Ветхий Завет
1 (LI). Грехопадение Адама и Евы.
Τῇ δʹ τῆς βʹ ἑβδομάδος τῶν νηστειῶν· κοντάκιον κατανυκτικόν, φέρον
ἀκροστιχίδα τήνδε·[ τοῦ ταπεινοῦ Ῥωμανοῦ ὁ ὕμνος]
ἦ χος αʹ, πρός· Τὸ ἰατρεῖον τῆς μετανοίας.
Προοίμιον
1.pro.1 Σχόλασον, ψυχή μου, ἐν μετανοίᾳ, ἑνώθητι Χριστῷ κατὰ γνώμην, βοῶσα ἐν στεναγμοῖς·"Συγχώρησιν παράσχου μοι
1.pro.5 τῶν δεινῶν μου πράξεων, ἵνα λάβω παρὰ σοῦ, μόνε ἀγαθέ, τὴν ἄφεσιν καὶ ζωὴν τὴν αἰώνιον.»
1.1.1 Τῆς μακαρίας τυχεῖν ἐλπίδος δι᾿ ἔργων προσδοκῶμεν καὶ πίστεως, ὅσοι φυλάττομεν τὰ τοῦ Κυρίου καὶ σωτῆρος διδάγματα· διὰ τοῦτο τιμῶμεν καὶ στέργομεν τὸ ἀγγέλοις τίμιον τῆς νηστείας κατόρθωμα,
1.1.5
ὃ προφῆται τηρήσαντες μέτοχοι γεγόνασι τῶν χορῶν τῶν οὐρανίων, οἱ ἐπίγειοι,
ὅπου γε ταύτης τὴν ἐργασίαν Χριστὸς οὐκ ἐπῃσχύνθη ἐκτελέσαι· ἑκὼν δὲ ἐνήστευσεν,ἡμῖν καθυπογράφων διὰ ταύτης τὴν ζωὴν τὴν αἰώνιον.
1.2.1
Ὅτι μεγάλοι ἐν ἔργοις ἦσαν Μωσῆς καὶ Ἠλίας οἱ πύρινοι πύργοι γινώσκομεν, ὅτι καὶ πρῶτοι ἐν προφήταις τυγχάνουσι, πρὸς Θεὸν παρρησίαν ἐκέκτηντο, ὅτιπερ ἐβούλοντο προσιέναι καὶ δέεσθαι
1.2.5 καὶ αὐτῷ διαλέγεσθαι πρόσωπον πρὸς πρόσωπον,ὃ ὑπάρχει θαυμαστόν τε καὶ παράδοξον.
Ὅμως καὶ οὕτως πρὸς τὴν νηστείαν κατέφευγον σπουδαίως, διὰ ταύτης αὐτῷ προσαγόμενοι·νηστεία οὖν μετ᾿ ἔργων ἀποδίδωσι ζωὴν τὴν αἰώνιον.
Ὑπὸ νηστείας ὡς ὑπὸ ξίφους οἱ δαίμονες πάντες ἐλαύνονται ὅτι οὐ φέρουσιν οὐδ᾿ ἐξαρκοῦσι πρὸς τὴν ταύτης τερπνότητα· τρυφητὴν ἀγαπῶσι καὶ μέθυσον· ἐὰν δὲ θεάσωνται τῆς νηστείας τὸ πρόσωπον,
1.3.5 οὔτε στῆναι ἰσχύουσι· πόρρω δὲ ἐκτρέχουσιν,ὡς Χριστὸς ἡμᾶς διδάσκει ὁ Θεὸς ἡμῶν λέγων· "Τὸ γένος τὸ τῶν δαιμόνων νηστείᾳ καὶ δεήσει ἐκνικᾶται.» Διὸ δεδιδάγμεθα ὡς δίδωσι νηστεία τοῖς ἀνθρώποις ζωὴν τὴν αἰώνιον.
1.4.1 Τῆς σωφροσύνης ἁγνεία μήτηρ ὑπάρχει τῆς νηστείας τὸ ἄχραντον κάλλος·πηγάζει δὲ φιλοσοφίαν καὶ παρέχει τὸν στέφανον· προξενεῖ δὲ ἡμῖν τὸν παράδεισον, τὴν πατρῴαν δίδωσιν οἰκιὰν τοῖς νηστεύουσιν,
1.4.5
ἧς [ὁ Ἀ]δὰμ ἀπωλίσθησεν· εἵλκυσε δὲ θάνατον,ἀτιμάσας τῆς νηστείας τὸ ἀξίωμα· ταύτης γὰρ τότε καθυβρισθείσης,Θεὸς ὁ πάντων κτίστης καὶ δεσπότης εὐθύς ἠγανάκτησε·τοῖς ταύτην δὲ τιμῶσιν ἀποδίδωσι ζωὴν τὴν αἰώνιον.
1.5.1 Αὐτὸς γάρ, ὡς μητρὶ φιλοστόργῳ, νηστείας ἐντολῇ ὁ φιλάνθρωπος πρώην παρέθετο ὡς διδασκάλῳ παραχθέντα τὸν ἄνθρωπον, ἐν χερσὶν παραδούς τὴν ζωὴν αὐτοῦ· καὶ εἰ ταύτην ἔστερξε, μετ᾿ ἀγγέλων ηὐλίζετο·
1.5.5 ἀθετήσας δὲ εὕρετο πόνους καὶ τὸν θάνατον,ἀκανθῶν δὲ καὶ τριβόλων τὴν τραχύτητα καὶ ἐπιμόχθου βίου τὴν θλῖψιν.Εἰ δὲ ἐν παραδείσῳ [ἡ] νηστεία ὠφέλιμος δείκνυται,πόσῳ μᾶλλον ἐνταῦθα, ἵνα σχῶμεν τὴν ζωὴν τὴν αἰώνιον.
1.6.1 Παντὸς μὲν ξύλου κελεύει φαγεῖν τὸν ἄνθρωπον Ἀδὰμ τὸν πρωτόπλαστον τότε ὁ ὕψιστος ἐν παραδείσῳ θεὶς αὐτὸν, καθὼς γέγραπται· ἀλλ᾿ ἑνὸς ξύλου βρῶσιν ἐκώλυσε· καὶ αὐτὰ τὰ ῥήματα τὰ τοῦ κτίστου φιλάνθρωπα·
1.6.5 "Κατατρύφα γάρ, ἔλεγε, πάντων ὧν κ^#949;χάρισμαι·τῇ τρυφῇ γάρ σου τῇ τούτων ἀρεσθήσομαι· ἐὰν φυλάξῃς τὴν ἐντολήν μου,φυλάξω σε τρυφῶντα· διὰ τοῦτο φθορᾶς ἀνεπίδεκτον ἡ χάρις μου φρουρεῖ σε ὡς λαμβάνοντα ζωὴν τὴν αἰώνιον.
1.7.1
Ἐμῶν ῥημάτων ἀνάσχου, Ἀδάμ, καὶ πρόσχες ἀκριβῶς τῷ προστάγματι τούτῳ·ἑνὸς γάρ σοι ἐκ πάντων τούτων παραγγέλλω ἀπέχεσθαι, οὐ κακοῦ μὲν τὴν φύσιν ὑπάρχοντος, ἀλλὰ σοὶ τὴν κάκωσιν παραβάντι σκευάζοντος.
1.7.5
Ἡ οὐσία τοῦ ξύλου γὰρ ἔστι μὲν οὐκ ἄχρηστος,ἡ δὲ τούτου μετουσία σοι γενήσεται βλάβης αἰτία· ἔχει γὰρ τοῦτο ἀκόνην λογισμῶν ἐγκεκρυμμένην καὶ γεύσεως μάχαιραν·ἂν φάγῃς οὖν ἐκ τούτου, ἀποβάλλει τὴν ζωὴν τὴν αἰώνιον.
1.8.1
Ἰδού, πρωτόπλαστε, παραγγέλλω μὴ ἅψῃ ἐκ τοῦ ξύλου οὗ εἶπόν σοι ὅλως·ἂν ἅψῃ γάρ, εὐθύς ὡς κλέπτης ἐκδοθήσει πρὸς θάνατον, οὐχ ὡς ἔχειν αὐτὸ μὴ δυνάμενος, ἀλλ᾿ ἐπειδὴ ἄπιστος ἀποβήσει καὶ ἄχρηστος·
1.8.5 πρὸς μικρόν σε καὶ εὔκολον θεῖον νόμον ἤγαγον·διὰ τοῦτο τὴν τῶν ἄλλων ἀφθονίαν σοι ἐδωρησάμην, ἵν᾿ ὅλων τούτων ἐν ἀπολαύσει γένῃ καὶ θανάτου μὴ γένῃ ὑπεύθυνος,ὁ κατ᾿ εἰκόνα ἔχων καὶ κατέχων ζωὴν τὴν αἰώνιον.» 1.9.1 Νόμον οὖν θεῖον κρατοῦντές ποτε, Ἀδάμ τε καὶ ἡ Εὔα ἐφύλαττον τοῦτον·ἐτήρει δὲ ὁρμὰς τὰς τούτων ὁ διάβολος [-⏑⏑]· καὶ ἀπάτην σκευάζειν ἐπείγετο, καὶ ὡς ἐθεάσατο κρυπτομένους ὡς ἔμφρονας,
1.9.5 προσελθεῖν τῷ ἀνθρώπῳ μὲν τέως οὐκ ἐθάρρησε·τὴν δὲ Εὔαν ὁ πανοῦργος θεασάμενος παρὰ τὸ δένδρον μόνην ἑστῶσαν,ἐντίθησιν εὐθέως διὰ ταύτης τοῖς δύο τὸ πρόσκομμα τοῖς πρότερον λαβοῦσι διὰ χάριτος ζωὴν τὴν αἰώνιον.
1.10.1
Ὁ πονηρὸς γὰρ πρὸς τὴν γυναῖκα ὡς φίλος καὶ συνήθης προσέρχεται δόλῳκαὶ πλάττεται καὶ προκομίζει τὴν κακοῦργον ἐρώτησιν·
ὡς συμπάσχων αὐτῇ διαλέγεται· "Διὰ ποίαν πρόφασιν ὁ Θεὸς τὸν παράδεισον
1.10.5
ὡς φιλῶν ὑμῖν δέδωκε, πάντων δὲ ἐκώλυσε τῶν φυτῶν μεταλαμβάνειν ὁ φιλότιμος; Τίνος οὖν χάριν τοῦ παραδείσου τὴν οἴκησιν κρατεῖτε, τῆς δὲ τούτου τρυφῆς ἐστερήθητε;Πῶς δύνασθε οὖν ἔχειν [⏑⏑-⏑⏑] ζωὴν τὴν αἰώνιον;"
1.11.1
Ὑπὸ τῶν λόγων ἀπατηθεῖσα, ἡ Εὔα πρὸς αὐτὸν ἀπεκρίνατο ταῦτα·"Πεπλάνησαι καὶ οὐ γινώσκεις τί προσέταξε Κύριος. Τὸν παράδεισον ὅλον ὡς τράπεζαν παραχθεῖσι δέδωκεν ὁ Θεὸς εἰς ἀπόλαυσιν,
1.11.5 ἀλλ᾿ ἑνὸς τὴν μετάληψιν μόνον διεκώλυσεν,ἐμποδίου γενομένου τῇ ζωῇ ἡμῶν,
ὃ χρησιμεύει τοῖς ἀμφοτέροις καὶ ἐκπαιδεύειν οἶδε τῶν καλῶν τε καὶ φαύλων τὴν εἴδησιν·ἐλάβομεν γὰρ ἤδη ὥσπερ κτῆσιν ζωὴν τὴν αἰώνιον».
1.12.1
Ῥήματι οὖν θανατηφόρῳ γλυκεῖαν ὁ ἐχθρὸς συγκατέμιξε γεῦσιν,σκεπτόμενος καὶ λέγων ταῦτα κατ᾿ ἰδίαν ὁ ἔχθιστος· "Εἰ μὴ δόλῳ κεράσω τὸ βούλημα, ἂν καταψηφίσωμαι τοῦ Θεοῦ ἐν τοῖς λόγοις μου,
1.12.5 εὐθέως ὑποπτεύσει με Εὔα ὡς μισόθεον,καὶ γενήσομαι πρὸς ταύτην ἀπαράδεκτος· οὐδὲ γὰρ οἶδα τέως τὴν γνώμην ταύτης· ἐὰν ἰσχύσω διαστρέψαι, ἔστιν ὅτι στέργει με·ἐντέχνως οὖν προσέλθω τοῖς λαβοῦσι ζωὴν τὴν αἰώνιον.«
Ὡς δὲ τοιαῦτα διενοήθη, ὁ ὄφις πρὸς τὴν Εὔαν ἐφθέγξατο λέγων·»Συνήδομαι τῇ ἀφθονίᾳ τῆς τρυφῆς ἧς ἐλάβετε, ἐπαινῶ τοῦ Θεοῦ τὴν ἀλήθειαν, ὅτι οὐκ ἐψεύσατο πρὸς ὑμᾶς διηγούμενος
1.13.5
ὡς μεγάλη ἡ δύναμις τούτου τοῦ φυτοῦ ἐστι·τῶν καλῶν γὰρ καὶ τῶν φαύλων γνῶσιν δίδωσι· μόνος Θεὸς δὲ διαγινώσκει διάκρισιν τὴν πάντων· διὰ τοῦτο τὴν τούτου μετάληψιν παρήγγειλε μὴ ἔχειν, ὃ παρέχει ζωὴν τὴν αἰώνιον.
1.14.1 Μὴ γὰρ οὐκ οἶδα ὅτι τὴν κτίσιν καλὴν ὁ Θεὸς ἀπειργάσατο πᾶσαν;Ὁ πάντα οὖν καλὰ ποιήσας πῶς φυτεῦσαι ἠνείχετο παραδείσου εἰς μέσον τὸν θάνατον; Οὐχ ὑπάρχει πρόσκομμα τὸ φυτὸν τὸ τῆς γνώσεως·
1.14.5 οὐδὲ γὰρ ἀποθνῄσκετε ἐὰν τοῦτο φάγητε·ὡς θεοὶ δὲ διὰ τούτου νῦν γενήσεσθε
ὥσπερ ὁ κτίστης, τοῦ διακρίνειν καλῶν καὶ φαύλων τρόπους· διὰ τοῦτο ἐν μέσῳ προτέθειται παντὸς τοῦ παραδείσου, ὥσπερ ἔχοντα ζωὴν τὴν αἰώνιον."
1.15.1 Αὕτη οὖν ἰδοῦσα τὸ δένδρον ὡς ἔστιν εὐπρεπὲς καὶ ἐνάρετον Εὔα,ἐφλέγετο καὶ πρὸς τὴν γεῦσιν ταῖς ἐλπίσιν ἐπείγετο· λογισμοῖς ἑαυτὴν συνεκίνησεν, "Ὁ μηνύσας, λέγουσα, οὐκ ἐχθρὸς τοῦ Θεοῦ ἐστιν;
1.15.5 Ποίαν ἔχθραν γὰρ κέκτηται [ὁ ὄ]φις πρὸς τὸν πλάσαντα;Τὸ φυτὸν δὲ καὶ τῇ θέᾳ ἐστὶ πάγκαλον· σπεύσω πρὸς βρῶσιν θεοποιΐας καὶ ἀπολαύσω τούτου οὗ τὴν θέαν ὁρῶσα μαραίνομαι,καὶ δώσω τῷ ἀνδρί μου ἵνα σχῶμεν τὴν ζωὴν τὴν αἰώνιον.»
1.16.1 Νῦν ἐδέξω θανατηφόρον, ὦ τάλαινα Εὔα, καὶ ἔφαγες τούτου·τί τρέχεις οὖν συναπολέσαι καὶ τὸν ἄνδρα τὸν ἴδιον; Ἀκριβῶς ἑαυτὴν κατεξέτασον, εἰ ὃ προσεδόκησας διὰ γεύσεως γέγονας,
1.16.5 εἰ θεὸς εἶ, ὡς ἤλπισας· γνῶθι τοῦτο πρότερον,καὶ εἶθ᾿ οὕτως, πρὸς τὴν γεῦσιν καὶ τὸν ἄνδρα σου, γύναι, προτρέπου· μὴ οὖν ποιήσῃς συγκτήτορα τὸν ἄνδρα ἀπωλείας· τί σπεύδεις νομίζουσα ὡς βρῶσίς σοι παρέσχεν ἡ τοῦ ξύλου [τὴν ζωὴν τὴν αἰώνιον];
1.17.1
Ὅτε τῷ δένδρῳ ἐπιτερφθεῖσα ἀπώλετο – οὐ γὰρ ἀπήλαυσεν Εὔα – ,ἐσπούδασε καὶ ἐπεδίδου καὶ Ἀδὰμ τοῦ καρποῦ αὐτοῦ, καὶ ὡς μέγιστον δῶρον προσφέρουσα οὕτως διεγίνετο· πρὸς αὐτὸν δὲ ἐφθέγγετο·
1.17.5 "Θησαυρὸν παρετρέχομεν μέχρι νῦν, ὦ σύζυγε,καὶ τρυφὴν τὴν μακαρίαν ἐφοβούμεθα· νῦν ἔγνων, ἄνερ, καὶ ἐπειράθην ὡς ἄκαιρον δειλίαν ἐκρατοῦμεν· καὶ γὰρ ἐγὼ ἔφαγον καὶ ζῶσά σοι παρέστην καὶ ἀπέχω [τὴν ζωὴν τὴν αἰώνιον].
1.18.1
Ὑπάρχει μᾶλλον ὡς ἔχων πεῖραν ὁ λόγος τοῦ μηνύσαντος βέβαιος ὄντως·φαγοῦσα γὰρ οὐκ ἐνεκρώθην, ὡς Θεὸς προηγόρευσεν, ἀλλὰ ζῶσά σοι νῦν παραγέγονα, καὶ σχηματισμός ἐστι τοῦ Θεοῦ τὸ παράγγελμα·
1.18.5 εἰ γὰρ ἦν ἀληθέστατον, ἄρτι συνεθρήνεις με ὡς θανοῦσαν καὶ κειμένην πρὸς τὸν θάνατον. Δέχου οὖν, ἄνερ, καὶ κατατρύφα·προσλάμβανε ἀξίαν διὰ τούτου τὴν θείαν καὶ ἄχραντον·θεὸς γενήσει ὥσπερ ὁ παρέχων [τὴν ζωὴν τὴν αἰώνιον]."
1.19.1
Ὁ μὲν οὖν ὄφις, ὡς φθάσας εἶπον, ἐγγίσαι τῷ Ἀδὰμ οὐκ ἐθάρρησε τότε,φοβούμενος μὴ διαμάρτῃ τῆς ἐλπίδος ἧς ἔσπευδεν, ἀλλὰ ἄλλος ἐφάνη δεινότερος καὶ ὀφιωδέστερος ὄφις τούτου τοῦ ὄφεως.
1.19.5
Ὃν γὰρ ὄφις οὐκ ἔδακεν, αὕτη ἐθανάτωσε·κολακεύουσα γὰρ τότε τὸν ἰὸν αὐτῆς τούτῳ ἐμβάλλει, καὶ ἑαυτήν τε κἀκεῖνον ἀπορρήσσει, καὶ σκευάζει ἀπάτη τῆς βρώσεως νεκρούς ὀφιοπλήκτους ἀπολέσαντας ζωὴν τὴν αἰώνιον.
1.20.1
Ὑπὸ οὖν ταύτης πολιορκεῖται Ἀδὰμ τῆς ἀπάτης ὁ δείλαιος † πρώην·μιᾷ μὲν γὰρ πληγῇ τιτρώσκει διὰ βρώσεως ἅπαντας· διὰ τοῦτο δὲ οὕτως ὡς ἄτακτος ἐν τοῖς πόνοις ἅπασιν ἐπὶ γῆς κατεβέβλητο·
1.20.5 πρὸς νηστείαν γὰρ σύμμετρον ὄντως καὶ ὠφέλιμον,μὴ μεθύειν ἀκρασίᾳ, οὐκ ἠνέσχετο· χριστιανῶν δὲ πάντα τὰ γένη νηστείᾳ προσεθίζειν καὶ ἐρίζειν ἀγγέλοις ἐπείγονται,ἐλπίζοντα ἐντεῦθεν προσλαμβάνειν τὴν ζωὴν τὴν αἰώνιον.
1.21.1 Μεγάλη ἐστὶν ἡ νηστεία πρὸς ἣν ὁ Ἀδὰμ ἐκεκλήρωτο πρώην·ἐν μόνοις γὰρ φυτοῖς ὑπῆρχεν ἡ τροφὴ τῷ γεννήτορι· ἀκρατὴς δὲ καὶ οὗτος ἐγένετο. Νῦν παντοδαπής ἐστι τῶν βρωμάτων ἀπόλαυσις,
1.21.5 τῶν ἰχθύων τὰ ἥδιστα, ὄρνεις καὶ τετράποδα,τῶν φυτῶν καὶ τῶν σπερμάτων τὰ ποικίλματα,
[αἱ] μαγγανεῖαι αἱ τῶν τρυφώντων,τῶν τραπεζῶν ἡ χάρις ἡ κινοῦσα ἡμᾶς πρὸς τὴν ὄρεξιν τὴν τῆς γαστριμαργίας, [ἀφαιροῦσα δὲ ζωὴν τὴν αἰώνιον].
1.22.1 Νῦν ταῦτα λέγων, μὴ ἐρεθίσω πολλούς πρὸς γυμνασίαν παμφάγον, [ὦ] φίλοι·μὴ δείξω δὲ τοῦ πρωτοπλάστου λιχνοτέρους ἐν βρώμασι· τὸν γὰρ ζῆλον ἡμῶν, ὦ πιστότατοι, περὶ τὴν ἐγκράτειαν τὴν μεγίστην ἐκήρυξα·
1.22.5 λειτουργεῖν γὰρ ἐπείγεσθε, τὴν νηστείαν στέργοντες,ἐτησίως νῦν δεκάτας τῷ Θεῷ ἡμῶν,
ὥσπερ Ἑβραῖοι ἐκ τῶν χρημάτων προσέφερον Κυρίῳ τὰς δεκάτας, τῷ τύπῳ σημαίνοντες τὴν μέλλουσαν νηστείαν δι᾿ ἧς ἔχομεν ζωὴν τὴν αἰώνιον.
1.23.1
Ὁ ἀριθμὸς οὖν ἐν τῇ νηστείᾳ δηλούσθω ὁ τῆς δεκατώσεως, φίλοι·ἑπτὰ μὲν γὰρ αἱ ἑβδομάδες τῆς νηστείας ὑπάρχουσιν· αἱ δὲ πέντε ἡμέραι ὑπόψηφοι ἐφ᾿ ἑκάστῃ δείκνυνται ἑβδομάδι νηστεύσιμοι,
1.23.5
ὡς ὑπάρχειν τριάκοντα πέντε ἃς νηστεύομεν,καὶ νυχθήμερον πρὸς τούτοις τὸ τοῦ σαββάτου τοῦ σωτηρίου ἔχομεν πάθους·τριάκοντα ἓξ οὖν ἡμέραι πᾶσαι καὶ ἥμισυ γίνονται,δεκάτωσις τοῦ ἔτους, δι᾿ ἧς κτώμεθα ζωὴν τὴν αἰώνιον.
1.24.1 Σῶτερ τοῦ κόσμου, σὲ προσκυνοῦντες λατρείαν λογικήν σοι προσφέρομεν ταύτην·φιλάνθρωπε καὶ ἐλεῆμον, σύ τούς πάντας ἐλέησον· καὶ ἐσθίοντες γὰρ καὶ νηστεύοντες, πάντες σε δοξάζομεν τὸν [τούς πάντας] ῥυόμενον
1.24.5 ἐκ τῆς πλάνης οὓς ἔπλασας· σύ γὰρ εἶ ὁ Θεὸς ἡμῶν,εἰ καὶ ἄνθρωπος ἐγένου, ὡς ἠθέλησας, ἐκ τῆς παρθένου καὶ παναγίας Μαρίας τῆς ἀχράντου Θεοτόκου· διὸ σοὶ προσπίπτομεν·πρεσβείαις τῆς μητρός σου, δὸς τοῖς δούλοις σου ζωὴν τὴν αἰώνιον.
2 (XL). Ной.
2.t.1
Τῇ κυριακῇ τῆς γʹ ἑβδομάδος τῶν νηστειῶν, κοντάκιον κατανυκτικὸν
ᾀ δόμενον εἰς τὸν Νῶε, οὗ ἡ ἀκροστιχὶς ἥδε·[ αἶνος καὶ οὗτος Ῥωμανοῦ]
ἦ χος πλ. βʹ
2.t.5 πρός· Τὰ τῆς γῆς ἐπὶ τῆς γῆς
Προοίμιον I
2.pro 1.1
Ἐπὶ Νῶε τὴν ἁμαρτίαν κατέκλυσας,ἐπ᾿ ἐσχάτων διὰ βαπτίσματος ἔσωσας τὸ γένος τῶν ἀνθρώπων, Χριστὲ ὁ Θεός·μέλλεις δὲ πάλιν διὰ πυρὸς ἀνακαθαίρειν τὴν γῆν·
2.pro 1.5
ὅθεν αἰτοῦμεν τούς ἐκτενῶς ἀνυμνοῦντάς σε, ὡς εὔσπλαγχνος,ῥῦσαι πάντας τῆς ὀργῆς στοργῇ σου τῇ πρὸς ἡμᾶς,λυτρωτὰ τοῦ παντός.
Προοίμιον II
2.pro 2.1 Τῶν ἁμαρτιῶν τὸ πέλαγος ἐπὶ Νῶε ἐν ὀργῇ θυμοῦ κατέκλυσας σῇ ἰσχύϊ·ἐπ᾿ ἐσχάτων δὲ κόσμον, Χριστὲ ὁ Θεός,ἀνεκαίνισας τῷ βαπτίσματι καὶ πυρὶ τὴν γῆν ὕστερον καθαρίσεις·
2.pro 2.5ἀλλὰ σῶσον ἡμᾶς τῆς ὀργῆς στοργῇ σου τῇ πρὸς ἡμᾶς,λυτρωτὰ τοῦ παντός.
2.1.1 Ἀφορῶν τὴν ἀπειλὴν τῶν ὑπευθύνων ἣν ὑπέμεινάν ποτε ἐπὶ τοῦ Νῶε, τρέμω ἐνθυμούμενος τὰ δεινά μου ἐγκλήματα γέμοντα κατακρίσεως.Ἐκείνοις μὲν ὁ πλάστης ἠπείλησεν προθέσμως
2.1.5 χρόνον τῆς μετανοίας ἀναμένων αὐτῶν· ἡμῖν δὲ ἡ ὥρα τῆς τελευταίας ἡμέρας οὐκ ἐπεγνώσθη – τὸ πότε ἥξει οὔτε ἀγγέλοις ἀπεκαλύφθη – ἐν ᾗ Χριστὸς ἐλεύσεται ὁ πρὸ αἰώνων Κύριος νεφέλαις ἐποχούμενος, ὡς Δανιὴλ ἑώρακε,
2.1.10τοῦ διακρῖναι τὴν γῆν· πρὶν ἐπέλθῃ οὖν ἡμῖν ἡ τοῦ τέλους ῥοπή, ἱκετεύσωμεν Χριστὸν ἐκβοῶντες αὐτῷ· Ῥῦσαι πάντας τῆς ὀργῆς στοργῇ σου τῇ πρὸς ἡμᾶς, λυτρωτὰ τοῦ παντός.
2.2.1
Ἵνα γνῶμεν οὖν ἡμεῖς τὰ ἐπὶ Νῶε, τῶν ῥημάτων τῆς γραφῆς ἀκροασθῶμεν. Τοῦτο γὰρ ἐφθέγξατο πρὸς αὐτὸν ὁ φιλάνθρωπος βλέπων τὰς ἀδικίας τῶν πρίν·"Καιρὸς παντὸς ἀνθρώπου ἐναντίον μου ἥκει,
2.2.5 ὅτι ἡ γῆ ἐπλήσθη ἀδικίας πολλῆς· νῦν οὖν καταφθείρω αὐτούς καὶ πᾶσαν τὴν γαῖαν τοῦ ἐξαρθῆναι τὴν ἁμαρτίαν, ὅτι ἐπλήσθη φθορᾶς τὰ πάντα.
Ὑπάρχεις δὲ μονώτατος δίκαιος καὶ εὐάρεστος ἀπὸ τῆς γενεᾶς αὐτῶν· δίκην γὰρ ῥόδου ἤνθησας
2.2.10ἐν μέσῳ τῶν ἀκανθῶν· ἐνωτίσθητι οὐκοῦν σύ ῥημάτων ἐμοῦ τοῦ ποιῆσαι θέλημα #964;ὸ ἐμὸν ἐκβοῶν· Ῥῦσαι πάντας ...
2.3.1 Νῦν οὖν ἄγαγε ὕλην ἀσήπτων ξύλων, καὶ ποιήσεις κιβωτὸν καθάπερ θέλω, ἥντινά σοι δείκνυμι, ὡς εἰς μήτραν βαστάζουσαν σπέρματα μελλουσῶν γενεῶν.Καὶ ταύτην ὥσπερ οἶκον ἐν τύπῳ ἐκκλησίας
2.3.5 ποίησον ἁρμοδίως, ὡς ἐντέλλομαί σοι· νοσσιὰς ποιήσεις τὴν κιβωτὸν ἀσφαλτώσας, τριακοσίων πηχῶν τὸ μῆκος, πεντήκοντα δὲ τὸ πλάτος πάλιν, τὸ ὕψος δὲ τριάκοντα· ἐπισυνάγων ποίησον εἰς πῆχυν ἕνα ἄνωθεν· διώροφα, τριώροφα
2.3.10σκευάσεις τὴν κιβωτόν, τὴν δὲ θύραν τέλεσον ἐκ πλαγίων αὐτῆς· κα[ὶ ἐ]ν αὐτῇ φυλάξω σε βοῶντά μοι πιστῶς· Ῥῦσαι πάντας ..."
2.4.1
Ὅτε ἤκουσε ταῦτα ἐκ τοῦ Κυρίου, οὐ παρήκουσεν οὐδὲν τῶν λεγομένων, ἀλλὰ ἐπειγόμενος ἐκτελέσαι τὸ πρόσταγμα τάχιον, καθὼς ἔφη Θεός,ποιεῖται τὴν σχεδίαν ὡς ἔντιμος οἰκέτης,
2.4.5 οὕτως καθὼς ὁ πλάστης προσέταξεν αὐτῷ. Νοσσιὰς ὀρνέων καὶ ταμιεῖα θηρίων ποιεῖ ἐν ταύτῃ, καθάπερ γράφει· τὰ περικύκλῳ τῶν ὑπερῴων, κατάγαια, διώροφα, καταφυγὴν τοῖς κτήνεσιν, ὁμοίως καὶ τριώροφα τοῖς πετεινοῖς καὶ ἑρπετοῖς,
2.4.10τὰ πάντα πίστει ἐκτελῶν ἵνα μὴ τῶν τοῦ Θεοῦ παρακούσῃ ῥητῶν καὶ ὀφθῇ ὑπεύθυνος, ὡς μὴ κράζων αὐτῷ· Ῥῦσαι πάντας τῆς ὀργῆς ...
2.5.1 Συνετῶς ὁ ἐκλεκτὸς πληροῖ τὸ ἔργον· ἀσυνέτων δὲ λαὸς ὁρῶν τὰ ἔνδον ἔγνω τὸ τελούμενον καὶ τὸ δρᾶμα ἀκούσαντες ἔδοξαν φαντασίαν ὁρᾶν.Ὁ δίκαιος δὲ πίστει ἐβόα τοῖς ἀπίστοις·
2.5.5 "Παύσατε μέχρι τούτου τὴν ὀργὴν τοῦ Θεοῦ· ἐν τάχει γὰρ ἥξει, καὶ οὐ μὴ συγχωρηθείη ἡ ἀπιστία τῶν ἐν τῷ βίῳ, εἰ μὴ τὸ τάχος ἐπιστραφῆτε. Σφοδρὸς γὰρ καταβήσεται κατακλυσμὸς αἰφνίδιον, καὶ ὄρη ἅπερ βλέπετε καλύψουσι τὰ ὕδατα,
2.5.10καὶ καταφθείρουσι τὴν γῆν ἣν ἀπόλλυτε ὑμεῖς ἐν τοῖς ἔργοις ὑμῶν· ἀλλὰ κλαύσατε πικρῶς καὶ κράξατε Θεῷ· Ῥῦσαι πάντας ..."
2.6.1 Καθορῶν τῶν δυσμενῶν τὴν ἀπιστίαν καὶ τὴν ἄμετρον αὐτῶν ἀπανθρωπίαν, Νῶε διετρύχετο κα[ὶ ὑ]πὲρ τούτων προσηύχετο ὅπως μετανοήσωσιν·ὁρῶν τὴν οἰκουμένην σχεδὸν συντελουμένην,
2.6.5 ἔστενεν ἐν καρδίᾳ ἐκβοῶν τῷ λαῷ·
"Ἐκφύγετε τάχος ἐκ τῆς δεινῆς ἁμαρτίας, ἀποσοβοῦντες τὰς πονηρίας, μετανοοῦντες ἐφ᾿ οἷς ἐδρᾶτε· τὸν ῥύπον τῆς ψυχῆς ὑμῶν δάκρυσιν ἀποσμήξατε, τὸ κράτος τοῦ Θεοῦ ἡμῶν πίστει ἐξιλεώσασθε.
2.6.10Πρὶν οὖν ἐπέλθῃ ὑμῖν ἡ αἰφνίδιος ὁρμὴ τῆς ὀργῆς τοῦ Θεοῦ ἀπαλείφουσα ὑμᾶς, βοήσατε αὐτῷ· Ῥῦσαι πάντας ...»
2.7.1 Αὐτούς θέλων παιδεῦσαι τῷ παραδόξῳ, ἐπακούσας τῇ εὐχῇ [τῇ] τοῦ δικαίου, ἅπαντα συνήγαγεν ἐν σοφίᾳ ὁ Κύριος κτήνη τὰ ἐν τοῖς ὄρεσιν ἐνώπιον τοῦ Νῶε, ὡς πρὶν τῷ πρωτοπλάστῳ,
2.7.5 θῆρας δὲ δεδοικότας τὴν ὀργὴν τοῦ Θεοῦ. Τὰ κτήνη πτοοῦνται, καὶ οἱ βροτοὶ ὡς κτηνώδεις οὐκ ἀπωθοῦντο τὴν πονηρίαν, ἀλλὰ ἡγοῦντο ὡς φάσμα βλέπειν· πρὸς τούτους δὲ ἐφθέγγετο Νῶε ὁ τρισμακάριος· "Τοῖς λόγοις μου οὐ πείθεσθε· πείσει ὑμᾶς τὰ ἄλογα
2.7.10νυνὶ ἅπερ βλέπετε, ὅτι λύκοι καὶ ἀμνοὶ ἵστανται ὁμαδόν, ἑρπετὰ μετὰ πτηνῶν, καὶ οὐ κράζετε· Ῥῦσαι πάντας ...;"
2.8.1
Ἱκετεύων συνετῇ διδασκαλίᾳ, οὐ μετέτρεπεν υἱούς τῆς ἀπειθείας· ὅθεν καὶ προσέθηκαν τοῖς κακοῖς καὶ ἐπέμειναν πωρωθέντες οἱ ἄθλιοι.Τῇ αὐτῇ ἀσπλαγχνίᾳ ἐφάνη ἐν Αἰγύπτῳ
2.8.5 ἐπὶ τῇ ἀπειθείᾳ τοῦ λαοῦ Φαραώ· σκληρὰ γὰρ καρδία ἐκτυφλωθεῖσα ἀνοίᾳ οὐ κατευθύνει ἕως θανάτου· ὃ καὶ ἐδείχθη ἐπ᾿ ἀμφοτέρων· ἀπολώλαντο πρότερον κατακλυσμῷ οἱ γίγαντες, ὡσαύτως οἱ Αἰγύπτιοι σύν Φαραὼ εἰς θάλασσαν,
2.8.10ὥσπερ ἐν χρόνοις τισὶν ὁ λαὸς ὁ ἀσεβὴς ἐν Σοδόμοις οἰκῶν, ἐξ ὧν ἔσωσε Θεὸς κραυγάζοντα τὸν Λώτ· Ῥῦσαι πάντας ...
2.9.1
Ὁμαδὸν ἠθροισμένων θηρῶν ἀγρίων, ἑρπετῶν καὶ πετεινῶν ὁμοῦ παρόντων (πάντα γὰρ συνήχθησαν τῇ προστάξει τοῦ κτίσαντος εἰσελθεῖν εἰς τὴν λάρνακα),εὐχῇ δὲ ἀδιστάκτῳ ἐβόα ὁ θεράπων
2.9.5 ἀμέμπτως τηρηθῆναι ἐν πᾶσι τῷ κριτῇ. Σοφῶς δὲ εἰσάγων τὰ ἀναρίθμητα ζῷα ἐν τοῖς ταμ[ίει]οις τῆς τριωρόφου, καθάπερ εἶπεν ὁ παντοκράτωρ, ζυγὰ μὲν τὰ ἀκάθαρτα, τὰ καθαρά, ὡς γέγραπται, ἑπτὰ ἑπτὰ συνέκλεισεν, ἅπερ καὶ διεχώρισε
2.9.10τῷ ἐν ὑψίστοις βοῶν· «Μὴ παρίδῃς με, Σωτήρ, ὁ τὰ πάντα ὁρῶν, ἀλλὰ σῶσόν με [βυθοῦ] βοῶντά σοι πιστῶς· Ῥῦσαι πάντας ...»
2.10.1
Ὑπερεῖδεν οὖν λοιπὸν τούς ἀσυνέτους καὶ τὴν ἄμετρον αὐτῶν ἀπανθρωπίαν· πάντων κατεφρόνησε καὶ τὸ μέλλον ἐφρόντισε δάκρυσιν ἱκετεύων Θεόν·
"Ἐξήγαγές με πάλαι ἐκ μήτρας, ὁ Θεός μου·
2.10.5 σῶσόν με καὶ ἐν ταύτῃ τῇ τερπνῇ κιβωτῷ· καθάπερ γὰρ τύμβῳ ἐναποκλείομαι ταύτῃ ἐξ ἧς ἐξέλθω τῇ σῇ δυνάμει ὥσπερ ἐκ τάφου σοῦ με καλοῦντος.
Ἐν ταύτῃ προτυπώσω νῦν τὴν πάγκοσμον ἀνάστασιν ἐν ᾗπερ τούς δικαίους σου σῴζεις πυρός, καθάπερ με
2.10.10ἐκ μέσου [τῶν] ἀσεβῶν ἀφαρπάσας σώζεις με ἐν κλύδωνι κακῶν ἐκβοῶντά σοι πιστῶς τῷ εὐσπλάγχνῳ κριτῇ· Ῥῦσαι πάντας ..."
2.11.1 Τότε πράξας ὁ σοφὸς εὐρύθμως πάντα, διὰ ῥήματος Θεοῦ εἰσήχθη τάχος ἅμα τοῖς υἱοῖς αὐτοῦ καὶ σύν ταῖς γυναιξὶν αὐτῶν, ἔνδοθεν ὀκτὼ μόναι ψυχαί.Στενάζων δ᾿ ἀνενδότως ἐβόα ὁ θεράπων·
2.11.5 "Μή με συναπολέσῃς τοῖς ἀδίκοις, Σωτήρ· αὐτὴ γὰρ ἡ κτίσις νῦν συνταράττεται ἤδη, καὶ τὰ στοιχεῖα δονοῦνται φόβῳ, τῆς οἰκουμένης συγκλονουμένης· νεφέλαι ηὐτρεπίσθησαν καὶ ὁ ἀὴρ συγκέχυται· οἱ ἄγγελοι προτρέχουσι τῆς ἀπειλῆς σου πρόδρομοι."
2.11.10Τοιαῦτα λέξαντος αὐτοῦ, ἠσφαλίσατο Θεὸς [⏑⏑] τὴν κιβωτὸν καὶ ἐσφράγισεν αὐτήν, βοῶντος τοῦ πιστοῦ· Ῥῦσαι πάντας ...
2.12.1 Οὐρανόθεν ὁ κριτὴς κελεύει τότε, καὶ ἠνοίχθησαν εὐθύς οἱ καταρράκται, ὄμβρους ἐπαφιόντες, ὀχετούς τε καὶ χάλαζαν εἰς τὰ πέρατα πάντα [τῆς γῆς]·πηγαὶ δὲ τῆς ἀβύσσου ἐρράγησαν τῷ φόβῳ,
2.12.5 ὅθεν καὶ ὑπερῆλθον πάντα τόπον τῆς γῆς· ἐκάλυψαν ὄρη τὰ ὑψηλότατα λίαν, καὶ οὐχ ὡρᾶτο ξηρὰ οὐκέτι, ἀλλὰ ὑπῆρχε καθὼς τὸ πρώην. Ἀνήχθη γὰρ τὰ ὕδατα εἰς πήχεις πεντεκαίδεκα, καὶ πάντα ἐκαλύφθησαν τὰ ἀπ᾿ ἀρχῆς ὁρώμενα
2.12.10τῇ ἀπειλῇ τοῦ Θεοῦ, ὅτι ἔμειναν βροτοὶ τῇ πωρώσει αὐτῶν καὶ οὐκ ἔσπευσαν πιστῶς ἐκβοῆσαι αὐτῷ· Ῥῦσαι πάντας ...
2.13.1 Συνεπνίγοντο πλήθη τὰ τῶν ἀλόγων ἅμ[α α]ὐτοῖς τῶν λογικῶν ἀπολλυμένων· νάπαι διερρήγνυντο καὶ βουνοὶ διελύοντο δύναντες εἰς ἀπέραντον·ἡ ἄβυσσος ἐξήχει, φωνὴ βροντῶν ἐκτύπει,
2.13.5 ἀστραπαὶ δὲ σπινθῆρας ἀπέβαλλον σφοδρῶς· κατέδυσαν ὄρη ἐν καρδίαις θαλασσῶν, τῆς οἰκουμένης καταντλουμένης, σφοδρῶν ἀνέμων ὑπερφυσώντων. Ἀπόλωλαν οἱ γίγαντες, οἱ ἀπ᾿ αἰῶνος ἄνθρωποι, ἀπαύστως παροργίσαντες τὸν πρὸ αἰώνων Κύριον·
2.13.10ὡς ἀθετοῦντες αὐτόν, ὑπὸ πλήθους ὑετῶν κατεκλύσθησαν, ἐκαλύφθησαν βυθῷ μὴ βοήσαντες· Ῥῦσαι πάντας ...
2.14.1
Ῥαθυμίας καὶ φθορᾶς ἀφαιρεθείσης καὶ πάντων τῶν ἐν σαρκὶ καταφθαρέντων, ὄμβροι οὐκ ἐξέλιπον ἕως ὅτε ἐξήλειπτο ἅπαν γῆς τὸ ἀνάστημα· τεσσαράντα ἡμέρας καὶ νύκτας ἰσαρίθμους
2.14.5 ὕδατα ἀνυψοῦντο ἐπὶ ὕψος πολύ.
Ἐμνήσθη οὖν τότε τοῦ ἐκλεκτοῦ ὁ δεσπότης καὶ ἀναστέλλει τὰ νέφη, ἄφνω ἐξαποστείλας εἰρήνης πνεῦμα· συνέσχε γὰρ τὴν ἄβυσσον καὶ τὰς πηγὰς ἐκάλυψε, καὶ οὕτω διεχώρησαν ἐκ τῆς ξηρᾶς τὰ ὕδατα
2.14.10ἐν τῇ προστάξει αὐτοῦ· τῷ δεκάτῳ [δὲ] μηνί, τῶν ὀρέων, φησίν, ὤφθησαν αἱ κεφαλαί, βοῶντος τοῦ πιστοῦ· Ῥῦσαι πάντας ...
Ὡς δὲ ἀκαταλήπτῳ τῇ δυναστείᾳ διεχώρισε τὸ ὕδωρ ὁ πανοικτίρμων, παύσας τὸν θυμὸν αὐτοῦ εὐσπλαγχνίᾳ ἠλέησεν ἅπαντας τούς ἐν τῇ κιβωτῷ·ἐμνήσθη τῆς ἰδίας εἰκόνος ὁ οἰκτίρμων
2.15.5 ἥντινα καὶ ποθήσας διέπλασε χερσίν· ἐπήγαγε πνεῦμα, καὶ ἠλαττοῦτο τὸ ὕδωρ ἐπὶ ἡμέρας πολλάς, ὡς οἶμαι, καὶ ὑπεχώρει καθάπερ πρώην εἰς τὰς συναγωγὰς αὐτοῦ, καὶ ἡ ξηρὰ ἐδείκνυτο. Διὸ καὶ ἐπεκάθισεν ἡ κιβωτός, ὡς γέγραπται,
2.15.10εἰς ὄρη τὰ Ἀραράτ, καὶ ἐπαύθη ὁ κλύδων παραυτὰ ἐξ αὐτῆς, εὐχομένου τοῦ πιστοῦ ἱκεσίᾳ δεκτῇ· Ῥῦσαι πάντας ...
2.16.1 Μετὰ ταῦτα ὁ χορὸς τῶν ἀσωμάτων τὸν ἐν σώματι λαὸν ἰδὼν φθαρέντα, τότε ἀνεβόησεν ὅτι "ἄρτι κρατήσωσιν δίκαιοι τῶν περάτων τῆς γῆς"·ἡδέως γὰρ ὁ πλάστης ὁρᾷ τούς κατ᾿ εἰκόνα,
2.16.5 ὅθεν κατ᾿ ἰδίαν σῴζει τούς ὁσίους αὐτοῦ. Ἀνοίξας δὲ Νῶε κατανοεῖ τὸν αἰθέρα καὶ ἀνεβόα τοῖς ἐκ τῶν σπλάγχνων· "Μὴ ῥαθυμεῖτε, ἀλλὰ θαρσεῖτε». Εὐθύς δὲ ἐξαπέστειλε τὸν κόρακα ὁ ὅσιος, καὶ οὗτος οὐχ ὑπέστρεψε, παραχειμάσας ἔξωθεν·
2.16.10καὶ γὰρ πάντοτε ποθεῖ τὸν χειμέριον καιρόν, συγχαίρων τῷ βορρᾷ· ὅθεν οὐκ ἀνέλυσε πρὸς τούς κράζοντας· Ῥῦσαι πάντας ...
2.17.1 Ἀλλ᾿ εὐθύς περιστερὰν ἐξαποστέλλει, τὴν ἀκέραιον οὖσαν ἐν τοῖς ὀρνέοις, ἥτις καὶ ὑπέστρεψε, μὴ εὑροῦσα ἀνάπαυσιν, πρὸς τὸν Νῶε τὸν δίκαιον·ὃς ἐπισχὼν ἡμέρας ἑπτὰ ἐξαποστέλλει
2.17.5 ταύτην, καὶ ἐπανῆλθε πρὸς ἑσπέραν σχεδὸν, κατέχουσα κάρφος ἐν στόματι τῆς ἐλαίας, Θεοῦ σημαῖνον τῷ πανολβίῳ τὴν εὐσπλαγχνίαν ἐν μυστηρίῳ. Εὐθύς οὖν ἐξελήλυθε Νῶε ἀπὸ τοῦ μνήματος κελεύσει τοῦ προστάξαντος, μετὰ πάντων τῶν ἔνδοθεν,
2.17.10οὐχ ὥσπερ πρώην Ἀδάμ· οὐ γὰρ ἔφαγε φυτοῦ θανατοῦντος αὐτόν, ἀλλ᾿ ἐβλάστησε καρπὸν μετανοίας βοῶν· Ῥῦσαι πάντας ...
2.18.1 Νεκρωθείσης τῆς φθορᾶς καὶ ἀδικίας, κραταιοῦται ὁ εὐθὴς τῇ διανοίᾳ πίστει ὡς εὐάρεστος, καὶ οἱ τούτου ἀπόγονοι λάμψαντες ἐπὶ γῆς, ὥσπερ χνοῦς.Ὁ δίκαιος δὲ τότε θυσίαν ἀναπέμπει
2.18.5 ἄμωμον τῷ Κυρίῳ ἱκεσίᾳ πολλῇ·
ὠσφράνθη δ᾿ ὁ πλάστης ὥσπερ ὀσμῆς εὐωδίας, καὶ παρεκλήθη φιλανθρωπίᾳ, καὶ ὅρκῳ στήσας ἐπαγγελίαν βοᾷ· "Οὐκέτι φθείρονται κατακλυσμῷ τὰ σύμπαντα, εἴπερ καὶ πάντες ἔγκεινται τῇ πονηρίᾳ ἄνθρωποι·
2.18.10νῦν οὖν ἀνίστημι αὐτοῖς διαθήκην ἀρραγῆ, τὸ τόξον μου δεικνύς εἰς σημεῖον τοῖς ἐν γῇ, ὅπως κράζωσί μοι· Ῥῦσαι πάντας ..."
2.19.1
Ὅτε εἶδεν ὁ σοφὸς τὴν γαῖαν πᾶσαν ἐξ ἀνθέων ποικίλων στεφανουμένην, τότε κατεβάλετο ταῖς ἀρούραις τὰ σπέρματα, μένων τὴν εὐφορίαν τῆς γῆς· φυτεύει ἀμπελῶνα καὶ βάλλει ἐλαιῶνα·
2.19.5 σύντομον δὲ παρεῖχον εὐκαρπίαν αὐτῷ. Τρυγήσας οὖν Νῶε τὴν λύπην παραμυθεῖται, καὶ ἐμεθύσθη πιὼν ἀμέτρως καὶ ἐγυμνώθη ὑπνῶν καὶ ῥέγχων· μὴ φέρων οὖν ὁ βάσκανος βλέπειν βροτὸν ἀμέριμνον, τὸν ἕνα ἐξηπάτησε τῶν ἀδελφῶν ὁ δόλιος
2.19.10ἐμπαίζειν ἰδίῳ πατρί· καὶ ἐκνήψας ὁ σοφὸς καταρᾶται τῷ Χάμ, τούς δὲ δύο εὐλογεῖ σκεπάσαντας βοῶν· Ῥῦσαι τούτους ...
Ὑποπίπτει ὁ Ἀδὰμ τῇ παραβάσει, καὶ ὑπεύθυνος ὁ Χὰμ εὑρέθη ταύτῃ· ταῦτα δὲ πρὸς ἔλεγχον ἡ γραφὴ ἀνιστόρησεν ἅμα καὶ νουθεσίαν ἡμῶν.Τὴν πλάνην οὖν φυγόντες, νικήσωμεν τῇ πίστει
2.20.5 πᾶσαν τὴν πανουργίαν τοῦ δολίου ἐχθροῦ· ὑπάρχοντες τέκνα τῆς ἀμώμου κολυμβήθρας, μὴ ὑπαχθῶμεν τῇ ἁμαρτίᾳ, ὥσπερ Ἰούδας φιλαργυρίᾳ· ἐκεῖνος γὰρ κατέλιπεν ἄμπελον τὴν ἀληθινὴν καὶ ἀκάνθας ἐβλάστησε καὶ χερσωθεὶς ἀπώλετο.
2.20.10Ἐσώμεθα οὖν ἄμπελος τοῦ Κυρίου σαβαώθ, οἱ ποθοῦντες Χριστόν, ἔργα ἔχοντες καλὰ καὶ βοῶντες αὐτῷ· Ῥῦσαι πάντας τῆς ὀργῆς στοργῇ σου τῇ πρὸς ἡμᾶς, λυτρωτὰ τοῦ παντός.
3 (XLI). Жертвоприношение Авраама
3.t.1
Τῇ κυριακῇ τῆς δʹ ἑβδομάδος τῶν νηστειῶν, κοντάκιον ᾀδόμενον εἰς τὴν
θυσίαν Ἀβραάμ, φέρον ἀκροστιχίδα τήνδε·[ εἰς τὸν Ἀβραὰμ Ῥωμανοῦ ὕμνος]
πλ. αʹ
Προοίμιον
3.pro.1
Ὡς καθαρὰν θυσίαν καὶ ἄμωμον προσφορὰν ἀναιμωτὶ ἐδέξω τὸν ἄκακον Ἰσαὰκ ἐκ πατρὸς προσαγόμενον ὑπὲρ υἱῶν ἀγαπώντων σε·τῆς γὰρ φιλίας θριαμβεύσας τὴν γνώμην,
3.pro.5 τῆς ἀτεκνίας τὸν πρεσβύτην ἐρρύσω, φιλάνθρωπε, ὁ δοτὴρ τῶν ἀγαθῶν καὶ σωτὴρ τῶν ψυχῶν [ἡμῶν]. 3.1.1 Εἰς ὄρος ἀναβαίνοντα σὲ τὸν πρεσβύτην ὁ νέος ἐγὼ ζηλῶσαι θέλω καὶ ναρκοῦσί μου πόδες·εἰ γὰρ καὶ τὸ πνεῦμα πρόθυμον, ἡ σὰρξ ἀσθενής·
ὦ ψυχή μου, θάρρησον θεωροῦσα
3.1.5 τὸν Ἀβραὰμ νῦν γῆρας ἀποθέμενον καὶ νεάζοντα· οὗ ἔκαμνον πόδες, ἀλλ᾿ ἠνδρίζετο γνώμη·ἠγνόει τὸν τόπον καὶ ἀπῄει τῷ τρόπῳ ὁδηγοῦντος αὐτὸν τοῦ καλέσαντος,ὅτι μόνος ἀγαθὸς ὁ σωτὴρ τῶν ψυχῶν ἡμῶν.
3.2.1
Ἰσχύς οὖν ἦν ἡ πίστις σου, ὅθεν ὁ πόθος πολύς ἦν ὁ σὸς τοῦ ἐκτελέσαι τοῦ καλοῦντος τὴν βουλήν.Τί δέ σοι ὁ καλῶν προσέταξεν ἀκούσωμεν· "Λάβε παῖδα τὸν ἐκ τῶν σῶν λαγόνων
3.2.5 ὅνπερ ἐν γήρει ἔσχες παραμύθιον, καὶ σφάξον μοι."
Ὢ πόσης ὑπῆρχε τούτῳ λύπης τὸ ῥῆμα· οὐκ εἶπε γὰρ παῖδα καὶ ἠρκέσθη τῷ λόγῳ, ἀλλὰ ἠρέθιζε σπλάγχνα γέροντος,ὅτι μόνος ἀγαθὸς ὁ σωτὴρ τῶν ψυχῶν ἡμῶν.
3.3.1 Σκληρὸν μὲν τὸ πρόσταγμα· σύ δὲ πρὸς τοῦτο, πρεσβύτα, ὀξύς· τοῦ γὰρ παιδός σοι ποθεινότερος Θεός·διὸ πρὸς τὸ ῥηθὲν ἀμφίβολος οὐ γέγονας. Πῶς οὐκ εἶπας· "Διὰ τί με πατέρα
3.3.5 καὶ οὐ φονέα τέκνου προσηγόρευσας, ὦ δέσποτα;
Ὃ γίνομαι λέγε, ὃ γέγονα μὴ κάλει· καιρὸν γὰρ ὀλίγον ὠνομάσθην γενέτης, εἰς αἰῶνα δὲ σφαγεύς γόνου κηρύττομαι·ὅτι μόνος ἀγαθὸς ὁ σωτὴρ τῶν ψυχῶν ἡμῶν.
3.4.1 Τί ἄρ[α ο]ἱ ὁρῶντές με σφάττοντα τέκνον λογίσονται νῦν; Μανέντα, οἴμοι, ἢ ἐκστάντα τῶν φρενῶν·καὶ λῆρόν μου τὸ γῆρας δόξωσιν οἱ ἀκούοντες. Πῶς χερσὶ δὲ ταῖς ἰδίαις ὀλέσω
3.4.5 οὗ τοῖς δακτύλοις ἤλπιζον κλεισθῆναί μου τὰ βλέφαρα;
Ὃν ἔλυσα σπαργάνων πῶς δεσμήσας φονεύσω; Ὃν βλέπων σκιρτῶντα, σὲ εὐλόγουν τὸν δόντα· οὗ γέγονα τροφεύς, σφαγεύς οὐ γίνομαι,ὅτι μόνος ἀγαθὸς ὁ σωτὴρ τῶν ψυχῶν ἡμῶν.
Ὅταν μὲν τῷ κάλλει σου βλέψω, ὦ τέκνον, πληροῦμαι χαρᾶς· ὅταν δὲ πάλιν τοῦ δεσπότου ἀκούσω,ὁ γέλως μου εἰς πένθος τρέπεται καὶ δάκρυα. Οἴμοι, σπλάγχνον, τὴν ψελλίζουσαν γλῶσσαν
3.5.5 ἄφωνον δείξει χεὶρ τοῦ σε γεννήσαντος ἡ σφάζουσα· τὰ δὲ βλέφαρά σου οὑ καμμύσει ἡ Σάρρα· τὰ ῥοδίζοντα χείλη νῦν ἀδόνητα δείξω ὅτι πρόσταγμα τελῶ τοῦ δώσαντος,ὅτι μόνος ἀγαθὸς ὁ σωτὴρ τῶν ψυχῶν ἡμῶν.
3.6.1 Ναρκῶσαν τὴν χεῖρά μου καὶ δεδοικῶσαν τὸ ξίφος κρατεῖν τίς κραταιώσει καὶ διδάξει φονεύειν οὐ μόσχους σου, οὓς ἔθος ἔσχηκεν, ἀλλὰ τέκνον μου; Τίς ὠμὸν δὲ καὶ ἀνοίκτειρον δείξει
3.6.5 τὸν εὐσπλαγχνίας χάριν εἰσδεξάμενον τούς ἅπαντας;
Ὁ πρώην ἀγνώστους δεξάμενος καὶ θρέψας, σὲ τὸν κληρονόμον σὸς πατὴρ πῶς ὀλέσω; Τίς ἀκούσεται κἀμὲ οὐ φεύξεται;Ὅτι μόνος ἀγαθὸς ὁ σωτὴρ τῶν ψυχῶν ἐμῶν. 3.7.1 Ἀκούσει τούς λόγους σου πάντας [ἡ] Σάρρα, ὦ δέσποτά [μου], καὶ τὴν βουλήν σου ταύτην γνοῦσά μοι λέξει·Εἰ αὐτὸς ὁ διδούς ἐλάμβανε, τί παρέσχηκε; Σύ, πρεσβῦτα, τὸν ἐμὸν ἔα πρός με,
3.7.5 κα[ὶ ὅ]ταν θελήσῃ τοῦτον ὁ καλέσας σε, δηλώσῃ μοι· ὁ πρώην δι᾿ ἀγγέλου τόκον τούτου σημάνας, τὸν φόνον μοι αὖθις ὡς ἂν θέλῃ, δηλώσῃ· οὐ πιστεύω σοι τὸ τέκνον, οὐ δώσω σοι,ὅτι μόνος ἀγαθὸς ὁ σωτὴρ τῶν ψυχῶν ἡμῶν.
3.8.1 Βραχύν καιρὸν ζήσουσα, τούτῳ συζήσω· μετὰ τὸ θανεῖν, ἐὰν θελήσῃς. τοῦτο δρᾶσον ἐν αὐτῷ·μὴ λείπῃ με καὶ λύπη κτείνῃ με, σοῦ αἰτέομαι. Μόλις τούτου ἐπετύχομεν, ἄνερ,
3.8.5 καὶ παρ᾿ ἐλπίδας παῖδα ἐκ κοιλίας μου ἐκτησάμεθα· εἰ οὖν πρώην τυχόντες ἀποτύχωμεν ἄρτι, ἢ τάχα κυῆσαι, θηλαῖς θρέψαι ὀφείλω, καὶ ἀκμάσαντα δοῦναι τῷ δώσαντι;ὅτι μόνος ἀγαθὸς ὁ σωτὴρ τῶν ψυχῶν ἡμῶν.
3.9.1
Ῥοπὴν ἐμοῦ ἀπόστηθι· τοῦτον ἀγκάλαις λαμβάνω ἐγὼ πόνον γαστρός μου· κορεσθῆναι γὰρ ζητῶ·εἰ χρῄζει θυσιῶν ὁ καλέσας σε, λάβῃ πρόβατον. Οἴμοι, τέκνον Ἰσαάκ, εἰ κατίδω
3.9.5 σοῦ ἐπὶ γῆς [τὸ] αἷμα ἐκχυνόμενον ... μὴ γένοιτο· φονεύσει με πρώτην, εἶθ᾿ οὕτως σε φονεύσει· πρὸ σοῦ τὴν τεκοῦσαν, μετ᾿ αὐτὴν σὲ τὸν τόκον· μὴ κατίδω σου σφαγήν, καὶ ἀπόλωμαι·ὅτι μόνος ἀγαθὸς ὁ σωτὴρ τῶν ψυχῶν ἡμῶν.
3.10.1 Ἀγγέλου σημάναντος τόκον [ἐν γήρᾳ], ἐγέλασα πρίν, καὶ νῦν τὸ ῥῆμα ἰδοῦσα πρᾶγμα, ἐχάρην· ἀλλ᾿ ἤδη ἡ χαρὰ εἰς δάκρυα τάχα τρέπεται· σύ μου φάος, σύ αὐγὴ ἐμῶν βλεφάρων·
3.10.5 σὲ ὥσπερ ἄστρον βλέπουσα λαμπρύνομαι, ὦ τέκνον μου· σύ τῆς ἐμῆς κοιλίας καρπὸς ὥριμος ὤφθης· σύ βότρυς περκάζων ἀκμασάσης ἀμπέλου· οὐ σβέσει σε πατήρ, οὐ τέμνει σε·ὅτι μόνος ἀγαθὸς ὁ σωτὴρ τῶν ψυχῶν ἡμῶν.
3.11.1 Ἀκμάσας γενήσει μου στήριγμα γήρους, ὦ σπλάγχνον ἐμόν, τὰ σὰ δὲ τέκνα βακτηρία πολιᾶς·κατίδω σῆς ὀσφύος ἔκγονα κα[ὶ ο]ὕτω θνήξομαι· σύ δὲ κόρας τὰς ἐμὰς ἀποκλείσεις,
3.11.5 σύ σύν τοῖς τέκνοις κόλποις παραπέμψεις με τῶν πατέρων μου, σύ κλίνης μου πρῶτος πορευόμενος κλαύσεις· ἐγὼ δέ σου θνῆσιν οὐδαμῶς μὴ θρηνήσω ὀλετῆρα σὸν πατέρα ἀκούσασα·ὅτι μόνος ἀγαθὸς ὁ σωτὴρ τῶν ψυχῶν ἡμῶν.
3.12.1 – Μὴ τουτοισὶ τοῖς ῥήμασι γύναι, χρωμένη, ὀργίσῃς Θεόν· ἀλλότριόν τι οὐκ αἰτεῖται παρ᾿ ἡμῶν·ὃ πρώην γὰρ αὐτὸς δεδώρηται, τοῦτο λήψεται. Μὴ σπιλώσῃς τ[ὸ ὁ]λοκαύτωμα θρήνοις
3.12.5 μηδὲ δακρύσῃς· μῶμον ἐπιθήσεις γὰρ τῇ θυσίᾳ μου· Θεὸς αὐτὸν θέλει, καὶ τίς τοῦτον ἐπέχει; Καὶ κόλποις σοῖς ὄντα θανατῶσαι ἰσχύει· τὴν οὖν πρόθεσιν δεῖξόν σου πέμψασα,
ὅτι μόνος ἀγαθὸς ὁ σωτὴρ τῶν ψυχῶν ἡμῶν.
3.13.1
Ῥαντίσω τοῖς δάκρυσι πᾶσαν τὴν γαῖαν, καὶ σύ σύν ἐμοί, ἀλλ᾿ οὖν ἐκ τούτου κέρδος ἡμῖν οὐκ ἔσται·ὅταν γάρ τι Θεὸς βεβούλευται, τίς ἀνθίσταται;
Ἤ, δοκεῖς σύ, μόνος σὸς πέλει γόνος;
3.13.5Τέκνον ἐμὸν δὲ οὗτος οὐχ ὑπάρχει νῦν ὃν ἐγέννησα; "Σπορεύς αὐτοῦ πέλεις καὶ σφαγεύς τούτου μέλλεις·» Ὁ τοῦτο προστάξας, γύναι, πάντων δεσπόζει, δῶρον εὔκαιρον ἡμῶν ἐξαιτήσας με,ὅτι μόνος ἀγαθὸς ὁ σωτὴρ τῶν ψυχῶν ἡμῶν."
3.14.1
Ὡς ἤκουσε τὰ ῥήματα τοῦ ὁμοζύγου, [ἡ] Σάρρα φησίν· "Εἰ εἰς ζωήν σε θέλει, ζῆσαι προστάξει·ἀθάνατος ὑπάρχων Κύριος, οὐ μὴ κτείνει σε· νῦν αὐχήσω, σὲ προσάξασα δῶρον
3.14.5 ἐκ κοιλιᾶς μου τῷ δωρησαμένῳ σοι μακαρίζομαι. Πορεύου οὖν, τέκνον, καὶ γίνου Θεῷ θῦμα, σύν τῷ σῷ γενέτῃ, φονευτῇ δέ σου μᾶλλον· πιστεύω δέ, γονεύς σφαγεύς οὐ γίνεται,ὅτι μόνος ἀγαθὸς ὁ σωτὴρ τῶν ψυχῶν ἡμῶν.
3.15.1 Μητέρα λιμπάνων με, εὕρῃς πατέρα τὸν πάντων Θεόν· αὐτὸς σφαγέντα ἀναδείξει μοι ζῶντα·εἰ καὶ μὴ τῷ παρόντι, δείξει μοι εἰ τῷ μέλλοντι· ἄσπασαί με, Ἰσαάκ, τὴν τεκοῦσαν
3.15.5 καὶ τῶν ὠδίνων μήπω ἀπολαύσασαν, κα[ὶ ἀ]ποτρέχετε.» Τοιαῦτα ἦν ἄρα ἅπερ ἔφη Σάρρα· ὁ πρέσβυς δὲ πάντως εἶπεν ἄλλ᾿ ὑπὲρ ταῦτα, ἀλλ᾿ οὐκ ἔστερξαν ὑπὲρ [τὸν] Κύριον,ὅτι μόνος ἀγαθὸς ὁ σωτὴρ τῶν ψυχῶν ἡμῶν.
3.16.1 Αὐτὸς ὁ γεννήσας γὰρ σχίδακας τέκνῳ ἐπέθηκεν, καὶ ὤμοις φέρει οἷς ἐτίθεντο ὁ παῖς·ἐνταῦθα πᾶς πιστὸς νοείτω μοι τὸ μυστήριον.
Ἤλυθαν δὲ οὗπερ ἦσαν κληθέντες,
3.16.5 καὶ ὡς προβλέπων ἔφησε τὰ μέλλοντα ὁ πιστότατος, "Καθίσατε», λέγων τοῖς συνοῦσιν, "ἐνταῦθα· ἐγὼ δὲ σύν τέκνῳ πορευθεὶς ἀναστρέψω.» Καὶ τὰ ῥήματα ἐφάνη πράγματα,[ὅτι μόνος ἀγαθὸς ὁ σωτὴρ τῶν ψυχῶν ἡμῶν.]
3.17.1 Νευρώσας ναρκήσαντας πόδας τῇ πίστει καὶ τὴν δεξιὰν ὁπλίσας ξίφει, πρῶτον εἶχεν Ἰσαάκ,ἀλλ᾿ εὗρε πειρασμὸν τὰ ῥήματα τοῦ παιδός· φησίν· "Φράσον, πάτερ, τίς ὁ σφάττεσθαι μέλλων;
3.17.5 Ἔχω τὰ ξύλα, πῦρ σύ καὶ τὴν μάχαιραν· ποῦ τὸ πρόβατον;"
Ὦ σπλάγχνον γενέτου· πρὸς τούς λόγους τοῦ τέκνου τίς τότε ὑπάρχων ἀπηνὴς οὐκ ἐκάμφθη; Καὶ οὐκ ἔκαμψε λαλῶν, ἀλλ᾿ ἤγγρισεν,ὅτι μόνος [ἀγαθὸς ὁ σωτὴρ τῶν ψυχῶν ἡμῶν.]
3.18.1'Ὁ πρώην καλέσας με ὄψεται, τέκνον, εἰ θέλει σφαγήν· ἡμεῖς δὲ τούτῳ ὑπουργήσωμεν», φησίν. "Ὦ πάτερ, κατ᾿ ἐμοῦ τὴν μάχαιραν ἠκόνησας;Βλέπω τύμβον τὸν βωμόν, ὦ γενέτα·
3.18.5 σὲ δὲ δεσμοῦντα ἅμα καὶ φονεύοντα ἐνοπτρίζομαι· εἰ τοίνυν ὃ βλέπω ἀληθῶς ὁρῶ, λέγε, μὴ ἄκοντα σφάξῃς ἵν᾿ εὐπρόσδεκτον εὕρῃς τὴν θυσίαν σου, ἐμὲ τὸ τέκνον σου· ὅτι μόνος [ἀγαθὸς ὁ σωτὴρ τῶν ψυχῶν ἡμῶν."]
3.19.1 Yἱοῦ μὲν τὰ ῥήματα τότε παρίδε πιστὸς Ἀβραάμ, καὶ τῆς θυσίας ἦν ἐργάτης ἰσχυρός,καὶ πόδας σύν χερσὶν ἐδέσμησεν ὃν ἐγέννησε, «Πρῶτον», λέγων, »δήσω, εἶτα φονεύσω,
3.19.5 μήποτε τούτου σκίρτημα κωλύσῃ μου τὸ ὅρμημα.» Χειρὶ λαβὼν ξίφος εἰς σφαγήν, ἐπεσχέθη, οὐ τέκνου σκιρτῶντος, τοῦ Θεοῦ δὲ καλοῦντος καὶ σημαίνοντος αὐτοῦ τὰ μέλλοντα,[ὅτι μόνος ἀγαθὸς ὁ σωτὴρ τῶν ψυχῶν ἡμῶν.]
3.20.1
Ὑψόθεν ἐπέβλεψεν ὁ ἐπιβλέπων ἀβύσσους Θεὸς, καὶ τῷ δικαίῳ ἀνεβόησε φωνήν·"Ἀβραάμ, Ἀβραάμ, πιστότατε, στεῖλον χεῖρά σου· γνῶναι θέλων σὲ ὁ μὴ ἀγνοήσας
3.20.5 σὲ πρὸ τοῦ πλάσαι, † τὴν πίστιν σου νῦν εὗρον ἥνπερ μέλλουσι βλέπειν οἱ τῆς ἀληθείας θερμοὶ ἐρασταί μου ἐπ᾿ ἐσχάτων τῶν αἰώνων, † ὅτι μέλλει ὁ [υἱό]ς μου εἰς [τὸ] ὄνομα ἐμὸν δοξάζεσθαι,ὁ δοτὴρ τῶν ἀγαθῶν καὶ σωτὴρ τῶν ψυχῶν ὑμῶν.
3.21.1 Μὴ κτείνῃς τὸν παῖδά σου· νῦν γάρ σε ἔγνων φοβούμενόν με· τοῦ ὑϊοῦ σου οὐκ ἐφείσω δι᾿ ἐμέ, ὅντινα λαβὼν ἀπότρεχε καθὼς πρόειπας.» Ταῦτ᾿ ἀκούων Ἀβραὰμ ἔφη τότε·
3.21.5 "Μή τινα μῶμον εὗρες ἐν θυσίᾳ μου καὶ ἐπέσχες με; Μή τι παρερρύη ἐν λόγῳ ἢ ἐν ἔργῳ; † ἢ δόλος ἐν τῷ στόματί μου; † Ὡς καρδίας ἐτάζων, σύ καθάρισον καὶ σφάξαι πρόσταξον,ὁ δοτὴρ τῶν ἀγαθῶν καὶ σωτὴρ τῶν ψυχῶν ἡμῶν.
3.22.1 – Νῦν στεῖλον τὴν χεῖρά σου· εὗρον ὡς θέλω σὴν πίστιν ἁγνήν, διὸ καὶ ἐν σοὶ προσκιάζω τὰ ἐμά·ἐμὸν γὰρ εἶ σαφῶς ἐκτύπωμα, ναί, δίκαιε· θέλεις γνῶναι ἐκ τῶν σῶν τὰ μετὰ σέ;
3.22.5 Τούτου γὰρ χάριν ἔνθα σε ἀνήγαγον, [τοῦ] δεῖξαί σοι.
Ὥσπερ οὖν οὐκ ἐφείσω δι᾿ ἐμὲ τοῦ υἱοῦ σου, κἀγὼ διὰ πάντας οὐ φείσομαι τοῦ υἱοῦ μου· ὑπὲρ κόσμου δὲ σφαγῆναι δίδωμι, ὁ δοτὴρ τῶν ἀγαθῶν [καὶ σωτὴρ τῶν ψυχῶν ὑμῶν.]
3.23.1 Οὕτως δ᾿ ὡς ἐβάσταξε ξύλα τοῖς ὤμοις ὁ σὸς Ἰσαάκ, ἐπ᾿ ὤμων φέρει ὁ ἐμὸς [υἱὸ]ς τὸν σταυρόν·ὁ πόθος ὁ πολύς σοι ἔδειξε καὶ τὰ μέλλοντα. Βλέψον ἄρτι καὶ κριὸν τὸν ἐν ξύλῳ·
3.23.5 πόθεν κρατεῖται βλέπων καταμάνθανε τὸ μυστήριον· τοῖς κέρασιν τοῦτον τὰ δεσμὰ περιέχει, τὰ κέρατα χεῖρας τοῦ υἱοῦ μου σημαίνει·καὶ σφάξον μοι, καὶ σὸν υἱὸν φυλάττω σοι, ὁ δοτὴρ τῶν ἀγαθῶν [καὶ σωτὴρ τῶν ψυχῶν ὑμῶν."]
3.24.1 Σφαγὴν οὐ δεχόμενον βλέπουσα Σάρρα σύν τῷ Ἀβραάμ, χορεύει πάλιν δεξαμένη Ἰσαάκ·"Ὁ δείξας σε ἐμοί, ὦ τέκνον μου, λάβῃ πνεῦμά μου.» Ταύτην ἡμῖν τὴν χαρὰν σύ παράσχου,
3.24.5ὁ ἐπὶ ξύλου χεῖρας ὥσπερ κέρατα δεσμηθεὶς δι᾿ ἡμᾶς· ἡμῶν ἱκεσίας κενὰς μὴ ἀποστρέψῃς,δι᾿ οὓς ἐσταυρώθης ἐν θυμῷ σου μὴ κτείνῃς· τούτων πρέσβευε καὶ σύ, πάτερ, τυχεῖν ἡμᾶς,ὁ δοτὴρ τῶν ἀγαθῶν καὶ σωτὴρ τῶν ψυχῶν ἡμῶν.
4 (XLII). Благословение Исааком Иакова
4.t.1
Τῇ κυριακῇ τῆς εʹ ἑβδομάδος τῶν νηστειῶν, κοντάκιον κατανυκτικὸν
ᾀ δόμενον εἰς τὸν Ἰσαὰκ ὅτε εὐλόγησε τὸν Ἰακώβ, φέρον ἀκροστιχίδα τήνδε·[ τοῦ ταπεινοῦ Ῥωμανοῦ]
ἦ χος πλ. δʹ
4.t.5
πρός· Τὸν πρὸ ἡλίου ἥλιον.
Προοίμιον
4.pro.1 Τὸν Ἡσαῦ μισήσας ὡς ἄσωτον καὶ Ἰακὼβ ἀγαπήσας ὡς δίκαιον, τὴν εὐλογίαν ἐξ ἐκείνου εἰς τοῦτον μετήγαγες· ἀλλ᾿ ὡς τῷ πράῳ τῇ συμβουλίᾳ τῆς μητρός,
4.pro.5 ταῖς ἱκεσίαις τῆς ἀχράντου σου μητρός, Χριστὲ ὁ Θεός, ἐξ οὐρανοῦ εὐλογίαν παράσχου ἡμῖν.
4.1.1 Τὸν διὰ τῆς ὑπακοῆς σώσαντα γένος ἀνθρώπων,πατήσαντα τὸν ὄφιν καὶ φωτίσαντα τὸν κόσμον καὶ ἐκ τῆς παρθένου τεχθέντα ἀγεωργήτως, τὸν τῆς κατάρας ἀπαλλάξαντα κτίσιν ἅπασαν,
4.1.5τὸν τούς παραβάντας ῥήξαντ[α ἀ]γγέλους καὶ παραπεσόντα χειρὶ ἐγείραντα Ἀδὰμ ὑμνήσωμεν, δοξάσωμεν. Γνῶμεν τί ἔδρασεν ἡμῖν τὸ πτῶμα τῆς παραβάσεως ἐν τῇ παρακοῇ,
4.1.10καθὼς καὶ ἡ βίβλος τῆς κτίσεως λέγει τοῦ πρωτοπλάστου τὴν ἀθεσίαν·
ὅθεν σπεύσωμεν ἅπαντες καὶ κράξωμεν τῷ Θεῷ ἡμῶν·Ἐξ οὐρανοῦ εὐλογίαν παράσχου ἡμῖν.
4.2.1 Οἱ τῶν μελλόντων τύποι οὖν σύγγονοι δύο ὑπῆρχον,τεχθέντες ἐκ Ῥεβέκκας Ἰσαὰκ τῷ πατριάρχῃ·τὸν Ἡσαῦ δὲ τότε καλέσας ἔφη ὁ πρέσβυς· "Πορεύου, τέκνον, ἐν ἀγρῷ σπουδῇ καὶ ἀγώνισαι·
4.2.5λάβε σου τὸ τόξον καὶ τὴν φαρέτραν·θήρευσόν μοι θήραν καὶ σπεῦσον ἀρέσαι πατρὶ, καὶ ἔνεγκέ μοι ἔδεσμα,
ὅπως σου δέξωμαι τὴν προθυμίαν,καὶ εὐλογήσω σε πρὶν τελευτῆσαί με·
4.2.10ἀνάστηθι, δεῖξον τὴν διάθεσίν σου,καὶ πλήρωσόν μου ἐπιθυμίαν· ὁρῶν γάρ σου τὴν ἅπασαν προαίρεσιν, τῷ Θεῷ κράζω·Ἐξ οὐρανοῦ εὐλογίαν παράσχου ἡμῖν.»
4.3.1
Ὑπέστησεν ὁ γηραιὸς τὸν ἐκ τῶν σπλάγχνων τεχθέντα,καὶ τρέχειν κατεπείχθη ὁ Ἡσαῦ τό[τε] εἰς θήραν·ἡ δὲ μήτηρ τούτου πρὸς Ἰακὼβ ἀνεβόα· "Σπούδασον φθάσαι εἰς τὴν ποίμνην καὶ ἀγωνίσασθαι·
4.3.5ἤκουσα λαλοῦντος τοῦ σοῦ γενέτου πρὸς τὸν ἀδελφόν σου· Θήρευσόν μοι θήραν, ὦ παῖ, καὶ ἔνεγκέ μοι ἔδεσμα· καὶ φαγὼν κα[ὶ ε]ὐφρανθεὶς σὲ εὐλογήσω·πρὸ τοῦ [ἐ]μὲ θανεῖν συντόμως πείσθητι.
4.3.10Καθώς σοι οὖν εἶπον πορεύθητι, λάβε ἀπὸ τῆς ποίμνης δύο ἐρίφους· ποιήσω τῷ γενέτῃ σου τὸ ἔδεσμα, ἵν᾿ εὐξάμενος ἐξ οὐρανοῦ εὐλογίαν παράσχῃ ἡμῖν."
4.4.1 Ταῦτα ἀκούσας Ἰακὼβ πρὸς τὴν τεκοῦσαν ἐβόα·"Πῶς φθάσω εἰς τὴν ποίμνην καὶ κομίσω τούς ἐρίφους;Ὁ Ἡσαῦ, ὦ μῆτερ, ἀνὴρ δασύς φύσει ἐστίν· ἐγὼ δὲ πάλιν ὡς ἀνὴρ λεῖος ἐπαισχύνομαι·
4.4.5μήπως ὁ πατήρ μου ἐμὲ γνωρίσῃκαὶ ὑπὸ αἰσχύνης ὡς καταφρονήσας αὐτοῦ ἀπέναντι γενήσομαι· ἐπάξω δὲ ἐμαυτῷ μᾶλλον κατάραν,κα[ὶ ο]ὐκ εὐλογήσει με, ἀλλ᾿ ἀπολέσει με.
4.4.10Ὦ μῆτερ, πτοοῦμαι τὸ τόλμημα πάνυ,τοῦ ἀδελφοῦ μου καὶ τὴν μανίαν· σιγήσομαι οὖν κα[ὶ ε]ὔξομαι τῷ πλάσαντι κράζων· Εὔσπλαγχνε,ἐξ οὐρανοῦ εὐλογίαν παράσχου ἡμῖν.»
4.5.1
"Ἄκουσον λόγων τῶν ἐμῶν καὶ μὴ δειλία, ὦ τέκνον,"ἡ μήτηρ ἀνεβόα κολακεύουσα τὸν νέον·"νῦν ἐπάκουσόν μου καὶ δεῖξον ὡς ἀγαπᾷς με· ἡ σὴ κατάρα ἐπ᾿ ἐμὲ γενήσεται, τέκνον μου·
4.5.5μόνον τῇ βουλῇ μου παράσχου χάριν ὡς ἐνετειλάμην, καὶ δύο ἐρίφους καλούς καὶ ἁπαλούς μοι κόμισον."
Ὁ δὲ παῖς πορευθεὶς ἤγαγε ταύτῃδύο ἐρίφια, καὶ τὰ ἐδέσματα
4.5.10ἐποίησε τάχος καθὼς καὶ ἐφίλει ὁ πατὴρ τούτου, τῇ προθυμίᾳ ἀγαπῶσα· τὸ τέκνον δὲ προσηύχετο· «Σύ, φιλάνθρωπε,ἐξ οὐρανοῦ εὐλογίαν παράσχου ἡμῖν.»
4.6.1 Περιεπτύξατο στολὴν τοῦ πρεσβυτέρου συγγόνου ὁ νεανίσκος τότε, ὡς διδάσκει τὸ βιβλίον·τὰ δὲ δάση πάλιν τὰ τῶν ἐρίφων λαμβάνει καὶ περισφίγγει τῷ τραχήλῳ σύν τοῖς βραχίοσι
4.6.5μέχρι καὶ τῶν ὤμων καὶ τῶν δακτύλων·ἦρε δὲ τούς ἄρτους καὶ τὰ ἐδέσματα ὁμοῦ καὶ τρέχειν κατεπείγετο.
Ἔνδον δὲ εἰσελθών, τῷ γηραλέῳεὐθύς ἐβόησεν· "Ὦ πάτερ, κέλευσον,
4.6.10ἰδού ὁ υἱός σου [ὁ] Ἡσαῦ ὁ πρῶτος·ἐγὼ λαλῶ σοι, ἐπάκουσόν μου· ἐδέσματά σοι ἤγαγον, ὡς ἔφης μοι, καὶ αἰτοῦμαί σε·ἐξ οὐρανοῦ εὐλογίαν παράσχου [ἡμῖν.]» 4.7.1 Εἶπεν δὲ τότε Ἰσαὰκ τῷ ὑϊῷ αὐτοῦ· "Τέκνον,ταχύ ὑπήκουσάς μου καὶ τὴν θῆρα ἐκομίσω."Ὁ δὲ νέος πάλιν πρὸς τὸν γενέτην ἐβόα· "Τοῦτο ὑπάρχει ὅπερ ὁ Θεός σοι ἀπέστειλεν,
4.7.5ὅστις θωρακίσας ἐπὶ τὴν θήραν ὥσπερ πρὸς ἀρνίον ἐν τῷ πεδίῳ μοι ὀφθεὶς παρέσχε μοι τὴν δύναμιν. Καὶ λοιπὸν ἔφθασα ὥσπερ εἰς μάνδραν,καὶ κομισάμενος τὸ θῦμα ἤγαγον,
4.7.10γενέτα, ὡς εἶπας· ἐπλήρωσα ἔργον ἵνα μετάσχω τῆς εὐλογίας· τὴν χάριν οὖν ἣν πρότερον ὑπέσχου μοι ἐκπληρώσας νῦν,ἐξ οὐρανοῦ εὐλογίαν παράσχου ἡμῖν."
4.8.1
Ἰσαὰκ γνούς τὸν ὑϊὸν τάχος ἐλθόντα τῆς θήρας,τὸν νοῦν αὐτοῦ ταράξας, ἐλογίζετο τοιαῦτα·"Τίς ὁ δρόμος οὗτος; τίς ἡ σπουδὴ ἡ τοσαύτη;
Ὁ λογισμός μου περιβάλλει με πρὸς ἐνθύμησιν·
4.8.5μή τις ἄρα τέχνη γέγονεν αὕτη;μή τις μετὰ δόλου ἁρπάσαι ἦλθεν ἀπ᾿ ἐμοῦ τὴν δωρεὰν τοῦ τέκνου μου; Μᾶλλον δὲ Κύριος, πληρῶσαι θέλων ἐπιθυμίαν μου, αὐτὸς συνήργησε,
4.8.10καὶ ὅπερ ἐζήτει εὗρεν ὁ υἱός μου,διὸ καὶ ἦλθεν εὐθυδρομήσας, μισθὸν λαβὼν τὸ χάρισμα τοῦ πέμψαντος, ὃν αἰτήσομαι·ἐξ οὐρανοῦ εὐλογίαν παράσχου [ἡμῖν.]
4.9.1 Νῦν ἔγγισόν μοι, τέκνον μου, καὶ ψηλαφήσω σε τάχος·εἰ πέλεις ὁ Ἡσαῦ σύ ὁ πρωτότοκός μου, δεῖξον.«ψηλαφῶν δὲ τοῦτον, ὁ Ἰσαὰκ ἐνθυμεῖται·
»Ἡ μὲν φωνὴ νῦν Ἰακὼβ ἠχεῖ εἰς τὰ ὦτά μου,
4.9.5χεῖρες τοῦ Ἡσαῦ δὲ τοῦ ὑϊοῦ μου·δεῦρο οὖν, ὦ σπλάγχνον, καὶ καταφίλησον [ἐ]μέ, καὶ ἔνεγκε τὸ ἔδεσμα.» Καὶ φαγὼν Ἰσαάκ, καταφιλήσας τὸν ὑϊὸν αὐτοῦ, ὠσφράνθη τῆς στ #959;λῆς
4.9.10τῆς τούτου καὶ εἶπεν· "Ἰδού τοῦ υἱοῦ μου ὡς ἀγροῦ πλήρης ὀσμὴ ὑπάρχει, ἀγροῦ οὗπερ ηὐλόγησεν [ὁ] Κύριος· εἰσακούσας μου,ἐξ οὐρανοῦ εὐλογίαν παράσχῃ ἡμῖν."
4.10.1
Ὅτε εὐλόγησε σαφῶς τὸν Ἰακὼβ ὁ γενέτης,κατήχησε τὸν παῖδα ταῖς εὐχαῖς αὐτοῦ ὁ γέρων λέγων· "Ὁ Θεός μου σὲ εὐλογήσει ἐν κόσμῳ σίτῳ καὶ οἴνῳ, καὶ τὰ ἔθνη πάντα δουλεύσει σοι·
4.10.5προσκυνήσουσί σοι ἄρχοντες πάντες·κύριος δὲ πάλιν γίνου καὶ τοῦ σοῦ ἀδελφοῦ. Ὁ σὲ δὲ καταρώμενος λήψεται τὴν ἀράν, ὁ δ[ὲ ε]ὐλογῶν σε εὐλογηθήσεται τῇ θείᾳ χάριτι."
4.10.10Τοιαῦτα ἀκούσας, ἐξῆλθεν ὁ νέος εὐλογημένος, ὑμνῶν τὸν κτίστην, βοῶν· «Δίκαιος Κύριος, φιλάνθρωπος· ὡς γὰρ εὔσπλαγχνος,ἐξ οὐρανοῦ εὐλογίαν παρέσχεν ἡμῖν.»
4.11.1
Ὑπὸ τοῦ πόθου τὸν υἱὸν ὁ γηραλέος εὐλόγει,Χριστὸν τὸν πάντων κτίστην ἐντυπῶν ταῖς εὐλογίαις.Ἰακὼβ δὲ τότε πρὸς τὴν τεκοῦσαν ἐκτρέχει, λέγων πρὸς ταύτην· "Ἰδού, εὐλογίαν ἀπέλαβον,
4.11.5παρὰ τοῦ πατρός μου ἔλαβον χάριν."Τότε προσεπλάκη τῷ νέῳ ἡ μήτηρ αὐτοῦ καὶ κλαίειν κατεπείγετο, λέγουσα· "Εἷς ἐστιν ὁ τοῖς ἁγίοις παρέχων σύνεσιν· αὐτὸς ἐλεύσεται
4.11.10σαρκὶ ἐν τῷ κόσμῳ ἐκ ῥίζης βλαστοῦ σου,πατρὸς τούς κόλπους μὴ καταλείψας. Αὐτὸν οὖν δυσωπήσωμεν τὸν εὔσπλαγχνον καὶ φιλάνθρωπον·ἐξ οὐρανοῦ εὐλογίαν [παράσχου ἡμῖν."]
4.12.1
Ῥήματα καὶ ὁ Ἰσαὰκ εὐχαριστίας ἐκπέμπειν οὐδόλως ἐνεδίδου, ἕως ὅτε ἐπληρώθη ἡ ψυχὴ [ἡ] τούτου χαρᾶς μεγάλης, καὶ λέγει πρὸς τὴν Ῥεβέκκαν· "Νῦν Θεὸς ἡμᾶς ἐπεσκέψατο,
4.12.5καὶ ἐκ τῶν ὑψίστων [τὴν γῆν] ἐπεῖδεν,ὅπως τοῖς ἁγίοις τὴν εὐλογίαν τὴν αὐτοῦ δωρήσηται ὡς Κύριος· παῖδας δὲ εἰς τιμὴν ἡμῖν παρέσχε,καὶ χάριν δίδωσι τὴν ἐκ τοῦ πνεύματος
4.12.10ἐκχέων πλουσίως, ὅτε εὐδοκήσει τὸ γένος σῶσαι ἐνανθρωπήσας· νυνὶ γὰρ προετύπωσε τὰ μέλλοντα ἐν τῇ χάριτι·ἐξ οὐρανοῦ εὐλογίαν [παρέχει ἡμῖν."]
4.13.1
Ὡς οὖν ἐλάλει Ἰσαὰκ τῇ ὁμοζύγῳ τοιαῦτα,Ἡσαῦ ὁ γόνος τούτων ἐκ τῆς θήρας ἐπανῆλθε,καὶ αὐτὸς ἐποίει ἐδέσματα τῷ γενέτῃ· προσήνεγκε δὲ τῷ πατρὶ αὐτοῦ πρὸς μετάληψιν,
4.13.5λέγων· "Ὦ γενέτα, ἐπάκουσόν μου,καὶ ἀπὸ τῆς θήρας εὐφράνθητι τοῦ σοῦ υἱοῦ, δι᾿ ἧς καὶ εὐλογήσεις με.» Εἶπε δὲ Ἰσαὰκ τότε ὁ πρέσβυς πρὸς τὸν υἱὸν αὐτοῦ· «Τίς εἶ σύ δήλωσον.»
4.13.10Ὁ δὲ ἀπεκρίθη· «Ἐγώ εἰμι», λέγων,»Ἡσαῦ, γενέτα, ὁ ὑϊός σου· πρωτότοκός σου πέφυκα ἐκ σπλάγχνων σου· ἀλλά, δέομαι,[ἐξ οὐρανοῦ εὐλογίαν παράσχου ἡμῖν."]
4.14.1 Μετὰ τούς λόγους τοῦ παιδὸς καὶ τὰς αὐτοῦ ἱκεσίας,ἐξέστη ὁ πρεσβύτης σφόδρα ἔκστασιν μεγάλην,λέγων· "Τίς οὖν ἐστιν ὁ εἰσενέγκας μοι θήραν, καὶ ἀπὸ πάντων εὐφρανθεὶς ἐκεῖνον εὐλόγησα,
4.14.5καὶ εὐλογημένος ἐστὶν ἐν πᾶσι; Πρὸ τοῦ γάρ σε φθάσαι ἐκ τοῦ ἀγροῦ εἰς τὴν σκηνὴν, ἐδέσματά μοι ἤγαγεν."
Ὅτε δὲ ἤκουσε τούτους τούς λόγους,Ἡσαῦ ἐβόησεν ὀδυνηρὰν φωνήν,
4.14.10κραυγάζων καὶ λέγων· "Εὐλόγησον σπεύσας κἀμέ, ὦ πάτερ, ὥσπερ ἐκεῖνον, κἀμοὶ ἀξίως δώρησαι τὴν χάριν σου, καὶ ὁ Ὕψιστος ἐξ οὐρανοῦ εὐλογίαν παράσχῃ ἡμῖν."
4.15.1 Ἀκούσας ταῦτα Ἰσαὰκ τούς λόγους τούτους ἐβόα·"Ἐλθὼν ὁ ἀδελφός σου Ἰακὼβ πρὶν μετὰ δόλου ὑπεδέξατό σου τὴν εὐλογίαν ἐκεῖνος. Τί οὖν ποιήσω; Πῶς εἰς τοῦτό σοι ὑπακούσομαι;"
4.15.5Ὁ Ἡσαῦ δὲ ἔφη πρὸς τὸν γενέτην·"Ὄντως καὶ δικαίως ἐκλήθη οὗτος Ἰακὼβ τῷ λόγῳ καὶ τῷ πράγματι·
ἤδη γὰρ δεύτερον ἐπτέρνισέ με·τὰ πρωτοτόκια αὐτὸς ἀφεῖλέ μου,
4.15.10καὶ νῦν, καθὼς ἔγνων, καὶ τὴν εὐλογίαν αὐτὸς ἐδέξατο τοῦ πατρός μου· ἐστέρησέ με δεύτερον ἐκ μήτρας μου· ἀλλά, δέομαι,ἐξ οὐρανοῦ [εὐλογίαν παράσχου ἡμῖν."] Νενικημένος Ἰσαὰκ τοῖς σπλάγχνοις καὶ ἡττημένος,πρὸς τὸν Ἡσαῦ ἐβόα λέγων· "Ἄκουσον, ὦ τέκνον·εἰ τῷ ἀδελφῷ σου τὴν ἐξουσίαν παρέσχον, σίτῳ καὶ ὄνῳ [εἰ] τὸν οἶκον τούτου ἐπλήρωσα,
4.16.5σοὶ νῦν τί ποιήσω, τέκνον, εἶπέ μοι.«Πάλιν ἀπεκρίθη Ἡσαῦ τῷ γενέτῃ αὐτοῦ, καὶ κλαίων οὕτως ἔλεγε· »Μία γὰρ μόνη σοι ἔστιν εὐλογία;Ἐξ ἧς κατέλιπας κἀμὲ εὐλόγησον."
4.16.10Τότε κατενύγη Ἰς[αὰ]κ ὁ γενέτης καὶ ἀνεβόα μετὰ δακρύων· "Εὐλογῶν εὐλογήσει σε ὡς βούλεται ὁ φιλάνθρωπος·ἐξ οὐρανοῦ [εὐλογίαν παρέχει ἡμῖν.]"
4.17.1
Ὅτε ἐπαύσατο θρηνῶν, ὁ γηραλέος ἐκτείνει τὴν χεῖρα καὶ ηὐλόγει τὸν Ἡσαῦ, τοιαῦτα λέγων·"Ἰδού ἐκ τῆς δρόσου τῶν ὑψωμάτων σοι ἔσται, καὶ ἐκ τῆς γαίας τῆς πιότητος [ἡ] κατοίκησις,
4.17.5καὶ ἐν τῇ μαχαίρᾳ τῇ σῇ τραφήσει, καὶ τῷ ἀδελφῷ σου προθύμως δουλεύσεις ἀεί,καὶ ἔσει εὐφραινόμενος.
Ἐὰν γὰρ τὸν ζυγὸν τὸν τῆς δουλείας αὐτοῦ μὴ καθέλῃς ἐκ τοῦ τραχήλου σου,
4.17.10ἐν πάσῃ εἰρήνῃ πορεύσει ἐν κόσμῳ,ὅτι ἐκλέλοιπεν ἡ ὀργή σου· πληρώσει σου τ[ὰ α]ἰτήματα ὁ Κύριος, καὶ ὡς βούλεται ἐξ οὐρανοῦ εὐλογίαν [παρέχει ἡμῖν.]»
4.18.1
Ὑπὸ τοῦ φθόνου ὁ Ἡσαῦ τῷ Ἰακὼβ ἐνεκότει,καὶ κτεῖναι ἐνενόει τοῦτον μετὰ τὸ θανῆναι τὸν αὐτοῦ γενέτην, καὶ ἔλεγεν ἐν καρδίᾳ· "Νῦν ἐγγισάτω ἡ ἀσθένεια τοῦ γενέτου μου,
4.18.5καὶ μετὰ τὸ θνῆξαι τοῦτον εὐθέως τότε εὐκαιρίας λαβόμενος, κτείνω ἐγὼ τὸν πτερνιστήν μου σύγγονον.» Ἀλλ᾿ εὐθύς ὁ Θεὸς ὁ προγινώσκων τὰ ἐνθυμήματα, Ἡσαῦ τὰ ῥήματα
4.18.10μητρὶ ἀμφοτέρων γνωρίσας, σοφίζει αὐτὴν ἐμφρόνως σκεδάσαι ταῦτα· αὐτὸν οὖν δυσωπήσωμεν τὸν εὔσπλαγχνον· «Σύ, φιλάνθρωπε,ἐξ οὐρανοῦ [εὐλογίαν παράσχου ἡμῖν.»]
4.19.1
Ὑμεῖς οὖν ταῦτα ἀκριβῶς κατανοήσατε, φίλοι·τὰ πάντα γὰρ ἐν τύπῳ προερρέθη καὶ ἐγράφη.Ὁ Ἡσαῦ μὲν τύπος τῶν Ἰουδαίων ὑπάρχει· χριστιανῶν δὲ Ἰακὼβ εἰκόνα προέφερεν,
4.19.5ὃς τὴν εὐλογίαν τὴν τοῦ συγγόνου ἔλαβεν #7936;ξίως τῇ συμβουλίᾳ τῆς μητρὸς, τὴν χάριν προσημάνας μοι. Τύπος δὲ τοῦ Χριστοῦ τῆς ἐκκλησίας καὶ ἡ Ῥεβέκκα μοι σαφῶς προδέδεικται·
4.19.10καθάπερ γὰρ αὕτη καὶ ἡ ἐκκλησία υἱούς προσάγει πατρὶ τῶν ὅλων, ἐν ᾗ συναθροιζόμενοι κραυγάζωμεν τῷ Θεῷ ἡμῶν·Ἐξ οὐρανοῦ εὐλογίαν παράσχου ἡμῖν.
5 (XLIII). Судьбы Иосифа
5.t.1
Τῇ ἁγίᾳ καὶ μεγάλῃ βʹ, κοντάκιον εἰς τὸν Ἰωσήφ, φέρον
ἀκροστιχίδα τήνδε·[ ἀλφάβητον Ῥωμανοῦ]
πρός· Ὁ υἱός σου παρθένε πανάμωμε· πλ. δʹ
Προοίμιον
5.pro.1
Ὁ Ἰακὼβ τῷ χιτῶνι συνεκόπτετο,οἱ ἀδελφοὶ ἀσπλαγχνίαν ἐπεδείξαντο·τὸν Ἰωσὴφ γὰρ δουλώσαντες τοῖς ἀνόμοις ἐπίπρασκον· ἀλλ᾿ εἰς Θεὸν τὴν ἑαυτοῦ πᾶσαν ἐλπίδα θέμενος,
5.pro.5καὶ βασιλείας δι᾿ αὐτοῦ στέφος ἐφόρεσε βοῶν·Μέγας μόνος Κύριος ὁ σωτὴρ ἡμῶν.
5.1.1 Ἀντλήσωμεν, ἄνθρωποι, σωτήρια νάματα καρδίας εὐφραίνοντα· οἱ διψῶντες σωφροσύνην, πορευθῶμεν ἐν τῷ λάκκῳ [σπουδῇ] τοῦ Ἰωσήφ· τούτου [γὰρ] ὁ πίνων οὐ διψήσει οὐδέποτε· ἀθάνατον ὕδωρ βρύει ἐκεῖ·
5.1.5πῶς δὲ ἀθάνατον ἐκεῖ ὕδωρ πηγάζει ἐρεῖτέ μοι, πάντως ὁ ἄνυδρος ὤν.
Ὁ ἐν τῷ Ἰωσὴφ τύπος γενόμενος Χριστὸς αὐτὸς βρύων ποτίζει, ὡς καὶ τὴν Σαμαρῖτιν· δι᾿ αὐτὸ πίστει ἀρυσώμεθα· ὑπάρχει γὰρ
5.1.10 μέγας μόνος Κύριος ὁ σωτὴρ ἡμῶν.
5.2.1 Βασιλικοὶ στέφανοι κοσμοῦσι τούς σώφρονας ὀνείροις προλάμποντες· διὰ τί δὲ δι᾿ ὀνείρων προφητεύει τὰς ἐκβάσεις αὐτῶν, μάθε, πιστέ. Χρηστῶν πολιτείας ἐπανάγων εἰς κρείττονα, Θεὸς ζωγραφεῖ [σοι] τὰς ἀρετάς,
5.2.5ὥσπερ οὖν καὶ τὰ πονηρὰ στηλογραφεῖ σοι, τῶν πειρασμῶν εἰκόνας καθ᾿ ὕπνον δηλῶν· προτρέπων, νουθετῶν, ἀσφαλίζεται πάντα [σοι]· ἀγρυπνῶν γὰρ ὁ πλάστης σε τειχίζει ὑπνοῦντα, γνωριῶν ἤδη σοι τὰ μέλλοντα· ὑπάρχει γὰρ
5.2.10 μέγας μόνος Κύριος ὁ σωτὴρ ἡμῶν.
5.3.1 Γραφὴ προϋπέστρωσε τὸ σκάμμα τοῦ σώφρονος, καὶ μάθωμεν, σώφρονες, μιμησώμεθα τὸν νέον, πῶς κατέσβεσε τῆς πορνείας τὸ πῦρ χόρτῳ σαρκός· οὐδέπω γὰρ ὄντως ἡ γραφὴ οὐκ ἀπέθανεν, ἀλλὰ διαμένει ζῶσα ἀεί·
5.3.5στήλη ἁγνείας χαλκευθεὶς ὁ νεανίας τούς θέλοντας διδάσκει ἁγνείαν φιλεῖν. Σαλπίζει ἡ γραφὴ τούς πολέμους τούς σαρκικούς, ἵνα σοι παραστήσῃ ὅπλον τὴν παρθενίαν· ἀλλὰ κα[ὶ ο]ἱ ταύτην ἀγαπήσαντες κραυγάσωμεν·
5.3.10 Μέγας μόνος Κύριος [ὁ σωτὴρ ἡμῶν.]
5.4.1 Δραγμὰς εἶδεν ἕνδεκα δραγμῇ ᾗ ἐδέσμησεν αὐτῇ προσκυνήσαντας· καὶ ἀπλάστως διηγεῖται τῷ πατρὶ αὐτοῦ τὸ ὄναρ αὐτοῦ ὁ Ἰωσήφ·καὶ ἔστησαν γνώμην ὡς πληγέντες οἱ σύγγονοι ἐπὶ τῇ ἐλπίδι τοῦ ἀδελφοῦ·
5.4.5ποῖος δέ, φίλοι, ἀδελφός, ἂν βασιλεύσῃ, οὐ σπεύδει ὑπὲρ πάντας ὑψοῖν ἀδελφούς; Ἀλλ᾿ ὤτρυνεν αὐτούς ἐν τῷ φθόνῳ ὁ Σατανᾶς, καὶ χορὸν συνημμένον ὡς [τὸν] τῶν ἀποστόλων ἐμβαλὼν ζῆλον, ἀπεχώρισε κραυγάζοντα·
5.4.10 Μέγας [μόνος Κύριος ὁ σωτὴρ ἡμῶν.]
5.5.1
Ἐνύπνιον δεύτερον ἰδών, τῷ πατρὶ αὐτοῦ φησιν ὅτι "Ἥλιος καὶ σελήνη καὶ ἀστέρες προσεκύνουν με ῥυθμῷ, τῷ ἀριθμῷ δέκα καὶ εἷς. – Φαντάζει, παιδίον, βασιλεῦσαι πειρώμενος,» ὁ πρέσβυς ἀντέφη τῷ Ἰωσήφ·
5.5.5"μάθε καθεύδειν ὡς ποιμὴν πρόβατα βόσκων· βαρύ προσκυνεῖσθαι υἱὸν ἐκ πατρός. Χιτῶνά σοι διδῶ τὸν ποικίλον ἀντὶ λαμπρᾶς πορφυρίδος, καὶ στέφος τὸν χορὸν τῶν συγγόνων ὃν ἐμοὶ Κύριος χαρίσηται· ὑπάρχει γὰρ
5.5.10 μέγας μόνος Κύριος [ὁ σωτὴρ ἡμῶν.]
5.6.1 Ζητῆσαι τὰ πρόβατα, ἀρνίον μου, ἄπιθι πρὶν λύκοι σε ἔδονται», τῷ παιδὶ ἔφη ὁ πρέσβυς. Καὶ δὴ ὥρμησεν ἐν τῇ ποίμνῃ σπουδῇ ὁ Ἰωσήφ·
ὅντινα ἰδόντες οἱ συναίμονες τρέχοντα· "Καλῶς, φασίν, ἦλθεν ὁ βασιλεύς·
5.6.5βάψωμεν αἵματι αὐτοῦ τὴν πορφυρίδα· ἐγκαινίσει πρόκενσον ἐν πύλαις νεκρῶν."
Ῥουβὶμ δὲ συναλγῶν πάντας πείσας ῥίπτει αὐτὸν ἐν τῷ λάκκῳ βοῶντα· "Οἴμοι τῆς βασιλείας· τοῦτο νῦν ἐστι τὸ παλάτιον;» Καὶ ἔκραξε·
5.6.10 Μέγας μόνος Κύριος ὁ σωτὴρ ἡμῶν.
5.7.1
Ἡ πρόθεσις ἔσφαξε τὸ λογικὸν πρόβατον, καὶ δεῖπνον παρέθηκαν· μασησάμενοι τὰ μέλη, ἐπεζήτησαν καὶ κέρδους τροφὴν οἱ ἀδελφοί. Φησὶ γάρ· "Ἰούδας τοῖς συγγόνοις βουλεύεται· Πραθείτω τὸ μῦρον τῶν ἀδελφῶν."
5.7.5Ὢ ἀπὸ πόσων γενεῶν λάμπει Ἰούδας· ὢ τῆς προδοσίας ἀρχαία εἰκών. Καὶ εἴκοσι χρυσῶν διεπράθη ὁ συγγενής, ἄνευ τοῦ ἱματίου δοθεὶς Ἰσμαηλίταις· εἰ πωλεῖς, δὸς καὶ τὸ ἱμάτιον τῷ κράζοντι·
5.7.10 Μέγας μόνος Κύριος [ὁ σωτὴρ ἡμῶν.]
5.8.1 Θηρῶν ἀγριώτεροι οἱ ἀδελφοὶ ὤφθησαν τὸ τέλος πωλήσαντες, λεαινῶν μὴ συγχωρούντων ἀφαρπᾶσαι ἐξ ἀγκάλων ποτὲ σκύμνον αὐτῶν. Αἵματι ἐρίφου τὸν χιτῶνα μολύναντες, προσήγαγον τοῦτον τῷ Ἰακώβ·
5.8.5βλέπων ὁ γέρων συμφοράν, πλείω καμίνου φλεγόμενος τὰ σπλάγχνα, τὸ τέκνον θρηνεῖ· "Οἴμοι, βοῶν, υἱέ, ἀνῃρέθης ὑπὸ θηρός; Ὁ χιτὼν σῶός ἐστι· σύ πῶς μόνος ἐβρώθης; Ποῦ τῶν σῶν σκήπτρων τὰ ὁράματα; Πῶς ἔκραζες·
5.8.10 Μέγας μόνος Κύριος ὁ σωτὴρ ἡμῶν;»
5.9.1
Ἰδὼν ὁ νεώτερος δεσπότην, αἰφνίδιον ὡς γέρων παρίστατο λέγων· "Ὀνειροπολοῦμαι· τὰς ἡμέρας καὶ τὰς νύκτας ἐμὲ χρὴ καρτερεῖν· δραγμῶν καὶ ἡλίου καὶ σελήνης προσκύνησις καὶ ἕνδεκα ἄστρων ἔδυσαν νῦν·
5.9.5δεί[ξας] οὖν τὴν ὑπακοὴν τοῖς ἀδελφοῖς μου, οὐ λύω τῶν πατέρων θεσμούς εὐπρεπεῖς· εἰ γὰρ ὁ Ἰσαὰκ εἰς θυσίαν εἶξε πατρὶ μόνο[ς] μόνῳ προστάξας, πῶς ἐμὲ δουλωσάντων ἀδελφῶν δέκα μὴ ἀνέξομαι καὶ κράξομαι·
5.9.10 Μέγας μόνος Κύριος ὁ σωτὴρ [ἡμῶν;]"
5.10.1 Κατέλαβεν Αἴγυπτον ὁ λογικὸς ἥλιος ἐν ζόφῳ κρυπτόμενος, ὃς ἐν πράσει τῇ δευτέρᾳ ἀνατέλλει εἰς τὸν οἶκον ὡς φῶς τοῦ Πετεφρῆ.
Ἡ χάρις δὲ τοῦτον πανταχοῦ ὡραΐζουσα ἀστράπτειν ἐποίει ταῖς ἀρεταῖς·
5.10.5ὅθεν αὐτὸς ὁ Πετεφρῆς σώφρονα βλέπων χειροτονεῖ ἐπάνω αὐτὸν τῶν αὐτοῦ. Ἀλλ᾿ ἦλθεν ἡ γυνὴ κάτω ῥίψαι τὸν ὑψηλόν· πότε γὰρ λείπει Εὔα τὴν τοῦ ὄφεως γνώμην; Ἥν, λαοί, πάλιν θεωρήσαντες κραυγάσωμεν·
5.10.10 Μέγας μόνος Κύριος ὁ σωτὴρ ἡμῶν.
5.11.1 Λαμπρότητος ἄγαλμα ὁρῶντα τὸ γύναιον χαυνοῦται ὡς γύναιον, καὶ τὸν νέον κατεπάτει προκαλοῦσα εἰς τὴν κοίτην πεσεῖν τὴν τοῦ ἀνδρός. Αὐτὸς δὲ τὸ σθένος τῆς ἀνδρείας ὑπήλειψε, φυγῇ νικῶν πτῶμα τέχνῃ καλῇ·
5.11.5πρώτην οὖν πάλην ἐξελθὼν ὁ νικηφόρος, καὶ πάλιν κατεπάτει αὐτὸν ἡ μαινάς· κα[ὶ ε]ὑροῦσα μοναχὸν ἐν τῷ οἴκῳ, ἀμεριμνεῖ καὶ ἁλύσεως δίκην δράσσεται τοῦ χιτῶνος· ἀλλ᾿ αὐτὸς ἄνω βλέπων, οὕτως ἀνεκραύγασε·
5.11.10 Μέγας μόνος Κύριος [ὁ σωτὴρ ἡμῶν.]
5.12.1 «Μαρᾶναι τὸ ἄνθος μου, τὸ ἄνθος τῆς χάριτος, ἐγὼ οὐκ ἀνέχομαι· κἂν κρατῇς με τοῦ χιτῶνος, οὐ γυμνοῖς με σωφροσύνης», φησὶν ὁ Ἰωσήφ· »Μὴ νόμιζε, γῦναι, τὸ σφάλμα ἀκατόπτευτον· Θεὸς ἡμᾶς βλέπει ἐξ οὐρανοῦ·
5.12.5γένος οὐκ οἶδεν Ἀβραὰμ μίγνυσθαι πόρναις· μὴ θελήσῃς τεφρῶσαι τὸν σὸν Πετεφρῆν· δεσπόζεις μου αὐτὴ εἰς τὴν πρᾶσιν, ὁμολογῶ· ἀλλ᾿ ἐγὼ εἰς τὴν πρᾶξιν σοῦ δεσπόζω· ἐλπίζω εἰς Θεόν· ἔχε τὸν χιτῶνά μου· ὑπάρχει γὰρ
5.12.10 μέγας μόνος Κύριος ὁ σωτὴρ [ἡμῶν.]"
5.13.1 Νικήσας ὁ ἄρρηκτος πορνείας παλαίσματα, πηδᾷ ἐκ τοῦ σκάμματος ὁ εὐσχήμων, ἐν [τῇ] γνώσει προσκυνῶν τὸν ἀγωνοθέτην Θεὸν ὁ εὐστεφής. Ἀντὶ δὲ βραβείου, εἰς φρουρὰν ἀποκλείεται· ἡ γὰρ Αἰγυπτία τέχνῃ πικρᾷ
5.13.5τὸν Πετεφρῆν παρώξυνε συκοφαντίαις, τὸ σφάλμα ἀνακλῶσα εἰς τὸν εὐγενῆ· δεικνύουσα αὐτῷ τὸν χιτῶνα τοῦ Ἰωσὴφ καὶ δακρύων πελάγει πνιγομένη τῷ πόθῳ, εἰς εἱρκτὴν πείθει ἐκπεμφθῆναι τὸν κραυγάζοντα·
5.13.10 Μέγας μόνος Κύριος ὁ σωτὴρ ἡμῶν.
5.14.1 Ζενοπρεπῶς ὤργισται, καινοπρεπῶς μαίνεται ὁ ἀληθῶς μάγειρος· πόθεν γὰρ αὐτῷ σοφία τῆς ἁγνείας παιδευθῆναι τὸν νοῦν, ὁ ἀμαθής; Εἰ φρόνησιν εἶχεν, οὐκ ἂν τὸν δόλον ἔλαθε· κριτὴς ἐγένο[υ ἄ]φρων· τῷ Ἰωσὴφ
5.14.5μάρτυς ὑπάρχει ὁ χιτών· ποῦ οὖν ὑπάρχει ἐρεύνησον, καὶ βλέπε εἰ πιστή ἐστι· εἰ ἔφυγεν αὐτόν, πῶς κατέχει τούτου στολήν; Ἀδικεῖν μὲν νομίζεις τὸν ἐλεύθερον δοῦλον, ἀλλ᾿ αὐτὸν ὄψει ὡς φῶς λάμποντα καὶ κράζοντα·
5.14.10 Μέγας μόνος Κύριος ὁ σωτὴρ ἡμῶν.
5.15.1 Οἰκεῖ δεσμωτήριον τὸ αἷμα τὸ τίμιον ἀνθ᾿ ὧν οὐκ ἠσέβησε, καὶ γίνεται ξενοδόχος τὸν προπάτορα Ἀβρὰμ ζωγραφῶν ἐν τῇ φρουρᾷ· σοφὸς ἐθαυμάσθη διαλύων ἐνύπνιον, τὸν μὲν ἐπανάγων ἐν τῇ τιμῇ,
5.15.5τὸν δὲ κατάγων ἐν νεκροῖς ταῖς ἑρμηνείαις· καὶ ὤφθη προφήτης τοῖς δύο παισίν. Τῇ τε ὑπομονῇ τῆς φρουρᾶς ἦν ἀνεκτικός· καὶ γὰρ τῆς πορφυρίδος σκυθρωπάζει ἡ ῥίζα, ἣ καιρῷ ἔλαμψεν ὡς ἥλιος τῷ κράζοντι·
5.15.10 Μέγας μόνος Κύριος [ὁ σωτὴρ ἡμῶν.]
5.16.1 Πικρὸν θεασάμενος ὁ Φαραὼ ὅραμα, σοφούς μετεστείλατο καὶ φησὶν αὐτοῖς· "Κατ᾿ ὄναρ ἐθεώρησα λιπαρούς καὶ καλούς βόας ἑπτά, καὶ ἄλλους ἰσχνούς τε καὶ λεπτούς, καὶ κατήσθιον τούς εὐθαλεστέρους· καὶ μετ᾿ αὐτούς
5.16.5 εἶδον καὶ στάχυας ἑπτὰ πεπείρους πάνυ, καὶ ἀνεμοφθόρους ἑτέρους ἑπτά· καὶ ἔτι τῶν μικρῶν τὰ μεγάλα ὤφθη τροφή.» Πάντων δ᾿ ἀπορησάντων τὸ ἐνύπνιον λῦσαι, Ἰωσὴφ λύσας στέφος εἴληφε καὶ ἔκραξε·
5.16.10 Μέγας μόνος Κύριος [ὁ σωτὴρ ἡμῶν.]
5.17.1
Ῥητόρων ἀνώτερος ὀφθείς, ὁ νεώτερος Αἰγύπτου ἐδέσποσεν· ἦν δὲ βλέπειν βασιλέα πατρικῶς οἰκονομοῦντα λαὸν ὡς ὑϊῶν· τροφὰς θησαυρίζων ὑπὲρ ψάμμον θαλάσσιον, κελλάριος ὤφθη πάσης σαρκός.
5.17.5Εἶτα κατέλαβε λιμὸς γῆν Χαναναίων, καὶ Ἰακὼβ ἐκπέμπει τούς [δέκα] υἱούς· "Ἀπέλθατε, φησίν, ἐν Αἰγύπτῳ, τέκνα ἐμά· σιτοδότην ἀκούω καὶ τροφέα πεινώντων· ἀδελφὸν ἴδιον εὑράμενοι κραυγάσητε·
5.17.10 Μέγας μόνος [Κύριος ὁ σωτὴρ ἡμῶν.]»
5.18.1 Σκιρτῶντες ἐβάδιζον ἐλπίδι ζωῆς αὐτῶν, καὶ φθάσαντες Αἴγυπτον προσκυνοῦσι τῷ πραθέντι· περιύπνισε τὸ ὄναρ ἐκεῖ τὸ τῶν δραγμῶν.
Ὁ μὲν Ἰωσὴφ τούτους ἐπέγνω, οἱ δέκα δὲ οὐκ ἔγνωσαν τίς ἦν· ὅθεν λοιπὸν
5.18.5τὸν γνωρισμὸν κυοφορῶν, λέγει ὁ ἄναξ· "Κατάσκοποι οὗτοι οἱ ἄνδρες εἰσί.» Καὶ ἅμα τῷ ῥητῷ φυλαχθῆναι ἔφη αὐτούς· καὶ αὐτὸν βασιλέα εἴδοσαν καὶ τροφέα ὃν αὐτοὶ φθόνῳ ἀπεμπόλησαν, καὶ ἔκραζον·
5.18.10 Μέγας μόνος Κύριος ὁ σωτὴρ ἡμῶν.
5.19.1 «Τὰ καθ᾿ ὑμᾶς εἴπατε, πορφύραν μὴ ψεύσησθε», ὁ ἄναξ ἐβόησε· »τὰς καρδίας ὑμῶν ἔγνων, οὐ λανθάνει με οὐδεὶς ἐξ ὑμῶν· οἶδα ὑμᾶς.» Οἱ δέ φασι· "Δοῦλόν σου πατέρα κεκτήμεθα· ἐσμὲν [δυὸ] καὶ δέκα οἱ ἀδελφοί·
5.19.5εἷς τετελεύτηκε [ἡμῶν] – σοὶ τῷ δεσπότῃ ἀλήθειαν ἐροῦμεν εἰς ἃ φράζομεν – · μικρότερος δ᾿ ἡμῶν πάντων ἐστὶ Βενιαμίν· [νῦν] τοῦ οἴκου σου οὗτος ἐστὶ παραμυθία· καὶ ἡμεῖς σίτου χάριν ἤλθομεν, καὶ κράζομεν·
5.19.10 Μέγας μόνος Κύριος ὁ σωτὴρ ἡμῶν.
5.20.1
– Ὑμεῖς πρὸς ἃ λέγετε εἰ θέλετε πεῖσαί με, ὃ λέγω ποιήσατε· οὐχ ὡς ἄναξ ἐπιτρέπω, ἀλλ᾿ ὡς σύγγονος συγγόνοις λαλῶ· λάβετε μὲν τὸν σῖτον οἱ πάντες, ἕνα δὲ παρεάσαντες οἱ ἄλλοι βαδίσατε ἐν χαρᾷ·
5.20.5ἀγάγετε δὲ τὸν μικρὸν σύγγονον πρός με, καὶ γνώσομαι ὅτι οὐ δόλ[ιοί] ἐστε.» Καὶ ἔλαβε λοιπὸν ἐξ ἐκείνων τὸν Συμεὼν, δήσας ἔμπροσθεν πάντων· οἱ λοιποὶ δὲ ἰδόντες ἅ ποτε ἔπραξαν ἐμνήσθησαν καὶ ἔκραξαν·
5.20.10 Μέγας μόνος Κύριος ὁ σωτὴρ ἡμῶν.
5.21.1 Φρικτὰ τὰ τοῦ ἄνακτος ἰδόντες ἐδάκρυσαν ὡς διὰ τὸν σύγγονον, καὶ ἐλθόντες πρὸς γενέτην, προσηγόρευσαν αὐτὸν σκυθρωπῶς· «Χαίροις πατήρ.»
Ἰδὼν δὲ ἐννέα ἀντὶ δέκα ὁ ὅσιος νεκροῦται καὶ _#955;έγει· «Ποῦ Συμεών;»
5.21.5Πρὸς ὅν φασιν οἱ ὑϊοί· » – Πάτερ, μὴ στένε· ἀνάσχου μακροθύμως τῶν λόγων ἡμῶν. – Οὐ λόγων τῶν ὑμῶν οὔτε σίτου χρῄζω, φησίν· τὸ ἐμὸν τέκνον θέλω· μὴ καὶ ἄρτι χιτῶνα σύ, Ῥουβίμ, ἄγεις μοι; Ἐπάκουσόν μοι κράζοντι·
5.21.10 Μέγας [μόνος Κύριος ὁ σωτὴρ ἡμῶν.]
5.22.1 – Χαυνοῦσαι προβλήμασι, νικᾶσαι τοῖς δάκρυσι, ὀφείλων ἀγάλλεσθαι· ὡς ἠγάγομεν γὰρ σῖτον, κομιοῦμέν σοι καὶ τὸν Συμεών, πάτερ, φησί. Μὴ τρέμε, μὴ κλαῖε, Συμεὼν οὐκ ἀπέθανε· πρὸ τοῦ σὲ ἀκοῦσαι, τί ἀθυμεῖς;
5.22.5Ὁ τῆς Αἰγύπτου βασιλεύς, ὡς ἡμᾶς εἶδεν, ἐδόκει κατασκόπους τῆς γῆς καθορᾶν, καὶ πέμψας εἰς φρουράν, τρεῖς ἡμέρας πάντας ἡμᾶς κατακλείστους ποιήσας, θεραπεύει ἐξάξας, καὶ ἐπὶ τῇ ἐναλλαγῇ αὐτοῦ κραυγάζομεν·
5.22.10 Μέγας [μόνος Κύριος ὁ σωτὴρ ἡμῶν.]
5.23.1 Ψευδῆ οὐκ εἰρήκαμεν ὑπόνοιαν φεύγοντες τοῦ εἶναι κατάσκοποι,ὡς εἰρήκαμεν πατέρα κα[ὶ ὅ]τι ἔχομεν μικρὸν ἀδελφὸν Βενιαμίν.
Ὁ ἄναξ δ᾿ εὐθέως τὸ ἀμφίβολον ἔλυσε [ἀσπλάγχνως] θεσπίσας· Μείνῃ ὁ εἷς
5.23.5ἕως ἐλθεῖν Βενιαμίν, ἵνα πιστεύσω."Ὁ Ἰακὼβ πρὸς ταῦτα ἐβόα θρηνῶν·
"[Ἰως]ὴφ καὶ Συμεὼν οὐχ ὑπάρχει· Βενιαμὶν σύ ὑπάγεις· τῶν τέκνων Ῥαχὴλ θλῖψιν οὐκ οἶδας;Τούς λοιπούς, ὕψιστε, συντήρησον· ὑπάρχεις γὰρ
5.23.10μέγας μόνος Κύριος ὁ [σωτὴρ ἡμῶν.]
5.24.1
Ὡς τέκνα μου φείσασθε· ἐγὼ γὰρ ἐκ θλίψεως εἰς Ἅιδην κατέρχομαι· τὸν ἐμὸν γὰρ ἀμπελῶνα ἐκτρυγώμενον κατὰ μέρος ὁρᾶν οὐ καρτερῶ· ἐκεῖ γὰρ εὑρήσω Ἰωσὴφ τὸν ποθούμενον.» Οἱ δέ φασι· » – Πάτερ, τί στενάζεις;
5.24.5Ἴδε ἣν εὕρομεν χαρὰν ἐν τοῖς μαρσίπποις,τὸ τίμημα τοῦ σίτου, καὶ παῦσαι θρηνῶν. – Διπλῆ μοι συμφορά», ἔκραζε λέγων Ἰακώβ· "διὰ τοῦτο γὰρ πλέον Συμεὼν κακῶς ἕξει, ὃν χειρὶ σώσει ὁ φιλάνθρωπος· ὑπάρχει γὰρ
5.24.10 μέγας [μόνος Κύριος ὁ σωτὴρ ἡμῶν.]
5.25.1
Ἄφευκτον τὸ πέμψαι με, φευκτὸν τὸ μὴ πέμψαι μοι· ὡς πλάστιγξ δαμάζει με ἡ φροντίς, φησι, τῶν τέκνων· τὴν ἀρχὴν γὰρ καὶ τὸ τέλος θρηνῶ τῶν ὑϊῶν. Λοιπὸν μετ᾿ ὀδύνης εἰς τὸν Ἅιδην ἀπέρχομαι· καὶ σὲ γὰρ προπέμπων, Βενιαμίν,
5.25.5ἤδη τὸ κλεῖθρον τῶν ἐμῶν τέκνων προδίδω φανερῶς τοῦ γενέσθαι τροφὴν τῶν θηρῶν· ἀπήλπισά σου νῦν· μὴ σὲ κλαύς[ω ὡ]ς τὸν Ἰωσήφ· ὀφθαλμούς δύο εἶχον τῆς Ῥαχὴλ ζεύγλην τέκνων· κἂν αὐτὸν δώρησαί μοι, εὔσπλαγχνε· ὑπάρχεις γὰρ
5.25.10 μέγας μόνος Κύριος ὁ σωτὴρ ἡμῶν.
5.26.1 Λοιπόν, τέκνον, ἄπιθι, τὸ μέλος τὸ ἄωρον, μετὰ τῶν συγγόνων σου», ἔφη κλαίων ὁ πρεσβύτης· "ὁδηγήσει ὑμᾶς ὁ [Θεὸ]ς Ἀβραὰμ καὶ Ἰσαὰκ κἀμοῦ Ἰακώβ[ου], τοῦ πατρὸς ὑμῶν, τέκνα μου.» Ἐν τούτοις ἀπῆλθον χάριν τροφῆς
5.26.5ἐν τῇ Αἰγύπτῳ [ἐκ καινῆς], καὶ προσκυνοῦσι τῷ ἄνακτι φόβῳ πεσόντες εἰς γῆν. Οὓς βλέψας Ἰωσὴφ ἅμα τε καὶ τὸν Βεν[ια]μίν, πρὸς τὸ ὄναρ τὴν λύσιν τῶν ἀστέρων ἠρίθμει, καὶ σιγῇ ἔνδον ταραττόμενος προσηύχετο·
5.26.10 Μέγας μόνος [Κύριος ὁ σωτὴρ ἡμῶν.]
5.27.1 Φρονήσεως αἵματι φυκώσας τὸ πρόσωπον, αἰδεῖται τὰ πρόσωπα καὶ τῇ φύσει ῥητορεύει δικαστήριον κινήσας ψυχήν, λέγων τῷ νῷ· "Οὐχ ἥμαρτον οὗτοι· Θεοῦ ἔργον ἐγένετο· αἴτιοί μου οὗτοι τῶν ἀρετῶν·
5.27.5ποῖον [γὰρ] καύχημα θερμῶς ἀνδρὶ ἀθλοῦντι, εἰ μὴ ἐκνικήσας νομίμως στεφθῇ; Χορὸν ἀδελφικὸν τίς τοιοῦτον [οὐ] προσκυνεῖ; Δάκρυα, σιωπᾶτε, οὔπω θέλω γνωσθῆναι· ὀφθαλμοί, γλῶτταν μὴ νικήσητε· σιγῇ δ᾿ εὖξαι·
5.27.10 Μέγας μόνος Κύριος [ὁ σωτὴρ ἡμῶν.]
5.28.1 Αὐταῖς ἰδεῖν ὄψεσι, φησί, πῶς τεχνάσομαι τὸν πατρικὸν ἥλιον; Τῆς μητρός μου γὰρ γινώσκω τὴν σελήνην ἐν τῇ ἄνω αὐλῇ οὖσαν σεμνῶς· τὰ ἄστρα καλύπτει ὡς νεφέλη τὸν οἶκον μου. Παράσχω τὸν σῖτον τοῖς ἀδελφοῖς
5.28.5καὶ σίτῳ τὸν Βενιαμὶν νῦν δελεάσω, ὡς δέλεαρ τὸ κόνδυ μαρσίππῳ βαλών· καὶ τῇ ἐμῇ κλοπῇ θηραθήσεται ὃν ποθῶ. Ταῦτά μοι καλῶς ἔσται ἐν κακούργῳ ἀγάπῃ· Χανανεῖς φάγονται καὶ πίονται καὶ κράξονται·
5.28.10 Μέγας μόνος Κύριος ὁ σωτὴρ ἡμῶν."
5.29.1 Βραχέα σκεψάμενος, τὰ κατὰ διάνοιαν εἰς ἔργα προέβησαν καὶ οὓς εἶπε κατασκόπους πρὸς ἑστίασιν ὥσπερ φίλους ποιεῖ ἀναπεσεῖν· καὶ μέσον τοῦ δείπνου τὰ τῆς ἄγρας ἐσκεύαζεν ἐν τῷ λεληθότι δούλῳ εἰπών·
5.29.5 "Τῶν ἀριστούντων σύν ἐμοὶ πλήσας τοῦ σίτου τούς τούτων μαρσίππους, ἐντὸς τοῦ μικροῦ οὗ φημι Βεν[ια]μίν, εἰς τὸν μάρσιππον τὸν αὐτοῦ, ἐν ᾧ πίνω τὸ κόνδυ ἔμβαλε λάθρᾳ πάντων.» Καὶ πληρῶν πράγματα τὰ ῥήματα ἐκραύγαζε·
5.29.10 Μέγας μόνος Κύριος ὁ σωτὴρ ἡμῶν.
5.30.1
Ἦν νῆμα καὶ δίκτυον τῷ νέῳ τὸ δρώμενον, οὐ σίτου ἐμπόριον· ἦν γὰρ τοῦτον θεωρῆσαι αὐλιζόμενον ὡς ἐν ζώγρῳ κρυπτῷ δόλους στοργῆς, καὶ πάντας ἐξ ἴσου μεμφόμενον ὡς κλέψαντας τὸν κλέψαντα πάντας τρόπῳ σοφῷ.
5.30.5Τί γάρ; Βαινόντων καθ᾿ ὁδὸν τῶν μειρακίσκων, παῖς ἦλθε δρομαῖος τοιαῦτα βοῶν· "Κακοῦργοι, πονηροί, κλέπται δόλιοι, τολμηροί· τίς ἐσύλησεν, εἴπῃ, τὸ τοῦ ἄνακτος κόνδυ· τὰ δεινὰ ἤδη ὑμᾶς ἔφθασαν, κἂν κράξετε·
5.30.10 Μέγας μόνος Κύριος ὁ σωτὴρ ἡμῶν."
5.31.1 Τρομέοντες ἵσταντο ὡς ἅπαξ εὑράμενοι ἀνέγκλητον ἔγκλημα, καὶ φησὶ τῷ ἐκζητοῦντι· "Ἀνερεύνησον ὡς θέλεις ἡμᾶς· πάντες ἐσμέν· τὸ κόνδυ εἰ εὕρῃς, αἷμα χέαι τοῦ κλέψαντος· οἰκέτας δὲ λάβε πάντας ἡμᾶς."
5.31.5Καὶ τούς μαρσίππους καθελὼν κρίσει ἐρεύνα· ἐγέλων δὲ τὸν ἄνδρα ἀγνοίας σκοπῷ.
Ἐγγίσας δὲ λοιπὸν τῷ μαρσίππῳ Βενιαμίν, ἐκεῖ εὗρε τὸ κόνδυ· καὶ σαλπίζουσι θρῆνον· "Ἰακώβ, κλαῦσον ἡμᾶς ἅπαντας καὶ κραύγασον·
5.31.10 Μέγας μόνος Κύριος [ὁ σωτὴρ ἡμῶν.]»
5.32.1
Ὅλοι μορφὴν τύπτοντες, στυγνοὶ ἐπανέστρεψαν σύν γόμοις εἰς Αἴγυπτον οἱ μὴ κλέψαντες ὡς κλέπται· οὓς ὁ πάνσοφος θεωρῶν σκυθρωπούς πάσχει ψυχήν, καὶ τούτων τὸ δέος ἀποκόπτων προσήγγισεν ἐν μέσῳ συγγόνων· φόβῳ δ᾿ αὐτοὶ
5.32.5εἶδον αὐτὸν ὡς ἀστραπὴν καὶ προσκυνοῦσι, δουλείαν πρὸ ψόγου κυροῦντες αὐτῷ.
Ὁ ἄναξ δὲ ὁρῶν παραλήπτους τούς ἀδελφούς ἀσφαλίζεται κλεῖθρα καὶ ἀνοίγει τὰ ῥεῖθρα· ποταμούς ὄμμασι μιμούμενος ἐκραύγαζε·
5.32.10 Μέγας μόνος Κύριος ὁ σωτὴρ ἡμῶν.
5.33.1 "Νῦν τί, φησι, φθέγξομαι; Θαρρήσω τίς πέφυκα; Ἐλέγξω τί πέλουσι; Κυματοῦνταί μου τὰ σπλάγχνα· οὐ χωρεῖ μου τὴν χαρὰν ἡ ψυχὴ μεῖναι ῥοπήν· νικῶμαι, οὐ νήφω καὶ μεθύω τῷ φίλτρῳ μου· ἐμοῦ ἡ βραδύτης τούτους λυπεῖ."
5.33.5Μήπω δὲ στέξας τὴν χαράν, ἄφνω ἀνοίγει καὶ ὥσπερ μαργαρίτης ὀφθεὶς ἐκβοᾷ·
"Ἐγώ εἰμι αὐτός, ἀδελφοί μου, ὁ Ἰωσήφ· ἀποδύσασθε αἰδῶ καὶ ἐνδύσασθε σθένος· τῷ Θεῷ δόξαν ἀναπέμψωμεν κραυγάζοντες·
5.33.10 Μέγας μόνος Κύριος ὁ σωτὴρ ἡμῶν.
5.34.1
Ῥιζώσω τὸν πόθον μου, φιλήσω τὰ ὄμματα ὑμῶν καὶ τὰ στόματα· εὐφρανθῶ, χορεύσω, ὅτι βασιλεία μού ἐστε, ἀδελφοί, ἀπὸ τοῦ νῦν· ἐμὲ μὴ αἰδεῖσθε, μὴ φοβεῖσθε· ἐγώ εἰμι ὁ δεύτερος Ἄβελ, ζῶν Ἰωσήφ·
5.34.5
ῥίψαντες τρόμον ἀφ᾿ ὑμῶν τὸν ἐκ τοῦ Κάϊν, πορεύθητε καὶ τὸν πατέρα ἡμῶν ἀγάγετε πρός με, ἵν᾿ ἐγκύψῃ οὐχὶ ἐμοί, ἀλλὰ τῇ πορφυρίδι καὶ τῷ ταύτης δοτῆρι· καὶ ἐμὲ ὄψεσι θεώμενος κεκράξεται·
5.34.10 Μέγας μόνος Κύριος ὁ σωτὴρ ἡμῶν."
5.35.1
Ὡς οὖν κατεφίλησαν ἀλλήλους, ἐξώρμησαν σπουδῇ εἰς τὰ ἴδια· οὓς ὁρῶν ὁ γηραλέος νέος γέγονεν ὡς ἰδὼν τούς υἱούς, οὕτως βοῶν· "Ἀεί σε δοξάζω, ὁ Θεός μου, ὁ πάντοτε ἐμὲ περιέπων καὶ τούς ἐμούς."
5.35.5Ὁ Συμεὼν δὲ πρὸς αὐτὸν ἔφη· "Ὦ πάτερ, χαράν σοι μηνύω· πορεύου, σπεῦδε· ἰδὲ τὸν Ἰωσὴφ βασιλέα καὶ μὴ λυποῦ.» Πρὸς ὃν ἔφη ὁ πρέσβυς· "Ἐγγελᾷς μοι, ὦ τέκνον· τῷ Θεῷ κρύψαι σου τὰ σφάλματα [καὶ] βόησον·
5.35.10 Μέγας μόνος Κύριος ὁ σωτὴρ ἡμῶν.»
5.36.1 "Μὴ δίσταζε, πίστευε», οἱ νέοι ἐβόησαν φιλοῦντες τὰ γόνατα τοῦ πατρὸς αὐτῶν, καὶ πάντα τὰ ῥηθέντα διηγοῦνται αὐτῷ. Ὁ Ἰακὼβ ἀκούσας ἠγέρθη καὶ ὡς βρέφος ἐσκίρτησε, τὸ γῆρας τῆς κάρας ὑπερβαλών,
5.36.5ἔσπευδεν ὡς [ὁ] Ἀβραάμ, ἐπαγγελίαν τοῦ τέκνου ἀκούσας. Τὸ πένθος λιπών, "ἐξέλθωμεν, φησί· ῥαθυμίας νύκτα μηδεὶς φοβηθείτω, διότι ταύτην ἐκ τῶν ὀμμάτων τῶν ἐμῶν Κύριος ἐδίωξεν· ὑπάρχει γὰρ
5.36.10 μέγας μόνος Κύριος ὁ σωτὴρ [ἠμῶν.]
5.37.1 Ἀνέτειλεν ἤδη μοι ἡμέρα ἡ ἔχουσα ὡρῶν δωδεκάωρον, λογική, τῶν ἐμῶν τέκνων τὸ ἰσάριθμον καὶ ἰσόφωτον φῶς· τὰ ἀπλανῆ τὰ τοῦ Θεοῦ ἔργα ἀπαγγέλλων οὐ παύσομαι· φευγέτω ὁ φθόνος ἐκ τῶν ἐμῶν·
5.37.5κατὰ γὰρ ὥραν ἔφαινε τῇ πανημέρῳ καὶ τέκνον παρέσχεν ἐμοὶ ὁ Θεός. Ποῦ πέλει ἡ Ῥαχήλ, ἵνα ἴδῃ τὸν ἐξ αὐτῆς ἐκ νεκρῶν ἀναστάντα, ὃν ὁ πλάστης ἐγείρας Ἰωσὴφ ζῶντα ἐχαρίσατο; Ὑπάρχει γὰρ
5.37.10 μέγας μόνος Κύριος ὁ σωτὴρ ἡμῶν.»
5.38.1 Νῦν γέρων τοῖς μείραξιν ἐφάμιλλος ὥδευεν, καὶ ἐπὶ τὴν Αἴγυπτον τὴν πορείαν ποιουμένων, θεωρῆσαι ἦν ἐκεῖ πῶς σκιρτῶν εἷς τῷ ἑνὶ ἔριζον· τὰ κτήνη ἐνωθνοῦντες προέκοπτον. Ἦν δὲ καὶ σκοπῆσαι τὸν Ἰακὼβ
5.38.5διεζωσμένον τὴν ὀσφύν καὶ βακτηρίαν κρατοῦντα, καὶ ὥσπερ δρομαίᾳ σπουδῇ προβαίνοντα, καὶ τούς συνοδεύοντας σύν αὐτῷ ἐρωτῶντα τὸ μῆκος τῆς ὁδοῦ, γαυριῶντα καὶ ἀεὶ ἄνω προσανέχοντα καὶ κράζοντα·
5.38.10 Μέγας μόνος Κύριος [ὁ σωτὴρ ἡμῶν.]
5.39.1
Ὅτε οὖν κατέλαβον τὴν Αἴγυπτον, ἔλαμψεν ὁ ἄναξ ὡς ἥλιος καὶ πλακεὶς ἐν τῷ τραχήλῳ τοῦ πατρὸς αὐτοῦ κατεφίλει αὐτὸν δακρυρροῶν.
"Ἐμὲ τῷ Θεῷ σου, φησί, πάτερ, ἐδάνεισας, κἀγὼ ταῖς εὐχαῖς σου καρποφορῶ·
5.39.5τὸ δὲ κεφάλαιον διπλοῦν εὗρες σύν τόκῳ.» Πρὸς ὃν ὁ πρεσβύτης δακρύων βοᾷ· "Πόθεν μοι ἔλαμψας; ἀπὸ γῆς ἢ ἐξ οὐρανοῦ; ἐκ νεκρῶν ἢ ἐκ ζώντων; ποῖος θὴρ ἔτεκέν σε; Ταῦτα τοῦ κτίστου τὰ τεράστια· ὑπάρχει γὰρ
5.39.10 μέγας μόνος Κύριος ὁ σωτὴρ ἡμῶν.»
5.40.1
Ὑμνήσωμεν ψάλλοντες τὸν κτίστην τῆς κτίσεως τοιαῦτα παρέχοντα· τὴν αὐτοῦ γὰρ εὐσπλαγχνίαν ἱκετεύοντας περιέπει ἡμᾶς διὰ παντός. Οἱ ἄνθρωποι πάντες σωφροσύνην ποθήσωμεν ζηλοῦντες εἰς πάντα τὸν Ἰωσήφ·
5.40.5ἐρῶμεν τί ἀποτελεῖ ἡ σωφροσύνη καὶ ἡ ἀκολασία τί ἀποκυεῖ· ἡ μὲν πρὸς τὴν ζωὴν τὴν αἰώνιον [συγ]καλεῖ, ἡ δὲ πρὸς τὴν γέενναν· ἀλλὰ φύγωμεν ταύτην τῇ εὐχῇ πάντοτε σχολάζοντες καὶ κράζοντες·
5.40.10 Μέγας μόνος Κύριος ὁ σωτὴρ ἡμῶν.
6 (XLIV). Искушение Иосифа.
6.t.1
[ Τῇ ἁγίᾳ καὶ μεγάλῃ δευτέρᾳ], ἕτερον κοντάκιον εἰς τὸν πειρασμὸν τοῦ
Ἰ ωσήφ, οὗ ἡ ἀκροστιχίς·[ εἰς τὸν Ἰωσὴφ Ῥωμανοῦ ἔπος]
ἦ χος πλάγιος δʹ
6.t.5
[ Προοίμιον I] πρός· Χαίρετε
[ Προοίμιον II] πρός· Οὐ παυόμεθα
[ Προοίμιον III ἰδιόμελον]
[ Προοίμιον IV] πρός· Τῇ ὑπερμάχῳ στρατηγῷ
[ Οἶκοι] πρὸς τό· Ἄγγελος πρωτοστάτης
Προοίμιον I
6.pro 1.1 Οἱ τὸ στάδιον τῶν νηστειῶν πανσόφως διανύσαντες καὶ τὴν ἔναρξιν τοῦ πάθους τοῦ Κυρίου ἐν πόθῳ ποιούμενοι δεῦτε, πάντες ἀδελφοί, τὴν τοῦ σώφρονος ἁγίαν Ἰωσὴφ σπουδὴν ζηλώσωμεν·
6.pro 1.5 τῆς δὲ συκῆς τὴν ἀκαρπίαν φοβηθέντες, τῶν παθῶν ξηράνωμεν δι᾿ ἐλεημοσύνης τὴν ἡδύτητα, ἵνα καὶ τὴν ἔγερσιν εὐθύμως προφθάσαντες, ὡς μύρα κομισώμεθα ἐξ ὕψους τὴν συγχώρησιν, ὅτι πάντα ἐφορᾷ τὸ ἀκοίμητον ὄμμα.
Προοίμιον II
6.pro 2.1 Τούς τὸ πάθος σου πεφθακότας καὶ τὴν ἔγερσιν προσκυνῆσαι ἀξίωσον, σωτήρ, τὸ ἀκοίμητον ὄμμα.
Προοίμιον III
6.pro 3.1 Ἀκολασία τὸν νέον ἐξαπατᾷ πρὸς ἡδύτητα,ἡ ἁγνεία ἀνδρείαν συνεισάγει τῷ σώφρονι, δι᾿ ὧν ὤφθη ὁ δίκαιος Ἰωσὴφ ἐν [Αἰγύ]πτῳ, δεδοικὼς μὴ ἁμαρτῆσαι,ὅτι πάντα ἐφορᾷ τὸ ἀκοίμητον ὄμμα.
Προοίμιον IV
6.pro 4.1 Τὸν ὀδυρμὸν τοῦ Ἰακὼβ νῦν θεωρήσωμεν, τῶν ἀδελφῶν τὴν δολερὰν γνώμην μισήσωμεν,Ἰωσὴφ δὲ τὸν δίκαιον ζηλώσωμεν· σωφροσύνην γὰρ φυλάξας ἀθόλωτον, ἐκ παντοίων οὖν κινδύνων ἠλευθέρωται,
6.pro 4.5 ὅτι πάντα ἐφορᾷ τὸ ἀκοίμητον ὄμμα.
6.1.1
Ἔχοντες βασιλέα οὐρανῶν βασιλείαν
διδοῦντα τοῖς αὐτοῦ στρατιώταις, ἐνδυσώμεθα τὴν ἀρετήν, πανοπλίαν οὖσαν
τῶν ψυχῶν ἄτρωτον,
6.1.5 ἵνα καὶ πολεμήσωμεν ὡς ἔμφρονες τὴν ἁμαρτίαν. Τίνα δὲ τὴν ἀρετὴν νοῶμεν; Φιλοσοφίαν ὁρῶμεν ταύτην· τέχνη γάρ ἐστι τῶν τεχνῶν, ὡς ἀκούομεν, τῶν ἐπιστημῶν ἐπιστήμη τυγχάνουσα· δι᾿ αὐτῆς, ὡς διὰ κλίμακος, χειραγωγεῖται ψυχὴ
6.1.10 καὶ πρὸς ὕψος ἀναφέρεται τῆς οὐρανίου ζωῆς· φρόνησιν καὶ ἀνδρείαν τούς ἀνθρώπους διδάσκει, ἔτι δὲ σωφροσύνην καὶ τὴν δικαιοσύνην. Τούτοις ἡμᾶς τοῖς ὅπλοις τειχίσωμεν, καὶ τοῦ Χριστοῦ τὴν χάριν αἰτήσωμεν·
6.1.15δίδωσι γὰρ τοῖς αὐτὸν ἀγαπῶσι τὴν κατ᾿ ἐχθρῶν ἀναδήσασθαι νίκην, ὅτι πάντα ἐφορᾷ τὸ ἀκοίμητον ὄμμα.
6.2.1
Ἵνα μάθωμεν πάντες τὴν ὑπέρλαμπρον δόξαν
ἣν ἔχει ἀρετὴ καὶ παρέχει, τὴν ὑπόθεσιν τοῦ Ἰωσὴφ ἐνεγκεῖν εἰς μέσον, εἰ δοκεῖ, σπεύσωμεν,
6.2.5 καὶ βίον φιλοσώφρονα κτησώμεθα δι᾿ ἐγκρατείας. Οὗτος πραθεὶς διὰ πάθος φθόνου δοῦλος παθῶν οὐδαμῶς εὑρέθη· εἶχε γὰρ τὸν νοῦν ὡς σοφὸν αὐτοκράτορα
καὶ τῶν φιλοσάρκων παθῶν ἐκυρίευσε· διὰ τοῦτο οὐκ ἐσείετο κολακείαις γυναικός,
6.2.10ἀλλὰ ταύτης ἀπεσείετο τὰς θωπείας ἀνδρικῶς· ἔπεμπε μὲν ἐκείνη ὡς ἀνέμους τούς λόγους ἵνα τῆς σωφροσύνης καταβάλῃ τὸν οἶκον, καὶ ὡς βροχὴν τὴν μέθην κατέχεε, καὶ ποταμούς χρημάτων προσέφερε·
6.2.15 νέος δὲ ὤν, Ἰωσὴφ ὁ γενναῖος ἦν ἑστηκὼς ἐπὶ πέτρας ἀσείστου, ὅτι πάντα ἐφορᾷ τὸ ἀκοίμητον ὄμμα.
6.3.1 Σῶμα μὲν ἐδουλώθη, τὸ δὲ φρόνημα εἶχεν
ἀδούλωτον ὁ σώφρων ἐκεῖνος·ὁ κατ᾿ ὄναρ φανεὶς βασιλεύς νῦν καθάπερ δοῦλος
ὠνητὸς γέγονεν,
6.3.5ἀλλ᾿ ὅμως καὶ κρατούμενος, ἐκράτησε τῶν κρατησάντων· ὑπὸ δεσπότου μὲν ἐτιμᾶτο, ὑπὸ δεσποίνης δὲ ἐποθεῖτο·ἦν μὲν ἀγαθὴ τοῦ δεσπότου ἡ εὔνοια, ἄχρηστος δὲ λίαν ἡ ταύτης διάνοια· ἔστεργε διὰ σεμνότητα ὁ ἀνὴρ τὸν Ἰωσήφ,
6.3.10ἔθελγε διὰ φαυλότητα ἡ γυνὴ τὸν εὐγενῆ· ἔτερπε μὲν ἐκεῖνον ἡ ὀρθότης τοῦ τρόπου,ἔτρωσε δὲ ἐκείνην ὡραιότης προσώπου· οὗτος αὐτῷ τὸν οἶκον παρέδωκεν, αὕτη αἰσχρῶς τὸ σῶμα προδέδωκεν·
6.3.15ὅπερ ἰδὼν Ἰωσὴφ ἀπεστράφη, τὴν φοβερὰν ἐνθυμούμενος κρίσιν, ὅτι πάντα ἐφορᾷ τὸ ἀκοίμητον ὄμμα.
6.4.1 Τῶν πραγμάτων τὴν τάξιν ἡ παράνομος πρᾶξις
ἀπέστρεφε πρὸς τὸ ἐναντίον·ὁ μὲν δοῦλος ἐκράτει παθῶν, ὡς δεσπότης πάσης ἡδονῆς τέλειος·
6.4.5ἡ δέσποινα δὲ γέγονεν ἀνδράποδον τῆς ἁμαρτίας. Πᾶς γὰρ ὁ πράττων τὴν ἁμαρτίαν δοῦλος ὑπάρχει τῆς ἁμαρτίας,πάντα μὲν τὰ ἄλλα ὡς ὄναρ ἡγούμενος, πρὸς δὲ τὸ ποθούμενον ὅλως ἑλκόμενος,
ὥσπερ ἔπαθεν ἡ δέσποινα τοῦ δικαίου Ἰωσὴφ
6.4.10πρὸς ἐκείνην τὴν ἐπέραστον εὐμορφίαν τοῦ παιδός. Βλέπουσα γὰρ τὸν νέον ὀφθαλμοῖς ἀκολάστοις,βέλεσιν ἀοράτοις τὴν ψυχὴν ἐκολάσθη·
ὅσον αὐτὸς τῷ κάλλει ἐξέλαμπε, ταύτης ὁ νοῦς τοσοῦτον ἐξέλειπεν·
6.4.15αὕτη πυρσὸν ἡδονῆς προετίθει, οὗτος δὲ πῦρ ἄσβεστον ἀντετίθει, ὅτι πάντα ἐφορᾷ τὸ ἀκοίμητον ὄμμα.
6.5.1
Ὅλην τῆς Αἰγυπτίας τὴν καρδίαν συνεῖχεν
ἡ τῆς ἐπιθυμίας μανία,καὶ πληγεῖσα κρυφίαν πληγήν, ὑπεδέχετο μὲν
τὰ πικρὰ φάρμακα,
6.5.5γλυκέα δὲ ἐνόμιζε τὰ τραύματα, ὡς μαινομένη· δι᾿ ὀφθαλμῶν δεχομένη βέλη ἀπὸ τῆς σώφρονος βελοθήκης καὶ τὴν ἑαυτῆς ἀσωτίαν τιτρώσκουσα, τέρψιν ὑπενόει τὴν τρῶσιν ἡ τάλαινα.
Ὁ μὲν πόθος ὁ ἀκόλαστος ἐπολιόρκει τὸν νοῦν,
6.5.10τὸ δὲ πάθος οὐκ ἠδύνατο φανερῶσαι τὸ αὐτῆς· αὕτη γὰρ καὶ παρόντος Ἰωσὴφ ὠδυνᾶτο,πάλιν δὲ καὶ ἀπόντος ἀνεφλέγετο πλέον· λόγοις αὐτὸν χρηστοῖς ἐκολάκευε, πεῖραν αὐτοῦ λαβεῖν κατασπεύδουσα·
6.5.15ὁ δὲ σεμνὸς Ἰωσὴφ παρῃτεῖτο τῆς γυναικὸς τὴν ἀθέμιτον πρᾶξιν, ὅτι πάντα ἐφορᾷ τὸ ἀκοίμητον ὄμμα.
6.6.1 Νυμφοστόλος μοιχείας ὁ διάβολος ἦλθεν, ἵνα τῇ Αἰγυπτίᾳ συμπράξῃκαὶ "Ἀνδρίζου, ὦ γύναι, φησίν· ὡς ἀρχαῖον οὖσα καὶ στερρὸν ἄγκιστρον,
6.6.5ἑτοίμασον τὸ δέλεαρ καὶ θήρευσον τὸν νεανίαν. Τούς μὲν πλοκάμους τῆς κεφαλῆς σου πλέξον ὡς δίκτυα κατὰ τούτου· τὴν δὲ τοῦ προσώπου μορφὴν κατακάλλυνον, πᾶσι ῥοδοχρόοις κοσμοῦσα σοφίσμασι· φαίδρυνόν σου καὶ τὸν τράχηλον τοῖς χρυσοπλόκοις δεσμοῖς·
6.6.10ἐπὶ πᾶσιν ἀμφιάσθητι πολυτίμητον στολήν, μύροις ἄλειψαι πλείστοις ἐκθηλύνουσι νέους·πρόκεινται γὰρ ἀγῶνες ἰσχυροὶ καὶ γενναῖοι· οὗτος μὲν σοὶ ἁγνείαν ἀντέστησε, σύ δὲ αὐτῷ λαγνείαν ἀντίστησον·
6.6.15μὴ νικηθῇς καὶ καταγελασθῶμεν· λέξει γὰρ σοί· Οὐ ποιήσω ὃ θέλεις, ὅτι πάντα ἐφορᾷ τὸ ἀκοίμητον ὄμμα."
6.7.1
Ἴδεν ἄσεμνον ὄψιν ὁ σεμνὸς νεανίας, καὶ μᾶλλον ἐβδελύξατο ταύτην·ἐθεώρει μορφὴν ἱλαράν, ἀλλ᾿ ἐνόει γνώμην δολερὰν ἔσωθεν,
6.7.5καὶ σπεύσας ταύτην ἔφυγεν ὡς ἔχιδναν ἐγκεκρυμμένην·
ὅθεν μὴ φέρουσα ἡ ἀθλία τὴν περιφρόνησιν τοῦ γενναίου,πᾶσαν τὴν αἰδῶ τῆς καρδίας ἀπέρριψε καὶ τὴν ἑαυτῆς ἀσωτίαν ἐγύμνωσε. Πρῶτον μὲν γὰρ ἐθεράπευσε διὰ μέσης γυναικός,
6.7.10καὶ αὐτὴ δὲ μετεπέμπετο καὶ ὠμίλει μετ᾿ αὐτοῦ· γλῶσσαν εἶχεν ὀξεῖαν ὑπὲρ μάχαιραν οὖσαν καὶ διὰ τῆς τῶν λόγων ἡδονῆς ἀναιροῦσαν· τέχναις αὐτὸν πολλαῖς ἐγοήτευεν, ἀλλὰ τὸν νοῦν αὐτοῦ οὐ παρέτρεψεν· 6.7.15ἔλεγε γάρ· "Οὐ ποιήσω τὸ μύσος, ἔχων ἀεὶ πρὸς τὰ φαῦλα τὸ μίσος, ὅτι πάντα ἐφορᾷ τὸ ἀκοίμητον ὄμμα."
6.8.1
Ὢ μανίας ἐσχάτης γυναικὸς ἀκολάστου ἐπὶ τοῦ Ἰωσὴφ ἐκφλεχθείσης·ἐπειδὴ γὰρ κατεῖδεν αὐτὸν ταῖς αὐτῆς θωπείαις οὐδαμῶς εἴκοντα,
6.8.5μὴ πάθεσι νεότητος ἡττώμενον, ἐβόα τούτῳ· "Δοῦλος ἐμὸς ὠνητὸς ὑπάρχεις, πέπρασαί μοι, ἵνα μοι δουλεύῃς·ὅλου σε δεσπότην τοῦ οἴκου πεποίηκα, γενοῦ δὲ κἀμοῦ τῆς κυρίας σου κύριος· οὐ λογίζομαι ὑβρίζεσθαι καταβαίνουσα πρὸς σέ·
6.8.10δεσποτείας καὶ δουλείας γὰρ οὐκ ἔστι διαφορά·
ἕνα πάντων πατέρα τὸν Ἀδὰμ ἐδιδάχθην,μίαν πάντων μητέρα τὴν ἀρχέγονον Εὔαν· πάντες ἐσμὲν ἀλλήλων ὁμότιμοι, ὡς τῆς αὐτῆς μετέχοντες φύσεως·
6.8.15μὴ φοβηθῇς ὡς ἀθέμιτα πράττων, μηδὲ πεισθῇς τοῖς λαλοῦσί σοι ταῦτα ὅτι πάντα ἐφορᾷ τὸ ἀκοίμητον ὄμμα.
6.9.1 Σοῦ τούς τρόπους ὁρῶσα κοσμουμένους ἐν πᾶσι, τῶν ἄλλων προτιμῶ σε συνδούλων·ἐν τοῖς ὄμμασι γὰρ τὴν αἰδῶ καὶ τοῖς χείλεσί σου, ὡς ποθῶ, κέκτησαι,
6.9.5καὶ πᾶσαν ἔχεις αἴσθησιν εὐσχήμονα, καθάπερ θέλω. Δεῦρο, ἐπάκουσον τῆς φωνῆς μου, ἵνα σοι δείξω τὴν πρόθεσίν μου·πλείστων γὰρ καλῶν σε ἐμπλήσω πεισθέντα μοι καὶ δωροδοκίαις πλουσίαις ἀμείψομαι· καὶ γὰρ πλεῖόν σε παράθωμαι τῷ συμβίῳ τῷ ἐμῷ,
6.9.10καὶ γενέσθαι σε ἐλεύθερον κατασπεύσω παρ᾿ αὐτοῦ· δοῦλος γὰρ οὐ κληθήσῃ, συγκαθεύδων δεσποίνῃ·ἐὰν δὲ μὴ πεισθῇς μοι, κινδυνεύσεις δικαίως· σὲ γὰρ πικροῖς δεσμοῖς παραδίδωμι, καὶ πονηρῷ θανάτῳ ἐκδίδωμι·
6.9.15μὴ οὖν σαυτὸν ἀδικῆσαι θελήσῃς· οὐ γὰρ ἔστιν ἀληθὲς ὃ νομίζεις, ὅτι πάντα ἐφορᾷ τὸ ἀκοίμητον ὄμμα.
6.10.1
Ἡ γυνὴ μὲν τοιαῦτα· ἀλλ᾿ οὐκ ἴσχυσεν ὅλως σαλεῦσαι τὸν ἀσάλευτον πύργον·οὐκ ἐνύσταξε ταῖς κολακείαις, ἀλλὰ μᾶλλον εἶχε λογισμὸν ἄγρυπνον
6.10.5 καὶ ἄσυλον ἐφύλαττε τὸ καύχημα τῆς σωφροσύνης.
Ἔνθεν καὶ ἔνθεν περισκοπήσας, ταύτην ἑώρα τὴν μαινομένην· πάντας γὰρ τούς ἄλλους τοῦ οἴκου ἐξέπεμψε, μόνη δὲ πρὸς μόνον τοιαῦτα ἐφθέγγετο·
"Ἕως πότε σου ἀνέξομαι παρακούοντος ἐμοί;
6.10.10 νῦν καιρὸς τοῦ ἀπολαῦσαί με τῆς ποθουμένης εὐνῆς· οὐ γὰρ ἔστιν ἐνταῦθα οὐδὲ εἷς τῶν τοῦ οἴκου, καὶ οὐδὲν ἐμποδίζει τοῦ γενέσθαι ὃ λέγω.» Βέλη πυρὸς αὐτῷ κατηκόντιζεν, ἀλλ᾿ οὐδαμῶς αὐτὸν κατεφλόγιζεν·
6.10.15 ἔσωθεν γὰρ σωφροσύνην πηγάζων, τὰς πονηρὰς ἔσβεσεν ὁμιλίας, ὅτι πάντα ἐφορᾷ τὸ ἀκοίμητον ὄμμα.
6.11.1 Φθεγγομένης τοιαῦτα τῆς μαινάδος ἐκείνης
καὶ καταθωπευούσης τὸν νέον,εἰς τὰ σκάμματα τῶν πειρασμῶν Ἰωσὴφ ὁ μέγας
ἀθλητὴς ἔρχεται,
6.11.5πολύμορφον ἀντίπαλον βουλόμενος ἀντιπαλαῖσαι· καὶ βραβευταὶ συνεισῆλθον δύο καὶ παρειστήκεισαν ἀμφοτέροις·τῷ μὲν Ἰωσὴφ ἡ ἁγνεία συνίστατο, τῇ δὲ γυναικὶ ἡ λαγνεία προΐστατο, μέσον τούτων ἠγωνίζετο ὁ φιλοσώφρων ἀνήρ,
6.11.10πρὸς αὐτὸν ἀντηγωνίζετο ἡ δολιόφρων γυνή· ἔθελγε μὲν ἐκείνη πρὸς μοιχείαν καλοῦσα,ἤθελε δὲ νικῆσαι τὴν αἰσχρὰν ὁ γενναῖος· τῷ Ἰωσὴφ συνέπραττον ἄγγελοι, τῇ γυναικὶ συνέτρεχον δαίμονες·
6.11.15ἄνωθεν δὲ θεωρῶν ὁ δεσπότης, τὸν νικητὴν ἔστεφε τοῖς ἐπαίνοις, ὅτι πάντα ἐφορᾷ τὸ ἀκοίμητον ὄμμα.
6.12.1
Ῥήματα σωφροσύνης Ἰωσὴφ ἀπεκρίθη
πρὸς τὴν παραφρονοῦσαν βοήσας·"Σὸς μὲν δοῦλός εἰμι ὠνητός, διὰ φθόνον τοῦτο πεπονθὼς ἄδικον·
6.12.5κἂν πέπραμαι δὲ σώματι, ἐλεύθερός εἰμι τῇ γνώμῃ. Τὴν γὰρ εὐγένειαν τὴν τῶν τρόπων χάρτης καὶ μέλαν οὐκ οἶδε βάψαι,ὥσπερ ἡ ἀχλύς τὸν ἀέρα σκοτίζουσα
τὴν ἡλιακὴν οὐκ ἀμβλύνει λαμπρότητα·
ὡς γὰρ νέφος ἀπελαύνεται ὑπ᾿ ἀνέμου διωχθέν,
6.12.10τοῦ ἡλίου δὲ μετέπειτα καταλάμπουσιν αὐγαί, οὕτω καὶ ἡ δουλεία παρελεύσεται αὕτη καὶ ἡ ἐλευθερία ἡ ἐμὴ ἀναλάμψει. Πᾶσα ἡ γῆ Αἰγύπτου δουλεύσει μοι τῷ ἡδοναῖς αἰσχραῖς μὴ δουλεύοντι·
6.12.15τοῦτο γάρ μοι προεμήνυσε πάλαι ὁ προειδὼς τὰ ἐσόμενα μόνος, ὅτι πάντα ἐφορᾷ τὸ ἀκοίμητον ὄμμα.»
6.13.1
Ὡς ἀκήκοε ταῦτα προσλαλοῦντος τοῦ νέου, καὶ πάλιν κολακεύειν πειρᾶται καὶ τοιαῦτά φησι πρὸς αὐτόν· "Ὅτι δούλου τρόπους οὐδαμῶς κέκτησαι,
6.13.5δι᾿ ἔργων τοῦτο ἔμαθον καὶ πέπεισμαι καὶ μαρτυρῶ σοι· καὶ γὰρ τὴν πρέπουσαν ἐλευθέρῳ σύ ἐξετέλεσας λειτουργίαν·γέγονας ἐν πᾶσι τοῖς ἔργοις σου ἄμεμπτος καὶ πρὸς τούς συνδούλους τούς σούς ἀκακούργητος,
ὅθεν φαίνει καταγόμενος ἐκ γονέων εὐγενῶν·
6.13.10διὰ τοῦτο καὶ ἐλήλυθας εἰς τὰς χεῖρας τὰς ἐμὰς
ἵνα γένωμαι πλείστων ἀγαθῶν ἀρχηγός σοι,καὶ ἡ χώρα Αἰγύπτου δι᾿ ἐμοῦ σοι δουλεύσῃ· μόνον ἐμὲ τὴν νῦν σου δεσπόζουσαν καὶ τὴν πρὸς σὲ στοργὴν διασῴζουσαν
6.13.15δέξαι λοιπὸν εἰς κοινὴν εὐφροσύνην, καὶ μὴ πτοοῦ, λογιζόμενος πάλιν ὅτι πάντα ἐφορᾷ τὸ ἀκοίμητον ὄμμα."
6.14.1 Μετὰ τούτους τούς λόγους, Ἰωσὴφ ἀντιλέγει πρὸς τὴν ἀσελγεστάτην ἐκείνην·"Ἀληθὲς μὲν ὃ λέγεις ἐστίν, ὅτι ῥίζης εἰμὶ ἀγαθῆς βλάστημα·
6.14.5ὡς ἄλογον δὲ βλέπω σε καὶ φεύγω σου τὴν συνουσίαν.
Ὅταν γάρ τις λογισμὸν οὐκ ἔχῃ τὸν χαλινοῦντα αὐτοῦ τὸν βίον,δίκην ἀλογίστων κτηνῶν περιφέρεται,καὶ εἰς ἀπρεπεῖς ἡδονὰς καταφέρεται· διὰ τοῦτο οὐκ ἀνέχομαι τῶν φιλοσάρκων παθῶν,
6.14.10ἀλλὰ τούτων τὰ σκιρτήματα δι᾿ ἐγκρατείας κρατῶ· μέχρι νῦν καθαρεύων ἀπὸ μύσους τοιούτου,ἄρτι διὰ μοιχείας οὐ ῥυπῶ μου τὸ σῶμα· ἔστι μὲν γὰρ βαρύ καὶ ἀθέμιτον γάμον ἀνδρὸς συλῆσαι ἀλλότριον,
6.14.15μεῖζον δέ μοι καταφαίνεται κρῖμα, εἰ τὴν εὐνὴν τοῦ δεσπότου ὑβρίσω, ὅτι πάντα ἐφορᾷ τὸ ἀκοίμητον ὄμμα."
6.15.1
"Ἄκουσον, νεανίσκε», ἡ γυνὴ ἀπεκρίθη πρὸς τὸν τῆς σωφροσύνης ἐργάτην."Ὁ δεσπότης, ὡς οἶδας, ὁ σὸς καταπείθεταί μου τῇ βουλῇ πάντοτε,
6.15.5καὶ δύναμαι κακῶσαί σε καὶ πάλιν παραθέσθαι τούτῳ· ἔχει ἐν σοὶ ἀγαθὰς ἐλπίδας ἐκ τῆς προλήψεως τῆς προτέρας·στέργει καὶ ἐμέ, ὡς ἀεὶ σωφρονήσασαν· μέχρι γὰρ τοῦ νῦν ἀκατάγνωστος ἔμεινα. Τοῦ δεσπότου οὖν, ὡς εἴρηκα, πεποιθότος ἐφ᾿ ἡμῖν,
6.15.10οὐδενὸς δὲ τὸ πραττόμενον θεωροῦντος ἐπὶ γῆς, τί ὀκνεῖς πειθαρχήσαι τῇ ἐμῇ παρακλήσει ἧς οὐκ ἂν ἠξιώθης μετὰ σὰς παρακλήσεις; Τοῖχοι ἡμᾶς παντόθεν καλύπτουσι, ἄνωθεν δὲ ἡ στέγη ἐπίκειται·
6.15.15μὴ οὖν φοβοῦ οὗ οὐκ ἔστι σοι φόβος, μηδὲ πτοοῦ, ἐνθυμούμενος πάλιν ὅτι πάντα ἐφορᾷ τὸ ἀκοίμητον ὄμμα.»
6.16.1 Νουθετῆσαι σπουδάζων τὴν ἀθλίαν ἐκείνην, ὁ σώφρων Ἰωσὴφ ἀπεκρίθη·"Μὴ συμβούλευέ μοι πονηρά, ὡς ἡ Εὔα πάλαι τῷ Ἀδάμ· ἄπαγε·
6.16.5τοῦ ξύλου γὰρ οὐ γεύσομαι τοῦ θάνατόν μοι προξενοῦντος.
Ἔχω παράδεισον τὴν ἁγνείαν πᾶσαν βλαστάνουσαν εὐωδίαν·τί γὰρ τῆς ἁγνείας ἐστὶ θαυμαστότερον, ἣν οἱ κατορθοῦντες ὡς ἄγγελοι λάμψουσι; Κἂν τὴν πρᾶξιν οὐ μὴ ἴδωσιν οἱ οἰκοῦντες σύν ἡμῖν
6.16.10ὅτι ἄνθρωποι ὑπάρχουσιν μὴ ὁρῶντες τὰ κρυπτά, ἀλλὰ τὸ συνειδός μου τὸν κατήγορον ἔχω·εἴγε πρᾶξαι τολμήσω τὸ παράνομον ἔργον, εἰ καὶ μηδεὶς ἐλέγξει μοιχεύσαντα, ἔχω κριτὴν ἐλέγχου μὴ χρῄζοντα,
6.16.15ὅνπερ ἀεὶ ἐνθυμούμενος φρίττω, καὶ τὰς αἰσχρὰς ἡδονὰς ἀποφεύγω, ὅτι πάντα ἐφορᾷ τὸ ἀκοίμητον ὄμμα.
6.17.1
Ὅταν σοὶ δὲ πιστεύσω ὅτι τοῖχοι παντόθεν
καλύπτουσιν ἡμᾶς πλημμελοῦντας καὶ οὐ βλέπει οὐδεὶς ἐπὶ γῆς ὅπερ θέλεις πρᾶξαι
σύν ἐμοὶ ἄδικον,
6.17.5 τὸν βλέποντα τὰ κρύφια ποῦ φύγωμεν, εἰπέ μοι, γύναι; Κἂν γὰρ οὐ πάρεστιν ὁ ἀνήρ σου, ἀλλ᾿ οὐκ ἀπέστη νῦν ὁ κριτής μου· κἂν οὐκ ἐφορᾷ με τῆς κλίνης ὁ κύριος, ἀλλὰ ἐφορᾷ με ὁ κρίνων τὰ κρύφια. Πῶς οὖν λάθω τὸν ἐτάζοντα τὰς καρδίας καὶ νεφρούς;
6.17.10Καὶ αὐτὸς δὲ κινηθήσεται κατ᾿ ἐμοῦ ὁ οὐρανός· μάτην τοίχοις θαρροῦμεν τοῖς μηδὲν ὠφελοῦσιν·στέγη ἐπουρανία τὴν μοιχείαν οὐ σκέπει· πάντα γυμνὰ ὑπάρχει καὶ πρόδηλα τῷ τὰ κρυπτὰ γινώσκοντι πταίσματα·
6.17.15ὅθεν ἐγὼ οὐκ ἀνέχομαι πρᾶξαι τὸ πονηρὸν ἐναντίον Κυρίου,
ὅτι πάντα ἐφορᾷ τὸ ἀκοίμητον ὄμμα."
6.18.1
Ὑπὸ τούτων τῶν λόγων ἡ μαινὰς ἐκκαυθεῖσα τῷ σώφρονι ἐπέρχεται ἄφνω,καὶ τὸν τούτου χιτῶνα κρατεῖ καὶ βιαίως σύρει τὸν σεμνόν, λέγουσα·
6.18.5«Ἐπάκουσόν μου, φίλτατε, καὶ δεῦρο, συνομίλησόν μοι.»
Ἔνθεν καθεῖλκεν ἡ Αἰγυπτία, πάλιν ἡ Χάρις ἀνθεῖλκε τοῦτον·αὕτη μὲν ἐβόα· «Ἐμοὶ συγκοιμήθητι», ἄνωθεν ἡ Χάρις· »Ἐμοὶ συγγρηγόρησον.» Μετ᾿ ἐκείνης ὁ διάβολος ἠγωνίζετο πικρῶς
6.18.10καὶ χερσὶ σφοδρῶς κατέσφιγγε τὸν γενναῖον ἀθλητήν· πάλιν ἡ Σωφροσύνη ἐκινεῖτο πρὸς πάλην,λῦσαι ἐπειγομένη τὰ κρατήματα τούτων· ἔλεγε δέ· "Ῥαγῇ τὸ ἱμάτιον, καὶ μὴ φθαρῇ τὸ σῶμα τοῦ σώφρονος·
6.18.15λήψεται γὰρ παρὰ τοῦ ἀθλοθέτου, ὡς νικητής, ἔνδυμα ἀφθαρσίας, ὅτι πάντα ἐφορᾷ τὸ ἀκοίμητον ὄμμα."
6.19.1
Ἔχει στέφανον μέγαν Ἰωσὴφ ὡς ἀθλήσας ὑπὲρ τῆς σωφροσύνης νομίμως·τὴν γὰρ ταύτης φυλάττων στοργήν, ἀπεδύθη μᾶλλον τὴν στολὴν ἔξωθεν,
6.19.5καὶ δόξαν ἐνεδύσατο παράδοξον ὁ στεφανίτης· τούτῳ ἐπῆλθεν ἡ Αἰγυπτία ὥσπερ ἀμπέλῳ δεινὴ ἀλώπηξ,ὅλον μὲν τὸν βότρυν τρυγῆσαι ἐλπίζουσα,μόνα δὲ τὰ φύλλα εὑρέθη κατέχουσα.
Ἄνω ἄγγελοι συνέχαιρον τῷ δικαίῳ Ἰωσήφ,
6.19.10κάτω δαίμονες συνέκλαιον τῇ ἀδίκῳ γυναικί· οὗτος μὲν ἐγυμνώθη τῆς ἰδίας ἐσθῆτος ἵνα πάσας τηρήσῃ ἀβλαβεῖς τὰς αἰσθήσεις· ἡ δὲ μαινὰς αἰσχύνην ἐνδύεται καὶ τὴν αἰδῶ ἀσέμνως ἐκδύεται·
6.19.15ὁ δὲ σοφὸς κατ᾿ ἀξίαν τιμᾶται ὡς ἐκφυγὼν ἁμαρτίαν μεγάλην, ὅτι πάντα ἐφορᾷ τὸ ἀκοίμητον ὄμμα.
6.20.1 Πῶς ἀξίως ὑμνήσω πολυύμνητον ἄνδρα
τὸν κρείττονα παντὸς ἐγκωμίου;Ὅτι σκάφος ἐδείχθη στερρόν, καὶ ἀγρίαν ζάλην
ἡδονῶν ἔφυγε
6.20.5καὶ εἰς λιμένα εὔδιον προσώρμισε τῆς σωφροσύνης· οὗτος καὶ κάμινον κατεπάτει ἔνδον τοῦ οἴκου ἀναπτομένην·πνεῦμα γὰρ τῆς δρόσου ἑλκύσας τῆς ἄνωθεν, παμφάγον πυρὸς δυναστείαν κατέσβεσε. Τοῦτό ἐστι τὸ παγκράτιον τοῦ μεγάλου Ἰωσήφ,
6.20.10τοῦτό ἐστι τὸ ἐγκώμιον τοῦ γενναίου ἀθλητοῦ·
ὅπερ τότε ἐπράχθη ἐν οἰκίσκῳ λαθραίως ᾄδεται ἐν τῷ κόσμῳ καθ᾿ ἑκάστην ἡμέραν· τὰ γὰρ καλὰ οὐδέποτε σβέννυται, κἂν πειρασμοὶ πολλοὶ περικλύζουσι·
6.20.15ῥύεται γὰρ ἀπὸ τούτων ἁπάντων ὁ λυτρωτὴς τῶν αὐτοῦ θεραπόντων, ὅτι πάντα ἐφορᾷ τὸ ἀκοίμητον ὄμμα.
6.21.1 Οἱ συναίμονες πρώην ἐπεβούλευσαν τούτῳ διὰ τὴν βασιλείαν φθονοῦντες,καὶ ὁρμήσαντες κτεῖναι αὐτόν, ἐν τῇ γ[νώ]μῃ μόνῃ τὸ κακὸν ἔστησαν·
6.21.5εἰς ἔργον δὲ οὐκ ἤγαγον τὴν [ἄδι]κον σφαγὴν ἐκείνην, αἵματι βάψαντες τὸν χιτῶνα, [ἀλ]λ᾿ οὐχὶ βλάπτοντες τὸν φοροῦντα·ζῶντα γὰρ αὐτὸν ὁ Θεὸς διεφύλαξεν, εἰ καὶ ὁ πατὴρ ὡς θανέντα ὠδύρετο· αὕτη [πά]λιν ἐπολέμησε τῷ χιτῶνι μοιχαλίς,
6.21.10τὴν ψυχὴν δὲ οὐ κατέτρωσε τοῦ γενναίου στρατηγοῦ·
ἦν γὰρ ἐνδεδυμένος ἀσφαλῆ πανοπλίαν πάσας τὰς ἑλεπόλεις τῶν παθῶν καταργοῦσαν. Τοῦτον, πιστοί, μιμεῖσθαι σπουδάς[ωμεν], ὅτι καὶ νῦν ἡμῖν ἐπανίσταται
6.21.15τῶν σαρκικῶν ἡδονῶν [ἡ ἀ]πάτη, ἀλλὰ μηδεὶς ὑπὸ ταύτης ἡττάσθω, ὅτι πάντα ἐφορᾷ τὸ ἀκοίμητον ὄμμα.
6.22.1 Στέμμα κέκτηται θεῖον καὶ ἀοίδιμον νίκην
ὁ μέγας τῶν παθῶν αὐτοκράτωρ,καὶ δικαίως τὴν μνήμην αὐτοῦ πανταχοῦ τιμῶσ#953;ν
οἱ πιστοὶ πάντοτε,
6.22.5ὅτι οὐκ ἐκυρίευσε τοῦ σώματος ἡ ἁμαρτία· τῆς γυναικὸς γὰρ τῆς ἀκολάστου λόγοις καὶ ἔργοις κολακευούσης πᾶσαν μὲν ὑπόσχεσιν ἔρριψεν ἄθεσμον, θάνατον δὲ μᾶλλον ἠγάπησεν ἔνδεσμον. Τί δαὶ πράξω ὁ ταλαίπωρος καὶ κατάκριτος ἐγώ,
6.22.10ὅτι πάντοτε συνέχει με τῆς ἁμαρτίας ἡ χείρ;
Ὥσπερ ἡ Αἰγυπτία Ἰωσὴφ ἐπιβαίνει,οὕτως ἕλκει με αὕτη πρὸς ἀτόπους ἔννοιας· ἀλλὰ βοῶ πρὸς σέ, παντοδύναμε· ῥῦσαι κἀμέ, Χριστέ, τυραννούμενον,
6.22.15ἵνα σωθῶ διὰ τῆς Θεοτόκου, ὡς Ἰωσὴφ ὁ πιστός σου θεράπων, ὅτι πάντα ἐφορᾷ τὸ ἀκοίμητον ὄμμα.
7 (XLV). Пророк Илия
7.t.1
Μηνὶ τῷ αὐτῷ εἰς τὴν κʹ, τοῦ ἁγίου προφήτου Ἠλίου, κονδάκιον ἰδιόμελον,
ἦ χος βʹ· οἱ οἶκοι φέροντες ἀκροστιχίδα τήνδε· τὸν προφήτην Ἠλίαν ὁ Ῥωμανὸς ἀνευφημεῖ
Προοίμιον
7.pro.1 Προφῆτα καὶ προόπτα τῶν μεγαλουργιῶν τοῦ Θεοῦ ἡμῶν,Ἠλία μεγαλώνυμε, ὁ τῷ φθέγματί σου στήσας τὰ ὑδατόρρυτα νέφη,πρέσβευε ὑπὲρ ἡμῶν τὸν μόνον φιλάνθρωπον.
7.1.1 Τὴν πολλὴν τῶν ἀνθρώπων ἀνομίαν, τοῦ Θεοῦ δὲ πολλὴν φιλανθρωπίαν θεασάμενος ὁ προφήτης ἐταράττετο Ἠλίας θυμούμενος, καὶ λόγους ἀσπλαγχνίας πρὸς τὸν εὔσπλαγχνον ἐκίνησεν·"Ὀργίσθητι, βοήσας, ἐπὶ τούς σὲ ἀθετήσαντας νῦν, κριτὰ δικαιότατε."
7.1.5 Ἀλλὰ τὰ σπλάγχνα τοῦ ἀγαθοῦ οὐδὲ ὅλως παρεκίνησε πρὸς τὸ τιμωρήσασθαι τούς αὐτὸν ἀθετήσαντας·ἀεὶ γὰρ τὴν μετάνοιαν τῶν πάντων ἀναμένει ὁ μόνος φιλάνθρωπος.
7.2.1
Ὅτε πᾶσαν τὴν γῆν ἐν ἀσεβείαις ἐθεάσατο τότε ὁ προφήτης,τὸν δὲ ὕψιστον οὐδὲ ὅλως ὀργιζόμενον, ἀλλὰ ἀνεχόμενον, κινεῖται πρὸς μανίαν καὶ μαρτύρεται τὸν εὔσπλαγχνον·"Ἐγὼ καταυθεντήσω καὶ κολάσω τὴν ἀσέβειαν τῶν παροργιζόντων σε·
7.2.5 τῆς γὰρ πολλῆς σου ἀνοχῆς οὗτοι πάντες κατεφρόνησαν καὶ οὐκ ἐλογίσαντο σὲ πατέρα τὸν εὔσπλαγχνον·αὐτὸς δέ, ὡς φιλότεκνος, οἰκτείρεις τούς υἱούς σου, ὁ μόνος φιλάνθρωπος.
7.3.1 Νῦν δικάσω ἐγὼ ὑπὲρ τοῦ κτίστου, ἀσεβεῖς δὲ τῆς γῆς ἐξολοθρεύσω καὶ ψηφίσομαι τιμωρίαν, ἀλλὰ δέδοικα τὴν θείαν χρηστότητα· ὀλίγοις γὰρ δακρύοις δυσωπεῖται ὁ φιλάνθρωπος.Τί οὖν νῦν ἐννοήσω πρὸς τοσαύτην ἀγαθότητα καὶ στήσω τὸν ἔλεον;
7.3.5 Τὴν ψῆφον ὅρκῳ βεβαιῶν, ἵνα τοῦτον δυσωπούμενος μὴ λύσῃ ὁ δίκαιος τὴν τοιαύτην ἀπόφασιν, ἀλλὰ καὶ βεβαιώσῃ μου τὴν κρίσιν ὡς δυνάστης ὁ μόνος φιλάνθρωπος.»
7.4.1 Προτερεύει τῆς κρίσεως ὁ ὅρκος καὶ προοίμιον ἦν τῶν ψηφισθέντων·ἀλλ᾿ εἰ βούλεσθε, πρὸς τὴν βίβλον ἀναδράμωμεν καὶ γνῶμεν τὰ ῥήματα. Φησὶ γὰρ ὁ προφήτης ὀργιζόμενος, ὡς γέγραπται·"Ζῇ Κύριος, οὐ δρόσος οὐδὲ ὄμβρος κατελεύσεται εἰ μὴ διὰ τοῦ λόγου μου."
7.4.5 Ἀλλὰ εὐθέως ὁ βασιλεύς τῷ Ἠλίᾳ ἀπεκρίνατο·
"Ἂν ἴδω μετάνοιαν καὶ πηγάζοντα δάκρυα,μὴ χορηγεῖν οὐ δύναμαι τὰ σπλάγχνα τοῖς ἀνθρώποις ὁ μόνος φιλάνθρωπος."
7.5.1
Ῥητορεύει εὐθέως ὁ προφήτης καὶ προβάλλει τὸ δίκαιον τοῦ ὅρκου·"Κατὰ σοῦ, φησίν, τοῦ Θεοῦ τῶν ὅλων, ὤμοσα πανάγιε δέσποτα, τούς ὄμβρους μὴ δοθῆναι εἰ μὴ πάλιν διὰ λόγου μου·ἡνίκα γὰρ κατίδω τὸν λαὸν μεταμελούμενον, ἐγὼ ἱκετεύσω σε.
7.5.5 Οὐκ ἔστι τοίνυν ἐν τῇ σῇ ἐξουσίᾳ, δικαιότατε,κωλῦσαι τὴν κόλασιν ἐκ τοῦ ὅρκου οὗ τέθεικα ὃν φύλαξον καὶ σφράγισον, συστέλλων σου τὰ σπλάγχνα, ὁ μόνος φιλάνθρωπος.» 7.6.1
Ὁ λιμὸς οὖν τὴν γῆν ἐπολιόρκει, κατεφθείροντο δὲ οἱ ἐνοικοῦντες ὀδυρόμενοι καὶ τὰς χεῖρας ἀνατείνοντες πρὸς τὸν πανοικτίρμονα. Συνείχετο δὲ τούτοις ὁ δεσπότης ἑκατέρωθεν·τὰ σπλάγχνα μὲν ἀνοίγων τοῖς αὐτὸν καθικετεύουσι καὶ σπεύδων πρὸς τὸν ἔλεον,
7.6.5 τὸν δὲ προφήτην ἐρυθριῶν καὶ τὸν ὅρκον ὅνπερ ὤμοσε,τούς ὄμβρους οὐ δίδωσιν, ἀλλ᾿ ἐσκεύασε πρόφασιν συνέχουσαν καὶ θλίβουσαν ψυχὴν τὴν τοῦ προφήτου ὁ μόνος φιλάνθρωπος.
7.7.1 Φυσιούμενον βλέπων ὁ δεσπότης κατὰ τῶν ὁμοφύλων τὸν Θεσβίτην,ἐδικαίωσε τῷ λιμῷ συντιμωρήσασθαι τοῖς ἄλλοις τὸν δίκαιον,
ἵνα τῇ ἀτροφίᾳ πιεζόμενος βουλεύσηται περὶ τῆς ἐνωμότου ἀποφάσεως φιλάνθρωπα καὶ παύσῃ τὴν κόλασιν·
7.7.5 ἔστι γὰρ ὄντως φοβερὸν τῆς γαστρὸς τὸ ἀπαραίτητον,καὶ ἕκαστον ἔμψυχον λογικόν τε καὶ ἄλογον σοφίᾳ [τῆς] θεότητος διὰ τροφῆς φυλάττει ὁ μόνος φιλάνθρωπος. 7.8.1
Ἡ γαστὴρ μὲν τὴν φύσιν συνηγόρει καὶ τούς νόμους τῆς φύσεως λαβοῦσα ἐπετίθετο τῷ πρεσβύτῃ μεθοδεύουσα τὸ μεταβουλεύσασθαι· αὐτὸς δὲ ὥσπερ λίθος ἀναίσθητος ἐνίστατο τὸν ζῆλον κεκτημένος ἀντὶ πάσης ἑστιάσεως καὶ τούτῳ ἀρκούμενος·
7.8.5
ὃν θεωρήσας ὁ κριτὴς ἐπεκούφισε λιμώττοντι τῷ φίλῳ τὴν ἔνδειαν, οὐχ ἡγούμενος δίκαιον σύν ἀδίκοις καὶ ἀνόμοις τὸν δίκαιον λιμώττειν ὁ μόνος φιλάνθρωπος.
7.9.1 Τὴν τροφὴν οὖν αὐτῷ ὁ πανοικτίρμων μετὰ πάσης σοφίας εὐτρεπίζει·τοῖς γὰρ κόραξι τοῖς ἀσπλάγχνοις ἐγκελεύεται τροφὴν χορηγεῖν αὐτῷ· κοράκων δὲ τὸ γένος εὐσπλαγχνίας ἐστὶν ἄμοιρον,τροφὴν μὴ χορηγοῦντα νεοσσοῖς ὡς τέκνοις πώποτε, ἀλλ᾿ ἄνωθεν τρέφονται. 7.9.5
Ἐπειδὴ τοίνυν καὶ αὐτὸς μισοτέκνου ἀνελάβετο καὶ τρόπους καὶ ἔννοιαν, μισοτέκνοις ἐχρήσατο πρὸς τοῦτον ὡς μισάνθρωπον τοῖς κόραξι πανσόφως ὁ μόνος φιλάνθρωπος.
7.10.1
«Ἡ πολλή σου, φησίν, φιλοθεΐα», ὁ Θεὸς τῷ Ἠλίᾳ διελέχθη,»μὴ μισάνθρωπον ἐπενέγκῃ σοι διάθεσιν· ἀλλ᾿ ὅρα τούς κόρακας· οἱ γὰρ πρὸς τούς ἰδίους νεοσσούς ἀεὶ μισότεκνοι αἰφνίδιον, ὡς βλέπεις, περὶ σέ εἰσι φιλότιμοι καὶ νῦν μεταβέβληνται·
7.10.5 τῆς εὐσπλαγχνίας τῆς ἐμῆς ὑπηρέται ἀνεδείχθησαν τροφήν σοι κομίζοντες· ὡς ὁρῶ δέ, οὐ δύναμαι τὴν φύσιν ἐκβιάζεσθαι τὴν σὴν πρὸς τούς ἀνθρώπους, ὁ μόνος φιλάνθρωπος.
7.11.1 Νῦν αἰδεῖσθαι ὀφείλεις, ὦ προφῆτα, καὶ μιμεῖσθαι ἀλόγων εὐπειθίαν·πῶς τὰ ἄσπλαγχνα αἰδεσθέντα με τὸν εὔσπλαγχνον εὐθύς μετεβλήθησαν; Τιμῶ σου τὴν φιλίαν καὶ οὐ λύω τὴν ἀπόφασιν·οὐ δύναμαι δὲ φέρειν ὀδυρμὸν καὶ θλῖψιν πάνδημον ἀνθρώπων ὧν ἔπλασα·
7.11.5 τῶν δὲ νηπίων τὴν κραυγὴν πῶς ἐνέγκω καὶ τὰ δάκρυα,κτηνῶν δὲ τὸν ἄσημον μυκηθμὸν ἐπερχόμενον;Ἐγὼ γὰρ τούτοις ἅπασιν ὡς πλάστης συμπαθήσω ὁ μόνος φιλάνθρωπος. 7.12.1
Ἠγριοῦτο ἐν τούτοις ὁ προφήτης· ἀπεκρίθη τότε τῷ δεσπότῃ·"Μηδὲ κόρακας ὑπηρέτας πρὸς τὸ θρέψαι με προτρέψῃ, ὦ δέσποτα· λιμῷ διαφθαρῆναι ἐπιλέξομαι, πανάγιε,καὶ μόνον ἀσεβοῦντας τιμωρήσομαι, καὶ ἔσται μοι μεγάλη ἀνάπαυσις·
7.12.5 συναπολέσθαι οὐκ ὀκνῶ πᾶσι τοῖς ἀπαρνουμένοις σε·μὴ οὖν οἰκτειρήσῃς με, μὴ λιμώττοντος φείσῃ μου,καὶ μόνον ἐξολόθρευσον τῆς γῆς τούς ἀσεβοῦντας, ὁ μόνος φιλάνθρωπος."
7.13.1 Λόγους τούτους ὡς ἤκουσεν ὁ κτίστης, μεθιστᾷ τὸν προφήτην ἐκ τοῦ τόπου ἐντειλάμενος πετεινοῖς μὴ χορηγεῖν αὐτῷ τροφὴν ὡς τὸ πρότερον, καὶ πέμπει ἐν Σαρέφθοις πρὸς τὴν χήραν τὸν λιμώττοντα,εἰπὼν ὡς "ἐντελοῦμαι γυναικὶ τοῦ διαθρέψαι σε», σοφὰ βουλευόμενος.
7.13.5
Ἦν γὰρ καὶ χήρα καὶ ἐθνικὴ ἡ γυνὴ πρὸς ἣν ἀπέσταλτο καὶ τέκνων ἠνείχετο, ἵν᾿ ἀκούων ὁ δίκαιος τῆς ἐθνικῆς τὸ ὄνομα βοήσῃ· "Δὸς τούς ὄμβρους, ὁ μόνος φιλάνθρωπος.» 7.14.1
Ἰουδαίοις ἀθέμιτον ὑπῆρχε συνεσθίειν ποτὲ τοῖς ἀλλοέθνοις·διὰ τοῦτο οὖν τὸν Ἠλίαν πρὸς ἀλλόφυλον γυναῖκα ὡδήγησεν,
ἵνα τὴν παρ᾿ ἐκείνης βδελυττόμενος ἑστίασιν εὐθύς περὶ τῶν ὄμβρων δυσωπήσῃ τὸν φιλάνθρωπον· ἀλλ᾿ οὐκ ἐλογίσατο
7.14.5 τὴν πρὸς τὰ ἔθνη ἀποφυγήν, ἀλλὰ τρέχει πρὸς τὸ γύναιον, τροφὴν ἀπαιτῶν αὐτὴν μετὰ πάσης τραχύτητος·
"Ἐμοί, φησίν, προσέταξεν εἰσπρᾶξαί σε, ὦ γύναι, ὁ μόνος φιλάνθρωπος."
7.15.1 Ἀλλὰ ταῦτα ἀκούσασα ἡ χήρα ἐν σπουδῇ τῷ προφήτῃ ἀπεκρίθη ὡς "οὐκ ἔστι μοι ἐγκρυφίας, ἀλλ᾿ ἢ ἄλευρον δρακός, ὅπερ βούλομαι ποιῆσαι εἰσελθοῦσα, ἵνα φάγω σύν τοῖς τέκνοις μου·οὐδὲν δὲ τῆς δρακός μοι πλέον τι περιλείπεται ἢ μόνος ὁ θάνατος."
7.15.5 Πρὸς δὲ τῆς χήρας τὴν φωνὴν ἐκινεῖτο καὶ συνέπασχε διαλογιζόμενος ὡς "ἐμοῦ πλέον τήκεται καὶ τῷ λιμῷ ἐκθλίβεται ἡ χήρα, εἰ μὴ φθάσει ὁ μόνος φιλάνθρωπος. 7.16.1 Νῦν στενά μοι, φησί, τὰ τοῦ γυναίου· κἂν πεινῶ γὰρ ἐγώ, ὑπάρχω μόνος,μετὰ τέκνων δὲ ἐκλιμώττει ἡ χηρεύουσα πρὸς ἣν παραγέγονα. Μὴ γένωμαι ὁ ξένος τοῦ θανάτου ταύτης πρόξενος,μηδὲ τῇ ξενοδόχῳ τεκνοκτόνος λογισθήσομαι, ἀλλ᾿ ἴδω νῦν πρὸς ἔλεον·
7.16.5 πρὸς πάντας ἔσχον ἀπαθῶς, πρὸς δὲ ταύτην μεταβάλλομαι·ἐκθήσω τὴν φύσιν μου οἰκτιρμοῖς συναγάλλεσθαι·οἰκτίρμων γὰρ καθέστηκεν ὁ αἴτιος τῶν πάντων, ὁ μόνος φιλάνθρωπος."
7.17.1
Ὁ προφήτης τῇ χήρᾳ ἀπεκρίθη· "Δρὰξ μέν ἐστιν ἀλεύρου σοι, ὡς ἔφης·οὐκ ἐκλείψει [σοι] ἡ ὑδρία, ὁ καμψάκης δὲ τὸ ἔλαιον βλύσει σοι.» Καὶ λόγοις μὲν Ἠλίας εὐλογίαν ἐχαρίσατο,ὁ κτίστης δὲ εὐθέως ὡς φιλότιμος καὶ εὔσπλαγχνος τὸ ἔργον ἐπήγαγε·
7.17.5 τοῦ μὲν προφήτου τὸν σκοπὸν ἐκπληρῶν, φησίν, ὁ πάνσοφος,τὸ δὲ ἀληθέστερον τῆς καλλίστης προφάσεως δραξάμενος, χαρίζεται τὸ ἄφθονον τῇ χήρᾳ ὁ μόνος φιλάνθρωπος. 7.18.1
Ῥήμασι [Θεὸ]ς προφήτου ἐπεκάμφθη καὶ τροφὴν παρεῖχε τούτῳ καὶ τῇ χήρᾳ·ὁ Ἠλίας δὲ οὐδὲ ὅλως ἐσπλαγχνίζετο, ἀλλ᾿ ἔμενεν ἄκαμπτος.
Ὁ εὔσπλαγχνος δὲ βλέπων τὸν λαὸν διαφθειρόμενον καὶ τοῦτον ἀπειθοῦντα, ἐφ᾿ ἑτέραν τέχνην πάνσοφον μετῆλθεν ὡς δίκαιος.
7.18.5 Τὸν γὰρ τῆς χήρας ὑϊὸν τελευτήσαντα ἀπέδειξεν,ἵνα κἂν τὰ δάκρυα καὶ τὴν ἄλλην περίστασιν τῆς χήρας θεασάμενος βοήσῃ· «Δὸς τούς ὄμβρους, ὁ μόνος φιλάνθρωπος.»
7.19.1
Ὡς οὖν εἶδεν ἡ χήρα νεκρωθέντα τὸν υἱόν, ἐπανέστη τῷ προφήτῃ,"εἴθε, λέγουσα, τῷ λιμῷ προαποτέθνηκα πρὶν ἤ σε θεάσωμαι· συνέφερε γὰρ πάλαι τελευτῆσαί με λιμώττουσαν καὶ μὴ τὸν ὑϊόν μου θεωρεῖν με νεκρὸν κείμενον ἐν τῇ παρουσίᾳ σου.
7.19.5 Οὐχ οὗτοί εἰσιν οἱ μισθοὶ τῆς καλλίστης δεξιώσεως·ὑπῆρχον γὰρ εὔτεκνος πρὶν ἐλθεῖν σε, ὦ ἄνθρωπε·ἐλθὼν δὲ ἀτεκνίαν μοι παρέσχες ὀνομάσας τὸν μόνον φιλάνθρωπον.»
7.20.1 Μάλα μὲν ἐκρατεῖτο ὑπὸ χήρας ὁ κρατήσας νεφῶν τε καὶ τῶν ὄμβρων καὶ συνείχετο ὑπὸ μίας ὁ τούς ἅπαντας συνέχων [διὰ] ῥήματος· γυνὴ δὲ παναθλία, πάσης ἄμοιρος δυνάμεως,τὸν λόγῳ καὶ δυνάμει οὐρανούς κρατεῖν νομίζοντα κρατεῖ ὡς κατάδικον,
7.20.5 καὶ συμπλακεῖσα μανικῶς ὡς φονέα εἰς κριτήριον καθεῖλκε κραυγάζουσα· "Δός μοι γόνον ὃν ἔκτεινας· οὐ χρῄζω τοῦ ἀλεύρου σου· μὴ θρέψῃ με νομίζων [γενέσθαι φιλάνθρωπος.]
7.21.1
Ἄρτους ἐν τῇ γαστρί μου κατασπείρας τὸν καρπὸν τῆς γαστρός μου καὶ τὸν κλάδον ἐξερρίζωσας, καὶ πωλεῖς μοι [⏑⏑-⏑⏑] τὰ δῶρα τὰ βρώσιμα· ψυχὴν ἀντὶ ἀλεύρου καὶ ἐλαίου ἐμεθόδευσας·ἐγὼ δὲ δυσωπῶ σε ἀνατρέψαι τὸ συνάλλαγμα καὶ δοῦναι ὃ ἔλαβες·
7.21.5
ἢ τοῖς θανάτοις τοῦ λαοῦ οὐκ ἠρκέσθης, ἀλλ᾿ ἐσπούδασας τοῦ οἴκου μου ἅψασθαι; Τὴν ψυχὴν τοῦ παιδίου μου ἀπόλυσον καὶ κόμισον ψυχήν μου ἀντ᾿ ἐκείνης, καὶ γενοῦ φιλάνθρωπος.» 7.22.1 Νυγεὶς τούτοις ὡς κέντροις ὁ Ἠλίας, αἰσχυνόμενος κράζουσαν τὴν χήραν ὑποπτεύουσαν ὡς αὐτὸς ἐξεβιάσατο ψυχὴν τοῦ υἱοῦ αὐτῆς, καὶ θέλων ταύτην πεῖσαι διὰ λόγων οὐκ ἠδύνατο·εἰδὼς ὡς ἠπιστεῖτο παρ᾿ αὐτῆς ἀπολογούμενος, ἐθρήνει γὰρ ἄπαυστα.
7.22.5 Ἀλλ᾿ ἀτενίσας εἰς οὐρανούς· "Οἴμοι, Κύριε, ἐβόησεν,ὁ μάρτυς ὁ ἄμεμπτος τῆς λαβούσης με σύνοικον,σύ ταύτην παρεκίνησας ἀπαιτεῖν με τὸ τέκνον, ὁ μόνος φιλάνθρωπος.
7.23.1 Οὐ πιστεύω, σωτήρ», παντοδυνάμῳ τῷ Θεῷ ὁ προφήτης ἀνεβόα,"ὡς ὁ θάνατος τῷ παιδίῳ ἐκ τῆς#962; φύσεως, ὡς πᾶσι, συμβέβηκεν· ἀλλ᾿ ἔστι τοῦτο τέχνῃ τῆς σοφίας σο[υ, ἀ]ναμάρτητε,καὶ πάντως μηχανᾶσαι κατ᾿ ἐμοῦ ἀνάγκην εὔσπλαγχνον, ἵνα ὅταν αἰτήσω σε
7.23.5
ὅτι τῆς χήρας τὸν υἱὸν νεκρωθέντα [ἐξ]ανάστησον,εὐθύς ἀντιφθέγξῃ μοι· "Τὸν υἱόν μου τὸν Ἰσραὴλ ἐλέησον θλιβόμενον καὶ πάντα τὸν λαόν μου», ὁ μόνος φιλάνθρωπος.»
7.24.1 Σῶσαι θέλων τὴν γῆν ὁ πανοικτίρμων τῷ Ἠλίᾳ εὐθέως ἀπεκρίθη·"Νῦν τούς λόγους μου ἐνωτίζου φανερώτερον κα[ὶ ἄ]κουέ μου λέγοντος.
Ὠδίνω καὶ σπουδάζω πρὸς τὴν λύσιν τῆς κολάσεως,ἐπείγομαι τοῦ δοῦναι πᾶσι [τὴν] τροφὴν λιμώττουσιν· ὑπάρχω γὰρ εὔσπλαγχνος·
7.24.5 τούς τῶν δακρύων ὀχετούς βλέπων, ὡς πατὴρ συγκάμπτομαι,οἰκτείρω ἐκλείποντας ὑπὸ πείνης καὶ θλίψεως·ἁμαρτωλούς γὰρ βούλομαι τοῦ σῴζειν μετανοίᾳ, ὁ μόνος φιλάνθρωπος.
7.25.1
Ἄκουε οὖν, προφῆτα, παρρησίᾳ· καὶ γὰρ πάνυ εἰδέναι σε σπουδάζω·ὡς χειρόγραφον εὐσπλαγχνίας με κατέχουσιν οἱ ἄνθρωποι ἅπαντες, ἐν ᾧπερ συνεθέμην ὡς οὐ βούλομαι τὸν θάνατον ἰδεῖν τῶν πλημμελούντων, ἀλλὰ μᾶλλον τὴν ζωὴν αὐτῶν. Μὴ οὖν ἀποδείξῃς με
7.25.5
ὡς ψευδολόγον παρ᾿ αὐτοῖς ἀλλὰ δέξαι μου τὴν αἴτησιν·πρεσβείαν προσφέρω σοι· σὲ γὰρ μόνα τὰ δάκρυα τῆς χήρας συνετάραξαν, ἐγὼ δὲ περὶ πάντας ὑπάρχω φιλάνθρωπος.» 7.26.1 Νοῦν καὶ φρένα τοῖς λόγοις τοῦ ὑψίστου ὁ Ἠλίας ὑπέθηκε καὶ ὦτα,καὶ ὑπέταξε τὴν ψυχὴν καὶ ἐκαλλώπισεν αὐτὴν ἐν τοῖς ῥήμασι, καὶ εἶπε· "Γενηθήτω [οὖν] τὸ θέλημά σου, δέσποτα·παράσχου καὶ τούς ὄμβρους καὶ ζωὴν τῷ τελευτήσαντι, καὶ ζώωσον τὰ σύμπαντα·
7.26.5 ζωὴ ὑπάρχων ὁ Θεὸς καὶ ἀνάστασις καὶ λύτρωσις,παράσχου τὴν χάριν σου τοῖς ἀνθρώποις καὶ κτήνεσιν·αὐτὸς γὰρ μόνος δύνασαι τὰ πάντα περισῴζειν, ὁ μόνος φιλάνθρωπος."
7.27.1 Εὐθύς ταῦτα εἰπόντος τοῦ προφήτου, ἀπεκρίθη πρὸς τοῦτον ὁ οἰκτίρμων·"Τὴν προαίρεσιν ἐδεξάμην καὶ ἐπῄνεσα, καὶ σπεύδω τιμῆσαί σε.
Ἐγὼ ὑπὲρ ἐκείνων παρὰ σοῦ τὴν χάριν ἔλαβον·γενοῦ δὲ σύ μεσίτης καὶ χορήγησον τὴν χάριν μου· οὐδὲ γὰρ ἀνέχομαι
7.27.5 καταλλαγῆναι χωρὶς σοῦ, ἀλλὰ βάδισαι καὶ μήνυσον τῶν ὄμβρων τὸ χάρισμα, ἵνα πάντες κραυγάσωσιν ὅτι ὁ πρώην ἄσπλαγχνος ἐφάνη νῦν ἐξαίφνης πρὸς πάντας φιλάνθρωπος.
7.28.1
Ὕπαγε οὖν ταχέως, ὦ προφῆτα, καὶ ὀφθεὶς Ἀχαὰβ εὐαγγελίζου,καὶ ἐντέλλομαι ταῖς νεφέλαις καὶ ποτίσουσι τὴν γῆν ἐν τοῖς ὕδασι· τὴν τούτων χορηγίαν σύ ἀπόφηναι, ὦ φίλε μου·ἐγὼ δὲ ὑπογράψω ταῖς τοιαύταις ἀποφάσεσι, τιμῶν σου τὸ εὔγνωμον."
7.28.5 Ἀκούσας ταῦτα παρευθύ προσεκύνησε τὸν ὕψιστον, βοῶν τῷ οἰκτίρμονι· "Πολυέλεον οἶδά σε·γινώσκω ὡς μακρόθυμος ὑπάρχεις, ὁ Θεός μου, ὁ μόνος φιλάνθρωπος."
7.29.1 Φοβηθεὶς οὖν τὸ πρόσταγμα ἐκτρέχει [τότε] πρὸς τὸν Ἀχαὰβ ὁ προφήτης κα[ὶ ε]ὐαγγέλια πρὸς ἐκεῖνον ἀποφθέγγεται ὡς εἶπεν ὁ εὔσπλαγχνος. Εὐθύς δὲ αἱ νεφέλαι τῇ προστάξει τοῦ ποιήσαντος ἐγκύμονες ὑδάτων τὸν ἀέρα ἐπενήξαντο, τούς ὄμβρους πηγάζουσαι·
7.29.5
ἠγαλλιάσατο δὲ ἡ γῆ καὶ ἐδόξαζε τὸν Κύριον·τὸν παῖδα μὲν ἔλαβεν ἀναστάντα τὸ γύναιον·σύν πᾶσιν [δ᾿] ἐπευφραίνετο Ἠλίας κα[ὶ ἀ]νευφήμει τὸν μόνον φιλάνθρωπον.
7.30.1
Ἤδη χρόνου τοσούτου προϊόντος τῶν ἀνθρώπων ἑώρα τὴν κακίαν κα[ὶ ἐ]μελέτησε βαρυτέραν ἀποφήνασθαι Ἠλίας τὴν κόλασιν.
Ἰδὼν δὲ ὁ οἰκτίρμων τῷ προφήτῃ ἀπεκρίνατο·"Τὸν ζῆλον ὅνπερ ἔχεις πρὸς τὸ δίκαιον ἐπίσταμαι, καὶ οἶδα τὴν πρόθεσιν·
7.30.5 ἀλλὰ συμπάσχω ἁμαρτωλοῖς ὅταν ἄμετρα κολάζωνται·ὀργίζει ὡς ἄμεμπτος καὶ οὐ δύνῃ ἀνέχεσθαι;Ἐγὼ δὲ οὐκ ἀνέχομαι οὐδένα ἀπολέσθαι ὡς μόνος φιλάνθρωπος.»
7.31.1 Μετὰ ταῦτα δὲ βλέπων ὁ δεσπότης ὡς ἀπότομος οὗτος πρὸς ἀνθρώπους,προὐνοήσατο τοῦ γένους, καὶ ἐχώρισεν Ἠλίαν τῆς γῆς αὐτῶν, "Χωρίζου, λέγων, φίλε, τῆς ἀνθρώπων κατοικήσεως·ἐγὼ δὲ πρὸς ἀνθρώπους ὡς οἰκτίρμων καταβήσομαι, γενόμενος ἄνθρωπος.
7.31.5 Ἀνέρχου τοίνυν ἀπὸ τῆς γῆς ὡς ἐνέγκαι μὴ δυνάμενος ἀνθρώπων τὰ πταίσματα· ἀλλ᾿ ἐγὼ ὁ οὐράνιος ἁμαρτωλοῖς συνέσομαι καὶ ῥύσομαι πταισμάτων, ὁ μόνος φιλάνθρωπος.
7.32.1 Εἰ οὐ δύνῃ, ὡς εἶπον, ὦ προφῆτα, συνοικεῖν τοῖς ἀνθρώποις πλημμελοῦσι,δεῦρο μέτελθε καὶ κατοίκει ἀναμάρτητα χωρία τῶν φίλων μου· ἐγὼ δὲ καταβαίνω ὁ τὸ πρόβατον δυνάμενος τὸ ἐκπεπλανημένον ἐν τοῖς ὤμοις [αἴρειν] φέρειν τε καὶ κράζειν τοῖς πταίουσι·
7.32.5 δρομαῖοι πάντες ἁμαρτωλοί, δεῦτε πρός με, ἀναπαύεσθε·ἐγὼ γὰρ ἐλήλυθα, οὐ κολάσαι οὓς ἔπλασα,ἀλλὰ τούς ἁμαρτήσαντας ἁρπάσαι ἀσεβείας, ὁ μόνος φιλάνθρωπος.» 7.33.1
Ἰδού τύπος Ἠλίας τῶν μελλόντων ἐν τῷ ὕψει στελλόμενος ἐδείχθη.Ὁ Θεσβίτης γὰρ ἀνελήφθη ἐπὶ ἅρματος πυρός, καθὼς γέγραπται· Χριστὸς δὲ ἀνελήφθη ἐν νεφέλαις καὶ δυνάμεσι.Ἀλλ᾿ οὗτος Ἐλισσαίῳ μηλωτὴν ἐξ ὕψους ἔπεμψεν· ὁ Χριστὸς δὲ κατέπεμψε
7.33.5 τοῖς ἀποστόλοις τοῖς ἑαυτοῦ τὸν παράκλητον καὶ ἅγιον ὃν πάντες ἐλάβομεν οἱ τὸ βάπτισμα ἔχοντες,δι᾿ οὗ ἁγιαζόμεθα, ὡς πάντας ἐκδιδάσκει ὁ μόνος φιλάνθρωπος.
8 (XLVI). Три отрока в пещи огненной
8.t.1
Κυριακῇ πρὸ τῆς Χριστοῦ γεννήσεως, κοντάκιον τῶν ἁγίων τριῶν παίδων
Ἀνανία, Ἀζαρία, Μισαήλ, καὶ Δανιὴλ τοῦ προφήτου, φέρον ἀκροστιχίδα
τήνδε·[ τοῦ ταπεινοῦ Ῥωμανοῦ ὁ ψαλμὸς
8.t.5
οὗτος]
ἦ χος βʹ
Προοίμιον I
8.pro 1.1 Χειρόγραφον εἰκόνα μὴ σεβασθέντες,ἀλλ᾿ ἄγραφον οὐσίαν θωρακισθέντες, τρισμακάριοι, ἐν τῷ σκάμματι τοῦ πυρὸς ἐδοξάσθητε· ἐν μέσῳ δὲ φλογὸς
8.pro 1.5ἀνυποστάτου ἱστάμενοι, Θεὸν ἐπεκαλεῖσθε· "Τάχυνον ὁ οἰκτίρμων καὶ σπεῦσον ὡς ἐλεήμων εἰς τὴν βοήθειαν ἡμῶν, ὅτι δύνασαι βουλόμενος."
Προ_#959;ίμιον II
8.pro 2.1 Οἱ τρεῖς τῇ Τριάδι δουλεύσαντες ἐν ὁμονοίᾳ, θυμὸν βασιλέως καὶ πρόσταγμα ἀπανθρωπίας κατῃσχύνατε, ἅγιοι παῖδες, ἡμῖν ὑπογραμμὸν καταλείποντες, πρόβολοι τῆς πίστεως γεννηθέντες.
8.pro 2.5 – Τάχυνον ὁ οἰκτίρμων [καὶ σπεῦσον ὁ ἐλεήμων εἰς τὴν βοήθειαν ἡμῶν, ὅτι δύνασαι βουλόμενος.]
8.1.1 Τάχυνον, ὁ οἰκτίρμων, καὶ σπεῦσον, ὡς ἐλεήμων, εἰς τὴν βοήθειαν ἡμῶν, ὅτι δύνασαι βουλόμενος·ἐκτεινόν σου τὴν χεῖραν ἦς πάλαι ἔλαβον πεῖραν Αἰγύπτιοι πολεμοῦντες καὶ Ἑβραῖοι πολεμούμενοι·
8.1.5 μὴ καταλίπῃς ἡμᾶς, καὶ καταπίῃ ἡμᾶς Θάνατος ὁ διψῶν ἡμᾶς καὶ Σατᾶν ὁ μισῶν ἡμᾶς· ἀλλ᾿ ἔγγισον ἡμῖν καὶ φεῖσαι τῶν ψυχῶν ἡμῶν, ὡς ἐφείσω ποτὲ τῶν παίδων σου τῶν ἐν Βαβυλῶνι ἀπαύστως δοξαζόντων σε
8.1.10 καὶ βληθέντων ὑπὲρ σοῦ εἰς τὴν κάμινον καὶ ἐκ ταύτης κραζόντων σοι· Τάχυνον ...
8.2.1
Ὅτε ἐν Βαβυλῶνι τὸ τῆς εἰκόνος ἐπράχθη καὶ ἄκων πᾶς προσεκύνει τὴν μὴ ζῶσαν, ὡς ἐμπνέουσαν,τότε τρεῖς νεανίαι, ὡς ἡ γραφὴ ἐκδιδάσκει, εἰς νοῦν λαβόντες τὸ θεῖον, τὴν εὐθεῖαν οὐ κατέλιπον·
8.2.5 τὴν γὰρ Ἑλλήνων λύσσαν ὡς ἀτραπὸν πλανῶσαν οἱ ἀκλινεῖς ἐνόμισαν, ὅθεν ταύτην οὐχ ὥδευσαν· ἀλλ᾿ ὀρθοποδοῦντες ἀεὶ πρὸς τὴν ἀλήθειαν, τὴν ἀπάτην ἐγέλων τῶν Περσῶν, μᾶλλον δὲ ἐθρήνουν καὶ ἔκλαιον οἱ ἅγιοι·
8.2.10 οὐ γὰρ χαίρει ἀπωλείᾳ ὁ δίκαιος, ἀλλὰ στένων κραυγάζει σοι· Τάχυνον ...
8.3.1
Ὕμνον οὖν ὑπὲρ πάντων προσέφερον, ὡς ἐκ πάντων ἡ τρίμυρος εὐωδία τὸν δεσπότην ἱκετεύουσα·"Εὐεργέτα ἐν πᾶσι καὶ ἄμωμε κατὰ πάντα, ὁ τῆς εἰδωλολατρείας ὀχετὸς μὴ παροξύνῃ σε,
8.3.5 ἐκ θυσιῶν αἱμάτων καὶ τῶν παραπτωμάτων ὁρῶν τὴν γῆν σου γέμουσαν καὶ πάντοθεν ἐξόζουσαν· ἐσμὲν γὰρ ἐν μέσῳ βορβόρου τὸ θυμίαμα· εἰ δοκεῖ σοι, ὀσφράνθητι ἡμῶν τῶν σῶν δούλων, σῶτερ, καὶ τοῦ γνησίου φίλου σου
8.3.10 τοῦ εὐόσμου Δανιὴλ οὗ ἠγάπησας· σύν ἡμῖν γὰρ κραυγάζει σοι· Τάχυνον ... Ταῦτα τότε ἐβόων οἱ περὶ τὸν Ἀνανίαν, ὁρῶντες τὴν ἀνομίαν ἣν ὁ ἄνομος ἐποίησεν.Τίς δὲ ἡ ἀνομία καὶ τίς ὁ ταύτην θεσπίσας; Προσδράμωμεν τῷ βιβλίῳ καὶ ἐκ τούτου διδασκώμεθα.
8.4.5
Ὁ Ναβουχοδονόσορ, φησίν, χρυσῆν εἰκόνα πρότερον τεκτηνάμενος, μετὰ ταῦτα ἀνέστησε· κἀκείνη μὲν ἔστη, ὁ στήσας δὲ κατέπεσεν καὶ ἐρράγη [ὁ ἐ]γείρας τὸ κακόν·οὐκ ἤρκει δὲ μόνος τῷ πτώματι, ἀλλ᾿ εἵλκυσε
8.4.10 καὶ τὸ πλῆθος, ὑπὲρ ὧν οἱ τρεῖς ἅγιοι ὀδυρόμενοι ἔκραζον· Τάχυνον ...
8.5.1
Ἄνω οὖν ἐπὶ ὕψους ἐστηλωμένου τοῦ μύσους, τὰ κάτω ἐθορυβεῖτο τῷ ἀθέσμῳ βαρυνόμενα·ἦν γὰρ ἄθεσμον ὄντως τὸ προσκυνεῖν τῇ ἀψύχῳ, καὶ κτίσιν πᾶσαν ἐδόνει τὸ ἀντίθεον τιμώμενον·
8.5.5
ὅμως καὶ κλονουμένης τῆς Βαβυλῶνος ὅλης, ἔμεινεν ἀκατάβλητον τὸ τῶν παίδων τριώροφον· ἐπὶ γὰρ τὴν πέτραν καλῶς τεθεμελίωτο, κα[ὶ ο]ὐκ ἐβλήθη, ὠθούντων τῶν πολλῶν·πολλοὶ γὰρ ὑπῆρχον, ὡς γέγραπται, οἱ σκάπτοντες
8.5.10 τοῖς ἁγίοις, ἀλλ᾿ εἰς μάτην ἐμόχθησαν, ἡττηθέντες τοῖς κράζουσιν· Τάχυνον ...
8.6.1 Πάνυ γὰρ ἠγανάκτουν καὶ ἐδυσφόρουν Χαλδαῖοι, θεώμενοι τούς Ἑβραίους ἀθετοῦντας ἃ ἐθέσπιζον·ὅθεν καὶ προσελθόντες τῷ βασιλεύοντι τότε, διέβαλον τούς ἁγίους ὀργιζόμενοι καὶ λέγοντες·
8.6.5
"Ὦ Ναβουχοδονόσορ, τῆς γῆς καὶ πόντου ἄναξ, πάντων ὁμοῦ τρεμόντων σε, τρεῖς γελῶσί σε μείρακες· θεούς γὰρ οὓς σέβει ἐκεῖνοι διαπτύουσι καὶ εἰκόνα ἣν ἔστησας χρυσῆν·τῆς δὲ δεξιᾶς σου τὸ κῦρος εὐτελίζουσιν
8.6.10 καὶ τὴν ταύτης προσδοκῶσι κατάλυσιν, καθ᾿ ἑκάστην εὐχόμενοι· Τάχυνον ...» 8.7.1
Ἔμαθεν οὖν ὁ ἄναξ, καὶ θυμωθεὶς ἐπὶ τούτῳ κελεύει τοῖς μεγιστᾶσι παραστῆσαι τὰ μειράκια·ὅθεν ἅμα τῷ λόγῳ προέβαινε καὶ τὸ ἔργον, καὶ ἤγοντο τὰ ἀρνία πρὸς τὸν λύκον τὸν ὠμότατον·
8.7.5 ἄλλων κατασπευδόντων καὶ ἄλλων συνωθούντων, ὤφθησαν οἱ πανάρετοι τῶν ἑλκόντων ὀξύτεροι· ταχεῖς γὰρ ὑπῆρχον εἰς πάντα δι᾿ εὐσέβειαν καὶ σπουδαῖοι ἀεὶ πρὸς τὸν Θεόν,πρὸς ὃν καὶ τὸ βλέμμα τοῦ πνεύματος ἐξέτεινον,
8.7.10 καθ᾿ ἑκάστην τῶν αὐτοῦ ὁμειρόμενοι καὶ τυχεῖν ἱκετεύοντες· Τάχυνον ...
8.8.1
Ἵσταντο οὖν οἱ παῖδες ἐνώπιον τοῦ δολίου καθάπερ τρίγωνος πύργος, ἐρρωμένοι τῷ φρονήματι·ὅθεν τούτους ἰδόντες, οἱ δωρεὰν πολεμοῦντες ὡς βέλη ἠκονημένα κατηκόντιζον τὰ ῥήματα,
8.8.5 λέγοντες τῷ τυράννῳ· "Ὁρᾷς τούς παρεστῶτας· νόησον ἐκ τῆς ὄψεως τὰ τῆς τούτων προθέσεως· αὐτοί εἰσιν οὗτοι οἱ πᾶσαν ἀνατρέποντες Βαβυλῶνα καὶ τὰ δόγματά σου,οἱ ξένην λατρείαν ἐνσπεῖραι ἐπειγόμενοι
8.8.10 ἐπὶ πάντα τῆς Περσίδος τὰ ὅρια, οὕτω κράζειν διδάσκοντες· Τάχυνον ...
8.9.1 Νῦν οὖν σκέψαι τί δρᾶσαι καὶ φρόντισον τί τελέσαι· ἐντός σου γὰρ οἱ ἐχθροί σου καὶ οἱ σοὶ ἐκπολεμοῦσί σε·οἵτινες τῆς τραπέζης ἐσθίουσί σου τὸν ἄρτον, αὐτοὶ ἐπῆραν τὴν πτέρναν κατὰ σοῦ τοῦ διατρέφοντος.
8.9.5
Ἂν οὖν καταφρονήσῃς, φθορᾷ καταφθαρήσει, σύ καὶ ἡ βασιλεία σου· οὐ γὰρ ἔστιν ἀκίνδυνον· τὰ ἔξωθεν πάθη ῥαδίως θεραπεύονται, ἡ δὲ ἔνδον πληγὴ μένει πληγή.Ἀπόκοψον τούτους ὡς πώρωμα σκληρότατον,
8.9.10 μὴ καὶ σῆψιν τοῖς λοιποῖς ἐμποιήσωσι διὰ τούτων ὧν ψάλλουσι· Τάχυνον ..."
8.10.1 Οὕτω λέγοντες τότε ὑφῆψαν τὸν βασιλέα καὶ ὥσπερ πῦρ ἐν ἀκάνθαις ἐξεκαύθη ὁ θυμὸς αὐτοῦ·ὅθεν βρύξας ἐξαίφνης θηρίου δίκην ἀγρίου, ἐβόησε τοῖς γενναίοις· "Τλημονέστατοι, ἀκούσατε·
8.10.5 εἰ ἀληθῶς τοιαῦτα τολμᾶτε καὶ λαλεῖτε, μάτην τοῦ ζῆν ἐλπίζετε, μάτην εἶναι πιστεύετε· οὐδεὶς γὰρ ἀνθρώπων ἐγένετο ἢ γίνεται ὃς ἰσχύει καταλῦσαι τ[ὰ ἐ]μά,οὐδὲ πάλιν ἔστιν ὃς δύναται λυτρώσασθαι
8.10.10 τῶν χειρῶν μου τὸν αὐταῖς ὑποπίπτοντα, οὐδ᾿ αὐτὸς ᾧ κραυγάζετε· Τάχυνον ...
8.11.1
Ὕπνον οὖν ὑποπτεύσας καὶ ὄναρ εἶναι νομίσας τὰ ἤδη γεγενημένα, ἐκ τοῦ νῦν ἐπιζητῶ ὑμᾶς·δείξατε οὖν, ὦ παῖδες, τὰ ῥήματα τῶν λαλούντων ληρήματα φλυαρούντων δι᾿ ὧν ἄρτι ἀπεργάζεσθε.
8.11.5
Ἐὰν ἠχήσῃ σάλπιγξ καὶ μουσικῶν τὰ γένη, πίπτοντες προσκυνήσατε τῇ εἰκόνι ᾗ ἔστησα· τιμήσατε ταύτης τὸ κῦρος, ὡς ὀφείλετε, μετὰ πάντων τῶν πρώτων τοῦ λαοῦ·μὴ δῶτε αἰτίαν ἐμοὶ τοῦ ἀνελεῖν ὑμᾶς,
8.11.10 μὴ δοθῆτε τῷ πυρὶ εἰς κατάκαυσιν, καὶ δικαίως κραυγάσητε· Τάχυνον ...» 8.12.1
Ῥήματα δὲ τοιαῦτα ἀκούσαντες οἱ γενναῖοι, ἐγέλασαν τὴν τοσαύτην ματαιότητα τοῦ ἄνακτος·ὅμως ἵνα μὴ πάνυ νομίσῃ φρόνιμος εἶναι, ἐπῆραν ἄνω τὸ ὄμμα οἱ [τρεῖς] πάνσοφοι καὶ ἔφησαν·
8.12.5
"Ὦ Ναβουχοδονόσορ, τῆς Βαβυλῶνος ἄναξ, χρείαν ἡμεῖς οὐκ ἔχομεν περὶ τούτου λαλῆσαί σοι· μωρὰ γὰρ λαλοῦντι οὐδείς σοι ἀποκρίνεται, ὅτι οὕτω κελεύει ἡ Γραφή·Μὴ ἀνταποκρίνου τῷ ἄφρονι τὰ ὅμοια.
8.12.10 Διὰ τοῦτο σιωπὴν ᾑρησάμεθα καὶ σιγῇ προσευχόμεθα· Τάχυνον ...
8.13.1
Ὥστε οὖν μὴ ἐλπίσῃς ἀκοῦσαί τι περὶ τούτου· σκοπὸς γὰρ ἡμῖν ἐν τούτῳ μηδὲ λόγου ἀξιῶσαί σε·τί γὰρ ἔχομεν λέγειν πρὸς ἄνθρωπον μεμηνότα καὶ παραφρόνως βοῶντα· "Προσκυνεῖτε τῇ εἰκόνι μου»,
8.13.5 καὶ τὸ δὲ χεῖρον πάντων, κολάζειν ἀπειλοῦντα πάντα τὸν μὴ πειθόμενον προσκυνῆσαι τὴν ἄψυχον; Οὐ χρεία οὖν λόγων, ἀλλ᾿ ἔργων καὶ δυνάμεων· οὐ ῥημάτων, πραγμάτων ὁ καιρός. Εὐτρέπισας φλόγα καὶ κάμινον ἐξέκαυσας·
8.13.10 ἤδη ὄψει πῶς αὐτὴν οὐ πτοούμεθα, ἀλλ᾿ ἐροῦμεν πρὸς Κύριον· Τάχυνον ...
8.14.1 Μέγαν ἔχομεν πόθον πρὸς τὸν Θεὸν τῶν Ἑβραίων, θερμότερον τοῦ πυρός σου καὶ καμίνου καυστικώτερον·σύ γὰρ τάχα νομίζεις, ὡς ἄθεος καὶ παράφρων, ὅτι πατρίδος λειφθέντες καὶ ἐλπίδος ἐγυμνώθημεν,
8.14.5 ἀλλ᾿ οὐκ ἐπιγελάσεις ἡμῖν ὡς ἀσυνέτοις· ἔχομεν γὰρ ὃν ἔχομεν πανταχοῦ περιφέροντες· ἐνώπιον ἡμῶν τὸν πλάστην προορώμενοι, καθ᾿ ἑκάστην λατρεύομεν αὐτῷ·οὐκ ἔστι γὰρ οὗτος ὡς αὕτη ἣν ἐχάλκευσας,
8.14.10 ἀλλ᾿ ἐπάνω πέλει πάσης τῆς κτίσεως, ἀσιγήτως ὑμνούμενος· Τάχυνον ...»
8.15.1
Ἅμα ἤκουσε τούτων, ὁ ἄθλιος καὶ πανώλης ὡς σίδηρος ἐπυρώθη καὶ φλογμὸν ἀπεσπινθήριζε,κράζων, βράζων, ἀσθμαίνων καὶ λέγων τοῖς παρεστῶσιν· "Ἑπτάκις ὑπὲρ τὸ πρῶτον ὑποκαύσατε τὴν κάμινον·
8.15.5 νάφθῃ ὁμοῦ καὶ πίσσῃ καὶ κληματίδων πλήθει ταύτης τὸ πῦρ αὐξήσαντες τῷ θυμῷ μου ἰσώσατε· ὁμοίως γὰρ ταύτης ἀνάπτομαι καὶ φλέγομαι, ὅτι οὗτοι ἠθέτησαν ἐμέ·καὶ τάχα τῶν παίδων ἐγὼ προαναλίσκομαι
8.15.10 τῇ μανίᾳ, θεωρῶν οὓς ἐλέησα εἰς αἰσχύνην μου κράζοντας· Τάχυνον ..."
8.16.1 Νάφθῃ οὖν καὶ στυππίῳ καὶ κληματίδι καὶ θείῳ καὶ ἄλλαις πλείοσιν ὕλαις διαθρέψαντες τὴν κάμινον,ἔκαυσαν εἰς τοσοῦτον ὡς καὶ ὀνόματι μόνῳ πτοῆσαι καὶ καταπλῆξαι καὶ νεκρῶσαι τούς ἀκούοντας.
8.16.5 Ἀλλ᾿ ὁ τοῖς πᾶσι φόβος τοῖς παναγίοις γέλως γέγονε, καὶ εὐτέλισμα τὸ τοσοῦτον γαυρίαμα· ἐννέα γὰρ πήχεις ὁμοῦ καὶ τεσσαράκοντα διεχεῖτο ἐπάνωθεν ἡ φλόξ,καὶ πάντων τρεμόντων οἱ παῖδες ἦσαν ἄτρομοι·
8.16.10 τὴν γὰρ γνώμην καὶ τὴν ῥώμην συσφίγξαντες, θείῳ πόθῳ ὑπέψαλλον· Τάχυνον ...
8.17.1
Ὅτε οὖν ἐπυρώθη ἡ κάμινος τῶν Χαλδαίων καὶ πλέον ταύτης ἐξήφθη ὁ θυμὸς τοῦ βασιλεύοντος,τότε τῶν μεγιστάνων τινὲς προσῆλθον τοῖς νέοις· δοκοῦντες μὲν συμβουλεύειν, ἀληθῶς δὲ ἐπεβούλευον,
8.17.5 λέγοντες τοῖς ἁγίοις· "Καλοί, λαμπροὶ κα[ὶ ὡ]ραῖοι, τίς τὴν τοιαύτην ἔννοιαν ἐν ὑμῖν ἐνεφύτευσεν; Οἱ φίλοι τὸ πάρος πῶς ὤφθητε πολέμιοι, καὶ οἱ μύσται προδόται διὰ τί;Οἱ τοῦ βασιλέως ὑπέρμαχοι στερρότατοι
8.17.10 πῶς ἐξαίφνης τοῦτον λῦσαι σπουδάζετε διὰ τούτων ὧν ψάλλετε· Τάχυνον ...; 8.18.1
Ὕβρις τίς ἐπηνέχθη ὑμῖν ἐκ τῶν ὑπηκόων καὶ τούτου χάριν ἐξαίφνης κατὰ πάντων ἐξετράπητε;Τοῦτο γὰρ ὃ τελεῖτε κατάλυσίς ἐστιν πάντων, τοῦ ἔθνους ἡμῶν καὶ γένους καὶ αὐτοῦ τοῦ βασιλεύοντος.
8.18.5 Μὴ ἕως τούτου, παῖδες, πετρώσητε τὰ μέλη· φείσασθε τῆς νεότητος, ἑαυτούς ἐλεήσατε· οὐκ ἔστι πριάσθαι ζωὴν μετὰ τὸν θάνατον, οὐκ εἰσὶ γὰρ οἱ πωλοῦντες αὐτήν·τὸ πῦρ τῶν Χαλδαίων οὐ τρέμει οὐδ᾿ αἰσχύνεται
8.18.10 τὴν λατρείαν τῶν Ἑβραίων ἣν λέγετε, οὐδὲ τοῦτον ᾧ ψάλλετε· Τάχυνον ..."
8.19.1 Οὕτω λέξαντες τότε οἱ μεγιστᾶνες τοῖς νέοις, ἐνόμισαν ὅτι πάντως ὅπερ ἤθελον ἐξήνυσαν·ὅμως οἱ ῥωμαλέοι καθάπερ βασανισθέντες, οὐ γὰρ ὡς συμβουλευθέντες, ἀπεκρίθησαν στερρότεροι·
8.19.5 "Τί, φησί, τοῦτο, ἄνδρες; Δοκεῖτε ὅτι λόγοις ἢ ἀπειλαῖς συγκάμπτετε τὴν στερρὰν ἡμῶν πρόθεσιν; Οὐ λύετε τόνον ὃν πίστις περιέσφιγξεν· οὐ γὰρ αὕτη ἡ κάμινός ἐστιν·Θεός ἐστιν ἄνω ὃς δύναται λυτρώσασθαι,
8.19.10 καὶ ἐὰν μὴ βουληθῇ ἡμᾶς ῥύσασθαι, ἀποθνῄσκομεν ψάλλοντες· Τάχυνον ...
8.20.1 Ψόγον γὰρ οὐκ ἐπάγει ἡμῖν τὸ οὕτως τεθνάναι ὑπὲρ Χριστοῦ ἀθανάτου καὶ θνητούς ἀθανατίζοντος·τοῦ Ναβουχοδονόσορ πολλάκις προκινδυνεῦσαι εἱλόμεθα καὶ σφαγῆναι, πόσῳ μᾶλλον τοῦ Θεοῦ ἡμῶν;
8.20.5 Τί οὖν λοιπόν, Χαλδαῖοι, καὶ σύ, ὁ τούτων ἄναξ, τί ἡμῖν ἐμποδίζετε; Οὐ γὰρ ἔσται ὃ θέλετε.» Τοιαῦτα ἀκούων, ὁ ἄναξ κατεπρίετο καὶ παφλάζων ἐβόα ἐν θυμῷ· "Δεσμεύσατε τούτους καὶ δότε εἰς κατάκαυσιν,
8.20.10 ἵνα βρῶμα τῆς καμίνου γενόμενοι, τεφρωθέντες μὴ κράζωσιν· Τάχυνον ..."
8.21.1
Ἄραντες οὖν τούς παῖδας, οἱ ἐπὶ τούτῳ ταχθέντες δεσμοῦσι χεῖρας καὶ πόδας καὶ χαλῶσιν#957; εἰς τὴν κάμινον.Δέχεται οὖν ἐκείνη τὴν τρίκλωνον αὐτῶν ῥίζαν κα[ὶ ο]ὐ φλέγει, ἀλλὰ φυλάττει φοβουμένη τὸν φυτεύσαντα·
8.21.5 ἀλλὰ εἰς πνεῦμα δρόσου ἡ φλὸξ μεταβληθεῖσα θεῖον οὕτω διέψυχε τὰ στελέχη τὰ ἅγια. Καὶ ἦν ἰδεῖν ξένον· τὸ πῦρ γὰρ ἐπελάθετο τῶν ἰδίων καὶ γέγονε πηγή,ἀρδεύουσα μᾶλλον ἢ καίουσα οὓς ἔλαβεν
8.21.10 καὶ φρουροῦσα ὥσπερ ἄμπελον τρίφορον, ἵνα δῷ τὸν καρπὸν αὐτῆς. Τάχυνον ...
8.22.1 Λέλυτο παραχρῆμα ἡ δύναμις τῆς καμίνου· ὁ ἄγγελος γὰρ ἐξαίφνης οὐρανόθεν ἐπεδήμησεν,μέσον ταύτης εἰσῆλθεν καὶ κατεπράυὅλην καὶ ἔδειξεν τοῖς ἁγίοις ὡς παράδεισον τὴν κάμινον·
8.22.5 καὶ κατεπάτουν οὗτοι τούς ἄνθρακας ὡς ῥόδα καὶ ὥσπερ ἐπὶ ἄνθεσι τοῖς σπινθῆρσιν ἐτέρποντο· καυτήριος τόπος εὐκτήριος ἐγένετο καὶ εὑρέθη ῥοδόπατος παστάς·ἡ θάνατον πνέων τοῖς κύκλῳ καὶ τοῖς πόρρωθεν
8.22.10 τῶν ἐν μέσῳ τὴν ζωὴν οὐκ ἐλύπησεν, φοβηθεὶς ἀφ᾿ ὧν ἔψαλλον· Τάχυνον ... Μόνον γὰρ συγκατέβη τοῖς περὶ τὸν Ἀζαρίαν ὁ ἄγγελος οὐρανόθεν, πρὸς ψαλμὸν αὐτούς ἐξήγειρε λέγων· "Ἅγιοι παῖδες, ἀκούσατέ μου τῶν λόγων· ἐγὼ τελῶ ἃ ἐτάχθην, καὶ ὑμεῖς ἃ ἐδιδάχθητε.
8.23.5
Ὡς χαλινῶ τὴν φλόγα, στομώσατε τὴν γλῶσσαν· ὡς ἀμαυρῶ τὴν φλέγουσαν, ἀκονᾶτε τὴν ψάλλουσαν· μηδὲν πτοηθῆτε· τὸ πῦρ οὐκ ἐνοχλεῖ ὑμῖν, τῶν ἐχθρῶν γὰρ ὑμῶν ἐπικρατεῖ·ἐκέλευσα τοῦτο νηστεῦσαι, ὡς νηστεύετε,
8.23.10 καὶ ἀσώτως τούς ἀσώτους κατέδεσθαι τούς ὑμῖν μὴ συμψάλλοντας· Τάχυνον ...
8.24.1
Ὅλην οὖν τὴν καρδίαν ἐκδόντες πρὸς ὑμνῳδίαν, τῷ πλάσαντι τὰς καρδίας μελῳδίαν ἐξυφάνατε·λάβετε καὶ τὴν κτίσιν πρὸς εὐφημίαν τοῦ κτίστου καὶ πάντα τ[ὰ ἔ]ργα Κυρίου εὐλογήσουσι τὸν Κύριον,
8.24.5
ὅτι τὸ πῦρ πηγάζει καὶ κάμινος δροσίζει τοῖς εἰς αὐτὸν πιστεύουσι καὶ τῆς πλάνης ἐκφεύγουσι. Τὰ πάντα γὰρ δοῦλα ὑπάρχει τοῖς δουλεύουσι τῷ Κυρίῳ ὡς πλάστῃ καὶ Θεῷ·Ἠλίας τῶν ἄνω καὶ τῶν κάτω ἐδέσποζεν
8.24.10 ὅτι μέσον τῶν ἀθέων ἱστάμενος τὸν Θεὸν ἐλιτάνευεν· Τάχυνον ...» 8.25.1 Στήσαντες οὖν οἱ παῖδες χορὸν ἐν μέσῳ καμίνου, οὐράνιον ἐκκλησίαν ἀπειργάσαντο τὴν κάμινον,ψάλλοντες μετ᾿ ἀγγέλου τῷ ποιητῇ τῶν ἀγγέλων καὶ πᾶσαν τὴν λειτουργίαν τῶν ἀσάρκων ἐκμιμούμενοι·
8.25.5 εἶτα ἐμφορηθέντες ἐκ τῆς λατρείας τότε τοῦ παναγίου Πνεύματος, εἶδον ἄλλο φρικτότερον· αὐτὸς γὰρ ἐκεῖνος ὃν ἔβλεπον ὡς ἄγγελον καθ᾿ ἑκάστην ἠλλοίου τὴν μορφήν, καὶ ὁτὲ μὲν θεῖος, ἄλλοτε δὲ ὡς ἄνθρωπος
8.25.10 ἑωρᾶτο, καὶ ποτὲ μὲν ἐκέλευε, ποτὲ δὲ συνικέτευεν· Τάχυνον ...
8.26.1
Ὅθεν καταπλαγέντες ἐξέστησαν τῇ καρδίᾳ Σεδράχ, Μισὰχ κα[ὶ Ἀ]βδεναγώ, καὶ ἀλλήλοις συνελάλησαν·"Τί, φησίν, ἐστὶ τοῦτο; Οὐκ ἔστιν ἄγγελος οὗτος, ἀλλὰ Θεὸς τῶν ἀγγέλων· ἐν ἀγγέλου μορφῇ φαίνεται
8.26.5 ὁ εἰς τὸν κόσμον μέλλων ἔρχεσθαι, καὶ σβεννύειν τὴν τῶν εἰδώλων γέενναν ὥσπερ ἄρτι τὴν κάμινον. Αὐτὸς καὶ νῦν ὤφθη καὶ τῶν μελλόντων γίνεσθαι τὴν εἰκόνα ὑπέδειξεν ἡμῖν·καθάπερ καὶ ἄρτι τὴν κάμινον ἐδρόσισεν,
8.26.10 οὕτως μέλλει ὡς [ὑε]τὸς εἰς τὴν ἄγαμον καταρδεύειν τούς ψάλλοντας· Τάχυνον ...
8.27.1
Ὕμνος οὖν τῷ εὐσπλάγχνῳ καὶ αἶνος τῷ φιλανθρώπῳ, ὅτι ἠξίωσεν ἡμᾶς τῆς μελλούσης αὐτοῦ χάριτος.Δεῦτε, πᾶσα ἡ κτίσις, τὸν κυβερνῶντα τὴν κτίσιν καὶ συγκρατοῦντα τὴν φύσιν ἱκετεύσωμεν κραυγάζοντες·
8.27.5
Ὁ πρὸς ἡμᾶς καὶ ἄνω καὶ ἐν ἑκάστῳ τόπῳ ἄφθαστε καὶ κρατούμενε, χωρητὲ καὶ ἀχώρητε, ὁ ἐπὶ πτερύγων ἀνέμων ἐποχούμενος καὶ τὰ ἴχνη μὴ ἐκφαίνων βροτοῖς,ὁ πόλου καὶ γαίας καὶ πόντου τὴν ὑπόστασιν
8.27.10 καὶ ἀνθρώπους διοικῶν ὡς ἐπίστασαι, ἐφ᾿ ἡμῖν παρακλήθητι· Τάχυνον ... 8.28.1 Τούτων οὕτω ψαλλόντων καὶ οὕτως ἱκετευόντων, ὁ ἄναξ ἐπηκροᾶτο πρὸς τὴν κάμινον γενόμενος.Ἦλθε γὰρ μεθ᾿ ἡμέρας, ὡς ἡ γραφὴ ἐκδιδάσκει, ἐλπίζων κόνιν εὑρίσκειν οὓς παρέδωκεν εἰς κάμινον·
8.28.5
ὅμως ἐματαιώθη ἡ τούτου προσδοκία καὶ ἐξεχύθη ἅθροον ὡς καπνὸς ἡ ἐλπὶς αὐτοῦ· ἐμβλέψας γὰρ κάτω ὁ τλήμων εἰς τὴν κάμινον, ἐθεώρει φρικτὰ καὶ θαυμαστά·τὸ πῦρ δεδεμένον κἀκείνους οὓς ἐδέσμευσε
8.28.10 λελυμένους, ἁλλομένους, χορεύοντας καὶ σκιρτῶντας κα[ὶ ἐ]πᾴδοντας· Τάχυνον ...
8.29.1
Ὅλως δὲ ἠλλοιώθη καὶ συνεχύθη τὰς φρένας, καὶ τί τελέσαι μὴ ἔχων, τοῖς σατράπαις ἀνεβόησεν·"Τρεῖς ἐρρίψαμεν ἔνδον καὶ τέσσαρας αὐτούς βλέπω, καὶ τοῦ τετάρτου ἡ ὄψις συνταράσσει τὴν καρδίαν μου·
8.29.5 οὔτε γὰρ οἶδα τίνι συγκρίνω τὸν τοιοῦτον· εἴπω ὅτι βροτός ἐστιν; Ἀλλ᾿ υἱὸς Θεοῦ πέφυκεν· δικαίως ἡττήθη τὸ πῦρ, οὔτε γὰρ ἴσχυσεν ἀντιστῆναι πρὸς πύρινον ἡ φλόξ·ἀξίως ἐσβέσθη ἡ κάμινος, οὐκ εἶχε γὰρ
8.29.10 ὑποστῆναι τὴν αὐγὴν τοῦ ἀστράπτοντος καὶ τοῖς νέοις συμψάλλοντος· Τάχυνον ...
8.30.1 Σέβω οὖν, κἂν μὴ θέλω, τὸν Κύριον τῶν Ἑβραίων, καὶ πᾶσι τοῖς ἐν τῇ γῇ μου διατάττω συναινέσαι μοι.Δεῦτε, ἅγιοι παῖδες, ἐξέλθετε τῆς καμίνου· ἐπείσθην γὰρ ὅτι ὄντως ὁ Θεὸς ὑμῶν Θεός ἐστιν."
8.30.5 Ταῦτα ἐν Βαβυλῶνι ἐγένετο, ὡς γράφει, ὅτε αἰχμαλωτίσθησαν οἱ Θεὸν παροργίσαντες. Διό, ἀδελφοί μου, ὁρᾶτε μὴ λυπήσωμεν τὸν δεσπότην καὶ δοθῶμεν ἐχθροῖς·λυποῦμεν γὰρ τοῦτον ἐὰν αὐτὸν ἀφήσωμεν
8.30.10 καὶ τὴν πίστιν [τὴν] ὀρθὴν παρατρώσωμεν ἧς ἐκτὸς λέγειν ἄδεκτον· Τάχυνον ...
Без номера (LII) – Иона и Ниневия
nin.t.1
Τῇ δʹ τῆς αʹ ἑβδομάδος τῶν νηστειῶν, κοντάκιον κατανυκτικόν, οὗ ἡ ἀκρος–
τιχίς·[ τὸν προφήτην Κυρίου]
Ῥ ωμ[ανοῦ], ἦχος αʹ.
Προοίμιον
nin.pro.1 Ἀπεγνωσμένην τὴν Νινευὴ προέφθασας,ἐπηγγελμένην τὴν ἀπειλὴν παρήγαγες καὶ τὴν ὀργὴν ἐνίκησε τὸ ἔλεός σου, Κύριε· σπλαγχνίσθητι καὶ νῦν ἐπὶ λαὸν καὶ πόλιν σου,
nin.pro.5παλάμῃ κραταιᾷ τούς καθ᾿ ἡμῶν κατάβαλε πρεσβείαις τῆς Θεοτόκου,προσδεχόμενος ἡμῶν τὴν μετάνοιαν.
nin.1.1 Τὸ ἰατρεῖον τῆς μετανοίας τοῖς γνώμῃ ἀρρωστοῦσιν ἠνέῳκται· δεῦτε,προφθάσωμεν, κἀκεῖθεν ῥῶσιν ταῖς ψυχαῖς ἡμῶν λάβωμεν· ἐν αὐτῷ γὰρ ἡ πόρνη ὑγίανεν, ἐν αὐτῷ ἀπέθετο καὶ ὁ Πέτρος τὴν ἄρνησιν,
nin.1.5 ἐν αὐτῷ τὸ ἐγκάρδιον ἄλγος Δαυὶδ ἔθραυσεν,ἐν αὐτῷ καὶ Νινευῆται ἰατρεύθησαν. Μὴ οὖν ὀκνῶμεν, ἀλλ᾿ ἀναστῶμεν καὶ δείξωμεν τὸ τραῦμα τῷ Σωτῆρι, καὶ λάβωμεν ἔμπλαστρον·ὑπὲρ πάντα γὰρ πόθον προσδέχεται ἡμῶν τὴν μετάνοιαν.
nin.2.1 Οὐκ ἀπαιτεῖται μισθὸν οὐδὲ εἷς τῶν αὐτῷ προσελθόντων οὐδέποτε, ὅτι οὐκ ἴσχυον τῆς ἰατρείας δοῦναι δῶρον ἀντάξιον· διὰ τοῦτο δωρεὰν ὑγίαιναν, ἐκεῖνο δὲ ἔδωκαν ὃ καὶ δοῦναι ἐδύναντο,
nin.2.5 ἀντὶ δώρων τὰ δάκρυα· ἔστι γὰρ καὶ φίλτατα καὶ ἐράσμια τῷ ῥύστῃ καὶ ποθούμενα· μάρτυς ἡ πόρνη ἅμα τῷ Πέτρῳ,Δαυὶδ καὶ Νινευῆται, ὅτι μόνον κλαυθμὸν προσενέγκαντες,ὑπέπεσαν τῷ ῥύστῃ, καὶ ἐδέξατο αὐτῶν τὴν μετάνοιαν.
nin.3.1 Νικᾷ πολλάκις κλαυθμὸς τὸν Θεόν, εἰ ἔξεστιν εἰπεῖν, καὶ βιάζεται ὄντως ἡδέως γὰρ ὑπὸ δακρύων ὁ οἰκτίρμων συνέχεται, τῶν δακρύων δὲ τῶν ἐκ τοῦ πνεύματος, οὐ τῶν ἐκ [τοῦ] σώματος, ὧν αἱ θλίψεις παραίτιοι·
nin.3.5 καὶ νεκρούς γὰρ δακρύομεν καὶ ἐκ πληγῶν κλαίομεν·ἡ γὰρ σὰρξ πηλὸς ὑπάρχει ῥέων ἄπαυστα. Κλαύσωμεν τοίνυν ἀπὸ καρδίας,ὃν τρόπον Νινευῆται κατανύξει τὸν οὐρανὸν ἤνοιξαν καὶ ὤφθησαν τῷ ῥύστῃ, καὶ ἐδέξατο αὐτῶν τὴν μετάνοιαν.
nin.4.1 Περὶ οὖν τούτους εἰλήσθω ὁ νοῦς· αὐτῶν γὰρ καὶ ἔστιν ἡ ὑπόθεσις ὅθεν σχολάσωμεν, καὶ τῶν ἐκείνοις πεπραγμένων ἀκούσωμεν. Μετ᾿ ἐκεῖνο τὸ ἔμφοβον κήρυγμα ὃ πρώην ἐκήρυξε Ἰωνᾶς τοῖς μὴ νήφουσι,
nin.4.5 μετ᾿ ἐκείνην τὴν ἄστεκτον καὶ τὴν ἀνυπόστατον ἀπειλὴν ἣν ὁ προφήτης προεκήρυξεν, οἱ Νινευῆται ὥσπερ τεχνῖται ἐπιστηρίξαι πόλιν ἣν κακίαι ἐσάλευσαν ἔσπευσαν,οὐ λίθον ὑποθέντες, ἀλλὰ πέτραν ἀσφαλῆ τὴν μετάνοιαν.
nin.5.1
Ῥοαῖς δακρύων τὸν ῥύπον αὐτῆς ἐκπλύναντες εὐχαῖς κατεκόσμησαν ὅλην,καὶ ἤρεσεν ἐπιστραφεῖσα Νινευὴ τῷ οἰκτίρμονι· τὸ γὰρ κάλλος αὐτῆς τὸ ἐγκάρδιον εὐθέως ὑπέδειξε τῷ καρδίας ἐτάζοντι,
nin.5.5 καὶ τὴν σάρκα τὴν ἄμορφον σάκκῳ σποδῷ μίξασα, εὐποιΐαις ὡς ἐλαίῳ ἐπεχρίσατο, καὶ ταῖς νηστείαις μυρισαμένη πρὸς τὸν ἀρχαῖον ἄνδρα ἀναλύει καὶ τούτῳ προσπλέκεται,διὸ καὶ ὁ νυμφίος ἠγκαλίσατο αὐτῆς τὴν μετάνοιαν.
nin.6.1
Ὁ βασιλεύς δὲ αὐτῆς ὁ σοφός, καθάπερ νυμφοστόλος γενόμενος, τότε ἐκέλευσε τὴν πόλιν πᾶσαν ἀρετὴν ἀναδήσασθαι, καὶ ὡς νύμφην λοιπὸν ἐκαλλώπισε, καὶ κτήνη καὶ θρέμματα ὡς εἰς φερνὴν ηὐτρέπιζε,
nin.6.5 "Πάντα, λέγων, προσφέρω σοι· μόνον διαλλάγηθι,νυμφίε, Θεέ, σωτήρ μου, καταλλάγηθι τῇ πορνευσάσῃ καὶ ἀποστάσῃἐκ τῆς ἀκηλιδώτου συνουσίας τῆς σῆς καθαρότητος·ἰδού γάρ σε φιλοῦσα σοὶ προσφέρει δωρεὰν τὴν μετάνοιαν.
nin.7.1 Φωνὴ ἀλόγων ζητούντων νομήν· ἀνθρώποις γὰρ ὁμοῦ καὶ τοῖς κτήνεσι πᾶσιν ἐκέλευσα νηστείαν ἄγειν ἕως ἂν φιλ[ιω]θῇς ἡμῖν. Εἰ ἐγὼ ὁ ἀνάσσων ἠνόμησα, ἐμὲ μόνον ἔτασον καὶ τούς πάντας ἐλέησον·
nin.7.5 εἰ δὲ πάντες ἡμάρτομεν, πάντων φωνὰς ἄκουσον,τῶν βοῶν καὶ τῶν προβάτων τὰ μυκήματα καὶ τῶν ἀνθρώπων τὰς ἱκεσίας·ἐπιφθασάτω μόνον ἡ ῥοπή σου, καὶ πᾶν δεινὸν λέλυται·οὐ δειλιῶμεν φόβον, ἐὰν δέξῃ παρ᾿ ἡμῶν τὴν μετάνοιαν.
nin.8.1
Ἡ τὸν ζυγόν σου, σῶτερ ἀγαθέ, τραχήλου ἑαυτῆς ἀπορρίψασα αὕτη προσπίπτει σοι καὶ πάλιν τοῦτον ὑποθεῖναι ἐπείγεται· Νινευὴ ἡ δραπέτις προσπίπτει σοι, κἀγὼ ὁ ταλαίπωρος βασιλεύς καὶ οἰκέτης σου,
nin.8.5
ὡς τοῦ θρόνου ἀνάξιος ἐπὶ σποδοῦ κάθημαι,ὡς τὸ στέμμα καθυβρίσας κόνιν πέπασμαι,
ὡς μὴ ἁρμόζων τῇ πορφυρίδῃτὸν σάκκον ἐνεδύθην κα[ὶ ὠ]δυνήθην· διὸ μὴ παρίδῃς με·ἐπίβλεψον, σωτήρ μου, καὶ πρόσδεξαι ἡμῶν τὴν μετάνοιαν.
nin.9.1 Τίς ὠφελία ἐν τῇ Νινευῇ ἐὰν καταστραφῇ, ἀναμάρτητε μόνε;Μὴ δύναται ὁ χοῦς ἐν Ἅιδῃ ἀναγγεῖλαί σοι αἴνεσιν; Διὰ τοῦτο οἱ ζῶντες ζητοῦμέν σε· ἐκεῖνο ὃ πέφυκας, τοῦτο δεῖξον τοῖς δούλοις σου·
nin.9.5 ἐλεήμων, οἰκτίρμων εἶ, οἴκτειρον, ἐλέησον·μὴ ποιήσῃς ἡμᾶς πῆμα τῶν ἐχθρῶν ἡμῶν, μὴ μισηθῶμεν ὡς Σοδομῖται,μὴ γέλως ἐξαπίνης τοῖς ἐχθροῖς μου ἡ πόλις σου γένηται,ἀλλὰ ὡς ἐλεήμων νῦν πρόσδεξαι ἡμῶν τὴν μετάνοιαν.
nin.10.1
Ἡ ναυαγοῦσα ὁλκὰς Νινευὴ καὶ πάσης τῆς ζωῆς ἀπελπίσασα, κράξον καὶ αἴτησαι τὸν πάντων ῥύστην δεξιὰν ἐπιδοῦναί σοι· ὁ γὰρ σὲ κυβερνῶν οὐκ ἀκούομαι· πάντων γὰρ τὰ πταίσματα ἐν ἐμοὶ μόνῳ φαίνεται.
nin.10.5 Διὰ τοῦτο οὖν κραύγασον· τάχα τοῖς σοῖς πείθεται καὶ τοῖς δάκρυσί σου μᾶλλον ἐπικάμπτεται· κλαῦσον, ὦ νύμφη, κλαύσατε, νέοι,κλαύσατε, νεανίσκος σύν παρθένῳ, πρεσβῦται καὶ νήπια,ἐνώπιον Κυρίου προσενέγκωμεν [ἡμῶν] τὴν μετάνοιαν."
nin.11.1 Νομοθετήσας τοιαῦτά ποτε ὁ πάνσοφος ὁμοῦ καὶ πανεύφημος ἄναξ ὑπήκοον τὴν πόλιν πᾶσαν εὗρεν, ὥσπερ ἠθέλησε. Καὶ μαστῶν ὁ θηλάζων ἀπείχετο, παῖδες ἀσεβήσαντες ἡδονῶν ἀπετάξαντο,
nin.11.5 καὶ τὸν γάμον τὰ γύναια τίμιον ἡγήσαντο,καὶ ἀμίαντον τὴν κοίτην διεφύλαξαν· πάντες οἱ νέοι ἅμα πρεσβύταις εὐχαῖς, λιταῖς, νηστείαις, εὐποιΐαις τὸν νῶτον σ#963;υνέκαμψαν,καὶ ταῦτ[α α]ὐτῶν πραξάντων προσεδέξατ[ο ὁ] Θεὸς τὴν μετάνοιαν.
nin.12.1 Καὶ ἵνα γνῶμεν τὸ μεῖζον καλόν, οὐκ εἶπεν ἡ γραφὴ ὅτι ἤσκησαν μόνον,οὐδ᾿ ἔφησεν ὅτι νηστείαις καὶ τῷ σάκκῳ ἐχρήσαντο, ἀλλὰ τί μετὰ ταῦτα ἐποίησαν· ἐβόησεν ἕκαστος ἐκτενῶς πρὸς τὸν Κύριον,
nin.12.5 πρὸς ἐκεῖνον [ὃν] ἔφυγον πάλιν ἐπανέλυσαν·οὐ γὰρ εὗρον ἄλλον οὕτω σπλαγχνιζόμενον, μετανοοῦντα ἐπὶ κακίαις καὶ ἀγαπῶντα σῴζειν καὶ φιλοῦντα λυτροῦσθαι καὶ ῥύεσθαι καὶ σπεύδοντα οἰκτείρειν καὶ δεχόμενον [αὐτῶν] τὴν μετάνοιαν.
nin.13.1
Ὑπὸ δὲ τούτων εὐθύς Ἰωνᾶς τῇ λύπῃ ἑαυτὸν κατεμάρανε λέγων·"Οὐκ ἔλεγον ὅτι οἰκτείρεις καὶ οὐ κτείνεις, φιλόψυχε· διὰ τοῦτο γὰρ φεύγειν ἐσπούδαζον, οὐχ ἵνα [μὴ] πέμψῃς με, ἀλλὰ ἵνα μὴ ψεύσωμαι·
nin.13.5 καὶ τὰ νῦν ἠθύμησα, οὐκ ἐπειδὴ ἔσωσας,ἀλλ᾿ ἐζήτουν· "Ὡς τῶν πρώτων κήρυξ γέγονα, οὕτως καὶ τούτων ἀξιωθείην."Ἀλλ᾿ ἐγενόμην κήρυξ τῆς ὀργῆς σου καὶ οὐ τῆς ἀφέσεως·ἐγὼ σκληρὸς οἰκέτης, σύ δὲ πρᾶος καὶ φιλῶν τὴν μετάνοιαν.
nin.14.1
Ῥανίδα μόνην τῶν σῶν οἰκτιρμῶν παράσχου μοι τὰ νῦν ὡς οἰκέτῃ σου· λάβε τὸ πνεῦμα μου· καλὸν γάρ ἐστι τὸ θανεῖν ἢ τὸ ζῆσαί με.» Καὶ τοιαῦτα εἰπὼν ἐκαθεύδησε· τῇ λύπῃ γὰρ πάντοτε καὶ ὁ ὕπνος ἀκόλουθος.
nin.14.5
Ὁ δὲ μόνος ἀνύστακτος τότε τὸν κοιμώμενον τῇ σκιᾷ τῆς κολοκύντης ἐπανέπαυσε, ταύτῃ σκεπάζων τὸν ἀθυμοῦντα καὶ δι᾿ αὐτῆς διδάσκων τὸν προφήτην μισεῖν τὸ ἀπότομον καὶ ἅπασι συμπάσχειν καὶ φιλεῖν τὴν μετάνοιαν.
nin.15.1
Ἰδού ὁ τύπος τοῦ νόμου σαφῶς ἐπὶ τῆς κολοκύντης γνωρίζεται ὄντως·φυεῖσα γὰρ νυκτὸς ἐκείνη Ἰωνᾶν ὑπεσκίαζε· καὶ ὁ νόμος σκιάζων τὰ μέλλοντα νυκτὸς ἀνεβλάστησε τῷ Μωσεῖ ὑπονέφελα·
nin.15.5 ἡ δὲ χάρις ὡς ἥλιος ἄρτι ἀνατείλασα ἐπεκάλυψε τὸν νόμον ὡς τὸ λάχανον.
Ὅθεν ὁ κόσμος, ὡς ὁ προφήτης,ἀφυπνισθεὶς κατεῖδεν ὅτι πᾶσαν τοῦ νόμου τὴν ἄγρωστιν ἐθέρισεν ἡ χάρις, καὶ ἐφύτευσεν ἡμῖν τὴν μετάνοιαν.
nin.16.1
Ὁ μὲν προφήτης ποτὲ Ἰωνᾶς ἐχάρη κατιδὼν τὴν κολόκυνταν τότε,καὶ ἅθροον ὡς ξηρανθεῖσαν θεωρήσας ἠθύμησεν.
Ὁ δὲ πλάστης φησὶ πρὸς τὸν ὅσιον· "Εἰ σφόδρα λελύπησαι ὑπὲρ ἧς οὐκ ἐκοπίασας,
nin.16.5 εἰ τὸ ἄνθος σε ἔθλιψε, πόσῳ μᾶλλον ἄνθρωπος;Εἰ τοῦ χόρτου ξηρανθέντος ὠλιγώρησας, μὴ οἰκτείρω πόλιν τὴν τοιαύτην ἐν μέτρῳ δεκαδύο μυριάδας ἀνδρῶν πλήρης γέμουσαν;Διὸ μεγαλοψύχει καὶ ἀγάπα σύν ἡμῖν τὴν μετάνοιαν."
nin.17.1 Yἱὲ τοῦ μόνου καὶ μόνε Θεέ, ὁ θέλημα ποιῶν τῶν φιλούντων σε, ῥῦσαι ὡς εὔσπλαγχνος ἐκ τῆς μελλούσης ἀπειλῆς, ἀναμάρτητε·
ὥς ποτε Νινευήτας ᾠκτείρησας καὶ τῶν μυστηρίων σου Ἰωνᾶν κατηξίωσας,
nin.17.5 οὕτω νῦν τούς ὑμνοῦντάς σε λύτρωσαι τῆς κρίσεως,καὶ ἐμοὶ μισθὸν τοῦ λόγου δὸς τὴν ἄφεσιν· λέγειν γὰρ οἶδα, πράττειν δ᾿ οὐκ οἶδα·ἐπειδὴ οὖν οὐκ ἔχω ἔργα, σῶτερ, τῆς σῆς δόξης ἄξια,ἀλλ᾿ οὖν διὰ τούς λόγους ἐξελοῦ με φιλῶν τὴν μετάνοιαν.