Βιβλίο B'
ΚΕΦΑΛΑΙΟN 15. Περὶ αἰῶνος
Αὐτὸς τοὺς αἰῶνας ἐποίησεν, ὁ ὑπάρχων πρὸ τῶν αἰώνων, πρὸς ὅν φησιν ὁ θεῖος Δαυίδ· «Ἀπὸ τοῦ αἰῶνος καί ἕως τοῦ αἰῶνος σὺ εἶ». Καὶ ὁ θεῖος ἀπόστολος· «Δι᾿ οὗ καὶ τοὺς αἰῶνας ἐποίησε». Χρὴ τοίνυν γινώσκειν, ὅτι τὸ τοῦ αἰῶνος ὄνομα πολύσημόν ἐστι· πλεῖστα γὰρ σημαίνει. Αἰὼν γὰρ λέγεται καὶ ἡ ἑκάστου τῶν ἀνθρώπων ζωή. Λέγεται πάλιν αἰὼν καὶ ὁ τῶν χιλίων ἐτῶν χρόνος. Πάλιν λέγεται αἰὼν ὅλος ὁ παρὼν βίος, καὶ αἰὼν ὁ μέλλων, ὁ μετὰ τὴν ἀνάστασιν, ὁ ἀτελεύτητος. Λέγεται πάλιν αἰὼν, οὐ χρόνος, οὐδὲ χρόνου τι μέρος ἡλίου φορᾷ καὶ δρόμῳ μετρούμενον, ἤγουν δι᾿ ἡμερῶν καὶ νυκτῶν συνιστάμενον, ἀλλὰ τὸ συμπαρεκτεινόμενον τοῖς ἀιδίοις οἷόν τι χρονικὸν κίνημα καὶ διάστημα. Ὅπερ γὰρ τοῖς ὑπὸ χρόνον ὁ χρόνος, τοῦτο τοῖς ἀιδίοις ἐστὶν αἰών. Λέγονται μὲν οὖν ἑπτὰ αἰῶνες τοῦ κόσμου τούτου, ἤγουν ἀπὸ τῆς οὐρανοῦ καὶ γῆς κτίσεως μέχρι τῆς κοινῆς τῶν ἀνθρώπων συντελείας τε καὶ ἀναστάσεως. Ἔστι μὲν γὰρ συντέλεια μερικὴ ὁ ἑκάστου θάνατος· ἔστι δὲ καὶ κοινὴ καὶ παντελὴς συντέλεια, ὅτε μέλλει ἡ κοινὴ γίνεσθαι τῶν ἀνθρώπων ἀνάστασις. Ὄγδοος δὲ αἰὼν ὁ μέλλων. Πρὸ δὲ τῆς τοῦ κόσμου συστάσεως, ὅτε οὐδὲ ἥλιος ἦν διαιρῶν ἡμέραν ἀπὸ νυκτός, οὐκ ἦν αἰὼν μετρητός, ἀλλὰ τὸ συμπαρεκτεινόμενον τοῖς ἀιδίοις, οἷόν τι χρονικὸν κίνημα καὶ διάστημα· καὶ κατὰ μὲν τοῦτο εἷς αἰών ἐστι, καθὸ καὶ λέγεται ὁ Θεὸς αἰώνιος, ἀλλὰ καὶ προαιώνιος. Καὶ αὐτὸν γὰρ τὸν αἰῶνα αὐτὸς ἐποίησε· μόνος γὰρ ἄναρχος ὢν ὁ Θεὸς πάντων αὐτός ἐστι ποιητής, τῶν τε αἰώνων καὶ πάντων τῶν ὄντων. Θεὸν δὲ εἰπὼν δῆλον, ὅτι τὸν Πατέρα λέγω καὶ τὸν μονογενῆ αὐτοῦ Υἱόν, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, καὶ τὸ Πνεῦμα αὐτοῦ τὸ Πανάγιον, τὸν ἕνα Θεὸν ἡμῶν. Λέγονται δὲ αἰῶνες αἰώνων, καθότι καὶ οἱ τοῦ παρόντος κόσμου ἑπτὰ αἰῶνες πολλοὺς αἰῶνας, ἤγουν ζωὰς ἀνθρώπων περιέχουσι, καὶ ὁ αἰὼν ὁ εἷς πάντων τῶν αἰώνων ἐστὶ περιεκτικός. Καὶ αἰὼν αἰῶνος λέγεται ὁ νῦν καὶ ὁ μέλλων. Αἰώνιος δὲ ζωὴ καὶ αἰώνιος κόλασις τὸ ἀτελεύτητον τοῦ μέλλοντος αἰῶνος δηλοῖ. Οὐδὲ γὰρ μετὰ τὴν ἀνάστασιν ἡμέραις καὶ νυξὶν ὁ χρόνος ἀριθμηθήσεται· ἔσται δὲ μᾶλλον μία ἡμέρα ἀνέσπερος, τοῦ ἡλίου τῆς δικαιοσύνης τοῖς δικαίοις φαιδρῶς ἐπιλάμποντος, τοῖς δὲ ἁμαρτωλοῖς νὺξ βαθεῖα ἀπέραντος. Πῶς τοίνυν ὁ τῶν χιλίων ἐτῶν τῆς ὠριγενιαστικῆς ἀποκαταστάσεως ἀριθμηθήσεται χρόνος; Πάντων οὖν τῶν αἰώνων εἷς ποιητής ἐστιν, ὁ Θεὸς, ὁ καὶ τὰ σύμπαντα δημιουργήσας, ὁ ὑπάρχων πρὸ τῶν αἰώνων.
ΚΕΦΑΛΑΙΟN 16. Περὶ δημιουργίας
Ἐπεὶ οὖν ὁ ἀγαθὸς καὶ ὑπεράγαθος Θεὸς οὐκ ἠρκέσθη τῇ ἑαυτοῦ θεωρίᾳ, ἀλλ᾿ ὑπερβολῇ ἀγαθότητος εὐδόκησε γενέσθαι τινὰ τὰ εὐεργετηθησόμενα καὶ μεθέξοντα τῆς αὐτοῦ ἀγαθότητος, ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παράγει καὶ δημιουργεῖ τὰ σύμπαντα, ἀόρατά τε καὶ ὁρατά, καὶ τὸν ἐξ ὁρατοῦ καὶ ἀοράτου συγκείμενον ἄνθρωπον. Κτίζει δὲ ἐννοῶν, καὶ τὸ ἐννόημα ἔργον ὑφίσταται Λόγῳ συμπληρούμενον καὶ Πνεύματι τελειούμενον.
ΚΕΦΑΛΑΙΟN 17. Περὶ ἀγγέλων
Αὐτὸς τῶν ἀγγέλων ἐστὶ ποιητὴς καὶ Δημιουργὸς, ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγὼν αὐτούς, κατ᾿ οἰκείαν εἰκόνα κτίσας αὐτοὺς φύσιν ἀσώματον, οἷόν τι πνεῦμα ἤ πῦρ ἄυλον, ὥς φησιν ὁ θεῖος Δαυίδ· «Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα», τὸ κοῦφον καὶ διάπυρον καὶ θερμὸν καὶ τομώτατον καὶ ὀξὺ περὶ τὴν θείαν ἔφεσίν τε καὶ λειτουργίαν διαγράφων καὶ τὸ ἀνωφερὲς αὐτῶν καὶ πάσης ὑλικῆς ἐννοίας ἀπηλλαγμένον. Ἄγγελος τοίνυν ἐστὶν οὐσία νοερά, ἀεικίνητος, αὐτεξούσιος, ἀσώματος, Θεῷ λειτουργοῦσα, κατὰ χάριν ἐν τῇ φύσει τὸ ἀθάνατον εἰληφυῖα, ἧς οὐσίας τὸ εἶδος καὶ τὸν ὅρον μόνος ὁ Κτίστης ἐπίσταται. Ἀσώματος δὲ λέγεται καὶ ἄυλος, ὅσον πρὸς ἡμᾶς· πᾶν γὰρ συγκρινόμενον πρὸς Θεὸν τὸν μόνον ἀσύγκριτον παχύ τε καὶ ὑλικὸν εὑρίσκεται· μόνον γὰρ ὄντως ἄυλον τὸ θεῖόν ἐστι καὶ ἀσώματον. Ἔστι τοίνυν φύσις λογικὴ νοερά τε καὶ αὐτεξούσιος, τρεπτὴ κατὰ γνώμην, ἤτοι ἐθελότρεπτος· πᾶν γὰρ κτιστὸν καὶ τρεπτόν, μόνον δὲ τὸ ἄκτιστον ἄτρεπτον. Καί πᾶν λογικὸν αὐτεξούσιον. Ὡς μὲν οὖν λογικὴ καὶ νοερὰ αὐτεξούσιός ἐστιν· ὡς δὲ κτιστὴ τρεπτή, ἔχουσα ἐξουσίαν καὶ μένειν καὶ προκόπτειν ἐν τῷ ἀγαθῷ καὶ ἐπὶ τὸ χεῖρον τρέπεσθαι. Ἀνεπίδεκτος μετανοίας, ὅτι καὶ ἀσώματος· ὁ γὰρ ἄνθρωπος διὰ τὴν τοῦ σώματος ἀσθένειαν τῆς μετανοίας ἔτυχεν. Ἀθάνατος οὐ φύσει, ἀλλὰ χάριτι· πᾶν γὰρ τὸ ἀρξάμενον καὶ τελευτᾷ κατὰ φύσιν. Μόνος δὲ ὁ Θεὸς ἀεὶ ὤν, μᾶλλον δὲ καὶ ὑπὲρ τὸ ἀεί· οὐχ ὑπὸ χρόνον γάρ, ἀλλ᾿ ὑπὲρ χρόνον ὁ τῶν χρόνων ποιητής. Φῶτα δεύτερα νοερὰ ἐκ τοῦ πρώτου καὶ ἀνάρχου φωτὸς τὸν φωτισμὸν ἔχοντα, οὐ γλώσσης καὶ ἀκοῆς δεόμενα, ἀλλ᾿ ἄνευ λόγου προφορικοῦ μεταδιδόντα ἀλλήλοις τὰ ἴδια νοήματα καὶ βουλήματα. Διὰ τοῦ Λόγου τοίνυν ἐκτίσθησαν πάντες οἱ ἄγγελοι καὶ ὑπὸ τοῦ Ἁγίου Πνεύματος διὰ τοῦ ἁγιασμοῦ ἐτελειώθησαν, κατ᾿ ἀναλογίαν τῆς ἀξίας καὶ τῆς τάξεως τοῦ φωτισμοῦ καὶ τῆς χάριτος μετέχοντες. Περιγραπτοί εἰσιν· ὅτε γάρ εἰσιν ἐν τῷ οὐρανῷ, οὔκ εἰσιν ἐν τῇ γῇ, καὶ εἰς τὴν γῆν ὑπὸ τοῦ Θεοῦ ἀποστελλόμενοι οὐκ ἐναπομένουσιν ἐν τῷ οὐρανῷ. Οὐ περιορίζονται δὲ ὑπὸ τειχῶν καὶ θυρῶν καὶ κλείθρων καὶ σφραγίδων· ἀόριστοι γάρ εἰσιν. Ἀορίστους δὲ λέγω, οὐ γάρ, καθό εἰσιν, ἐπιφαίνονται τοῖς ἀξίοις, οἷς ὁ Θεὸς φαίνεσθαι αὐτοὺς θελήσει, ἀλλ᾿ ἐν μετασχηματισμῷ, καθὼς δύνανται οἱ ὁρῶντες ὁρᾶν. Ἀόριστον γάρ ἐστι φύσει καὶ κυρίως μόνον τὸ ἄκτιστον· πᾶν γὰρ κτίσμα ὑπὸ τοῦ κτίσαντος αὐτὸ Θεοῦ ὁρίζεται. Ἔξωθεν τῆς οὐσίας τὸν ἁγιασμὸν ἐκ τοῦ Ἁγίου Πνεύματος ἔχοντες, διὰ τῆς θείας χάριτος προφητεύοντες, μὴ γάμου χρῄζοντες, ἐπειδήπερ μή εἰσι θνητοί. Νόες δὲ ὄντες ἐν νοητοῖς καὶ τόποις εἰσίν, οὐ σωματικῶς περιγραφόμενοι· οὐ γὰρ σωματικῶς κατὰ φύσιν σχηματίζονται, οὐδὲ τριχῆ εἰσι διαστατοί, ἀλλὰ τῷ νοητῶς παρεῖναι καὶ ἐνεργεῖν, ἔνθα ἂν προσταχθῶσι, καὶ μὴ δύνασθαι κατὰ ταὐτὸν ὧδε κἀκεῖσε εἶναι καὶ ἐνεργεῖν. Εἴτε ἴσοι κατ᾿ οὐσίαν εἴτε διαφέροντες ἀλλήλων, οὐκ ἴσμεν. Μόνος δὲ ὁ ποιήσας αὐτοὺς Θεὸς ἐπίσταται, ὁ καὶ τὰ πάντα εἰδώς. Διαφέροντες δὲ ἀλλήλων τῷ φωτισμῷ καὶ τῇ στάσει, εἴτε πρὸς τὸν φωτισμὸν τὴν στάσιν ἔχοντες ἢ πρὸς τὴν στάσιν τοῦ φωτισμοῦ μετέχοντες καὶ ἀλλήλους φωτίζοντες διὰ τὸ ὑπερέχον τῆς τάξεως ἢ φύσεως. Δῆλον δέ, ὡς οἱ ὑπερέχοντες τοῖς ὑποβεβηκόσι μεταδιδόασι τοῦ τε φωτισμοῦ καὶ τῆς γνώσεως. Ἰσχυροὶ καὶ ἕτοιμοι πρὸς τὴν τοῦ θείου θελήματος ἐκπλήρωσιν καὶ πανταχοῦ εὐθέως εὑρισκόμενοι, ἔνθα ἂν ἡ θεία κελεύσῃ ἐπίνευσις, τάχει φύσεως, καὶ φυλάττοντες τά μέρη τῆς γῆς, καὶ ἐθνῶν καὶ τόπων προϊστάμενοι, καθὼς ὑπὸ τοῦ Δημιουργοῦ ἐτάχθησαν, καὶ τὰ καθ᾿ ἡμᾶς οἰκονομοῦντες καὶ βοηθοῦντες ἡμῖν. Πάντως δὲ ὅτι κατὰ τὸ θεῖον θέλημά τε καὶ πρόσταγμα ὑπὲρ ἡμᾶς ὄντες ἀεί τε περὶ Θεὸν ὑπάρχοντες. Δυσκίνητοι πρὸς τὸ κακὸν ἀλλ᾿ οὐκ ἀκίνητοι, νῦν δὲ καὶ ἀκίνητοι, οὐ φύσει, ἀλλὰ χάριτι καὶ τῇ τοῦ μόνου ἀγαθοῦ προσεδρείᾳ. Ὁρῶντες Θεὸν κατὰ τὸ ἐφικτὸν αὐτοῖς καὶ ταύτην τροφὴν ἔχοντες. Ὑπὲρ ἡμᾶς ὄντες ὡς ἀσώματοι, καὶ παντὸς σωματικοῦ πάθους ἀπηλλαγμένοι, οὐ μὴν ἀπαθεῖς· μόνον γὰρ τὸ θεῖον ἀπαθές ἐστι. Μετασχηματίζονται δέ, πρὸς ὅπερ ἂν ὁ Δεσπότης κελεύσῃ Θεός, καὶ οὕτω τοῖς ἀνθρώποις ἐπιφαίνονται καὶ τὰ θεῖα αὐτοῖς ἀποκαλύπτουσι μυστήρια. Ἐν οὐρανῷ διατρίβουσι καὶ ἓν ἔργον ἔχουσιν ὑμνεῖν τὸν Θεὸν καὶ λειτουργεῖν τῷ θείῳ αὐτοῦ θελήματι. Καθὼς δὲ ὁ ἁγιώτατος καὶ ἱερώτατος καὶ θεολογικώτατός φησι Διονύσιος ὁ Ἀρεοπαγίτης· «Πᾶσα ἡ θεολογία, ἤγουν ἡ θεία Γραφὴ, τὰς οὐρανίους οὐσίας ἐννέα κέκληκε»· ταύτας ὁ θεῖος ἱεροτελεστὴς εἰς τρεῖς ἀφορίζει τριαδικὰς διακοσμήσεις. «Καὶ πρώτην μὲν εἶναί», φησι, «τὴν περὶ Θεὸν οὖσαν ἀεὶ καὶ προσεχῶς καὶ ἀμέσως ἡνῶσθαι παραδεδομένην, τὴν τῶν ἑξαπτερύγων Σεραφὶμ καὶ τῶν πολυομμάτων Χερουβὶμ καὶ τῶν ἁγιωτάτων Θρόνων, δευτέραν δὲ τὴν τῶν Κυριοτήτων καὶ τῶν Δυνάμεων καὶ τῶν Ἐξουσιῶν, τρίτην δὲ καὶ τελευταίαν τὴν τῶν Ἀρχῶν καὶ Ἀρχαγγέλων καὶ Ἀγγέλων». Τινὲς μὲν οὖν φασιν, ὅτι πρὸ πάσης κτίσεως ἐγένοντο, ὡς ὁ Θεολόγος λέγει Γρηγόριος· «Πρῶτον μέν ἐννοεῖ τὰς ἀγγελικὰς δυνάμεις καὶ οὐρανίους, καὶ τὸ ἐννόημα ἔργον ἦν». Ἕτεροι δέ, ὅτι μετὰ τὸ γενέσθαι τὸν πρῶτον οὐρανόν. Ὅτι δὲ πρὸ τῆς τοῦ ἀνθρώπου πλάσεως, πάντες ὁμολογοῦσιν. Ἐγὼ δὲ τῷ Θεολόγῳ Γρηγορίῳ συντίθεμαι· ἔπρεπε γὰρ πρῶτον τὴν νοερὰν οὐσίαν κτισθῆναι καὶ οὕτω τὴν αἰσθητὴν καὶ τότε ἐξ ἀμφοτέρων τὸν ἄνθρωπον. Ὅσοι δέ φασι τοὺς ἀγγέλους δημιουργοὺς τῆς οἱασδήποτε οὐσίας, οὗτοι στόμα εἰσὶ τοῦ πατρὸς αὐτῶν, τοῦ Διαβόλου· κτίσμα γὰρ ὄντες οὔκ εἰσι δημιουργοί. Πάντων δὲ ποιητὴς καὶ προνοητὴς καὶ συνοχεὺς ὁ Θεός ἐστιν, ὁ μόνος ἄκτιστος, ὁ ἐν Πατρὶ καὶ Υἱῷ καὶ Ἅγίῳ Πνεύματι ὑμνούμενός τε καὶ δοξαζόμενος.
ΚΕΦΑΛΑΙΟN 18. Περὶ Διαβόλου καὶ δαιμόνων
Ἐκ τούτων τῶν ἀγγελικῶν δυνάμεων πρωτοστάτης τῆς περιγείου τάξεως καὶ τῆς γῆς τὴν φυλακὴν ἐγχειρισθεὶς παρὰ Θεοῦ οὐ φύσει πονηρὸς γεγονώς, ἀλλ᾿ ἀγαθὸς ὢν καὶ ἐπ᾿ ἀγαθῷ γενόμενος καὶ μηδ᾿ ὅλως ἐν ἑαυτῷ παρὰ τοῦ Δημιουργοῦ κακίας ἐσχηκὼς ἴχνος, μὴ ἐνέγκας τόν τε φωτισμὸν τήν τε τιμήν, ἣν αὐτῷ ὁ Δημιουργὸς ἐδωρήσατο, αὐτεξουσίῳ προαιρέσει ἐτράπη ἐκ τοῦ κατὰ φύσιν εἰς τὸ παρὰ φύσιν καὶ ἐπήρθη κατὰ τοῦ πεποιηκότος αὐτὸν Θεοῦ, ἀντᾶραι αὐτῷ βουληθεὶς, καὶ πρῶτος ἀποστὰς τοῦ ἀγαθοῦ ἐν τῷ κακῷ ἐγένετο· οὐδὲν γὰρ ἕτερόν ἐστι τὸ κακὸν εἰ μὴ τοῦ ἀγαθοῦ στέρησις, ὥσπερ καὶ τὸ σκότος φωτός ἐστι στέρησις. Τὸ γὰρ ἀγαθὸν φῶς ἐστι νοητόν· ὁμοίως καὶ τὸ κακὸν σκότος ἐστὶ νοητόν. Φῶς οὖν κτισθεὶς ὑπὸ τοῦ Δημιουργοῦ καὶ ἀγαθὸς γεγονώς –καὶ γὰρ· «Εἶδεν ὁ Θεὸς πάντα, ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν»– αὐτεξουσίῳ θελήματι σκότος ἐγένετο. Συναπεσπάσθη δὲ καὶ ἠκολούθησεν αὐτῷ καὶ συνέπεσε πλῆθος ἄπειρον τῶν ὑπ᾿ αὐτῷ τεταγμένων ἀγγέλων. Τῆς αὐτῆς τοιγαροῦν φύσεως τοῖς ἀγγέλοις ὑπάρχοντες, κακοὶ γεγόνασι, τὴν προαίρεσιν ἑκουσίως ἐκ τοῦ ἀγαθοῦ πρὸς τὸ κακὸν ἐκκλίναντες. Οὐκ ἔχουσι τοίνυν ἐξουσίαν κατά τινος οὐδὲ ἰσχὺν, εἰ μὴ ἐκ Θεοῦ οἰκονομικῶς συγχωρούμενοι, ὡς ἐπὶ τοῦ Ἰώβ, καθάπερ ἐπὶ τῶν χοίρων ἐν τῷ Εὐαγγελίῳ γέγραπται. Παραχωρήσεως δὲ Θεοῦ γινομένης καὶ ἰσχύουσι καὶ μεταβάλλονται καὶ μετασχηματίζονται, εἰς οἷον θέλουσι σχῆμα κατὰ φαντασίαν. Καὶ τὰ μὲν μέλλοντα οὐδὲ οἱ ἄγγελοι τοῦ Θεοῦ οὐδὲ οἱ δαίμονες οἴδασιν, ὅμως προλέγουσιν· οἱ μὲν ἄγγελοι τοῦ Θεοῦ αὐτοῖς ἀποκαλύπτοντος καὶ προλέγειν κελεύοντος· ὅθεν, ὅσα λέγουσι, γίνονται. Προλέγουσι δὲ καὶ οἱ δαίμονες, ποτὲ μὲν τὰ μακρὰν γινόμενα βλέποντες, ποτὲ δὲ στοχαζόμενοι· ὅθεν καὶ τὰ πολλὰ ψεύδονται· οἷς οὐ δεῖ πιστεύειν, κἂν ἀληθεύωσι πολλάκις, οἵῳ τρόπῳ εἰρήκαμεν. Οἴδασι δὲ καὶ τὰς Γραφάς. Πᾶσα οὖν κακία ἐξ αὐτῶν ἐπενοήθη καὶ τὰ ἀκάθαρτα πάθη. Καὶ προσβάλλειν μὲν τῷ ἀνθρώπῳ συνεχωρήθησαν, βιάζεσθαι δέ τινα οὐκ ἰσχύουσιν· ἐν ἡμῖν γάρ ἐστι δέξασθαι τὴν προσβολὴν ἢ μὴ δέξασθαι. Διὸ τῷ Διαβόλῳ καὶ τοῖς δαίμοσιν αὐτοῦ ἡτοίμασται τὸ πῦρ τὸ ἄσβεστον, ἡ κόλασις ἡ αἰώνιος, καὶ τοῖς ἑπομένοις αὐτῷ. Χρὴ δὲ γινώσκειν, ὅτι, ὅπερ ἐστὶ τοῖς ἀνθρώποις ὁ θάνατος, τοῦτο τοῖς ἀγγέλοις ἡ ἔκπτωσις. Μετὰ γὰρ τὴν ἔκπτωσιν οὐκ ἔστιν αὐτοῖς μετάνοια, ὥσπερ οὐδὲ τοῖς ἀνθρώποις μετὰ τὸν θάνατον.
ΚΕΦΑΛΑΙΟN 19. Περὶ κτίσεως ὁρατῆς
Αὐτὸς ὁ Θεὸς ἡμῶν ὁ ἐν Τριάδι καὶ ἐν μονάδι δοξολογούμενος, «ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ πάντα τὰ ἐν αὐτοῖς» ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγὼν τὰ σύμπαντα· τὰ μὲν οὐκ ἐκ προϋποκειμένης ὕλης, οἷον οὐρανόν, γῆν, ἀέρα, πῦρ, ὕδωρ, τὰ δὲ ἐκ τούτων τῶν ὑπ᾿ αὐτοῦ γεγονότων, οἷον ζῷα, φυτά, σπέρματα· ταῦτα γὰρ ἐκ γῆς καὶ ὕδατος, ἀέρος τε καὶ πυρὸς τῷ τοῦ Δημιουργοῦ προστάγματι γεγόνασιν.
ΚΕΦΑΛΑΙΟN 20. Περὶ οὐρανοῦ
Οὐρανός ἐστι περιοχὴ ὁρατῶν τε καὶ ἀοράτων κτισμάτων· ἐντὸς γὰρ αὐτοῦ αἵ τε νοεραὶ τῶν ἀγγέλων δυνάμεις καὶ πάντα τὰ αἰσθητὰ περικλείονται καὶ περιορίζονται. Μόνον δὲ τὸ θεῖον ἀπερίγραπτόν ἐστι, πάντα πληροῦν καὶ πάντα περιέχον καὶ πάντα περιορίζον, ὡς ὑπὲρ πάντα ὂν καὶ πάντα δημιουργῆσαν. Ἐπεὶ τοίνυν οὐρανόν φησιν ἡ Γραφὴ καὶ «οὐρανὸν τοῦ οὐρανοῦ» καὶ «οὐρανοὺς οὐρανῶν» καὶ «ἕως τρίτου οὐρανοῦ» ὁ μακάριος Παῦλος ἡρπάχθαι φησί, λέγομεν, ὅτι ἐν τῇ τοῦ παντὸς κοσμογενείᾳ οὐρανοῦ ποίησιν παρελάβομεν, ὃν οἱ τῶν ἔξω σοφοὶ ἄναστρον σφαῖράν φασι, τὰ Μωσέως σφετερισάμενοι δόγματα. Ἔτι δὲ καὶ τὸ στερέωμα ἐκάλεσεν ὁ Θεὸς οὐρανόν, ὃν ἐν μέσῳ τοῦ ὕδατος γενέσθαι προσέταξεν, τάξας αὐτὸν διαχωρίζειν ἀνὰ μέσον τοῦ ὕδατος τοῦ ἐπάνω τοῦ στερεώματος καὶ ἀνὰ μέσον τοῦ ὕδατος τοῦ ὑποκάτω τοῦ στερεώματος. Τούτου τὴν φύσιν ὁ θεῖος Βασίλειος λεπτήν φησιν, ὡσεὶ καπνόν, ἐκ τῆς θείας μεμυημένος Γραφῆς. Ἕτεροι δὲ ὑδατώδη, ὡς ἐν μέσῳ τῶν ὑδάτων γενόμενον· ἄλλοι ἐκ τῶν τεσσάρων στοιχείων, ἄλλοι πέμπτον σῶμα καὶ ἕτερον παρὰ τὰ τέσσαρα. Τινὲς μὲν οὖν ἐδόξασαν ἐν κύκλῳ τὸ πᾶν περιέχειν τὸν οὐρανόν, σφαιροειδῆ τε ὑπάρχειν καὶ πανταχόθεν τὸ ἀνώτατον μέρος αὐτὸν εἶναι, τὸ δὲ μεσώτατον τοῦ περιεχομένου ὑπ᾿ αὐτοῦ τόπου εἶναι κατώτερον μέρος, καὶ τὰ μὲν κοῦφα καὶ ἐλαφρὰ τῶν σωμάτων τὴν ἄνω τάξιν λαχεῖν παρὰ τοῦ Δημιουργοῦ, τὰ δὲ βαρέα καὶ κατωφερῆ τὴν κατωτέραν χώραν, ἥτις ἐστὶν ἡ μέση. Ἔστι μὲν οὖν κουφότερον καὶ ἀνωφερέστερον στοιχεῖον τὸ πῦρ, ὅπερ δὴ μετὰ τὸν οὐρανὸν εὐθέως τετάχθαι φασί· τοῦτον δὲ λέγουσιν τὸν αἰθέρα, μεθ᾿ ὃν κατώτερον τὸν ἀέρα. Τὴν δὲ γῆν καὶ τὸ ὕδωρ ὡς βαρύτερα καὶ κατωφερέστερα, ἐν τῷ μεσωτάτῳ κρέμασθαι· ὡς εἶναι ἐξ ἐναντίας κάτω μὲν τὴν γῆν καὶ τὸ ὕδωρ –τὸ δὲ ὕδωρ κουφότερον τῆς γῆς, ὅθεν καὶ εὐκινητότερον αὐτῆς ὑπάρχει–, ἄνωθεν δὲ πανταχόθεν ὡς περιβόλαιον κύκλῳ τὸν ἀέρα καὶ περὶ τὸν ἀέρα πανταχόθεν τὸν αἰθέρα, ἔξωθεν δὲ πάντων κύκλῳ τὸν οὐρανόν. Κυκλικῶς δέ φασι κινεῖσθαι τὸν οὐρανὸν καὶ συσφίγγειν τὰ ἐντὸς καὶ οὕτω μένειν πάγια καὶ ἀδιάπτωτα. Ἑπτὰ δὲ ζώνας φασὶ τοῦ οὐρανοῦ, μίαν τῆς ἑτέρας ὑψηλοτέραν. Λέγουσι δὲ αὐτὸν λεπτοτάτης φύσεως, ὡσεὶ καπνόν, καὶ καθ᾿ ἑκάστην ζώνην εἶναι ἕνα τῶν πλανητῶν· ἑπτὰ γὰρ πλανήτας εἶναι ἔφησαν, Ἥλιον, Σελήνην, Δία, Ἑρμῆν, Ἄρεα, Ἀφροδίτην καὶ Κρόνον. Ἀφροδίτην δέ φασι τὸν ποτὲ μὲν Ἑωσφόρον, ποτὲ δὲ Ἕσπερον γινόμενον. Πλανήτας δὲ τούτους ἐκάλεσαν, ὅτιπερ ἐναντίως τοῦ οὐρανοῦ ποιοῦνται τὴν κίνησιν· τοῦ γὰρ οὐρανοῦ καὶ τῶν λοιπῶν ἀστέρων ἐξ ἀνατολῆς ἐπὶ δυσμὰς κινουμένων, οὗτοι μόνοι ἀπὸ δυσμῶν ἐπὶ ἀνατολὰς τὴν κίνησιν ἔχουσι. Καὶ τοῦτο γνωσόμεθα ἐκ τῆς σελήνης μικρὸν καθ᾿ ἑσπέραν ἀναποδιζούσης. Ὅσοι τοίνυν ἔφησαν σφαιροειδῆ τὸν οὐρανόν, ἴσως λέγουσιν ἀφίστασθαι αὐτὸν καὶ ἀπέχειν τῆς γῆς, ἄνωθέν τε καὶ ἐκ πλαγίων καὶ κάτωθεν. Κάτωθεν δὲ καὶ ἐκ πλαγίων φημί, ὅσον πρὸς τὴν ἡμετέραν αἴσθησιν, ἐπεὶ κατὰ τὸν τῆς ἀκολουθίας λόγον πανταχόθεν τὸν ἄνω τόπον ὁ οὐρανὸς ἐπέχει καὶ ἡ γῆ τὸν κάτω. Καί φασι τὸν οὐρανὸν σφαιροειδῶς κυκλοῦν τὴν γῆν καὶ συμπεριφέρειν τῇ ὀξυτάτῃ κινήσει αὐτοῦ ἥλιόν τε καὶ σελήνην καὶ τοὺς ἀστέρας, καὶ ὑπὲρ μὲν γῆν ὄντος τοῦ ἡλίου ἡμέραν γίνεσθαι ἐνταῦθα, ὑπὸ δὲ τὴν γῆν νύκτα. Ὑπὸ δὲ γῆν κατιόντος ἡλίου ἐνταῦθα μὲν νύκτα, ἐκεῖσε δὲ ἡμέραν. Ἕτεροι δὲ ἡμισφαίριον τὸν οὐρανὸν ἐφαντάσθησαν ἐκ τοῦ τὸν θεηγόρον Δαυὶδ λέγειν· «Ὁ ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέρριν», ὅπερ δηλοῖ τὴν σκηνήν. Καὶ τὸν μακάριον Ἡσαΐαν· «Ὁ στήσας τὸν οὐρανὸν ὡσεὶ καμάραν». Καὶ ὅτι δύνων ὅ τε ἥλιος καὶ ἡ σελήνη καὶ τὰ ἄστρα κυκλοῖ τὴν γῆν ἀπὸ δύσεως ἐπὶ βορρᾶν καὶ οὕτω πάλιν ἐπὶ τὴν ἀνατολὴν ἀφικνεῖται. Ὅμως, εἴτε οὕτως, εἴτε ἐκείνως, ἅπαντα τῷ θείῳ προστάγματι γέγονέ τε καὶ ἥδρασται καὶ τὸ θεῖον θέλημά τε καὶ βούλημα θεμέλιον ἀσάλευτον κέκτηται. «Αὐτὸς γὰρ εἶπε, καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν. Ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται». Ἔστι μὲν οὖν οὐρανὸς τοῦ οὐρανοῦ ὁ πρῶτος οὐρανός, ἐπάνω ὑπάρχων τοῦ στερεώματος. Ἰδοὺ δύο οὐρανοί· «καὶ τὸ στερέωμα γὰρ ἐκάλεσεν ὁ Θεὸς οὐρανόν». Σύνηθες δὲ τῇ θείᾳ Γραφῇ καὶ τὸν ἀέρα οὐρανὸν καλεῖν διὰ τὸ ὁρᾶσθαι ἄνω. «Εὐλογεῖτε» γάρ, φησί, «πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ», τοῦ ἀέρος λέγω. Ὁ ἀὴρ γὰρ τῶν πετεινῶν ἐστι πορεία, καὶ οὐχ ὁ οὐρανός. Ἰδοὺ τρεῖς οὐρανοί, οὓς ὁ θεῖος ἔφη ἀπόστολος. Εἰ δὲ καὶ τὰς ἑπτὰ ζώνας ἑπτὰ οὐρανοὺς ἐκλαβεῖν θελήσειας, οὐδὲν τῷ λόγῳ τῆς ἀληθείας λυμαίνεται. Σύνηθες δὲ καὶ τῇ Ἑβραΐδι φωνῇ τὸν οὐρανὸν πληθυντικῶς καλεῖν οὐρανούς. Οὐρανὸν οὖν οὐρανοῦ βουλομένη εἰπεῖν, οὐρανοὺς οὐρανῶν ἔφησεν, ὅπερ δηλοῖ οὐρανὸν οὐρανοῦ τὸν ἐπάνω τοῦ στερεώματος, καὶ τὰ ὕδατα δὲ τὰ ἐπάνω τῶν οὐρανῶν ἢ τοῦ ἀέρος καὶ τοῦ στερεώματος ἢ τῶν ἑπτὰ ζωνῶν τοῦ στερεώματος ἢ τοῦ στερεώματος τῇ συνηθείᾳ τῆς Ἑβραΐδος πληθυντικῶς οὐρανῶν ὀνομαζομένου. Πάντα μὲν οὖν τὰ κατὰ γένεσιν ὑπόκειται φθορᾷ κατὰ τὴν τῆς φύσεως ἀκολουθίαν, καὶ οἱ οὐρανοί, χάριτι δὲ Θεοῦ συνέχονταί τε καὶ συντηροῦνται. Μόνον δὲ τὸ θεῖον ἄναρχόν τε φύσει καὶ ἀτελεύτητον. Διὸ καὶ εἴρηται· «Αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις»· ὅμως οὐκ εἰς τὸ παντελὲς ἀφανισθήσονται οἱ οὐρανοί· «παλαιωθήσονται μὲν γὰρ καὶ ὡσεὶ περιβόλαιον εἱλιγήσονται καὶ ἀλλαγήσονται» καὶ «ἔσται οὐρανὸς καινὸς καὶ γῆ καινή». Πολλῷ δὲ τῷ μέτρῳ ὁ οὐρανὸς μείζων ὑπάρχει τῆς γῆς. Τὴν μέντοι οὐσίαν τοῦ οὐρανοῦ οὐ δεῖ ζητεῖν, ἄγνωστον ἡμῖν οὖσαν. Μηδεὶς δὲ ἐψυχωμένους τοὺς οὐρανοὺς ἢ τοὺς φωστῆρας ὑπολαμβανέτω· ἄψυχοι γάρ εἰσι καὶ ἀναίσθητοι. Ὥστε εἰ καί φησιν ἡ θεία Γραφή· «Εὐφραινέσθωσαν οἱ οὐρανοί, καὶ ἀγαλλιάσθω ἡ γῆ», τοὺς ἐν οὐρανῷ ἀγγέλους καὶ τοὺς ἐν τῇ γῇ ἀνθρώπους πρὸς εὐφροσύνην καλεῖ· Οἶδε δὲ ἡ Γραφὴ καὶ προσωποποιεῖν, καὶ ὡς ἐπὶ ἐμψύχων περὶ τῶν ἀψύχων διαλέγεσθαι, ὡς τὸ· «ἡ θάλασσα εἶδε καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω», καὶ «τί σοί ἐστι, θάλασσα, ὅτι ἔφυγες καί σοί, Ἰορδάνη, ὅτι ἐστράφης εἰς τά ὀπίσω»; Καὶ ὄρη καὶ βουνοὶ ἐρωτῶνται λόγους σκιρτήσεως, ὥσπερ καὶ ἡμῖν σύνηθες λέγειν «συνήχθη ἡ πόλις», οὐ τὰς οἰκοδομὰς σημαίνειν βουλομένοις, ἀλλὰ τοὺς τῆς πόλεως οἰκήτορας· καὶ «οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ», οὐ φωνὴν ὠσίν αἰσθητοῖς ἀκουομένην ἀφιέντες, ἀλλ᾿ ἐκ τοῦ οἰκείου μεγέθους τὴν τοῦ Δημιουργοῦ δύναμιν ἡμῖν παριστάνοντες, ὧν τὸ κάλλος κατανοοῦντες, τὸν ποιητὴν ὡς ἀριστοτέχνην δοξάζομεν.
ΚΕΦΑΛΑΙΟN 21. Περὶ φωτός, πυρός, φωστήρων ἡλίου τε καὶ σελήνης καὶ ἄστρων
Τὸ πῦρ ἓν τῶν τεσσάρων στοιχείων ἐστί, κοῦφόν τε καὶ ἀνωφερέστερον τῶν λοιπῶν, καυστικόν τε καὶ φωτιστικόν, τῇ πρώτῃ ἡμέρᾳ ὑπὸ τοῦ Δημιουργοῦ κτισθέν· φησὶ γὰρ ἡ θεία Γραφή· «Καὶ εἶπεν ὁ Θεός· Γενηθήτω φῶς, καὶ ἐγένετο φῶς». Οὐχ ἕτερον γάρ ἐστι τὸ πῦρ, εἰ μὴ τὸ φῶς, ὥς τινές φασιν. Ἕτεροι δὲ τὸ «κοσμικὸν πῦρ» ὑπὲρ τὸν ἀέρα φασίν, ὃ καλοῦσιν αἰθέρα. Ἐν ἀρχῇ μὲν οὖν ἐποίησεν ὁ Θεὸς τὸ φῶς, ἤτοι τῇ πρώτῃ ἡμέρᾳ, καλλωπισμὸν καὶ κόσμον πάσης τῆς ὁρατῆς κτίσεως· ἄφελε γὰρ τὸ φῶς, καὶ πάντα ἐν τῷ σκότει ἀδιάγνωστα μένουσι τὴν οἰκείαν μὴ δυνάμενα εὐπρέπειαν ἐπιδείξασθαι. «Ἐκάλεσε δὲ ὁ Θεὸς τὸ μὲν φῶς ἡμέραν, τὸ δὲ σκότος ἐκάλεσε νύκτα». Σκότος δέ ἐστιν οὐκ οὐσία τις, ἀλλὰ συμβεβηκός· φωτὸς γάρ ἐστι στέρησις. Ὁ γὰρ ἀὴρ οὐκ ἐν τῇ οὐσίᾳ αὐτοῦ ἔχει τὸ φῶς. Αὐτὸ οὖν τὸ ἐστερῆσθαι τὸν ἀέρα φωτὸς σκότος ἐκάλεσεν ὁ Θεός. Καὶ οὐχὶ ἡ οὐσία τοῦ ἀέρος ἐστὶ σκότος, ἀλλ᾿ ἡ τοῦ φωτὸς στέρησις, ὅπερ συμβεβηκὸς μᾶλλον δηλοῖ ἤπερ οὐσίαν. Οὐκ ἐκλήθη δὲ πρώτη ἡ νύξ, ἀλλ᾿ ἡ ἡμέρα· ὥστε πρώτη ἐστὶν ἡ ἡμέρα καὶ ἐσχάτη ἡ νύξ. Ἀκολουθεῖ οὖν ἡ νὺξ τῇ ἡμέρᾳ, καὶ ἀπ᾿ ἀρχῆς τῆς ἡμέρας ἕως τῆς ἄλλης ἡμέρας ἓν νυχθήμερόν ἐστιν· ἔφη γὰρ ἡ Γραφή· «Καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωί, ἡμέρα μία». Ἐν μὲν οὖν ταῖς τρισὶν ἡμέραις ἀναχεομένου καὶ συστελλομένου τοῦ φωτὸς τῷ θείῳ προστάγματι ἥ τε ἡμέρα καὶ ἡ νὺξ ἐγένετο. Τῇ δὲ τετάρτῃ ἡμέρᾳ ἐποίησεν ὁ Θεὸς τὸν φωστῆρα τὸν μέγαν, ἤτοι τὸν ἥλιον εἰς ἀρχὰς καὶ ἐξουσίας τῆς ἡμέρας· δι᾿ αὐτοῦ γὰρ ἡ ἡμέρα συνίσταται· ἡμέρα γάρ ἐστιν ἐν τῷ τὸν ἥλιον ὑπὲρ γῆν εἶναι, καὶ διάστημα ἡμέρας ἐστὶν ὁ ἀπὸ ἀνατολῆς μέχρι δύσεως ὑπὲρ γῆν τοῦ ἡλίου δρόμος· καὶ τὸν φωστῆρα τὸν ἐλάσσω, ἤτοι τὴν σελήνην καὶ τοὺς ἀστέρας εἰς ἀρχὰς καὶ ἐξουσίας τῆς νυκτὸς τοῦ φωτίζειν αὐτήν. Νὺξ δέ ἐστιν ἐν τῷ τὸν ἥλιον ὑπὸ γῆν εἶναι, καὶ διάστημα νυκτός ἐστιν ὁ ἀπὸ δύσεως μέχρις ἀνατολῆς ὑπὸ γῆν τοῦ ἡλίου δρόμος. Ἡ σελήνη τοίνυν καὶ οἱ ἀστέρες ἐτάχθησαν τὴν νύκτα φωτίζειν, οὐχ ὡς τῇ ἡμέρᾳ πάντοτε ὑπὸ γῆν ὄντες (εἰσὶ γὰρ καὶ ἐν ἡμέρᾳ ἀστέρες ἐν τῷ οὐρανῷ ὑπὲρ γῆν), ἀλλ᾿ ὁ ἥλιος τούτους ἅμα καὶ τὴν σελήνην τῇ σφοδροτέρᾳ αἴγλῃ ἀποκρύπτων οὐκ ἐᾷ φαίνεσθαι. Τοῖς φωστῆρσι τούτοις τὸ πρωτόκτιστον φῶς ὁ Δημιουργὸς ἐναπέθετο οὐχ ὡς ἀπορῶν ἄλλου φωτός, ἀλλ᾿ ἵνα μὴ ἀργὸν ἐκεῖνο μείνῃ τὸ φῶς· φωστὴρ γάρ ἐστιν οὐκ αὐτὸ τὸ φῶς, ἀλλὰ φωτὸς δοχεῖον. Ἐκ τούτων τῶν φωστήρων ἑπτὰ πλανήτας φασί. Καὶ λέγουσιν αὐτοὺς ἐναντίαν τοῦ οὐρανοῦ κινεῖσθαι κίνησιν, διὸ καὶ πλανήτας αὐτοὺς ἐκάλεσαν· τὸν μὲν γὰρ οὐρανόν φασιν ἐξ ἀνατολῶν ἐπὶ δυσμὰς κινεῖσθαι, τοὺς δὲ πλανήτας ἐκ δυσμῶν ἐπὶ ἀνατολάς· συμπεριφέρειν δὲ τὸν οὐρανὸν τῇ ἑαυτοῦ κινήσει ὡς ὀξυτέρᾳ τοὺς ἑπτὰ πλανήτας. Τῶν δὲ ἑπτὰ πλανητῶν τὰ ὀνόματά ἐστι ταῦτα· Ἥλιος, Σελήνη, Ζεύς, Ἑρμῆς, Ἄρης, Ἀφροδίτη, Κρόνος. Εἶναι δὲ καθ᾿ ἑκάστην ζώνην τοῦ οὐρανοῦ ἕνα τῶν ἑπτὰ πλανητῶν· ἐν μὲν τῇ πρώτῃ, ἤτοι ἀνωτέρᾳ, τὸν Κρόνον, ἐν δὲ τῇ δευτέρᾳ τὸν Δία, ἐν δὲ τῇ τρίτῃ τὸν Ἄρεα, ἐν δὲ τῇ τετάρτῃ τὸν Ἥλιον, ἐν δὲ τῇ πέμπτῃ τὴν Ἀφροδίτην, ἐν δὲ τῇ ἕκτῃ τὸν Ἑρμῆν, ἐν δὲ τῇ ἑβδόμῃ καὶ κατωτέρᾳ τὴν Σελήνην. Τρέχουσι δὲ δρόμον ἄληκτον, ὃν ὁ Δημιουργὸς ἔταξεν αὐτοῖς, καὶ καθὼς ἐθεμελίωσεν αὐτά, ὥς φησιν ὁ θεῖος Δαυίδ· «Σελήνην καὶ ἀστέρας, ἃ σὺ ἐθεμελίωσας». Διὰ γὰρ τοῦ εἰπεῖν «ἐθεμελίωσας» ἐσήμανε τὸ πάγιον καὶ ἀμετάβλητον τῆς ὑπὸ Θεοῦ δοθείσης αὐτοῖς τάξεώς τε καὶ εἱρμοῦ. Ἔταξε γὰρ αὐτοὺς εἰς καιροὺς καὶ εἰς ἡμέρας καὶ εἰς ἐνιαυτούς. Διὰ μὲν γὰρ τοῦ ἡλίου αἱ τέσσαρες τροπαὶ συνίστανται. Καὶ πρώτη μὲν ἡ ἐαρινή· ἐν αὐτῇ γὰρ ἐποίησεν ὁ Θεὸς τὰ σύμπαντα καὶ δηλοῖ τὸ καὶ μέχρι τοῦ νῦν ἐν αὐτῇ τῶν ἀνθῶν τὴν βλάστησιν γίνεσθαι, ἥτις καί ἰσημερινὴ τροπή ἐστιν· δώδεκα γὰρ ὡρῶν τήν τε ἡμέραν καὶ τὴν νύκτα καθίστησιν. Αὕτη ἐκ τῆς μέσης ἀνατολῆς τοῦ ἡλίου συνίσταται, εὐκραὴς οὖσα, αἵματος αὐξητική, θερμὴ καὶ ὑγρὰ ὑπάρχουσα καὶ δι᾿ ἑαυτῆς μεσιτεύουσα τῷ χειμῶνί τε καὶ τῷ θέρει, τοῦ μὲν χειμῶνος θερμοτέρα καὶ ξηροτέρα, τοῦ δὲ θέρους ψυχροτέρα καὶ ὑγροτέρα. Διατείνει δὲ αὕτη ἡ ὥρα ἀπὸ Μαρτίου κα´ μέχρις Ἰουνίου κδ´. Εἶτα ὑψουμένης τῆς τοῦ ἡλίου ἀνατολῆς ἐπὶ τὰ βορειότερα μέρη ἡ θερινὴ τροπὴ διαδέχεται, μεσιτεύουσα τῷ τε ἔαρι καὶ τῷ μετοπώρῳ, ἐκ μὲν τοῦ ἔαρος τὸ θερμὸν ἔχουσα, ἐκ δὲ τοῦ μετοπώρου τὸ ξηρόν· θερμὴ γάρ ἐστι καὶ ξηρὰ καὶ τὴν ξανθὴν αὔξει χολήν. Αὕτη δὲ μεγίστην μὲν τὴν ἡμέραν ἔχει ὡρῶν πεντεκαίδεκα, τὴν δὲ νύκτα πάνυ σμικροτάτην, ὡρῶν ἐννέα διάστημα ἔχουσαν. Καὶ αὕτη δὲ διατείνει ἀπὸ Ἰουνίου κδ´ μέχρι μηνὸς Σεπτεμβρίου κε´. Εἶτα πάλιν εἰς τὴν μέσην ἀνατολὴν τοῦ ἡλίου ἐπανιόντος ἡ μετοπωρινὴ τροπὴ τὴν θερινὴν τροπὴν ἀμείβει, μέση πως ἔχουσα ψύξεώς τε καὶ θέρμης, ξηρότητός τε καὶ ὑγρότητος, καὶ μεσιτεύουσα τῇ τε θερινῇ καὶ τῇ χειμερινῇ τροπῇ, ἐκ μὲν τῆς θερινῆς τὸ ξηρόν, ἐκ δὲ τῆς χειμερινῆς τὸ ψυχρὸν ἔχουσα· ψυχρὰ γάρ ἐστι καὶ ξηρὰ χολῆς τε μελαίνης αὐξητικὴ πέφυκεν. Αὕτη πάλιν ἰσημερινὴ τροπὴ ὑπάρχει δώδεκα ὡρῶν τήν τε ἡμέραν καὶ τὴν νύκτα ἔχουσα. Διατείνει δὲ αὕτη ἀπὸ Σεπτεμβρίου κε´ μέχρι Δεκεμβρίου κε´. Τοῦ δὲ ἡλίου ἐπὶ τὴν μικροτέραν καὶ χθαμαλωτέραν, ἤτοι μεσημβρινὴν ἀνατολὴν κατιόντος, ἡ χειμερινὴ ἐπιλαμβάνεται τροπή, ψυχρά τε καὶ ὑγρὰ τυγχάνουσα καὶ μεσιτεύουσα τῇ τε μετοπωρινῇ καὶ τῇ ἐαρινῇ, ἐκ μὲν τῆς μετοπωρινῆς τὸ ψυχρὸν ἔχουσα, ἐκ δὲ τῆς ἐαρινῆς τὸ ὑγρὸν κεκτημένη. Αὕτη δὲ σμικροτάτην μὲν τὴν ἡμέραν ἔχει, ἐννέα ὡρῶν ὑπάρχουσαν, τὴν δὲ νύκτα μεγίστην, ὡρῶν ὑπάρχουσαν πεντεκαίδεκα, φλέγματος δὲ αὕτη ὑπάρχει αὐξητική. Διατείνει δὲ ἀπὸ κε´ Δεκεμβρίου μέχρις κά Μαρτίου. Σοφῶς γὰρ ὁ Δημιουργὸς προενοήσατο, ὡς ἂν μὴ ἐξ ἄκρας ψυχρότητος ἢ θερμότητος ἢ ὑγρότητος ἢ ξηρότητος ἐπὶ τὴν ἄκραν ἐναντίαν ἐρχόμενοι ποιότητα χαλεποῖς περιπέσωμεν ἀρρωστήμασι· σφαλερὰς γὰρ τὰς αἰφνιδίους μεταβολὰς οἶδεν ὁ λόγος. Οὕτω μὲν οὖν ὁ ἥλιος τὰς τροπὰς καὶ δι᾿ αὐτῶν τὸν ἐνιαυτὸν ἀπεργάζεται, καὶ τὰς ἡμέρας δὲ καὶ τάς νύκτας· τὰς μὲν ἀνατέλλων καὶ ὑπὲρ γῆν γινόμενος, τὰς δὲ ὑπὸ γῆν δύνων καὶ τοῖς ἄλλοις φωστῆρσι, σελήνῃ τε καὶ ἄστρασι, τὴν φαῦσιν παραχωρῶν συνίστησι. Φασὶ δὲ καὶ δώδεκα ζῴδια ἐξ ἀστέρων εἶναι ἐν τῷ οὐρανῷ, ἐναντίαν κίνησιν ἔχοντα τῷ τε ἡλίῳ καὶ τῇ σελήνῃ καὶ τοῖς ἄλλοις πέντε πλανήταις, καὶ διὰ τῶν δώδεκα ζῳδίων παρέρχεσθαι τοὺς ἑπτά. Ὁ μὲν οὖν ἥλιος καθ᾿ ἕκαστον ζῴδιον ἀποτελεῖ μῆνα ἕνα καὶ διὰ τῶν δώδεκα μηνῶν τὰ δώδεκα ζῴδια διέρχεται. Τῶν δὲ δώδεκα ζῳδίων τὰ ὀνόματά ἐστι ταῦτα καὶ οἱ τούτων μῆνες. Κριὸς, μηνὶ Μαρτίῳ κα´ δέχεται τὸν ἥλιον, Ταῦρος Ἀπριλίῳ κγ´, Δίδυμοι Μαΐῳ κδ´, Καρκῖνος Ἰουνίῳ κδ´, Λέων Ἰουλίῳ κε´, Παρθένος Αὐγούστῳ κε´, Ζυγὸς Σεπτεμβρίῳ κε´, Σκορπίος Ὀκτωβρίῳ κε´, Τοξότης Νοεμβρίῳ κε´, Αἰγόκερως Δεκεμβρίῳ κε´, Ὑδροχόος Ἰανουαρίῳ κε´, Ἰχθύες Φεβρουαρίῳ κδ´. Ἡ δὲ σελήνη καθ᾿ ἕκαστον μῆνα τὰ δώδεκα ζῴδια διέρχεται κατωτέρα οὖσα καὶ ταχύτερον ταῦτα διοδεύουσα· ὡς γάρ, ἐὰν ποιήσῃς πόλον ἔνδον ἄλλου πόλου, ὁ ἔνδον πόλος μικρότερος εὑρεθήσεται, οὕτως καὶ ὁ δρόμος τῆς σελήνης κατωτέρας οὔσης ὀλιγώτερός ἐστι καὶ ἀνύεται τάχιον. Οἱ μὲν οὖν Ἕλληνες διὰ τῆς τῶν ἄστρων τούτων ἡλίου τε καὶ σελήνης ἀνατολῆς καὶ δύσεως καὶ συγκρούσεώς φασι πάντα διοικεῖσθαι τὰ καθ᾿ ἡμᾶς· περὶ ταῦτα γὰρ ἡ ἀστρολογία καταγίνεται. Ἡμεῖς δέ φαμεν, ὅτι σημεῖα μὲν ἐξ αὐτῶν γίνονται, ὄμβρου καὶ ἀνομβρίας, ψύξεώς τε καὶ θέρμης, ὑγρότητος καὶ ξηρότητος καὶ ἀνέμων καὶ τῶν τοιούτων, τῶν δὲ ἡμετέρων πράξεων οὐδαμῶς. Ἡμεῖς γὰρ αὐτεξούσιοι ὑπὸ τοῦ Δημιουργοῦ γενόμενοι κύριοι τῶν ἡμετέρων ὑπάρχομεν πράξεων. Εἰ γὰρ ἐκ τῆς τῶν ἀστέρων φορᾶς πάντα πράττομεν, κατ᾿ ἀνάγκην πράττομεν, ἃ πράττομεν· τὸ δὲ κατ᾿ ἀνάγκην γινόμενον οὔτε ἀρετὴ οὔτε κακία ἐστίν. Εἰ δὲ μήτε ἀρετὴν μήτε κακίαν κεκτήμεθα, οὔτε ἐπαίνων καὶ στεφάνων, οὔτε ψόγων ἢ κολάσεων ὑπάρχομεν ἄξιοι· εὑρεθήσεται δὲ καὶ ὁ Θεὸς ἄδικος τοῖς μὲν ἀγαθά, τοῖς δὲ θλίψεις διδούς. Ἀλλ᾿ οὐδὲ κυβέρνησιν, οὐδὲ τῶν ἑαυτοῦ κτισμάτων ὁ Θεὸς ποιήσεται πρόνοιαν, εἰ κατ᾿ ἀνάγκην ἄγονται τὰ πάντα καὶ φέρονται. Καὶ τὸ λογικὸν δὲ περιττὸν ἐν ἡμῖν ἔσται· μηδεμιᾶς γὰρ ὄντες πράξεως κύριοι περιττῶς βουλευόμεθα. Τὸ δὲ λογικὸν πάντως τῆς βουλῆς ἡμῖν ἕνεκεν δέδοται· ὅθεν πᾶν λογικὸν καὶ αὐτεξούσιον. Ἡμεῖς δέ φαμεν, ὅτι οὐκ αὐτὰ αἴτιά τινός εἰσι τῶν γινομένων, οὔτε γενέσεως τῶν γινομένων, οὔτε τῶν φθειρομένων φθορᾶς· σημεῖα δὲ μᾶλλον ὄμβρων τε καὶ τῆς τοῦ ἀέρος μεταβολῆς. Ἴσως δ᾿ ἄν τις εἴποι, ὅτι καὶ πολέμων οὐκ αἴτια, ἀλλὰ σημεῖα συνίστανται· καὶ ἡ ποιότης δὲ τοῦ ἀέρος, ποιουμένου ὑπὸ ἡλίου καὶ σελήνης καὶ τῶν ἀστέρων, ἄλλως καὶ ἄλλως διαφόρους κράσεις καὶ ἕξεις καὶ διαθέσεις συνίστησιν. Αἱ δὲ ἕξεις τῶν ἐφ᾿ ἡμῖν· κρατοῦνται γὰρ τῷ λόγῳ καὶ ἄγονται τρεπόμεναι. Συνίστανται δὲ πολλάκις καὶ κομῆται, σημεῖά τινα θάνατον δηλοῦντα βασιλέων, ἅτινα οὔκ εἰσι τῶν ἐξ ἀρχῆς γεγενημένων ἄστρων, ἀλλὰ τῷ θείῳ προστάγματι κατ᾿ αὐτὸν τὸν καιρὸν συνίστανται καὶ πάλιν διαλύονται. Ἐπεὶ καὶ ὁ κατὰ τὴν τοῦ Κυρίου δι᾿ ἡμᾶς κατὰ σάρκα φιλάνθρωπον καὶ σωτήριον γέννησιν ὀφθεὶς τοῖς μάγοις ἀστὴρ οὐ τῶν ἐν ἀρχῇ γενομένων ἄστρων ἦν. Καὶ δῆλον ἐκ τοῦ ποτὲ μὲν ἐξ ἀνατολῆς ἐπὶ δύσιν ποιεῖσθαι τὸν δρόμον, ποτὲ δὲ ἐκ βορρᾶ ἐπὶ νότον, καὶ ποτὲ μὲν κρύπτεσθαι, ποτὲ δὲ φαίνεσθαι· τοῦτο γὰρ οὐκ ἔστιν ἄστρων τάξεως ἢ φύσεως. Χρὴ δὲ γινώσκειν, ὡς ἐκ τοῦ ἡλίου φωτίζεται ἡ σελήνη οὐχ ὡς ἀπορήσαντος τοῦ Θεοῦ δοῦναι αὐτῇ ἴδιον φῶς, ἀλλ᾿ ἵνα ῥυθμὸς καὶ τάξις ἐντεθῇ τῇ κτίσει, ἄρχοντος καὶ ἀρχομένου, καὶ παιδευθῶμεν καὶ ἡμεῖς κοινωνεῖν ἀλλήλοις καὶ μεταδιδόναι καὶ ὑποτάσσεσθαι, πρῶτον μὲν τῷ ποιητῇ καὶ Δημιουργῷ, Θεῷ καὶ Δεσπότῃ, ἔπειτα καὶ τοῖς ὑπ᾿ αὐτοῦ καθισταμένοις ἄρχουσι, καὶ μὴ ἀνακρίνειν, τίνος ἕνεκεν οὗτος ἄρχει, ἐγὼ δὲ οὔ, δέχεσθαι δὲ πάντα τά ἐκ Θεοῦ εὐχαρίστως καὶ εὐγνωμόνως. Ἐκλείπει δὲ ὅ τε ἥλιος καὶ ἡ σελήνη τῶν τὴν κτίσιν προσκυνούντων παρὰ τὸν κτίσαντα τὴν ἄνοιαν διελέγχοντα καὶ παιδεύοντα, ὡς τρεπτά εἰσι καὶ ἀλλοιωτά. Πᾶν δὲ τρεπτὸν οὐ Θεός· κατὰ τὴν ἰδίαν γὰρ φύσιν φθαρτὸν ἅπαν τρεπτόν. Ἐκλείπει δὲ ὁ μὲν ἥλιος τοῦ σώματος τῆς σελήνης ὥσπερ τινός μεσότοιχον γινομένου καὶ ἀποσκιάζοντος καὶ μὴ ἐῶντος διαδοθῆναι ἡμῖν τὸ φῶς. Ὅσον οὖν εὑρεθῇ τὸ σῶμα τῆς σελήνης ἀποκρύπτον τὸν ἥλιον, τοσοῦτον καὶ ἡ ἔκλειψις γίνεται. Εἰ δὲ μικρότερόν ἐστι τὸ τῆς σελήνης σῶμα, μὴ θαυμάσῃς· καὶ ὁ ἥλιος γὰρ ὑπό τινων λέγεται πολυπλασίων τῆς γῆς, ὑπὸ δὲ τῶν Πατέρων ἴσος τῆς γῆς· καὶ πολλάκις μικρὸν νέφος καλύπτει αὐτὸν ἢ καὶ μικρὸς βουνὸς ἢ τοῖχος. Ἡ δὲ τῆς σελήνης ἔκλειψις ἐκ τοῦ ἀποσκιάσματος τῆς γῆς γίνεται, ὅτε γένηται πεντεκαιδεκαταία ἡ σελήνη καὶ εὑρεθῇ ἐξ ἐναντίας κατὰ τὸ ἄκρον κέντρον, ὁ μὲν ἥλιος ὑπὸ γῆν, ἡ δὲ σελήνη ὑπὲρ γῆν· ἀποσκίασμα γὰρ ποιεῖ ἡ γῆ καὶ οὐ φθάνει τὸ ἡλιακὸν φῶς φωτίσαι τὴν σελήνην, κἀκεῖθεν ἐκλείπει. Χρὴ δὲ γινώσκειν, ὅτι τελεία ἐκτίσθη ἡ σελήνη ὑπὸ τοῦ Δημιουργοῦ, ἤτοι πεντεκαιδεκαταία· ἔπρεπε γὰρ ἀπηρτισμένην γενέσθαι. Τῇ δὲ τετάρτῃ ἡμέρᾳ, ὡς ἔφημεν, ἔκτισται ὁ ἥλιος. Προέλαβεν οὖν τὸν ἥλιον ἕνδεκα ἡμέρας· ἀπὸ γὰρ τετάρτης ἡμέρας ἕως πεντεκαιδεκάτης ἕνδεκά εἰσι. Διὸ καὶ κατὰ χρόνον οἱ δώδεκα μῆνες τῆς σελήνης ἕνδεκα ἡμέρας λείπουσιν ἐκ τῶν δώδεκα μηνῶν τοῦ ἡλίου· οἱ μὲν γὰρ τοῦ ἡλίου τριακοσίας ἑξήκοντα πέντε ἡμέρας ἔχουσιν. Διὸ τοῦ τετάρτου συντιθεμένου κατὰ τέσσαρα ἔτη μία ἀποτελεῖται ἡμέρα, ἥτις λέγεται βίσεξτον. Καὶ ὁ ἐνιαυτὸς ἐκεῖνος τξστ´ ἡμέρας ἔχει. Οἱ δὲ τῆς σελήνης ἐνιαυτοὶ τνδ´ εἰσιν ἡμερῶν· ἡ γὰρ σελήνη, ἀφ᾿ οὗ γεννηθῇ, ἤγουν ἀνακαινισθῇ, αὔξει, ἕως ἂν γένηται ἡμερῶν ιδ´ ἡμίσεος τετάρτου, καὶ ἄρχεται λήγειν, ἕως ἡμερῶν κθ´ ἡμίσεος, καὶ τελείως γίνεται ἀφώτιστος. Καὶ πάλιν συναπτομένη τῷ ἡλίῳ ἀναγεννᾶται καὶ ἀνακαινίζεται, ὑπόμνημα φέρουσα τῆς ἡμῶν ἀναστάσεως. Καθ᾿ ἕκαστον οὖν ἐνιαυτὸν τὰς ἕνδεκα ἡμέρας ἀποδίδωσι τῷ ἡλίῳ. Κατὰ οὖν τρεῖς χρόνους ὁ ἐμβόλιμος μὴν γίνεται τοῖς Ἑβραίοις, καὶ ὁ ἐνιαυτὸς ἐκεῖνος δεκατριῶν μηνῶν εὑρίσκεται ἐκ τῆς προσθήκης τῶν ἕνδεκα ἡμερῶν. Δῆλον δὲ ὡς σύνθετός ἐστιν ὅ τε ἥλιος καὶ ἡ σελήνη καὶ τὰ ἄστρα, καὶ φθορᾷ κατὰ τὴν ἰδίαν φύσιν ὑπόκεινται. Τὴν δὲ τούτων φύσιν οὐκ ἴσμεν. Τινὲς μὲν οὖν φασι τὸ πῦρ ἐκτός τινος ὕλης ἀφανὲς εἶναι, ὅθεν καὶ σβεννύμενον ἀφανίζεται. Ἕτεροι δὲ τοῦτο σβεννύμενον εἰς ἀέρα φασὶ μεταβάλλεσθαι. Ὁ ζῳδιακὸς κύκλος λοξῶς κινεῖται, διῃρημένος εἰς τμήματα δώδεκα, ἅτινα καλεῖται ζῴδια. Τὸ δὲ ζῴδιον ἔχει δεκανοὺς τρεῖς, μοίρας λ΄· ἡ δὲ μοῖρα ἔχει λεπτὰ ξ´. Ἔχει οὖν ὁ οὐρανὸς μοίρας τξ´, τὸ ὑπὲρ γῆν ἡμισφαίριον μοίρας ρπ´ καὶ τὸ ὑπὸ γῆν ρπ´.
Οἶκοι πλανητῶν Κριὸς καὶ Σκορπίος Ἄρεως, Ταῦρος καὶ Ζυγὸς Ἀφροδίτης, Δίδυμοι καὶ Παρθένος Ἑρμοῦ, Καρκῖνος Σελήνης, Λέων Ἡλίου, Τοξότης καὶ Ἰχθύες Διός, Αἰγόκερως καὶ Ὑδροχόος Κρόνου. Ὑψώματα Κριὸς Ἡλίου, Ταῦρος Σελήνης, Καρκῖνος Διός, Παρθένος Ἄρεως, Ζυγὸς Κρόνου, Αἰγόκερως Ἑρμοῦ, Ἰχθύες Ἀφροδίτης. Τὰ σχήματα τῆς σελήνης. Σύνοδος, ὅτε γένηται ἐν τῇ μοίρᾳ, ἐν ᾗ ἐστιν ὁ ἥλιος· γέννα, ὅταν ἀποστῇ τοῦ ἡλίου μοίρας ιε΄· ἀνατολή, ὅτε φανῇ μηνοειδή δίς, ὅταν ἀπέχῃ μοίρας ξ΄· διχοτόμοι δύο, ὅταν ἀπέχῃ μοίρας ς΄· ἀμφίκυρτοι δύο, ὅταν ἀπέχῃ μοίρας ρκ΄· πλησισέληνοι, αἳ καὶ πλησιφαεῖς, δύο, ὅταν ἀπέχῃ μοίρας ρν΄· πανσέληνος, ὅταν ἀπέχῃ μοίρας ρπ´. Δίς δὲ εἴπομεν, μίαν αὐξούσης καὶ μίαν ληγούσης. Διὰ δύο ἥμισυ ἡμερῶν παρέρχεται ἡ σελήνη ἕκαστον ζῴδιον.
ΚΕΦΑΛΑΙΟN 22. Περὶ ἀέρος καὶ ἀνέμων
Ἀήρ ἐστι στοιχεῖον λεπτότατον, ὑγρόν τε καὶ θερμόν, τοῦ μὲν πυρὸς βαρύτερον, τῆς δὲ γῆς καὶ τῶν ὑδάτων κουφότερον, ἀναπνοῆς καὶ ἐκφωνήσεως αἴτιον, ἀχρωμάτιστον, ἤτοι ἐκ φύσεως χρῶμα μὴ κεκτημένον, διειδές, διαφανές (φωτὸς γάρ ἐστι δεκτικόν) καὶ ταῖς τρισὶν αἰσθήσεσιν ἡμῶν διακονοῦν (δι᾿ αὐτοῦ γὰρ ὁρῶμεν, ἀκούομεν, ὀσφραινόμεθα), δεκτικὸν θάλψεώς τε καὶ ψύξεως ξηρότητός τε καὶ ὑγρότητος, οὗ πᾶσαι αἱ κατὰ τόπον κινήσεις εἰσίν· ἄνω, κάτω, ἔσω, ἔξω, δεξιά, ἀριστερὰ καὶ ἡ κυκλοφορικὴ κίνησις. Οἴκοθεν μὴ κεκτημένος τὸ φῶς, ἀλλ᾿ ὑπὸ ἡλίου καὶ σελήνης καὶ ἄστρων καὶ πυρὸς φωτιζόμενος. Καὶ τοῦτό ἐστιν, ὃ εἶπεν ἡ Γραφή, ὅτι «σκότος ἦν ἐπάνω τῆς ἀβύσσου», θέλουσα δεῖξαι, ὡς οὐκ οἴκοθεν ὁ ἀὴρ τὸ φῶς κέκτηται, ἀλλ᾿ ἄλλη τίς ἐστιν οὐσία ἡ τοῦ φωτός. Ἄνεμος δέ ἐστι κίνησις ἀέρος ἤ ἄνεμός ἐστι ῥεῦμα ἀέρος τῆς τῶν τόπων ἐξαλλαγῆς, ὅθεν ῥεῖ, τάς ἐπωνυμίας ἀμείβων. Καὶ ὁ τόπος δὲ τοῦ ἀέρος ἐστί· τόπος γάρ ἐστιν ἑκάστου σώματος ἡ τούτου περιοχή. Τί δὲ περιέχει τὰ σώματα, εἰ μὴ ἀήρ; Εἰσὶ δὲ τόποι διάφοροι, ὅθεν ἡ τοῦ ἀέρος γίνεται κίνησις, ἐξ ὧν καὶ οἱ ἄνεμοι τὰς ἐπωνυμίας ἔχουσι· δώδεκα δὲ οἱ πάντες εἰσί. Φασὶ δὲ τὸν ἀέρα σβέσιν πυρὸς ἢ ἀτμὸν ὕδατος θερμανθέντος. Ἔστι γοῦν ὁ ἀὴρ κατὰ μὲν τὴν οἰκείαν φύσιν θερμός, ψύχεται δὲ τῇ γειτνιάσει τῇ πρὸς τὸ ὕδωρ καὶ τὴν γῆν, ὡς τὰ μὲν κάτω μέρη αὐτοῦ ψυχρὰ εἶναι, τὰ δὲ ἄνω θερμά. Ἄνεμοι πνέουσιν ἀπὸ ἀνατολῆς θερινῆς καικίας, ὁ καί μέσης, ἀπὸ ἀνατολῆς ἰσημερινῆς ἀπηλιώτης, ἀπὸ ἀνατολῆς χειμερινῆς εὖρος, ἀπὸ δύσεως χειμερινῆς λίψ, ἀπὸ δύσεως ἰσημερινῆς ζέφυρος, ἀπὸ δύσεως θερινῆς ἀργέστης, ἤτοι Ὀλυμπίας, ὁ καὶ Ἰάπυξ. Εἶτα νότος καὶ ἀπαρκτίας ἀντιπνέοντες ἀλλήλοις. Ἔστι δὲ μέσος ἀπαρκτίου καὶ καικίου βορέας. Εὔρου δὲ καὶ νότου μέσος Φοῖνιξ, ὁ καλούμενος εὐρόνοτος. Μέσος δὲ νότου καὶ λιβὸς λιβόνοτος, ὁ καὶ λευκόνοτος. Μέσος δὲ ἀπαρκτίου καὶ ἀργέστου θρασκίας, ἤτοι κέρκιος ὑπὸ τῶν περιοίκων ὀνομαζόμενος. (Ἔθνη δέ οἰκεῖ τά πέρατα κατ’ ἀπηλιώτην Βακτριανοί, κατ’ εὖρον Ἰνδικοί, κατά Φοίνικα Ἐρυθρά θάλασσα καί Αἰθιοπία, κατά λιβόνοτον οἱ ὑπὲρ Σύρτιν Γαράμαντες, κατά λίβα Αἰθίοπες καί οἱ δυσμικοί Ὑπέρμαυροι, κατά ζέφυρον Στῆλαι καί ἀρχαί Λιβύης καί Εὐρώπης, κατά ἀργέστην Ἰβηρία, ἡ νῦν Ἱσπανία, κατά δέ θρασκίαν Κελτοί καί τὰ ὅμορα· κατά ἀπαρκτίαν οἱ ὑπὲρ τὴν Θράκην Σκύθαι, κατά βοῤῥᾶν Πόντος, Μαιῶτις καί Σαρμάται, κατά καικίαν, Κασπία θάλασσα καί Σάκαι).
ΚΕΦΑΛΑΙΟN 23. Περὶ ὑδάτων
Καὶ τὸ ὕδωρ δὲ ἓν τῶν στοιχείων τῶν τεσσάρων ἐστί, ποίημα Θεοῦ, κάλλιστον. Ὕδωρ ἐστὶ στοιχεῖον ὑγρόν τε καὶ ψυχρόν, βαρύ τε καὶ κατωφερές, εὐδιάχυτον. Τούτου δὲ μνημονεύει ἡ θεία Γραφὴ λέγουσα· «Καὶ σκότος ἦν ἐπάνω τῆς ἀβύσσου, καὶ Πνεῦμα Θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος»· ἄβυσσος γὰρ οὐδὲν ἕτερόν ἐστιν, εἰ μὴ ὕδωρ πολύ, οὗ τὸ τέλος ἀκατάληπτον ἀνθρώποις. Ἐν ἀρχῇ μὲν οὖν τὸ ὕδωρ ἐπὶ πᾶσαν τὴν γῆν ἐπεπόλαζε. Καὶ πρῶτον μὲν ἐποίησεν ὁ Θεὸς τὸ στερέωμα διαχωρίζον ἀναμέσον τοῦ ὕδατος τοῦ ἐπάνω τοῦ στερεώματος καὶ τοῦ ὕδατος τοῦ ὑποκάτω τοῦ στερεώματος· ἐν τῷ μέσῳ γὰρ τῆς ἀβύσσου τῶν ὑδάτων ἐστερεώθη τῷ δεσποτικῷ προστάγματι. Ὅθεν καὶ στερέωμα εἶπεν ὁ Θεὸς γενέσθαι, καὶ ἐγένετο. Τίνος δὲ χάριν ἐπάνω τοῦ στερεώματος ὕδωρ ὁ Θεὸς ἀπέθετο; Διὰ τὴν τοῦ ἡλίου καὶ τοῦ αἰθέρος θερμοτάτην ἔκκαυσιν· εὐθέως γὰρ μετὰ τὸ στερέωμα ὁ αἰθὴρ ἐφήπλωται. Καὶ ὁ ἥλιος δὲ σὺν τῇ σελήνῃ καὶ τοῖς ἄστροις ἐν τῷ στερεώματί εἰσι· καὶ εἰ μὴ ἐπέκειτο ὕδωρ, ἐφλέχθη ἂν ὑπὸ τῆς θέρμης τὸ στερέωμα. Εἴτα προσέταξεν ὁ Θεὸς συναχθῆναι τὰ ὕδατα εἰς συναγωγὴν μίαν. Τὸ δὲ «μίαν συναγωγὴν» λέγειν οὐ δηλοῖ τὸ ἐν ἑνὶ τόπῳ συναχθῆναι αὐτά –ἰδοὺ γὰρ μετὰ ταῦτά φησι· «Καὶ τὰ συστήματα τῶν ὑδάτων ἐκάλεσε θαλάσσας»–, ἀλλὰ τὸ ὁμοῦ καθ᾿ ἑαυτὰ κεχωρισμένα τῆς γῆς γενέσθαι τὰ ὕδατα ὁ λόγος ἐδήλωσε. «Συνήχθησαν τοίνυν τὰ ὕδατα εἰς τὰς συναγωγὰς αὐτῶν, καὶ ὤφθη ἡ ξηρά». Ἐντεῦθεν αἱ δύο θάλασσαι αἱ τὴν Αἴγυπτον περιέχουσαι –μέση γὰρ αὕτη τῶν δύο κεῖται θαλασσῶν– συνήχθησαν, διάφορα πελάγη καὶ ὄρη καὶ νήσους καὶ ἀγκῶνας καὶ λιμένας ἔχουσαι καὶ κόλπους διαφόρους περιέχουσαι αἰγιαλούς τε καὶ ἀκτάς –αἰγιαλὸς μὲν γὰρ ὁ ψαμμώδης λέγεται, ἀκτὴ δὲ ἡ πετρώδης καὶ ἀγχιβαθής, ἤτοι ἡ εὐθέως ἐν τῇ ἀρχῇ βάθος ἔχουσα. Ὁμοίως καὶ ἡ κατὰ τὴν ἀνατολήν, ἥτις λέγεται Ἰνδική, καὶ ἡ βορεινή, ἥτις λέγεται Κασπία· καὶ αἱ λίμναι δὲ ἐντεῦθεν συνήχθησαν. Ἔστιν οὖν ὁ μὲν Ὠκεανὸς οἷόν τις ποταμὸς κυκλῶν πᾶσαν τὴν γῆν, περὶ οὗ εἴρηκεν, ὡς ἐμοὶ δοκεῖ, ἡ Γραφή, ὅτι «ποταμὸς ἐκπορεύεται ἐκ τοῦ παραδείσου», πότιμον καὶ γλυκὺ ὕδωρ ἔχων. Οὗτος χορηγεῖ τὸ ὕδωρ ταῖς θαλάσσαις, ὅπερ ἐν ταῖς θαλάσσαις χρονίζον καὶ ἑστὼς ἀκίνητον πικρὸν γίνεται, τοῦ ἡλίου ἀεὶ τὸ λεπτότερον ἀνιμωμένου καὶ τῶν σιφώνων, ὅθεν καὶ τὰ νέφη συνίστανται καὶ οἱ ὄμβροι γίνονται διὰ τῆς διηθήσεως γλυκαινομένου τοῦ ὕδατος. Οὗτος καὶ εἰς τέσσαρας ἀρχὰς, ἤτοι εἰς τέσσαρας ποταμοὺς διαιρεῖται. «Ὄνομα τῷ ἑνὶ Φεισών», τουτέστι Γάγγης ὁ Ἰνδικός. «Καὶ ὄνομα τῷ ἄλλῳ Γηών»· οὗτός ἐστιν ὁ Νεῖλος ὁ ἀπὸ Αἰθιοπίας εἰς Αἴγυπτον κατερχόμενος. Καὶ ὄνομα τῷ τρίτῳ Τίγρις. Καὶ ὄνομα τῷ τετάρτῳ Εὐφράτης. Εἰσὶ δὲ καὶ ἕτεροι πλεῖστοι καὶ μέγιστοι ποταμοί, ὧν οἱ μὲν εἰς τὴν θάλασσαν κενοῦνται, οἱ δὲ καὶ ἐν τῇ γῇ ἀναλίσκονται. Ὅμως καὶ πᾶσα ἡ γῆ διάτρητός ἐστι καὶ ὑπόνομος ὥσπερ τινὰς φλέβας ἔχουσα, δι᾿ ὧν ἐκ τῆς θαλάσσης δεχομένη τὰ ὕδατα τὰς πηγὰς ἀνίησι. Πρὸς οὖν τὴν ποιότητα τῆς γῆς καὶ τὸ τῶν πηγῶν ὕδωρ γίνεται. Διηθεῖται μὲν γὰρ καί διϋλίζεται διὰ τῆς γῆς τὸ θαλάττιον ὕδωρ καὶ οὕτω γλυκαίνεται. Εἰ δὲ ὁ τόπος, ὅθεν ἡ πηγὴ ἀναδίδοται, τύχοι πικρὸς ἢ ἁλμυρός, πρὸς τὴν γῆν καὶ τὸ ὕδωρ ἀνάγεται. Στενούμενον δὲ πολλάκις τὸ ὕδωρ καὶ βίᾳ ῥηγνύμενον θερμαίνεται, κἀντεῦθεν τὰ αὐτοφυῆ θερμὰ ἀνάγονται ὕδατα. Τῷ οὖν θείῳ προστάγματι κοιλώματα ἐν τῇ γῇ γεγόνασι, καὶ οὕτως εἰς τὰς συναγωγὰς αὐτῶν συνήχθη τὰ ὕδατα· ἐντεῦθεν καὶ τὰ ὄρη γεγόνασι. Πρώτῳ τοίνυν τῷ ὕδατι προσέταξεν ὁ Θεὸς ἐξαγαγεῖν ψυχὴν ζῶσαν, ἐπειδὴ ἤμελλε δι᾿ ὕδατος καὶ τοῦ ἐν ἀρχῇ ἐπιφερομένου τοῖς ὕδασιν Ἁγίου Πνεύματος ἀνακαινίζειν τὸν ἄνθρωπον. Τοῦτο γὰρ ὁ θεῖος ἔφη Βασίλειος. Ἐξήγαγε δὲ ζῷα μικρά τε καὶ μεγάλα, κήτη, δράκοντας, ἰχθύας ἐν τοῖς ὕδασιν ἕρποντας καὶ πετεινὰ πτερωτά. Διὰ τῶν πετεινῶν οὖν συνάπτεται τό τε ὕδωρ καὶ ἡ γῆ καὶ ὁ ἀήρ· ἐξ ὑδάτων μὲν γὰρ ταῦτα γέγονεν, ἐν τῇ γῇ δὲ διατρίβει καὶ ἐν ἀέρι ἵπταται. Κάλλιστον δὲ στοιχεῖον τὸ ὕδωρ καὶ πολύχρηστον καὶ ῥύπου καθάρσιον, οὐ μόνον μὲν σωματικοῦ, καὶ ψυχικοῦ δέ, εἰ προσλάβοι τὴν χάριν τοῦ Πνεύματος.
ΚΕΦΑΛΑΙΟN 23. Περὶ πελαγῶν
Διαδέχεται τὸ Αἰγαῖον πέλαγος Ἑλλήσποντος, λήγων εἰς Ἄβυδον καὶ Σηστόν· εἶτα ἡ Προποντὶς, λήγουσα εἰς Χαλκηδόνα καὶ Βυζάντιον, ἔνθα τὰ στενά, ἀφ᾿ ὧν ὁ Πόντος ἄρχεται· εἶτα ἡ Μαιῶτις λίμνη. Πάλιν δὲ ἀπ᾿ ἀρχῆς Εὐρώπης καὶ Λιβύης Ἰβηρικόν, τὸ ἀπὸ Στηλῶν εἰς Πυρήνην τὸ ὄρος· Λιγυστικὸν δὲ, τὸ ἕως τῶν τῆς Τυρρηνίας περάτων· Σαρδώνιον δὲ, τὸ ὑπὲρ τὴν Σαρδὼ, νεῦον πρὸς τὴν Λιβύην κάτω· Τυρρηνικὸν δὲ, τὸ μέχρι Σικελίας λῆγον, ἀρχόμενον ἀπὸ τῶν τῆς Λιγυστικῆς ἄκρων· εἶτα Λιβυκόν· εἶτα Κρητικὸν καὶ Σικελικὸν καὶ Ἰόνιον καὶ Ἄδριον, τὸ δὲ ἀνακεχυμένον ἐκ τοῦ Σικελικοῦ πελάγους, ὃν καλοῦσιν Κορινθιακὸν κόλπον, ἤτοι Ἀλκυονίδα θάλασσαν. Τῷ δὲ Σουνίῳ καὶ Σκυλλαίῳ περιεχόμενον πέλαγος, Σαρωνικόν· εἶτα Μυρτῷον καὶ Ἰκάριον, ἐν ᾧ αἱ Κυκλάδες· εἶτα Καρπάθιον καὶ Παμφύλιον καὶ Αἰγύπτιον. Ὑπὲρ δὲ τὸ Ἰκάριον ἑξῆς ἀναχεῖται τὸ Αἰγαῖον. Ἔστι δὲ ὁ τῆς Εὐρώπης παράπλους ἀπὸ Τανάιδος ποταμοῦ ἐκβολῶν ἕως Ἡρακλέους στηλῶν στάδια Ϛθψθ΄· τῆς δὲ Λιβύης ἀπὸ Τίγγεως ἕως στόματος Κανωβικοῦ στάδια βθσνβ΄· τῆς δὲ Ἀσίας ἀπὸ Κανώβου ἕως Τανάιδος ποταμοῦ μετὰ τῶν κόλπων ὁ παράπλους στάδια δρια´. Ὁμοῦ παράλιος σὺν κόλποις τῆς καθ᾿ ἡμᾶς οἰκουμένης στάδια ιγθοβ´.
ΚΕΦΑΛΑΙΟN 24. Περὶ γῆς καὶ τῶν ἐξ αὐτῆς
Ἡ γῆ ἓν τῶν τεσσάρων στοιχείων ἐστὶ ξηρόν τε καὶ ψυχρὸν καὶ βαρὺ καὶ ἀκίνητον, ὑπὸ τοῦ Θεοῦ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι τῇ πρώτῃ ἡμέρᾳ παρηγμένον. «Ἐν ἀρχῇ» γάρ, φησίν, «ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν», ἧς τὴν ἕδραν καὶ τὴν βάσιν οὐδεὶς τῶν ἀνθρώπων εἰπεῖν δεδύνηται. Οἱ μὲν γὰρ ἐπὶ ὑδάτων φασὶν ἡδράσθαι καὶ πεπῆχθαι αὐτήν, ὥς φησιν ὁ θεῖος Δαυίδ· «Τῷ στερεώσαντι τὴν γῆν ἐπὶ τῶν ὑδάτων», οἱ δὲ ἐπὶ τοῦ ἀέρος. Ἄλλος δέ φησιν· «Ὁ ἑδράσας τὴν γῆν ἐπ᾿ οὐδενός». Καὶ πάλιν ὁ θεηγόρος Δαυὶδ ὡς ἐκ προσώπου τοῦ Δημιουργοῦ· «Ἐγώ», φησίν, «ἐστερέωσα τοὺς στύλους αὐτῆς», τὴν συνεκτικὴν αὐτῆς δύναμιν στύλους ὀνομάσας. Τὸ δὲ «ἐπὶ θαλασσῶν ἐθεμελίωσεν αὐτὴν» δηλοῖ τὸ πανταχόθεν περικεχύσθαι τῇ γῇ τὴν τοῦ ὕδατος φύσιν. Κἂν οὖν ἐφ᾿ ἑαυτῆς, κἂν ἐπὶ ἀέρος, κἂν ἐπὶ ὑδάτων, κἂν ἐπ᾿ οὐδενὸς δῶμεν ἡδράσθαι αὐτήν, χρὴ μὴ ἀφίστασθαι τῆς εὐσεβοῦς ἐννοίας, ἀλλὰ πάντα ὁμοῦ συγκρατεῖσθαι, ὁμολογεῖν καὶ συνέχεσθαι τῇ δυνάμει τοῦ κτίσαντος. Ἐν ἀρχῇ μὲν οὖν, καθώς φησιν ἡ θεία Γραφή, ὑπὸ ὑδάτων ἐκαλύπτετο καὶ ἀκατασκεύαστος, ἤτοι ἀκόσμητος ἦν. Τοῦ δὲ Θεοῦ προστάξαντος τὰ τῶν ὑδάτων δοχεῖα γεγόνασι, καὶ τότε τὰ ὄρη ὑπῆρξαν, τῷ τε θείῳ προστάγματι τὸν οἰκεῖον ἀνείληφε κόσμον παντοδαπέσι χλόαις καὶ φυτοῖς ὡραϊσθεῖσα, οἷς τὸ θεῖον ἐνέθηκε πρόσταγμα δύναμιν αὐξητικήν τε καὶ θρεπτικὴν καὶ σπερματικὴν, ἤτοι ὁμοίου γεννητικήν. Ἐξήγαγε δὲ τοῦ Δημιουργοῦ κελεύσαντος καὶ παντοῖα γένη ζῴων ἑρπετῶν τε καὶ θηρίων καὶ κτηνῶν. Πάντα μὲν πρὸς τὴν τοῦ ἀνθρώπου εὔκαιρον χρῆσιν, ἀλλὰ τούτων τὰ μὲν πρὸς βρῶσιν, οἷον ἐλάφους, πρόβατα, δορκάδας καὶ τὰ τοιαῦτα, τὰ δὲ πρὸς διακονίαν, οἷον καμήλους, βοῦς, ἵππους, ὄνους καὶ τὰ τοιαῦτα, τὰ δὲ πρὸς τέρψιν οἷον πιθήκους, καὶ τῶν ὀρνέων κίσσας τε καὶ ψιττακοὺς καὶ τὰ τοιαῦτα· καὶ τῶν φυτῶν δὲ καὶ βοτανῶν τὰ μὲν κάρπιμα καὶ ἐδώδιμα, τὰ δὲ εὐώδη καὶ ἀνθηρὰ πρὸς τέρψιν ἡμῖν δεδωρημένα, οἷον τὸ ῥόδον καὶ τὰ τοιαῦτα, τὰ δὲ πρὸς νοσημάτων ἴασιν. Οὐκ ἔστι γὰρ οὐδὲν ζῷον, οὐδὲ φυτόν, ἐν ᾧ οὐκ ἐνέργειάν τινα τῇ τῶν ἀνθρώπων χρείᾳ χρησιμεύουσαν ὁ Δημιουργὸς ἐναπέθετο. Ὁ γὰρ τὰ πάντα πρὶν γενέσεως αὐτῶν ἐπιστάμενος εἰδώς, ὡς μέλλει ἐν αὐτεξουσίῳ παραβάσει ὁ ἄνθρωπος γενέσθαι καὶ τῇ φθορᾷ παραδίδοσθαι, πάντα πρὸς εὔκαιρον χρῆσιν αὐτοῦ, τά τε ἐν τῷ στερεώματι τά τε ἐν τῇ γῇ καὶ τὰ ἐν ὕδασιν ἔκτισε. Πρὸ μὲν οὖν τῆς παραβάσεως, πάντα ὑποχείρια τῷ ἀνθρώπῳ ἦν· ἄρχοντα γὰρ αὐτὸν κατέστησεν ὁ Θεὸς πάντων τῶν ἐν τῇ γῇ καὶ τῶν ἐν τοῖς ὕδασι. Καὶ ὁ ὄφις δὲ συνήθης τῷ ἀνθρώπῳ ἦν, μᾶλλον τῶν ἄλλων αὐτῷ προσερχόμενος καὶ τερπνοῖς προσομιλῶν τοῖς κινήμασιν. Ὅθεν δι᾿ αὐτοῦ τὴν κακίστην ὁ ἀρχέκακος Διάβολος ὑποθήκην τοῖς προπάτορσιν εἰσηγήσατο. Καὶ ἡ γῆ δὲ αὐτομάτη τοὺς καρποὺς ἔφερε πρὸς χρείαν τῶν ὑποχειρίων αὐτῷ ζῴων, καὶ οὔτε ὄμβρος ἦν τῇ γῇ οὔτε χειμών. Μετὰ δὲ τὴν παράβασιν, ἡνίκα «παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις καὶ ὡμοιώθη αὐτοῖς», ἄρχειν ἐν ἑαυτῷ τὴν ἄλογον ἐπιθυμίαν τοῦ λογικοῦ νοῦ παρασκευάσας, παρήκοος τῆς τοῦ Δεσπότου ἐντολῆς γενόμενος, ἐπανέστη τῷ ὑπὸ τοῦ Δημιουργοῦ χειροτονηθέντι ἄρχοντι ἡ ὑποχείριος κτίσις, καί ἐτάγη ἐν ἱδρῶτι ἐργάζεσθαι τὴν γῆν, ἐξ ἧς ἐλήφθη. Ἀλλ᾿ οὐδὲ νῦν ἄχρηστος ἡ τῶν θηρίων χρῆσις ἐκφοβοῦσα καὶ πρὸς ἐπίγνωσιν καὶ ἐπίκλησιν τοῦ πεποιηκότος φέρουσα Θεοῦ. Καὶ ἡ ἄκανθα δὲ μετὰ τὴν παράβασιν ἐξεφύη τῆς γῆς κατὰ τὴν τοῦ Κυρίου ἀπόφασιν, μεθ᾿ ἣν συνεζεύχθη καὶ τῇ ἀπολαύσει τοῦ ῥόδου ἡ ἄκανθα εἰς ὑπόμνησιν τῆς παραβάσεως ἡμᾶς ἄγουσα, δι᾿ ἣν ἀκάνθας καὶ τριβόλους ἡ γῆ ἀνατέλλειν ἡμῖν κατεδικάσθη. Ὅτι μὲν ταῦτα οὕτως ἔχει, πιστευτέον ἐκ τοῦ καὶ μέχρι τοῦ νῦν τὴν τούτων διαμονὴν ἐνεργεῖν τὸν τοῦ Κυρίου λόγον· ἔφη γάρ· «Αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν». Σφαιροειδῆ δέ τινές φασι τὴν γῆν, ἕτεροι δὲ κωνοειδῆ. Ἥττων δὲ καὶ πάνυ σμικροτέρα ἐστὶ τοῦ οὐρανοῦ, ὥσπερ τις στιγμὴ ἐν μέσῳ τούτου κρεμαμένη. Καὶ αὐτὴ δὲ παρελεύσεται καὶ ἀλλαγήσεται. Μακάριος δέ ἐστιν ὁ τὴν τῶν πραέων γῆν κληρονομῶν· ἡ γὰρ μέλλουσα τοὺς ἁγίους ὑποδέχεσθαι γῆ ἀθάνατός ἐστι. Τίς οὖν ἀξίως τὴν ἄπειρόν τε καὶ ἀκατάληπτον τοῦ Δημιουργοῦ σοφίαν θαυμάσειεν; Ἢ τίς τῆς πρεπούσης εὐχαριστίας ἐφίκοιτο τοῦ δοτῆρος τῶν τοσούτων ἀγαθῶν;
Εἰσὶ δὲ αἱ γνωσθεῖσαι ἐπαρχίαι τῆς γῆς ἤτοι σατραπίαι αὗται. Εὐρώπης μὲν ἐπαρχίαι λ´, πίνακες ί· (α) Ἰουβερνία, νῆσος Βρετανική (β) Ἀλουίωνος νῆσος Βρετανική (γ) Ἱσπανία Βαιτική (δ) Ἱσπανία Λουσιτανία (ε) Ἱσπανία Ταρακωνησία (στ) Γαλλία Ἀκουιτανία (ζ) Γαλλία Λουγδονησία (η) Γαλλία Κελτική (θ) Γαλλία Ναρβωνησία (ι) Γερμανία μεγάλη ιά Ῥαιτία καὶ Οὐινδελικία ι΄ Νωρικόν ι΄ Παννονία ἡ ἄνω ι΄ Παννονία ἡ κάτω ιέ Ἰλλυρίς ι΄ Δελματία ι΄ Ἰταλία ιή Κύρνος νῆσος ι΄ Σαρδὼ νῆσος ΄ Σικελία νῆσος κά Σαρματία ἡ ἐν Εὐρώπῃ κ΄ Ταυρικὴ Χερσόνησος κ΄ Ἰάζυγες Μετανάσται κ΄ Δακία κέ Μυσία ἡ ἄνω κ΄ Μυσία ἡ κάτω κ΄ Θρᾴκη κή Χερσόνησος κ΄ Μακεδονία ΄ Ἤπειρος λά Ἀχαΐα λ΄ Εὔβοια νῆσος λ΄ Πελοπόννησος λ΄ Κρήτη νῆσος. Λιβύης ἐπαρχίαι ι´, πίνακες ή· ά Μαυριτανία Τιγγιτανή ΄ Μαυριτανία Καισαρηνσία ΄ Νουμιδία ΄ Ἀφρικὴ ὅλη έ Κυρηναϊκὴ πεντάπολις ΄ Μαρμαρική ΄ Λιβύη ή Αἴγυπτος ἡ κάτω ΄ Αἴγυπτος Θηβαΐς ί ἡ ἐντὸς Ἀφρικῆς Λιβύη ιά ἡ ἄνω Αἰγύπτου Αἰθιοπία ι΄ ἡ ἐντὸς τούτων πάντων νωτιωτάτη Αἰθιοπία. Ἀσίας ἠπείρου μεγάλης ἐπαρχίαι μή, κανόνες ι΄· ά Βιθυνία Πόντου ΄ Ἀσία ἡ ἰδίως, πρὸς τῇ Ἐφέσῳ ΄ Φρυγία μεγάλη ΄ Λυκία έ Γαλατία ΄ Παφλαγονία ΄ Παμφυλία ή Καππαδοκία ΄ Ἀρμενία μικρά ί Κιλικία ιά Σαρματία ἡ ἐντὸς Ἀσίας ι΄ Κολχίς ι΄ Ἰβηρία ι΄ Ἀλβανία ιέ Ἀρμενία μεγάλη ι΄ Κύπρος νῆσος ι΄ Συρία κοίλη ιή Συρία Φοινίκη ι΄ Συρία Παλαιστίνη ΄ Ἀραβία Πετραία κά Μεσοποταμία κ΄ Ἀραβία ἔρημος κ΄ Βαβυλωνία κ΄ Ἀσσυρία κέ Σουσιανή κ΄ Μηδία κ΄ Περσίς κή Παρθία κ΄ Καρμανία ἔρημος ΄ Καρμανία ἑτέρα λά Ἀραβία εὐδαίμων λ΄ Ὑρκανία λ΄ Μαργιανή λ΄ Βακτριανή λέ Σογδιανή λ΄ Σακῶν λ΄ Σκυθία ἡ ἐντὸς Ἰμάου ὄρους λή Σκυθία ἡ ἐκτὸς Ἰμάου ὄρους λ΄ Σηρική ΄ Ἀρεία μά Παροπανισάδαι μ΄ Δραγγιανή μ΄ Ἀραχωσία μ΄ Γεδρωσία μέ Ἰνδικὴ ἡ ἐντὸς Γάγγου τοῦ ποταμοῦ μ΄ Ἰνδικὴ ἡ ἐκτὸς Γάγγου τοῦ ποταμοῦ μ΄ Σῖναι μή Ταπροβάνη νῆσος. Ὁμοῦ γίνονται Εὐρώπης μὲν πίνακες ί, ἐπαρχίαι λ´, πόλεις ἐπίσημοι ριή Λιβύης δὲ πίνακες μὲν ή, χῶραι δὲ ι´, πόλεις ἐπίσημοι ν΄ Ἀσίας δὲ μεγάλης πίνακες μὲν ι´, ἐπαρχίαι δὲ μή, πόλεις ἐπίσημοι ρ΄ αἱ πᾶσαι τῆς οἰκουμένης χῶραι Ϟ´, πόλεις τ´. Ἔθνη δὲ οἰκεῖ τὰ πέρατα· κατ᾿ ἀπηλιώτην Βακτριανοί, κατ᾿ εὗρον Ἰνδοί, κατὰ Φοίνικα Ἐρυθρὰ θάλασσα καὶ Αἰθιοπία, κατὰ λευκόνοτον οἱ ὑπὲρ Σύρτιν Γεράμαντες, κατὰ λίβα Αἰθίοπες καὶ δυσμικοὶ Ὑπέρμαυροι, κατὰ ζέφυρον Στῆλαι καὶ ἀρχαὶ Λιβύης καὶ Εὐρώπης, κατὰ ἀργέστην Ἰβηρία ἡ νῦν Ἱσπανία, κατὰ δὲ θρασκίαν Κελτοὶ καὶ τὰ ὅμορα, κατὰ ἀπαρκτίαν οἱ ὑπὲρ Θρᾴκην Σκύθαι, κατὰ βορρᾶν Πόντος Μαιῶτις καὶ Σαρμάται, κατὰ καικίαν Κασπία θάλασσα καὶ Σάκες.
ΚΕΦΑΛΑΙΟN 25. Περὶ παραδείσου
Ἐπειδὴ δὲ ἔμελλεν ὁ Θεὸς ἐξ ὁρατῆς τε καὶ ἀοράτου κτίσεως πλαστουργεῖν τὸν ἄνθρωπον κατ᾿ οἰκείαν εἰκόνα τε καὶ ὁμοίωσιν, ὥσπερ τινὰ βασιλέα καὶ ἄρχοντα πάσης τῆς γῆς καὶ τῶν ἐν αὐτῇ προκαθίστησιν αὐτῷ οἷόν τι βασίλειον, ἐν ᾧ διαιτώμενος μακαρίαν καὶ πανολβίαν ἕξει ζωήν. Οὗτός ἐστιν ὁ θεῖος παράδεισος, Θεοῦ χερσὶν ἐν Ἐδὲμ πεφυτευμένος, εὐφροσύνης καὶ θυμηδίας ἁπάσης ταμιεῖον. Ἐδὲμ γὰρ τρυφὴ ἑρμηνεύεται. Ἐν τῇ ἀνατολῇ μὲν πάσης τῆς γῆς ὑψηλότερος κείμενος, εὐκραὴς δὲ καὶ ἀέρι λεπτῷ καὶ καθαρωτάτῳ περιλαμπόμενος, φυτοῖς ἀειθαλέσι κομῶν, εὐωδίας πλήρης, φωτὸς ἔμπλεως, ὥρας ἁπάσης αἰσθητῆς καὶ κάλλους ὑπερβαίνων ἐπίνοιαν, θεῖον ὄντως χωρίον καὶ ἄξιον τοῦ κατ᾿ εἰκόνα Θεοῦ ἐνδιαίτημα, ἐν ᾧ οὐδὲν τῶν ἀλόγων ηὐλίζετο, μόνος δὲ ὁ ἄνθρωπος, τῶν θείων χειρῶν τὸ πλαστούργημα. Ἐν μέσῳ τούτου ξύλον ζωῆς ὁ Θεὸς ἐφύτευσεν καὶ ξύλον τῆς γνώσεως. Τὸ μὲν ξύλον τῆς γνώσεως ἀπόπειράν τινα καὶ δοκιμὴν καὶ γυμνάσιον τῆς τοῦ ἀνθρώπου ὑπακοῆς καὶ παρακοῆς. Διὸ καὶ ξύλον τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν κέκληται, ἢ ὅτι δύναμιν ἐδίδου γνωστικὴν τοῖς μεταλαμβάνουσι τῆς οἰκείας φύσεως, ὅπερ καλὸν μὲν τοῖς τελείοις, κακὸν δὲ τοῖς ἀτελεστέροις, ἔτι καὶ τὴν ἔφεσιν λιχνοτέροις, ὥσπερ στερεὰ τροφὴ τοῖς ἀπαλοῖς ἔτι καί δεομένοις γάλακτος· οὐκ ἐβούλετο γὰρ ὁ κτίσας ἡμᾶς Θεὸς μεριμνᾶν καὶ περὶ πολλὰ τυρβάζεσθαι, οὐδὲ φροντιστὰς καὶ προνοητὰς τῆς ἰδίας ζωῆς γενέσθαι. Ὅπερ δὴ καὶ πέπονθεν ὁ Ἀδάμ· γευσάμενος γὰρ ἔγνω, ὅτι γυμνὸς ἦν, καὶ περίζωμα ἑαυτῷ περιεποιεῖτο· φύλλα γὰρ συκῆς λαβὼν περιεζώσατο. Πρὸ δὲ τῆς γεύσεως γυμνοὶ ἦσαν ἀμφότεροι, ὅ τε Ἀδὰμ καὶ ἡ Εὔα, καὶ οὐκ ᾐσχύνοντο. Τοιούτους δὲ ἀπαθεῖς ἐβούλετο εἶναι ἡμᾶς ὁ Θεός (ἀπαθείας γὰρ ἄκρας τοῦτό ἐστιν). Ἔτι δὲ καὶ ἀμερίμνους, ἓν ἔργον ἔχοντας, τὸ τῶν ἀγγέλων, ὑμνεῖν ἀλήκτως καὶ ἀδιαλείπτως τὸν κτίσαντα, καὶ τῆς αὐτοῦ κατατρυφᾶν θεωρίας καὶ αὐτῷ ἐπιρρίπτειν τὴν ἑαυτῶν μέριμναν. Ὅπερ καὶ διὰ τοῦ προφήτου Δαυὶδ πρὸς ἡμᾶς ἀπεφθέγξατο· «Ἐπίρριψον ἐπὶ Κύριον τὴν μέριμνάν σου», λέγων, «καὶ αὐτός σε διαθρέψει». Καὶ ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις τοὺς οἰκείους μαθητὰς διδάσκων φησί· «Μὴ μεριμνήσητε τῇ ψυχῇ ὑμῶν, τί φάγητε, καὶ τῷ σώματι ὑμῶν, τί ἐνδύσησθε». Καὶ πάλιν· «Αἰτεῖτε τὴν βασιλείαν τοῦ Θεοῦ καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν». Καὶ πρὸς τὴν Μάρθαν· «Μάρθα, Μάρθα, μεριμνᾷς καὶ τυρβάζῃ περὶ πολλά, ἑνὸς δέ ἐστι χρεία· Μαρία γὰρ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ᾿ αὐτῆς»· τὸ καθῆσθαι δηλονότι παρὰ τοὺς πόδας αὐτοῦ καὶ ἀκούειν τῶν λόγων αὐτοῦ. Τὸ δὲ τῆς ζωῆς ξύλον ἢ ξύλον ἔχον ἐνέργειαν ζωῆς παρεκτικὴν ἢ τοῖς τῆς ζωῆς ἀξίοις καὶ τῷ θανάτῳ οὐχ ὑποκειμένοις μόνοις ἐδώδιμον. Τινὲς μὲν οὖν αἰσθητὸν τὸν παράδεισον ἐφαντάσθησαν, ἕτεροι δὲ νοητόν. Πλὴν ἔμοιγε δοκεῖ, ὅτι ὥσπερ ὁ ἄνθρωπος αἰσθητὸς ἅμα καὶ νοητὸς δεδημιούργητο, οὕτω καὶ τὸ τούτου ἱερώτατον τέμενος αἰσθητὸν ἅμα καὶ νοητὸν καὶ διπλῆν ἔχον τὴν ἔμφασιν· τῷ γὰρ σώματι ἐν τῷ θειοτάτῳ χώρῳ καὶ ὑπερκαλλεῖ, καθὼς ἱστορήσαμεν, αὐλιζόμενος, τῇ ψυχῇ ἐν ὑπερτέρῳ καὶ ἀσυγκρίτῳ καὶ περικαλλεστέρῳ τόπῳ διέτριβε Θεὸν ἔχων οἶκον τὸν ἔνοικον καὶ αὐτὸν ἔχων εὐκλεὲς περιβόλαιον καὶ τὴν αὐτοῦ περιβεβλημένος χάριν καὶ τοῦ μόνου γλυκυτάτου καρποῦ τῆς αὐτοῦ θεωρίας κατατρυφῶν, οἷά τις ἄγγελος ἄλλος καὶ ταύτῃ τρεφόμενος. Ὅπερ δὴ καὶ ξύλον ζωῆς ἀξίως ὠνόμασται· ζωῆς γὰρ θανάτῳ μὴ διακοπτομένης ἡ γλυκύτης τῆς θείας μεθέξεως τοῖς μεταλαμβάνουσι μεταδίδωσιν. Ὃ δὴ καὶ πᾶν ξύλον ὁ Θεὸς ἐκάλεσεν· «Ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει», φησί, «φάγεσθε·» αὐτὸς γάρ ἐστι τὸ πᾶν, ἐν ᾧ καὶ δι᾿ οὗ τὸ πᾶν συνέστηκε. Τὸ δὲ τῆς τοῦ καλοῦ τε καὶ κακοῦ γνώσεως ξύλον ἡ τῆς πολυσχεδοῦς θεωρίας διάγνωσις. Αὕτη δέ ἐστιν ἡ τῆς οἰκείας ἐπίγνωσις φύσεως, ἥτις καλὴ μὲν τοῖς τελείοις καὶ ἐν τῇ θείᾳ θεωρίᾳ βεβιωκόσιν, ἐξ ἑαυτῆς τὴν τοῦ Δημιουργοῦ μεγαλουργίαν δημοσιεύουσα, τοῖς μὴ δεδιόσι μετάπτωσιν διὰ τὸ ἐκ τοῦ χρόνου εἰς ἕξιν τινὰ τῆς τοιαύτης ἐληλακέναι θεωρίας, οὐ καλὴ δὲ τοῖς νέοις ἔτι καὶ τὴν ἔφεσιν λιχνοτέροις, οὓς διὰ τὸ ἀβέβαιον τῆς ἐν τῷ κρείττονι διαμονῆς καὶ μήπω παγίως ἐνεδρασθῆναι τῇ τοῦ μόνου καλοῦ προσεδρείᾳ ἡ τοῦ οἰκείου κηδεμονία σώματος πρὸς ἑαυτὴν ἀνθέλκειν καὶ περισπᾶν πέφυκεν. Οὕτω διπλοῦν οἶμαι τὸν θεῖον παράδεισον. Καὶ ἀληθῶς οἱ θεοφόροι Πατέρες παρέδωκαν οἵ τε οὕτως, οἵ τε ἐκείνως διδάξαντες. Δυνατὸν δὲ νοῆσαι πᾶν ξύλον τὴν ἐκ πάντων τῶν κτισμάτων τῆς θείας δυνάμεως γινομένην ἐπίγνωσιν, ὥς φησιν ὁ θεῖος ἀπόστολος· «Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται». Πασῶν δὲ τῶν ἐννοιῶν καὶ θεωριῶν τούτων ἡ καθ᾿ ἡμᾶς ὑψηλοτέρα πέφυκεν, ἡ τῆς ἡμετέρας φημὶ συστάσεως, ὥς φησιν ὁ θεῖος Δαυίδ· «Ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ», τουτέστιν ἐκ τῆς ἐμῆς κατασκευῆς. Ἐπισφαλὴς δὲ αὕτη τῷ Ἀδὰμ ὑπῆρχε νεοπαγεῖ ὄντι, δι᾿ ἃς εἴπομεν αἰτίας. Ἤ ξύλον μὲν ζωῆς τὴν ἐκ πάντων τῶν αἰσθητῶν ἐγγινομένην θειοτέραν ἔννοιαν καὶ τὴν δι᾿ αὐτῶν ἐπὶ τὸν ἁπάντων γενεσιουργόν τε καὶ δημιουργὸν καὶ αἴτιον ἀναγωγήν, ὅπερ καὶ πᾶν ξύλον ὠνόμασε, τὸ πλῆρες καὶ ἀδιαίρετον, μόνην τε τοῦ καλοῦ φέρων τὴν μέθεξιν, ξύλον δὲ γνώσεως καλοῦ καὶ πονηροῦ τὴν αἰσθητὴν καὶ ἐνήδονον βρῶσιν, τὴν τῷ δοκεῖν μὲν γλυκαίνουσαν, τῷ ὄντι δὲ ἐν μετουσίᾳ κακῶν τὸν μετέχοντα καθιστῶσαν· φησὶ γὰρ ὁ Θεός· «Ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει φαγῇ», διὰ πάντων, οἶμαι, τῶν κτισμάτων ἐπ᾿ ἐμὲ τὸν ποιητὴν ἀναβιβάσθητι, λέγων, καὶ ἕνα καρπὸν ἐκ πάντων κάρπωσαι, ἐμὲ τὴν ὄντως ζωήν. Πάντα σοι ζωὴν καρποφορείτωσαν, καὶ τὴν ἐμὴν μέθεξιν ποιοῦ τῆς οἰκείας ὑπάρξεως σύστασιν· οὕτω γὰρ ἔσῃ ἀθάνατος. «Ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρόν, οὐ φάγεσθε ἀπ᾿ αὐτοῦ. ᾟ δ᾿ ἂν ἡμέρᾳ φάγητε ἀπ᾿ αὐτοῦ, θανάτῳ ἀποθανεῖσθε»· φυσικῶς γὰρ ἡ αἰσθητὴ βρῶσις τοῦ ὑπεκρεύσαντός ἐστιν ἀναπλήρωσις καὶ εἰς ἀφεδρῶνα χωρεῖ καὶ φθοράν· καὶ ἀμήχανον ἄφθαρτον διαμένειν τὸν αἰσθητῆς βρώσεως ἐν μετουσίᾳ γινόμενον.
Ἢ ξύλον μὲν ζωῆς ἡ μετοχὴ τοῦ θεοῦ, δι᾿ ἧς καὶ οἱ ἄγγελοι τρέφονται, δι᾿ ἧς τὴν ἀφθαρσίαν λαμβάνειν ἠμέλλομεν· ἔδει γὰρ ἡμᾶς πρῶτον ἀδιακρίτως ὑποταγῆναι τῷ νόμῳ τοῦ θεοῦ, ἕως εἰς τελείαν ἕξιν τῆς ἀρετῆς ἤλθομεν, καὶ οὕτως δῶρον παρὰ θεοῦ λαβεῖν τὴν διάκρισιν καλοῦ τε καὶ κακοῦ, ὅπερ ἐστὶ ξύλον τοῦ γινώσκειν καλὸν καὶ κακόν. Οὐκ ἀσφαλὴς γὰρ τῷ ἀρτιπαγεῖ ἡ διάκρισις τῶν λογισμῶν καὶ τὸ ἀντιρρητικὸν διὰ τὸ ἐμπαθῆ ἔτι καὶ ἡδυπαθῆ ἔχειν τὸν λογισμόν. Ξύλον μὲν οὖν ζωῆς φημι τὴν ἐκ θεοῦ δεδομένην ἐντολήνξύλον γὰρ ζωῆς ἐστιν ἡ δικαιοσύνη πᾶσι τοῖς ἀντεχομένοις αὐτῆς. Καὶ ηὐλόγηται ξύλον, δι᾿ οὗ δικαιοσύνη πεφύτευται, φησὶ Σολομώνξύλον δὲ γνώσεως τὴν διάκρισιν καλοῦ τε καὶ κακοῦ. Ἔδει οὖν τὸν Ἀδὰμ διὰ τῆς ἀδιακρίτου ὑπακοῆς ἑνωθῆναι θεῷ καὶ πλουτῆσαι τῇ ἑνώσει τὴν θέωσιν ἐν καιρῷ, ὅτε ὁ φύσει θεὸς ηὐδόκει, καὶ πάντων τὴν ἀληθῆ γνῶσίν τε καὶ διάκρισιν καὶ τὴν ἀπέραντον ζωήν. Ἔδει δὲ ἀπόπειραν γενέσθαι τῆς ἀδιακρίτου ὑπακοῆς. Δίδωσι τοίνυν ἐντολὴν ὁ θεός, μὴ γεύσασθαι τοῦ ξύλου τῆς γνώσεως, μὴ πιστεῦσαι τῇ ἰδίᾳ διακρίσει μηδὲ φαγεῖν ἀπὸ ξύλου τινὸς ἔχοντος φυσικὴν ἐνέργειαν ἐμποιητικὴν τῆς ἐπιγνώσεως ἑαυτοῦ ἤτοι τῆς ἰδίας φύσεως. Προσβαλόντος οὖν τοῦ πονηροῦ διὰ τοῦ ὄφεως καὶ εἰπόντος· «ἔσεσθε ὡς θεοὶ γινώσκοντες καλὸν καὶ πονηρόν», ἐὰν φάγητε, ἐπίστευσε τῇ ἰδίᾳ διακρίσει, καὶ ἔδοξεν αὐτῷ καλὸν ἡ θέωσις καὶ ἡ γνῶσις. Καὶ οὐκ ἐλογίσατο, ὅτι πάντα καλὰ ἐν καιρῷ αὐτῶν καὶ οὐ καλὸν τὸ καλόν, εἰ μὴ καλῶς γένηται, καὶ ὡς οὐ χρὴ προαρπάζειν τὸ δοθησόμενον παρὰ γνώμην τοῦ διδόντος τὸ εἶναι καὶ τὸ εὖ εἶναι. Καὶ εἶδεν, ὡς καλόν, καὶ ἔφαγεν καὶ ἐγυμνώθη τῆς πρὸς θεὸν ἐκστάσεως, καὶ διηνοίχθησαν οἱ ὀφθαλμοὶ οἱ σωματικοί, καὶ τὰ πάθη ἐκινήθησαν, καὶ ἔγνωσαν, ὅτι γυμνοί εἰσι, καὶ ᾐσχύνθησαν. Καὶ περιεσπάσθησαν ἀπὸ θεοῦ καὶ ὡς νήπιοι ἐλιχνεύθησαν πρὸς τὴν ἡδονὴν καὶ ἐξωρίσθησαν ἐκ τοῦ ξύλου τῆς ζωῆς καὶ θνητοὶ γεγόνασιν. ᾜδει δὲ ὁ ἐχθρὸς ἐκ τῆς πείρας, ὅτι τὸ προσεδρεύειν θεῷ θεώσεως καὶ ζωῆς αἰωνίου γίνεται πρόξενον.
ΚΕΦΑΛΑΙΟN 26. Περὶ ἀνθρώπου
Οὕτω μὲν οὖν τὴν νοητὴν οὐσίαν ὑπεστήσατο ὁ Θεός, ἀγγέλους φημὶ καὶ πάντα τὰ κατ᾿ οὐρανὸν τάγματα –ταῦτα γὰρ ἀριδήλως νοερᾶς ἐστι καὶ ἀσωμάτου φύσεως· «ἀσωμάτου» δέ φημι συγκρινομένης πρὸς τὴν τῆς ὕλης παχύτητα· μόνον γὰρ ὄντως τὸ θεῖον ἄυλόν τε καὶ ἀσώματον–, ἔτι δὲ καὶ τὴν αἰσθητήν, οὐρανόν τε καὶ γῆν καὶ τὰ τούτων ἐν μέσῳ κείμενα· καὶ τὴν μὲν οἰκείαν (οἰκεία γὰρ Θεῷ ἡ λογικὴ φύσις καὶ νῷ μόνῳ ληπτή), τὴν δὲ πάντῃ που πορρωτάτω κειμένην, ὡς ὑπὸ τὴν αἴσθησιν δηλαδὴ πίπτουσαν. Ἔδει δὲ ἐξ ἀμφοτέρων μίξιν γενέσθαι, καί σοφίας μείζονος γνώρισμα καὶ τῆς περὶ τὰς φύσεις πολυτελείας, ὥς φησιν ὁ θεηγόρος Γρηγόριος, οἷόν τινα σύνδεσμον «τῆς ὁρατῆς τε καὶ ἀοράτου φύσεως». Τὸ δὲ «ἔδει», φημὶ, τὴν τοῦ Δημιουργοῦ ὑπεμφαίνων βούλησιν· αὕτη γὰρ θεσμὸς καὶ νόμος πρεπωδέστατος, καὶ οὐδεὶς ἐρεῖ τῷ πλαστουργῷ· «Τί με ἐποίησας οὕτως»; Ἐξουσίαν γὰρ ἔχει ὁ κεραμεὺς ἐκ τοῦ ἰδίου πηλοῦ διάφορα κατασκευάζειν σκεύη πρὸς ἔνδειξιν τῆς ἑαυτοῦ σοφίας. Ἐπεὶ δὲ ταῦτα οὕτως εἶχεν, ἐξ ὁρατῆς τε καὶ ἀοράτου φύσεως δημιουργεῖ τὸν ἄνθρωπον οἰκείαις χερσὶ κατ᾿ οἰκείαν εἰκόνα τε καὶ ὁμοίωσιν· ἐκ γῆς μὲν τὸ σῶμα διαπλάσας, ψυχὴν δὲ λογικὴν καὶ νοερὰν διὰ τοῦ οἰκείου ἐμφυσήματος δοὺς αὐτῷ, ὅπερ δὴ θείαν εἰκόνα φαμέν· τὸ μὲν γὰρ «κατ᾿ εἰκόνα» τὸ νοερὸν δηλοῖ καὶ αὐτεξούσιον, τὸ δὲ «καθ᾿ ὁμοίωσιν» τὴν τῆς ἀρετῆς κατὰ τὸ δυνατὸν ὁμοίωσιν. Ἅμα δὲ τὸ σῶμα καὶ ἡ ψυχὴ πέπλασται· οὐ τὸ μὲν πρῶτον, τὸ δὲ ὕστερον κατὰ τὰ Ὠριγένους ληρήματα. Ἐποίησεν οὖν ὁ Θεὸς τὸν ἄνθρωπον ἄκακον, εὐθῆ, ἐνάρετον, ἄλυπον, ἀμέριμνον, πάσῃ ἀρετῇ κατηγλαϊσμένον, πᾶσιν ἀγαθοῖς κομῶντα, οἷόν τινα κόσμον δεύτερον, ἐν μεγάλῳ μικρόν, ἄγγελον ἄλλον, προσκυνητὴν μικτόν, ἐπόπτην τῆς ὁρατῆς κτίσεως, μύστην τῆς νοουμένης, βασιλέα τῶν ἐπὶ γῆς, βασιλευόμενον ἄνωθεν, ἐπίγειον καὶ οὐράνιον, πρόσκαιρον καὶ ἀθάνατον, ὁρατὸν καὶ νοούμενον, μέσον μεγέθους καὶ ταπεινότητος, τὸν αὐτὸν πνεῦμα καὶ σάρκα· σάρκα διὰ τὴν ἔπαρσιν, πνεῦμα διὰ τὴν χάριν· τὸ μὲν ἵνα πάσχῃ καὶ πάσχων ὑπομιμνήσκηται καὶ παιδεύηται, τὸ δὲ ἵνα μένῃ καὶ δοξάζῃ τὸν εὐεργέτην, τῷ μεγέθει φιλοτιμούμενον, ζῷον ἐνταῦθα οἰκονομούμενον τουτέστιν ἐν τῷ παρόντι βίῳ, καὶ ἀλλαχοῦ μεθιστάμενον ἐν τῷ αἰῶνι τῷ μέλλοντι, καί πέρας τοῦ μυστηρίου τῇ πρὸς Θεὸν νεύσει θεούμενον· θεούμενον δὲ τῇ μετοχῇ τῆς θείας ἐλλάμψεως καὶ οὐκ εἰς τὴν θείαν μεθιστάμενον οὐσίαν. Ἐποίησε δὲ αὐτὸν φύσιν ἀναμάρτητον καὶ θέλησιν αὐτεξούσιον. Ἀναμάρτητον δέ φημι οὐχ ὡς μὴ ἐπιδεχόμενον ἁμαρτίαν –μόνον γὰρ τὸ θεῖον ἁμαρτίας ἐστὶν ἀνεπίδεκτον–, ἀλλ᾿ οὐχ ὡς ἐν τῇ φύσει τὸ ἁμαρτάνειν ἔχοντα, ἐν τῇ προαιρέσει δὲ μᾶλλον, ἤτοι ἐξουσίαν ἔχοντα μένειν καὶ προκόπτειν ἐν τῷ ἀγαθῷ τῇ θείᾳ συνεργούμενον χάριτι, ὡσαύτως καὶ τρέπεσθαι ἐκ τοῦ καλοῦ καὶ ἐν τῷ κακῷ γίνεσθαι, τοῦ Θεοῦ παραχωροῦντος διὰ τὸ αὐτεξούσιον· οὐκ ἀρετὴ γὰρ τὸ βίᾳ γινόμενον. Ψυχὴ τοίνυν ἐστὶν οὐσία ζῶσα, ἁπλῆ, ἀσώματος, σωματικοῖς ὀφθαλμοῖς κατ᾿ οἰκείαν φύσιν ἀόρατος, λογική τε καὶ νοερά, ἀσχημάτιστος, ὀργανικῷ κεχρημένη σώματι καὶ τούτῳ ζωῆς, αὐξήσεώς τε καὶ αἰσθήσεως καὶ γεννήσεως παρεκτική, οὐχ ἕτερον ἔχουσα παρ᾿ ἑαυτὴν τὸν νοῦν, ἀλλὰ μέρος αὐτῆς τὸ καθαρώτατον· ὥσπερ γὰρ ὀφθαλμὸς ἐν σώματι, οὕτως ἐν ψυχῇ νοῦς· αὐτεξούσιος, θελητική τε καὶ ἐνεργητική, τρεπτὴ, ἤτοι ἐθελότρεπτος, ὅτι καὶ κτιστή. Πάντα ταῦτα κατὰ φύσιν ἐκ τῆς τοῦ δημιουργήσαντος αὐτὴν χάριτος εἰληφυῖα, ἐξ ἧς καὶ τὸ εἶναι καὶ τὸ φύσει οὕτως εἶναι εἴληφεν. Ὁσαχῶς τό ἀσώματον Ἀσώματα δὲ καὶ ἀόρατα καὶ ἀσχημάτιστα κατὰ δύο τρόπους νοοῦμεν· τὰ μὲν κατ᾿ οὐσίαν, τὰ δὲ κατὰ χάριν· καὶ τὰ μὲν φύσει ὄντα, τὰ δὲ πρὸς τὴν τῆς ὕλης παχύτητα. Ἐπὶ Θεοῦ μὲν οὖν φύσει, ἐπὶ δὲ ἀγγέλων καὶ δαιμόνων καὶ ψυχῶν χάριτι, καὶ ὡς πρὸς τὴν τῆς ὕλης παχύτητα λέγεται ἀσώματον. Σῶμά ἐστι τὸ τριχῇ διαστατὸν ἤγουν τὸ ἔχον μῆκος καὶ πλάτος καὶ βάθος, ἤτοι πάχος. Πᾶν δὲ σῶμα ἐκ τῶν τεσσάρων στοιχείων συνίσταται, τὰ δὲ τῶν ζῴων σώματα ἐκ τῶν τεσσάρων χυμῶν. Χρὴ εἰδέναι, ὅτι τέσσαρα στοιχεῖά ἐστι· γῆ, ξηρὰ καὶ ψυχρά· ὕδωρ, ψυχρὸν καὶ ὑγρόν· ἀήρ, ὑγρὸς καὶ θερμός· πῦρ, θερμὸν καὶ ξηρόν. Ὁμοίως καὶ χυμοὶ τέσσαρες, ἀναλογοῦντες τοῖς τέσσαρσι στοιχείοις· μέλαινα χολὴ ἀναλογοῦσα τῇ γῇ (ξηρὰ γάρ ἐστι καὶ ψυχρά)· φλέγμα ἀναλογοῦν τῷ ὕδατι (ψυχρὸν γάρ ἐστι καὶ ὑγρόν)· αἷμα ἀναλογοῦν τῷ ἀέρι (ὑγρὸν γάρ ἐστι καὶ θερμόν)· ξανθὴ χολὴ ἀναλογοῦσα τῷ πυρί (θερμὴ γάρ ἐστι καὶ ξηρά). Οἱ μὲν οὖν καρποὶ ἐκ τῶν στοιχείων συνίστανται, οἱ δὲ χυμοὶ ἐκ τῶν καρπῶν, τὰ δὲ τῶν ζῴων σώματα ἐκ τῶν χυμῶν καὶ εἰς τὰ αὐτὰ ἀναλύεται· πᾶν γὰρ συντιθέμενον εἰς τὰ αὐτὰ ἀναλύεται, ἐξ ὧν συνετέθη. Ὅτι ὁ ἄνθρωπος κοινωνεῖ καί ἀψύχοις καί ἀλόγοις καί λογικοῖς. Χρὴ γινώσκειν, ὅτι ὁ ἄνθρωπος καὶ τοῖς ἀψύχοις κοινωνεῖ καὶ τῆς τῶν ἀλόγων μετέχει ζωῆς καὶ τῆς τῶν λογικῶν μετείληφε νοήσεως. Κοινωνεῖ γὰρ τοῖς μὲν ἀψύχοις κατὰ τὸ σῶμα καὶ τὴν ἀπὸ τῶν τεσσάρων στοιχείων κρᾶσιν, τοῖς δὲ φυτοῖς κατά τε ταῦτα καὶ τὴν θρεπτικὴν καὶ αὐξητικὴν καὶ σπερματικὴν, ἤγουν γεννητικὴν δύναμιν, τοῖς δὲ ἀλόγοις καὶ ἐν τούτοις μέν, ἐξ ἐπιμέτρου δὲ κατὰ τὴν ὄρεξιν, ἤγουν θυμὸν καὶ ἐπιθυμίαν καὶ κατὰ τὴν αἴσθησιν καὶ κατὰ τὴν καθ᾿ ὁρμὴν κίνησιν. Αἰσθήσεις μὲν οὖν εἰσι πέντε· ὅρασις, ἀκοή, ὄσφρησις, γεῦσις, ἁφή. Τῆς δὲ καθ᾿ ὁρμὴν κινήσεώς ἐστι τὸ ἀπὸ τόπου εἰς τόπον μεταβατικὸν καὶ τὸ κινητικὸν ὅλου τοῦ σώματος καὶ τὸ φωνητικὸν καὶ ἀναπνευστικόν· ταῦτα γὰρ ἐν ἡμῖν ἐστι ποιεῖν καὶ μὴ ποιεῖν. Συνάπτεται δὲ διὰ τοῦ λογικοῦ ταῖς ἀσωμάτοις καὶ νοεραῖς φύσεσι λογιζόμενος καὶ νοῶν καὶ κρίνων ἕκαστα καὶ τὰς ἀρετὰς μεταδιώκων καὶ τῶν ἀρετῶν τὸν κολοφῶνα, τὴν εὐσέβειαν, ἀσπαζόμενος· διὸ καὶ μικρὸς κόσμος ὁ ἄνθρωπός ἐστιν. Χρὴ δὲ εἰδέναι, ὡς ἴδια μὲν τοῦ σώματος μόνου τομὴ καὶ ῥεῦσις καὶ μεταβολή. Μεταβολὴ μὲν ἡ κατὰ ποιότητα, ἤγουν θερμασίαν καὶ ψύξιν καὶ τὰ τοιαῦτα. Ῥεῦσις δὲ ἡ κατὰ κένωσιν· κενοῦται γὰρ ξηρὰ καὶ ὑγρὰ καὶ πνεύματα, ὧν χρῄζει τῆς ἀναπληρώσεως· ὥστε φυσικά εἰσι πάθη ἥ τε πεῖνα καὶ ἡ δίψα· τομή δέ ἡ τῶν χυμῶν ἀπ’ ἀλλήλων διαχώρισις καί ὁ εἰς εἶδος καί ὕλην μερισμός. Ἴδια δὲ τῆς ψυχῆς ἡ εὐσέβεια καὶ ἡ νόησις. Κοινὰ δὲ ψυχῆς καὶ σώματος αἱ ἀρεταί, ἐχουσῶν καὶ τούτων ἐπὶ τὴν ψυχὴν τὴν ἀναφοράν, οἷον ψυχῆς προσχρωμένης σώματι. Χρὴ γινώσκειν, ὅτι τὸ λογικὸν φύσει κατάρχει τοῦ ἀλόγου· διαιροῦνται γὰρ αἱ δυνάμεις τῆς ψυχῆς εἰς λογικὸν καὶ ἄλογον. Τοῦ δὲ ἀλόγου μέρη εἰσὶ δύο· τὸ μὲν ἀνήκοόν ἐστι λόγου, ἤγουν οὐ πείθεται λόγῳ, τὸ δὲ κατήκοόν ἐστι καὶ ἐπιπειθὲς λόγῳ. Ἀνήκοον μὲν οὖν καὶ μὴ πειθόμενον λόγῳ ἐστὶ τὸ ζωτικόν, ὃ καὶ σφυγμικὸν καλεῖται, καὶ τὸ σπερματικόν, ἤγουν γεννητικὸν καὶ τὸ φυτικόν, ὃ καὶ θρεπτικὸν καλεῖται· τούτου δέ ἐστι καὶ τὸ αὐξητικόν, τὸ καὶ διαπλάσσον τὰ σώματα. Ταῦτα γὰρ οὐ λόγῳ κυβερνῶνται, ἀλλὰ τῇ φύσει. Τὸ δὲ κατήκοον καὶ ἐπιπειθὲς λόγῳ διαιρεῖται εἰς ἐπιθυμίαν καὶ θυμόν. Καλεῖται δὲ κοινῶς τὸ ἄλογον μέρος τῆς ψυχῆς παθητικὸν καὶ ὀρεκτικόν. Χρὴ δὲ γινώσκειν, ὅτι τοῦ ἐπιπειθοῦς λόγῳ ἐστὶ καὶ ἡ καθ᾿ ὁρμὴν κίνησις. Τοῦ δέ μή πειθομένου λόγῳ ἐστί τό θρεπτικόν καί γεννητικόν καί σφυγμικόν· καλεῖται δέ φυτικόν μέν τό αὐξητικόν καί τό θρεπτικόν καί τό γεννητικόν, ζωτικόν δέ τό σφυγμικόν. Τοῦ μέν οὖν θρεπτικοῦ δυνάμεις εἰσί τέσσαρες· ἑλκτική ἡ ἕλκουσα τήν τροφήν, καθεκτική ἡ κατέχουσα τήν τροφήν καί μή ἐῶσα αὐτήν εὐθέως ἐκκριθῆναι, ἀλλοιωτική ἡ ἀλλοιοῦσα τήν τροφήν εἰς τούς χυμούς, ἀποκριτική ἡ τό περίττωμα διά τοῦ ἀφεδρῶνος ἐκκρίνουσα καί ἐκβάλλουσα. Χρή δέ εἰδέναι, ὅτι τῶν κατά τό ζῶον δυνάμεων αἱ μέν εἰσι ψυχικαί, αἱ δέ φυσικαί, αἱ δέ ζωτικαί. Καί ψυχικαί μέν αἱ κατά προαίρεσιν, ἤγουν ἡ καθ’ ὁρμήν κίνησις καί ἡ αἴσθησις. Τῆς δέ καθ’ ὁρμήν κινήσεως ἐστι τό τε κατά τόπον μεταβατικόν καί κινητικόν ὅλου τοῦ σώματος καί φωνητικόν καί ἀναπνευστικόν· ἐν ἡμῖν γάρ ἐστι τό ποιῆσαι καί τό μή ποιῆσαι ταῦτα. Φυσικαί δέ καί ζωτικαί αἱ ἀπροαίρετοι. Καί φυσικαί μέν ἡ θρεπτική καί αὐξητική καί σπερματική, ζωτική δέ ἡ σφυγμική· αὗται γάρ καί θελόντων ἡμῶν καί μή θελόντων ἐνεργοῦσι. Δεῖ δέ γινώσκειν, ὅτι τῶν πραγμάτων τὰ μέν ἐστιν ἀγαθά, τὰ δὲ φαῦλα. Προσδοκώμενον μὲν οὖν ἀγαθὸν ἐπιθυμίαν συνιστᾷ, παρὸν δὲ ἡδονήν· ὁμοίως δὲ πάλιν προσδοκώμενον κακὸν φόβον, παρὸν δὲ λύπην. Δεῖ δὲ εἰδέναι, ὅτι ἀγαθὸν ἐνταῦθα εἰπόντες ἢ τὸ ὄντως ἀγαθὸν ἢ τὸ δοκοῦν ἀγαθὸν εἴπομεν· ὁμοίως καὶ κακόν.
ΚΕΦΑΛΑΙΟN 27. Περὶ ἡδονῶν
Τῶν ἡδονῶν αἱ μέν εἰσι ψυχικαί, αἱ δὲ σωματικαί. Καὶ ψυχικαὶ μέν, ὅσαι μόνης εἰσὶ τῆς ψυχῆς αὐτῆς καθ᾿ αὑτὴν ὡς αἱ περὶ τὰ μαθήματα καὶ τὴν θεωρίαν. Σωματικαὶ δὲ αἱ μετὰ κοινωνίας τῆς ψυχῆς καὶ τοῦ σώματος γινόμεναι καὶ διὰ τοῦτο σωματικαὶ καλούμεναι ὡς αἱ περὶ τροφὰς καὶ συνουσίας καὶ τὰ τοιαῦτα. Μόνου δὲ τοῦ σώματος οὐκ ἂν εὕροι τις ἡδονάς. Πάλιν τῶν ἡδονῶν αἱ μέν εἰσιν ἀληθεῖς, αἱ δὲ ψευδεῖς· καὶ αἱ μὲν τῆς διανοίας μόνης κατ᾿ ἐπιστήμην καὶ θεωρίαν, αἱ δὲ μετὰ σώματος κατ᾿ αἴσθησιν. Καὶ τῶν μετὰ σώματος ἡδονῶν αἱ μέν εἰσι φυσικαὶ ἅμα καὶ ἀναγκαῖαι, ὧν χωρὶς ζῆν ἀδύνατον, ὡς αἱ τροφαὶ αἱ τῆς ἐνδείας ἀναπληρωτικαὶ, καὶ τὰ ἐνδύματα ἀναγκαῖα, αἱ δὲ φυσικαὶ μέν, οὐκ ἀναγκαῖαι δέ, ὡς αἱ κατὰ φύσιν καὶ κατὰ νόμον μίξεις (αὗται γὰρ εἰς μὲν τὴν διαμονὴν τοῦ παντὸς γένους συντελοῦσι, δυνατὸν δὲ καὶ χωρὶς αὐτῶν ἐν παρθενίᾳ ζῆν)· αἱ δὲ οὔτε ἀναγκαῖαι οὔτε φυσικαὶ, ὡς μέθη καὶ λαγνεία καὶ πλησμοναὶ τὴν χρείαν ὑπερβαίνουσαι· οὔτε γὰρ εἰς σύστασιν τῆς ζωῆς ἡμῶν συντελοῦσιν οὔτε εἰς διαδοχὴν τοῦ γένους, τοὐναντίον δέ καὶ βλάπτουσιν. Τὸν τοίνυν κατὰ Θεὸν ζῶντα δεῖ μετέρχεσθαι τὰς ἀναγκαίας ἅμα καὶ φυσικάς, ἐν δευτέρᾳ δὲ τάξει τὰς φυσικὰς καὶ οὐκ ἀναγκαίας τίθεσθαι μετὰ τοῦ προσήκοντος καιροῦ καὶ τρόπου καὶ μέτρου γινομένας, τὰς δὲ ἄλλας χρὴ πάντως παραιτεῖσθαι. Καλὰς δὲ ἡδονὰς χρὴ ἡγεῖσθαι τὰς μὴ συμπεπλεγμένας λύπῃ, μήτε μεταμέλειαν ἐμποιούσας, μηδὲ ἑτέρας βλάβης γεννητικάς, μήτε τοῦ μετρίου πέραν χωρούσας, μηδέ τῶν σπουδαίων ἔργων ἡμᾶς ἀφελκούσας ἐπὶ πολὺ ἢ καταδουλούσας.
ΚΕΦΑΛΑΙΟN 28. Περὶ λύπης
Τῆς δὲ λύπης εἴδη τέσσαρα· ἄχος, ἄχθος, φθόνος, ἔλεος. Ἄχος μὲν οὖν ἐστι λύπη ἀφωνίαν ἐμποιοῦσα, ἄχθος δὲ λύπη βαρύνουσα, φθόνος δὲ λύπη ἐπὶ ἀλλοτρίοις ἀγαθοῖς, ἔλεος δὲ λύπη ἐπὶ ἀλλοτρίοις κακοῖς.
ΚΕΦΑΛΑΙΟN 29. Περὶ φόβου
Διαιρεῖται δὲ καὶ ὁ φόβος εἰς ἕξ· εἰς ὄκνον, εἰς αἰδῶ, εἰς αἰσχύνην, εἰς κατάπληξιν, εἰς ἔκπληξιν, εἰς ἀγωνίαν. Ὄκνος μὲν οὖν ἐστι φόβος μελλούσης ἐνεργείας. Αἰδὼς δὲ φόβος ἐπὶ προσδοκίᾳ ψόγου· κάλλιστον δὲ τοῦτο τὸ πάθος. Αἰσχύνη δὲ φόβος ἐπὶ αἰσχρῷ πεπραγμένῳ· οὐδὲ τοῦτο δὲ ἀνέλπιστον εἰς σωτηρίαν. Κατάπληξις δὲ φόβος ἐκ μεγάλης φαντασίας. Ἔκπληξις δὲ φόβος ἐξ ἀσυνήθους φαντασίας. Ἀγωνία δὲ φόβος διαπτώσεως, ἤγουν ἀποτυχίας· φοβούμενοι γὰρ ἀποτυχεῖν τῆς πράξεως ἀγωνιῶμεν.
ΚΕΦΑΛΑΙΟN 30. Περὶ θυμοῦ
Θυμὸς δέ ἐστι ζέσις τοῦ περὶ καρδίαν αἵματος ἐξ ἀναθυμιάσεως τῆς χολῆς ἢ ἀναθολώσεως γινομένη. Διὸ καὶ χολὴ λέγεται καὶ χόλος. Ἔστι δέ, ὅτε ὁ θυμὸς καὶ ὄρεξίς ἐστιν ἀντιτιμωρήσεως· ἀδικούμενοι γὰρ ἢ νομίζοντες ἀδικεῖσθαι θυμούμεθα, καὶ γίνεται τότε μικτὸν τὸ πάθος ἐξ ἐπιθυμίας καὶ θυμοῦ. Εἴδη δὲ τοῦ θυμοῦ τρία· ὀργή, ἥτις καλεῖται χολὴ καὶ χόλος, καὶ μῆνις καὶ κότος. Θυμὸς μὲν γὰρ ἀρχὴν καὶ κίνησιν ἔχων, ὀργὴ καὶ χολὴ καὶ χόλος λέγεται. Μῆνις δὲ χολὴ ἐπιμένουσα, ἤγουν μνησικακία· εἴρηται δὲ παρὰ τὸ μένειν καὶ τῇ μνήμῃ παραδίδοσθαι. Κότος δὲ ὀργὴ ἐπιτηροῦσα καιρὸν εἰς τιμωρίαν· εἴρηται δὲ καὶ οὗτος παρὰ τὸ κεῖσθαι. Ἔστι δὲ ὁ θυμὸς τὸ δορυφορικὸν τοῦ λογισμοῦ, ἔκδικος τῆς ἐπιθυμίας· ὅταν γὰρ ἐπιθυμήσωμεν πράγματος καὶ κωλυθῶμεν ὑπό τινος, θυμούμεθα κατ᾿ αὐτοῦ ὡς ἀδικηθέντες, τοῦ λογισμοῦ δηλονότι κρίναντος ἄξιον ἀγανακτήσεως τὸ γινόμενον ἐπὶ τῶν φυλαττόντων κατὰ φύσιν τὴν οἰκείαν τάξιν.
ΚΕΦΑΛΑΙΟN 31. Περὶ τοῦ φανταστικοῦ
Φανταστικόν ἐστι δύναμις τῆς ἀλόγου ψυχῆς διὰ τῶν αἰσθητηρίων ἐνεργοῦσα, ἥτις λέγεται αἴσθησις. Φανταστὸν δὲ καὶ αἰσθητὸν τὸ τῇ φαντασίᾳ καὶ τῇ αἰσθήσει ὑποπῖπτον· ὡς ὅρασις μὲν αὐτὴ ἡ ὀπτικὴ δύναμις, ὁρατὸν δὲ τὸ ὑποπῖπτον τῇ ὁράσει, λίθος τυχὸν ἤ τι τῶν τοιούτων. Φαντασία δέ ἐστι πάθος τῆς ἀλόγου ψυχῆς ὑπὸ φανταστοῦ τινος γινόμενον, φάντασμα δὲ πάθος διάκενον ἐν τοῖς ἀλόγοις τῆς ψυχῆς ἀπ᾿ οὐδενὸς φανταστοῦ γινόμενον. Ὄργανον δὲ τοῦ φανταστικοῦ ἡ ἐμπρόσθιος κοιλία τοῦ ἐγκεφάλου.
ΚΕΦΑΛΑΙΟN 32. Περὶ αἰσθήσεως
Αἴσθησίς ἐστι δύναμις τῆς ψυχῆς ἀντιληπτικὴ τῶν ὑλῶν, ἤγουν διαγνωστική· αἰσθητήρια δὲ τὰ ὄργανα, ἤγουν τὰ μέλη, δι᾿ ὧν αἰσθανόμεθα· αἰσθητὰ δὲ τὰ τῇ αἰσθήσει ὑποπίπτοντα· αἰσθητικὸν δὲ τὸ ζῷον τὸ ἔχον τὴν αἴσθησιν. Εἰσὶ δὲ αἰσθήσεις πέντε, ὁμοίως καὶ αἰσθητήρια πέντε. Πρώτη αἴσθησις ὅρασις. Αἰσθητήρια δὲ καὶ ὄργανα τῆς ὁράσεως τὰ ἐξ ἐγκεφάλου νεῦρα καὶ οἱ ὀφθαλμοί. Αἰσθάνεται δὲ ἡ ὄψις κατὰ πρῶτον μὲν λόγον τοῦ χρώματος, συνδιαγινώσκει δὲ τῷ χρώματι καὶ τὸ κεχρωσμένον σῶμα καὶ τὸ μέγεθος αὐτοῦ καὶ τὸ σχῆμα καὶ τὸν τόπον, ἔνθα ἐστί, καὶ τὸ διάστημα τὸ μεταξὺ καὶ τὸν ἀριθμόν, κίνησίν τε καὶ στάσιν καὶ τὸ τραχὺ καὶ λεῖον καὶ ὁμαλὸν καὶ ἀνώμαλον καὶ τὸ ὀξὺ καὶ τὸ ἀμβλὺ καὶ τὴν σύστασιν, εἴτε ὑδατώδης ἐστίν, εἴτε γεώδης ἤγουν ὑγρὰ ἢ ξηρά. Δευτέρα αἴσθησίς ἐστιν ἀκοὴ, τῶν φωνῶν καὶ τῶν ψόφων οὖσα αἰσθητική. Διαγινώσκει δὲ αὐτῶν τὴν ὀξύτητα καὶ τὴν βαρύτητα, λειότητά τε καὶ τραχύτητα καὶ μέγεθος. Ὄργανα δὲ αὐτῆς τὰ νεῦρα τὰ ἐξ ἐγκεφάλου τὰ μαλακὰ καὶ τῶν ὤτων ἡ κατασκευή. Μόνος δὲ ἄνθρωπος καὶ πίθηκος οὐ κινοῦσι τὰ ὦτα. Τρίτη αἴσθησις ὄσφρησις, ἥτις γίνεται μὲν διὰ τῶν ῥινῶν ἀναπεμπουσῶν τοὺς ἀτμοὺς ἐπὶ τὸν ἐγκέφαλον, περαίνεται δὲ εἰς τὰ πέρατα τῶν προσθίων κοιλιῶν τοῦ ἐγκεφάλου. Ἔστι δὲ αἰσθητικὴ καὶ ἀντιληπτικὴ τῶν ἀτμῶν. Τῶν δὲ ἀτμῶν ἡ γενικωτάτη διαφορά ἐστιν εὐωδία καὶ δυσωδία καὶ τὸ μέσον τούτων, ὃ μήτε εὐῶδές ἐστι μήτε δυσῶδες. Γίνεται δὲ εὐωδία τῶν ὑγρῶν τῶν ἐν τοῖς σώμασιν ἀκριβῶς πεφθέντων, μέσως δὲ μέση διάθεσις· καταδεέστερον δὲ ἢ μηδὲ ὅλως πεφθέντων ἡ δυσωδία γίνεται. Τετάρτη αἴσθησις ἡ γεῦσις. Ἔστι δὲ τῶν χυμῶν ἀντιληπτικὴ, ἤγουν αἰσθητική. Ὄργανα δὲ αὐτῆς ἡ γλῶσσα καὶ ταύτης πλέον τὸ ἄκρον καὶ ἡ ὑπερῴα, ἣν καλοῦσί τινες οὐρανίσκον, ἐν οἷς ἐστι τὰ ἐξ ἐγκεφάλου φερόμενα νεῦρα πεπλατυσμένα καὶ ἀπαγγέλλοντα τῷ ἡγεμονικῷ τὴν γενομένην ἀντίληψιν, ἤγουν αἴσθησιν. Αἱ δὲ καλούμεναι γευστικαὶ ποιότητες τῶν χυμῶν εἰσιν αὗται· γλυκύτης, δριμύτης, ὀξύτης, στρυφνότης, αὐστηρότης, πικρότης, ἁλμυρότης, λιπαρότης, γλισχρότης· τούτων γάρ ἐστιν ἡ γεῦσις διαγνωστική. Τὸ δὲ ὕδωρ ἄποιόν ἐστι κατὰ ταύτας τὰς ποιότητας· οὐδεμίαν γὰρ αὐτῶν ἔχει. Ἡ δὲ στρυφνότης ἐπίτασις καὶ πλεονασμός ἐστι τῆς αὐστηρότητος. Πέμπτη αἴσθησίς ἐστιν ἡ ἁφή, ἥτις κοινή ἐστι πάντων τῶν ζῴων· ἥτις γίνεται ἐκ τοῦ ἐγκεφάλου πεμπομένων νεύρων εἰς ὅλον τὸ σῶμα. Διὸ καὶ ὅλον τὸ σῶμα, ἀλλὰ καὶ τὰ ἄλλα αἰσθητήρια τὴν τῆς ἁφῆς ἔχουσιν αἴσθησιν. Ὑπόκειται δὲ τῇ ἁφῇ τὸ ψυχρὸν καὶ θερμόν, τό τε μαλακὸν καὶ σκληρὸν καὶ γλίσχρον καὶ κραῦρον, βαρύ τε καὶ κοῦφον· διὰ μόνης γὰρ ἁφῆς ταῦτα γνωρίζεται. Κοινὰ δὲ ἁφῆς καὶ ὄψεως τό τε τραχὺ καὶ λεῖον, τό τε ξηρὸν καὶ ὑγρόν, παχύ τε καὶ λεπτόν, ἄνω τε καὶ κάτω καὶ ὁ τόπος καὶ τὸ μέγεθος, ὅταν ᾖ τοιοῦτον, ὡς κατὰ μίαν προσβολὴν τῆς ἁφῆς περιλαμβάνεσθαι· καὶ τὸ πυκνόν τε καὶ μανόν, ἤγουν ἀραιὸν καὶ τὸ στρογγύλον, ὅταν ᾖ μικρόν, καὶ ἄλλα τινὰ σχήματα. Ὁμοίως δὲ καὶ τοῦ πλησιάζοντος σώματος αἰσθάνεται, σὺν τῇ μνήμῃ δὲ καὶ τῇ διανοίᾳ· ὡσαύτως δὲ καὶ ἀριθμοῦ μέχρι δύο ἢ τριῶν καὶ τούτων μικρῶν καὶ ῥᾳδίως περιλαμβανομένων. Τούτων δὲ μᾶλλον τῆς ἁφῆς ἡ ὅρασις ἀντιλαμβάνεται. Χρὴ γινώσκειν, ὡς ἕκαστον τῶν ἄλλων αἰσθητηρίων διπλοῦν ὁ Δημιουργὸς κατεσκεύασεν, ἵνα τοῦ ἑνὸς βλαπτομένου τὸ ἕτερον ἀναπληροῖ τὴν χρείαν· δύο γὰρ ὀφθαλμοὺς καὶ δύο ὦτα καὶ δύο πόρους τῆς ῥινὸς καὶ δύο γλώσσας, ἀλλ᾿ ἐν τοῖς μὲν τῶν ζῴων διῃρημένας, ὡς ἐν τοῖς ὄφεσιν, ἐν τοῖς δὲ ἡνωμένας, ὡς ἐν τῷ ἀνθρώπῳ· τὴν δὲ ἁφὴν ἐν ὅλῳ τῷ σώματι πλὴν ὀστέων καὶ νεύρων, ὀνύχων τε καὶ κεράτων καὶ τριχῶν καὶ συνδέσμων καὶ ἄλλων τινῶν τοιούτων. Χρὴ γινώσκειν, ὅτι ἡ μὲν ὄψις κατ᾿ εὐθείας γραμμὰς ὁρᾷ, ἡ δὲ ὄσφρησις καὶ ἡ ἀκοὴ οὐ κατ᾿ εὐθεῖαν μόνον, ἀλλὰ πανταχόθεν. Ἡ δὲ ἁφὴ καὶ ἡ γεῦσις οὐδὲ κατ᾿ εὐθεῖαν οὐδὲ πανταχόθεν γνωρίζουσιν, ἀλλὰ τότε μόνον, ὅταν αὐτοῖς πλησιάσωσι τοῖς ἰδίοις αἰσθητοῖς.
ΚΕΦΑΛΑΙΟN 33. Περὶ τοῦ διανοητικοῦ
Τοῦ δὲ διανοητικοῦ εἰσιν αἵ τε κρίσεις καὶ αἱ συγκαταθέσεις καὶ αἱ ὁρμαὶ αἱ πρὸς τὴν πρᾶξιν καὶ αἱ ἀφορμαὶ καὶ αἱ ἀποφυγαὶ τῆς πράξεως· ἰδικῶς δὲ αἵ τε νοήσεις τῶν νοητῶν καὶ αἱ ἀρεταὶ καὶ αἱ ἐπιστῆμαι καὶ τῶν τεχνῶν οἱ λόγοι καὶ τὸ βουλευτικὸν καὶ τὸ προαιρετικόν. Τούτου δέ ἐστι τὸ καὶ διὰ τῶν ὀνείρων θεσπίζον ἡμῖν τὸ μέλλον, ἥνπερ μόνην ἀληθῆ μαντείαν οἱ Πυθαγόρειοι λέγουσιν εἶναι, τοῖς Ἑβραίοις ἀκολουθήσαντες. Ὄργανον δὲ καὶ τούτου ἡ μέση κοιλία τοῦ ἐγκεφάλου καὶ τὸ ψυχικὸν πνεῦμα τὸ ἐν αὐτῇ.
ΚΕΦΑΛΑΙΟN 34. Περὶ τοῦ μνημονευτικοῦ
Τὸ δὲ μνημονευτικόν ἐστι μνήμης καὶ ἀναμνήσεως αἴτιόν τε καὶ ταμιεῖον· μνήμη γάρ ἐστι φαντασία ἐγκαταλελειμμένη ἀπό τινος αἰσθήσεως τῆς κατ᾿ ἐνέργειαν φαινομένης ἢ σωτηρία αἰσθήσεώς τε καὶ νοήσεως. Ἡ γὰρ ψυχὴ τῶν μὲν αἰσθητῶν διὰ τῶν αἰσθητηρίων ἀντιλαμβάνεται, ἤγουν αἰσθάνεται, καὶ γίνεται δόξα, τῶν δὲ νοητῶν διὰ τοῦ νοῦ, καὶ γίνεται νόησις· ὅταν οὖν τοὺς τύπους, ὧν τε ἐδόξασεν, ὧν τε ἐνόησεν, διασῴζῃ, μνημονεύειν λέγεται. Δεῖ δὲ γινώσκειν, ὅτι ἡ τῶν νοητῶν ἀντίληψις οὐ γίνεται, εἰ μὴ ἐκ μαθήσεως ἢ φυσικῆς ἐννοίας, οὐ γὰρ ἐξ αἰσθήσεως· τὰ μὲν γὰρ αἰσθητὰ καθ᾿ ἑαυτὰ μνημονεύεται· τὰ δὲ νοητά, εἴ τι μὲν ἐμάθομεν, μνημονεύομεν, τῆς δὲ οὐσίας αὐτῶν μνήμην οὐκ ἔχομεν. Ἀνάμνησις δὲ λέγεται μνήμης ἀπολλυμένης ὑπὸ λήθης ἀνάκτησις. Λήθη δέ ἐστι μνήμης ἀποβολή. Τὸ μὲν οὖν φανταστικὸν διὰ τῶν αἰσθήσεων ἀντιλαμβανόμενον τῶν ὑλῶν παραδίδωσι τῷ διανοητικῷ ἢ διαλογιστικῷ· ταὐτὸν γὰρ ἀμφότερα· ὃ παραλαβὸν καὶ κρῖναν παραπέμπει τῷ μνημονευτικῷ. Ὄργανον δὲ τοῦ μνημονευτικοῦ ἡ ὄπισθεν κοιλία τοῦ ἐγκεφάλου, ἣν καὶ παρεγκεφαλίδα καλοῦσι, καὶ τὸ ἐν αὐτῇ ψυχικὸν πνεῦμα.
ΚΕΦΑΛΑΙΟN 35. Περὶ ἐνδιαθέτου λόγου καὶ προφορικοῦ
Πάλιν δὲ διαιρεῖται τὸ λογικὸν τῆς ψυχῆς εἴς τε τὸν ἐνδιάθετον λόγον καὶ εἰς τὸν προφορικόν. Ἔστι δὲ ἐνδιάθετος μὲν λόγος κίνημα ψυχῆς ἐν τῷ διαλογιστικῷ γινόμενον ἄνευ τινὸς ἐκφωνήσεως· ὅθεν πολλάκις καί σιωπῶντες λόγον ὅλον παρ᾿ ἑαυτοῖς διεξερχόμεθα καὶ ἐν τοῖς ὀνείροις διαλεγόμεθα. Κατὰ τοῦτο δὲ μάλιστα λογικοὶ πάντες ἐσμέν· καὶ γὰρ οἱ ἐκ γεννετῆς κωφοὶ ἢ οἱ διά τι νόσημα ἢ πάθος τὴν φωνὴν ἀποβαλόντες οὐδὲν ἧττον λογικοί εἰσιν. Ὁ δὲ προφορικὸς λόγος ἐν τῇ φωνῇ καὶ ταῖς διαλέκτοις τὴν ἐνέργειαν ἔχει, ἤγουν ὁ διὰ γλώσσης καὶ στόματος προφερόμενος λόγος· διὸ καὶ προφορικὸς λέγεται. Ἔστι δὲ ἄγγελος νοήματος. Κατὰ τοῦτο δέ καὶ λαλητικοὶ λεγόμεθα.
ΚΕΦΑΛΑΙΟN 36. Περὶ πάθους καὶ ἐνεργείας
Τὸ πάθος ὁμωνύμως λέγεται· λέγεται γὰρ πάθος καὶ τὸ σωματικὸν ὡς τὰ νοσήματα καὶ τὰ ἕλκη, λέγεται πάλιν πάθος καὶ τὸ ψυχικόν, ἥ τε ἐπιθυμία καὶ ὁ θυμός. Ἔστι δὲ κοινῶς μὲν καὶ γενικῶς πάθος ζῴου, ᾧ ἕπεται ἡδονὴ καὶ λύπη· ἕπεται γὰρ τῷ πάθει λύπη. Καὶ οὐκ αὐτὸ τὸ πάθος ἐστὶ λύπη· τὰ γὰρ ἀναίσθητα πάσχοντα οὐκ ἀλγεῖ. Οὐκ ἄρα τὸ πάθος ἐστὶν ἄλγημα, ἀλλ᾿ ἡ τοῦ πάθους αἴσθησις. Δεῖ δὲ τοῦτο ἀξιόλογον εἶναι, ἤγουν μέγα, ἵνα τῇ αἰσθήσει ὑποπέσῃ. Τῶν δὲ ψυχικῶν παθῶν ὅρος ἐστὶν οὗτος· πάθος ἐστὶ κίνησις τῆς ὀρεκτικῆς δυνάμεως αἰσθητὴ ἐπὶ φαντασίᾳ ἀγαθοῦ ἢ κακοῦ. Καὶ ἄλλως· πάθος ἐστὶ κίνησις ἄλογος τῆς ψυχῆς δι᾿ ὑπόληψιν καλοῦ ἢ κακοῦ. Ἡ μὲν ὑπόληψις τοῦ καλοῦ τὴν ἐπιθυμίαν κινεῖ, ἡ δὲ τοῦ κακοῦ ὑπόληψις τὸν θυμόν. Τὸ δὲ γενικόν, ἤγουν κοινὸν πάθος, οὕτως ὁρίζεται· πάθος ἐστὶ κίνησις ἐν ἑτέρῳ ἐξ ἑτέρου. Ἐνέργεια δέ ἐστι κίνησις δραστική· δραστικὸν δὲ λέγεται τὸ ἐξ αὑτοῦ κινούμενον. Οὕτως καὶ ὁ θυμὸς ἐνέργεια μέν ἐστι τοῦ θυμοειδοῦς, πάθος δὲ τῶν δύο μερῶν, τῆς ψυχῆς καὶ προσέτι παντὸς τοῦ σώματος, ὅταν ὑπὸ τοῦ θυμοῦ βιαίως ἄγηται πρὸς τὰς πράξεις· ἐξ ἑτέρου γὰρ ἐν ἑτέρῳ γέγονεν ἡ κίνησις, ὅπερ λέγεται πάθος. Καὶ καθ᾿ ἕτερον δὲ τρόπον ἡ ἐνέργεια πάθος λέγεται· ἐνέργεια μὲν γάρ ἐστι κατὰ φύσιν κίνησις, πάθος δὲ, παρὰ φύσιν. Κατὰ τοῦτον οὖν τὸν λόγον ἡ ἐνέργεια πάθος λέγεται, ὅταν μὴ κατὰ φύσιν κινῆται, εἴτε ἐξ ἑαυτοῦ, εἴτε ἐξ ἑτέρου. Τῆς οὖν καρδίας ἡ μὲν κατὰ τοὺς σφυγμοὺς κίνησις φυσικὴ οὖσα ἐνέργειά ἐστιν, ἡ δὲ κατὰ τοὺς παλμοὺς ἄμετρος οὖσα καὶ οὐ κατὰ φύσιν πάθος ἐστὶ καὶ οὐκ ἐνέργεια. Οὐ πᾶσα δὲ κίνησις τοῦ παθητικοῦ πάθος καλεῖται, ἀλλ᾿ αἱ σφοδρότεραι καὶ εἰς αἴσθησιν προβαίνουσαι· αἱ γὰρ μικραὶ καὶ ἀνεπαίσθητοι οὐδέπω πάθη εἰσί· δεῖ γὰρ ἔχειν τὸ πάθος καὶ μέγεθος ἀξιόλογον. Διὸ πρόσκειται τῷ ὅρῳ τοῦ πάθους κίνησις αἰσθητή· αἱ γὰρ μικραὶ κινήσεις λανθάνουσαι τὴν αἴσθησιν οὐ ποιοῦσι πάθος. Χρὴ γινώσκειν, ὅτι ἡ ἡμετέρα ψυχὴ διττὰς ἔχει τὰς δυνάμεις, τὰς μὲν γνωστικάς, τὰς δὲ ζωτικάς. Καὶ γνωστικαὶ μέν εἰσι νοῦς, διάνοια, δόξα, φαντασία, αἴσθησις, ζωτικαὶ δὲ, ἤγουν ὀρεκτικαὶ, βούλησις καὶ προαίρεσις. Ἵνα δὲ σαφέστερον γένηται τὸ λεγόμενον, λεπτολογήσωμεν τὰ περὶ τούτων. Καὶ πρῶτον περὶ τῶν γνωστικῶν εἴπωμεν. Περὶ μὲν οὖν φαντασίας καὶ αἰσθήσεως ἱκανῶς ἤδη ἐν τοῖς προλελεγμένοις εἴρηται. Διὰ τῆς αἰσθήσεως τοίνυν ἐν τῇ ψυχῇ συνίσταται πάθος, ὃ καλεῖται φαντασία· ἐκ δὲ τῆς φαντασίας γίνεται δόξα. Εἶτα ἡ διάνοια ἀνακρίνασα τὴν δόξαν, εἴτε ἀληθής ἐστιν, εἴτε ψευδής, κρίνει τὸ ἀληθές· ὅθεν καὶ διάνοια λέγεται ἀπὸ τοῦ διανοεῖν καὶ διακρίνειν. Τὸ οὖν κριθὲν καὶ ὁρισθὲν ἀληθὲς νοῦς λέγεται. Ἄλλως δέ· Χρὴ γινώσκειν, ὅτι ἡ μὲν πρώτη τοῦ νοῦ κίνησις νόησις λέγεται· ἡ δὲ περί τι νόησις ἔννοια λέγεται, ἥτις ἐπιμείνασα καὶ τυπώσασα τὴν ψυχὴν πρὸς τὸ νοούμενον ἐνθύμησις προσαγορεύεται. Ἡ δὲ ἐνθύμησις ἐν ταὐτῷ μείνασα καὶ ἑαυτὴν βασανίσασα καὶ ἀνακρίνασα φρόνησις ὀνομάζεται. Ἡ δὲ φρόνησις πλατυνθεῖσα ποιεῖ τὸν διαλογισμόν, ἐνδιάθετον λόγον ὀνομαζόμενον, ὃν ὁριζόμενοί φασι, κίνημα ψυχῆς πληρέστατον, ἐν τῷ διαλογιστικῷ γινόμενον, ἄνευ τινὸς ἐκφωνήσεως, ἐξ οὗ τὸν προφορικὸν λόγον φασὶ προέρχεσθαι τὸν διὰ γλώσσης λαλούμενον. Εἰπόντες τοίνυν περὶ τῶν γνωστικῶν δυνάμεων εἴπωμεν καὶ περὶ τῶν ζωτικῶν, ἤγουν ὀρεκτικῶν. Χρὴ γινώσκειν, ὅτι τῇ ψυχῇ ἐνέσπαρται φυσικῶς δύναμις ὀρεκτικὴ τοῦ κατὰ φύσιν ὄντος καὶ πάντων τῶν οὐσιωδῶς τῇ φύσει προσόντων συνεκτική, ἥτις λέγεται θέλησις· ἡ μὲν γὰρ οὐσία τοῦ τε εἶναι καὶ ζῆν καὶ κινεῖσθαι κατὰ νοῦν τε καὶ αἴσθησιν ὀρέγεται, τῆς οἰκείας ἐφιεμένη φυσικῆς καὶ πλήρους ὀντότητος. Διόπερ καὶ οὕτως ὁρίζονται τοῦτο τὸ φυσικὸν θέλημα· θέλημά ἐστιν ὄρεξις λογική τε καὶ ζωτικὴ ἐκ μόνων ἠρτημένη τῶν φυσικῶν. Ὥστε ἡ μὲν θέλησίς ἐστιν αὐτὴ ἡ φυσικὴ καὶ λογικὴ ὄρεξις πάντων τῶν τῆς φύσεως συστατικῶν, ἡ ἁπλῆ δύναμις· ἡ γὰρ τῶν ἀλόγων ὄρεξις μὴ οὖσα λογικὴ οὐ λέγεται θέλησις. Βούλησις δέ ἐστι ποιὰ φυσικὴ θέλησις, ἤγουν φυσικὴ καὶ λογικὴ ὄρεξίς τινος πράγματος. Ἔγκειται μὲν γὰρ τῇ τοῦ ἀνθρώπου ψυχῇ δύναμις τοῦ λογικῶς ὀρέγεσθαι. Ὅτε οὖν φυσικῶς κινηθῇ αὕτη ἡ λογικὴ ὄρεξις πρός τι πρᾶγμα, λέγεται βούλησις· βούλησις γάρ ἐστιν ὄρεξις καὶ ἔφεσίς τινος πράγματος λογική. Λέγεται δὲ βούλησις καὶ ἐπὶ τῶν ἐφ᾿ ἡμῖν καὶ ἐπὶ τῶν οὐκ ἐφ᾿ ἡμῖν, τουτέστι καὶ ἐπὶ τῶν δυνατῶν καὶ ἐπὶ τῶν ἀδυνάτων. Βουλόμεθα γὰρ πολλάκις πορνεῦσαι ἢ σωφρονῆσαι ἢ ὑπνῶσαι ἤ τι τῶν τοιούτων· καὶ ταῦτα τῶν ἐφ᾿ ἡμῖν εἰσι καὶ δυνατά. Βουλόμεθα δὲ καὶ βασιλεῦσαι· τοῦτο οὐκ ἔστι τῶν ἐφ᾿ ἡμῖν. Βουλόμεθα δὲ τυχὸν καὶ μηδέποτε ἀποθανεῖν· τοῦτο τῶν ἀδυνάτων ἐστίν. Ἔστι δὲ ἡ βούλησις τοῦ τέλους, οὐ τῶν πρὸς τὸ τέλος. Τέλος μὲν οὖν ἐστι τὸ βουλητὸν ὡς τὸ βασιλεῦσαι, ὡς τὸ ὑγιᾶναι· πρὸς τὸ τέλος δὲ τὸ βουλευτόν, ἤγουν ὁ τρόπος, δι᾿ οὗ ὀφείλομεν ὑγιᾶναι ἢ βασιλεῦσαι· εἶτα μετὰ τὴν βούλησιν ζήτησις καὶ σκέψις. Καὶ μετὰ ταῦτα, εἰ τῶν ἐφ᾿ ἡμῖν ἐστι, γίνεται βουλὴ, ἤγουν βούλευσις. Βουλὴ δέ ἐστιν ὄρεξις ζητητικὴ περὶ τῶν ἐφ᾿ ἡμῖν πρακτῶν γινομένη· βουλεύεται γάρ, εἰ ὤφειλε μετελθεῖν τὸ πρᾶγμα ἢ οὔ. Εἶτα κρίνει τὸ κρεῖττον, καὶ λέγεται κρίσις. Εἶτα διατίθεται καὶ ἀγαπᾷ τὸ ἐκ τῆς βουλῆς κριθέν, καὶ λέγεται γνώμη· ἐὰν γὰρ κρίνῃ καὶ μὴ διατεθῇ πρὸς τὸ κριθὲν, ἤγουν ἀγαπήσῃ αὐτό, οὐ λέγεται γνώμη. Εἶτα μετὰ τὴν διάθεσιν γίνεται προαίρεσις, ἤγουν ἐπιλογή· προαίρεσις γάρ ἐστι δύο προκειμένων τὸ αἱρεῖσθαι καὶ ἐκλέγεσθαι τοῦτο πρὸ τοῦ ἑτέρου. Εἶτα ὁρμᾷ πρὸς τὴν πρᾶξιν, καὶ λέγεται ὁρμή. Εἶτα κέχρηται, καὶ λέγεται χρῆσις. Εἶτα παύεται τῆς ὀρέξεως μετὰ τὴν χρῆσιν. Ἐπὶ μὲν οὖν τῶν ἀλόγων ὄρεξις γίνεταί τινος, καὶ εὐθέως ὁρμὴ πρὸς τὴν πρᾶξιν· ἄλογος γάρ ἐστιν ἡ ὄρεξις τῶν ἀλόγων, καὶ ἄγονται ὑπὸ τῆς φυσικῆς ὀρέξεως. Διὸ οὐδὲ θέλησις λέγεται ἡ τῶν ἀλόγων ὄρεξις, οὐδὲ βούλησις· θελήσις γάρ ἐστι λογικὴ καὶ αὐτεξούσιος φυσικὴ ὄρεξις. Ἐπὶ δὲ τῶν ἀνθρώπων λογικῶν ὄντων ἄγεται μᾶλλον ἡ φυσικὴ ὄρεξις ἤπερ ἄγει· αὐτεξουσίως γὰρ καὶ μετὰ λόγου κινεῖται, ἐπειδὴ συνεζευγμέναι εἰσὶν αἱ γνωστικαὶ καὶ ζωτικαὶ δυνάμεις ἐν αὐτῷ. Αὐτεξουσίως οὖν ὀρέγεται καὶ αὐτεξουσίως βούλεται καὶ αὐτεξουσίως ζητεῖ καὶ σκέπτεται καὶ αὐτεξουσίως βουλεύεται καὶ αὐτεξουσίως κρίνει καὶ αὐτεξουσίως διατίθεται καὶ αὐτεξουσίως προαιρεῖται καὶ αὐτεξουσίως ὁρμᾷ καὶ αὐτεξουσίως πράττει ἐπὶ τῶν κατὰ φύσιν ὄντων. Χρὴ δὲ γινώσκειν, ὅτι ἐπὶ Θεοῦ βούλησιν μὲν λέγομεν, προαίρεσιν δὲ κυρίως οὐ λέγομεν· οὐ γὰρ βουλεύεται ὁ Θεός. Ἀγνοίας γάρ ἐστι τὸ βουλεύεσθαι· περὶ γὰρ τοῦ γινωσκομένου οὐδεὶς βουλεύεται. Εἰ δὲ ἡ βουλὴ ἀγνοίας, πάντως καὶ ἡ προαίρεσις. Ὁ δὲ Θεὸς πάντα εἰδὼς ἁπλῶς οὐ βουλεύεται. Οὔτε δὲ ἐπὶ τῆς τοῦ Κυρίου ψυχῆς φαμεν βουλὴν ἢ προαίρεσιν· οὐ γὰρ εἶχεν ἄγνοιαν. Εἰ γὰρ καὶ τῆς ἀγνοούσης τὰ μέλλοντα φύσεως ἦν, ἀλλ᾿ ὅμως καθ᾿ ὑπόστασιν ἑνωθεῖσα τῷ Θεῷ Λόγῳ πάντων τὴν γνῶσιν εἶχεν οὐ χάριτι, ἀλλ᾿, ὡς εἴρηται, διὰ τὴν καθ᾿ ὑπόστασιν ἕνωσιν· ὁ αὐτὸς γὰρ ἦν καὶ Θεὸς καὶ ἄνθρωπος. Διὸ οὐδὲ γνωμικὸν εἶχε θέλημα. Θέλησιν μὲν γὰρ εἶχε τὴν φυσικὴν, τὴν ἁπλῆν, τὴν ἐν πάσαις ταῖς ὑποστάσεσι τῶν ἀνθρώπων ὁμοίως θεωρουμένην, τὴν δὲ γνώμην, ἤγουν τὸ θελητόν, οὐκ εἶχεν ἡ ἁγία αὐτοῦ ψυχὴ ἐναντίον τοῦ θείου αὐτοῦ θελήματος οὐδὲ ἄλλο παρὰ τὸ θεῖον αὐτοῦ θέλημα. Ἡ γὰρ γνώμη συνδιαιρεῖται ταῖς ὑποστάσεσι πλὴν τῆς ἁγίας καὶ ἁπλῆς καὶ ἀσυνθέτου καὶ ἀδιαιρέτου θεότητος· ἐκεῖ γὰρ τῶν ὑποστάσεων μὴ εἰς ἅπαν διαιρουμένων καὶ διισταμένων, οὐδὲ τὸ θελητὸν διαιρεῖται. Κἀκεῖ μέν, ἐπειδὴ μία ἡ φύσις, μία καὶ ἡ φυσικὴ θέλησις· ἐπειδὴ δὲ καὶ αἱ ὑποστάσεις ἀδιάστατοί εἰσιν, ἓν καὶ τὸ θελητὸν καὶ μία ἡ κίνησις τῶν τριῶν ὑποστάσεων. Ἐπὶ δὲ τῶν ἀνθρώπων, ἐπειδὴ μὲν ἡ φύσις μία, μία καὶ ἡ φυσικὴ θέλησις· ἐπειδὴ δὲ αἱ ὑποστάσεις κεχωρισμέναι εἰσὶ καὶ διεστήκασιν ἀλλήλων κατά τε τόπον καὶ χρόνον καὶ τὴν πρὸς τὰ πράγματα διάθεσιν καὶ ἕτερα πλεῖστα, τούτου ἕνεκα διάφορα τὰ θελήματα καὶ αἱ γνῶμαι. Ἐπὶ δὲ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐπειδὴ μὲν διάφοροι αἱ φύσεις, διάφοροι καὶ αἱ θελήσεις αἱ φυσικαὶ τῆς αὐτοῦ θεότητος καὶ τῆς αὐτοῦ ἀνθρωπότητος, ἤγουν αἱ θελητικαὶ δυνάμεις· ἐπειδὴ δὲ μία ἡ ὑπόστασις καὶ εἷς ὁ θέλων, ἓν καὶ τὸ θελητόν, ἤγουν τὸ γνωμικὸν θέλημα, τῆς ἀνθρωπίνης αὐτοῦ θελήσεως ἑπομένης δηλαδὴ τῇ θείᾳ αὐτοῦ θελήσει καὶ ταῦτα θελούσης, ἃ ἡ θεία αὐτοῦ ἤθελε θέλησις θέλειν αὐτήν. Χρὴ δὲ γινώσκειν, ὡς ἕτερον μέν ἐστιν ἡ θέλησις, ἕτερον δὲ βούλησις, ἕτερον δὲ τὸ θελητὸν καὶ ἕτερον τὸ θελητικὸν καὶ ἕτερον ὁ θέλων. Θέλησις μὲν γάρ ἐστιν αὐτὴ ἡ ἁπλῆ δύναμις τοῦ θέλειν, βούλησις δὲ ἡ περί τι θέλησις, θελητὸν δὲ τὸ ὑποκείμενον τῇ θελήσει πρᾶγμα, ἤγουν ὅπερ θέλομεν· οἷον κινεῖται ἡ ὄρεξις πρὸς βρῶσιν· ἡ μὲν ἁπλῶς ὄρεξις ἡ λογικὴ θέλησίς ἐστιν, ἡ δὲ πρὸς βρῶσιν ὄρεξις βούλησίς ἐστιν, αὐτὴ δὲ ἡ βρῶσις θελητόν ἐστι, θελητικὸν δὲ τὸ ἔχον τὴν θελητικὴν δύναμιν, οἷον ὁ ἄνθρωπος. Θέλων δὲ αὐτὸς ὁ κεχρημένος τῇ θελήσει. Δεῖ εἰδέναι, ὡς τὸ θέλημα, ποτὲ μὲν τὴν θέλησιν δηλοῖ, ἤτοι τὴν θελητικὴν δύναμιν καὶ λέγεται θέλημα φυσικόν, ποτὲ δὲ τὸ θελητὸν καὶ λέγεται θέλημα γνωμικόν.
ΚΕΦΑΛΑΙΟN 37. Περὶ ἐνεργείας
Χρὴ γινώσκειν, ὡς πᾶσαι αἱ δυνάμεις αἱ προειρημέναι, αἵ τε γνωστικαὶ αἵ τε ζωτικαὶ καὶ αἱ φυσικαὶ καὶ αἱ τεχνικαί, ἐνέργειαι λέγονται· ἐνέργεια γάρ ἐστιν ἡ φυσικὴ ἑκάστης οὐσίας δύναμίς τε καὶ κίνησις. Καὶ πάλιν· ἐνέργειά ἐστι φυσικὴ ἡ πάσης οὐσίας ἔμφυτος κίνησις. Ὅθεν δῆλον, ὅτι, ὧν ἡ οὐσία ἡ αὐτή, τούτων καὶ ἡ ἐνέργεια ἡ αὐτή, ὧν δὲ αἱ φύσεις διάφοροι, τούτων καὶ αἱ ἐνέργειαι διάφοροι· ἀμήχανον γὰρ οὐσίαν ἄμοιρον εἶναι φυσικῆς ἐνεργείας. Ἐνέργεια πάλιν ἐστὶ φυσικὴ, ἡ δηλωτικὴ ἑκάστης οὐσίας δύναμις. Καὶ πάλιν· ἐνέργειά ἐστι φυσικὴ καὶ πρώτη ἡ ἀεικίνητος δύναμις τῆς νοερᾶς ψυχῆς, τουτέστιν ὁ ἀεικίνητος αὐτῆς λόγος φυσικῶς ἐξ αὐτῆς ἀεὶ πηγαζόμενος. Καί πάλιν· ἐνέργειά ἐστι φυσικὴ ἡ ἑκάστης οὐσίας δύναμίς τε καὶ κίνησις, ἧς χωρὶς μόνον τὸ μὴ ὄν. Λέγονται δὲ ἐνέργειαι καὶ αἱ πράξεις ὡς τὸ λαλεῖν, τὸ περιπατεῖν, τὸ ἐσθίειν καὶ πίνειν καὶ τὰ τοιαῦτα. Καὶ τὰ πάθη δὲ τὰ φυσικὰ πολλάκις ἐνέργειαι λέγονται, οἷον πεῖνα, δίψα καὶ τὰ τοιαῦτα. Λέγεται πάλιν ἐνέργεια καὶ τὸ ἀποτέλεσμα τῆς δυνάμεως. Διττῶς δὲ λέγεται καὶ τὸ δυνάμει καὶ τὸ ἐνεργείᾳ. Λέγομεν γὰρ τὸν παῖδα τὸν θηλάζοντα δυνάμει γραμματικόν· ἔχει γὰρ ἐπιτηδειότητα διὰ μαθήσεως γενέσθαι γραμματικός. Λέγομεν πάλιν τὸν γραμματικὸν καὶ δυνάμει γραμματικὸν καὶ ἐνεργείᾳ· ἐνεργείᾳ μέν, ὅτι ἔχει τὴν γνῶσιν τῆς γραμματικῆς, δυνάμει δέ, ὅτι δύναται ἐξηγεῖσθαι, οὐκ ἐνεργεῖ δὲ τὴν ἐξήγησιν. Λέγομεν πάλιν ἐνεργείᾳ γραμματικόν, ὅτε ἐνεργεῖ, ἤγουν ἐξηγεῖται. Χρὴ οὖν γινώσκειν, ὅτι ὁ δεύτερος τρόπος κοινός ἐστι τοῦ δυνάμει καὶ τοῦ ἐνεργείᾳ· δεύτερος μὲν τοῦ δυνάμει, πρῶτος δὲ τοῦ ἐνεργείᾳ. Ἐνέργεια φύσεώς ἐστι πρώτη καὶ μόνη καὶ ἀληθής, ἡ αὐθαίρετος, ἤτοι λογικὴ καὶ αὐτεξούσιος ζωὴ καὶ τοῦ καθ᾿ ἡμᾶς εἴδους συστατική· ἧς οἱ ἀποστεροῦντες τὸν Κύριον, οὐκ οἶδα ὅπως αὐτὸν Θεὸν ἐνανθρωπήσαντα λέγουσιν. Ἐνέργειά ἐστι φύσεως κίνησις δραστική· δραστικὸν δὲ λέγεται τὸ ἐξ ἑαυτοῦ κινούμενον.
ΚΕΦΑΛΑΙΟN 38. Περὶ ἑκουσίου καὶ ἀκουσίου
Ἐπειδὴ τὸ ἑκούσιον ἐν πράξει τινί ἐστι καὶ τὸ νομιζόμενον δὲ ἀκούσιον ἐν πράξει τινί ἐστι, πολλοὶ δέ τινες καὶ τὸ ὄντως ἀκούσιον οὐ μόνον ἐν τῷ πάσχειν ἀλλὰ καὶ ἐν τῷ πράττειν τίθενται, δεῖ εἰδέναι, ὅτι πρᾶξίς ἐστιν ἐνέργεια λογική, ταῖς δὲ πράξεσιν ἕπεται ἔπαινος ἢ ψόγος· καὶ αἱ μὲν αὐτῶν μεθ᾿ ἡδονῆς, αἱ δὲ μετὰ λύπης πράττονται· καὶ αἱ μὲν αὐτῶν εἰσιν αἱρεταὶ τῷ πράττοντι, αἱ δὲ φευκταί· καὶ τῶν αἱρετῶν αἱ μὲν ἀεὶ αἱρεταί, αἱ δὲ κατά τινα χρόνον. Ὁμοίως καὶ τῶν φευκτῶν. Καὶ πάλιν· αἱ μὲν τῶν πράξεων ἐλεοῦνται, αἱ δὲ συγγνώμης ἀξιοῦνται, αἱ δὲ μισοῦνται καὶ κολάζονται. Τῷ μὲν οὖν ἑκουσίῳ πάντως ἐπακολουθεῖ ἔπαινος ἢ ψόγος καὶ τὸ μεθ᾿ ἡδονῆς πράττεσθαι καὶ τὸ αἱρετὰς εἶναι τὰς πράξεις τοῖς πράττουσιν ἢ ἀεὶ ἢ τότε, ὅτε πράττονται. Τῷ δὲ ἀκουσίῳ τὸ συγγνώμης ἢ ἐλέους ἀξιοῦσθαι, καὶ τὸ μετὰ λύπης πράττεσθαι καὶ τὸ μὴ εἶναι αἱρετὰς μηδὲ δι᾿ ἑαυτοῦ τελεῖν τὸ πραττόμενον, εἰ καὶ βιάζοιτο. Τοῦ δὲ ἀκουσίου τὸ μέν ἐστι κατὰ βίαν, τὸ δὲ δι᾿ ἄγνοιαν· κατὰ βίαν μέν, ὅταν ἡ ποιητικὴ ἀρχὴ, ἤγουν αἰτία ἔξωθέν ἐστιν, ἤγουν ὅταν ὑφ᾿ ἑτέρου βιαζώμεθα, μηδ᾿ ὅλως πειθόμενοι, μηδὲ συμβαλλώμεθα κατ᾿ οἰκείαν ὁρμὴν, μηδὲ ὅλως συμπράττωμεν ἢ δι᾿ ἑαυτῶν τὸ βιασθὲν ποιῶμεν· ὃ καὶ ὁριζόμενοί φαμεν· ἀκούσιόν ἐστιν οὗ ἡ ἀρχὴ ἔξωθεν μηδὲν συμβαλλομένου κατ᾿ οἰκείαν ὁρμὴν τοῦ βιασθέντος. Ἀρχὴν δέ φαμεν τὴν ποιητικὴν αἰτίαν. Τὸ δὲ δι᾿ ἄγνοιαν ἀκούσιόν ἐστιν, ὅταν μὴ αὐτοὶ παρέχωμεν αἰτίαν τῆς ἀγνοίας, ἀλλ᾿ οὕτω συμβῇ. Εἰ γὰρ μεθύων τις φόνον ποιήσει, ἀγνοῶν ἐφόνευσεν, οὐ μὴν ἀκουσίως· τὴν γὰρ αἰτίαν τῆς ἀγνοίας, ἤγουν τὴν μέθην, αὐτὸς ἔπραξεν. Εἰ δέ τις ἐν τῷ συνήθει τόπῳ τοξεύων τὸν πατέρα παριόντα ἀπέκτεινε, δι᾿ ἄγνοιαν λέγεται ἀκουσίως τοῦτο πεποιηκέναι. Τοῦ οὖν ἀκουσίου διττοῦ ὄντος, τοῦ μὲν κατὰ βίαν, τοῦ δὲ δι᾿ ἄγνοιαν, τὸ ἑκούσιον ἀμφοτέροις ἀντίκειται· ἔστι γὰρ ἑκούσιον τὸ μήτε κατὰ βίαν μήτε δι᾿ ἄγνοιαν γινόμενον. Ἑκούσιον τοίνυν ἐστίν, οὗ ἡ ἀρχὴ, τουτέστιν ἡ αἰτία, ἐν αὑτῷ εἰδότι τὰ καθ᾿ ἕκαστα, δι᾿ ὧν καὶ ἐν οἷς ἡ πρᾶξις. «Καθ᾿ ἕκαστα» δέ ἐστιν, ἃ καλεῖται παρὰ τοῖς ῥήτορσι περιστατικὰ μόρια· οἷον τίς, ἤγουν ὁ πράξας, τίνα, ἤγουν τὸν παθόντα, τί, ἤγουν αὐτὸ τὸ πραχθέν, τυχὸν ἐφόνευσε· τίνι, ἤγουν ὀργάνῳ, ποῦ, ἤγουν τόπῳ, πότε, ἤγουν ἐν ποίῳ χρόνῳ, πῶς, ὁ τρόπος τῆς πράξεως, διὰ τί, ἤγουν διὰ ποίαν αἰτίαν. Ἰστέον, ὥς εἰσί τινα μέσα ἑκουσίων καὶ ἀκουσίων, ἅτινα ἀηδῆ καὶ λυπηρὰ ὄντα διὰ μεῖζον κακὸν καταδεχόμεθα, ὡς διὰ ναυάγιον ἀποβάλλομεν τὰ ἐν τῷ πλοίῳ. Ἰστέον, ὡς τὰ παιδία καὶ τὰ ἄλογα ἑκουσίως μὲν ποιεῖ, οὐ μὴν δὲ καὶ προαιρούμενα, καὶ ὅσα διὰ θυμὸν πράττομεν μὴ προβουλευσάμενοι, ἑκουσίως ποιοῦμεν, οὐ μὴν καὶ κατὰ προαίρεσιν. Καὶ ὁ φίλος αἰφνιδίως ἐπέστη ἑκουσίως μὲν ἡμῖν, οὐ μὴν καὶ προαιρούμενος. Καὶ ὁ θησαυρῷ ἀνελπίστως περιτυχὼν ἑκουσίως περιέτυχεν, οὐ μὴν καὶ προαιρούμενος. Πάντα ταῦτα ἑκούσια μὲν διὰ τὸ ἐπ᾿ αὐτοῖς ἥδεσθαι, οὐ μὴν καὶ κατὰ προαίρεσιν, διότι οὐκ ἀπὸ βουλῆς· δεῖ δὲ πάντως βουλὴν προηγεῖσθαι τῆς προαιρέσεως, καθὼς εἴρηται.
ΚΕΦΑΛΑΙΟN 39. Περὶ τοῦ ἐφ᾿ ἡμῖν, τουτέστι τοῦ αὐτεξουσίου
Ὁ περὶ τοῦ αὐτεξουσίου λόγος, τουτέστι τοῦ ἐφ᾿ ἡμῖν, πρώτην μὲν ἔχει ζήτησιν, εἰ ἔστι ἐφ᾿ ἡμῖν· πολλοὶ γὰρ οἱ πρὸς τοῦτο ἀντιβαίνοντες. Δευτέραν δέ, τίνα ἐστὶ τὰ ἐφ᾿ ἡμῖν καὶ τίνων ἐξουσίαν ἔχομεν. Τρίτην τὴν αἰτίαν ἐξετάσαι, δι᾿ ἣν ὁ ποιήσας ἡμᾶς Θεὸς αὐτεξουσίους ἐποίησεν. Ἀναλαβόντες οὖν περὶ τοῦ πρώτου, πρῶτον εἴπωμεν ἀποδεικνύντες, ὅτι ἔστι τινὰ ἐφ᾿ ἡμῖν, ἐκ τῶν παρ᾿ ἐκείνοις ὁμολογουμένων, καὶ εἴπωμεν οὕτως. Τῶν γινομένων πάντων ἢ Θεόν φασιν αἴτιον εἶναι ἢ ἀνάγκην ἢ εἱμαρμένην ἢ φύσιν ἢ τύχην ἢ τὸ αὐτόματον. Ἀλλὰ τοῦ μὲν Θεοῦ ἔργον οὐσία καὶ πρόνοια, τῆς δὲ ἀνάγκης τῶν ἀεὶ ὡσαύτως ἐχόντων ἡ κίνησις· τῆς δὲ εἱμαρμένης τὸ ἐξ ἀνάγκης τὰ δι᾿ αὐτῆς ἐπιτελεῖσθαι (καὶ γὰρ αὕτη τῆς ἀνάγκης ἐστί)· τῆς δὲ φύσεως γένεσις, αὔξησις, φθορά, φυτὰ καὶ ζῷα· τῆς δὲ τύχης τὰ σπάνια καὶ ἀπροσδόκητα· ὁρίζονται γὰρ τὴν τύχην σύμπτωσιν καὶ συνδρομὴν δύο αἰτίων ἀπὸ προαιρέσεως τὴν ἀρχὴν ἐχόντων, ἄλλο τι, παρ᾿ ὃ πέφυκεν, ἀποτελούντων, ὡς τάφρον ὀρύσσοντα θησαυρὸν εὑρεῖν· οὔτε γὰρ ὁ θεὶς τὸν θησαυρὸν οὕτως ἔθηκεν, ὥστε ἄλλον τοῦτον εὑρεῖν, οὔτε ὁ εὑρὼν οὕτως ὤρυξεν, ὡς εὑρεῖν θησαυρόν, ἀλλ᾿ ὁ μὲν ἵν᾿ ὅταν θέλῃ, ἀνέληται, ὁ δὲ ἵνα τάφρον ὀρύξῃ· συνέπεσε δὲ ἄλλο τι, παρ᾿ ὃ προῃροῦντο ἀμφότεροι. Τοῦ δὲ αὐτομάτου τὰ τῶν ἀψύχων ἢ ἀλόγων συμπτώματα ἄνευ φύσεως καὶ τέχνης. Οὕτως αὐτοί φασι. Τίνι τοίνυν τούτων ὑπαγάγωμεν τὰ διὰ τῶν ἀνθρώπων, εἴπερ ὁ ἄνθρωπος οὐκ ἔστιν αἴτιος καὶ ἀρχὴ πράξεως; Οὐδὲ γὰρ Θεῷ θεμιτὸν ἐπιγράφειν αἰσχρὰς ἔσθ᾿ ὅτε πράξεις καὶ ἀδίκους οὐδὲ ἀνάγκῃ (οὐ γὰρ τῶν ἀεὶ ὡσαύτως ἐχόντων ἐστίν), οὐδὲ εἱμαρμένῃ (οὐ γὰρ τῶν ἐνδεχομένων, ἀλλὰ τῶν ἀναγκαίων τὰ τῆς εἱμαρμένης λέγουσιν), οὔτε φύσει (φύσεως γὰρ ἔργα ζῷα καὶ φυτά), οὐδὲ τύχῃ (οὐ γὰρ σπάνιοι καὶ ἀπροσδόκητοι τῶν ἀνθρώπων αἱ πράξεις), οὔτε τῷ αὐτομάτῳ (ἀψύχων γὰρ λέγουσιν ἢ ἀλόγων συμπτώματα τοῦ αὐτομάτου). Λείπεται δὴ αὐτὸν τὸν πράττοντα καὶ ποιοῦντα ἄνθρωπον ἀρχὴν εἶναι τῶν ἰδίων ἔργων καὶ αὐτεξούσιον. Ἔτι, εἰ μηδεμιᾶς ἐστιν ἀρχὴ πράξεως ὁ ἄνθρωπος, περιττῶς ἔχει τὸ βουλεύεσθαι· εἰς τί γὰρ χρήσεται τῇ βουλῇ μηδεμιᾶς ὢν κύριος πράξεως; Πᾶσα γὰρ βουλὴ πράξεως ἕνεκα. Τὸ δὲ κάλλιστον καὶ τιμιώτατον τῶν ἐν ἀνθρώπῳ περιττὸν ἀποφαίνειν τῶν ἀτοπωτάτων ἂν εἴη. Εἰ τοίνυν βουλεύεται, πράξεως ἕνεκα βουλεύεται· πᾶσα γὰρ βουλὴ πράξεως ἕνεκα καὶ διὰ πρᾶξιν.
ΚΕΦΑΛΑΙΟN 40. Περὶ τῶν γινομένων
Τῶν γινομένων τὰ μέν εἰσιν ἐφ᾿ ἡμῖν, τὰ δὲ οὐκ ἐφ᾿ ἡμῖν. Ἐφ᾿ ἡμῖν μὲν οὖν εἰσιν, ὧν ἡμεῖς ἐσμεν αὐτεξούσιοι ποιεῖν τε καὶ μὴ ποιεῖν, τουτέστι πάντα τὰ δι᾿ ἡμῶν ἑκουσίως πραττόμενα (οὐ γὰρ ἑκουσίως ἐλέγετο πράττεσθαι τῆς πράξεως οὐκ οὔσης ἐφ᾿ ἡμῖν) καὶ ἁπλῶς, οἷς ἕπεται ψόγος ἢ ἔπαινος καὶ ἐφ᾿ οἷς ἐστι προτροπὴ καὶ νόμος. Κυρίως δὲ ἐφ᾿ ἡμῖν ἐστι τὰ ψυχικὰ πάντα καὶ περὶ ὧν βουλευόμεθα· ἡ δὲ βουλὴ τῶν ἐπίσης ἐνδεχομένων ἐστίν. Ἐπίσης δὲ ἐνδεχόμενόν ἐστιν, ὃ αὐτό τε δυνάμεθα, καὶ τὸ ἀντικείμενον αὐτῷ· ποιεῖται δὲ τούτου τὴν αἵρεσιν ὁ νοῦς ὁ ἡμέτερος, καὶ οὗτός ἐστιν ἀρχὴ πράξεως. Ταῦτα τοίνυν ἐστὶ τὰ ἐφ᾿ ἡμῖν, τὰ ἐπίσης ἐνδεχόμενα, οἷον τὸ κινεῖσθαι καὶ μὴ κινεῖσθαι, ὁρμᾶν καὶ μὴ ὁρμᾶν, ὀρέγεσθαι τῶν μὴ ἀναγκαίων καὶ μὴ ὀρέγεσθαι, ψεύδεσθαι καὶ μὴ ψεύδεσθαι, διδόναι καὶ μὴ διδόναι, χαίρειν ἐφ᾿ οἷς δεῖ καὶ μὴ χαίρειν ὁμοίως, καὶ ἐφ᾿ οἷς οὐ δεῖ, καὶ ὅσα τοιαῦτα, ἐν οἷς ἐστι τὰ τῆς ἀρετῆς καὶ τῆς κακίας ἔργα· τούτων γάρ ἐσμεν αὐτεξούσιοι. Τῶν δὲ ἐπίσης ἐνδεχομένων εἰσὶ καὶ αἱ τέχναι· ἐφ᾿ ἡμῖν γάρ ἐστι μετελθεῖν, ἣν ἂν θελήσωμεν, καὶ μὴ μετελθεῖν. Χρὴ δὲ γινώσκειν, ὡς ἡ μὲν αἵρεσις τῶν πρακτῶν ἀεὶ ἐφ᾿ ἡμῖν ἐστιν· ἡ δὲ πρᾶξις πολλάκις κωλύεται κατά τινα τρόπον τῆς προνοίας.
ΚΕΦΑΛΑΙΟN 41. Διὰ ποίαν αἰτίαν αὐτεξούσιοι γεγόναμεν
Φαμὲν τοίνυν εὐθέως τῷ λογικῷ συνεισέρχεσθαι τὸ αὐτεξούσιον καί τοῖς γεννητοῖς συμπεφυκέναι μεταβολήν και τροπήν. Πᾶν γὰρ γεννητὸν καὶ τρεπτόν ἐστιν. Ὧν γὰρ ἡ ἀρχὴ τῆς γενέσεως ἀπὸ τροπῆς ἤρξατο, ἀνάγκῃ ταῦτα τρεπτὰ εἶναι. Τροπὴ δέ ἐστι τὸ ἐκ μὴ ὄντων εἰς τὸ εἶναι παραχθῆναι καὶ τὸ ἐξ ὑποκειμένης ὕλης ἕτερόν τι γενέσθαι. Τὰ μὲν οὖν ἄψυχα καὶ ἄλογα τρέπονται κατὰ τὰς προειρημένας σωματικὰς ἀλλοιώσεις, τὰ δὲ λογικὰ κατὰ προαίρεσιν. Τοῦ γὰρ λογικοῦ τὸ μέν ἐστι θεωρητικόν, τὸ δὲ πρακτικόν. Θεωρητικὸν μὲν τὸ κατανοοῦν, ὡς ἔχει τὰ ὄντα, πρακτικὸν δὲ τὸ βουλευτικόν, τὸ ὁρίζον τοῖς πρακτοῖς τὸν ὀρθὸν λόγον. Καὶ καλοῦσι τὸ μὲν θεωρητικὸν νοῦν, τὸ δὲ πρακτικὸν λόγον· καὶ τὸ μὲν θεωρητικὸν σοφίαν, τὸ δὲ πρακτικὸν φρόνησιν. Πᾶς οὖν ὁ βουλευόμενος ὡς ἐπ᾿ αὐτῷ τῆς αἱρέσεως οὔσης τῶν πρακτέων βουλεύεται, ἵνα τὸ προκριθὲν ἐκ τῆς βουλῆς ἕληται καὶ ἑλόμενος πράξῃ· εἰ δὲ τοῦτο, ἐξ ἀνάγκης παρυφίσταται τῷ λογικῷ τὸ αὐτεξούσιον· ἢ γὰρ οὐκ ἔσται λογικόν, ἢ λογικὸν ὂν κύριον ἔσται πράξεων καὶ αὐτεξούσιον. Ὅθεν καὶ τὰ ἄλογα οὔκ εἰσιν αὐτεξούσια· ἄγονται γὰρ μᾶλλον ὑπὸ τῆς φύσεως ἤπερ ἄγουσι· διὸ οὐδὲ ἀντιλέγουσι τῇ φυσικῇ ὀρέξει, ἀλλ᾿, ἅμα ὀρεχθῶσί τινος, ὁρμῶσι πρὸς τὴν πρᾶξιν. Ὁ δὲ ἄνθρωπος, λογικὸς ὤν, ἄγει μᾶλλον τὴν φύσιν, ἤπερ ἄγεται· διὸ καὶ ὀρεγόμενος, εἴπερ ἐθέλοι, ἐξουσίαν ἔχει τὴν ὄρεξιν ἀναχαιτίσαι ἢ ἀκολουθῆσαι αὐτῇ. Ὅθεν τὰ μὲν ἄλογα οὐδὲ ἐπαινεῖται οὐδὲ ψέγεται, ὁ δὲ ἄνθρωπος καὶ ἐπαινεῖται καὶ ψέγεται. Χρὴ δὲ γινώσκειν, ὅτι καὶ οἱ ἄγγελοι, λογικοὶ ὄντες, αὐτεξούσιοι ὑπάρχουσι, καὶ ὡς κτιστοὶ καὶ τρεπτοί. Καὶ ἔδειξεν ὁ μὲν Διάβολος ἀγαθὸς ὑπὸ τοῦ Δημιουργοῦ γενόμενος, αὐτεξουσίως δὲ τῆς κακίας εὑρετὴς γεγονώς, καὶ αἱ σὺν αὐτῷ ἀποστατήσασαι δυνάμεις, ἤγουν οἱ δαίμονες, τὰ δὲ λοιπὰ τάγματα τῶν ἀγγέλων ἐν τῷ ἀγαθῷ διαμείναντα.
ΚΕΦΑΛΑΙΟN 42. Περὶ τῶν οὐκ ἐφ᾿ ἡμῖν
Τῶν δὲ οὐκ ἐφ᾿ ἡμῖν τὰ μὲν ἐκ τῶν ἐφ᾿ ἡμῖν ἔχει τὰς ἀρχὰς, ἤτοι τὰς αἰτίας, τουτέστιν αἱ ἀμοιβαὶ τῶν πράξεων ἡμῶν ἔν τε τῷ παρόντι καὶ ἐν τῷ μέλλοντι αἰῶνι, τὰ δὲ λοιπὰ πάντα τῆς θείας βουλῆς ἐξήρτηται. Ἡ μὲν γὰρ γένεσις πάντων ἐκ τοῦ Θεοῦ, ἡ δὲ φθορὰ διὰ τὴν ἡμετέραν κακίαν ὑπεισήχθη πρὸς τιμωρίαν καὶ ὠφέλειαν. «Θεὸς γὰρ θάνατον οὐκ ἐποίησεν οὐδὲ τέρπεται ἐπ᾿ ἀπωλείᾳ ζώντων»· δι᾿ ἀνθρώπου δὲ μᾶλλον θάνατος, τουτέστι τῆς τοῦ Ἀδὰμ παραβάσεως, ὁμοίως καὶ αἱ λοιπαὶ τιμωρίαι. Τὰ δὲ λοιπὰ πάντα τῷ Θεῷ ἀναθετέον· ἥ τε γὰρ γένεσις ἡμῶν τῆς δημιουργικῆς αὐτοῦ δυνάμεώς ἐστι, καὶ ἡ διαμονὴ τῆς συνεκτικῆς δυνάμεως αὐτοῦ, καὶ ἡ κυβέρνησις καί σωτηρία τῆς προνοητικῆς αὐτοῦ δυνάμεως καί ἡ τῶν ἀγαθῶν αἰωνία ἀπόλαυσις τῆς ἀγαθότητος αὐτοῦ, τοῖς φυλάσσουσι τό κατά φύσιν, ἐφ’ ᾧ καί ἐπλάσθημεν. Ἐπειδὴ δέ τινες ἀντιλέγουσι τῇ προνοίᾳ, εἴπωμεν λοιπὸν ὀλίγα καὶ περὶ προνοίας.
ΚΕΦΑΛΑΙΟN 43. Περὶ προνοίας Πρόνοια τοίνυν ἐστὶν ἐκ Θεοῦ εἰς τὰ ὄντα γινομένη ἐπιμέλεια
Καὶ πάλιν· Πρόνοιά ἐστι βούλησις Θεοῦ, δι᾿ ἣν πάντα τὰ ὄντα τὴν πρόσφορον διεξαγωγὴν λαμβάνει. Εἰ δὲ Θεοῦ βούλησίς ἐστιν ἡ πρόνοια, πᾶσα ἀνάγκη πάντα τὰ τῇ προνοίᾳ γινόμενα κατὰ τὸν ὀρθὸν λόγον κάλλιστά τε καὶ θεοπρεπέστατα γίνεσθαι καὶ ὡς οὐκ ἔνι κρείττω γενέσθαι. Ἀνάγκη γὰρ τὸν αὐτὸν εἶναι ποιητὴν τῶν ὄντων καὶ προνοητήν· οὔτε γὰρ πρέπον οὔτε ἀκόλουθον ἄλλον μὲν ποιητὴν εἶναι τῶν ὄντων, ἄλλον δὲ προνοητήν· οὕτω γὰρ ἐν ἀσθενείᾳ πάντως εἰσὶν ἀμφότεροι, ὁ μὲν τοῦ ποιεῖν, ὁ δὲ τοῦ προνοεῖν. Ὁ Θεὸς τοίνυν ἐστὶν ὅ τε ποιητὴς καὶ προνοητής, καὶ ἡ ποιητικὴ δὲ αὐτοῦ δύναμις καὶ ἡ συνεκτικὴ καὶ ἡ προνοητικὴ ἡ ἀγαθὴ αὐτοῦ θέλησίς ἐστι· «πάντα γάρ, ὅσα ἠθέλησεν, ὁ Κύριος ἐποίησεν ἐν τῷ οὐρανῷ καί ἐν τῇ γῇ», καὶ τῷ θελήματι αὐτοῦ οὐδεὶς ἀνθέστηκεν. Ἠθέλησε γενέσθαι τὰ πάντα, καὶ γέγονε· θέλει συνίστασθαι τὸν κόσμον, καὶ συνίσταται, καὶ πάντα, ὅσα θέλει, γίνεται. Ὅτι δὲ προνοεῖ καὶ ὅτι καλῶς προνοεῖ, ὀρθότατα σκοπήσειεν ἄν τις οὕτως· Μόνος ὁ Θεός ἐστι φύσει ἀγαθὸς καὶ σοφός· ὡς οὖν ἀγαθὸς προνοεῖ (ὁ γὰρ μὴ προνοῶν οὐκ ἀγαθός· καὶ γὰρ καὶ οἱ ἄνθρωποι καὶ τὰ ἄλογα τῶν οἰκείων τέκνων προνοοῦνται φυσικῶς, καὶ ὁ μὴ προνοῶν ψέγεται), ὡς δὲ σοφὸς ἄριστα τῶν ὄντων ἐπιμελεῖται. Χρὴ τοίνυν τούτοις προσέχοντας πάντα θαυμάζειν, πάντα ἐπαινεῖν, πάντα ἀνεξετάστως ἀποδέχεσθαι τὰ τῆς προνοίας ἔργα, κἂν φαίνηται τοῖς πολλοῖς ἄδικα διὰ τὸ ἄγνωστον καὶ ἀκατάληπτον εἶναι τοῦ Θεοῦ τὴν πρόνοιαν καί τούς λογισμούς ἡμῶν καί τάς πράξεις καί τά μέλλοντα αὐτῷ μόνῳ γνωστά. Πάντα δὲ λέγω τὰ οὐκ ἐφ᾿ ἡμῖν· τὰ γὰρ ἐφ᾿ ἡμῖν οὐ τῆς προνοίας ἐστίν, ἀλλὰ τοῦ ἡμετέρου αὐτεξουσίου. Τῆς δὲ προνοίας τὰ μὲν κατ᾿ εὐδοκίαν ἐστί, τὰ δὲ κατὰ συγχώρησιν. Κατ᾿ εὐδοκίαν μέν, ὅσα ἀναντιρρήτως εἰσὶν ἀγαθά, κατὰ συγχώρησιν δὲ ὅσα εἰσί πονηρά. Συγχωρεῖ γὰρ πολλάκις καὶ τὸν δίκαιον περιπεσεῖν συμφοραῖς, ἵνα τὴν ἐν αὐτῷ λανθάνουσαν ἀρετὴν δείξῃ τοῖς ἄλλοις, ὡς ἐπὶ τοῦ Ἰώβ. Ἄλλοτε συγχωρεῖ τῶν ἀτόπων τι πραχθῆναι, ἵνα διὰ τῆς πράξεως τῆς δοκούσης ἀτόπου μέγα τι καὶ θαυμαστὸν κατορθωθῇ ὡς διὰ τοῦ σταυροῦ τὴν σωτηρίαν τῶν ἀνθρώπων. Κατ᾿ ἄλλον τρόπον συγχωρεῖ τὸν ὅσιον πάσχειν κακῶς, ἵνα μὴ ἐκ τοῦ ὀρθοῦ συνειδότος ἐκπέσῃ ἢ καὶ ἐκ τῆς δοθείσης αὐτῷ δυνάμεώς τε καὶ χάριτος εἰς ἀλαζονείαν ἐκπέσῃ ὡς ἐπὶ τοῦ Παύλου. Ἐγκαταλείπεταί τις πρὸς καιρὸν πρὸς διόρθωσιν ἄλλου, ἵνα τὸ κατ᾿ αὐτὸν σκοποῦντες οἱ ἄλλοι παιδεύωνται, ὡς ἐπὶ τοῦ Λαζάρου καὶ τοῦ πλουσίου· φυσικῶς γὰρ ὁρῶντές τινας πάσχοντας συστελλόμεθα. Ἐγκαταλείπεταί τις καὶ εἰς ἄλλου δόξαν, οὐ δι᾿ οἰκείας ἢ γονέων ἁμαρτίας ὡς ὁ ἐκ γενετῆς τυφλὸς εἰς δόξαν τοῦ υἱοῦ τοῦ ἀνθρώπου. Πάλιν συγχωρεῖταί τις παθεῖν εἰς ἄλλου ζῆλον, ἵνα τῆς δόξης τοῦ παθόντος μεγαλυνθείσης ἄοκνον τὸ πάθος τοῖς ἄλλοις γένηται ἐλπίδι τῆς μελλούσης δόξης καὶ ἐπιθυμίᾳ τῶν μελλόντων ἀγαθῶν, ὡς ἐπὶ τῶν μαρτύρων. Παραχωρεῖταί τις καὶ εἰς αἰσχρὰν ἐμπεσεῖν πρᾶξιν ἐνίοτε εἰς διόρθωσιν ἑτέρου χείρονος πάθους· οἷον, ἔστι τις ἐπαιρόμενος ἐπὶ ταῖς ἀρεταῖς καὶ τοῖς κατορθώμασιν αὐτοῦ· παραχωρεῖ τοῦτον ὁ Θεὸς εἰς πορνείαν ἐμπεσεῖν, ὅπως διὰ τοῦ πτώματος εἰς συναίσθησιν τῆς οἰκείας ἀσθενείας ἐλθὼν ταπεινωθῇ καὶ προσελθὼν ἐξομολογήσηται τῷ Κυρίῳ. Χρὴ δὲ γινώσκειν, ὅτι ἡ μὲν αἵρεσις τῶν πρακτῶν ἐφ᾿ ἡμῖν ἐστι, τὸ δὲ τέλος τῶν μὲν ἀγαθῶν τῆς τοῦ Θεοῦ συνεργίας δικαίως συνεργοῦντος τοῖς προαιρουμένοις τὸ ἀγαθὸν ὀρθῷ τῷ συνειδότι κατὰ τὴν πρόγνωσιν αὐτοῦ, τῶν δὲ πονηρῶν τῆς ἐγκαταλείψεως τοῦ Θεοῦ πάλιν κατὰ τὴν πρόγνωσιν αὐτοῦ δικαίως ἐγκαταλιμπάνοντος. Τῆς δὲ ἐγκαταλείψεώς εἰσιν εἴδη δύο· ἔστι γὰρ ἐγκατάλειψις οἰκονομικὴ καὶ παιδευτικὴ καὶ ἔστιν ἐγκατάλειψις τελεία ἀπογνωστική. Οἰκονομικὴ μὲν καὶ παιδευτικὴ ἡ πρὸς διόρθωσιν καὶ σωτηρίαν καὶ δόξαν τοῦ πάσχοντος γινομένη ἢ καὶ πρὸς ἄλλων ζῆλον καὶ μίμησιν ἢ καὶ πρὸς δόξαν Θεοῦ· ἡ δὲ τελεία ἐγκατάλειψις, ὅτε τοῦ Θεοῦ πάντα πρὸς σωτηρίαν πεποιηκότος ἀνεπαίσθητος καὶ ἀνιάτρευτος, μᾶλλον δὲ ἀνίατος ἐξ οἰκείας προθέσεως διαμείνῃ ὁ ἄνθρωπος· τότε παραδίδοται εἰς τελείαν ἀπώλειαν ὡς ὁ Ἰούδας. Φείσοιται ἡμῶν ὁ Θεὸς καὶ ἐξελοῖτο τῆς τοιαύτης ἐγκαταλείψεως. Χρὴ δὲ εἰδέναι, ὡς πολλοί εἰσιν οἱ τρόποι τῆς τοῦ Θεοῦ προνοίας, καὶ μήτε λόγῳ ἑρμηνευθῆναι, μήτε νῷ περιληφθῆναι δυνάμενοι. Δεῖ γινώσκειν, ὡς πᾶσαι αἱ σκυθρωπαὶ ἐπιφοραὶ τοῖς μετ᾿ εὐχαριστίας δεχομένοις πρὸς σωτηρίαν ἐπάγονται καὶ πάντως ὠφελείας γίνονται πρόξενοι. Χρὴ εἰδέναι, ὡς ὁ Θεὸς προηγουμένως θέλει πάντας σωθῆναι καὶ τῆς βασιλείας αὐτοῦ τυχεῖν· οὐ γὰρ ἐπὶ τὸ κολάσαι ἔπλασεν ἡμᾶς, ἀλλὰ πρὸς τὸ μετασχεῖν τῆς ἀγαθότητος αὐτοῦ, ὡς ἀγαθός. Ἁμαρτάνοντας δὲ θέλει κολάζεσθαι ὡς δίκαιος. Λέγεται οὖν τὸ μὲν πρῶτον προηγούμενον θέλημα καὶ εὐδοκία, ἐξ αὐτοῦ ὄν, τὸ δὲ δεύτερον ἑπόμενον θέλημα καὶ παραχώρησις, ἐξ ἡμετέρας αἰτίας. Καὶ αὕτη διττή· ἡ μὲν οἰκονομικὴ καὶ παιδευτικὴ πρὸς σωτηρίαν, ἡ δὲ ἀπογνωστικὴ πρὸς τελείαν κόλασιν, ὡς εἰρήκαμεν. Ταῦτα δὲ ἐπὶ τῶν οὐκ ἐφ᾿ ἡμῖν. Τῶν δὲ ἐφ᾿ ἡμῖν τὰ μὲν ἀγαθὰ προηγουμένως θέλει καὶ εὐδοκεῖ, τὰ δὲ πονηρὰ καὶ ὄντως κακὰ οὔτε προηγουμένως οὔτε ἑπομένως θέλει· παραχωρεῖ δὲ τῷ αὐτεξουσίῳ· τὸ γὰρ κατὰ βίαν γινόμενον οὐ λογικόν, οὐδὲ ἀρετή. Προνοεῖ δὲ ὁ Θεὸς πάσης τῆς κτίσεως καὶ διὰ πάσης τῆς κτίσεως εὐεργετῶν καὶ παιδεύων καὶ δι᾿ αὐτῶν πολλάκις τῶν δαιμόνων ὡς ἐπὶ τοῦ Ἰὼβ καὶ τῶν χοίρων.
ΚΕΦΑΛΑΙΟN 44. Περὶ προγνώσεως καὶ προορισμοῦ
Χρὴ γινώσκειν, ὡς πάντα μὲν προγινώσκει ὁ Θεός, οὐ πάντα δὲ προορίζει· προγινώσκει γὰρ καὶ τὰ ἐφ᾿ ἡμῖν, οὐ προορίζει δὲ αὐτά· οὐ γὰρ θέλει τὴν κακίαν γενέσθαι οὐδὲ βιάζεται τὴν ἀρετήν. Ὥστε τῆς θείας προγνωστικῆς κελεύσεως ἔργον ἐστὶν ὁ προορισμός. Προορίζει δὲ τὰ οὐκ ἐφ᾿ ἡμῖν κατὰ τὴν πρόγνωσιν αὐτοῦ· ἤδη γὰρ κατὰ τὴν πρόγνωσιν αὐτοῦ προέκρινε πάντα ὁ Θεὸς κατὰ τὴν ἀγαθότητα καὶ τὴν δικαιοσύνην αὐτοῦ. Χρὴ δὲ γινώσκειν, ὅτι ἡ μὲν ἀρετὴ ἐκ τοῦ Θεοῦ ἐδόθη ἐν τῇ φύσει καὶ αὐτός ἐστι παντὸς ἀγαθοῦ ἀρχὴ καὶ αἰτία καὶ ἐκτὸς τῆς αὐτοῦ συνεργίας καὶ βοηθείας ἀδύνατον ἀγαθὸν θελῆσαι ἢ πρᾶξαι ἡμᾶς. Ἐφ᾿ ἡμῖν δέ ἐστιν ἢ ἐμμεῖναι τῇ ἀρετῇ καὶ ἀκολουθῆσαι τῷ Θεῷ πρὸς ταύτην καλοῦντι ἢ ἀποφοιτῆσαι τῆς ἀρετῆς, ὅπερ ἐστὶν ἐν τῇ κακίᾳ γενέσθαι καὶ ἀκολουθῆσαι τῷ Διαβόλῳ πρὸς ταύτην καλοῦντι ἀβιάστως· ἡ γὰρ κακία οὐδὲν ἕτερόν ἐστιν, εἰ μὴ ἀναχώρησις τοῦ ἀγαθοῦ, ὥσπερ καὶ τὸ σκότος τοῦ φωτός ἐστιν ἀναχώρησις. Μένοντες οὖν ἐν τῷ κατὰ φύσιν ἐν τῇ ἀρετῇ ἐσμεν, ἐκκλίνοντες δὲ ἐκ τοῦ κατὰ φύσιν, ἤγουν ἐκ τῆς ἀρετῆς, εἰς τό παρὰ φύσιν ἐρχόμεθα καὶ ἐν τῇ κακίᾳ γινόμεθα. Μετάνοιά ἐστιν ἐκ τοῦ παρὰ φύσιν εἰς τὸ κατὰ φύσιν καὶ ἐκ τοῦ Διαβόλου πρὸς τὸν Θεὸν ἐπάνοδος δι᾿ ἀσκήσεως καὶ πόνων. Τοῦτον τοίνυν τὸν ἄνθρωπον ὁ Δημιουργὸς ἄρρενα κατεσκεύασε, μεταδοὺς αὐτῷ τῆς ἑαυτοῦ θείας χάριτος καὶ ἐν κοινωνίᾳ ἑαυτοῦ διὰ ταύτης αὐτὸν ποιησάμενος· ὅθεν καὶ τὴν τῶν ζῴων ὀνομασίαν προφητικῶς, ὡς δούλων αὐτῷ δοθέντων, δεσποτικῶς ἐποιήσατο. Κατ᾿ εἰκόνα γὰρ Θεοῦ λογικός τε καὶ νοερὸς καὶ αὐτεξούσιος γενόμενος, εἰκότως τὴν τῶν ἐπιγείων ἀρχὴν ἐνεχειρίζετο ὑπὸ τοῦ κοινοῦ τῶν ἁπάντων Δημιουργοῦ τε καὶ Δεσπότου. Εἰδὼς δὲ ὁ προγνώστης Θεός, ὡς ἐν παραβάσει γενήσεται καὶ τῇ φθορᾷ ὑποπεσεῖται, ἐποίησεν ἐξ αὐτοῦ τὸ θῆλυ, «βοηθὸν αὐτῷ κατ᾿ αὐτόν»· βοηθὸν δὲ πρὸς τὴν διὰ γεννήσεως μετὰ τὴν παράβασιν τοῦ γένους ἐκ διαδοχῆς σύστασιν. Ἡ γὰρ πρώτη πλάσις γένεσις λέγεται καὶ οὐ γέννησις· γένεσις μὲν γάρ ἐστιν ἡ ἐκ Θεοῦ πρώτη πλάσις, γέννησις δὲ ἡ ἐκ καταδίκης τοῦ θανάτου διὰ τὴν παράβασιν ἐξ ἀλλήλων διαδοχή. Τοῦτον ἔθετο ἐν τῷ παραδείσῳ τῷ τε νοητῷ καὶ τῷ αἰσθητῷ· ἐν μὲν γὰρ τῷ αἰσθητῷ ἐπὶ γῆς σωματικῶς διαιτώμενος ψυχικῶς τοῖς ἀγγέλοις συνανεστρέφετο θείας γεωργῶν ἐννοίας καὶ ταύταις τρεφόμενος, γυμνὸς τῇ ἁπλότητι καὶ ἀτέχνῳ ζωῇ πρὸς μόνον τὸν Δημιουργὸν διὰ τῶν κτισμάτων ἐναγόμενος καὶ τῇ αὐτοῦ θεωρίᾳ ἐνηδυνόμενός τε καὶ εὐφραινόμενος. Ἐπειδὴ τοίνυν αὐτὸν αὐτεξουσίῳ θελήματι φυσικῶς κατεκόσμησε, δίδωσι νόμον αὐτῷ μὴ γεύσασθαι τοῦ ξύλου τῆς γνώσεως. Περὶ οὗ ξύλου αὐταρκῶς ἐν τῷ περὶ παραδείσου κεφαλαίῳ κατά γε τὴν ἡμετέραν εἰρήκαμεν δύναμιν. Ταύτην τὴν ἐντολὴν αὐτῷ δίδωσιν ἐπαγγειλάμενος, ὡς, εἰ μὲν φυλάξοι τὸ τῆς ψυχῆς ἀξίωμα τῷ λόγῳ τὴν νίκην διδούς, ἐπιγινώσκων τὸν κτίσαντα καὶ τούτου φυλάττων τὸ πρόσταγμα, τῆς ἀιδίου μεθέξει μακαριότητος καὶ ζήσεται εἰς τὸν αἰῶνα κρείττων θανάτου γενόμενος. Εἰ δέ γε τὴν ψυχὴν ὑποτάξει τῷ σώματι καὶ τὰ τοῦ σώματος προτιμήσει τερπνὰ, τὴν οἰκείαν τιμὴν ἀγνοήσας καὶ τοῖς ἀνοήτοις παρεικασθεὶς κτήνεσι, τοῦ πεποιηκότος τὴν ζεύγλην ἀποσεισάμενος καὶ τὸ θεῖον αὐτοῦ παριδὼν ἐπίταγμα, θανάτῳ ἔσται ὑπεύθυνος καὶ φθορᾷ καὶ πόνῳ καθυποβληθήσεται τὸν ταλαίπωρον ἕλκων βίον. Οὐ γὰρ ἦν λυσιτελὲς ἀπείραστον ἔτι τυγχάνοντα καὶ ἀδόκιμον τῆς ἀφθαρσίας τυχεῖν, ἵνα μὴ εἰς τῦφον ἐμπέσῃ καὶ κρῖμα τοῦ Διαβόλου. Ἐκεῖνος γάρ διὰ τὸ ἄφθαρτον μετὰ τὴν ἐκ προαιρέσεως ἔκπτωσιν τὴν ἐν τῷ κακῷ ἀμεταμέλητον ἔσχε καὶ ἄτρεπτον παγιότητα, ὥσπερ αὖ πάλιν καὶ οἱ ἄγγελοι, μετὰ τὴν ἐκ προαιρέσεως τῆς ἀρετῆς ἐκλογὴν, τὴν ἐν τῷ καλῷ διὰ τῆς χάριτος ἀμετακίνητον ἵδρυσιν. Ἔδει τοίνυν πρότερον δοκιμασθέντα τὸν ἄνθρωπον –ἀνήρ γάρ ἀπείραστος καί ἀδόκιμος, οὐδενός λόγου ἄξιος– καὶ τῇ πείρᾳ διὰ τῆς τηρήσεως τῆς ἐντολῆς τελειωθέντα, οὕτω τὴν ἀφθαρσίαν ἀρετῆς κομίσασθαι ἔπαθλον· μέσος γὰρ Θεοῦ καὶ ὕλης γενόμενος, διὰ μὲν τῆς τηρήσεως τῆς ἐντολῆς μετὰ τὴν ἀπαλλαγὴν τῆς πρὸς τὰ ὄντα φυσικῆς σχέσεως, ἑνωθεὶς τῷ Θεῷ καθ᾿ ἕξιν, τὴν περὶ τὸ καλὸν παγιότητα λαμβάνειν ἀμετακίνητον ἔμελλε, διὰ δὲ τῆς παραβάσεως πρὸς τὴν ὕλην μᾶλλον κινηθεὶς καὶ τῆς αὐτοῦ αἰτίας, τοῦ Θεοῦ φημι, ἀποσπάσας τὸν νοῦν, τῇ φθορᾷ προσοικειοῦσθαι, καὶ παθητὸς ἀντὶ ἀπαθοῦς καὶ θνητὸς ἀντὶ ἀθανάτου γίνεσθαι καὶ συνδυασμοῦ καὶ ῥευστῆς γεννήσεως ἐπιδέεσθαι καὶ τῇ ἐφέσει τῆς ζωῆς τῶν μὲν ἡδέων, ὡς δῆθεν ταύτην συνιστώντων ἀντέχεσθαι, πρὸς δὲ τοὺς τούτων προμηθουμένους τὴν στέρησιν ἀδεῶς ἀπεχθάνεσθαι· καὶ τὴν μὲν ἔφεσιν ἐκ Θεοῦ πρὸς τὴν ὕλην, τὸν δὲ θυμὸν ἐκ τοῦ τῆς σωτηρίας ὄντως ἐχθροῦ μεταφέρειν πρὸς τὸ ὁμόφυλον. Φθόνῳ τοίνυν Διαβόλου ἡττήθη ὁ ἄνθρωπος· οὐ γὰρ ἔφερεν ὁ φθονερὸς καὶ μισόκαλος δαίμων αὐτὸς διὰ τὴν ἔπαρσιν κάτω γενόμενος ἡμᾶς τῶν ἄνω τυχεῖν, ὅθεν καὶ θεότητος ἐλπίδι ὁ ψεύστης δελεάζει τὸν ἄθλιον καὶ πρὸς τὸ ἴδιον τῆς ἐπάρσεως ὕψος ἀναγαγὼν, πρὸς τὸ ὅμοιον καταφέρει τῆς πτώσεως βάραθρον.