Азбука веры Православная библиотека Афанасий Иванович Пападопуло-Керамевс Об одном сочинении Аркадия, архиепископа Кипрского, упомянутом в деяниях Седьмого Вселенского собора (Περί τινος συγγραφῆς Ἀρκαδίου, ἀρχιεπισκόπου Κύπρου)

О сочинениях Аркадия архиепископа Кипрского, упоминаемого в деяниях седьмого вселенского собора

Источник

ΠΕΡΙ ΤΙΝΟΣ ΣΥΓΓΡΑΦΗΣ

ΑΡΚΑΔΙΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΥΠΡΟΥ,

μνημονευθείσης ἐν τοῖς πρακτικοῖς τῆς έβδόμης οικουμενικῆς συνόδου.

Πολλοί τών πατέρων τῆς ἐν Νίκαιᾳ συνελθούσης οἰκουμενικῆς συνόδου (ἔτει 787ᾡ), ἴνα τό περί τῶν εἰκόνων δόγμα τῶν ὀρθοδόξων ἀρχαιότατον ἀποδείξωσιν, ἄμα δέ καί σωτηριῶδες ἐξ ἠθικῆς καί θρῃσκευτικῆς ἐπόψεως, παρέστησαν ἐκεῖ μετά πολυαρίθμων παλαιῶν βιβλίων, ἃ τά πρακτικά τῆς συνόδου καταριθμοῦσι, ἀναγράφοντα καί τεμάχη τῶν βιβλίων ἐκείνων αὐτολεξεὶ. ἐξ ὧν αὐτόδηλον, ὃτι τῆς συνόδου προηγήθησαν εἰδικαί περί τοῦ δόγματος ἔρευναι ἰστορικαί τε καί ἀρχαιολογικαί τῶν κληρικῶν ἐν ταῖς τότε βιβλιοθήκαις. Τῶν βιβλίων τούτων πολλά μέν ἐξ ἀντιγράφων ἄχρις ἡμῶν ἐσώθησαν, ἔτερα δέ τινα ματαίως ἔτι ζητοῦνται, οἷον ὁ τοῦ ἁγίου Συμεών τοῦ Θαυμαστοορείτου βίος, ὄν εἰς τῶν ἐν τῇ συνόδῳ πατέρων, τῆς τεταρτης συνεδρίας ἀκμαζούσης, «Ἰωσήφ ὁ εὐλαβέστατος μοναχός καί ἡγούμενος μονῆς τῆς Ἡρακλείας», ἐπέδειξεν, εἰπών «Κάγώ ὁ ἀμαρτωλός βίβλον ἐπιφέρομαι περιέχουσαν τόν βίον τοῦ ἀγίου Συμεών τοῦ ἐν τῷ Θαυμαστῷ ὄρει, καί ὡς κελεύετε. Ἡ ἁγία σύνοδος εἶπεν ἀναγνωσθήτω. καί λαβών Κοσμᾶς ὁ θεοφιλέστατος διάκονος κουβουκλήσιος ἀνέγνω ἐκ τοῦ βίου τοῦ ἁγίου πατρός ἡμῶν Συμεών τοῦ ἐν τῷ Θαυμαστῷ ὄρει κεφάλαιον ριή, (ὄ πραγματεύεται) περί τῆς γυναικός τῆς ἐν "Ρωσο- πόλει ἀτέκνου οὔσης καί βιαίῳ κατεχομένης δαίμονι. ἣτις ἰαθεῖσα καί παιδοποιήσασα εἰκόνα τοῦ δικαίου (Συμεών) ἀνέθετο ἐν τῷ οἴκῳ αὐτῆς, ἣτις μεγάλως ἐθαυματούργει». Ἐπεται δέ τούτοις αὐτό τό κείμενον τοῦ κεφαλαίου. μεθ» ὄ κεφάλαιον ἔτερον ἀνεγνώσθη τῆς αὐτῆς βίβλου1, ὄ πρό τῆς συνόδου κατεχώρισεν Ἰωάννης ὁ Δαμασκηνός ἐν τῷ τρίτῷ αὐτου λόγου περί τῶν ἁγίων εἰκόνων, ὀνομάσας καί τόν συγγραφέα τοῦ βίου τοῦ ἁγίου Συμεών2. ἧν δέ οὗτος ό μαθητής αὐτοῦ τοῦ Συμεών, Ἀρκάδιος ὁ γενόμενος ἀρχιεπίσκοπος τῆς νήσου Κύπρου, ἐπί τῶν αὐτοκρατόρων Ἡρακλείου καί Φωκᾶ ὃστις, ἔξω τοῦ βίου ἐκείνου, συνέγραψε λόγον ἐγκωμιαστικόν εἰς τόν μεγαλομάρτυρα Γεώργιον, καί πάλιν ὑπόμνημα περί τοῦ βίου καί τῶν ἀγώνων Ἰωάννου τοῦ Χρυσοστόμου, οἴτινές εἰσιν ἀνέκδοτοι τύποις3.

Μέχρι τοῦ νῦν ἐγινώσκετο βίος μακρός τοῦ ἁγίου Συμεῶνος τοῦ Θαυμαστοορείτου, διῃρημένος εἰς κεφάλαια διακόσια καί πεντήκοντα. τούτου μέντοι τοῦ βίου συγγραφεύς ἐστι Νικηφόρος μάγιστρος Ἀντιοχείας ὁ Οὐρανός, μεταξύ τῆς δεκάτης καί τῆς ἐνδεκάτης ἀκμάσας ἐκατονταετηρίδος, ὃν Θεσσαλονίκης ὃντα διοικητήν ὁ αὐτοκράτωρ Βασίλειος ὁ Βουλγαροκτόνος ἄρχοντα τῆς Ἀντιοχείας ὀνομάσας ἐξέπεμψεν εἰς τήν Συρίαν ἔτει 1001ᾡ, ἴν» ἀποκρούσῃ τάς ἐκεῖ φυλῶν τινων ἀραβικῶν ἐπιδρομάς, αἴτινες καί τήν Ἀντιόχειαν αὐτήν ἔβλαπτον4. Τόν ὑπό τούτου γοῦν συγγραφέντα βίον τοῦ ἀγίου Συμεών ἐξέδωκε τύποις Janninghius ὁ Ἰησουίτης, προσθέ- μενος αὐτῷ σημειώματα, λατινικήν τε μετάφρασιν καί προλεγόμενα πολυμαθείας καί κρίσεως ἔμπλεα5 ἐν οἱς λέγει τά πρέποντα καί περί τῶν δύο γνωστῶν ἢδη λειψάνων τῆς Ἀρκαδίου συγγραφῆς, εἰκάσας ἐξ αὐτῶν ὀρθῶς ὃτι ἡ τοῦ Οὐρανοῦ συγγραφή προῆλθεν ἀμέσως ἐκ τῆς ἀφανισθείσης, ὡς ἐνόμιζε, βίβλου τοῦ Ἀρκαδίου6, ἣν ἠφανισμένην ὡσαύτως ὠνόμασε καί Θεόφιλος ὁ Harles7, οὐδενός ἑρευνητοῦ τῶν ἑλληνικῶν χειρογράφων ἐν τῷ μεταξύ τήν συγγραφήν ἐκείνην εὐρίσκεσθαί που φανερώσοτντος. Τύχῃ μέντοι ἀγαθῇ ταύτην ἐγώ πρό ἐνιαυτῶν ἐξ ἀνεῦρον ἔν τινι κώδικι μετενεχθέντι ἐκ τῆς λαύρας τοῦ ἁγίου Σάβα εἰς τήν ἐν Ἱερουσαλήμ κεντρικήν βιβλιοθήκην τοῦ πατριαρχείου τῶν ὀρθοδόξων. Οὐτος μέν οὖν ὁ κῶδιξ ἐγράφη περί τό μέσον τῆς ἑνδεκάτης ἑκατονταετηρίδος. ἦν δέ μέχρι τῆς τετάρτης καί τῆς δεκάτης ἐκατονταετηρίδος ἐν αὐτῷ τῷ μοναστηρίῳ τοῦ ἀγίου Συμεών, τῷ ἐν τῷ Θαυμαστῷ ὄρει. Περιέχει τοίνυν ὀ κῶδιξ ὄλος ἀποκλειστικῶς ἐκτενῆ συγγραφήν, ἧς ἡ ἐπιγραφή. «Βίος καί πολιτεία τοῦ ὁσίου πατρός ἡμῶν Συμεών τοῦ ἐν τῷ Θαυμαστῷ ὄρει»8, οὗτινος ὁ συγγραφεύς ἀνώνυμος ὤν ἐν τῷ κώδικι προέταξε τό προοίμιον τοῦτο. «Εὐλογητός ὁ Θεός, ὁ πάντας ἀνθρώπους θέλων σωθῆναι καί εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, ὁ καί τήν καθ» ἡμᾶς γενεάν πολυτρόπως ἀσθενοῦσαν φιλανθρώπως ἐπισκεψάμενος καί ἰατρόν ἄριστον ψυχικῶν τε καί σωματικῶν παθῶν αὐτῇ δωρησάμενος, Συμεών τόν πανάγιον, τόν ἐν τῷ λεγομένῳ Θαυμαστῷ ὄρει τήν ἀσκητικήν ἐπί κίονος9 παλαίστραν ἀγωνισάμενον. οὑ τόν βίον καί τά θαύματα, ὑπέρ ἀριθμόν ὄντα ψάμμου θαλάσσης, τίς ἄν δυνήσηται διηγήσασθαι, ἢ ὃλως ἐπί μνήμης φέρειν; χρόνος γάρ τά πολλά καλύψας λήθην τούτων ἐποίησεν, οὐδενός ἐπί τοσοῦτον φιλοτονήσαντος ἢ τοσαύτην δειξαμένου10 σπουδήν γραφῇ παραδοῦναι πᾶσαν αὐτοῦ τήν ἀγγελικήν ἐπί γῆς πολιτείαν. Ὅσα τοίνυν παρά τῶν προηγησαμένων ἡμᾶς παραλαβόντες ἰσχύσαμεν διατηρῆσαι καί ἠμεῖς ἐθεασάμεθα, αὐτόπται τούτων γενέσθαι καταξιωθέντες, ἀναγκαῖον ἡγησάμεθα γράψαι νῦν καί τοῖς φιλοθέοις ὐμῖν ἐξαγγεῖλαι πρός δόξαν Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν, τοῦ υἰοῦ τοῦ Θεοῦ, τοῦ ἐκ μήτρας αὐτῆς ἀγιάσαντος καί ἐκλεξαμένου τόν ὄσιον αὐτοῦ δοῦλον, εἰς ὠφέλειαν ὐμῶν τῶν πιστῶς ἐντυγχανόντων, οἰς πάντως ἠ πίστις εἰς δικαιοσύνην λογισθήσεται, κατά τό γεγραμμενον11. Ἄνωθεν οὖν καί ἐξ ἀρχῆς ὐπό Θεοῦ δυναμούμενοι τήν διήγησιν ποιησώμεθα, μνημονεύοντες πρότερον τῶν αὐτοῦ θεοφιλῶν γονέων καί διεξιόντες ὄπως οὗτοι τόν πανάγιον τοῦτον εὐδοκίᾳ Θεοῦ προαγαγεῖν εἰς φῶς κατηξιώθησαν, εἶτα ἐξῆς τῶν12 καθ» ἔκαστον εἰς ἡμᾶς ἐλθόντων περί αὐτοῦ σαφῶς παριστῶντες [τήν ἀκρίβειαν]13. Ταύτην δέ τήν θεοφιλῆ πρόθεσίν τε καί σπουδήν διά τήν τῶν ἐντυγχανόντων ὠφέλειαν ἀναδεξάμενοι καί Χριστόν τόν υἰόν τοῦ Θεοῦ πρός βοήθειαν ἐπικαλεσάμενοι, τόν εἰπόντα « ἐγώ εἰμι ἠ ἀλήθεια ”14, λέξεως μέν πρός κάλλος ἡρμοσμένης15 εἰκότως καταφρονοῦμεν, περί ἧς οὐκ ἔστιν ἡμῖν σκοπός παντελῶς, ἀληθείας δέ φροντίδα τιθέμεθα τῆς πάντα νικώσης16· τά γάρ τῆς ἀληθείας ρήματα ἡδύτατα τυγχάνουσιν, ἐπειδή περ χάριτός εἰσι πεπληρωμένα. οὐδέ γάρ δέονται ρητόρων ἐντέχνου ἐπικοσμήσεως, ἢ γλώττης δυναμένης τά μεγάλα μικρά ποιεῖν καί τοῖς μικροῖς περιτιθέναι μέγεθος· «ἀπλοῦς γάρ ὁ τῆς ἀληθείας λόγος” φησίν17. Αὐτόν οὖν Ἰησούν Χριστόν τόν ἀληθινόν ἡμῶν Θεόν καί τήν παῥ αὐτοῦ δεδωρημένην τοῖς εἰς αὐτόν ἐλπίζουσι χάριν, καθώς ἔφημεν, ἐπικαλεσάμενοι ἀπλούστερόν πως καί μετά τῆς αὐτοαληθείας–αὐτός γάρ ἐστιν ἡ ἀλήθεια– τήν περί τῆς προκειμένης ὑποθέσεως ἀφήγησιν ποιησόμεθα, ὣστε τούς φιλοχρίστους ὑμᾶς πιστῶς ἀκροωμένους ἐπί πλεῖον τήν ἐαυτῶν ἐλπίδα θέσθαι εἰς τόν κύριον ἡμῶν Ἰησούν Χριστόν τόν ἀληθινόν Θεόν, τόν ὄντως μεγάλως εὐδοκοῦντα ἐπί τούς ἐλπίζοντας ἐπ» αὐτόν, πάντα δέ πλουσίως ἡμῖν παρέχοντα ὑπερεκπερισσοῦ ὧν αἰτούμεθα ἢ νοοῦμεν».

Τῷ προλόγῳ τούτῳ κεφάλαια συναρμόζονται κατηριθμημένα, ὧν τό ἔσχατον ἀριθμεῖται διακοσιοστόν καί πεντηκοστόν καί ἔνατον *τοῦτο δέ καί τό πρό τούτου κεφάλαιον ἀποτελεῖ τόν ἐπίλογον τῆς συγγραφῆς, οὓτως ἔχοντά «Ἡ τοίνυν ἀρχή τῆς στάσεως αὐτοῦ (τοῦ Συμεῶνος) τῆς ἁγίας γέγονεν ἐπί βάσεως πλησίον τοῦ ἀββά Ἰωάννου, καί ἔστη ἐν αὐτῇ ἔτη ἐξ* ἔπειτα ἔστησαν στῦλον ποδῶν τεσσαράκοντα καί ἔστη ἐν αὐτῷ ἔτη ὀκτώ, καί μετά τοῦτο ἔστη ἐν τῷ ἀγίῳ Θαυμαστῷ ὄρει, ἐν βασιδίῳ ἀπό ξηρολίθων, ἔτη δέκα. ὔστερον δέ ᾠκοδομήθη ὀ μέγας στῦλος, ἐν ᾦ ἀνῆλθεν ἐκ θείας ἀποκαλύψεως καί ἔστη ἐν αὐτῷ ἔτη τεσσαράκοντα πέντε. ἧν δέ χρόνων ἔξ, ἡνίκα ἔστη την ἀρχήν ἐν τῇ βάσει, πλησίον τοῦ ἀββᾶ Ἰωάννου, ὠς εἶναι πάντα τόν χρόνον τῆς ζωῆς τοῦ ἀγίου ἐν σαρκί ἔτη ἐβδομήκοντα πέντε. ὄς μεταστάς πρός τόν Κύριον καί μετά θάνατον ζῶν ὤσπερ ἀέναος πηγή βρύει τά ἰάματα διά τοῦ τίμιου αὐτοῦ λειψάνου, παρέχων τοῖς πιστῶς αἰτοῦσιν ἀφθόνως τά αἰτήματα. Τῆς οὖν ἐνδόξου καί ἀξιομνημόνευτου τοῦ ἀγίου μνήμης πιστῶς προτρέχοντες, καί τῆς θείας ταύτης καί ἐπωφελοῦς ἀναγνώσεως ἀκροαταί γινόμενοι, δόξαν ἀναπέμπωμεν τῷ Κυρίῳ τῆς δόξης, τῷ τοσαῦτα καί τηλικαῦτα δωρουμένῳ τοῖς ἐλπίζουσιν εἰς αὐτόν, δυσωποῦντες τήν αὐτοῦ ἀγαθότητα ρυσθῆναι ἡμας τῶν ποικίλων μηχανημάτων καί πάσης θλίψεως ὀργῆς τε καί ἀνάγκης, καί ἀξίους γενέσθαι τῆς ἐκ δεξιῶν στάσεως Χριστοῦ τοῦ ἀληθινοῦ Θεοῦ ἡμῶν, ἰδεῖν τε ἐν τῇ φρικτῇ παραστάσει τόν ἄγιον τοῦτον πατέρα ἡμῶν δυσωποῦντα ὑπέρ τῆς συγχωρήσεως τῶν ἀμαρτιῶν ἡμῶν, ἴνα ταῖς ἁγίαις εὐχαῖς αὐτοῦ καί πρεσβείαις συγκαταριθμηθῶμεν τοῖς εὐαρεστήσασι τῷ Κυρίῳ τῆς δόξης, Ἰησοῦ Χριστῷ τῷ ἀληθινῷ Θεῷ ἡμῶν, ᾦ ἡ δόξα καί τό κράτος σύν τῷ εὐλογουμένῳ αὐτοῦ πατρί καί τῷ παναγίῳ καί ἀγαθῷ καί ζωοποιῷ πνεύματι, νῦν καί ἀεί καί εἰς τούς ἀτελευτήτους καί ἀπεράντους αἰῶνας τῶν αἰώνων».

Οὖτος οὖν ὁ βίος (ὄν ἔγραψεν ἀνήρ αὐτόπτης πολλῶν θαυμάτων τοῦ ἀγίου Συμεῶνος, παραλαβών ἃμα καί θαύματα παλαιότερα τῆς αὐτοῦ μαθητείας, ἃπερ οἰ τῆς μονῆς τοῦ Συμεῶνος ἔγραφον ὐπομνηματογράφοι), περιέχει τα παρά τῆς ἐβδόμης οἰκουμενικῆς συνόδου δεχθέντα κεφάλαια κατά λέξιν. προσεκτική δέ τούτου συμπαραβολή προς την ὀμογενῆ συγγραφήν Νικηφόρου τοῦ Οὐρανοῦ, ρήτορος ὡς εἴρηται σφόδρα μεταγενέστερον ἀκμάσαντος τοῦ Άρκαδίου, καταδείκνυσιν ὄτι πραγματικῶς ὁ Οὐρανός οὐδέν ἔτερον ἐποίησεν, ἤ μεταφράσαι ρητορικῶς τήν ἐπ» αὐτοῦ λεκτικῶς πεπαλαιωμένην συγγραφήν τοῦ Ἀρκαδίου, ἴνα τοῦ Συμεῶνος ὁ βίος ἡδέως ἀναγινώσκηται παρά τῶν εὐπαιδεύτων τῆς δεκάτης ἐκατονταετηρίδος· σημειωτέον δέ, ὃτι κατά τήν ἐποχήν ταύτην ὁμοίας ἀναριθμήτους μεταφράσεις ἀγιολογικῶν ὑπομνημάτων ἐποίησεν ὁ μάγιστοος Συμεών ὁ μεταφράστης. Τό κείμενον ὃμως τῆς Άρκαδίου συγγραφῆς, τῆς οὕτω παραγκωνισθείσης ὑπό τοῦ χρόνου καί καθάπερ εἰκός εἰς λήθην περιελθούσης, ἐσώθη μέχρις ἡμῶν ἀκέραιον διά πολλῶν ἀντιγράφων, ὡς φαίνεται, ὧν δύο τῆς Εὐρώπης ἔχουσι βιβλιοθῆκαι. ἄγνωστος δέ τοῖς ἰστορικοῖς ἔμενεν ἃχρι τοῦδε διά τήν ἀνωνυμίαν τοῦ συγγραφέως αὐτῆς ἐν τοῖς ἀντιγράφοις. Και ἐν μέν τῇ Βαβαρικῇ τοῦ Μονάχου βιβλιοθήκῃ περιέχεται τῆς Άρκαδίου συγγραφῆς ἀντίγραφον, γενόμενον κατά τήν ἐνδεκάτην ἐκατονταετηρίδα, ὃπερ ἐπιγράφεται οὔτω. «Βίος, ἤγουν ἄσκησις καί πολιτεία τοῦ ἀγίου πατρός ἡμῶν Συμεών τοῦ ἐν τῷ Θαυμαστῷ ὃρει» . Ἔτερον δέ ἀντίγραφον τῆς κατόπιν ἐκατονταετηρίδος ἐν Βαροκκικῷ περιέχεται κώδικι, τήν ἐπιγραφήν ἔχον ταῦτην. «Βίος καί πολιτεία καί ἄσκησις τοῦ ὁσίου πατρός ἡμῶν Συμεών τοῦ θαυματουργοῦ, τοῦ ἐν τῷ Θαυμαστῷ ὃρει, ὀ διά πλάτους»18. Τήν αὐτήν δ» ἀκριβῶς ἐπιγραφήν εὗρον καί ἐν ἑτέρῳ ἀντιγράφα, ὃ πρό πολλῶν εἶδον ἐνιαυτῶν ἐν Λέσβῳ, μή πολυπραγμονήσας περί τήν ὔλην αὐτοῦ τοῦ βίου19. Τέσσαρα τοίνυν ἀντίγραφα γινώσκω μέχρι τοῦδε τῆς Άρκαδίου συγγραφῆς, ἀνώνυμα πάντά. πάντως ὄμως ὑπάρχουσι, τούτων ἔξω, καί ἔτερα ἐν ἐτέραις εὐρωπαϊκαῖς ἢ ἀνατολικαῖς βιβλιοθήκαις, ὦν ἀγνοῶ τούς καταλόγους.

Ἳνα δέ τῆς Άρκαδίου συγγραφῆς ἡ ἀνεύρεσις γένηται δήλη τρανῶς, παρατίθεμαι νῦν ἐνταῦθα τό πρῶτον τῶν ὑπό τῆς συνόδου μνημονευθέντων κεφαλαίων, αὐτό τό παῥ αὐτῆς ὠνομασμένον ἑκατοστόν καί δέκατον ὃγδοον, ὡς τοῦτο παραδίδωσι τό ἐν Ἱεροσολύμοις ἀπόγραφον, τό γραφέν, ὡς εἴρηται, ἐν αὐτῇ τῇ μονῇ Συμεῶνος τοῦ Θαυμαστοορείτου καί κεφαλαίου φέρον ἀριθμόν ὡσαύτως ἐν αὑτῷ, ὃν καί ἠ σύνοδος ἐδήλωσέ. παρατίθεμαι δέ τοῦτο μετά τινων ὑποσημειώσεων, δηλουσῶν την διαφορότητα λέξεων τινων πρός τό συνοδικόν ἀπόγραφον ἀντιβληθεισῶν. Ἔχει τοίνυν τό κεφάλαιον ἐν τῷ κώδικι ὧδε:

«ριή. Γυνή τις ἦν ἐν "Ρωσοπόλει τῆς Κιλικίας, Θεοτέκνα λεγομένη· οἰκήσασα20μετά ἀνδρός ἓτη εἴκοσι τέκνον οὐκ ἔσχε. συνέβη δέ αὐτῇ καί 21 ὑπό δαίμονας ἐκ παιδόθεν22 καταρρήγνυσθαι, μασσωμένῃ 23 την γλῶτταν. Ό δέ ἀνήρ αὐτῆς μηκέτι δυνάμενος ὑπενεγκεῖν τῆς θλίψεως αὐτῆς τήν περίστασιν ἀπέλυσεν αὐτήν τοῦ οἴκου αὐτοῦ, μή ὁμιλήσας ἐτέρᾳ γυναικί ἐπί χρόνους τέσσαρας. Εὐραμένη οὗν ἐκείνη συνοδίαν κατέφυγε πρός τόν δίκαιον24. Ώς δέ εἶδεν αὐτόν ὁ δαίμων, εὐθέως ἔβρυχε καί ἐβασανίζετο ἓμπροσθεν αὐτοῦ, θεωρῶν σύν τῇ γυναικί τήν πνευματικήν αὐτοῦ εἰκόνα λέγουσαν ἀνθρωπίνῃ25 φωνῇ· «Ἰδοῦ χωρίζω26 σε απ» αὐτῆς, πονηρόν καί ἀκάθαρτον πνεῦμα, καί ἐπιστρέψεις27 πρός τόν ἄνδρα αὐτῆς καί γενηθήσεται αὐτοῖς ἐν τῷ ἐπιόντι ἐνιαυτῷ28 παιδίον». Καί ἠλάλαξε τό δαιμόνιου ἀγρίως ταρασσόμενον «Ὢ βίας29 κατά σοῦ. οὐκ ἔστι σόν ἀνδρολυσίας ποιεῖν. διά τί δέ καί τέκνον αὐτοῖς δίδως, ἀπ» ἐμοῦ τέκνον μή ποιησάσης αὑτῆς; τί κακόν ἑποίησά σοι; τί δέ καί ἣμαρτον ἐνώπιον σου, ὂτι χωρίζεις με ἐκ τῆς γυναικός μου; εἰ δοῦλόν με ἠγόρασας, εἶχες τάχα καί εἰς δουλείαν με ἐκδοῦναι ἀνθρώποις»; Ἔφη δέ Συμεών, ὄτι «Κακός ὑπάρχεις δοῦλος. Ἐπίγνωθι οὖν30 σεαυτόν, παγκάκιστε, καί ἀποτρεχε ἐν φλογί πυρός καιόμενος, καί κόμισον ὔδωρ καί σύλλεξον ξύλα». Καυ παραχρῆμα ὣσπερ ἄνεμος δρομαῖος κλαίων31 σφόδρα ὁ δαίμων, ἀράμενος ἐν τῇ γυναικί τό κεράμιον τοῦ ὓδατος, ἡλαύνετο32, καί πλήσας αὐτό, συλλέξας δέ καί ἐκ τῆς ὓλης ξύλα, ἤνεγκεν ἀλαλάζων καί λέγων «Οὐαί μοι33 τῷ κακῷ δούλῳ καί ἐφευρετῇ τῶν κακῶν. τί πέπονθα; τῆς γάρ γυναικός μου χωρίζει με ὁ ἄγιος Συμεών, καί τί ποιήσω ό δύστηνος34 οὺκ οἶδα». Ταῦτα δὲ αὐτοῦ λέγοντος ἐνώπιον τοῦ συνελθόντος35, μετὰ τό πληρῶσαι αὐτόν τήν προσταχθεῖσαν ὐπηρεσίαν ἀνέκραγε μέγα λέγων «ἐξέρχομαι»36. Βλέπων οὖν37 κατ’ αὐτοῦ φερομένην ἀστραπὴν πυρὸς ἔτρεχεν ἐν τῇ γυναικὶ κύκλῳ τῆς στάσεως αὐτοῦ, μεγάλος καὶ ἐποδύνως βασανιζόμενος, καί οὕτως38 ἐξῆλθε παραχρῆμα καί ἡ γυνὴ γέγονεν ἐν καταστάσει, καί ἀπέλυσεν αὐτὴν Συμεὼν ὐγιῆ, εἰρηκὼς πρός αὐτήν· «Ἂπελθε, γύναι, ἐν τῷ οἴκῳ σου καὶ συνοίκει τῷ ἀνδρί σου· ἰδοὺ γὰρ κατεύθυνεν ὁ Θεός τὴν καρδίαν αὐτοῦ τοῦ δέξασθαί σε μεγάλως»39. Γέγονε δὲ οὔτως, καὶ ὑποστρεψάσης αὐτῆς εὐθέως ἠγαθύνθη40 ἡ καρδία τοῦ ἀνδρὸς αὐτῆς τοῦ ἀγαπῆσαι αὐτήν, καὶ προσῆλθεν αὐτῇ καὶ παραχρῆμα συνείληφεν ἐν γαστρί· καὶ πληρωθέντος τοῦ ἐνιαυτοῦ ἤγαγον πρὸς τὸν δοῦλον τοῦ Θεοῦ τὸ παιδίον, αἰνοῦντες καὶ δοξάζοντες τὸν Θεόν. Μετὰ δὲ τὸ πληρῶσαι αὐτοὐς τὴν εὐχήν αὐτῶν καὶ ἐπαναλῦσαι εἰς τὰ ἴδια, ἀνέστησεν ή γυνὴ πίστει φερομένη τὴν εἰκόνα τοῦ ἀγίου ἐν τῷ ἐνδοτέρῳ αὐτῆς οἴκῳ καὶ ἐθαυματούργει, ἐπισκιάζοντος αὐτῇ τοῦ ἐνοικοῦντος αὐτῷ πνεύματος ἀγίου· καὶ γὰρ καὶ δαιμονιῶντες41 ἐκαθαρίζοντο42 ἐκεῖσε, καὶ ἐκ ποικίλων παθῶν ἀσθενοῦντες ἐθεραπεύοντο, ἐν οἴς καὶ μία γυνή αίμορροοῦσα ἀπαύστως ἐπἰ δεκαπέντε ἔτη43, προσελθοῦσα ἐν πίστει παρεγένετο ἰδεῖν44 τὴν εἰκόνα καὶ παραχρῆμα ἔστη ἠ ῤύσις· εἶπεν γάρ ἐν ἐαυτῇ, ὄτι «Ἐὰν μόνον θεάσωμαι τἠν ὀμοίωσιν αὐτοῦ, σωθήσομαι». Ἰδοῦσα δὲ ὄτι ἐξηράνθη ἠ πηγὴ τοῦ αἴματος αὐτῆς ἔδραμεν εὐθέως πρός τὸν ἄνθρωπον τοῦ Θεοῦ, προσκυνοῦσα ἐνώπιον αὐτοῦ, ὐμνοῦσά τε καὶ δοξάζουσα τὸν Θεὸν καί ἀπαγγέλλουσα τὸ γεγονὸς εἰς αὐτήν παράδοξον θαῦμα»45.

Τοῦτο μἐν οὖν τὸ κεφάλαιον αὐτολεξεί περιέχουσι τὰ πρακτικὰ τῆς ἐβδόμης οἰκουμενικῆς συνόδου· ὄθεν ἀποδείκνυται, ὄτι πραγματικῶς ἡ συγγραφὴ τοῦ Ἀρκαδίου σῴζεται πλήρης ἐν ἀντιγράφοις ἀνωνύμοις. Ἐπειδή δέ ὁ βίος τοῦ ἁγίου Συμεών ὓλην ἄφθονον ἐμπεριέχει, τήν ἐσωτεριχήν ἱστορίαν τοῦ βυζαντινοῦ κράτους διαφωτίζουσαν οὐκ ὀλίγον, ἀκμάζοντος τοῦ ἓκτου μετά Χριστόν αἰῶνος, εὐνόητον ὃτι τύποις ἐκδιδόμενον τό σύγγραμμα τοῦ Ἀρκαδίου χρησιμώτερον ἔσται τῆς Οὐρανείου βίβλου, καί διά την παλαιότητα τοῦ συγγραφέως καί διά την ἀκρίβειαν τῶν ἱστορουμένων ὑπ» αὐτοῦ πραγμάτων, ἄτινα διά ρητορικάς ἀδείας ὁ Οὐρανός ἀσαφῆ πολλαχοῦ κατέστησεν. οὐ μόνον δέ τοῦτο συνέβη τῷ Οὐρανῷ, ἀλλά καί πολλά κεφάλαια τῆς Ἀρκαδίου συγγραφῆς ἀπαράφραστα κατέλιπεν, ἀποβαλών αὐτά τοῦ συντάγματος αὐτοῦ, οἶα τά περί τῶν τροπαρίων τοῦ ἁγίου Συμεών.46 Ἳνα δέ καταδειχθῇ τό ὅτι ἀσφαλεστέρα ἐστίν ἡ χρῆσις τῆς συγγραφῆς τοῦ Ἀρκαδίου, παρατίθεμαι νῦν ἐνταῦθα κεφάλαιά τινα, πραγματευόμενα περί τοῦ πατριάρχου Κωνσταντινουπόλεως Ἰωάννου τοῦ Σχολαστικοῦ.


Ἀρκάδιος. Οὐρανός.
σβ΄. Ἰωάννης τις σχολαστικός, εὐσεβής καί φοβούμενος τόν Κύριον, διάγων μέν κατά την Θεουπολιτῶν ἐνορίαν, ὁρμώμενος δέ ἐκ τοῦ Σερέμιος οὓτω λεγομένου χωρίου, τοῦ προσπαρακειμένου τῇ Θεουπολιτῶν ἐνορίᾳ, ἀνελθών πρός τόν ἅγιον δοῦλον τοῦ Θεοῦ ἀνέθετο αὐτῷ εἰπών βούλεσθαι Δομνῖνον τόν ἁγιώτατον πατριάρχην Θεουπόλεως προχειρίσασθαι αὐτόν πρεσβύτερον καί ἐκπέμψαι ἀποκρισιάριον κατά τήν βασιλίδα τῶν πόλεων, δυσωπήσας τό δοκοῦν τῷ Θεῷ γνωσθῆναι αὐτῷ διά τοῦ θεράποντος αὐτοῦ. Σύν πνεύματι δέ ἁγίῳ φθεγξάμενος πρός αὐτόν ὁ τοῦ Θεοῦ δοῦλος ἔφη· «Ποίησον ὑπακοήν τῷ πατρὶ. καί γάρ τῷ ἀποστολικῷ θρόνῳ τῆς βασιλευούσης πόλεως ἀπεκλήρωσέ σε ὁ Θεός· ἀλλά τοῦτο ἔχε παρά σεαυτῷ, ἓως ἂν πληρωθῇ. Σπεῦσον οὖν διά τῶν ἀγαθῶν ἔργων παραθέσθαι σεαυτόν τῷ Κυρίῳ, ὅπως συγκαταριθμηθῇς μετά τῶν εὐαρεστούντων αὐτῷ». Ταῦτα παρ αὐτοῦ καί ἓτερα πρός οἰκοδομήν ἀκούσας ὁ σχολαστικός, θαρρήσας λοιπόν τῇ συγκαταβάσει τοῦ ἁγίου, ἐδυσώπει αὐτόν ἐπί πολλάς τάς ὣρας, μαθεῖν βουλόμενος τίς μετά Ἰουστινιανόν λήψεται τό τῆς βασιλείας κράτος. 187. Σχολαστικός τις ὄνομα Ἰωάννης, ἀνήρ εὐσεβής καί τῇ τῆς ζωῆς πηγῇ τῷ τοῦ Θεοῦ δηλαδή φόβῳ τρυφῶν, ἔκ τίνος μέν ὁρμώμενος κώμης τῶν ὑπό τήν Ἀντιόχου κειμένων, κατ» αὐτήν δέ τηνικαῦτα τήν πόλιν διάγων, παρά τόν Συμεών ἀνελθών τά καθ» ἑαυτόν ἐκοινοῦτό· ὡς ἄρα μέλλοι Δομνῖνος ὁ ἱερώτατος πατριάρχης αὐτόν τῆς τῶν πρεσβυτέρων ἀξιῶσαι χειροτονίας καί παρά τήν βασιλίδα πόλιν κατά δή τινα χρείαν τῶν ἀναγκαίων ἐκπέμψαι. Ταῦτ» ἔλεγε καί ὅτι τό Θεῷ δοκοῦν ᾔτει μαθεῖν· ὅ δέ τῷ πνεύματι πεποιθότως ὑπολαβών, ὅ καί δῆλα τοῖς αὐτοῦ ὀφθαλμοῖς καθίστη τά ἔμπροσθεν, «ἄπιθι» ἔφη· «ἄφιέρωσαι γάρ ἤδη τῷ ὑψηλῷ παρά Θεοῦ θρόνῳ τῆς Κωνσταντινουπολιτῶν ἐκκλησίας· ὅ παρά σαυτῷ κείσθω μόνῳ, ἄχρις ἂν καί τοῖς ἄλλοις ἐκ τοῦ τέλους γνώριμον γένηται». Εἶτα καί ὁποῖον αὐτόν εἶναι δέον παρῄνει καί ὃσα τοσούτῳ ἀξιώματι πρέποντα εἴη.
σγ΄ Ἔφη δέ πρός αὐτόν ὁ τοῦ Θεοῦ ἄνθρωπος· «Ὑπόσχου μοι τηρεῖν παῥ ἑαυτοῦ [sic] τα λεγόμενα καί ἄκουσον». Ὅ δέ πολλά διεβεβαιώσατο φυλάττειν. Εἶπεν δέ αὐτῷ ὁ τοῦ Θεοῦ θεράπων· «Ἰουστῖνος γενήσεται μετά Ἰουστινιανόν βασιλεύς». Τοῦτο γνούς παρά τοῦ ἁγιοῦ καί ἐφοδιασθείς τάς ἁγίας αὐτοῦ εὐχάς ἐπορεύθη· ἡμεῖς δέ τά τῆς προφητείας ρήματα ἀναγκαῖον ᾠήθημεν πρός μνήμην ἀποσημειώσασθαι. Ὁ οὖν εἰρημένος Ἰωάννης τήν βασιλίδα πόλιν καταλαβών καί τῶν ἐντολῶν τοῦ ἁγίου ἐπιλαθόμενος μυστικῶς τῷ Ἰουστίνῳ ἀφηγήσατο τά ρηθέντα αὐτῷ ὑπ» αὐτοῦ. Ἐκ ταύτης τῆς προφάσεως πολλή διά- θεσις γέγονε μεταξύ Ἰωάννου καί Ἰουστίνου, καί σχεδόν ἀλλήλοις πάντοτε συνδιῃτῶντο. 188. Ὅ δέ ταύτῃ τόν ἃγιον συγκαταβάντς ἰδών, καί ὄστις Ἰουστι- νιανῷ διάδοχος ἔσται τῆς βασιλείας (οὗτος γάρ τά "Ρωμαίων τηνικαῦτα σκῆπτρα διεῖπεν) ἡξίου μαθεῖν. Καί ὅς φυλακήν αὐτῷ τοῦ μυστηρίου πρότερον ἱκανῶς παραγγείλας, Ἰουστῖνος ἔφη. Ὁ μέν οὖν παρά τοῦ θείου Συμεών ταῦτα μαθών καί ταῖς αὐτοῦ εὐχαῖς ἐφοδιασθείς ἢ καθοπλισθείς, ἀσμένως τε τήν τοῦ πρε- σβυτέρου χειροτονίαν δεξάμενος, προθύμῳ ποδί παρά τήν βασιλίδα ἐχώρει. Ἐν αὐτῇ δέ γενομένῳ, πρός μέν τούς ἄλλους ἀπόρρητα ἦν ἄπερ ὁ τοῦ Θεοῦ θεράπων Συμεών προειρήκει, πρός δέ τόν Ἰουστῖνον (οἶα τά τῆς ἀνθρωπίνης μικροψυχίας ἢ φιλαυτίας), ἴν» εὔνοιαν ἑαυτῷ παῥ ἐκείνου πάντως μνηστεύσηται, σπουδήν ἔθετο γνωρισθῆναι, καί μόνος μόνῳ συγγεγονώς τά τῆς προρρήσεως ἀπεκεκαλύττει. Ἐξ ἐκείνου τοίνυν ὁ μέν Ἰουστίνῳ φιλιωθείς, οἴα καί τά πρός ἡδονήν εὐαγγελισάμενος, παῥ αὐτῷ τά πολλά διῃτᾶτο· οὐ πολλῷ δέ ὕστερον ἐξωθεῖται μέν τοῦ τῆς Κωνσταντινουπόλεως θρόνου Εὐτύχιος, ἀντεισάγεται δέ αὐτός ὁ σχολαστικός Ἰωάννης, Ἰουστινιανόν τοῦ Θεοῦ πάντως ἐπί τήν ψῆφον κινήσαντος. Ἰουστινιανοῦ δέ μετά ταῦτα τόν βίον ἀπολιπόντος, εἰς Ἰουστῖνον τά (τῆς) ἀρχῆς μεταπίπτει, ὡς ἓκαστα πόρρωθεν τῷ Συμεών σαφῶς προηγόρευτο.
σε΄. Χρόνου δέ τίνος παρῳχηκότος, προφάσεώς τινος κινηθείσης, ἐξεβλήθη τοῦ ἀποστολικοῦ θρόνου τῆς βασιλευούσης πόλεως Εὐτύχιος ὁ ἀγιώτατος πατριάρχης· πνεῦμα δέ Θεοῦ ἐκίνησεν Ἰουστινιανόν τόν βασιλέα καί ἐκέλευσε χειροτονηθῆναι πατριάρχην τῆς ἀγίας τοῦ Θεοῦ ἐκκλησίας Κωνσταντινουπόλεως Ἰωάννην τόν προειρημένον, κατά τήν πρόρρησιν τοῦ δούλου [τοῦ] Θεοῦ· καί τούτων οὔτως ἀποτελεσθέντων δόξαν ἀνεπέμψαμεν Χριστῷ τῷ Θεῷ ἡμῶν, τῷ ἀξιώσαντι ἡμᾶς ἀκροατάς γενέσθαι τοιούτων μυστηρίων.

Εὐάγριος ὁ Σχολαστικός διηγεῖται, πλήν ἄλλων τινῶν θαυμάτων, καί τοῦτο περί τοῦ ἁγίου Συμεών· «κάμοῦ δέ λογισμούς θεωρήσας (ὁ Συμεών) ἐπί τέκνων ἀποβολῇ καί διαπορουμένου τί δήτοτε Ἕλλησι πολύτεκνοις οὐ γέγονε ταῦτα, καί πρός μηδένα τό παράπαν ἐξαγαγόντος, γεγράφηκεν ἐκστῆναι τούτων, ὡς οὐκ ἀρέσκον τῷ Θεῷ»47 . Τό γεγονός τοῦτο μετέχον ἀλήθείας ἐξέθηκεν ὁ Ἀρκάδιος ὧδε·


Ἀρχάδιος. Οὐρανός.
σλγ΄. Σχολαστικός τις, τούνομα Εὐάγριος, ὁρμώμενος μέν τῆς Ἐπιφανέων πόλεως τῆς δευτέρας τῶν Σύρων ἐπαρχίας, οἰκῶν δέ κατά την Θεούπολιν, θυγάτριον ἔχων ἀπεβάλετο τοῦτο, λοιμικῆς φθορᾶς γενομένης· ὑπό διαβολικοῦ δέ πειρασμοῦ λογισμόν βλασφημίας ἔσχεν ὁ Εὐάγριος· τινός γάρ, τούνομα Ἐπιφάνιος48, ἐπί ἑλληνικῇ πλάνῃ διαβαλλομένου οὐκ ἐτελεύτησαν τα τέκνα. Τούτῷ οὖν τῷ λογισμῷ ἐκινδύνευσε περί ψυχήν ὁ Εὐάγριος· ὁ δέ ἃγιος τοῦ Θεοῦ δοῦλος γνούς τῷ ἁγίῳ πνεύματι τούς λογισμούς αὐτοῦ ταχέως ἀπέστειλε πρός αὐτόν, γράψας αὐτῷ πᾶσαν τήν κεκρυμμένην αὐτῷ ἐνθύμησιν· ἦν γάρ ὁ ἀνήρ ἀγαπώμενος ὑπό τοῦ ἃγιου· ὅ δέ γνούς ὅτι οὐδέν ἔλαθε τόν ἃγιον τοῦ κεκρυμμένου αὐτοῦ λογισμοῦ, ἀνελθών μετά δακρύων ἐδυσώπει τήν ἀριαρτίαν αὐτοῦ συγχωρηθῆναι ταῖς τοῦ δούλου τοῦ Θεοῦ ἱκεσίαις· ὁ δέ ἄγιος εὐξάμενος αὐτῷ παρεκάλεσε τόν Θεόν συγχωρηθῆναι τῷ ἀνδρί, καί εὐχαριστήσας τῷ Θεῷ ἀπῆλθε τήν ὁδόν αὑτοῦ χαίρων. 237. Νόσου ποτέ λοιμικῆς γενομένης καί τῶν ἀνθρώπων πολλούς ἐπινεμομένης, συνέβη ταύτης ἔργον καί θυγατέρα τινός Εὐαγρίου γενέσθαι· σχολαστικός δ» ἦν ἄρα ὁ Εὐα γρεος οὖτος. Ἐπεί δέ τις Ἐπιφάνιος ἔλληνι τηνικαῦτα λεγόμενος προσανέχων ἀπάτῃ οὐδεμίαν ὑπέστη περί τά τέκνα ζημίαν, εἰσίασί τινες τόν Εὐάγριον λογισμοί βλασφημίας, (οἶα τά τοῦ πονηροῦ δελεάσματα), ἐκ τοῦ σφοδροῦ μάλιστα περί την παῖδα πάθους τῷ ἀνθρώπῳ ἐπιφυέντος, ὠς ἄρα τά τῆς θρῃσκείας ἐκείνῳ πρός τήν τῶν τέκνων ζωήν ἐπαμύνοι· καί μέγαν ἐκ τῶν τοιούτων λογισμῶν ἡ ψυχή κλύδωνα καί σάλον εἶχε, καί πολύν αὐτῷ τόν κίνδυνον ὤδινον· ὅπερ τόν ἄγιον τῷ πνεύματι γνόντα δηλῶσαι τῷ Εὐαγρίῳ, καί γάρ ἦν αὐτῷ ροτῇ διαθέσεως ἐπκλίνων. Ὅ δέ τῷ τοῦ πράγματος παραδόξῳ καταπλαγείς, ὃτι ἄπερ ἦν ἐν μυχῷ καρδίας αὐτῷ δῆλα τῷ Συμεών καθειστήκει, φόβῳ τε πολλῷ καί μετάνοιᾳ ληφθείς ἄνεισι πρός αὐτόν, δάκρυσι μᾶλλον καί πάθει ψυχῆς ἢ γλώττῃ ταῦτα καί χείλεσιν ἐξομολογούμενος. Συγγνώμης παῥ αὐτοῦ τοίνυν, οὐ μήν ἀλλά καί φαρμάκων οἰκείων τοῦ ἁμαρτήματος τυχών ἐπάνεισι.

Τά δέ κατά τόν Ἀντιοχείας πατριάρχην Ἀναστάσιον ὁ αὐτός Ἀρκάδιος ἐκτίθησι τοῦ παραφράστου Οὐρανοῦ σαφέστερου·


Άρχάδως Οὐσανός.
σδ΄. Ὀλίγου δέ χρόνου διαδραμόντος49, , εἶπεν ἡμῖν ὁ τοῦ Θεοῦ δοῦλος· «Εὐξώμεθα, ἀδελφοί, περί τῆς ἐκκλησίας τοῦ Θεοῦ Ἀντιοχείας· εἶδον γάρ ἐν ὁράσει, ὃτι ὁ ἀρχιερεύς Δομνῖνος ἀναβάς ἔθηκεν ἑαυτόν ἐπί τό θυσιαστήριον καί ἔρεγχε, καί καταβάς ἴστατο ἐπί τά δεξιά μέρη τοῦ θυσιαστηρίου, ὁ δέ κλῆρος καί ὁ λαός ἀνέμενον, νομίζοντες αὐτόν εὐχήν ἐπιτελεῖν. Πολλήν οὖν ὣραν ἐπιμείνας μετά τοῦτο ἔφη· Ἐν τῷ κελλίῳ μου πορεύομαι. Τοῦτο δέ αὐτοῦ εἰπόντος, εἶδον μονάχους Παλαιστινοΰς λειτουργοῦντας ἐν τῇ ἐκκλησίᾳ· ἐπετέλουν δέ κάγώ τήν εὐχήν». Ταῦτα διηγησάμενος εἶπεν, ὃτι ὁ πατριάρχης ἐν ταύταις ταῖς ἡμέραις τελευτήσει καί ἄνθρωπος Παλαιστινός προχειρισθήσεται ἀντ» αὐτοῦ. Καί γέγονεν οὓτως. Τελευτήσαντος οὖν Δομνίνου50 τοῦ ἁγιωτά του, προεχειρίσθη ἀρχιερεύς Θεουπόλεως Ἀναστάσιος ὁ ἁγιώτατος, ἐκ τῆς Παλαιστινῶν χώρας ὁρμώ- μενος, ἀποκρισιάριος δέ τῆς ἐν τῇ μεγάλῃ τῶν Ἀλεξανδρέων πόλει ἁγιωτάτης ἐκκλησίας, καὶ ἐδοξάσαμεν τόν Θεόν, τόν ἀλλοιοῦντα καιρούς καὶ χρόνους καὶ ἀποκαλυπτοντα τῷ ἐνδόξῳ αὐτοῦ θεράποντι. 192. Εὐξώμεθα περί τῆς κατά τήν Ἀντιόχειαν ἐκκλησίας, ἀδελφοί, φησί ποτε πρός τούς μαθητάς ὁ ἰερός Συμεών· ἐδόκουν γάρ τόν πρόεδρον αὐτῆς Δομνῖνον ὁρᾶν επί τό θυσιαστήριον ἀναβάντα καί τῇδε τεθεικότα ἑαυτόν καί οἰονεί ρέγχοντα, εἶτα ἐκεῖθεν καταβεβηκότα καί δεξιᾷ τοῦ θυσιαστηρίου ἰστάμενον. Τό μέν οὖν πλῆθος καί ὃσοι τοῦ βήματος ἀναμένοντες ἦσαν, εὐχήν ἐπιτελεῖν τόν ἄνδρα οἰόμενοι, καί τόν μέν τῇ τοιᾷδε στάσει μέχρι τινός ἐπιμείναντα «οἰχήσομαι» φά- ναι «πρός τόν ἐμαυτοῦ κοιτωνίσκον», Παλαιστινούς δέ τινας μοναχούς τήν θείαν ἐπιτελέσαι μυσταγωγίαν. Ἑξῆς δέ καί τήν λύσιν ἑπῆγεν, ὡς ἄρα τελευτήσει μέν Δομνῖνος τόν βίον, μοναχός δέ τις τό γένος ἐκ Παλαιστίνης ἔλκων εἰς τόν ἐκείνου θρόνον ἀνενεχθήσεται· ὅπερ οὐκ εἰς μακράν ἠχολούθει, καί Δομνίνου τόν βίον ἀπολιπόντος, Ἀναστάσιός τις Παλαῖστινός ἐπιβαίνει τοῦ θρόνου.

Τήν εἴδησιν ὅτι πρότερον ὁ Ἀναστάσιος ἦν ἀποκρισιάριος ἐν Ἀντιοχείᾳ τῆς Ἀλεξανδρέων ἐκκλησίας περιττήν, ὡς βλέπομεν, ὁ Οὐρανός ἐξέλαβε διά τό ρητορικόν αὐτοῦ γύμνασμα, καί διά τοῦτο μέχρι τοῦδε τούτην ἠγνοοῦμεν ἐξ ἑτέρου παλαιοῦ βιβλίου. Σημειώσεως δέ ἄξιον καί τοῦτο, ὅτι ὁ Οὐρανός καί τόν χρόνον, ὃν ὁ Ἀρκάδιος ὣριζε, τῆς εἰς τόν θρόνον Ἀντιοχείας ἀναβάσεως τοῦ Ἀναστασίου παρέλιπε· Ἀναστάσιος δέ οὖτος ὖν ὁ Σιναΐτης ὀνομαζόμενος. Κατά τόν Ἀρκάδιον οὗν, ὃστις τό περί τοῦ Ἀναστασίου διήγημα χρονικῇ τάξει μετά τό προεχτεθέν διακοσιοστόν καί πέμπτον κεφά- λαιον ἐτοποθέτησε, τόν θρόνον τῆς Ἀντιοχείας ἔσχεν ὁ Ἀναστάσιος μικρόν πρό τῆς εἰς τόν Κωνσταντινουπόλεως θρόνον ἀναβάσεως Ἰωάννου τοῦ σχολαστικοῦ. Ἡ προαγωγή τοῦ Ἰωάννου ἐγένετο μηνί ἀπριλίῳ ἔτους 565-ου. Πιθανόν οὖν ἐκ τούτου, ὃτι καί ἡ πρώτη τοῦ Ἀναστασίου πατριαρχία τήν ἀρχήν ἔχει ἀπό τοῦ αὐτοῦ 565-ου, ἢ ἀπό τοῦ τέλους τοῦ 564-ου ἔτους.

Πρός τοιαῦτά τινα χρονολογικά παρατηρήματα συμβάλλει τά μέγιστα τό κείμενον· τοῦ Ἀρκαδίου διά τινα σημαντικά γεγονότα τῆς ἓκτης ἑκατονταετηρίδος, οἶον σεισμῶν, ἐπιδρομῶν, αὐτοκρατορικῶν πράξεων και τοιούτων ἑτέρων, ἄπερ ὁ Οὐρανός ἀόριστα πραγματεύεται, τήν τάξιν τῶν κεφαλαίων τῆς Ἀρκαδίου συγγραφῆς πολλαχοῦ μεταστρέψας· περιέχει δέ τό κείμενον αὐτῆς καί τόπων Συριακῶν ὀνόματα, ἃπερ ὁ Οὐρανός παρέλιπε, χαί τινα κεφάλαια χρήσιμα, παρά τοῦ αὐτοῦ Οὐρανοῦ ποιντελῶς ἀμεληθέντα κατά τήν εἰς ρητορικόν ὓφος ἀλλοίωσιν τοῦ ἀρκαδείου πονήματος.

Ἀ. Παπαδόπουλος-Κεραμεύς.

* * *

1

Mansi, Concil. Nova et ampl. Collection, t. XIII, σ. 74–78.

2

Minge, Ratrol. Graec. T. 94, σ. 1398–1396.

3

Montfaucon, Bibliotheca Coisliniana, σ. 211 και 422. Α.Π. – Κεραμέως, Μαυρογορδάτειος Βιβλιοθήκη, τ. Ι, σ. 90 και 100. Fabric.-Harles, Bibl. Graeca, t. XI, σ. 578.

4

Κεδρηνοῦ σόνοψις ἱστοριῶν, ἑκδ. Βόννης τ. II, σ. 454.

5

Acta Sanctorum, τ. V τοῦ Maΐου μηνός, σ. 300–397.

6

Αὐτόθι σ. 307–309.

7

Fabric., Bibi. Graeca, τ. XI, σ. 578.

8

Ὅρα τήν περιγραφήν τοῦ κώδικος ἐν τῇ Ἱροσολ. Βιβλιοθήκῃ, τ. II, ο. 193–195.

9

Κῶδιξ: κίωνος.

10

Κῶδις: δειζάμενον.

11

Γενέσεως κεφ. ιε΄, στίχ. 6.

12

Κῶδ: τοῦ.

13

Εἰκαστικῶς ἐγώ τοῦτο προσέθηκα.

14

Ἰωάννου κεφ. δι΄, στίχ. 6.

15

Κῶδ: εἱρμοσμίνης.

16

Κῶδ: νικώσις.

17

Εὐριπίδου Фоινισ. στίχ. 469. Αἰσχύλου ἀπόσπ. 176 Nauck ἐκδ. 2-ας.

18

Н. О. Сохе, Catalogi codd. Mss. bibl. Bodleianae, τ. I, «.412.

19

Μαυρογορδάτειος Βιβλιοθήκη, τ. 1, σ. 53.

20

Συν: ἤτις οἰκήσασα.

21

Συν: αὐτήν ὑπό.

22

Συν: παιδός.

23

Κῶδ: καταρρίγνυσθαι μασσομένην.

24

Κῶδ: δήκαιον.

25

Κῶδ. ἀνθρωπήνη.

26

Συν: φωνῇ· χωρίσω.

27

Κῶδ. ἐπιστρέψει.

28

Συν: γενήσεται αὐτῇ ἐν τῷ ἐνιαυτῷ τῷ ἐπιόντι.

29

Κῶδ: ὦ βία

30

Τό οὖν ἐλλείπει τῷ ἐνιαυτῷ τῷ ἐπιόντι.

31

Συν: καίων.

32

Συν: ἐλαύνετο.

33

Συν: οὐαί μοι, οὐαί μοι.

34

Συν: δύστ. ἐγώ || κῶδ: δύστινος.

35

Συν: λαοῦ.

36

Λείπει τό ἐξέρχομαι τῷ συν. κειμένῳ.

37

Συν: καί βλέπων.

38

Κῶδ: οὖτως.

39

Συν: μετά χαρᾶς μεγάλης.

40

Συν: ηὐθύνθη.

41

Κῶδ: δαιμονιόντες.

42

Κῶδ: ἐκαθερίζοντο.

43

Συν: χρόνους.

44

Συν: ἀπῆλθε τοῦ ἰδεῖν.

45

Τό «θαῦμα» λείπει τῷ συνοδικῷ κειμένῳ.

46

Βυζαντ. Χρονικά, τ. I, σ. 141–160.

47

Εὐαγρίου ἐκκλησ. ἱστορ. ἓκτος, κεφ. κγ΄, σ. 471 Vales.

48

Κῶδ: ἐπηφάνεος.

49

Κῶδ: διά δραμάντος.

50

Κῶδ: δομνήνου.


Источник: Пападопуло-Керамевс А.И. О сочинениях Аркадия архиепископа Кипрского, упоминаемого в деяниях седьмого вселенского собора // Византийский временник. 1894. Т. 1. С. 601–612.

Комментарии для сайта Cackle