουσον ἡμῶν, ὁ Θεός, ὁ Σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακράν, καὶ ἵλεως, ἵλεως γενοῦ ἡμῖν, Δέσποτα ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν, καὶ ἐλέησον ἡμᾶς. Κύριε, ἐλέησον. (3)

Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Δόξα σοι ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα Σοι.

Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας Αὐτοῦ μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (τοῦ Ναοῦ) τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (τῆς ἡμέρας) καὶ πάντων τὸν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.

Ἦχος βˊ

Ὅτε ἐκ τοῦ ξύλου

Πάντων προστατεύεις, Ἀγαθή,

τῶν καταφευγόντων ἐν πίστει

τῇ κραταιᾷ σου χειρί·

ἄλλην γὰρ οὐκ ἔχομεν ἁμαρτωλοὶ πρὸς Θεόν,

ἐν κινδύνοις καὶ θλίψεσιν,

ἀεὶ μεσιτείαν,

οἱ κατακαμπτόμενοι ὑπὸ πταισμάτων πολλῶν,

Μῆτερ τοῦ Θεοῦ τοῦ Ὑψίστου·

ὅθεν σοι προσπίπτομεν·

Ῥῦσαι πάσης περιστάσεως τοὺς δούλους σου.

Ὅμοιον

Πάντων θλιβομένων ἡ χαρά,

καὶ ἀδικουμένων προστάτις,

καὶ πενομένων τροφή,

ξένων τε παράκλησις, καὶ βακτηρία τυφλῶν,

ἀσθενούντων ἐπίσκεψις,

καταπονουμένων σκέπη καὶ ἀντίληψις,

καὶ ὀρφανῶν βοηθός,

Μῆτερ τοῦ Θεοῦ τοῦ Ὑψίστου,

σὺ ὑπάρχεις, Ἄχραντε, σπεῦσον,

δυσωποῦμεν, ῥύσασθαι τοὺς δούλους σου.

Ἦχος πλ. δˊ

Δέσποινα, πρόσδεξαι

τὰς δεήσεις τῶν δούλων σου,

καὶ λύτρωσαι ἡμᾶς,

ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Ἦχος βˊ

Τὴν πᾶσαν ἐλπίδα μου

εἰς σὲ ἀνατίθημι,

Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Κατὰ τὴν περίοδον τοῦ 15 Αὐγούστου εἴθισται ἵνα ψάλλωνται, ἀντὶ τῶν ἀνωτέρω Θεοτοκίων, τὰ ἑπόμενα Ἐξαποστειλάρια.

Ἦχος γˊ

Ὁ οὐρανὸν τοῖς ἄστροις

Ἀπόστολοι ἐκ περάτων, συναθροισθέντες ἐνθάδε, Γεθσημανῆ τῷ χωρίῳ, κηδεύσατέ μου τὸ σῶμα, καὶ σύ, Υἱὲ καὶ Θεέ μου, παράλαβέ μου τὸ πνεῦμα.

Ὁ γλυκασμὸς τῶν Ἀγγέλων, τῶν θλιβομένων ἡ χαρά, χριστιανῶν ἡ προστάτις, Παρθένε Μήτηρ Κυρίου, ἀντιλαβοῦ μου καὶ ῥῦσαι, τῶν αἰωνίων βασάνων.

Καὶ σὲ μεσίτριαν ἔχω, πρὸς τὸν φιλάνθρωπον Θεόν, μή μου ἐλέγξῃ τὰς πράξεις, ἐνώπιον τῶν Ἀγγέλων, παρακαλῶ σε, Παρθένε, βοήθησόν μοι ἐν τάχει.

Χρυσοπλοκώτατε πύργε, καὶ δωδεκάτειχε πόλις, ἡλιοστάλακτε θρόνε, καθέδρα τοῦ Βασιλέως, ἀκατανόητον θαῦμα, πῶς γαλουχεῖς τὸν Δεσπότην;

Διˊ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν...

Комментарии для сайта Cackle