Азбука веры Православная библиотека святитель Григорий Палама Омилия «О Домостроительстве Воплощения Господа нашего Иисуса Христа» на греческом языке (Ἁγ. Γρηγορίου τοῦ Παλαμᾶ Ὁμιλία «Περὶ τῆς κατὰ σάρκα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ οἰκονομίας»)

Омилия «О Домостроительстве Воплощения Господа нашего Иисуса Христа» на греческом языке (Ἁγ. Γρηγορίου τοῦ Παλαμᾶ Ὁμιλία «Περὶ τῆς κατὰ σάρκα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ οἰκονομίας»)

Источник

О домостроительстве по плоти Господа нашего Иисуса Христа и о том, что было даровано через Него истинно в Него верующим; и о том, что Бог многообразно могущий избавить людей от тирании диавола, добровольно именно сие избрал домостроительство.

Произнесена в Святую и Великую субботу

Περὶ τῆς κατὰ σάρκα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ οἰκονομίας, καὶ τῶν δι’ αὐτῆς κεχαρισμένων τοῖς ὡς ἀληθῶς εἰς aὐτὸν πιστεύουσι· καὶ ὅτι πολυτρόπως ὁ θεός δυνάμενος τῆς τοῦ διαβόλου τυραννίδος λυτρώσασθαι τὸν ἄνθρωπον, εἰκότως ταύτῃ μᾶλλον ἐχρήσατο τῇ οἰκονομίᾳ.

Ἐξεφωνήθη κατά τό μέγα Σάββατον

Ὁ τοῦ θεοῦ προαιώνιος καὶ ἀπερίληπτος καὶ παντοκράτωρ Λόγος καὶ υἱὸς παντοδύναμος ἐδύνατο πάντως καὶ χωρὶς τῆς οἰκείας ἐνανθρωπήσεως ῥύσασθαι τὸν ἄνθρωπον τῆς θνητότητος καὶ τῆς δουλείας τοῦ διαβόλου˙ πάντα γὰρ φέρει τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ καὶ πάντα ὑπόκειται τῇ τούτου θεϊκῇ ἐξουσίᾳ καὶ «πάντα δύναται, κατὰ τὸν Ἰώβ, ἀδυνατεῖ δὲ τούτῳ οὐδέν»1. Тῇ γὰρ τοῦ κτίστου ἐξουσίᾳ κτίσματος ἀντιβλέψαι ἰσχὺς οὐ δύναται, καὶ τοῦ Παντοκράτορος ἰσχυρότερον οὐδέν. Ἀλλ᾿ ὁ πρὸς τὴν ἡμετέραν φύσιν καὶ ἀσθένειαν ἁρμοδιώτερος καὶ τῷ δρῶντι πρεπωδέστατος τρόπος οὗτος ἦν, ὁ διὰ τῆς ἐνανρθωπήσεως τοῦ Λόγου τοῦ θεοῦ, ὡς καὶ τό δίκαιον ἔχων μεθ᾿ ἑαυτοῦ, οὗ χωρὶς οὐδὲν ὑπὸ θεοῦ τελεῖται˙ «δίκαιος γὰρ ὁ θεὸς καὶ δικαιοσύνας ἠγάπησε καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ»2, κατὰ τὸν ψαλμῳδὸν προφήτην. Ἐπεὶ δὲ καὶ τὴν ἀρχὴν ὁ ἄνθρωπος ἐγκαταλειφθεὶς ὑπὸ θεοῦ δικαίως, ὡς αὐτὸς πρῶτος ἐγκαταλιπὼν αὐτόν, καὶ τῷ ἀρχεκάκῳ προσδραμὼν ἑκών, καὶ τ᾿ ἀναντία σὺν δόλῳ συμβουλεύοντι πεισθείς, δικαίως ἐκείνῳ παρεδόθη, καὶ οὕτω φθόνῳ τοῦ πονηροῦ καὶ συγχωρήσει δικαὶᾳ τοῦ ἀγαθοῦ θάνατος εἰς τὸν κόσμον εἰσῆλθεν, ὂς ἐξ ὑπερβαλλούσης τοῦ ἀρχεκάκου κακίας καὶ διπλασίων ἐγένετο˙ οὐχ ὁ φυσικὸς γὰρ μόνος, ἀλλὰ καὶ ὁ βίαιος αὐτοῦ προξενοῦντος τελεῖται.

Ἐπεὶ οὖν σὺν δίκῃ τῇ τοῦ διαβόλου δουλείᾳ καὶ τῇ θνητότητι παρεδόθημεν, ἔδει πάντως καὶ τὴν πρὸς ἐλευθερίαν καὶ ζωὴν ἐπάνοδον τοῦ ἀνθρωπίνου γένους σὺν δίκῃ παρὰ τοῦ θεοῦ τελεσθῆναι. Μὴ μόνον δὲ ὁ ἄνθρωπος θείᾳ δικαιοσύνῃ τῷ φθονήσαντι παρεδόθη, ἀλλὰ καὶ αὐτὸς ὁ διάβολος τὴν μὲν δικαιοσύνην ἀφ᾿ ἑαυτοῦ ἀπώσατο, γεγονὼς δὲ ἀδίκως τῆς ἐξουσίας καὶ τῆς αὐτοκρατορίας, μᾶλλον δὲ τῆς τυραννίδος ἐραστής, τῇ δικαιοσύνῃ μαχόμενος, τῇ δυνάμει κατὰ τοῦ ἀνθρώπου ἐχρήσατο. Ἤρεσε γοῦν τῷ θεῷ πρῶτον τῇ δικαιοσύνῃ καταβληθῆναι τὸν διάβολον, ᾗπερ αὐτὸς διατελεῖ μαχόμενος, ὕστερον δὲ τῇ δυνάμει διὰ τῆς ἀναστάσεως καὶ τῆς μελλούσης κρίσεως˙ αὕτη γὰρ ἀρίστη τάξις, προηγεῖσθαι τὴν δικαιοσύνην τῆς δυνάμεως, καὶ τοῦτο θείας ὡς ἀληθῶς καὶ ἀγαθῆς δεσποτείας, ἀλλ᾿ οὐ τυραννίδος ἔργον, τῇ δικαιοσύνῃ τὴν δύναμιν ἕπεσθαι.

Καθάπερ γὰρ ὁ ἀπ᾿ ἀρχῆς ἀνθρωποκτόνος3 φθόνῳ καὶ μίσει καθ᾿ ἡμῶν ἐπήρθη, οὕτως ὁ ἀρχηγὸς τῆς ζωῆς ὑπερβολῇ φιλανθρωπίας καὶ ἀγαθότητος ὑπὲρ ἡμῶν ἐκινήθη. Καὶ ὡς ἐκεῖνος ἀδίκως ἠράσθη τῆς ἀπωλείας τοῦ θεοῦ πλάσματος, οὕτως ἐνδίκως ὁ πλάσας ἠράσθη τῆς σωτηρίας τοῦ πλαστουργήματος. Καὶ ὡς ἐκεῖνος ἀδίκίᾳ καὶ δόλῳ τὴν νίκην ἑαυτῷ καὶ τὴν τοῦ ἀνθρώπου πτῶσιν κατέπραξεν, οὕτως ὁ ἐλευθερωτὴς ἐν δικαιοσύνῃ καὶ σοφίᾳ τὴν ἦτταν εἰς τέλος τοῦ ἀρχεκάκου καὶ τὴν ἀνακαίνησιν τοῦ οἰκείου ἐξείργασται πλάσματος. Παρέλιπεν οὖν ὁ θεὸς πρότερον ὅπερ ἠδύνατο, ἵν᾿ ὅπερ ἐχρῆν ἐνεργήσῃ πρότερον. Περιφανεστέρα δέ κἀντεῦθεν ἡ δικαιοσύνη γέγονε, προκριθεῖσα παρὰ τοῦ δύναμιν ἀήττητον ἔχοντος˙ διδαχθῆναι δὲ καὶ τοὺς ἀνθρώπους ἔδει τὴν δικαιοσύνην ἐνταῦθα δι᾿ ἔργων ἐν τῷ καιρῷ τῆς θνητότητος ἐπιδείκνυσθαι, ἵν᾿ ἐν τῷ καιρῷ τῆς ἀθανασίας, τὴν δύναμιν λαβόντες, ἀναπόβλητον ἔχωσι.

Πρὸς δὲ τούτοις ἔδει καὶ ὑπὸ τῆς νικηθείσης φύσεως νικηθῆναι τὸν νικήσαντα καὶ κατασοφισθῆναι τὸν κατασοφισάμενον. Διὰ τοῦτο ἔδει τε καὶ ἀναγκαῖον ἦν ἄνθρωπον γενέσθαι, ἁμαρτίας ἄγευστον ἐσόμενον. Τοῦτο δὲ τῶν ἀδυνάτων ἦν˙ «οὐδεὶς γάρ», ἡ Γραφή φησιν, ἄνθρωπος «ἀναμάρτητος, οὐδ᾿ ἄν μία ἡμέρα ἡ ζωὴ αὐτοῦ˙»4, καὶ «τίς καυχήσεται ἁγνὴν ἔχειν τὴν καρδίαν;»5 Кαὶ «οὐδεὶς ἀναμάρτητος εἰ μὴ εἷς ὁ θεός»6. Διὰ ταῦτα ὁ ἐκ θεοῦ θεὸς Λόγος, ἐξ ἐκείνου μὲν ἐξ ἀϊδίου ὤν, ἀλλὰ καὶ ἐν ἐκείνῳ˙, οὐ γάρ ἐστιν οὐδ᾿ ἐννοῆσαί ποτε θεὸν ἄλογον˙, καὶ σὺν ἐκείνῳ εἷς θεὸς ὑπάρχων˙ (οὐδὲ γὰρ τὸ ἡλιακὸν ἀπαύγασμα φῶς ἕτερον παρὰ τὸν ἥλιον, οὐδὲ ἡ τοῦ ἡλίου ἀκτὶς ἕτερός ἐστιν ἥλιος παρὰ τὸν ἕνα). Διὰ ταῦτα τοίνυν ὁ μόνος ἀναμάρτητος υἱὸς καὶ Λόγος τοῦ θεοῦ υἱὸς ἀνθρώπου γίνεται, κατὰ τὴν θεότητα ἄτρεπτος, κατὰ τὴν ἀνθρωπότητα ἄμεμπτος˙ «ὃς μόνος», καθάπερ φθάσας Ἠσαΐας προεμαρτύρησεν, «ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ»7. Кαὶ οὐ τοῦτο μόνον, ἀλλ᾿ ὃς μόνος οὐδ᾿ ἐν ἀνομίαις συνελήφθη, οὐδ᾿ ἐν ἁμαρτίαις ἐκυήθη8, καθάπερ ἐν ψαλμοῖς ὁ Δαβὶδ περὶ ἑαυτοῦ, μᾶλλον δὲ παντὸς ἀνθρώπου μαρτυρεῖ. Ἡ γὰρ τῆς σαρκὸς ἐπανάστασις ἀκούσιος οὖσα καὶ ἀντιστρατευομένη φανερῶς τῷ νόμῳ τοῦ νοός, εἰ καὶ παρὰ τῶν σωφρονούντων βίᾳ δουλαγωγεῖται καὶ πρὸς παιδοποιΐαν μόνον ἀνίεται, ἀλλὰ τὴν ἀπ᾿ ἀρχῆς ἐπάγεται καταδίκην, φθορὰ οὖσά τε καὶ λεγομένη καὶ πρὸς φθορὰν πάντως γεννῶσα, καὶ τοῦ μὴ συνειδότος τὴν τιμήν, ἣν ἡμῶν ἡ φύσις ἔλαχε παρὰ θεοῦ, ἀλλὰ τοῖς κτήνεσιν ὁμοιωθέντος, ἐμπαθὴς ὑπάρχουσα κίνησις.

Διὰ τοῦτο οὐ μόνον θεὸς ἐν ἀνθρώποις, ἀλλὰ καὶ ἐκ παρθένου ἁγίας καὶ μεμολυσμένων λογισμῶν τῶν ἐκ τῆς σαρκὸς ἀνωτέρας κατὰ τοὺς προφήτας γεννᾶται, παρθένου, ἧς τὴν σύλληψιν ἁγίου Πνεύματος ἐπέλευσις, οὐ σαρκὸς ἐπήνεγκεν ὄρεξις, εὐαγγελισμὸς καὶ πίστις θεοῦ ἐνδημίας, ἀλλ᾿ οὐ συγκατάθεσις καὶ πεῖρα ἐμπαθοῦς ἐπιθυμίας προείληφε. Тαύτης γὰρ παντελῶς ἀπῳκισμένης, προσευχῇ καὶ θυμηδίᾳ πνευματικῇ, «ἰδοὺ γὰρ ἡ δούλη Κυρίου, γένοιτό μοι κατὰ τὸ ῥῆμά σου»9 πρὸς τὸν εὐαγγελιστὴν ἄγγελον ἡ ἄσπιλος παρθένος ἔφη, συλλαβοῦσά τε γεγέννηκεν˙ ὡς ἂν ὁ τοῦ διαβόλου νικητής, ἄνθρωπος θεάνθρωπος ὤν, τοῦ γένους μόνον, ἀλλ᾿ οὐχὶ καὶ τῆς ἁμαρτίας ἕλκῃ τὴν ῥίζαν˙ μόνος ἁπάντων οὐκ ἐν ἀνομίαις συλληφθείς, οὐδ᾿ ἐν ἁμαρτίαις κυηθείς, ἡδονῇ δηλαδὴ σαρκὸς καὶ πάθει καὶ ῥυπαροῖς λογισμοῖς τῆς ἐκ τῆς παραβάσεως μεμιασμένης φύσεως˙ ὡς ἂν ᾖ καὶ κατὰ τὸ πρόσλημμα τελέως καθαρὸς καὶ ἀμόλυντος καὶ μὴ κατ᾿ αὐτὸ δι᾿ αὐτὸν καθαρσίων δεόμενος, ἀλλὰ δι᾿ ἡμᾶς τὰ πάντα σοφῶς δεχόμενος˙ καὶ οὕτω νέος ὄντως Ἀδὰμ χρηματίσῃ καὶ διαμείνῃ νέος ὄντως καὶ εὐσθενής, μηδαμῶς παλαιούμενος, καὶ τὸν παλαιὸν Ἀδὰμ ἐν ἑαυτῷ καὶ δι᾿ ἑαυτοῦ ἀνακτίσῃ καὶ εἰς ἀεὶ συντηρήσῃ νέον, δυνατὸς ὢν εἰς ἅπαν ἀποσείσασθαι τὴν παλαίωσιν. Κἀκεῖνος γὰρ ὁ πρῶτος Ἀδὰμ ἀμόλυντος τὴν ἀρχὴν ἐκτίσθη παρὰ θεοῦ, καὶ νέος ἦν, μέχρις ἑκὼν τῷ διαβόλῳ πεισθεὶς καὶ πρὸς τὰς τῆς σαρκὸς ἡδονὰς ἐκτραπεὶς καὶ τῷ μολυσμῷ τῆς ἁμαρτίας ὑποπεσὼν πεπαλαίωται καὶ πρὸς τὸ παρὰ φύσιν ἐξέπεσε.

Διὰ τοῦτο οὐ χειρὶ μόνον ὁ δεσπότης ἀνακαινίζει παραδόξως αὐτόν, ἀλλὰ καὶ κατέχει τοῦτον παρ᾿ ἑαυτῷ, οὐκ ἀναλαβόμενος μόνον καὶ τοῦ πτώματος τὴν ἀνθρωπίνην ἐξάρας φύσιν, ἀλλὰ καὶ περιβαλόμενος ἀφράστως καὶ συναφθεὶς ἀδιαρέτως ταύτῃ καὶ τεχθεὶς θεὸς ὁμοῦ καὶ ἄνθρωπος, ἐκ γυναικὸς μέν, ἵνα τὴν παρ᾿ αὐτοῦ πλασθεῖσαν ἐκείνην καὶ τῇ τοῦ πονηροῦ συμβουλῇ κλαπεῖσαν ἀναλάβηται φύσιν, ἐκ παρθένου δὲ ταύτης, ἵνα καινὸν ποιήσῃ τὸν ἄνθρωπον. Εἰ γὰρ ἐκ σπέρματος ἦν, οὐκ ἄν ἦν καινὸς ἄνθρωπος, οὐκ ἂν ἦν τῆς καινῆς καὶ μηδαμῶς παλαιουμένης ζωῆς ἀρχηγός τε καὶ χορηγός˙ οὐδ᾿ ἂν ἐδυνήθη, τοῦ παλαιοῦ κόμματος ὤν, τὸ πλήρωμα ἐν ἑαυτῷ δέξασθαι τῆς ἀκηράτου θεότητος, καὶ πηγὴν ποιῆσαι τὴν σάρκα τοῦ ἁγιασμοῦ ἀνεξάντλητον, ὡς καὶ τῶν προπατόρων ἐκείνων τὸν μολυσμὸν ἀποπλῦναι περιουσίᾳ δυνάμεως καὶ τοῖς ἑξῆς ἀρκεῖν πρὸς ἁγιασμὸν ἅπασι. Διὰ τοῦτο οὐκ ἄγγελος, οὐκ ἄνθρωπος, ἀλλ᾿ αὐτὸς ὁ Κύριος οὕτως εὐδόκησε δι᾿ ἔλεος ἡμᾶς σῶσαι καὶ ἀναπλάσαι, μείνας μὲν ἀναλλοιώτως θεός, προελθὼν δὲ τέλειος καθ᾿ ἡμᾶς ἄνθρωπος.

Γεννᾶται τοιγαροῦν ἐκ παρθένου ἁγίας ὁ μόνος ἐξ αἰῶνος ἀνυπεύθυνος ἄνθρωπος, ὁ μόνος μηδαμόθεν ὢν τῆς τοῦ θεοῦ ἐγκαταλείψεως ἄξιος. «Καὶ πρὶν ἢ γνῶναι τὸ κακὸν ἐκλέγεται τὸ ἀγαθόν»10, κατὰ τὴν προφητείαν, καὶ βιοῖ βίον παντάπασιν ἀναμάρτητον, μηδὲ κατ᾿ αὐτὸν εὑρεθεὶς σὺν δίκῃ τῆς τοῦ θεοῦ ἐγκαταλείψεως ἄξιος, ἐπεὶ μηδ᾿ αὐτὸς τὸν θεόν, ὡς ὁ πρῶτος Ἀδὰμ παραβὰς ἐγκατέλιπε, πάσης ἐντολῆς θείας, παντὸς νόμου θείου πληρωτὴς γενόμενος, κἀντεῦθεν καὶ τῆς τοῦ διαβόλου δουλείας δικαίως ἐλεύθερος. Καὶ οὕτω νικᾶται παρὰ ἀνθρώπου ὁ τὴν ἀρχὴν τὸν ἄνθρωπον νικήσας διάβολος˙ καὶ ὁ τὴν κατ᾿ εἰκόνα θεοῦ κτισθεῖσαν νικήσας φύσιν καὶ διὰ τοῦτο μεγαλαυχῶν καταβάλλεται τῆς ἐπάρσεως, καὶ ὁ ἄνθρωπος ἀναπλάττεται τοῦ κατὰ ψυχὴν καὶ ὄντως θανάτου˙ θανάτου, ὃν ἀπέθανεν εὐθύς, τοῦ ἀπηγορευμένου ξύλου γευσάμενος˙ θανάτου, ὃς ἠπείληται πρὸ τῆς παρακοῆς τῷ Ἀδάμ καὶ τῇ Εὔᾳ ὑπὸ θεοῦ πρὸς αὐτοὺς εἰπόντως˙ «ᾗ ἂν ὥρᾳ φάγησθε ἀπὸ τοῦ ξύλου θανάτῳ ἀποθανεῖσθε»11˙ τὸν γὰρ τῆς σαρκὸς θάνατον μετὰ τὴν παρακοὴν κατεκρίθημεν, τηνικαῦτα τοῦ θεοῦ πρὸς τὸν Ἀδὰμ εἰπόντος, ὅτι «γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ»12. Καθάπερ γάρ ἡ τοῦ σώματος παρὰ τῆς ψυχῆς ἐγκατάλειψις καὶ ὁ ταύτης ἀπ᾿ αὐτοῦ χωρισμὸς θάνατός ἐστι τοῦ σώματος, οὕτω καὶ ἠ τῆς ψυχῆς παρὰ θεοῦ ἐγκατάλειψις καὶ ὁ ἐξ αὐτῆς τούτου χωρισμός, θάνατός ἐστι ψυχῆς, τρόπον ἕτερον ἀθανάτου μενούσης˙ αἰσχρὰ μὲν γὰρ γίνεται καὶ ἀχρεία χωρισθεῖσα θεοῦ, καὶ μᾶλλον ἢ τὸ σῶμα τὸ νεκρόν, οὐ διαλύεται δὲ καθάπερ ἐκεῖνο μετὰ τὴν νέκρωσιν, ὅτι μηδ᾿ ἐκ συνθέσεως ἔχει τὴν ὕπαρξιν.

Ἴδοι δ᾿ ἄν τις τοῦτο καὶ ἐπὶ τῶν καθάπαξ ἀψύχων σωμάτων˙ τὰ γὰρ ἐν τούτοις ἁπλούστερα, μονιμώτερα. Διὰ τοῦτο ἡ λογικὴ ψυχὴ μὴ μόνον ἀργίαν πάσχει τῆς πρὸς τὸ ἀγαθὸν ἐνεργείας χωρισθεῖσα θεοῦ, ἀλλά καὶ ἐνεργὸς καθ᾿ ἑαυτῆς γίνεται τῇ πρὸς τὰ χείρω ῥοπῇ, μέχρις ἂν οὕτως ἀνεπιστρόφως ἡ ἀθλία βιοῦσα, νῦν μὲν ἐν τῷ τοῦ σώματος χωρισμῷ, ἐν τῷ καιρῷ δὲ τῆς κρίσεως μετὰ σώματος τῷ ἀλύτῳ καὶ ἀφορήτῳ δεσμῷ παραδοθῇ τῆς αἰωνίου κολάσεως, ἣν ὁ θεὸς ἡτοίμασε τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ13. Νεκροὶ γὰρ καὶ οὗτοι πάντες, εἰ καὶ τὴν κακίαν εἰσὶν ἐνεργοί, δι᾿ ἣν καὶ δικαίως ἐγκατελείφθησαν ὑπὸ θεοῦ τῆς ὄντως ζωῆς. Ταύτην τὴν νέκρωσιν πρῶτος ὑποστὰς ὁ σατάν, ὡς ἐγκαταλειφθεὶς δικαίως ὑπὸ θεοῦ δι᾿ ἀπείθειαν, κοινωνοὺς ἡμᾶς αὐτῆς προσελάβετο, διὰ τῆς κακοβούλου συμβουλῆς συγκατασπάσας πρὸς τὴν ἀπείθειαν˙ ἀλλ᾿ ἐλυτρώσατο τὴν ἡμετέραν φύσιν ὁ Χριστὸς ἐκ τῆς νεκρώσεως ταύτης, κατὰ τὸν ἀνθρώπινον βίον ἑαυτοῦ, δι᾿ ἔργων ἐπιδειξάμενος πᾶσαν εὐπείθειαν.

Ἔδει δὲ πάντως μὴ τὴν ἀνθρωπίνην φύσιν μόνην, ἐν αὐτῷ τὸ εἶναι λαβοῦσαν, ἀλλὰ καὶ τὸ ἀνθρώπινον ἀπαθανατίσαι γένος καὶ ποδηγῆσαι πρὸς τὴν μέθεξιν τῆς ζωῆς ταύτης, τῆς καὶ τῷ σώματι κατὰ καιρὸν προξενούσης τὴν ζωὴν τὴν αἰώνιον, ὡς καὶ ἡ νέκρωσις ἐκείνη τῆς ψυχῆς καὶ τῷ σώματι κατὰ καιρὸν προξενούσης τὴν ζωὴν τὴν αἰώνιον, ὡς καὶ ἡ νέκρωσις ἐκείνη τῆς ψυχῆς καὶ τῷ σώματι τὸν θάνατον προεξένησε. Διὸ καὶ φανερωθῆναι τὴν οἰκονομίαν ταύτην ἀναγκαιότατόν τε ἦν ὁμοῦ καὶ λυσιτελέστατον καὶ προτεθῆναι τὴν αὐτοῦ πολιτείαν εἰς μίμησιν. Ἦν γὰρ ὅτε καὶ τῷ ἀνθρώπῳ καθάπερ καὶ τοῖς ἀγαθοῖς ἀγγέλοις, ὁ θεὸς εἰς μίμησιν προὔκειτο καθορώμενος. Ἐπεὶ δὲ τῆς ἐποψίας ἐκείνης διαπεπτώκαμεν, κάτω που ῥίψαντες ἑαυτούς, ἐξ ὑπερβαλλούσης φιλανθρωπίας ἡμῖν συγκαταβαίνει θεὸς τοῦ ὕψους, μηδαμῶς ἐκστὰς τῆς οἰκείας θεότητος, καὶ συμπολιτευσάμενος ἡμῖν, ἑαυτὸν εἰς ὑπόδειγμα τῆς πρὸς ζωὴν ἐπανόδου προτίθησιν.

Οὐ μόνον δέ, ἀλλά καὶ διδάσκαλος ἡμῶν γίνεται, λόγῳ τὴν πρὸς τὴν ζωὴν φέρουσαν ὑποδεικνὺς καὶ θαύμασι μεγίστοις τὸν τῆς διδασκαλίας λόγον πιστούμενος. Καὶ δικαιοῦται μὲν οὕτως ἡ ἀνθρωπίνη φύσις, ὡς μὴ παρ᾿ ἑαυτῆς ἔχουσα τὴν πονηρίαν, δικαιοῦται δὲ καὶ ὁ θεός, ὡς μηδεμιᾶς κακίας αἴτιος καὶ ποιητὴς ὤν. Εἰ μὴ γὰρ ὁ συναΐδιος τοῦ πατρὸς ἐνηνθρώπησε Λόγος, φύσει ἄν ἔδοξεν εἶναι ἡ ἁμαρτία ἐν τῷ ἀνθρώπῳ˙ οὐδεὶς γὰρ ἐξ αἰῶνος ἀναμάρτητος ἐγένετο ἄνθρωπος, καὶ συνέβαινεν ἐπὶ τὸν κτίστην ἀναφέρεσθαι τὴν μέμψιν, ὡς οὐκ ἀγαθῶν ὄντα κτίστην, οὐδ᾿ ἀγαθὸν αὐτὸν ὄντα, ἔτι δὲ καὶ κριτὴν ἄδικον, ὡς μὴ δικαίως καταδικάσαντα τὸν ὑπ᾿ αὐτοῦ γεγονότα καταδίκης ἄξιον ἄνθρωπον. Διὰ τοῦτο ἀναλαμβάνει τὴν ἀνθρωπίνην φύσιν ὁ θεός, ἵνα δείξῃ τοσοῦτον ἁμαρτίας οὖσαν ἐκτός καὶ τοσοῦτο κεκαθαρμένην, ὡς καὶ ἑνωθῆναι τούτῳ δύνασθαι καθ᾿ ὑπόστασιν καὶ συνδιαιωνίζειν αὐτῷ ἀδιαίρετον˙ καὶ οὕτως ἔργῳ πᾶσιν ἀνακηρύττεσθαι, ὅτι ὁ θεὸς ἀγαθός τε καὶ δίκαιος, ἀγαθῶν τε ποιητὴς καὶ δίκης δικαίας ἔφορος. Τοῦ μὲν γὰρ Σατὰν καὶ τῶν συναποστάντων ἀγγέλων ἐξ οὐρανοῦ πεσόντων, ἦν ἐκ τῶν φυλαττόντων τὴν ἑαυτῶν τάξιν ἀγγέλων κατανοεῖν, ὅτι οὐ φύσει τὸ κακὸν ἐν ἀγγέλοις, φύσει δὲ μᾶλλον τὸ ἀγαθὸν ἐν αὐτοῖς, καὶ φύσις ἐστὶν ἀγαθότητος ὁ κτίσας αὐτούς, παρ᾿ οὗ καὶ ὁ Σατὰν ὑπὸ ζόφον αἰώνιον δίκῃ δικαίᾳ κατεδικάσθη, ὡς δημιουργὸς αὐτὸς ἑαυτῷ τῆς κακίας γενόμενος τῇ ἐκτροπῇ τοῦ καλοῦ. Ἀδὰμ δὲ πεσόντος τῇ τοῦ καλοῦ πρὸς τὸ κακὸν ἐκτροπῇ, οὐδεὶς ὑπελείφθη πρὸς τὸ κακὸν ἄτρεπτος, οὐδὲ μετὰ τὸν Ἀδὰμ ἀνεφάνη.

Διὰ τοῦτο νέος Ἀδὰμ ἀνεφάνη Χριστός, ὃς κατὰ τὸν Ἠσαΐαν «ἁμαρτίαν οὐκ ἐποίησεν», οὐδὲ διενοήσατο, πολλῷ μᾶλλον οὐδὲ ἐλάλησεν˙ «οὐδὲ γὰρ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ»14. Οὐκ εἶπεν «ἐκ τοῦ στόματος», ἀλλ᾿ «ἐν τῷ στόματι», ἵνα καὶ τὸ τῶν λογισμῶν ἄμωμον ὑποσημήνῃ, ὡς καὶ ἀλλαχοῦ φησιν, ὅτι «πρὶν ἢ γνῶναι τὸ κακόν, ἐξελέξατο τὸ ἀγαθόν»15. Кαὶ οὕτως ἐδικαιώθη ὁ θεός, ὡς εἴρηται, καὶ ἀνεδείχθη ὄντως ἀγαθὸς καὶ ἀγαθῶν ἔργων ποιητής, ἀναμαρτήτου γεγονότος ἀνθρώπου, καὶ ἀναφανείσης ἐν Χριστῷ τῆς ἐνυπηργμένης ὑπ᾿ αὐτοῦ καθαρότητος τῇ ἀνθρωπίνῃ φύσει.

Ἐπεὶ οὖν ἔδει φανερωθῆναι καὶ παρρησίᾳ προτεθῆναι τὴν ἀπόρρητον ταύτην οἰκονομίαν, πέμπεται Ἰωάννης ἐκ τῆς ἐρημίας ὁ φερωνύμως πρόδρομος ὑπὸ τοῦ θεοῦ, βαπτίζων τοὺς προσιόντας καὶ παραγγέλλων ἑτοίμους εἶναι πιστεύειν εἰς τὸν ἐρχόμενον, ὅν φησι καὶ βαπτίσειν αὐτοὺς «ἐν Πνεύματι ἁγίῳ καὶ πυρί»16, ἀλλὰ καὶ μείζονα ἑαυτοῦ τοσοῦτον εἶναι, ὅσον τὸ Πνεῦμα τὸ ἅγίον ὑπερέχει τοῦ ὕδατος˙ δεσπότην γὰρ εἶναι τοῦτον μαρτυρεῖ καὶ τοῦ παντὸς ποιητὴν καὶ ἐξουσιαστὴν τῶν ἀγγέλων καὶ τῶν ἀνθρώπων˙ καὶ τούτου λογικὸν γεώργιον τοὺς ἀνθρώπους εἶναι πάντας καὶ τοῦ τοιύτου γεωργίου τὸ πτύον, τὰς λειτουργικὰς δυνάμεις δηλαδή, ἐν τῇ χειρὶ καὶ τῇ ἐξουσίᾳ ἔχειν ἑαυτοῦ τὸν ἐρχόμενον. Οὐ μόνον δὲ δι᾿ ἑαυτόῦ τοῦ τοιοῦτον εἶναι μαρτυρεῖ τὸν ἐρχόμενον ὁ τοῦ Κυρίου πρόδρομος, ἀλλὰ καὶ τὸν Ἠσαΐαν ὑποφαίνει προανακηρύξαντα Κύριον αὐτόν, ἑαυτόν δὲ ὑπηρέτην πεμφθέντα εἰς τὸ προξηρῦξαι τὴν ἐκείνου ἔλευσιν καὶ προτρέψασθαι τοὺς πειθομένους ἑτοιμασθῆναι πρὸς ὑποδοχήν, λέγων˙ «ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ˙ ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου»17.

Μαρτυρεῖ δὲ τοῦτο(ν), ὅτι καὶ πρὸ τοῦ συλληφθῆναι αὐτὸν καὶ γεννηθῆναι ἦν˙ «ἔμπροσθεν γάρ μου γέγονε, φησίν, ὅτι πρῶτός μου ἦν˙»18, καίτοι ἡ σύλληψις αὐτοῦ καὶ ἡ γέννησις ὕστερον μετὰ τὴν Ἰωάννου ἦν. Εἰ οὖν πρῶτος, οὐ κατὰ σάρκα δὲ ἦν, πρὸ τῆς σαρκὸς οὐκοῦν ἦν. Προϊὼν δὲ καὶ ἀμνὸν τοῦ θεοῦ εἶναι τοῦτον μαρτυρεῖ, τὴν ἁμαρτίαν αἵροντα τοῦ κόσμου19, προκαταγγέλλων τὴν ὑπὲρ ἀφέσεως τῶν ἁμαρτιῶν ἡμῶν αὐτοῦ θυσίαν καὶ σφαγήν˙ ἀλλὰ καὶ αὐτὸν εἶναι μαρτυρεῖ τὸν ὔψιστον καὶ ἐξ οὐρανοῦ τοῦτον καταβῆναι καὶ ἀπειροδύναμον εἶναι, ὡς οὐκ ἐκ μέτρου λαβόντα τὸ Πνεῦμα παρὰ τοῦ πατρός. Καὶ τοῖς μὲν εἰς αὐτὸν πιστεύουσιν ἐπαγγέλλεται ζωὴν αἰώνιον, τοῖς δὲ ἀπειθοῦσιν ἀπειλεῖ τὴν τοῦ θεοῦ ἀναπόδραστον ὀργήν˙ ἀποκρίνεται γὰρ περὶ αὐτοῦ, παρὰ τῶν οἰκείων μαθητῶν ἐρωτηθείς, ὅτι «ἐκεῖνον δεῖ αὐξάνειν, ἐμὲ δὲ ἐλαττοῦσθαι»20. Καὶ δεικνὺς τίνος ἕνεκεν ἐκεῖνου μὴ μόνον αὐτός, ἀλλά καὶ τὰ πάντα ἐλάττω, καθόσον ἡ γῆ τοῦ ὑπερουρανίου˙ «ὁ ἄνωθεν, φησίν, ἐρχόμενος, ἐπάνω πάντων ἐστίν»21, ἐξῃρημένος πάντων καὶ τὴν πατρῴαν ὑπεροχὴν ἀποσῴζων ὡς υἱὸς ἀγαπητός. Καὶ πάλιν˙ «ὁ πατὴρ ἀγαπᾷ τὸν υἱόν, καὶ πάντα δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ. Ὀ πιστεύων εἰς τὸν υἱὸν ἔχει ζωὴν αἰώνιον, ὁ ἀπειθῶν τῷ υἱῷ οὐκ ὄψεται τὴν ζωήν, ἀλλ᾿ ἡ ὀργὴ τοῦ θεοῦ μενεῖ ἐπ᾿ αὐτόν»22.

Ἔρχεται γοῦν καὶ ὁ Χριστὸς πρὸς τὸ βάπτισμα, τοῦτο μὲν διὰ τὴν πρὸς τὸν πέμψαντα τὸν Ἰωάννην εὐπείθειαν, ὡς καὶ αὐτὸς εἶπεν˙, «οὕτω γὰρ πρέπον ἡμῖν ἐστι πληρῶσαι πᾶσαν δικαιοσύνην»23, τοῦτο δὲ διὰ τὴν οἰκείαν φανέρωσιν˙ πρὸς δέ καὶ ὥστε τῆς σωτηρίου ποδηγίας ἀπάρξασθαι καὶ πιστώσασθαι τοῖς ἑπομένοις καὶ βαπτιζομένοις, ὡς αὐτὸς ὑπέδειξε καὶ προσέταξεν, ὅτι Πνεῦμα ἅγιον δίδοται, καὶ δι᾿ ἑαυτοῦ τὸ βάπτισμα κατασκευάσαι καθαρτικὸν φάρμακον τῶν ἡμῖν ἐντακέντων μολυσμάτων ἐξ ἐμπαθοῦς γενέσως καὶ βιώσεως. Εἰ γὰρ καὶ αὐτὸς οὐδ᾿ ὡς ἄνθρωπος ἐδεῖτο καθάρσεως, ἐξ ἀμολύντου γεννηθεὶς παρθένου καὶ βιοὺς πάσης ἁμαρτίας ἐκτός, ἀλλ᾿ ἐπεὶ δι᾿ ἡμᾶς ἐγεννήθη, δι᾿ ἡμᾶς καὶ καθαίρεται.

Βαπτίζεται τοίνυν παρὰ τοῦ Ἰωάννου, καὶ ἀνιόντι ἀπὸ τοῦ ὕδατος ἀνοίγονται αὐτῷ οἱ οὐρανοὶ καὶ φωνὴ τοῦ πατρὸς ἐξάκουστος ἐκεῖθεν γίνεται˙ «οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα»24˙ καὶ ὡς περιστερὰ ἐπ᾿ αὐτὸν κατέρχεται τὸ Πνεῦμα τοῦ θεοῦ, δεικνύντος τοῖς παροῦσι τὸν μαρτυρούμενον ἄνωθεν. Καὶ φανεροῦται μὲν οὕτως ἐκεῖνος υἱὸς ὤν ἀληθινός˙ φανεροῦται δὲ ὁ ἐν τοῖς οὐρανοῖς πατήρ, πατὴρ ὑπάρχων ἀληθής˙ φανεροῦται δὲ καὶ τὸ Πνεῦμα τὸ ἅγιον, προϊὸν μὲν καθ᾿ ὕπαρξιν ἐκ τοῦ πατρός, ἐπαναπαυόμενον δὲ τῷ γνησίῳ τοῦ πατρὸς υἱῷ˙ ἐγκατοικίζεται δὲ τῷ ὕδατι τοῦ βαπτίσματος ἡ χάρις ἑαυτοῦ καὶ τοῦ πατρὸς αὐτοῦ καὶ τοῦ Πνεύματος˙ ὡς ἂν τοῖς κατ᾿ αὐτὸν ἔπειτα βαπτιζομένοις προσφυομένη ἀναγεννᾷ τούτους θείως καὶ ἀνακαινίζῃ καὶ ἀναπλάττη μυστικῶς, ὡς μηκέτι ἐκ τοῦ παλαιοῦ Ἀδὰμ ὄντας, ἐκεῖθεν ἕλκειν τὴν ἀράν, ἀλλ᾿ ἐκ τοῦ νέου Ἀδὰμ τὴν γέννησιν σχόντας, τὴν εὐλογίαν ἐντεῦθεν ἔχειν, μηκέτι τέκνα σαρκὸς ὄντας, ἀλλὰ τέκνα θεοῦ, «οἳ οὐκ ἐξ αἱμάτων οὐδὲ ἐκ θελήματος σαρκός, οὐδὲ ἐκ θελήματος ἀνδρός, ἀλλ᾿ ἐκ θεοῦ» διὰ Ἰησοῦ Χριστοῦ ἐγεννήθησαν25.

Κἂν γὰρ ἔτι πρὸς γυμνασίαν, πρὸς δοκιμήν, πρὸς διόρθωσιν, πρὸς κατάληψιν τῆς ταλαιπωρίας τοῦ αἰῶνος τούτου, τῷ κάτω βρίθοντι φορτίῳ τῆς φθειρομένης σαρκὸς βαρύνωνται, ἀλλ᾿ ἀοράτως ἐνδεδυμένοι Χριστόν εἰσιν, ὡς δύνασθαι κἀνταῦθα τῆς αὐτοῦ πολιτείας μεταλαγχάνειν σπουδάζοντες καὶ μετὰ τὴν ἐνθένδε λῆξιν τῆς αὐτοῦ μακαριότητος καὶ λαμπρότητος καὶ ἀφθαρσίας μετασχεῖν. Καθάπερ γὰρ δι᾿ ἑνὸς τοῦ Ἀδὰμ εἰς τοὺς μεταγενεστέρους προγονικῶς διέβη ἡ τοῦ θανάτου εὐθύνη, οὕτως ἐξ ἑνὸς τοῦ θεανθρώπου Λόγου, εἰς τοὺς ἀναγεννωμένους ἐξ αὐτοῦ πάντας, ἡ τῆς αἰωνίου καὶ οὐρανίου ζωῆς διαβαίνει χάρις. Διὸ καὶ ἀνεῳγμένος ἐστὶ τούτοις ὁ οὐρανός, ὑποδεξόμενος τούτους κατὰ καιρόν, εἴπερ τραφέντες ἐν τῇ πρὸς αὐτὸν πίστει καὶ τῇ κατὰ πίστιν δικαιοσύνῃ, κληρονόμοι γένωνται θεοῦ, καθάπερ ἐξουσίαν ἔλαβον, καὶ Χριστοῦ συγκληρονόμοι, τῆς ἀκηράτου ζωῆς αὐτοῦ καὶ τῆς ἀθανασίας μετασχόντες καὶ τούτῳ συνόντες ἀχωρίστως καὶ τῆς ἐκείνου δόξης καταπολαύοντες. Κεκλεισμένος γὰρ ἦν ὁ οὐρανὸς πρότερον ἡμῖν, καὶ τέκνα ἦμεν ὀργῆς, ἥτις ἐστὶ δικαία τοῦ θεοῦ ἐγκατάλειψις διὰ τὴν ἡμετέραν ἁμαρτίαν καὶ τὴν ἀπείθειαν˙ ἀλλὰ διὰ τὴν ἐν Χριστῷ τῆς ἡμετέρας φύσεως ἀναμαρτησίαν καὶ τὴν πρὸς τὸν θεὸν εὐπείθειαν τέκνα εὐδοκίας γεγόναμεν οἱ Χριστῷ κολλώμενοι καὶ υἱοὶ ἀγαπητοί, καὶ ὁ οὐρανὸς ἠνέῳκται ἡμῖν, ὡς καὶ ἐφ᾿ ἡμᾶς τὸ Πνεῦμα κατιέναι τοῦ θεοῦ καὶ μένειν ἐν ἡμῖν καὶ δι᾿ αὐτοῦ κατὰ καιρὸν εἰς οὐρανοὺς ἀναφέρεσθαι ἡμᾶς, ἡνίκα ὁ ἐγείρας τὸν Χριστόν ἐκ νεκρῶν ζωοποιήσῃ καὶ τὰ θνητὰ σώματα ἡμῶν, διὰ τὸ ἐνοικοῦν αὐτοῦ Πνεῦμα ἐν ἡμῖν, μεταμορφώσας τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν καὶ σύμμορφον ποιήσας τῷ σώματι τῆς δόξης τοῦ Χριστοῦ, δι᾿ οὗ τὴν ἀθανασίαν ἐπλουτήσαμεν καὶ εἰς οὐρανοὺς ἀνεκλήθημεν, καὶ ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν οὐρανοῖς ἡ ἡμῶν ἐνεθρονίσθη φύσις.

Ὤ βάθος πλούτου καὶ σοφίας καὶ φιλανθρωπίας θείας! Οὕτως οἶδε θεὸς τὰ ἐξ αὐτεξουσίου παρατροπῆς ἡμῶν ὀλισθήματα τῇ παρ᾿ ἑαυτοῦ σοφίᾳ τε καὶ δυνάμει φιλανθρώπως μετασκευάζειν ἀσυγκρίτως ἐπὶ τὸ κρεῖττον. Εἰ μὴ γὰρ ἐκ τῶν οὐρανῶν κατῆλθεν ὁ τοῦ θεοῦ υἱός, ἀνέλπιδες ἂν ἡμεῖς ἦμεν τῆς πρὸς οὐρανόν ἀνόδου˙ εἰ μὴ οὗτος ἐσαρκώθη καὶ πέπονθε σαρκὶ καὶ ἀνέστη καὶ ἀνελήφθη δι᾿ ἡμᾶς, οὐκ ἄν ἔγνωμεν τὸ ὑπερβάλλον τῆς πρὸς ἡμᾶς ἀγάπης τοῦ θεοῦ˙ εἰ μὴ ἔτι ἀσεβῶν ὄντων ἡμῶν, ὑπὲρ ἡμῶν ἐσαρκώθη καὶ τὸ πάθος ὑπήνεγκεν, οὐκ ἂν ὑψωθέντες ἐπὶ τοσοῦτον ὑπ᾿ αὐτοῦ, τῆς κατασπώσης ἐπάρσεως ἀπεσχόμεθα. Νῦν γὰρ ὡς μηδὲν προεισενεγκόντες, ὑψηλοὶ γεγονότες, μένομεν ἐν τῇ ταπεινώσει καὶ πρὸς τὸ μέγεθος τῆς ἐπαγγελίας καὶ τῆς εὐεργεσίας ὁρῶντες μετὰ συνέσεως, ἀεὶ ταπεινότεροι γινόμεθα, ὅθεν ἡ σωτηρία.

Γέγονε τοίνυν ὁ τοῦ θεοῦ υἱὸς ἄνθρωπος, ἵνα δείξῃ εἰς οἷον ὕψος ἡμᾶς ἀνάξει˙ ἵνα μὴ ἐπαιρώμεθα ὡς ἀφ᾿ ἑαυτῶν τὴν ἧτταν ἀναπαλαίσαντες˙ ἵνα, διπλοῦς ὤν, ὄντως μεσίτης ᾖ, ἁρμόζων δι᾿ ἑκατέρου πρὸς μέρος ἑκάτερον˙ ἵνα λύσῃ τὸν δεσμὸν τῆς ἁμαρτίας˙ ἵνα καθάρῃ τὸν ἐκ συναφείας τῆς σαρκός μολυσμόν˙ ἵνα δείξῃ τὴν τοῦ θεοῦ πρὸς ἡμᾶς ἀγάπην˙ ἵνα δείξῃ εἰς ὅσον βάθος κακῶν ἐνεπέσαμεν, ὡς σαρκώσεως θεοῦ δεῖσθαι˙ ἵνα ὑπόδειγμα γένηται ἡμῖν ταπεινώσεως, ἢν ἡ σὰρξ ἔχει καὶ τὸ πάθος, καὶ φάρμακον θεραπευτικὸν τῆς ὑπερηφανίας˙ ἵνα δείξῃ ἀγαθὴν τὴν ἡμῶν φύσιν παρὰ θεοῦ κτισθεῖσαν˙ ἵνα γένηται τῆς ἀναστάσεως καὶ τῆς αἰωνίου ζωῆς ἀρχηγὸς καὶ πίστωσις, λύσας τὴν ἀπόγνωσιν˙ ἵνα υἱὸς ἀνθρώπου γενόμενος καὶ τῆς θνητότητος μεταλαβών, υἱοὺς θεοῦ τοὺς ἀνθρώπους ἀπεργάσηται, κοινωνοὺς ποιήσας τῆς θείας ἀθανασίας˙ ἵνα δειχθῇ, πῶς ἡ τοῦ ἀνθρώπου φύσις παρὰ πάντα τὰ κτίσματα κατ᾿ εἰκόνα ἐκτίσθη θεοῦ˙ τοσοῦτον γὰρ ταύτῃ τὸ συγγενὲς πρὸς θεόν, ὡς καὶ δύνασθαι συνελθεῖν αὐτῷ πρὸς μίαν ὑπόστασιν˙ ἵνα τιμήσῃ τὴν σάρκα καὶ αὐτὴν τὴν θνητήν, ὡς μὴ τὰ ὑπερήφανα πνεύματα προτιμητέα τοῦ ἀνθρώπου καὶ νομίζειν ἑαυτὰ καὶ νομίζεσθαι καὶ θεοποιεῖσθαι διὰ τὴν ἀσαρκίαν καὶ τὴν δοκοῦσαν ἀθανασίαν˙ ἵνα συνάψῃ τὰ φύσει διεστῶτα, ἀνθρώπους τε καὶ θεὸν, διπλοῦς αὐτὸς τῇ φύσει μεσίτης γενόμενος. Καὶ τί δεῖ πλείω λέγειν; Εἰ μὴ γὰρ ἐσαρκώθη ὁ τοῦ θεοῦ Λόγος, οὐκ ἂν ἐδείκνυτο Πατὴρ ἀληθῶς ὁ Πατήρ, οὐκ ἂν ἀληθῶς Υἱὸς ὁ Υἱός, οὐκ ἂν τὸ Πνεῦμα τὸ ἅγιον, προϊὸν καὶ αὐτὸ ἐκ τοῦ πατρός˙ οὐκ ἂν ὁ θεὸς ἐν οὐσίᾳ καὶ ὑποστάσεσιν, ἀλλ᾿ ἐνέργειά τις μόνον ἐνθεωρουμένη τοῖς κτίσμασι, καθάπερ οἵ τε μωραθέντες ἔφησαν πάλαι σοφοί, καὶ οἱ νῦν κατὰ τὸν Βαρλαὰμ καὶ Ἀκίνδυνον φρονοῦντες.

Ἐφανέρωσε μὲν οὖν διὰ ταῦτα ἑαυτὸν ὁ Κύριος καὶ τὴν κατ᾿ αὐτὸν οἰκονομίαν, ὡς καὶ ἡμῖν εἴρηται, καθ᾿ ὅσον ἐφικτόν˙ ἐφανέρωσε δὲ πατέρα ὡς ἀληθῶς ὄντα τὸν ἀνωτάτω πατέρα. Ὑπέδειξε δὲ τὴν πρὸς αὐτὸν ἐπάνοδον τῶν τηνικαῦτά τε ὄντων καὶ τῶν ἔπειτ᾿ ἐσομένων τοῖς βουλομένοις, προτρεψάμενος καὶ καλέσας καὶ ποδηγήσας διὰ τῆς ἑαυτοῦ πολιτείας καὶ διδασκαλίας καὶ θαυματουργίας καὶ προφητείας, μᾶλλον δὲ σοφίας καὶ γνώσεως ὄντως θείας καὶ ὑπερφυοῦς, ᾗ μηδὲν ἄδηλον οὔτε τῶν ἐσομένων, οὔτε τῶν νῦν ἀδήλως ἐν τῷ βάθει τῶν καρδιῶν κινουμένων. Ἔδει δὲ ἄρα τοὺς ὑπακούσοντας ἐλευθέρους εἶναι τῆς δουλείας τοῦ διαβόλου˙ ἐπεὶ γὰρ τῇ τούτου αἰχμαλωσίᾳ παρεδόθη ὁ ἄνθρωπος ὀργῆς θείας πειρασθείς, ὀργὴ δέ ἐστι θεία ἐγκατάλειψις δικαία τοῦ ἀγαθοῦ, ἔδει καὶ τοῦτον καταλλαγῆναι τῷ γένει˙ οῦδὲ γὰρ ἦν ἄλλως ἐλευθερωθῆναι τῆς δουλείας ἐκείνης.

Οὐκοῦν θυσίας ἦν χρεία τῆς τὸν ἀνωτάτω πατέρα καταλαττούσης ἡμᾶς καὶ ἁγιαζούσης, μεμολυσμένους ὄντας τῇ πρὸς τὸν πονηρὸν κοινωνίᾳ. Θυσίας οὖν ἔδει τῆς καθαιρούσης καὶ καθαρᾶς τοιγαροῦν, ἀλλὰ καὶ ἱερέως καὶ τούτου κεκαθαρμένου καὶ ἀναμαρτήτου. Ἔδει δὲ ἡμῖν μὴ τῆς κατὰ ψυχὴν μόνον, ἀλλὰ καὶ τῆς τοῦ σώματος ἀναστάσεως, καὶ ταύτης διὰ τοὺς ἐσομένους ἔπειτα κατὰ καιρόν. Οὐκοῦν ἔδει μὴ χαρισθῆναι ταύτην μόνον ἡμῖν τὴν ἐλευθερίαν καὶ τὴν ἀνάστασιν, ἀλλὰ καὶ πιστωθῆναι˙ πρὸς δὲ ταύτῃ καὶ τὴν ἀνάληψιν καὶ τὴν ἐν οὐρανοῖς ἀτελεύτητον πολιτείαν. Ἔδει δὲ τούτων ἁπάντων, οὐ τοῖς οὖσι τηνικαῦτα καὶ τοῖς ἐσομένοις μόνον, ἀλλὰ πολλῷ μᾶλλον τοῖς ἐξ αἰῶνος γεγενημένοις τοῦ γένους˙ ἐν ᾅδου δὲ ἦσαν οὗτοι πολλῷ πλείους τῶν ἐσομένων καὶ πολλῷ πλείους πιστεύειν ἅμα καὶ σώζεσθαι μέλλοντες˙ διόπερ, οἶμαι, καὶ ἐπὶ συντελείᾳ τῶν αἰώνων ὁ Χριστὸς ἦλθεν. Ἔδει τοίνυν καὶ τοῖς ἐν ᾅδου κηρυχθῆναι τὸ εὐαγγέλιον καὶ φανερωθῆναι τὴν μεγάλην ταύτην οἰκονομίαν καὶ δοθῆναι τὴν ἀπὸ τῶν αἰχμαλωτισάντων δαιμόνων εἰς τέλος ἐλευθερίαν καὶ τὸν ἁγιασμὸν καὶ τὰς μελλούσας ἐπαγγελίας. Οὐκοῦν ἔδει πάντως καὶ εἰς ᾅδου κατελθεῖν τὸν Χριστόν˙ ἀλλὰ καὶ ταῦτα πάντα μετὰ δικαιοσύνης, ἧς χωρὶς οὐδὲν παρὰ θεοῦ τελεῖται.

Πρὸς δὲ τοῖς εἰρημένοις πᾶσιν ἔδει καὶ φενακισθῆναι δικαίως τὸν φενακίσαντα καὶ ἀπολέσαι συληθέντα τὸν πλοῦτον, ὂν ἐξ ἀπάτης ἐκτήσατο, καταστρατηγηθείσης σοφίᾳ τῆς πονηρίας, ἐφ᾿ ᾗ διετέλει μεγαλαυχῶν ὁ ἀρχέκακος˙ ἣν μεγαλαυχίαν οὐκ ἂν ἀπέβαλεν, εἰ δυναστείᾳ θείᾳ κατεπονεῖτο, ἀλλὰ μὴ σοφίᾳ καὶ δικαιοσύνῃ καθῃρεῖτο τοῦ κράτους. Ἐπεὶ δὲ καὶ πάντες ἄνθρωποι, πρὸς τὸ κακὸν ἐκτραπέντες, ἔργῳ ἢ λόγῳ ἢ διανοίᾳ ἢ πᾶσιν ἢ δυσὶ τούτων, ἐμόλυναν τὴν παρὰ θεοῦ δεδομένην τῇ ἀνθρωπίνῃ φύσει καθαρότητα καὶ ἁγιασμοῦ χρείαν εἶχον, ὁ δὲ ἁγιασμὸς διὰ τῆς παρ᾿ ἑκάστου προσφορᾶς καὶ ἀρχῆς πρὸς τὸν θεὸν τελεῖται˙ καθαρὰν δὲ εἶναι δεῖ τὴν ἀπαρχήν, τοιαύτην δὲ ἡμεῖς τῷ θεῷ προσενεγκεῖν ἀπαρχὴν οὐκ εἴχομεν. Διὰ τοῦτο ὁ μόνος ἀμόλυντος ἀνεφάνη Χριστὸς καὶ προσφορὰν ἑαυτὸν καὶ ἀπαρχὴν προσήνεγκε τῷ πατρὶ ὑπὲρ ἡμῶν, ἵνα οἱ πρὸς τοῦτον ὁρῶντες καὶ τούτῳ πιστεύοντες καὶ διὰ τῆς πρὸς αὐτόν ὑπακοῆς αὐτῷ κολλώμενοι δι᾿ αὐτοῦ ἐμφανισθῶμεν τῷ προσώπῳ τοῦ θεοῦ καὶ ἱλασμοῦ τυχόντες ἁγιασθῶμεν ἅπαντες. Καὶ τοῦτό ἐστιν, ὅ φησιν ἐν εὐαγγελίοις ὁ Κύριος, «ὑπὲρ αὐτῶν ἐγὼ ἁγιάζω ἐμαυτόν, ἵνα καὶ αὐτοὶ ὦσιν ἡγιασμένοι ἐν ἀληθείᾳ»26. Οὐ γὰρ τὴν προσφορὰν μόνον, ἀλλὰ καὶ τὸν προσφέροντα ἀρχιερέα καθαρὸν ἔδει καὶ ἀναμάρτητον εἶναι, ὡς καὶ ὁ ἀπόστολός φησιν˙ «τοιοῦτος ἡμῖν ἔπρεπεν ἀρχιερεύς, ὅσιος, ἄκακος, ἀμίαντος, κεχωρισμένος ἀπὸ τῶν ἁμαρτωλῶν, καὶ ὑψηλότερος τῶν οὐρανῶν γενόμενος»27.

Διὰ ταῦτα τοίνυν καὶ τὰ τοιαῦτα οὐ μόνον ὁ τοῦ θεοῦ Λόγος «σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν»28, ἐπὶ γῆς ὀφθεὶς καὶ τοῖς ἀνθρώποις συναναστραφείς, ἀλλὰ καὶ τὴν καθ᾿ ἡμᾶς νῦν, εἰ καὶ καθαρὰν ἄκρως, θνητὴν ὅμως καὶ παθητὴν ἀνελάβετο σάρκα, καὶ ταύτῃ τὸν μὲν ἀρχέκακον ὄφιν θεοσόφῳ δελέατι διὰ τοῦ σταυροῦ ἀγγιστρεύσας τὸ ὑπ᾿ αὐτοῦ δουλουμένον ἅπαν ἠλευθέρωσε γένος˙ τυράννου γὰρ πεσόντος, ἐλεύθερον ἅπαν τὸ τυραννούμενον˙ καὶ τοῦτό ἐστιν ὅπερ αὐτὸς ὁ Κύριος ἐν τοῖς εὐαγγελίοις φησίν, ὅτι «ἐδεσμεύθη ὁ ἰσχυρός, καὶ τὰ σκεύη αὐτοῦ διηρπάγη»29. Ἡρπάγη δὲ παρὰ Χριστοῦ ἐλευθερωθέντα καὶ δικαιωθέντα καὶ φωτὸς ἐμπλησθέντα καὶ θείοις χαρίσμασι πλουτισθέντα. Διὰ τοῦτο ψάλλει Δαβίδ˙ «ἀναβὰς εἰς ὕψος», τὸ τοῦ σταυροῦ πάντως, εἰ δὲ βούλει, καὶ τὸ οὐράνιον, «ᾐχμαλώτευσεν αἰχμαλωσίαν, ἔδωκε δόματα τοῖς ἀνθρώποις»30.

Τὸν μὲν οὖν διάβολον οὕτω διὰ τοῦ πάθους καὶ τῆς σαρκὸς ἐτρωπώσατο˙ τῷ δὲ θεῷ καὶ πατρὶ ταύτην προσαγαγὼν εἰς θυσίαν, ὡς ἄμωμον καὶ πανίερον ἱερεῖον, ὢ τῆς ἀφάτου μεγαλοδωρεᾶς! τοῖς ὁμογενέσιν ἡμῖν τοῦτον κατήλλαξεν. Ἐπεὶ δὲ κατὰ γνώμην τοῦ πατρὸς ὑπέστη τὸ πάθος, εἰς ὑπόδειγμα γέγονεν ἡμῖν, τοῖς διὰ παρακοῆς ἀπολομένοις καὶ δι᾿ ὑπακοῆς σωζομένοις, μέχρι τίνος ὑπακουστέον. Ἔδειξε δὲ καὶ τὸν θάνατον τοῦτον τῆς τῷ διαβόλῳ προσούσης ἀθανασίας πολλῷ τιμιώτερον, ὡς προξενοῦντα ζωὴν ἀθάνατον ὄντως, ἅτε μηδὲ τῷ δευτέρῳ καὶ ἀϊδίῳ θανάτῳ, μᾶλλον δὲ καὶ χείρονι μυρίων θανάτων, τῇ μελλούσῃ κολάσει, ὑποπίπτειν μέλλουσαν, ἀλλ᾿ ἐν οὐρανίοις σκηνώμασιν σὺν Χριστῷ διαμένουσαν˙ αὐτὸς γὰρ ἐκ νεκρῶν ἀναστὰς τριήμερος καὶ μετὰ τό παραστῆσαι ζῶντα τοῖς οἰκείοις μαθηταῖς ἑαυτόν, εἰς οὐρανοὺς ἀναληφθεὶς καὶ μένων ἀθάνατος, τὴν ἀνάστασιν ἡμῖν καὶ τὴν ἀθανασίαν καὶ τὴν ἐν οὐρανοῖς ἀΐδιον καὶ ἀκήρατον καὶ μακαρίαν ὄντως ζωὴν ἐχαρίσατό τε καὶ ἐπιστώσατο, ἑνὶ θανάτῳ τῷ τῆς οἰκείας σαρκὸς καὶ μιᾷ τῇ ταύτης ἀναστάσει, τὸν διπλοῦν ἡμῖν θάνατον ἰασάμενος καὶ τῆς διττῆς ἡμᾶς αἰχμαλωσίας ἐλευθερώσας, τῆς ψυχῆς δηλαδὴ καὶ τοῦ σώματος.

Ἐγένετο γὰρ πνεῦμα νεκρὸν ὁ πονηρὸς ἐγκαταλελειμμένος δι᾿ ἑκούσιον ἁμαρτίαν δικαίως ὑπὸ θεοῦ, τῆς ὄντως ζωῆς˙ πλήρωμα δὲ ὢν κακίας καὶ ἀρχηγὸς φθονερός, ἀπατηλός, ἀρχέκακος, οὐχ ὑπήνεγκε τὴν ἐν τῷ χωρίῳ τῆς τρυφῆς, τῷ παραδείσῳ λέγω, τοῦ ἀνθρώπου ζωήν, ἀλλ᾿ ὀλεθρίᾳ συμβουλῇ κλέψας, κοινωνὸν ἐποιήσατο καὶ τῆς ἁμαρτίας καὶ τῆς κατὰ πνεῦμα νεκρώσεως. Ταύτῃ δὲ τῇ νεκρώσει τοῦ πνεύματος ἐξ ἀνάγκης καὶ ἡ τοῦ σώματος ἐπηκολούθησε νέκρωσις˙ καὶ οὕτως ὁ πονηρὸς δι᾿ ἑνὸς τοῦ οἰκείου θανάτου τὸν διπλοῦν ἡμῖν προεξένησε θάνατον˙ καὶ κάτω ρίψας καὶ ἑαυτοῦ κατωτέρω, μέγας αὐτὸς ἐδόκει καὶ ὑψηλός, μεγαλαυχῶν ὡς ἡμᾶς κατασοφισάμενος ἐν περινοίᾳ καὶ καταδουλωσάμενος, καὶ θεὸς ἡμῖν, φεῦ! ὡς ἀθάνατος φανταζόμενος, ἀλλὰ καὶ μετὰ θάνατον κληρονόμος τῶν ἡμετέρων ψυχῶν ὡς ὑπὸ θεοῦ ἐγκαταλελειμμένων γινόμενος καὶ κατασπῶν εἰς ᾅδου καὶ κατακλείων ἀφύκτοις, ὡς ἐδόκει, φρουραῖς.

Ἐλεήσας οὖν τῆς τοσαύτης ταλαιπωρίας ὁ πλάσας ἡμᾶς θεός, ἐκεῖ κατελθεῖν εὐδόκησεν, οὗπερ ἡμεῖς ἐρρίφημεν, ὥστ᾿ ἐκεῖθεν ἀνακαλέσασθαι, μόνος ἐν τοῖς νεκροῖς ἀναφανεὶς ἐλεύθερος, ὡς πνεύματι ζῶντι κατελθὼν ἐκεῖ, καὶ μὴ τοῦτο μόνον, ἀλλὰ καὶ φωτὶ περιαστράπτοντι θείῳ καὶ δύναμιν ζωοποιὸν κεκτημένῳ, ἵνα φωτίσῃ τοὺς ἐν σκότει καθημένους καὶ ζωοποιήσῃ κατὰ πνεῦμα τοὺς εἰς αὐτὸν ἐκεῖ πιστεύσαντας, ζωοποιήσῃ δέ καὶ τὰ σώματα πάντων ἐν ἡμέρᾳ ᾗ ἔστησεν ἀναζωῶσαι καὶ κρῖναι τὸ σύμπαν γένος, ὡς καὶ ὁ ἐν ἀποστόλοις κορυφαῖος δι᾿ ἐπιστολῆς ἐδίδαξεν ἡμᾶς, «εἰς τοῦτο, λέγων, καὶ νεκροῖς εὐηγγελίσθη, ἵνα κριθῶσι μὲν κατὰ ἄνθρωπον σαρκί, ζῶσι δὲ κατὰ θεὸν πνεύματι»31. Μικρὸν δ᾿ ἀνωτέρω τῆς ἐπιστολῆς δεικνύς, τίς ὁ τοῖς ἐν ᾅδου νεκροῖς καὶ διὰ τίνος κηρύξας τὸ εὐαγγέλιον, «Χριστός, φησίν, ἅπαξ ὑπὲρ ἁμαρτωλῶν ἔπαθε, δίκαιος ὑπὲρ ἀδίκων, ἵνα ἡμᾶς προσενέγκῃ τῷ θεῷ˙ θανατωθεὶς μὲν σαρκί, ζῶν δὲ πνεύματι, ἐν ᾧ καὶ τοῖς ἐν φυλακῇ πνεύμασιν», ἤτοι ταῖς ψυχαῖς τῶν ἀπ᾿ αἰῶνος νεκρῶν, «πορευθεὶς ἐκήρυξεν»32. Ὥσπερ οὖν ὁ πονηρὸς δι᾿ ἑνὸς τοῦ οἰκείου κατὰ πνεῦμα θανάτου διπλοῦν ἡμῖν τὸν θάνατον προεξένησεν, οὕτως ὁ ἀγαθὸς δι᾿ ἑνὸς τοῦ κατὰ σῶμα θανάτου, τὸν διπλοῦν ἡμῖν ἰάσατο θάνατον, καὶ διὰ μιᾶς τῆς τοῦ ἰδίου σώματος ἀναστάσεως τὴν διπλῆν ἡμῖν ἀνάστασιν ἐδωρήσατο, διὰ σωματικοῦ θανάτου καθελὼν τὸν ἐν θανάτῳ τὸ κράτος ἔχοντα, κατὰ τῆς ψυχῆς ἡμῶν καὶ τοῦ σώματος, καὶ κατ᾿ ἄμφω τῆς ἐκείνου τυραννίδος ἡμᾶς ῥυσάμενος. Ὑποδύεται μὲν γὰρ ὁ πονηρὸς τὸν ὄφιν, ὡς δι᾿ αὐτοῦ τὸν ἄνθρωπον ἀπατήσων, ἀναλαμβάνει δὲ τὴν ἀνθρωπίνην φύσιν ὁ τοῦ θεοῦ Λόγος, ὡς δι᾿ αὐτῆς φενακίσων τὸν φενακίσαντα˙ ἀλλ᾿ ἀνεξαπάτητον αὐτὴν λαμβάνει καὶ καθαρὰν καὶ τοιαύτην εἰς τέλος διατηρεῖ, προσάγων τῷ πατρὶ ταύτην ὡς ἀπαρχήν, εἰς ἁγιασμὸν ἡμῶν ἀφ᾿ ἡμῶν. Εἰ δὲ καὶ σῶμα μὴ θνητὸν καὶ παθητὸν ὁ τοῦ θεοῦ Λόγος ἀνέλαβε, πῶς ἂν ἠπατήθη, πῶς ἂν ἐδυνήθη προσβαλεῖν ὁ αὐτόχρημα φθόνος;

Ταῦτ᾿ ἄρα οὐδὲ προσβάλλει μέχρις οὗ τοῦτον οἶδε παθητὸν περιφέροντα σῶμα. Νηστεύσας γὰρ ἐν ἐρήμῳ ἡμέρας τεσσαράκοντα καὶ μὴ πεινάσας, (εἰ γὰρ καὶ σῶμα παθητὸν περιέκειτο, ἀλλὰ τότ᾿ ἔπραττε τοῦτο καὶ ἔπασχε τὰ οἰκεῖα, ἡνίκα ὑπὸ τῆς συνημμένης συνεχωρεῖτο παντοδυνάμου δυνάμεως)˙ νηστεύσας οὖν ἡμέρας τεσσαράκοντα, κατὰ τὸ εὐαγγέλιον, ὕστερον ἐπείνασε33. Τότε δὴ πρῶτον θαρρήσας καὶ προσβαλὼν ὁ ἀρχέκακος τὸν πειρασμὸν ἐπήνεγκεν, εἴσοδον εὑρεῖν σπεύδων κατὰ τοῦ Пνεύματος˙ ὡς δὲ ἰσχυρῶς ἀπεκρούσθη καὶ πάλιν προσβαλὼν γενικῶς διὰ πάσης ἡδυπαθείας, κατὰ κράτος ἡττήθη, ἐκνευρισθεὶς καὶ θραυσθεὶς καὶ καταισχυνθείς, φυγὰς ᾤχετο. Διὰ τί οὖν ἀπεκρούσθη τῷ πάθει τῷ τοῦ σώματος θαρρήσας καὶ προσβαλών; Ἐπειδή περ ἁμαρτίαν ἐμποιῆσαι τῷ ἀναμαρτήτῳ ἐπεχείρησεν ἀνθρώπῳ. Φεύγει μὲν οὖν ἐκεῖνος, οὕτω μετ᾿ αἰσχύνης ἀποκρουσθείς, ὁ δὲ Χριστὸς καταδιώκων αὐτὸν οὐκ ἀνίησι, τῶν δαιμονώντων ἀποδιώκων, τοὺς ὑπ᾿ αὐτοῦ κατεχομένους ἐν νόσοις ἰώμενος, νεκροὺς ἀνιστῶν, οὐκ ἀρτιθανεῖς μόνον, ἀλλ᾿ ἤδη καὶ διεφθορότας, καὶ ταῦτα μόνῳ προστάγματι˙ πρὸς δὲ καὶ τῶν ψυχῶν ἀπελαύνων αὐτούς, μετάνοιαν κηρύττων καὶ τὴν βασιλείαν ἐγγίσασαν ἐπιδεικνὺς τὴν οὐράνιον καὶ τὰς ψυχὰς πρὸς πίστιν ἐνάγων καὶ βίον τῷ ἀντικειμένῳ πολέμιον, καὶ τοὺς ἁμαρτωλοὺς μετασκευάζων καὶ προσδεχόμενος˙ οὐ μόνον δέ, ἀλλά καὶ τοῖς οἰκείοις διδοὺς κατὰ δαιμόνων τὸ κράτος. Ἆρ᾿ οὖν ἦν ὅλως ἀνεκτῶς ἔχειν πρὸς ταῦτα τὸν σατανὰν καὶ τοὺς συναποστατήσαντας ἀγγέλους αὐτῷ;

Ἆρ᾿ ἔχειν νομίσας ὅπως ἂν ἀνακόψῃ τὴν κατ᾿ αὐτοῦ φερομένην τοσαύτην ἰσχύν, ἠμέλησεν ἄν; Ἆρα δὲ ἀνεκτὸν αὐτῷ ζῆν ἐν ἀνθρώποις τὸν ἐκβάλλοντα τῶν ἀνθρώπων αὐτὸν καὶ τῆς κατ᾿ αὐτῶν πολυετοῦς τυραννίδος; Διὰ ταῦτα τοίνυν ἐκμανεὶς κατὰ τοῦ Χριστοῦ, ἐπεὶ τὴν μὲν θεανδρικὴν ἐκείνην ψυχὴν διὰ πείρας ὑπερανῳκισμένην οἶδε παντάπασι τῶν παθῶν, ὧν ἀρχηγὸς ὑπῆρξεν αὐτός, καὶ θανάτου παντελῶς ἀνεπίδεκτον, οὗπερ αὐτὸς δι᾿ ἑαυτοῦ ποιητός ἐστι τοῖς ἀνθρώποις, τὸ δὲ σῶμα παθητόν τε καὶ θνητόν, αὐτὸς δὲ δι᾿ ἑαυτοῦ θάνατον τοιοῦτον ἐπιφέρειν οὐ συγκεχώρηται, κινεῖ πρὸς φόνον τούτου τὰς γνώμας τῶν ἀπειθῶν Ἰουδαίων, πρὸς φθόνον καὶ μανίαν ἀκάθεκτον ἐγείρας κατ᾿ αὐτοῦ, ἅτε καὶ τούτων ὡς πονηρῶν ἐλεγχομένων τε καὶ ἀθετουμένων ὑπὸ Χριστοῦ. Κινεῖ τοίνυν καὶ πείθει πρὸς φόνον τούτου, καὶ φόνον ἄτιμον καὶ κακούργοις μόνοις καὶ ἀσεβέσι νενομισμένον, νομίσας οὕτως αὐτόν τε ἐκ τῆς γῆς ἐκβαλεῖν καὶ τὸ ὄνομα τούτου ἐπὶ τῆς γῆς ἀχρειῶσαι. Ἐθάρρει δὲ τούτου θανόντος, καὶ τὴν αὐτοῦ ψυχὴν ἐν ᾅδου κατάκλειστον ἔχειν, ὡς καὶ τὰς τῶν ἐξ αἰώνων ἁπάντων ψυχάς.

Οὕτως ὁ ἀπατεὼν ἐξηπάτηται, τῷ τῆς σαρκὸς τοῦ Χριστοῦ παθητῷ τε καὶ θνητῷ προσβαλών, καὶ τὸ φῶς ἤνεγκεν ἄκων ταῖς σκοτειναῖς καὶ ποθειναῖς αὐτοῦ καταδύσεσι καὶ τὸν τῆς ζωῆς δοτῆρα ταῖς διὰ τὴν νοητὴν νέκρωσιν ὑπ᾿ αὐτοῦ τυραννουμέναις ψυχαῖς ἐπέστησεν˙ οὐ μόνον δὲ ἀλλὰ καὶ τὸ τῆς ἀναστάσεως καὶ τῆς ἀθανασίας παρεκτικὸν σῶμα τοῖς τεθνηκόσιν ἀνέμιξε, θανάτῳ καὶ ταφῇ παραδοῦναι σπεύσας αὐτός. Ὁ δὲ Κύριος ἠδύνατο μὲν καὶ ταύτας αὐτοῦ τὰς ἐπιβουλὰς διακρούσασθαι, ἀλλ᾿ οὐκ ἠθέλησεν˙, ἠθέλησε δὲ μᾶλλον ὑπελθεῖν τὸ πάθος ὑπέρ ἡμῶν, δι᾿ ὅ καὶ θεάνθρωπος γέγονεν. Εἰ μὴ γὰρ ἄνθρωπος ἦν, οὐκ ἦν δυνατὸν παθεῖν˙ εἰ δὲ μὴ θεός, ἀπαθὴς κατὰ τὴν θεότητα διαμένων, οὐκ ἂν ὑπὲρ ἡμῶν ὑπέστη σαρκὶ τὸν θάνατον, δι᾿ αὐτοῦ ἀνάστασιν, μᾶλλον δὲ ἐξανάστασιν καὶ ἀθανασίαν ἡμῖν χαριζόμενος, οὐδ᾿ ἂν ἐπιστεύθη δύνασθαι μὲν μὴ παθεῖν, ἑκὼν δὲ παθεῖν προελόμενος, ὡς ἡμᾶς ἐλευθεροῦν καὶ ἀνυψοῦν μέλλουσαν δεικνὺς τὴν οἰκείαν ταπείνωσιν καὶ διδάσκων, εἰ δεήσει, δι᾿ ἔργων μέχρι θανάτου ὑπὲρ δικαιοσύνης ἀγωνίζεσθαι, καὶ ἐπαγγελλόμενος τοῖς πειθομένοις δι᾿ ἀναστάσεως τῆς ἀθανασίας τὴν δύναμιν, οὐ τοῦ εἰς ἀεὶ δοαμένειν μόνον, ἀλλὰ καὶ τοῦ αἰωνίου ὀλέθρου διαμένειν ἐκτός, τῆς αἰωνίου λέγω φρικωδεστάτης κολάσεως, τῆς ἡτοιμασμένης τῷ διαβόλῳ, καὶ συνδιαιωνίζειν τοῖς ἁγίοις ἀγγέλοις, τῆς ἀκηράτου καὶ ἀτελευτήτου βασιλείας συναπολαύοντας.

Διὰ τοῦτο γὰρ ὂν οὐκ ὤφειλεν ὑπὲρ ἡμῶν ὑπέμεινε θάνατον, ἵνα τοὺς ἐποφειλομένους ὑφισταμένους ἡμᾶς ἔκ τε τῆς δουλείας τοῦ διαβόλου καὶ τοῦ θανάτου λυτρώσηται˙ θανάτου καὶ τοῦ κατὰ ψυχὴν λέγω καὶ τοῦ κατὰ σῶμα, τοῦ τε προσκαὶρου καὶ διαιωνίζοντος. Λύτρον γὰρ ὑπὲρ ἡμῶν τῶν διὰ τὴν ἁμαρτίαν ὑπευθύνων τὸ ἀνεύθυνον ὡς ἀναμάρτητον οἰκεῖον αἷμα δούς, ἐλυτρώσατο τῆς εὐθύνης ἡμᾶς, τὰς ἁμαρτίας συγχωρήσας ἡμῶν, καὶ τὸ τούτων χειρόγραφον ἐν τῷ σταυρῷ διαρρήξας, ἐλυτρώσατο τῆς τυραννίδος τοῦ διαβόλου. Δελεασθεὶς γὰρ ἐκεῖνος καὶ περιχανὼν οἷον καὶ τὸ ἡμέτερον λύτρον, τὸ αἷμα ἐκεῖνο τὸ δεσποτικὸν χυθῆναι σπεύσας, τὸ μὴ μόνον ἀνεύθυνον, ἀλλὰ καὶ θεϊκὴν δύναμιν πλουτοῦν, οὐκ ἐπλουτίσθη ὑπ᾿ αὐτοῦ, ἀλλ᾿ ἰσχυρῶς ἐδέθη, παραδειγματισθεὶς ἐν τῷ σταυρῷ τοῦ Χριστοῦ˙ καὶ οὕτως ἡμεῖς ἐκ τῆς αὐτοῦ δουλείας ἐρρύσθημεν καὶ μετέστημεν εἰς τὴν βασιλείαν τοῦ υἱοῦ τοῦ θεοῦ, σκεύη μὲν ὀργῆς ὄντες πρότερον, σκεύη δὲ ἐλέους ὑπ᾿ αὐτοῦ γεγονότες, τοῦ δήσαντος τόν ἰσχυρόν ὡς πρὸς ἡμᾶς ὄντα, καὶ τὰ σκεύη αὐτοῦ διαρπάσαντος˙ ὅς ἐπεί δικαὶως, ὡς ἀδίκως ὑποβολῇ τοῦ διαβόλου φονευθείς, ἐβασίλευσεν ἡμῶν, τῇ δικαιοσύνῃ μυστικῶς νικήσας τὸν ἀρχέκακον, καὶ φανερῶς ἐπιδείκνυται τὴν παντοδύναμον δύναμιν καὶ κατὰ σῶμα τοῦ θανάτου περιγενόμενος καὶ ἀναστὰς ἐκ νεκρῶν τριήμερος καὶ εἰς οὐρανὸν ἀναβὰς καὶ καθίσας ἐκ δεξιῶν τοῦ πατρός, σὺν αὐτῇ ἣν ὑπὲρ ἡμῶν ἐφόρεσε καὶ καθ᾿ ἣν ἀπέθανε σαρκί, πιστωσάμενος ἡμῖν καὶ τὴν ἐκ νεκρῶν ἀνάστασιν καὶ τὴν εἰς οὐρανοὺς ἀποκατάστασιν καὶ τὴν τῆς βασιλείας κληρονομίαν˙ ἐάν περ καὶ ἡμεῖς, αὐτὸν μιμούμενοι, κατὰ τὸ ἐγχωροῦν, τῇ δικαιοσύνῃ τὸν τῆς ἁμαρτίας ἀρχηγὸν καταπαλαίσωμεν, ἀποκρουόμενοι τὰς αὐτοῦ προσβολὰς καὶ τὰς πρὸς τὰ πονηρὰ πάθη προτροπάς καὶ ὑποφέροντες γενναίως τὰς ἐπιβουλάς.

Διὰ τοῦτο γὰρ καίτοι διὰ τοῦ θείου βαπτίσματος ἀναγεννήσας ἡμᾶς ὁ Κύριος καὶ διὰ τῆς χάριτος τοῦ ἁγίου Πνεύματος σφραγίζων εἰς ἡμέραν ἀπολυτρώσεως, ὅμως θνητὸν ἔτι καὶ παθητὸν ἔχειν ἀφίησι σῶμα, καὶ τὸν τῆς κακίας ὑφηγητὴν τῶν ταμείων τῆς ψυχῆς ἐκβαλών, ὅμως ἀφίησι προσβάλλειν ἔξωθεν, ὡς ἂν ὁ ἀνακαινισθείς ἄνθρωπος κατὰ τὴν καινὴν Διαθήκην, τουτέστι τὸ τοῦ Χριστοῦ εὐαγγέλιον, ἐν ἀγαθοεργίᾳ καὶ μετανοίᾳ ζῶν καὶ τῶν μὲν τερπνῶν τοῦ βίου τούτου περιφρονῶν, τὰ δὲ ὀδυνηρὰ ὑποφέρων καὶ ταῖς τοῦ ἀντικειμένου προσβολαῖς γυμναζόμενος, ἑτοιμασθῇ πρὸς ὑποδοχὴν τῆς ἀφθαρσίας καὶ τῶν ἐν αὐτῇ κατὰ τὸν καινὸν αἰῶνα μελλόντων ἐκείνων ἀγαθῶν.

Δεῖ οὖν τὸν πιστὸν τῇ μὲν ἐλπίδι χαίρειν˙ κἀπειδὴ πέρας ὁ βίος οὗτος ἕξει, φρονίμως ἥδεσθαι τὴν μακαριότητα πιστῶς ἐκδεχόμενον, ἣν ἡ μέλλουσα ζωὴ ἀτελευτήτως ἕξει. Тῇ δὲ συνέσει τῆς πίστεως τὴν ἀθλιότητα, ἣν ὁ βίος οὗτος ἀξίως κατεκρίθη, φέρειν ἐν ὑπομονῇ καὶ δι᾿ ὑπομονῆς πρὸς τὴν ἁμαρτίαν καὶ τὸν τῆς ἁμαρτίας ἀρχηγὸν καὶ συνεργὸν καὶ τοὺς ταττομένους ὑπ᾿ αὐτόν, εἰ δεήσει, μέχρις αἵματος ἀντικαθίστασθαι˙ πλὴν γὰρ τῆς ἁμαρτίας οὐδὲν τῶν ἐν τῷ βίῳ τούτῳ κακῶν ὄντως, εἰ καὶ κακώσεως πρόξενον, οὐδ᾿ αὐτὸς ὁ θάνατος. Διὸ καὶ χορὸς μὲν ὁσίων αὐτοὶ παρ᾿ ἑαυτῶν ἑαυτοῖς ἐπήνεγκαν τὰς κακώσεις τοῦ σώματος˙ οἱ δὲ μάρτυρες καὶ τὸν βίαιον παρ᾿ ἑτέρων ἐπαγόμενον αὐτοῖς θάνατον ἐποίησαν εὐκλεέστατον, καὶ ζωῆς καὶ δόξης καὶ βασιλείας αἰωνίου καὶ οὐρανίου παρεκτικόν, καλῶς καὶ θεαρέστως αὐτῷ χρησάμενοι˙ διὰ τοῦτο γὰρ καὶ μετὰ τὸ καταργῆσαι τὸν θάνατον διὰ τῆς οἰκείας ἀναστάσεως, τοῖς οἰκείοις ἔτι παραμένειν ἀφῆκε, καὶ σὺν τούτῳ τὰς ἄλλας ἐν τῷ κόσμῳ τούτῳ κακώσεις, ἵν᾿ ὁ κατὰ Χριστὸν ἄνθρωπος διὰ τούτων ἀγωνιζόμενος ὑπὲρ ἀληθείας τῆς ἐν τῷ βίῳ τε καὶ τοῖς δόγμασι, πρὸς τὸν μέλλοντα καινὸν ἐκεῖνον καὶ ἀγήρω αἰῶνα διὰ τῆς καινῆς Διαθήκης ἑτοιμασθῇ.

Λυσιτελοῦσιν οὖν αἱ κακώσεις αὗται τοῖς πιστῶς ὑπομένουσι πρὸς διόρθωσιν τῶν ἁμαρτημάτων, πρὸς γυμνασίαν, πρὸς δοκιμήν, πρὸς κατάληψιν τῆς τοῦ βίου τούτου ταλαιπωρίας, πρὸς προτροπὴν τοῦ ἐπιθυμεῖν διαπύρως καὶ ζητεῖν ἐπιμόνως τὴν διαιωνίζουσαν ἐκείνην υἱοθεσίαν καὶ ἀπολύτρωσιν, καὶ καινὴν ὄντως ζωὴν καὶ μακαριότητα. Πολλαπλῆς γὰρ οὔσης κατά τε σῶμα καὶ ψυχὴν τῆς ἡμετέρας ἐν Χριστῷ υἱοθεσίας καὶ ἀνακαινίσεως, ἀρχήν τε καὶ τελειότητα ἐχούσης καὶ τὰ τούτων μεταξύ, τὴν μὲν ἀρχὴν ἐντίθησιν ἡμῖν ἡ τοῦ βαπτίσματος χάρις, πάντων τε τῶν ἁμαρτημάτων καὶ τῆς ἐκ τῆς ἀρᾶς εὐθύνης τὴν ἄφεσιν παρέχουσα, διὸ καὶ λουτρὸν παλιγγενεσίας λέγεται˙ τὴν δὲ τελειότητα παρέξει ἡ ἐλπιζομένη τοῖς πιστοῖς τῆς ζωῆς ἐξανάστασις καὶ ἡ κατὰ τὸν αἰῶνα τὸν μέλλοντα ἐπαγγελία˙ τὰ δὲ μεταξὺ τούτων, ἡ κατὰ τὸ τοῦ Χριστοῦ εὐαγγέλιόν ἐστι ζωή, δι᾿ ἧς τρέφεται καὶ αὔξει καὶ ἀνακαινίζεται ἡμέραν ἐξ ἡμέρας προκόπτων ὁ κατὰ θεὸν ἄνθρωπος εἰς ἐπίγνωσιν θεοῦ, καὶ δικαιοσύνην καὶ ἁγιασμὸν καὶ κατὰ μικρὸν μειῶν καὶ ἀφ᾿ ἑαυτοῦ ἐκκόπτων τὴν εἰς τὰ κάτω προσπάθειαν καὶ μεταφέρων τὸν πόθον ἀπὸ τῶν ὁρατῶν καὶ σαρκικῶν καὶ προσκαίρων πρὸς τὰ νοητὰ καὶ πνευματικὰ καὶ ἀΐδια.

Τὸ τριττὸν τοῦτο τῆς ἐν Χριστῷ ἀνακαινίσεως ἡμᾶς διδάσκων ὁ τῶν ἀπορρήτων μυστηρίων τοῦ Πνεύματος θεατής, τό σκεῦος τό ἐκλεκτόν, Παῦλος ὁ μέγας, γράφει Ῥωμαίοις ἐπιστέλλων, «ὅσοι ἐβαπτίσθημεν εἰς Χριστὸν Ἰησοῦν, εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν˙ συνετάφημεν οὖν αὐτῷ διὰ τοῦ βαπτίσματος εἰς τὸν θάνατον»34. Αὕτη ἡ τῆς ἡμετέρας ἀνακαινίσεως ἀρχή. Тὸ γὰρ χειρόγραφον τῶν ἡμετέρων ἁμαρτημάτων ὁ Χριστὸς ἐν τῷ σταυρῷ διέρρηξε καὶ τοὺς διὰ τοῦ βαπτίσματος αὐτῷ συνθαπτομένους ἀνευθύνους ἐποίησεν. Ἄκουε δὲ καὶ τῆς μετὰ τὴν ἀρχὴν μεσότητος˙ «ἵνα γάρ, φησίν, ὥσπερ ἠγέρθη Χριστὸς ἐκ νεκρῶν, οὕτω καὶ ἡμεῖς ἐν καινότητι ζωῆς περιπατήσωμεν»35˙ καὶ προσεπάγει τὴν τελειότητα τῆς ἀνακαινίσεως, δεικνύς˙ «εἰ γὰρ σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ, ἀλλὰ καὶ τῆς ἀναστάσεως ἐσόμεθα»36. Ἑξῆς δὲ τὴν ἀρχήν καὶ τὸ τέλος τῆς ἀνακαινίσεως καὶ υἱοθεσίας ταύτης ἐμφανέστερον δηλῶν, «καὶ αὐτοί, φησίν, οἱ τὴν ἀπαρχὴν τοῦ Πνεύματος ἔχοντες, καὶ ἡμεῖς αὐτοὶ ἐν ἑαυτοῖς στενάζομεν, υἱοθεσίαν ἀπεκδεχόμενοι»37, ἀπαρχὴν τοῦ Πνεύματος ὀνομάζων τὸν ἁγιασμὸν καὶ τὴν χάριν τοῦ Πνεύματος, ἣν ἐν τῷ θείῳ βαπτίσματι λαμβάνομεν, τῶν ἁμαρτημάτων ἀπαλλαγέντες καὶ ἀνακαινισθέντες καὶ δωρεὰν τῇ τοῦ Χριστοῦ χάριτι δικαιωθέντες˙ ἀπαρχὴ γάρ ἐστι ταῦτα τῶν μελλόντων ἐκείνων ἀγαθῶν. Εἰπὼν δὲ «υἱοθεσίαν ἀπεκδεχόμενοι», δεικνὺς ὡς οὐ τὴν διὰ τοῦ βαπτίσματός φησιν υἱοθεσίαν, ἀλλὰ τὴν μέλλουσαν ἐκείνην καὶ τελείαν καὶ ἀδιάπτωτον, προσεπάγει, «τὴν ἀπολύτρωσιν τοῦ σώματος ἡμῶν»38, δηλονότι τὴν ἀπὸ τῶν παθῶν καὶ τῆς φθορᾶς αὐτοῦ λύτρωσιν˙ ἡ μὲν γὰρ ἐνταῦθα υἱοθεσία διαπίπτει πολλάκις, ἡ δὲ διὰ τῆς ἐκ νεκρῶν παλινζωΐας καὶ ἀναστάσεως, αὕτη τελεία καὶ βεβαιοτάτη ὄντως ἐστίν.

Ὁ αὐτὸς δὲ καὶ Φιλιππησίους γράφων, τὸ τέλος τῆς τοιαύτης ἀνακαινίσεως σαφέστερον ἐκτίθησι, «σωτῆρα, λέγων, ἀπεκδεχόμεθα Κύριον Ἰησοῦν Χριστόν, ὂς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν εἰς τὸ γενέσθαι σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ»39. Ὡς γὰρ ὁ Χριστὸς ἀπέθανεν ἐν ἀσθενείᾳ καὶ ἀτιμίᾳ σαρκός, ἀνέστη δὲ ἐν δυνάμει καὶ δόξῃ τῇ θεϊκῇ, οὕτω καὶ οἱ κατὰ Χριστὸν ζήσαντες, σπείρονται διὰ τοῦ θανάτου, πάλιν κατὰ Παῦλον εἰπεῖν40, ἐν ἀσθενείᾳ καὶ ἀτιμίᾳ, ἐγείρονται ἐν δυνάμει καὶ δόξῃ, σῶμα λαβόντες δεδοξασμένον τε καὶ ἀκήρατον, ὁποῖον ἔσχεν ὁ Χριστὸς μετὰ τὴν ἀνάστασιν, πρωτότοκος ἐκ τῶν νεκρῶν καὶ ἀπαρχὴ τῶν κεκοιμημένων γενόμενος41. Ἀλλ᾿ αὕτη ἡ ἐν τῷ σώματι ἀνακαίνισις, πίστει μᾶλλον ὁρᾶται νῦν, οὐκ αὐτοψίᾳ, ἀλλ᾿ ἐλπίδι, πράγματι δὲ οὔπω˙ ἡ δὲ τῆς ψυχῆς λαμβάνει μὲν καὶ αὕτη τὴν ἀρχήν, ὡς εἴρηται, ἐν τῷ θείῳ βαπτίσματι διὰ τῆς τῶν ἁμαρτημάτων ἀφέσεως, τρέφεταί τε καὶ αὔξεται διὰ τῆς ἐν τῇ πίστει δικαιοσύνης, ἔτι καὶ ἔτι ἀνακαινοζομένη ἐν ἐπιγνώσει τοῦ θεοῦ καὶ ταῖς αὐτῇ καταλλήλοις ἀρεταῖς˙ λήψεται δὲ τὴν τελείωσιν ἐν τῇ κατὰ τὸ μέλλον πρόσωπον πρὸς πρόσωπον τοῦ θεοῦ θεωρίᾳ˙ νῦν γὰρ δι᾿ ἐσόπτρου βλέπει καὶ ἐν αἰνίγματι42.

Διὰ τοῦτο καὶ ὁ τῷ Χριστῷ διαφερόντως ἠγαπημένος Ἰωάννης ἀμφοτέρας τὰς ἀνακαινίσεις συλλαβὼν τοῦ τε σώματος καὶ τῆς ψυχῆς, «νῦν, φησί, τέκνα θεοῦ ἐσμέν». Тοῦτο ἡ τῆς υἱοθεσίας ἀρχή˙ ἀλλ᾿ «οὔπω ἐφανερώθη τί ἐσόμεθα˙ οἴδαμεν δὲ ὅτι ἐὰν φανερωθῇ, ὅμοιοι αὐτῷ ἐσόμεθα, ὅτι ὀψόμεθα αὐτὸν καθὼς ἐστί»43. Тοῦτο ἡ τελείωσις τῆς κατὰ θεὸν ἡμῖν διὰ τοῦ Χριστοῦ χαρισθείσης υἱοθεσίας καὶ ἀνακαινίσεως, δι᾿ ἣν καὶ ἐν τῷ εὐαγγελίῳ φησὶν ὁ αὐτός, ὅτι «ἔδωκεν ὁ Χριστὸς ἐξουσίαν τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ τέκνα θεοῦ γενέσθαι˙ οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκός, οὐδὲ ἐκ θελήματος ἀνδρός, ἀλλ᾿ ἐκ θεοῦ ἐγεννήθησαν»44. Λέγων γὰρ οὐκ ἐκ σαρκὸς ἡμᾶς γεννηθῆναι, ἀλλ᾿ ἐκ τοῦ θεοῦ, τὴν διὰ τοῦ θείου βαπτίσματος ἀναγέννησιν καὶ υἱοθεσίαν δηλοῖ, δι᾿ ἣν καὶ ἐν τῇ ἐπιστολῇ φησιν, ὅτι «νῦν τέκνα θεοῦ ἐσμέν».

Εἰπὼν δὲ ὅτι ἔδωκεν ἡμῖν ἐξουσίαν τέκνα θεοῦ γενέσθαι, ὡς μήπω οὖσι, τὸ τέλειον τῆς υἱοθεσίας ὑπέδειξε. Καθάπερ γὰρ τὸ ἀρτιγενὲς βρέφος δύναμιν μὲν ἔχει παρὰ τῆς φύσεως σοφὸν γενέσθαι, καὶ σοφόν ἐστι δυνάμει, τῆς δ᾿ ἡλικίας προϊούσης, εἴπερ καὶ τὰ συντείνοντα πρὸς τὴν ἐπιστήμην μετέλθοι, οὕτως ἔσται καὶ ἐνεργείᾳ σοφόν, τὸν αὐτὸν τρόπον καὶ ὁ ἀναγεννηθεὶς διὰ τοῦ θείου βαπτίσματος, δύναμιν μὲν ἔλαβε σύμμορφον γενέσθαι τῷ σώματι τῆς δόξης τοῦ υἱοῦ τοῦ θεοῦ. Εἰ γοῦν καὶ ἐν καινότητι ζωῆς περιπατήσει, κατὰ Χριστὸν καὶ τὸ τούτου εὐαγγέλιον ζῶν45, ἐν τῇ ἀναστάσει τῆς δυνάμεως ταύτης προκοψάσης εἰς ἐντελέχειαν, οὐκέτι πίστει καὶ ἐλπίδι, ἀλλ᾿ ἀληθείᾳ καὶ πράγματι, δεδοξασμένον καὶ ἀκήρατον ἕξει τὸ σῶμα, ὁποῖον καὶ ὁ Κύριος ἔσχε μετὰ τὴν ἀνάστασιν, πόσῳ μᾶλλον τὸ Пνεῦμα; Ἀναστήσονται μὲν γὰρ καὶ τὰ νεκρὰ σώματα τῶν ἀσεβῶν, ἀλλ᾿ οὐκ ἐν δόξῃ οὐρανίῳ˙ οὐ γὰρ ἔσονται σύμμορφα τῷ σώματι τῆς δόξης τοῦ Χριστοῦ, ἀλλ᾿ οὐδὲ τὴν ἐπηγγελμένην τοῖς πιστοῖς ὄψονται θεωρίαν τοῦ θεοῦ, ἣ καὶ βασιλεία τοῦ θεοῦ καλεῖται˙ «ἀρθήτω γάρ, φησίν, ὁ ἀσεβής, ἵνα μὴ ἴδῃ τὴν δόξαν Κυρίου»46. Ἀλλ᾿ οἱ γεννηθέντες τε καὶ τραφέντες κατὰ Χριστόν, καὶ τὸ μέτρον φθάσαντες, ὡς δυνατόν τῆς ἡλικίας τοῦ Χριστοῦ πληρώματος47, ἐκεῖνοι καὶ τῆς θείας λαμπρότητος μακαρίως ἐπιτεύξονται καί, κατὰ τὸ γεγραμμένον48, ἐκλάμψουσιν ὡς ὁ ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ Πατρὸς αὐτῶν.

Ταύτης τῆς θείας ἐλλάμψεώς τε καὶ λαμπρότητος καὶ ὁ Ἀδάμ μέτοχος ὑπάρχων πρὸ τῆς παραβάσεως, ὡς ὄντως στολὴν δόξης ἠμφιεσμένος, οὐχ ὑπῆρχε γυμνός, οὐδ᾿ ἀσχήμων ὑπῆρχεν ὅτι γυμνός, ἀλλὰ πολλῷ κοσμιώτερος, οὐδ᾿ ὅσον εἰπεῖν, τῶν νῦν περικειμένων τὰ χρυσῷ πολλῷ καὶ διαυγέσι λίθοις κοσμούμενα διαδήματα. Ταύτης τῆς θείας ἐλλάμψεώς τε καὶ λαμπρότητος γεγυμνωμένην τὴν ἡμῶν φύσιν ἐκ παραβάσεως τῆς ἀσχημοσύνης ἐλεήσας ὁ τοῦ θεοῦ Λόγος καὶ διὰ σπλάγχνα ἐλέους ἀναλαβόμενος, ἐνδεδυμένην ἐπιφανέστερον ἐπὶ τοῦ Θαβωρίου τῶν μαθητῶν τοῖς ἐκκρίτοις πάλιν ὑπέδειξε, τί ποτε ἦμεν, καὶ τίνες ἐπὶ τοῦ μέλλοντος αἰῶνος ἐσόμεθα δι᾿ αὐτοῦ οἱ πιστεύοντες καὶ τῆς ἐν αὐτῷ τελειώσεως ἐπιτυχόντες τοῖς πᾶσι παριστάς.

Ταύτης τῆς τελειώσεως τῶν κατὰ Χριστὸν βιούντων εὑρήσεις καὶ τοὺς ἀρραβῶνας φανερῶς ἐνταῦθα δεδομένους τοῖς τοῦ θεοῦ ἁγίοις, καρπουμένοις ἤδη, κατὰ τὸν εἰπόντα49, τὸ τοῦ μέλλοντος αἰῶνος ἀγαθόν. Καὶ τοῦτο προλαβὼν ἔδειξεν ὁ Μωϋσῆς, οὗ τῇ δόξῃ τοῦ προσώπου ἀτενίζειν οὐκ ἠδύναντο οἱ υἱοὶ τοῦ Ἰσραήλ˙ καὶ μετ᾿ αὐτὸν ἔτι περιφανέστερον αὐτὸς ὁ Κύριος ἐπ᾿ ὄρους ἀστράψας ἐν φωτὶ θεότητος οὕτω τηλαυγῶς, ὡς μηδὲ τοὺς ἐκκρίτους τῶν μαθητῶν, καίτοι πνευματικὴν δύναμιν τηνικαῦτα λαβόντας, ἀτενίζοντας δυνηθῆναι πρὸς τὴν λάμψιν ἐκείνην στῆναι. Στεφάνου δὲ τὸ πρόσωπον ὤφθη, κατὰ τὸ γεγραμμένον50, ὡς πρόσωπον ἀγγέλου, καὶ αὐτὸς ἀπὸ γῆς εἰς τὰ ἐπέκεινα τῶν οὐρανῶν ἠτένιζεν, ὅπου ὁ Χριστὸς ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης καὶ τὴν ὑπερουράνιον ἑώρα δόξαν τοῦ θεοῦ. Καὶ μακρὸν ἂν εἴη τοὺς ἄλλους καθεξῆς ἀπαριθμεῖσθαι καὶ καταλέγειν, οἵτινες ἐντεῦθεν τοὺς ἀρραβῶνας τῶν μελλόντων ἀγαθῶν ἔλαβον καὶ τῆς θείας ἐκείνης λάμψεώς τε καὶ λαμπρότητος μακαρίως ἐπέτυχον.

Ἧς γένοιτο καὶ ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ δι᾿ ἡμᾶς ἐνανθρωπήσαντος καὶ παθόντος καὶ ταφέντος καὶ ἀναστάντος καὶ τὴν κάτω κειμένην φύσιν ἡμῶν εἰς οὐρανοὺς ἀνυψώσαντος καὶ συνεδρίᾳ τιμήσαντος πατρικῇ, Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν˙ ᾧ πρέπει δόξα, τιμὴ καὶ προσκύνησις σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ καὶ τῷ παναγίῳ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

* * *

1

Вλ. Ἰὼβ 10,13.

2

Вλ. Ψαλμ. 10,7 καὶ 91,16.

3

Вλ. Ἰω. 8,44. Α" Ἰω. 3,15.

4

Вλ. Ἰὼβ 14,4–5.

5

Вλ. Παροιμ. 20,9.

6

Вλ. Μρ. 10,18.

7

Вλ. Ἠσ. 53,9. Α΄ Πε 2,22.

8

Вλ. Ψαλμ. 50,7.

9

Вλ. Λκ. 1,38.

10

Вλ. Ἠσ. 7,16.

11

Вλ. Γέν. 2,17 (ἡμέρᾳ Οʹ).

12

Вλ. Γέν. 3,19.

13

Вλ. Μτθ. 25, 41.

14

Вλ. Ἠσ. 53,9.

15

Вλ. Ἠσ. 7,16.

16

Вλ. Μτθ. 3,11.

17

Вλ. Λκ. 3,4 Ἠσ. 40,3–5

18

Вλ. Ἰω. 1, 15. 30.

19

Вλ. Ἰω. 1,29.

20

Вλ. Ἰω. 3,30

21

Вλ. Ἰω. 3,31.

22

Вλ. Ἰω. 3,35–36 (μένει).

23

Вλ. Μτθ. 3,15.

24

Вλ. Μτθ. 3,17.

25

Вλ. Ἰω. 1,13.

26

Вλ. Ἰω. 17,19.

27

Вλ. Ἐβρ. 7,26.

28

Вλ. Ἰω. 1,14

29

Вλ. Μτθ. 12,29.

30

Вλ. Ψαλμ. 67,19.

31

Вλ. Α΄ Πε 4,6.

32

Вλ. Α΄ Πε 3,18–19 (ὐμᾶς προσαγάγῃ).

33

Вλ. Μτθ. 4.2.

34

Вλ. Ρωμ. 6,3–4.

35

Вλ. Ρωμ. 6,4.

36

Вλ. Ρωμ. 6,5.

37

Вλ. Ρωμ. 8,23.

38

Вλ. Ρωμ. 8,23.

39

Вλ. Φιλιπ. 3,20–21.

40

Вλ. Α» Κορ. 15,42–44.

41

Вλ. Κολ. 1,18.

42

Вλ. Α" Κορ. 13,12.

43

Вλ. Α» Ἰω. 3,2.

44

Вλ. Ἰω. 1,12–13

45

Вλ. Рωμ. 6,4. 7,6.

46

Вλ. Α» Ἰω. 3,2.

47

Вλ. Ἐφεσ. 4,13.

48

Вλ. Μτθ. 13,43.

49

Вλ. Β΄ Κορ. 1,22. 5,5. καὶ Ἐφεσ. 1,14.

50

Вλ. Πράξ. 6,15.


Источник: Омилия 16 // ΓΠΣ. Т. ΣΤ' (Т. 6). Θεσσαλονίκη 2015, Σ. 182 - 203

Комментарии для сайта Cackle