Азбука веры Православная библиотека Ορθόδοξα βιβλία Догматика (Δογματική) Томос Константинопольского Собора 1368 года (Τόμος τῆς ἐν Κωνσταντινουπόλει Συνόδου 1368 μ.Χ.)

Томос Константинопольского Собора 1368 года (Τόμος της εν Κωνσταντινουπόλει Συνόδου (1368 μ.Χ.))

Источник

ΤΟΜΟΣ ΣΥΝΟΔΙΚΟΣ

ΚΑΤΑ ΠPΟXOPOΥ ΙΕΡΟΜΟΝΑΧΟΥ TOΥ ΚΥΔΩΝΗ

ΤΟΥ ΦΡΟΝΗΣΑΝΤΟΣ ΤΑ ΒΑΡΛΑΑΜ ΚΑΙ ΑΚΙΝΔΥΝΟΥ

1368 μ.Χ.

Ἐξ οὗ δείκνυται οὐ μόνον ἡ ἁγιότης τοῦ Παλαμᾶ, ἀλλ’ ὅτι καὶ συνοδικῶς ὡρίσθη γίνεσθαι ἐν τῇ Ἐκκλησίᾳ κατ’ ἔτος τὴν μνήμην αὐτοῦ.

Οὐδὲν τῆς ὑπερηφανίας χεῖρον καὶ τῆς οἰήσεως. Αὕτη τὸν Ἑωσφόρον ὑπάρχοντα τῇ παρὰ Θεοῦ δόξῃ τε καὶ λαμπρότητι τετιμημένον, καὶ λαμπρότητα καὶ φῶς χρηματίζοντα δεύτερον, σκότος κατὰ κράτος ἁλόντα εἰργάσατο. Αὕτη πολλοὺς ὕστερον εἰς βόθρον ἀπωλείας ἐνέβαλεν, οὐ πρὸ τῆς τοῦ Θεοῦ Λόγου παρουσίας μόνον καὶ ἐνανθρωπήσεως, ἀλλὰ καὶ μετ’ αὐτὴν πολλῷ πλέον, ὅσῳ καὶ τὸν παρ’ αὐτῆς ἀπατηθέντα πρῶτον λαβοῦσα συνεργὸν καὶ ὑπηρέτην τοῦ πράγματος τὸν ἄνθρωπον ἰδόντα πρὸς τὴν ἀρχαίαν ἐπανελθόντα τιμὴν καὶ τὴν θέωσιν ὅθεν ἐξέπεσε, τούτῳ συμβούλῳ χρησάμενος, εὐκόλως τοὺς ἀθλίους πρὸς ἑαυτὴν ὑφειλκύσατο. Μαρτυροῦσι τῷ λόγῳ Ἄρειός τε καὶ Εὐνόμιος καὶ οἱ τούτοις, ὡς μὴ ὤφελεν, ἐξακολουθήσαντες, συνάμα Μακεδονίῳ, Νεστορίῳ τε καὶ τοῖς λοιποῖς ἅπασιν, οἳ τὴν ὑπερηφανίαν ἔνδυμα περιθέμενοι κατὰ τῆς Ἐκκλησίας ἐχώρησαν· καθ’ ὧν αἱ τῶν θείων Πατέρων ἱεραὶ συγκροτούμεναι σύνοδοι, ταύτην ἐκράτυναν τῇ συνεργείᾳ τοῦ Πνεύματος. Αὕτη καθεξῆς, εἰρήνην ἀγούσης τῆς Ἐκκλησίας, κατὰ γενεὰν εἰσπηδήσασα, πολὺν ἐνεποίει ταύτῃ τὸν θόρυβον· αὕτη καὶ πρὸ ὀλίγου τὸν Βαρλαὰμ εἰσενεγκοῦσα, καὶ τὸν Ἀκίνδυνον, οὐκ ἔστιν εἰπεῖν ὁπόσην ταραχὴν ἀπειργάσατο, εἰ καὶ ῥᾳδίως παντελῶς ἀπεκρούσθη Θεῷ βοηθῷ χρησαμένης τῆς ἱερᾶς αὐτοῦ Ἐκκλησίας· αὕτη καὶ νῦν τὸ τελευταῖον ὥσπερ ἄγριος θὴρ κατὰ τῆς Ἐκκλησίας λυττήσασα, καὶ πάλιν τῷ πρώτῳ ταύτης φοιτητῇ τῷ ἀρχεκάκῳ Σατὰν συνεργῷ χρησαμένη καὶ ὑπηρέτῃ, ἐπεὶ καθ’ ἑαυτήν...· αὕτη μετ’ αὐτοῦ φύσις ἄϋλος πεφυκυῖα προβάλλειν ἑαυτὴν οὐκ ἐδύνατο, ὀργάνῳ χρῆται τῷ ἐκείνων φοιτητῇ, τῷ μοναχῷ Προχόρῳ τῷ Κυδώνῃ, καὶ φανερῶς χωρεῖ κατὰ τῆς Ἐκκλησίας. Ὃς ἐκείνους ἰδὼν οὐδὲν ἐκ ταύτης ἀπωναμένους, εἰ μὴ τῶν ἀπὸ Θεοῦ καὶ τῆς Ἐκκλησίας χωρισμόν, καὶ τὴν καταδίκην τοῦ ἀναθέματος, ἵνα τι καὶ φιλοτιμήσηται πλέον, καὶ ὑπὲρ τοὺς διδασκάλους γένηται, κατὰ πάντων ὁμοῦ τὸ πρωτεῖον αἴρει, ὅσον εἰς δυσσεβείας λόγον, καὶ μικρούς τινας ἀποδείκνυσιν ἐκείνους πάντας πρὸς αὐτὸν συγκρινομένους εἰς τὴν ἀσέβειαν. Ὥσπερ γὰρ στεφάνους τὴν ἀποβολὴν ἐκείνων λογισάμενος καὶ τὸν ἀπὸ Θεοῦ χωρισμὸν φιλοτιμεῖται κερδᾶναι πλείους ἐκείνων, ἵνα ἐκείνων ἔχῃ κατακαυχᾶσθαι ἐν τούτοις.

Οὗτος ἐτύγχανεν εὑρισκόμενος ἐν τῇ κατὰ τὸ ἅγιον ὄρος τὸν Ἄθω ἱερᾷ καὶ μεγάλῃ λαύρᾳ, ἐκ παίδων ἐν αὐτῇ τὰ μοναχῶν τελεσθείς. Καὶ δέον ὂν τὴν ἱερὰν ἐν αὐτῇ παιδευθῆναι παιδείαν, ἐπεὶ καὶ τοῦ τῆς ἱερωσύνης ἐν ταύτῃ ἠξιώθη βαθμοῦ, τήν τε ἄλλην καὶ μάλιστα τὴν περὶ τὴν ὀρθὴν καὶ ὑγιᾶ πίστιν καὶ τὴν εὐσέβειαν, τοιοῦτον γὰρ περὶ ταῦτα τὸ ἱερὸν ἐκεῖνο πέφυκε σύστημα, ὁ δέ, κἀν τούτῳ τὸν Ἰούδαν μιμούμενος, κατὰ τῶν διδασκάλων ὁμοῦ πάντων χωρεῖ, μᾶλλον δὲ κατ’ αὐτοῦ τοῦ Θεοῦ, καὶ εἰς μυρίας ἐμπίπτει δόξας καὶ ἀλλοκότους αἱρέσεις· ὅτε καὶ ὁ τοῦ Καλαβροῦ Βαρλαὰμ ἐκείνου καὶ τοῦ Ἀκινδύνου κατὰ τῆς Ἐκκλησίας πόλεμος κινηθείς, ὀξίαν εὗρε καὶ τὴν κατάλυσιν, ἥνπερ τὰ γνήσια τῆς Ἐκκλησίας τέκνα, εἰρήνην καὶ ὁμόνοιαν τῆς τῶν Χριστιανῶν ἀμωμήτου πίστεως κρίναντα, καθαρὰν ἀνέπεμπον τὴν εὐχαριστίαν τῷ τοιούτων θηρῶν κακούργων τὴν Ἐκκλησίαν ἀπαλλάξαντι, ὥσπερ ἐξ ἀντιστρόφου διεπρίοντο οἱ τῇ ματαιότητι τῶν Ἑλληνικῶν μαθημάτων προσκείμενοι μανικῶς, καὶ τῆς ἐκείνων κακοδοξίας πλουσίως ἐμφορηθέντες. Ὧν ὁ ῥήθεις Πρόχορος πρῶτός τε καὶ μέγιστος ἦν, ὅσῳ κατὰ τὸν χρόνον ὑστερίζων, τοσοῦτον ὑπέρτερος φανεὶς κατὰ τὴν δυσσέβειαν τῶν τῆς κακίας ἀρχηγῶν. Προσέθηκε γὰρ τοῖς ἐκείνων ἀτόποις τὰ πολλῷ χείρονα καὶ ἀτοπώτερα. Διὰ γοῦν τὰς τοιαύτας αὐτοῦ καινοφωνίας, καὶ τὸ νόθον καὶ ἀλλόκοτον καὶ δυσσεβὲς φρόνημα καὶ τὴν προσπάθειαν ἣν ἐδείκνυ πρὸς τοὺς διωχθέντας παρὰ τῆς Ἐκκλησίας, ὑποπτευόμενος παρὰ τῶν ἐν τῇ σεβασμίᾳ λαύρᾳ μοναχῶν ἡσυχίαν ἄγειν οὐκ ἐδύνατο. Ὅθεν καὶ πολλάκις ἀκηκοότες αὐτοῦ συνηγοροῦντος τῆς τοῦ Βαρλαὰμ καὶ Ἀκινδύνου, ἀντιλέγοντος τοῖς ὀρθοῖς τῆς Ἐκκλησίας δόγμασι, καὶ πολλὰ τούτῳ διενοχλήσαντες, ἤγαγον αὐτὸν εἰς τὸ μέσον, ζητοῦντες ὁμολογίαν λαβεῖν παρ’ αὐτοῦ, ἵν’ ἔχωσι παῤῥησίαν ἀκατακρίτως, ἐν ἑνὶ στόματι δοξάζειν τὸν ἕνα τρισυπόστατον καὶ παντοδύναμον Θεόν. Ὁ δέ, τὴν ἐπακολουθοῦσαν τοῖς αἱρετικοῖς καθαίρεσιν δεδοικώς, ὑπεκρίνετο μὲν γλώττῃ τὴν εὐσέβειαν ἐν τῷ μέσῳ, καὶ στέργειν διϊσχυρίζετο τὰ τῆς Ἐκκλησίας, ἡ δὲ καρδία αὐτοῦ πόῤῥω ἐτύγχανε τῆς εὐθείας ὁδοῦ. Ὧν γὰρ ἔμπροσθεν ὑπεκρίνετο, ὅτε συνηθροισμένοι ὄντες ἐτύγχανον, καὶ τὰς εὐθύνας ἀπαιτοῦντες τῶν λόγων, ὧν ἰδίᾳ πολλάκις αὐτοῖς ὁμιλῶν ἐφαίνετο κατὰ κράτος ἀναιρῶν τὰ ἡμετέρα, στέργων δὲ μᾶλλον τὰς τοῦ Βαρλαὰμ καὶ Ἀκινδύνου καὶ ἰδίας δόξας, εἰς τούτους καὶ αὖθις ἀντιλέγων ἐφαίνετο καθεκάστην, τοῦτο μόνον περιποιούμενος, τὸ μὴ γυμνῇ τῇ κεφαλῇ καὶ πεπαῤῥησιασμένῃ κἀπὶ συνόδου κηρύττειν τὴν αὐτοῦ δόξαν διὰ τὸ ἐμμάρτυρον, τοῦ δὲ ἰδίᾳ καθέκαστον καὶ πρὸς πάντας ἀντελέγειν τοῖς ἡμετέροις οὐκ ἠμέλει. Ἐνεποίει γοῦν πᾶσι πολλὴν ταραχήν, καὶ διέσχιζε τὸ ἱερὸν ἐκεῖνο τῶν μοναχῶν σύστημα, ὥστε καὶ πολλοὺς τῶν εὐλαβείας καὶ ἀρετῆς ἀντιποιουμένων οὐ μόνον τῶν ἐντὸς τῆς ἱερᾶς λαύρας, ἀλλὰ καὶ τῶν ἐν τῷ ἁγίῳ ὄρει παντί, ἤδη κατ’ ὀλίγον ἀφίστασθαι τῆς ἐκκλησιαστικῆς κοινωνίας τῶν λαυριωτῶν διὰ τὴν αὐτοῦ κοινωνίαν· καθάπερ καὶ δι’ ἐγγραφῶν ἀναφορῶν ἀνήνεγκαν τῇ ἡμῶν μετριότητι, προτείνοντες τὸ ἐν τῷ ἱερῷ συνοδικῷ τόμῳ κείμενον, ὅτι τοὺς κοινωνοῦντας τούτοις ἐν γνώσει ἀκοινωνήτους ἔχομεν· ὅτε καὶ ὁ μακαρίτης ἐκεῖνος τοῦ ἱεροῦ τούτου συλλόγου προστάτης τε καὶ ἡγούμενος κὺρ Ἰάκωβος, ἀνὴρ δυνάμει λόγου καὶ πνεύματος κατὰ πάντων ἐκείνων τὸ πρωτεῖον ἔχων, καὶ σοφὸς τὴν θείαν ὁμοῦ καὶ τὴν ἀνθρωπίνην σοφίαν ὤν, καὶ τῶν τῆς Ἐκκλησίας ἀπταίστων τε καὶ ὀρθῶν δογμάτων ἀντιποιούμενος ὅση δύναμις, τὴν σύγχυσιν ταύτην ὁρῶν τῶν μοναχῶν, καὶ ὁμοῦ μὲν καὶ τῆς εἰρήνης προνοούμενος πάντων, ὁμοῦ δὲ καὶ τῆς ἐπιστροφῆς καὶ μετανοίας τούτων, οὐκ ἐνέλειπε διὰ παντὸς εἰσηγούμενος τούτῳ καὶ παραινῶν ἀποθέσθαι τὴν κακίστην καὶ δυσσεβῆ πλάνην, ἣν ἐν τῇ ψυχῇ περιέφερε, συνθέσθαι δὲ ταῖς ἀληθείαις τῇ Ἐκκλησίᾳ, καὶ κοινωνὸν τυγχάνειν καὶ αὐτὸν τῶν ἱερῶς ἀντιποιουμένων αὐτῆς. Ὁ δ’ ἔνδον ἔχων τὸν αὐτῷ κατὰ μόνας συλλαλοῦντα διάβολον, ὀλίγα τῶν ἔξωθεν ὁμιλούντων καὶ διδασκόντων ἐφρόντιζεν· ὅθεν ἀπογνοὺς αὐτοῦ ὁ μακαρίτης ἐκεῖνος, γράφει καὶ ἀναφέρει περὶ τούτου τῇ ἡμῶν μετριότητι, γνωρίζων αὐτῶν περὶ πάντων· μᾶλλον δὲ πρὸ τοῦ γράψαι ἐκεῖνον, συναχθέντες οἱ ἡσυχασταὶ πάντες, ἔγραψαν καὶ ἀνέφερον τῇ ἡμῶν μετριότητι διὰ τοῦ εὐλαβεστάτου ἱερομονάχου κὺρ Ἰωσήφ, δηλοποιοῦντες αὐτῇ περὶ τούτων. Εἶτα καιροῦ παρῳχηκότος ὀλίγου, ἀνήνεγκεν ὁ ἡγούμενος καὶ οἱ τοῦ μοναστηρίου ἱερεῖς δι’ ἐγγράφου ἀναφορᾶς αὐτῶν, ἐν ᾖ καὶ ὑπέγραψαν πάντες καὶ πρὸ πάντων ὁ ἡγούμενος. Καὶ ἀπέστειλαν ταύτην διὰ τοῦ τιμιωτάτου ἐν ἱερομονάχοις κὺρ Μαλαχίου, καὶ τοῦ τιμιωτάτου μοναχοῦ κὺρ Ἰώβ.

Ἐπεὶ δὲ τὰ συνοδικῶς συγγραφέντα κεφάλαια κατὰ Βαρλαὰμ καὶ Ἀκινδύνου, καὶ τεθέντα ἐν τῷ ἱερῷ συνοδικῷ τῷ ἀναγινωσκομένῳ ἐτησίως κατὰ τὴν Κυριακὴν τῆς ὀρθοδοξίας, ἐν οἷς ἀναθεματίζονται μὲν οὖτοι, καὶ πάντες οἱ ὁμόφρονες, καὶ οἱ ἐπεκδικοῦντες αὐτούς, ἀνακηρύττονται δὲ οἱ κατὰ κράτος τούτους καταβαλόντες, καὶ πάντες οἱ λόγῳ καὶ ἔργῳ καὶ παντὶ τῷ δυναμένῳ τὰ τῆς Ἐκκλησίας κρατύνοντες καὶ συνιστῶντες, ἐδέησε καὶ εἰς τὴν ἱερὰν λαύραν ἀποσταλῆναι παρὰ τῆς ἡμῶν μετριότητος, ὥστε καὶ ἐν τῷ ἐκεῖ ἀναγινωσκομένῳ ὁμοίως συνοδικῷ γραφῆναι, καὶ ὡσαύτως κατὰ τὸν αὐτὸν ἀναγινώσκεσθαι καιρόν, ὥσπερ ἀναψυχήν τινα ἰδόντες ταῦτα οἱ μοναχοί, καὶ στήριγμα καὶ διόρθωσιν τῶν ἀμφιβαλλόντων, ἠνάγκασαν τὸν Πρόχορον, ἵνα ἀναγνῷ ταῦτα ἐν τῇ συνάξει, καὶ ὑπογραφῇ οἰκείᾳ βεβαιώσῃ. Ὁ δὲ ἐφαίνετο δυσχεραίνων καὶ ὑπερηφανευόμενος. Τὴν δι’ ἰσχὺν τῶν πλειόνων δεδοικώς, ἅμα δὲ καὶ τὸ ἄστατον ἔχων, ὅπερ οἱ ἐξ ἀρχῆς σκανδαλοποιοὶ ἐξηλέγχθησαν ἔχειν, ὑπέγραψεν ἅπερ οὐκ ἔστεργεν· ἀντέλεγε δ’ αὖθις ὕστερον οἷσπερ ὑπέγραψε, καὶ ἦν τὸ καθόλου καρκῖνος λοξὰ βαδίζων, Εὐρίπου τε φέρων μεταβολάς, καὶ τὰς χαμαιλέοντος ἀλλάττων μορφάς. Ἀλλ’ ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν, αὐτὸς πεποίηκε καὶ τοῦτον τοῖς ἰδίοις ἑαλωκέναι πτεροῖς. Εὑρέθη γὰρ ἔχων ἐν τῷ κελλίῳ αὐτοῦ συγγράμματα αἱρετικῶν τῶν κακοδόξων τούτων, ἅπερ καὶ εἰς χεῖρας ἐμπεσόντα τῶν ἱερῶν καὶ μοναχῶν, σφοδρὸν ἐνήγειρε τὸν κατ’ αὐτοῦ πόλεμον. Ἐντεῦθεν γὰρ ὁρμῆς καὶ ζήλου πλησθέντες, χωρίζουσι μὲν αὐτὸν τῆς αὐτῶν κοινωνίας· στέλλουσι δὲ καὶ ταῦτα τῇ ἡμῶν μετριότητι μετὰ καὶ ἀναφορῶν αὐτῶν ἐπιβοώμενοι καὶ καθικετεύοντες μὴ περιϊδεῖν τὴν ἀλήθειαν κινδυνεύουσαν.

Ὡς δ’ οὐχ ἦν λαθεῖν τοῦτον ταῦτα, ἐν τῷ αὐτῷ τυγχάνοντα συστήματι, γράφει καὶ αὐτὸς καὶ ἀναφέρει, ἀδικίαν εἶναι διατεινόμενος καὶ συκοφαντίαν ἅπαν τὸ εἰς αὐτὸν γενόμενον. Ὁ δὲ τοσοῦτον ἀπέχει μήτοι γε τοῦ παραδογματίζειν, ἀλλὰ καὶ τοῦ ὅλως θεολογεῖν, ὅτι καὶ ἰδιωτείαν αἱρεῖται μᾶλλον καὶ τοῖς πολλοῖς ἀγροῖκος εἶναι δοκεῖν, ἢ θεολογῆσαι, κἂν τὸ βραχύτατον. Ἡ δ’ αἰτία (ἔλεγεν) ὅτι τὸ μέγα τῆς θεολογίας μυστήριον, ἄβατον ὁ Θεὸς ποιῆσαι τοῖς ἀνθρώποις βουλομένος, τὸν αἰσθητὸν τοῦτον οὐρανόν, ᾧπερ κάπηλοι καὶ μάγειροι καὶ οἱ ἀπὸ τῆς σκηνῆς ἐνέπαιξαν, οἱ πρὸ μικροῦ φανέντες νέοι δογματισταί, τοὺς ἡμετέρους πάντως οὕτω καλῶν, ὥσπερ ἡ ἀλήθεια ἐφανέρωσε. Δι’ ἅπερ αὐτὸς αἱρεῖται τὴν ἰδιωτείαν καὶ τὴν σιγήν, εὐλαβείας τῆς πρὸς τὸ θεολογεῖν ὑπερβολῇ. Προσετίθη δὲ καὶ τοῦτο, ὅτι Ἐπειδὴ στέλλω αὐτόθι τὰ ἐμὰ συγγράμματα, ἐξ αὐτῶν τούτων μέλλει φανῆναι τὸ ἡμέτερον φρόνημα, καὶ ὅπως ἐγὼ δοξάζω περὶ τῆς ὀρθῆς πίστεως, προσθεὶς καὶ ὅτι τῇ τῆς ἡμῶν μετριότητος διαγνώσει καὶ δοκιμασίᾳ ὑποτίθησι ταῦτα, ἵνα στερχθῶσι μὲν ἅπερ ἡμεῖς ἐγκρίνομεν, ἀποδοκιμασθῶσι δὲ καὶ ἀποβληθῶσιν ἅπερ ἡμεῖς ἀποδοκιμάζομεν, δολίως ταῦτα λέγων καὶ καθ’ ὑπόκρισιν.

Βραχὺ τὸ μεταξύ, καὶ μὴ φέρων τὴν ἐπήρειαν τοῦ τοσούτου πλήθους τῶν μοναχῶν, καὶ τὴν ἀπὸ τοῦ χωρισμοῦ τῆς ἐκείνων κοινωνίας μέμψιν, καταλαμβάνει πρὸς τὴν ἡμῶν μετριότητα, τὰ αὐτὰ καὶ αὖθις λέγων, ἅπερ καὶ πρότερον ἔγραφεν. Ἀπαιτηθεὶς δὲ παρ’ αὐτῆς τὰ συγγράμματα ἅπερ ἐδήλου ἐν τῇ ἀναφορᾷ αὐτοῦ, φέρων ἐγχειρίζει ταῦτα αὐτῇ. Δεξαμένη οὖν αὕτη ταῦτα, καὶ μήπω φθάσασα κατὰ σχολὴν ἐντυχεῖν αὐτοῖς ὥσπερ ἐβούλετο, ἐπειδὴ καὶ αὖθις προσελθὼν ὁ αὐτὸς Πρόχορος, συμπαρόντος μοι καὶ τοῦ ἱερωτάτου μητροπολίτου Ἐφέσου, ὑπερτίμου καὶ ἐξάρχου πάσης Ἀσίας, τοῦ ἐν ἁγίῳ Πνεύματι ἀγαπητοῦ ἀδελφοῦ καὶ συλλειτουργοῦ τῆς ἡμῶν μετριότητος, ἠρωτήθη πῶς διάκειται περὶ τὰ τῆς Ἐκκλησίας δόγματα, καί πῶς ἔχει περὶ τὴν καταστροφὴν τοῦ Βαρλαὰμ καὶ Ἀκινδύνου, καὶ τὴν ἀποβολήν, καὶ τὸν ἀναθεματισμὸν τῆς ἐκείνων κακοδοξίας καὶ τῶν συγγραμμάτων, καὶ τίνα τὴν γνώμην ἔχει περὶ τοῦ ἱεροῦ τῆς συνόδου τόμου, καὶ τοῦ κατ’ αὐτὸν φρονήματος τῆς κοινῆς τοῦ Χριστοῦ Ἐκκλησίας, ἀμφιβολίαν μὲν ὡμολόγει ἔχειν ἐν τῇ ψυχῇ καὶ δισταγμὸν περὶ τὰ τοιαῦτα, ὅμως μὴ βούλεσθαι θαῤῥεῖν ἑαυτῷ ἔλεγεν, ἀλλὰ μᾶλλον ἕπεσθαι καὶ συμφωνεῖν τῇ τοῦ Χριστοῦ Ἐκκλησίᾳ· ἕπεσθαι δέ, ἢ διδαχθεὶς δηλονότι περὶ ὧν, ὡς ἔλεγεν, ἀμφιβάλλων συνέγραψα, ἢ πίστει μόνῃ καὶ ὑποταγῇ μετὰ ἁπλότητος τὰ τῆς Ἐκκλησίας δεξάμενος, ὅπως ἂν διακρίνῃ ἡ μετριότης ἡμῶν καὶ ἡ τοῦ Χριστοῦ Ἐκκλησία, ὡς αὐτὸς ἔλεγεν.

Ἡ δὲ μετριότης ἡμῶν πρὸς ἐκεῖνον εἶπεν, ὅτι πρὸς μὲν τὸ παρὸν ἀναμφιβόλως ὀφείλει δέξασθαι τὸν τόμον, καὶ τὴν ἐν ἐκείνῳ τῶν θείων Γραφῶν καὶ τὴν τῶν ἁγίων Πατέρων ὑγιᾶ καὶ ἀπλανῆ δόξαν. Εἶναι γὰρ ἐκεῖνα ἐξήγησιν μᾶλλον καὶ ἑρμηνείαν τῆς ἱερᾶς ἡμῶν πίστεως, καὶ λύσιν πρὸς ἅπαν τὸ ἀμφιβαλλόμενον, ἀλλ’ οὐκ ἀμφιβολίαν ἔχοντά τινα, ἢ ἑρμηνείας καὶ ἐξηγήσεως δεόμενα. Μετὰ δὲ τὴν αὐτοῦ καθαρὰν ὁμολογίαν καὶ τὴν ἀδίστακτον συμφωνίαν καὶ ἕνωσιν τὴν πρὸς τὴν Ἐκκλησίαν, τότε εἰ καί τι ζητεῖται παρ’ αὐτοῦ, ἡμεῖς ἕτοιμοι πάλιν ἀπό τε τῶν θείων ἀποστόλων, καὶ τῶν αὐτῶν ἱερῶν Πατέρων διδασκαλικῶς τε καὶ πατρικῶς ὡς τῆς Ἐκκλησίας υἱῷ τε καὶ μαθητῇ, διαλῦσαι πᾶν τὸ ἀμφισβητούμενον. Ταῦτα μὲν οὖν ἔλεγον αὐτῷ, μήπω τοῖς ἐκείνου συγγράμμασιν ἐντετυχηκώς· ἐπεὶ δὲ καί τισι μέρεσιν ἐκείνων ἐνέτυχον, εὐθὺς ἀπὸ τῆς ἐπιγραφῆς ἔγνων πάσης ἀσεβείας εἶναι μεστά. Ἦν γὰρ τοιαύτη· ἔλεγχος εἰς τὰς παραχρήσεις τῶν κειμένων ῥητῶν ἐν τῷ κατὰ τοῦ Ἐφέσου καὶ Γρηγορᾶ τόμῳ, τὸ δὲ τοῦ λόγου προοίμιον οἷον.

Ἐπειδήπερ ἡμῖν ἡ πάλη κατὰ Παῦλον οὐ πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, δόξαν ἐλέγχειν τὰς ἐν τῷ κατὰ τοῦ Ἐφέσου καὶ Γρηγορᾶ τόμῳ παραχρήσεις τῶν ἁγίων Γραφῶν, τοῦ μὲν συγγραφέως καὶ ὧν συνεγράψατο τὰς γνώμας ἀπωστέον· καὶ γὰρ συνήθεσι καὶ οἰκείοις τοῖς πολλοῖς αὐτῶν κατὰ τὸν βίον χρησάμενοι εἰκόνα ἂν ποιοῖμεν καὶ μετὰ θάνατον αὐτῶν φειδόμενοι, καὶ ἀνεπαχθῆ τὴν μνήμην ἄγοντες, ἄλλως θ’ ὅτι μηδὲ βλασφημεῖν ἀνθρώπους, ἀλλὰ θεολογεῖν προειλόμεθα· αὐτοῦ δὲ τοῦ συγγράμματος ὅτι δοκεῖ πρὸς τὸν ἀρχαῖον ἐξάγειν τῶν δογμάτων κανόνα, καὶ πρὸς τὴν ἀλήθειαν ἐπανάγειν πειρατέον. Γένοιτο δ’ ἂν πρός τε τῶν τελευτηκότων αὐτῶν τὸ ἔργον, καὶ τῶν ἔτι περιόντων. Ἐκεῖνοί τε γὰρ πραοτέρου τεύξονται τοῦ κριτοῦ εἰς ἐλάττους χυθέντος τοῦ βλάβους, οὗτοί τε τῆς οὐχ ἀληθοῦς δόξης ἀποκαθαρθέντες, ἐν τῇ ἀποστολικῇ καὶ πατρικῇ πίστει ζήσαντες, τὴν προσήκουσαν ἀμοιβὴν ἀπολήψονται. Ταῦτά τε οὖν εἰς τὴν συγγραφὴν ἐπῆρε καὶ μάλιστα ὁ τοῦ Θεοῦ ζῆλος. Εἰ μὲν λογισμοῖς ἀνθρώπων τὸ ψεῦδος ἐῤῥάπτετο, ἦν ἂν φορητὸν ἀμηγέπη τὸ κακόν, ἐπεὶ λογισμοὶ θνητῶν δειλοὶ καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν, αὐτὸν δὲ τὸν Θεὸν συκοφάντην ἀνιστᾷν καθ’ ἑαυτοῦ καὶ καπηλεύειν αὐτοῦ τὰ καθαρώτερα χρυσοῦ λόγια, τίς ἂν ἀνάσχοιτο, εἰ καὶ μηδὲν ἡμῖν ἐκ τοῦ ἐλέγχειν συνέβαινε κέρδος;

Ἡ μὲν οὖν ἐπιγραφὴ καὶ τὸ προοίμιον τοιαῦτα. Τὰ δὲ ἑξῆς ὑπερβαίνοντα εἰς δυσσεβείας ὑπερβολὴν πολλῷ τῷ μέσῳ τὰ τοῦ Βαρλαὰμ καὶ Ἀκινδύνου κάκιστα συγράμματα, καὶ γὰρ ὁ πρὸς τὸ βάθος τῆς θεολογίας εἰσδύς, ὁ τὸ διάφραγμα αἰδούμενος τοῦ οὐρανοῦ, ἔδειξε μὲν πρῶτον τίνας ἐκάλει καπήλους καὶ μαγείρους, οὐκ ἐνέλιπε δὲ παντοίας ἀσεβείας ὑπερβολήν· ὁ γὰρ παράχρησιν ἡμῖν ἐγκαλῶν τῶν θείων ῥητῶν, ἔλαθεν ἑαυτὸν δι’ ὧν ἐδοκίμασε συλλογιστικῶς ἐξηγήσασθαι ταῦτα, ὡς οὐ καθ’ ἡμῶν, ἀλλὰ κατ’ αὐτῶν τῶν ἁγίων τὸν πόλεμον ἤρατο. Τὰ γὰρ τῶν θεοφόρων Πατέρων ῥητὰ προθείς, οὐκ ἐχώρησε κατὰ τῆς ἡμῶν ἐπὶ τούτοις ἐξηγήσεως, ἀλλ’ ἀναίδην οὕτω κατὰ τῆς τῶν ἁγίων διανοίας φανερῶς ἐναντιούμενος αὐτοῖς. Τοῦ γὰρ θεοφόρου Πατρὸς Ἰωάννου τοῦ Δαμασκηνοῦ λέγοντος οὑτωσὶ διαῤῥήδην. Ἰστέον ὡς ἄλλο ἐστὶν ἐνέργεια, καὶ ἄλλο ἐνεργητικόν, καὶ ἄλλο ἐνέργημα, καὶ ἄλλο ἐνεργοῦν, ἐκεῖνός φησιν, ὅτι ἐπὶ μὲν τῶν ὄντων ἀληθὲς τὸ ἄλλο, καὶ ἄλλο πράγματα διακρίνειν, οὐ διὰ τὸ ἄλλο καὶ ἄλλο ἁπλῶς, ἀλλὰ διὰ τὸ ἄλλο καὶ ἄλλο ταῦτα πρᾶγμα τυγχάνειν· οὐδὲ γὰρ εἴ τι ἄλλο καὶ ἄλλο κατὰ τὸν λόγον, καὶ κατὰ τὸ πρᾶγμα ἄλλο καὶ ἄλλο, ὥσπερ οὐκ εἰ ἄνθρωπος καὶ ἐπιστητὸν ἄλλο καὶ ἄλλο κατὰ τὸν λόγον, ἂν τύχῃ τὸ αὐτὸ ὂν καὶ ἄνθρωπος καὶ ἐπιστητόν, ἤδη τὸ αὐτὸ καὶ κατὰ τὸ πρᾶγμα ἄλλο καὶ ἄλλο. Διὸ δὴ καὶ ἐπὶ τοῦ Θεοῦ, οὐχὶ εἰ ἄλλο καὶ ἄλλο ἡ ἐνέργεια καὶ τὸ ἐνεργητικόν, καὶ τὸ ἐνεργοῦν κατὰ τὸν λόγον, ἤδη καὶ κατὰ τὸ πρᾶγμα ἄλλο καὶ ἄλλο. Οὐ γὰρ ἐκ τοῦ δυνάμει πρόεισιν ὁ Θεὸς εἰς τὸ ἐνεργείᾳ, ἵνα ἄλλο ᾖ τὸ ἐνεργητικὸν κατὰ τὸ πρᾶγμα, καὶ ἄλλο τὸ ἐνεργοῦν. Μεταβάλλει γὰρ καὶ πρόεισιν ἀπὸ τοῦ ἀτελοῦς ἐπὶ τὸ τέλειον. Καὶ πάλιν ἐν ἑτέρῳ δεῖξαι βουλόμενος ὅτι οὐκ ἔχει ὁ Θεὸς ἐνέργειαν φυσικὴν καὶ οὐσιώδη, ἀλλ’ οὐσία μόνον ἐστί, μετὰ πολλὰ λέγει καὶ τοῦτο, ὅτι ὥσπερ εἰ μὴ ἀπέχρη ἡ οὐσία τοῦ Πνεύματος πρὸς πάντα, ἀλλ’ ἔδει ταύτῃ τινῶν ἐνεργειῶν ὑποδεεστέρων πρὸς τὴν τῶν ὄντων γένεσιν. Καὶ ἀλλαχοῦ, μηδαμῶς τοῦ Θεοῦ μετέχειν τοὺς ἀνθρώπους κατασκευάζων, τοιάδε φησίν, Οὔτ’ οὖν τὰ προτεινόμενα παρ’ αὐτῶν ῥητὰ δεικνύουσι καθ’ αὐτὸ τὴν κοινωνίαν τοῦ Πνεύματος, οὔτε ἀκτίστου τινὸς μετέχειν ἡμᾶς, οὔτε εἰ ἄλλο οὐσία, καὶ ἄλλο ἐνέργεια. Ἀφ’ ὧν ὁ μυρίος ἕπεται τῶν βλασφημιῶν ἐσμός, καὶ τὸ κατατέμνον εἰς ἄπειρα ἄνισα τὴν θεότητα, καὶ ἐκ μυρίων ἀνίσων συντιθέναι, καὶ τὰ μὲν εἶναι μεθεκτά, τὰ δὲ ἀμέθεκτα. Καὶ τὰ ἐξ ὧν ὁ Θεός, τὰ μὲν ὄντα, τὰ δὲ ὑπερόντα, καὶ τὰ μὲν καταληπτά, τὰ δὲ ἀκατάληπτα, καὶ ὅσα αἱ τίτθαι τοῖς παιδαρίοις κἂν ἐρυθριάσαιεν διαλέγεσθαι. Τοῦ δὲ θείου Χρυσοστόμου τὸ ῥητὸν ἐξηγούμενος ἐν ᾧ τὴν εὐαγγελικὴν ἐκεῖνος διερμνεύων ῥῆσιν, τὴν λέγουσαν, Κύριε, δεῖξον ἡμῖν τὸν Πατέρα, καὶ ἀρκεῖ ἡμῖν, λέγει. Ἴδωμεν τί ὁ Φίλιππος ζητεῖ ἰδεῖν, ἄρα τὴν σοφίαν τοῦ Πατρός; ἄρα τὴν ἀγαθότητα; Οὐχί, ἀλλ’ αὐτὸ ὅ τι ποτέ ἐστιν ὁ Θεός, αὐτὴν τὴν οὐσίαν· Πρῶτον, φησίν, ἐκεῖνο λέγω, ὅτι ἡ τῆς σοφίας τοῦ Θεοῦ ἐπιστήμη ἡ αὐτή ἐστι τῆς οὐσίας ἐπιστήμη. Ὁ γοῦν εἰδὼς τὴν σοφίαν αὐτοῦ οἶδε τὴν οὐσίαν αὐτοῦ ἐφόσον ἡ τοῦ Θεοῦ σοφία ἐστὶν ἡ τῆς οὐσίας αὐτοῦ κατάληψις. Λέγω δέ, ὅτι οὐδὲ ἡ τοῦ ἀγαθοῦ ἐπιστήμη ἕτερόν ἐστι τῆς ἐπιστήμης τῆς οὐσίας τοῦ Θεοῦ. Τὸ γὰρ ἀγαθὸν ᾧ ὁ Θεὸς ἀγαθόν ἐστιν, οὐκ ἔστι τις ἕξις ἐν ἑαυτῷ, ἀλλ’ ἔστιν ἡ οὐσία αὐτοῦ. Μεταξὺ δὲ προϊὼν ἐπιγραφὰς τίθησι τοῖς κεφαλαίοις τοιαύτας.

Ὅτι ἡ νοερὰ τοῦ Θεοῦ ἐνέργειά ἐστὶν ἡ οὐσία αὐτοῦ. Ὅτι ἡ νοερὰ τοῦ Θεοῦ δύναμίς ἐστιν ἡ οὐσία αὐτοῦ. Ὅτι ἡ σοφία τοῦ Θεοῦ ἐστιν ἡ οὐσία αὐτοῦ. Ὅτι ἡ ἀληθεία τοῦ Θεοῦ ἐστιν ἡ οὐσία αὐτοῦ. Ὅτι ἡ τοῦ Θεοῦ θέλησίς ἐστιν ἡ οὐσία αὐτοῦ. Καὶ ταῦτα ἀποδείκνυσιν οὐκ ἀπὸ τῶν θείων Γραφῶν, οὐ ῥητὰ προφέρων ἁγίων, ἀλλὰ τοῖς ἰδίοις λογισμοῖς, καὶ ταῖς ἀποδείξεσι χρώμενος δῆθεν τοῖς Ἀριστοτελικοῖς συλλογισμοῖς. Περὶ δὲ τοῦ λάμψαντος ἀπὸ τοῦ Χριστοῦ ἐν τῷ ὄρει θειοτάτου φωτὸς θεολογῶν, μᾶλλον δὲ θεομαχῶν, ἐπιγραφὴν μὲν τίθησιν, ὅτι τὸ ἐν Θαβωρίῳ φῶς κτιστόν, εἶτα τὰς παρὰ τῶν ἁγίων πολλὰς καὶ καλλίστας μαρτυρίας προθείς, δι’ ὧν ἄκτιστον αὐτὸ θεολογοῦσι θεότητα, καὶ δόξαν φυσικὴν καὶ ἀπρόσιτον τῆς τρισυποστάτου θεότητος, καὶ θέωσιν ἀγένητον, καὶ φῶς ἄπλετον, καὶ αἴγλης θείας χύσιν ἀπεριόριστον, καὶ φῶς προκόσμιον καὶ ὑπὲρ κόσμον, καὶ τὰ τοιαῦτα, καὶ τοῦτο καὶ αὐτὸς διὰ τούτων κατασκευάσας, ἄκτιστον εἶναι τὸ φῶς ἐκεῖνο διὰ τὰ προειρημένα, ἔπειτα κατὰ πάντων ὁμοῦ τῶν ἁγίων χωρεῖ, καὶ φανερῶς ἀντιλέγων αὐτοῖς, οὕτως ἐπάγει ῥητῶς· Ἀλλὰ τοὐναντίον ἐστί. Καὶ τοῦτο διὰ πολλῶν ἀποδείκνυσιν τῶν τοῦ Ἀριστοτέλους συλλογισμῶν, καὶ πολλὰ ἕτερα βλάσφημα καὶ δυσσεβῆ λέγει καὶ συλλογίζεται, ἐναντιούμενα κατὰ πάντα τῷ τῆς θείας συνόδου τόμῳ, μᾶλλον δὲ τοῖς θεολόγοις αὐτοῖς, οἷς ἐκεῖνος ἐρείδεται. Λέγει γάρ, Εἰ μὲν οὖν τὸ φῶς ἐκεῖνο σύμβολον ἦν τῆς ὑπὲρ νοῦν καὶ λόγον ἀληθείας, οὔτε ἐστὶν ἀλήθεια ἡ πρώτη, οὔτε ὑπὲρ νοῦν καὶ λόγον, ἀλλὰ μόνον ὑπὲρ αἴσθησιν. Ὃ δὲ μή ἐστιν ὑπὲρ νοῦν καὶ λόγον, οὐχ ἀλήθεια, οὐδ’ ἄκτιστον· διὸ καὶ τὸ φῶς ἐκεῖνο κτιστόν, εἰ ὑπὲρ νοῦν καὶ λόγον ἦν ἀλήθεια, πῶς ἴσμεν τί ἐστιν; Οἷον φῶς, καὶ ὁποῖον φῶς; Ὥσπερ λευκόν, Καὶ ποῦ; Οἷον ἐν τῷ Θαβωρίῳ. Καὶ πότε; Πρὸ τοῦ πάθους δηλονότι ἓξ ἡμέρας. Τὴν γὰρ ὑπὲρ νοῦν καὶ λόγον ἀλήθειαν εἶναι μόνον πιστεύομεν, περὶ τοῦ τί καὶ πῶς καὶ ὁποῖον καὶ πότε, μηδόλως τολμῶντες σκοπεῖν ἢ ἐννοεῖν ἀνεχόμενοι, τὸ ἀσεβὲς παραιτούμενοι. Ὥστε οἱ λέγοντες ἰδεῖν καὶ νοῆσαι ἐκεῖνο ἀλήθειαν οὖσαν τὴν ἐν τῷ Θεῷ, καὶ προτιθέντες εἶναί τι καὶ ὁποῖον, καὶ πότε, ἀσεβῆ πράγματα ἐπιχειροῦσι· καὶ πάλιν· Οὐδὲν κωλύει φαιδρότερον ἑαυτοῦ τότε τὸν Κύριον γενέσθαι, καὶ δεῖξαι ὅπερ καὶ πρὸ τοῦ ἦν, μὴ μέντοι ἦν τι τὸ φῶς ἐκεῖνο ἐν τῇ οὐσίᾳ τοῦ Θεοῦ, καὶ ἄκτιστον. Καὶ γὰρ καὶ ἐκ τῶν ἄλλων θεοφανειῶν ἐδείκνυ ὅπερ πρότερον ἦν, οὐ μὴν τὰ φαινόμενα πρὸς δεῖξιν τοῦ Θεοῦ, ἦν τι ἐν τῇ οὐσίᾳ τοῦ Θεοῦ. Ἀλλὰ καὶ πολλὰς πρεσβεύων θεότητας καὶ πολλοὺς θεοὺς κτιστοὺς ἀναδείκνυται ὁ τὴν πολυθεΐαν ἡμῖν ἐγκαλῶν καὶ συκοφαντῶν τὴν τοῦ Θεοῦ Ἐκκλησίαν μετὰ τῶν αὐτοῦ μυσταγωγῶν Βαρλαάμ τε καὶ Ἀκινδύνου. Λέγει γὰρ οὑτωσί· Τὰ προειρημένα δὲ ἄτοπα ἔνιοι συνιδόντες, ἐδόξασαν τὸ ἐν Θαβωρίῳ φῶς εἶναι τὴν οὐσίαν τοῦ Θεοῦ, ἐφόσον τὸ μὲν εἶναί τι φῶς ἐν τῇ οὐσίᾳ τοῦ Θεοῦ ἕτερον παρ’ αὐτὴν ἄτοπον ᾤοντο· οὐ συνίεσαν δὲ εἶναι τινὰ αἰσθητὰ καὶ νοητὰ φῶτα ἀναλογικῶς καλούμενα, ὧν ἴσως ἐνδέχεταί τι εἶναι τὸ ἐν Θαβωρίῳ φῶς. Μάλιστα δὲ ἠπάτηνται ἐκ τοῦ θεότητα λέγεσθαι ἢ θεοφάνειαν, καὶ μὴ οἴεσθαι εἶναι θεότητα κτιστήν. Καὶ μετ’ ὀλίγα· Ἐπεὶ γὰρ τὰ δεύτερα ἁγιότητος, καὶ βασιλείας, καὶ θεότητος, καὶ κυριότητος, διὰ τῶν πρώτων μεταλαμβάνοντα, τὴν τῆς ἐκείνων διαδόσεως ἁπλότητα περὶ τὰς ἑαυτῶν διαφορὰς πληθύνουσι, δῆλον μὴ αὐτῆς μετέχειν καθ’ αὐτὴν τῆς βασιλείας τοῦ Θεοῦ, καὶ κυριότητος, καὶ θεότητος, καὶ ἁγιότητος, ἀλλ’ ἑτέρᾳ ἁγιότητι γίνονται ἅγια, καὶ ἑτέρᾳ βασιλείᾳ βασιλικά, καὶ ἑτέρᾳ θεότητι καὶ κυριότητι θεοὶ καὶ κύριοι. Καὶ μετὰ βραχύ· Διὸ καὶ ἄτοπον οὐδέν, ὥσπερ θεοὺς πολλούς φαμεν, καὶ ἁγίους, καὶ βασιλεῖς, καὶ κυρίους κτιστούς, καίτοι γε ἑνὸς ὄντος ἁγίου, καὶ βασιλέως, καὶ Θεοῦ, καὶ Κυρίου ἀκτίστου, οὕτω καὶ ἁγιότητας πολλὰς καὶ κτιστὰς λέγειν, καίτοι μιᾶς οὔσης βασιλείας τῆς αὐτῆς καὶ ἁγιότητος καὶ κυριότητος καὶ θεότητος ἀκτίστου, τῆς ὑπερουσίου θεότητος. Καὶ ἀλλαχοῦ πάλιν οὕτω λέγει, Ἐπεὶ πάσης ἱεραρχίας πέρας καὶ σκοπὸς καὶ ἀποτέλεσμα ἡ θέωσίς ἐστιν, ἡ πρὸς Θεὸν ὡς ἐφικτὸν ἀφομοίωσις, καὶ εἰσὶν αἱ προσεχεῖς ἀρχαὶ τῆς ἡμῶν θεώσεως κτισταί, οἷον οἱ ἱεραρχοῦντες, αἱ ἐπιστῆμαι καθ’ ἃς ἱεραρχοῦσι, καὶ αἱ ἐνέργειαι καὶ δυνάμεις· φανερὸν ὅτι καὶ αἱ θεώσεις ἡμῶν, ὡς κτιστῶν ἀποτελέσματα, κτισταὶ καὶ ὑφειμέναι πρὸς τὰς τῶν θεούντων. Καὶ διὰ τοῦτο ὥσπερ εἰσὶ θεοὶ πολλοὶ κτιστοί, οὕτω καὶ θεότητες καὶ θεώσεις ὑφειμέναι καὶ ὑπερκείμεναι, καὶ καθόλου καὶ μερικαί, καὶ ἑκάστης ἰδίαν αἱ ἀνάλογοι. Διὸ καὶ τοσαῦτα ἔχοντες ὑπὲρ ἡμᾶς θεοὺς καὶ θεότητας καὶ θεώσεις κτιστά, ὧν οὔτε τῆς φύσεως, οὔτε τῆς δυνάμεως, οὔτε τῆς ἐνεργείας, ἢ τοῦ πάθους, καὶ τῆς ἐπιστήμης μετασχεῖν δυνάμεθα, ἄλλως τ’ ἂν εἴη λέγειν, τοῦ ἀκτίστου Θεοῦ μετέχειν, ἢ τῆς θεώσεως, ἢ τῆς θεότητος, ἢ τινὸς ἐνεργείας αὐτοῦ καὶ δυνάμεως. Καὶ μακρὸν ἂν εἴη λέγειν ἑξῆς καὶ προτιθέναι καὶ τὰ λοιπά, πάσης ἀσεβείας ὄντα πεπληρωμένα πάντα, καὶ πολλῷ τῷ μέσῳ ὑπερβαίνοντα, εἰς δυσσεβείας λόγον τὰ πονηρὰ τοῦ Βαρλαὰμ καὶ Ἀκινδύνου συγγράμματα· μόνος γὰρ ἂν ἴσως ὁ διάβολος εἶπε ταῦτα μετ’ αὐτοῦ, ὁ καὶ ὁδηγὸς τούτου πρὸς ταῦτα καὶ διδάσκαλος.

Ἐκ δὲ τῶν πολλῶν καὶ ἀναριθμήτων σχεδὸν ἐτέθησαν τὰ ῥηθέντα πρὸς φανέρωσιν τῆς ἐκείνου κακοδοξίας καὶ ἀσεβείας, ἅτινα ὅτι δυσσεβῆ μὲν εἰσὶ καὶ τοῦ τῆς κακίας ἀρχηγοῦ γεννήματα, διὰ τῆς αὐτοῦ λαλήσαντος γλώττης, καὶ τῇ τούτου χειρὶ χρησαμένου, οὐδένα τῶν πάντων ἀγνοεῖν οἶμαι τῶν τῆς ἡμετέρας αὐλῆς· εἰ δέ τινες καὶ τῶν ἁγίων Πατέρων βούλονται λόγους πρὸς κατάλυσιν τούτων, πρὸς τὸν ἱερὸν τῆς συνόδου τούτους παραπέμπομεν τόμον, πολλὰς ἔχοντα τὰς τῶν θεοφόρων Πατέρων ῥήσεις, καὶ τούτοις ἐρειδόμενον ἀπ’ ἀρχῆς ἄχρι τέλους. Ἡμεῖς δὲ καὶ ἕτερα τῶν τῆς δυσσεβείας αὐτοῦ συγγραμμάτων, ἐν οἷς τοὺς προστάτας ὑβρίζει τῆς τοῦ Χριστοῦ Ἐκκλησίας, τοῖς εἰρήμενοις προσθήσομεν. Φησὶ γὰρ ἐπὶ λέξεως οὕτω·

Πρὸς δὲ τοὺς κατηγορήσοντάς μου τὴν τῶν συλλογισμῶν χρῆσιν ὥσπερ τινὰ θεολογίας χρησμόν, ἐκεῖνο οἶμαι ἀπολογητέον, ὡς ἐπεὶ πᾶσα ἀλήθεια ἢ συλλογισμός ἐστιν, ἢ ἀρχὴ συλλογισμοῦ, καὶ ἐμοὶ καὶ τούτοις ἀνάγκη καὶ μὴ βουλομένοις συλλογισμοὺς λέγειν, εἴπερ ἀληθῆ λέγομεν. Διατί οὖν μὴ τὴν ἐπιστήμην ἔχοντες καὶ τοὺς κανόνας, τούς τε παραλογιζομένους ἐλέγχειν δυνάμεθα, καὶ αὐτοὶ πρὸς τὴν ἀλήθειαν ὥσπερ ἠνιόχῳ τῇ μεθόδῳ ἀπευθυνοίμεθα καὶ πρὸς τὸ κρινεῖν καὶ πρὸς τὸ ποιεῖν εὐπορίαν τὴν ἐφικτὴν συμβαλλομένην; Εἰ μὲν γὰρ ἐξ ἀποκαλύψεως τὴν πίστιν ἔχομεν, ὥσπερ οἱ τῆς εὐσεβείας ταύτης ἡγεμόνες, ἢ διαγινώσκειν εὑρεθεῖσαν ἠδυνάμεθα, ἤ μη τῶν λόγων εὐθύνας ἀπῃτούμεθα, ἀξιοπιστίας ἡμῖν καὶ τοῦ συγκεχωρηκότος παρὰ πάντων ὑπάρχοντος, ἢ βίου λαμπρότητι, ἢ θαυμάτων ἐπιδείξει τοὺς λόγους βεβαιοῦντες, οὐδ’ οὕτως ἂν ἡ τῶν συλλογισμῶν παρεῖλκε χρῆσις, συμφώνου τοῦ δοθέντος ἡμῖν πρὸς εὕρεσιν τῆς ἀληθείας λόγου τῇ ἀποκαλύψει δεικνυμένου, καὶ εὐπορίαν τῆς τέχνης παρεχούσης πρὸς τὰς παρενοχλούντων τὴν ἐπηρείας γυμνασίαν τε καὶ διατριβὴν οὐκ ἄχαριν ταῖς εὐσεβέσιν ἐμποιούσης· ἐπεὶ δὲ καὶ ἐφ’ ἡμᾶς ᾖλθε ἡ Ἰουδαϊκὴ ἀρά, καὶ ἐσκοτίσθησαν οἱ ὀφθαλμοὶ ἡμῶν τοῦ μὴ βλέπειν, καὶ σκοποὶ μὲν τυφλοί, κήρυκες δὲ κωφοὶ χειροτονούμεθα, οὐδὲ δίδωσιν ὁ Κύριος ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ, τά τε πλήθη τῶν διδασκομένων οὕτω διαβόλως ἔχει πρὸς ἡμᾶς, ὡς μηδὲ λόγον ἁπάντων ὑπέχουσι πείθεσθαι, τί δεῖ καὶ τὸ μόνον ἀπολειφθὲν πρὸς τὴν τῆς ἀληθείας εὕρεσιν ὄργανον ἀπὸ τῶν χειρῶν ῥιπτεῖν; Καὶ μετ’ ὀλίγον· Ἐγὼ δὲ ἐπαινῶ μὲν τὴν τέχνην, καὶ ἀναγκαίαν εἴπερ τι τοῖς νῦν καιροῖς κρίνω, μόνης ἡμῖν ἐπικουρίας καὶ φωτὸς καταληφθείσης ἐρημωθεῖσι Θεοῦ. Καὶ ἀλλαχοῦ πάλιν· Νῦν δὲ ἄνθρωποι διαβολιμαῖοι, ὡς ἂν εἴποιεν αὐτοὶ οἱ ἄγγελοι καὶ ἐπίτριπτοι, ὥσπερ κάνθαροι καὶ μύρμηκες ἀπὸ χηραμῶν, ἢ βάτραχοι ἀπὸ τῶν τελμάτων κλώζοντες, σοφίαν αὐχοῦσι μείζω τῶν ἀγγέλων, παρωθούμενοι πάντας τοὺς νοεροὺς διακόσμους, καὶ αὐτόθεν ἀπὸ τοῦ Θεοῦ μυσταγωγεῖσθαί τινα ἀπαυθαδιαζόμενοι καὶ τούτων διδάσκαλοι γίνεσθαι τῶν ἀγγέλων.

Φησὶ δὲ καὶ τοῦτο λίαν ἀσεβῶς κατὰ ῥῆμα, ὅτι καὶ ἡ θεαρχία, καὶ ἡ ἀγαθαρχία, καὶ τὰ ἄλλα τὰ οὕτω λεγόμενα κτιστά ἐστι. Περὶ δὲ τοῦ Κυρίου καὶ Θεοῦ ἡμῶν τοῦ Σωτῆρος Ἰησοῦ Χριστοῦ οὕτω λέγει· Εἰ μὲν ἀληθές ἐστι τὸ ὑπὸ τοῦ Παύλου περὶ τοῦ Κυρίου εἰρημένον, ὅτι τὸν μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησε, καὶ ὅτι ᾖλθεν ἐν ὁμοιώματι ἁμαρτίας καὶ περὶ ἁμαρτίας· ἡ δὲ ἁμαρτία σκότος ὀνομάζεται, διὰ τὸ στέρησιν εἶναι τοῦ ὁπωσοῦν ἀγαθοῦ· πρόδηλον τὸν Χριστὸν ἐν ὁμοιώματι σκότους ἐλθεῖν, καὶ περὶ τοῦ ἀληθινοῦ σκότους ὥστε ἐκβαλεῖν αὐτὸ ἀπὸ τῶν ἀνθρώπων· καὶ διὰ τοῦτο μηδὲ ἦν καὶ τὸ σῶμα τοῦ Κυρίου ὁπωσοῦν χωρὶς ἁμαρτίας μόνον, ἀλλοῖον παρὰ τὰ ἡμετέρα σώματα. Ὥσπερ γὰρ ἡνωμένον ἦν τῇ αὐτοῦ ζωῇ, ἦν ὅμως θνητόν, τοῦ θείου Λόγου ταπεινοῦντος ἑαυτὸν καὶ συγκαταβιβάζοντος, καὶ τῇ ἀπαθείᾳ καθ’ ὑπόστασιν ἡνωμένον, πάθητον ὅμως ἦν· οὕτω καὶ τῷ φωτὶ καθ’ ὑπόστασιν ἡνωμένον οὔπω μεταποιηθὲν εἰς φῶς ἦν πρὸ τῆς ἀναστάσεως· εἰ γὰρ κατ’ αὐτὴν τὴν γέννησιν φωτεινὸν ἀνελάβετο, ὡς ἐν τῇ μεταμορφώσει δέδειχε, καθάπερ ἐγὼ τινῶν ἤκουσα ἀποφλαυριζόντων, ἐδείκνυ δὲ μόνον οἷς ἐβούλετο, τῶν ἄλλων ἀποσκιάζων τὰς ὄψεις, πρῶτον μὲν ὑποψίαν εἰσάγει, εἰ μὴ τὸ φαίνεσθαι φωτεινὸν φαντασία τις ἦν, μὴ ἄρα καὶ τὸ φαίνεσθαι· ἔπειτα τί δεῖ τῆς δευτέρας γεννήσεως, τῆς μείζονος καὶ τελειοτέρας, τῆς ἐξ ἀναστάσεως λέγω, καθ’ ἣν πρωτότοκος ἐκ νεκρῶν λέγεται, εἰ μὴ ὅτι σπείρεται ἐν φθορᾷ, ἐγείρεται, ἐν ἀφθαρσίᾳ, σπείρεται σῶμα ψυχικόν, ἐγείρεται σῶμα πνυματικόν; Εἰ γὰρ διὰ παθημάτων τὸν ἀρχηγὸν τῆς ζωῆς ἡμῶν ἐτελείωσε, δῆλον ὅτι τελειωτὸν ὁ Χριστὸς ἀνέλαβε σῶμα οὐ τέλειον. Διὸ καὶ τὸ εἰρήμενον παρὰ τοῦ Ἰωάννου, Τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἑρμηνευόμενον παρὰ τοῦ Γρηγορίου, τῷ βίῳ τούτῳ καὶ τῷ σαρκίῳ, μή ποτε περὶ τοῦ κυριακοῦ σώματος εἴρηται, καὶ βίου, διὰ τοῦ καὶ παθητοῦ καὶ τῆς ταπεινότητος δεικνύοντος τὴν θεότητα. Τί γὰρ θαυμαστὸν σκότος τὸ τοῦ Κυρίου σῶμα ὑπὸ τῆς Γραφῆς καλεῖσθαι διὰ τὴν ταπείνωσιν ἐν ᾗ ἐφάνη, ὅπου γε καὶ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας ἐνδεδύσθαι φησὶν αὐτὸν ἡ θεία Γραφή; Εἰ γὰρ ἐν τῷ Χριστῷ ἀπεξεδύσατο, πρῶτον ἐνδεδυμένος ἦν, ὅθεν μήτε λέγομεν ἐφ’ ὕβρει τοῦ Χριστιανισμοῦ, ἢ διαφανὲς εἶναι, καὶ ἀερῶδες τὸ σῶμα τοῦ Χριστοῦ, ἢ ἐκ τῆς ἁγίας μητρὸς αὐτοῦ οὕτω φωτεινὸν ἀναλαβεῖν αὐτό, οἷον τότε ἔδειξε καὶ ἔσται ἐξ ἀναστάσεως, μήτε ἐνούσιον τοῦτο τὸ φῶς τῇ θεότητι.

Ταῦτα καὶ τὰ πολλῷ τούτων χείρω καὶ ἀτοπώτερα ἰδοῦσα ἡ μετριότης ἡμῶν καὶ πάσης ἀσεβείας μεστά, καὶ τοῦ διαβόλου γεννήματα κρίνασα, προσκαλεσαμένη καὶ αὖθις αὐτόν, συμπαρόντος μοι καὶ πάλιν τοῦ ἱερωτάτου μητροπολίτου Ἐφέσου καὶ ὑπερτίμου, εἶπε πρὸς αὐτὸν οὕτως, ὡς Ἐνέτυχον μέρεσί τισι τῶν σῶν συγγραμμάτων, καὶ εὗρον αὐτὰ πάσης δυσσεβείας πεπληρωμένα. Τοῦ τε γὰρ ὅρου τῆς πίστεως, τοῦ ἱεροῦ, φημί, τῆς συνόδου τόμου, ὃν σὺν τῷ ἁγίῳ συμβόλῳ ἡ καθ’ ἡμᾶς Ἐκκλησία στέργει, ὡς ἐκ τῶν θείων Γραφῶν καὶ τῶν συνοδικῶν καὶ πατρικῶν λόγον συντεθειμένον, καὶ ἀνάπτυξιν ὄντα τοῦ θείου συμβόλου τῆς πίστεως· ὡς γοῦν ἀνατροπὴν ἐκείνου, καὶ ὅτι καὶ τὸ λάμψαν ἐν τῷ ὄρει φῶς τῆς τρισυποστατου θεότητος ἐν προσώπῳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ φανερῶς λέγουσιν εἶναι κτίσμα, τὰς τῶν ἁγίων Πατέρων καὶ διδασκάλων φωνὰς καθάπαξ ἀποβαλλόμενα, τὰς διδασκούσας ἄκτιστον αὐτὸ εἶναι θεότητα, καὶ φυσικὴν αὐτοῦ δόξαν καὶ λαμπρότητα, καὶ ἀΐδιον καὶ ἀνάρχον χάριν, διὰ τοῦτο εἶπον αὐτὰ πάσης δυσσεβείας μεστὰ καὶ τῆς ὀρθοδόξου τοῦ Χριστοῦ Ἐκκλησίας ἀλλοτρία. Ὁ δὲ λόγοις μὲν προσεποιεῖτο καὶ αὖθις ὑπείκειν τοῖς δοκοῦσι τῇ ἁγίᾳ τοῦ Χριστοῦ Ἐκκλησίᾳ, ὑπούλως καὶ ῥερᾳδιουργημένως τοῦτο λέγων, οὐκ ἀπὸ ψυχῆς ὀρθῆς, ἰσχυρίζετο δὲ ψευδόμενος, μὴ εἰδέναι ὅλως τί οἱ θεοφόροι τῆς Ἐκκλησίας Πατέρες καὶ διδάσκαλοι ῥητῶς οὕτω λέγουσιν, ἄκτιστον εἶναι τὸ φῶς ἐκεῖνο. Πρὸς ἃ καὶ αὖθις ἤκουσε παρ’ ἑμοῦ ὅτι ἢ εἰδὼς τοῦτο, τὸν μὴ εἰδότα ἐπίτηδες ὑποκρίνεται, ἢ εἰ καὶ ἀγνοῶν, ὡς λέγει, τυγχάνει, ἀλλ’ ἑκὼν ἀγνοεῖ. Ἐπείπερ εἰ ἐβούλετο, εὗρεν ἂν εὐθὺς τοῦτο φανερῶς ἐν τοῖς τῶν ἁγίων πανταχοῦ συγγράμμασι κείμενον. Καὶ οὐκ ἔστι δὲ τοῦτο ἀνθρώπου ὀρθοῦ, καὶ μαθεῖν βουλομένου τὸ ἀληθές, τὸ παρέρχεσθαι μὲν καὶ παραβλέπειν τὰς τῶν ἁγίων ῥήσεις, ἐν αἷς φανερῶς τοῦτο λέγουσι, ἑτέρας δὲ προφέρειν, ἐνδεχομένας ἴσως καὶ ἄλλως ἐξηγηθῆναι. Ἀλλὰ μᾶλλον εἰ βούλοιτο πληροφορῆσαι ἡμᾶς ἐν ἅπασι, δεῖ αὐτὸν καὶ τὸν ἱερὸν ὑπογράψαι τόμον, ὡς καὶ ἡμεῖς, καὶ τὰ κακῶς παρ’ αὐτοῦ συγγραφέντα ἀνατρέψαι, οὐ λόγοις μόνον ἁπλῶς, ἀλλὰ καὶ συγγράμμασιν. Ἐπειδὴ καὶ λόγος μὲν ὀφείλει καταλύεσθαι λόγῳ, γράμματα δὲ γράμμασι. Τοῦ δὲ ἀνθυπενεγκόντος, ὅτι Γράψαι μὲν ἕτερα πρὸς ἀνατροπὴν ὧνπερ ἔγραψα, οὐ δύναμαι· ἐπεὶ ἅπερ ἐφρόνουν συνεγραψάμην, καὶ οὐκ ἔχω πάλιν ἐναντία γράψαι· λέγω δὲ ἅπερ ἡ Ἐκκλησία λέγει, καὶ οὐ καταλύω αὐτὰ λόγοις, καὶ τοῦτο ψευδῶς καὶ ὑπούλως λέγων, καὶ οὐκ ἀληθῶς, ὡς ὕστερον ἀνεφάνη· ἡ μετριότης ἡμῶν ἀναγκαῖον ἔλεγον εἶναι πρὸς αὐτὸν καὶ ἀπαραίτητον τὸ συγγράμματι πάλιν μικρῷ ἑτέρῳ καταλῦσαι καὶ ἀνατρέψαι τὰ πρότερα, τοῖς τῶν θεοφόρων Πατέρων καὶ διδασκάλων τῆς Ἐκκλησίας λόγοις χρώμενον· οὐδὲ γὰρ ὑποστρέψει παραυτίκα πρὸς τὸ ἅγιον ὄρος, ἀλλ’ ἐνταῦθα παραχειμάσειν ὀφείλει. Δι’ ἅπερ ἐνετειλάμην αὐτῷ καὶ τὰς ἱερὰς βίβλους ἀναγνῶναι, δυναμένας αὐτῷ παρασχεῖν πολλὴν τὴν ὠφέλειαν, καὶ μάλιστα τὰ πρακτικὰ τῆς ἁγίας καὶ οἰκουμενικῆς ἕκτης συνόδου, τόν τε πρὸς Πύῤῥον διάλογον τοῦ θείου Μαξίμου, καὶ τὴν δογματικὴν βίβλον τοῦ θεοφόρου Πατρὸς Ἰωάννου τοῦ Δαμασκηνοῦ. Ὁ δὲ πᾶς ἑμοὶ σκοπὸς ἐτύγχανεν ὤν, ἵνα ταύτας ἀναγνούς, καὶ τῶν ἱερῶν τῆς ὑγιοῦς ἡμῶν πίστεως δογμάτων ἐν γνώσει γεγονώς, εἶτα καὶ τοὺς παρ’ ἡμῶν λόγους ἀσμένως δέξηται, καὶ πᾶσαν ἀμφιβολίαν ἀπὸ τῆς ἰδίας περιέληται ψυχῆς καὶ πρὸς κατάλυσιν χωρῆσαι τῶν ἑαυτοῦ δυσσεβῶν συγγραμμάτων δι’ ἑτέρων ἐναντίων. Ὁ δὲ πρὸς ἡμᾶς μὲν ἐδόκει καλῶς δεχόμετος ταῦτα, καὶ ὡς ἡμεῖς ἐβουλόμεθα, καὶ τὸ πᾶν αὐτοῦ θέλημα τάχα ἡμῖν ἀνετίθει, καὶ τῇ ἡμετέρᾳ διαγνώσει καὶ διακρίσει· πρὸς τοὺς ἔξω δὲ πάντας τὰ ἐναντία καὶ φρονῶν καὶ λέγων ἐφαίνετο, Ἵνα τί μοι δέδωκεν ὁ πατριάρχης, φάσκων, ἀναγνῶναι τὰ βιβλία, ὥσπερ ἂν εἰ μὴ εἶδον αὐτά; Ἐγὼ καλῶς ἀναγνοὺς ταῦτα καὶ μετὰ πολλῆς ἐπιμελείας, γινώσκω καὶ τὰ ἐγκείμενα τούτοις. Ὁ δὲ τὰ μὲν ἐμὰ συγγράμματα καὶ τὰς ἐν αὐτοῖς ἀπορίας οὐ λύει, ἀναγνῶναι δέ μοι λέγει τὰ τῶν ἁγίων βιβλία. Καὶ πολλὰ ἕτερα τοσαῦτα καὶ πλείονα τούτων ἔλεγεν, ἅπερ ἀκούων ἐγὼ παρὰ πολλῶν, τὸν ἀγνοοῦντα ὑπεκρινόμην. Ἐν τούτοις οὖν τῶν πραγμάτων ὄντων, γράφει τῷ ὁσιωτάτῳ καθηγουμένῳ τῆς ἱερᾶς λαύρας πιττάκιον, οὗ καὶ ἀναγνωσθέντος ἐκεῖ, πάντες ὁμοῦ διεταράχθησαν, καὶ ἡσυχασταὶ καὶ ἱερωμένοι, καὶ μοναχοὶ πάντες. Καὶ συναχθέντες ἅμα μετὰ τοῦ θεοφιλεστάτου ἐπισκόπου Ἱερισσοῦ καὶ ἁγίου ὄρους ἀνεθεμάτισαν τοῦτον, ὡς ἀσεβῆ καὶ ἀδιόρθωτον. Εἶτα πέμπουσιν ἐκεῖνοι τὸν εὐλαβέστατον ἱερομόναχον κὺρ Ἰωσὴφ πρὸς τὴν ἡμῶν μετριότητα μετὰ καὶ ἐγγράφων ἀναφορῶν τοῦ ῥηθέντος θεοφιλεστάτου ἐπισκόπου, τοῦ ὁσιωτάτου καθηγουμένου τῶν ἡσυχαστῶν, καὶ τῶν ἱερέων, δεόμενοι καὶ παρακαλοῦντες διὰ τῶν εἰρημένων ἀναφορῶν τὸ κῦρος δέξασθαι καὶ παρ’ ἡμῶν τὸν ἀναθεματισμὸν τοῦτον, καὶ ἀποβληθῆναι, καὶ καθαιρεθῆναι, καὶ μὴ δεχθῆναι τὸ σύνολον τοῦτον. Ἐπεὶ καὶ αὐτοὶ οὐ παρ’ ἑαυτῶν πεποιήκασιν, ὅσον πεποιήκασιν, ἀλλὰ μᾶλλον ἐξακολουθοῦντες τῇ καθολικῇ τοῦ Χριστοῦ Ἐκκλησίᾳ, καὶ τῷ ἱερῷ τῆς συνόδου τόμῳ, διαγορεύοντι τὰ αὐτὰ πάσχειν, εἴ τις εὑρεθείη τὰ αὐτὰ καὶ φρονῶν, καὶ λέγων, καὶ συγγραφόμενος τῷ τε Βαρλαὰμ καὶ τῷ Ἀκινδύνῳ. Ἀπέστειλαν δὲ καὶ τὸ πρὸς τὸν ὁσιώτατον καθηγούμενον γραφὲν παρ’ αὐτοῦ πιττάκιον, πρὸς ἔνδειξιν τῆς αὐτοῦ δυσσεβείας. Ἅτινα πάντα ἰδοῦσα ἡ μετριότης ἡμῶν, ἀνάγκην ἔσχε δεῖξαι ταῦτα πρὸς τὴν περὶ αὐτὴν ἱερὰν καὶ μεγάλην σύνοδον. Ὅτι καὶ τοσούτου παρῳχηκότος καιροῦ, ἀφ’ οὗπερ οὖτος ᾖλθεν ἐνταῦθα, οὐκ ἐγνώρισεν αὐτῇ τὰ κατ’ αὐτόν, διὰ τὸ ἀκούειν παρ’ αὐτοῦ τὴν ἡμῶν μετριότητα στέργειν ἅπερ ἡ τοῦ Χριστοῦ Ἐκκλησία στέργει, καὶ καταλύειν τὰ αὐτοῦ συγγράμματα, ὡς ἐκεῖνος ἔλεγε. Διὰ ταῦτα μὲν οὖν ἕως τοῦ νῦν οὐχ ἐκοινώσατο ταῦτα τῇ περὶ αὐτὴν ἱερᾷ καὶ μεγάλῃ συνόδῳ, ἀναμενοῦσα τὴν ἐκείνου καθαρὰν μετάνοιαν. Ἐπεὶ δὲ τὰ ἀπὸ τοῦ ἁγίου ὄρους γράμματα ἐδέξατο, ἀνάγκην ἔσχε περὶ τούτων ἁπάντων καὶ αὐτῇ κοινώσασθαι. Καὶ δῆτα συνσθροισθέντων τῶν ἱερωτάτων ἀρχιερέων καὶ ὑπερτίμων, τοῦ Καισαρείας, τοῦ Ἐφέσου, τοῦ Κυζίκου, διὰ γνώμης πρὸς τὴν ἡμῶν μετριότητα, τοῦ Χαλκηδόνος, τοῦ Βιζύης, καὶ τοῦ Βρύσεως, ἀλλὰ δὴ καὶ τῶν εὑρεθέντων ἐν τῇ βασιλίδι τῶν πόλεων θεοφιλέστατων ἐπισκόπων, τοῦ μὲν Ἐφέσου, τοῦ Βορείας, καὶ τοῦ Ποταμίας, τοῦ δὲ Ἡρακλείας, τοῦ Πανίου, καὶ τοῦ Περιστάσεως, παρόντων καί τινων ἀρχιμανδριτῶν καὶ ἡγουμένων τῶν ἀπὸ τῆς βασιλίδος ταύτης τῶν πόλεων, τοῦ τε τιμιωτάτου ἀρχιμανδρίτου τῆς σεβασμίας μονῆς τοῦ Στουδίου ἱερομονάχου κὺρ Μακαρίου, καὶ ἑτέρων, καὶ μοναχῶν ἀπὸ τῶν ἐγκρίτων, προσεκλήθη παρὰ τῆς ἡμῶν μετριότητος καὶ ὁ Πρόχορος, ὥστε εἰπεῖν ἔμπροσθεν τῆς ἱερᾶς καὶ μεγάλης συνόδου ἅπερ, ὡς ἐδόκει, πρὸς ἐμὲ αὐτὸν ἰδίως καὶ πολλάκις ἔλεγεν, ὅτι τῇ τοῦ Χριστοῦ Ἐκκλησίᾳ ἀκολουθῶν στέργει μὲν ἅπερ αὕτη φρονεῖ, καταλύει δὲ τὰ ἑαυτοῦ συγγράμματα, διὸ καὶ παραγενόμενον, καὶ προσηνῶ αὐτὸν καὶ ἠμέρως ἐδέξατο ἡ μετριότης ἡμῶν, καὶ προετρέψατο εἰπεῖν ἅπερ βούλεται. Ὁ δὲ ἀρξάμενος διηγεῖσθαι, πρῶτον μὲν ᾐτιᾶτο φθόνον κατ’ αὐτοῦ τῶν λαυριωτῶν, ὡς αὐτὸς ἔλεγεν· ἔπειτα προϊὼν ἔδειξεν ὡς ἅπερ ἔλεγε πρός με ἰδίως, ψεῦδος ἦν ἅπαντα, καὶ ὑπόκρισις, καὶ δόλος. Δέον γὰρ ὂν νῦν μᾶλλον ἐπὶ τῆς ἱερᾶς συνόδου τοῦτο εἰπεῖν, καὶ ἀναθεματίσαι μὲν τὰ ἑαυτοῦ δυσσεβῆ καὶ παράνομα συγγράμματα. προσελθεῖν δὲ τῇ τοῦ Χριστοῦ Ἐκκλησίᾳ καὶ συγγνώμην αἰτήσασθαι, καὶ στέρξαι ἅπερ αὐτὴ στέργει καὶ φρονεῖ καὶ διδάσκει, ὁ δὲ πᾶν τοὐναντίον ἐποίει, τὰ ἑαυτοῦ συγγράμματα ζητῶν εἰς μέσην παραχθῆναι τὴν σύνοδον, καὶ ἀναγνωσθῆναι, καὶ νέα δόγματα καλῶν, ἅπερ ἡ Ἐκκλησία διδάσκει, καὶ λέγων ὅτι Ταῦτα στέργω τὰ παρ’ ἐμοῦ συγγραφέντα, οἷσπερ ὁ βουλόμενος ἀντιλέγειν παρίτω, καὶ τὰς ἐν αὐτοῖς ἀπορίας λυέτω. Προτροπῇ οὖν τῆς ἡμῶν μετριότητος παρήχθησαν τὰ συγγράμματα ταῦτα, καὶ ἀνεγνώσθησαν μέρη τινά, ἅπερ ἀνωτέρω κατὰ μέρος ἐτέθησαν, καὶ ἕτερα τοιαῦτα, ὧν ἀναγινωσκομένων, σφοδρῶς οὗτος περὶ ταῦτα διέκειτο λύσιν ζητῶν τῶν ἐν αὐτοῖς ἀποριῶν κατὰ τὸν αὐτοῦ διδάσκαλον Βαρλαάμ, ὃς τοιαῦτα λέγων ἀπὸ τῆς κατ’ αὐτοῦ τότε συγκροτηθείσης συνόδου, παρ’ αὐτῆς ἀπεκρούσθη τέλεον, τῶν ἱερῶν ἀναγνωσθέντων κανόνων, δι’ ὧν ἀπηγόρευται καὶ οὐδαμῶς παρακεχώρηται τοῖς κατ’ αὐτὸν καὶ πᾶσι τοῖς ἄλλοις περὶ δογμάτων ὅλως κινεῖν, καὶ τοῖς ἄλλοις ἀνάγκην ἐπιτιθέναι περὶ τοιούτων ἀπολογεῖσθαι. Μόνοις γὰρ δοθῆναι τοῦτο τοῖς ἀρχιερεῦσι παρὰ Θεοῦ. Κατ’ ἐκεῖνον οὖν καὶ οὖτος τὰ ὅμοια λέγων, ἤκουσε παρὰ τῆς ἡμῶν μετριότητος ὡς ἕως ἂν οὕτω περὶ τὰ ὀρθὰ διάκειται τῆς Ἐκκλησίας δόγματα, καὶ φανερῶς ἀντιλέγῃ τούτοις, οὐδεμίαν ἀντιλογίαν οὔτε λύσιν ἀκούσεται παρ’ ἡμῶν. Πόθεν καὶ γὰρ τὴν λύσιν ἐπενέγκειμεν ἂν τῶν ἱερῶν διδασκάλων τῆς Ἐκκλησίας μὴ στεργομένων παρ’ αὐτοῦ, ἀλλ’ ἀναιρουμένων ὅσον τὸ κατ’ αὐτόν; Ὅταν δὲ συγγνώμην αἰτήσηται, καὶ ἀναθεματίσῃ τὰ ἑαυτοῦ συγγράμματα, καὶ τὴν κακίστην καὶ δυσσεβῆ δόξαν, καὶ ἀνατρέψῃ ταῦτα ἑτέρῳ συγγράμματι, καὶ γένηται κατὰ πάντα ὑπήκοος τῇ Ἐκκλησίᾳ ὡς μαθητής, τότε καὶ εἴ τι ἀπορεῖται παρ’ αὐτοῦ, ἑτοίμως ἔχομεν ἡμεῖς ἀπὸ τῶν θείων Γραφῶν καὶ τῶν θεοφόρων Πατέρων καὶ διδασκάλων ἡμῶν ῥᾳδίως ἐπιφέρειν τὴν λύσιν. Ὁ δέ, ἀκούων, οὐδὲ παρεδέχετο ταῦτα, ἀλλ’ ἰσχυρῶς ἀντέκειτο λύσιν ζητῶν, καὶ ἀναγινώσκεσθαι ἀπαιτῶν ταῦτα. Ὡς οὖν ἀνεγινώσκοντο, καὶ φανερῶς ἐφαίνοντο δυσσεβείας πάσης μεστά, καὶ ἀναθεματιζόμενα συνεχῶς παρὰ τῆς θείας συνόδου, αὐτὸς καὶ τούτων λίαν ἦν ὑπερμαχῶν καὶ τῇ αὐτῶν καταλύσει δακνόμενος. Περὶ μὲν οὖν τοῦ θειτάτου τῆς μεταμορφώσεως φωτὸς ὑπομαχῶν, καὶ κτιστὸν αὐτὸ δεῖξαι βουλόμενος, πρὸς τοῖς ἄλλοις καὶ τοῦτο λέγει, ὅτι τοιοῦτον ἦν, οἷον τὸ φανὲν ἐν τῷ προσώπῳ τοῦ Μωσέως. Καὶ γάρ, φησί, τὴν δόξαν ἐκείνην καὶ τὴν λαμπρότητα καταργουμένην καὶ παυομένην φησὶν ὁ Παῦλος. Περὶ ἧς καὶ ἐρωτηθεὶς παρὰ τῆς ἡμῶν μετριότητος εἰπεῖν ὅ τι φρονεῖ, Ἐγένετο, φησί, καὶ ἐφάνη ἐν τῷ προσώπῳ τοῦ Μωσέως, εἶτα ἔπαυσε, καὶ διελύθη καὶ εἰς τὸ μὴ ὂν ἐχώρησε, καὶ νῦν οὐκ ἔστιν οὐδέν· οἷον ἦν καὶ τὸ ἐν τῷ προσώπῳ τοῦ Χριστοῦ λάμψαν φῶς· οὐ γὰρ ὡς λαμπρότης τις ἦν, ἐνιδρυμένη τῇ οὐσίᾳ τοῦ Θεοῦ, ἀλλ’ ὡς τῇ θεότητι ἀναφθὲν διὰ τῆς θείας ψυχῆς.

Πρὸς ταῦτα ἡ μετριότης ἡμῶν εἶπεν, ὡς εἰ καὶ καταργουμένην ὁ θεῖος Παῦλος ταύτην φησί, ἀλλ’ οὐ τοιαύτην ὥστε διαλυθῆναι, καὶ εἰς τὸ μὴ ὂν χωρῆσαι. Θεία γὰρ χάρις οὖσα καὶ ἔλλαμψις, καὶ ἐνέργεια φυσικὴ καὶ παντοδυνάμου θεότητος, ἔλαμψεν ἐν τῷ Μωσῇ, ὥστε μὴ δύνασθαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸν αὐτὸν ἀτενίζειν ἄνευ παραπετάσματος· τοσοῦτον τὸ ἐκείνου κατελάμπρυνε πρόσωπον. Μένει δὲ καὶ ἔστιν εἰς τὸ διηνεκὲς παυσαμένου τοῦ προσώπου εἰς ὅπερ ἐκείνη ἐφαίνετο, ἀλλ’ οὐκ ἐκείνη πέπαυται. Πέπαυται μὲν γὰρ μὴ φαινομένη ἐκεῖ, ἀλλ’ οὐχ ὥστε καὶ εἰς τὸ μὴ ὂν διαλυθῆναι. Ὁ δὲ Χριστὸς οὐκ ἔξωθεν εἶχε τὴν ἄῤῥητον ἐκείνην δόξαν καὶ τὸ θειότατον φῶς. Φησὶ γὰρ ὁ Δαμασκηνὸς θεῖος Ἰωάννης, Σήμερον φωτὸς ἀπροσίτου ἄβυσσος, σήμερον αἴγλης θείας χύσις ἀπεριόριστος, ἐν Θαβὼρ τῷ ὄρει τοῖς ἀποστόλοις αὐγάζεται. Νῦν ἑωράθη τὰ τοῖς ἀνθρωπίνοις ἀθέατα ὄμμασι, σῶμα γήϊνον θείαν ἀπαυγάζον λαμπρότητα, σῶμα θνητὸν δόξαν πηγάζον θεότητος. Ὁ γὰρ Λόγος σάρξ, ἡ σάρξ τε Λόγος ἐγένετο, εἰ καὶ μὴ τῆς οἰκείας ἐξέστη ἑκάτερον φύσεως. Ὢ τοῦ θαύματος! Οὐκ ἔξωθεν ἡ δόξα τῷ σώματι προσεγένετο, ἀλλ’ ἔνδοθεν ἐκ τῆς ἀῤῥήτῳ λόγῳ ἡνωμένης αὐτῷ καθ’ ὑπόστασιν τοῦ Θεοῦ Λόγου ὑπερθέου θεότητος. Καὶ πάλιν· Ἀλλὰ Μωσῆς μὲν ἔξωθεν τῆς δόξης προσγινομένης δοξάζεται, ὁ δὲ Κύριος Ἰησοῦς οὐκ ἐπίκτητον ἔσχε τὸ τῆς δόξης ὡράϊσμα, ἀλλ’ ἐκ τῆς ἐμφύτου τῆς θείας δόξης λαμπρότητος. Καὶ ὁ θεῖος δὲ Χρυσόστομος ἐν τῇ πρὸς Κορινθίους δευτέρᾳ ἐπιστολῇ οὕτω λέγει· Ἡμεῖς δὲ πάλιν ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν καθάπερ ἀπὸ Κυρίου Πνεύματος. Καὶ μετ’ ὀλίγον· Τὶ δέ ἐστι, Τὴν δόξαν Κυρίου κατοπτριζόμενοι τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα, σαφέστερον μὲν τοῦτο ἐδείκνυτο, ἡνίκα τῶν σημείων τὰ χαρίσματα ἐνήργει, πλὴν οὐδὲ νῦν δύσκολον αὐτὸ κατιδεῖν, πιστοὺς ὀφθαλμοὺς ἔχοντι. Ὁμοῦ τε γὰρ βαπτιζόμεθα, καὶ ὑπὲρ τὸν ἥλιον ἡ ψυχὴ λάμπει τῷ Πνεύματι καθαιρομένη. Καὶ οὐ μόνον ὁρῶμεν εἰς τὴν δόξαν τοῦ Θεοῦ, ἀλλὰ καὶ ἐκεῖθεν δεχόμεθα τινὰ αἴγλην. Ὥσπερ γὰρ εἰ ἄργυρος καθαρὸς πρὸς τὰς ἀκτῖνας κείμενος καὶ αὐτὸς ἀκτῖνας ἐκπέμψειεν, οὐκ ἀπὸ τῆς οἰκείας φύσεως μόνον, ἀλλὰ καὶ ἀπὸ τῆς λαμπηδόνος τῆς ἡλιακῆς, οὕτω καὶ ἡ ψυχὴ καθαιρομένη, καὶ ἀργύρου λαμπρότερα γινομένη, δέχεται ἀκτῖνα ἀπὸ τῆς δόξης τοῦ Πνεύματος, καὶ ταύτην ἀντιπέμπει. Διὸ καί φησι, Κατοπτριζόμενοι τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης τοῦ Πνεύματος εἰς δόξαν τὴν ἡμετέραν τὴν ἐγγενομένην, καὶ τοιαύτην οἵαν εἰκὸς ἀπὸ Κυρίου Πνεύματος. Καὶ πάλιν ἀπὸ τῆς αὐτῆς ὁμιλίας· Θέλεις ἰδεῖν καὶ διὰ τοῦ σώματος λάμπουσαν ταύτην. Ἀτενίσαντας φησίν, εἰς τὸ πρόσωπον Στεφάνου, εἶδον ὡς πρόσωπον ἀγγέλου, ἀλλ’ οὐδὲν τοῦτο πρὸς τὴν ἔνδον ἐναστράπτουσαν αἴγλην. Ὅπερ γὰρ ὁ Μωϋσῆς ἐπὶ τοῦ προσώπου εἶχε, τοῦτο οὖτος ἐπὶ τῆς ψυχῆς περιέφερε, μᾶλλον δὲ καὶ πολλῷ πλέον. Ἔτι δὲ ἀναγινωσκομένων τῶν συγγραμμάτων αὐτοῦ, εὑρέθη λέγων, ὅτι οὐκ ἔστι τὸ φῶς τῆς μεταμορφώσεως ἐκεῖνο οὗπερ μέλλουσιν ἀπολαύσειν οἱ δίκαιοι, ἀλλὰ τοῦτό ἐστιν ὅπερ ὄψονται καὶ οἱ πονηροί. Καὶ τὸν Αὐγουστῖνον φέρει μάρτυρα· δῆθεν, παρεξηγούμενος τὸ ἐκείνου ῥητὸν τὸ λέγον, ὅτι ἐπεὶ καὶ οἱ ἀγαθοὶ καὶ οἱ πονηροὶ ὄψονται τὸν κριτὴν ζώντων καὶ νεκρῶν, πόῤῥω πάσης ἀμφιβολίας, οὐκ ἂν ἄλλως αὐτὸν οἱ πονηροὶ ἰδεῖν δυνηθεῖεν, ὅτι μὴ κατὰ τὴν μορφὴν καθ’ ἣν υἱὸς ἀνθρώπου ἐστίν· ὅμως μέντοι γε ἐν τῇ δόξῃ αὐτοῦ καθ’ ἣν κρινεῖ, καὶ οὐκ ἐν τῇ ταπεινώσει αὐτοῦ καθ’ ἣν κέκριται, καὶ ἐρωτηθείς πῶς νοεῖ τό, ἐν τῇ δόξῃ αὐτοῦ, τὴν δόξαν εἶπε τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ, ἣν μετὰ Πατρὸς καὶ τοῦ Πνεύματος ἔχει κτιστὴν πεφυκυῖαν, ἥτις καὶ ἐν τῷ προσώπῳ τοῦ Χριστοῦ ἐφάνη ἐν τῷ ὄρει, καθ’ ἣν ὄψονται αὐτὸν οἱ πονηροί. Ἀλλ’ ἡ μετριότης ἡμῶν οὐχ οὕτως εἴρηκεν ἔχειν ταῦτα, ἀλλὰ τοῦτό ἐστιν ὅπερ ὁ θεῖος Αὐγουστῖνός φησιν, ὅτι οὐκ ὄψονται τὸν Κύριον οἱ πονηροὶ ἐν τῇ ταπεινώσει αὐτοῦ, ὡς κατάκριτον, ἐν ὕβρει καὶ χλεύῃ, καὶ ἀτιμίᾳ καὶ ἀδοξίᾳ, ἀλλ’ ἐν τῇ δόξῃ καὶ τιμῇ αὐτοῦ, τουτέστιν ὡς κριτὴν τῶν ἁπάντων. Τοῦτο γὰρ καὶ αὐτὸς ἐπάγει λέγων, Ἐν τῇ δόξῃ αὐτοῦ καθ’ ἣν κρινεῖ, καὶ οὐκ ἐν τῇ ταπεινώσει αὐτοῦ καθ’ ἣν κέκριται, ἥτις δόξα οὐκ ἔστιν ἐκείνη ἡ δόξα ἡ κοινὴ τῆς τρισυποστάτου θεότητος, ἡ ἐν τῷ προσώπῳ τότε φανεῖσα τοῦ Χριστοῦ, ἀλλ’ ἕτερον εἶδος τῆς αὐτοῦ δόξης, καθ’ ἣν δηλονότι κριτὴς ἐλεύσεται κρῖναι ζῶντας καὶ νεκρούς. Οὐδὲ γὰρ ὁ Πατήρ, φησί, κρίνει οὐδένα, ἀλλὰ τὴν πᾶσαν κρίσιν δέδωκε τῷ Υἱῷ, ἵνα πάντες τιμῶσι τὸν Υἱόν, καθὼς τιμῶσι τὸν Πατέρα. Ἀλλ’ ἐκεῖνος ἀσπὶς ἦν πρὸς ταῦτα βύων τὰ ὦτα τοῦ μὴ ἀκοῦσαι φωνῆς ἐπᾳδόντων τὰ θεῖα λόγια.

Πρὸς ταῦτα οὖν καὶ πρὸς τὰ ἑτέρα τὰ ἀναγνωσθέντα, ἐν οἷς διαφορὰν ὅλως θείας οὐσίας καὶ θείας ἐνεργείας οὐ λέγει, ἀλλὰ καὶ πολλὰς λέγει θεότητας κτιστάς, συκοφαντῶν καὶ τὸν ἅγιον Διονύσιον ὡς δῆθεν λέγοντα τοῦτο. Ἀπὸ τούτων οὖν πάντων, μᾶλλον δὲ ἀπὸ μόνης τῆς ἐπιγραφῆς τῶν αὐτοῦ συγγραμμάτων, ἔδει πάντως ἀποκηρύξαι τοῦτον καὶ τῷ ἀναθέματι παραπέμψαι ὡς ἀλλότριον τῆς τοῦ Χριστοῦ Ἐκκλησίας. Ἀλλ’ ἡ μετριότης ἡμῶν, καὶ ἡ περὶ αὐτὴν ἱερὰ καὶ μεγάλη σύνοδος τῇ συνήθει τῆς Ἐκκλησίας φιλανθρωπίᾳ χρώμενοι, καὶ ἔτι τὴν ἐπιστροφὴν αὐτοῦ ἀναμένοντες, καὶ καιρὸν ἀπολογίας αὐτῷ δεδώκαμεν, καὶ τοιαῦτα λέγειν ἐν τῇ συνόδῳ παρήκαμεν. Προτροπῇ δὲ τῆς ἡμῶν μετριότητος ἀνεγνώσθησαν καὶ αἱ παρὰ τῶν Ἁγιορειτῶν ἀναφοραὶ περὶ τούτου, καὶ τὸ τούτου πρὸς τὸν ὁσιώτατον καθηγούμενον Πιττάκιον, μυρίας ἔχον τὰς ἀτοπίας δι’ οἰκειοχείρων αὐτοῦ γραμμάτων. Ἔλεγε γάρ, Τυγχάνω ἀναδοχῆς παρὰ τῶν βασιλέων καὶ τοῦ πατριάρχου, πιστευσάντων ἀδικίαν εἶναι καὶ συκοφαντίαν καὶ φθόνον τὰ εἰς ἐμὲ γεγενημένα, ἐκεῖνα λέγων ἅπερ δικαίως ἔπαθεν ἐκεῖ παρὰ τῶν λαυριωτῶν δι’ ἅπερ ἔλεγε.

Περὶ ὧν ἤκουε παρ’ ἑμοῦ ὅτι κάκιστα εἰσί, καὶ αὐτὸς δῆθεν ὑπετίθει ταῦτα τῇ Ἐκκλησίᾳ. Καὶ μετ’ ὀλίγα· Καὶ περὶ μὲν τοῦ τόμου καὶ τῶν ἐγκλημάτων τῶν λαυριωτῶν οὕτως ἀπηλλάγημεν ῥᾳδίως· πολλὰ δὲ ἀξιώσαντός με τοῦ πατριάρχου ἵνα εἴπωμεν εἴ τι ἔχομεν ἐπιλαμβάνεσθαι τῶν συγγραμμάτων τοῦ Παλαμᾶ, ἔδωκα αὐτῷ πραγματείας δύο, καὶ ἔχει ταύτας ἤδη μῆνας δύο, οὔπω δὲ ἀπελογήσατο τίποτε. Πλὴν καὶ οὕτως ἡμᾶς τῆς ἄκρας ἀξιοῖ τιμῆς καὶ ἀγάπης, καὶ θαυμάζει ἐπὶ σοφίᾳ, καὶ δείκνυσι τὰ συγγράμματα τοῖς ἐν τῇ Ἐκκλησίᾳ σοφοῖς, ζητῶν κοινὴν συνηγορίαν τῶν δογμάτων τοῦ Παλαμᾶ. Διὸ καὶ ἀναθεματίζουσι καὶ ἀφορίζουσι πάντας τοὺς ἐξεγείραντάς με εἰς τὸ συγγράφεσθαι, ὡς δι’ αὐτοὺς εἰς τοὺς ἐσχάτους κινδύνους τῆς Ἐκκλησίας ἐλθούσης· ἐμὲ δὲ ἀξιοῦσι λῦσαι τὴν ἀντιλογίαν, καὶ χαλεπῶν ὀχλήσεων ἀπαλλάξαι τὴν Ἐκκλησίαν. Εἰς ὃ καὶ μὴ ἐνδιδόντος ἐμοῦ, κοινὸν ἔρανον ποιησάμενοι ... δεδώκασί μοι κατὰ τὸ παρὸν ... ἵνα καρτερήσω ἐνταῦθα τὸν χειμῶνα, πολλὰ πρὸς τοῦτο ἀξιώσαντος τοῦ βασιλέως τοῦ Καντακουζηνοῦ καὶ τοῦ πατριάρχου, ἵνα μετὰ ἀνέσεως εὐπορήσωσιν ἀπολογίας, μέχρι γὰρ τούτου μὲ ἀξιοῦσι προσκαρτερῆσαι· ἔλεγεν αὐτολεξεὶ ἐναντία πάντως ὧν ἔλεγε πρὸς ἐμέ, καὶ ψευδῆ καὶ ἀνυπόστατα. Ἐμέλλομεν οὖν καὶ πλείονα προσθήσειν, ἀλλ’ ἀπὸ τούτων φανερῶς ὄντων ψευδῶν καὶ ἀνυποστάτων, καὶ ἐχόντων τὸν ἔλεγχον, δεῖ καὶ τὰ ἕτερα νοεῖν. Παρακατιὼν πάλιν φησίν· Σὺ δὲ λέγεις καὶ κατηγορεῖς μου διὰ τὰ Ἀκινδύνου, καὶ πιστεύω ὅτι ὁ πατριάρχης ἔνι πολλὰ μεγαλώτερος παρὰ τὴν ἁγιωσύνην σου, καὶ ἀντιλέγω αὐτῷ καὶ νῦν ἐγγράφως, καὶ πάλιν οὐδέν με ἰσχαίνεται οὕτως, ὡς παριστᾷς σὺ τὸν ἑαυτόν σου, ψευδῆ καὶ ἐν τούτῳ λέγων· μᾶλλον μὲν οὖν ἔδωκέ μοι τὰ συγγράμματα αὐτοῦ, ὡς ἔλεγεν ἵνα κατακαυθῶσι. Καὶ μετ’ ὀλίγα· Ἐμὲ κατηγορήσατε, καὶ τέως μέχρι τῆς σήμερον εἰμὶ ἀκαταδίκαστος, ἡμεῖς δὲ κατηγορεῖσθε εἰς αἱρέσεις ἀδιηγήτους· τὴν γὰρ ὁμολογίαν ἣν ἀπῃτήσατε τὸν ἀδελφόν μου, ἔφερον τοῖς ἐνταῦθα, καὶ εὑρέθη παρὰ τῇ συνόδῳ μόνον ὅτι ἔχει τέσσαρας αἱρέσεις· μίαν, ὅτι ἔλεγεν ὅτι γίνονται οἱ ἄνθρωποι πράγματι καὶ ἀληθείᾳ θεοί, ὥσπερ ὁ Χριστὸς πράγματι καὶ ἀληθείᾳ ἄνθρωπος. Δευτέραν αἵρεσιν περιεῖχεν, ὅτι ἔλεγε πράγματι καὶ ἀληθείᾳ ἑωρακέναι τοὺς προφήτας τὸν Θεόν, ἀλλ’ οὐ τυπικῶς καὶ συμβολικῶς. Εἰ γὰρ ὁ Θεὸς ὤφθη τοῖς ἀνθρώποις, ὡς πάρδαλις, καὶ λέων, καὶ ἀρνίον, καὶ μαργαρίτης, καὶ καθήμενος, καὶ παλαιὸς ἡμερῶν, καὶ ταῦτα οὐκ ἦσαν τύποι καὶ σύμβολα, ἀλλὰ πράγματι καὶ ἀληθείᾳ ἔνι ὁ Θεὸς ταῦτα, τί ἀθλιώτερον τῆς πίστεως τῶν Χριστιανῶν; Τρίτον ὅτι τὸ ἐν Θαβωρίῳ φῶς οὐκ ἔστι κτιστὸν καὶ ἄκτιστον, θνητὸν καὶ ἀθάνατον, πρόσκαιρον καὶ αἰώνιον. Ἀγνοεῖτε γάρ, ὡς φαίνεται, τὸ διττὸν τῆς φύσεως τοῦ Χριστοῦ καὶ τὸ ἑνιαῖον τῆς ὑποστάσεως. Ἐν δὲ τῷ τετάρτῳ ὅτε ἐλέγετε ὁρᾶσθαι τὴν ἐνέργειαν τοῦ Θεοῦ ὡς φῶς, πάντες ἐγέλασαν. Ἐπεὶ οὐδὲ ἐνόησαν τὶ λέγετε, ἀλλ’ ἦν ἄγροικον τὸ πρᾶγμα καὶ ἀνόητον. Διὰ ταῦτα ὑβρίζεται, δέσποτά μου, ἡ ἁγιωσύνη σου ὡς αἱρετικὸς καὶ τὸ μοναστήριον ὅλον οὐ δι’ ἐμέ, καὶ βόθρον ὃν ὠρύξατε ἐμοί, ἐνεπέσετε ὑμεῖς. Ταῦτα δὲ πάντα κατηγόρησε τῆς θείας συνόδου ψευδῶς. Οὔτε γὰρ εἶδεν αὐτὸς ποτὲ συνηγμένην αὐτήν, οὔτε ἤκουσε τοιαῦτα ποτὲ παρ’ αὐτῆς, εἰ μήπου σύνοδον λέγει τοὺς ὁμόφρονας καὶ ὁμοδόξους αὐτῷ. Ἐκεῖνοι γὰρ ἴσως εἶπον ταῦτα, οἱ καὶ χαίροντες ἀεὶ ἐν τοῖς τοιούτοις, καὶ ταῦτα λέγοντες· ἡμεῖς δὲ τοὺς ἐν τῷ ἁγίῳ ὄρει κατοικοῦντας ὀρθδόξους ἔχομεν καὶ τῶν ὀρθῶν δογμάτων προασπιστὰς καὶ τῶν αἱρετικῶν διώκτας, καὶ ὥσπερ δὲ λέγει τὴν ὁμολογίαν ἔχειν ἐκείνην, οὐχ ὡς ἐκείνη διέξεισι, προὔθηκε ταῦτα. Ἀλλὰ καὶ ταῦτα κακῶς ἐκείνης ἀπέσπασε. Ἀναγνωσθεῖσα γὰρ ἐπὶ τῆς ἱερᾶς συνόδου καὶ ὀρθόδοξος εὑρέθη καὶ μηδὲν ἄξιον κατηγορίας ἔχουσα. Ἃ γὰρ κατηγορεῖ ταύτης, ἔχουσιν ἐπὶ λέξεως οὕτω· Τοὺς τὴν τοῦ Θεοῦ μέθεξιν πράγματι καὶ ἀληθείᾳ γίνεσθαι δοξάζοντας ἐν Πνεύματι, δι’ ἣν προφῆται, καὶ Θεοῦ παῖδες, καὶ θεοὶ χρηματίζουσιν ἄνθρωποι καθώσπερ καὶ Θεὸς πράγματι καὶ ἀληθείᾳ γέγονεν ἄνθρωπος, στέργω καὶ ἀποδέχομαι. Τοὺς δὲ κατὰ σχέσιν καὶ μίμησιν, ἀναλογίαν τε μόνον τῆς ἐν τοῖς κτίσμασι θεωρουμένης σοφίας τὸν Θεὸν ὡς ἐν αἰνίγματι νοεῖσθαί τε καὶ φαντάζεσθαι λέγοντας, ἀναθεματίζω. Ἔτι τοὺς θείᾳ χάριτι καὶ διὰ τῆς τῶν ἐντολῶν ἐργασίας καθαίρεσθαι λέγοντας τὴν τοῦ ἀνθρώπου καρδίαν, καὶ οὕτω τὴν Θεοῦ ἐνοίκησιν κατ’ ἐνέργειαν ἐν ταύτῃ γίνεσθαι, καὶ ὡς φῶς τοῖς ἀξίοις ὁρᾶσθαι, ὃ δὴ φῶς ἡ βασιλεία οὐρανῶν, ἔλλαμψίς τε θεία καλεῖται, στέργω, καὶ ἀποδέχομαι. Τοὺς δὲ διαλοιδορουμένους καὶ κωμῳδοῦντας τούτους ὡς ἐνθουσιῶντας καὶ ὀμφαλοψύχους, καὶ καινοῦ φωτὸς λατρευτὰς ἀναθεματίζω. Ὅτι δοξάζω πράγματι καὶ ἀληθείᾳ γεγονέναι τὰς κατὰ καιρὸν ἐν τοῖς ἁγίοις γενομένας ὀπτασίας ἐν Πνεύματι· οἷον τὴν τοῦ Ἡσαΐου, τὴν τοῦ Ἀββακούμ, καὶ τὴν τοῦ θεσπεσίου Παύλου ἐν τῇ ὁδῷ ἀληθινὴν ἔλλαμψιν, τοὺς δὲ κατὰ φαντασίαν ταύτας γεγονέναι λέγοντας ἀναθεματίζω. Ἔτι πιστεύω καὶ δοξάζω τὸ ἐν Θαβωρίῳ τῆς τοῦ Χριστοῦ μεταμορφώσεως φῶς ἄκτιστον εἶναι καὶ ἀΐδιον, ἀνάρχον τε καὶ ἀτελεύτητον θεότητα, φυσικὴν ἀκτῖνα, οὐσιώδη καὶ θείαν ἐνέργειαν, ἔλλαμψίν τε καὶ λαμπρότητα καὶ κάλλος ἐράσμιον τῆς τοῦ Θεοῦ Λόγου θεότητος. Τοὺς δὲ λέγοντας αὐτὸ κτιστὸν καὶ ἄκτιστον, ὁράτον καὶ ἀόρατον, θνητὸν καὶ ἀθάνατον, ἔτι τε σύμβολον αἰσθητόν, φάσμα τε καὶ ἴνδαλμα νοήσεων ἀδρανέστερον, ἀναθεματίζω. Περὶ τούτου οὖν τοῦ θείου φωτὸς ἐρωτηθεὶς ὁ Πρόχορος, πῶς τὸ αὐτὸ καὶ ἓν ὄν, κτιστὸν καὶ ἄκτιστον λέγει, Ἐπειδὴ καὶ ὁ Χριστός, εἶπεν, ἄκτιστός ἐστι καὶ κτιστός. Ὥσπερ γὰρ ἐκεῖνος διπλοῦς ὑπάρχων, Θεὸς καὶ ἄνθρωπος δηλαδή, ὡς μὲν Θεὸς ἄκτιστός ἐστιν, ὡς δὲ ἄνθρωπος κτιστός· οὕτω καὶ τὸ φῶς ἐκεῖνο τὸ λάμψαν ἀπὸ τοῦ Χριστοῦ κτιστοῦ καὶ ἀκτίστου πεφυκότος κτιστὸν καὶ ἄκτιστον ἂν εἴη.

Ἀλλ’ ὁ Χριστός, εἴρηκεν ἡ μετριότης ἡμῶν, σύνθετός ἐστιν ἐκ θεότητος καὶ ἀνθρωπότητος, καὶ διὰ τοῦτο σῳζομένων τῶν ἑκατέρων ἰδιωμάτων, κτιστός ἐστι καὶ ἄκτιστος· τὸ δὲ φῶς ἐκεῖνο ἓν ὄν, καὶ τῆς τοῦ Χριστοῦ θεότητος, μᾶλλον δὲ τῆς τρισυποστάτου θεότητος αἴγλη καὶ ἔλλαμψις καὶ οὐ τῆς σαρκός, οὐδὲ γὰρ ἡ σὰρξ αὐτὴ καθ’ ἑαυτὴν ἔχει φῶς, πῶς δυνατὸν τὸ ἓν καὶ ἄκτιστον εἶναι καὶ κτιστόν; Πρὸς ἅπερ ἀντιλέγων ἐκεῖνος, Ἀλλ’ ἐγώ, φησί, φῶς αὐτὸν νοῶ τὸν Χριστὸν τὸν μονογενῆ Υἱὸν τοῦ Θεοῦ μετὰ τοῦ καθ’ ἡμᾶς προσλήμματος, καὶ διὰ τοῦτο καὶ ἄκτιστον αὐτὸν λέγω καὶ κτιστόν. Ἡ δὲ μετριότης ἡμῶν, Λοιπόν, εἶπεν, ἐν τοῖς σοῖς συγγράμμασι τοῖς πρὸ ὀλίγου ἀναγινωσκομένοις, κτιστὸν μόνον κατασκευάζων εἷναι τὸ φῶς ἐκεῖνο, αὐτὸν τὸν Χριστὸν τὸν μονογενῆ Υἱὸν τοῦ Θεοῦ, τὸν δι’ ἡμᾶς ἄνθρωπον χρηματίσαντα, ἔλεγες εἶναι κτιστὸν μόνον κατὰ τὰς σὰς ὑπολήψεις, καὶ οὐ κτιστὸν καὶ ἄκτιστον, καὶ διατὶ λοιπὸν Ἄρειον μόνον ἐλαύνομεν τὰ αὐτὰ καὶ σοῦ βλασφημοῦντος ἐκείνῳ, μᾶλλον δὲ καὶ πολλῷ χείρω καὶ ἀτοπώτερα; οὐδὲ γὰρ ἔχεις ἀντιλέγειν ὅτι τοῦτο οὐκ εἶπας· αὐτὰ γὰρ τὰ συγγράμματα φανερῶς δεικνύουσι τοῦτο. Ὁ δὲ πρὸς ταῦτα οὐδὲν ἀπεκρίνατο. Οὐδὲ γὰρ ἀκούειν ἤθελε τοῦ θείου Πατρὸς Ἰωάννου τοῦ Δαμασκηνοῦ, διαῤῥήδην λέγοντος, ὅτι ἔμπροσθεν τῶν μαθητῶν μεταμορφοῦται ὁ ἀεὶ ὡσαύτως δεδοξασμένος καὶ λάμπων ἀστραπῇ θεότητος· ἀνάρχως μὲν γὰρ ἐκ τοῦ Πατρὸς γεννηθείς, τὴν φυσικὴν ἀκτῖνα ἄναρχον κέκτηται τῆς θεότητος· καὶ ἡ τῆς θεότητος δόξα καὶ δόξα τοῦ σώματος γίνεται· καὶ αὖθις· Καὶ ἔλλαμψε, φησίν, ὁ ἥλιος· οὐχ ὅτι μὴ τοῦ ἡλίου λαμπρότερον, ἀμήχανον γὰρ ἐν τῇ κτίσει τὸ ἄκτιστον εἰκονίζεσθαι, ἀλλ’ ὅσον ἐχώρουν καθορᾷν οἱ βλέποντες· οὐδὲ τοῦ μεγάλου Ἀθανασίου λέγοντος, Οὐδεὶς ἀνθρώπων δύναται Θεοῦ οὐσίαν γυμνὴν ἰδεῖν οὐδαμοῦ. Ὅθεν πρόδηλον ὅτι οὐ τὴν οὐσίαν τοῦ Θεοῦ ἔβλεπον οἱ ἅγιοι, ἀλλὰ τὴν δόξαν, ὡς καὶ περὶ τῶν ἀποστόλων γέγραπται, ὅτι διαγρηγορήσαντες ὁ Πέτρος καὶ οἱ σὺν αὐτῷ, εἶδον τὴν δόξαν αὐτοῦ.

Ἐπεὶ δὲ πρὸς τοῖς ἄλλοις καὶ τοῦτο ἔλεγεν ἐν τῷ πρὸς τὸν ὁσιώτατον καθηγούμενον Πιττάκιον αὐτοῦ περὶ τοῦ Θεσσαλονίκης, τοῦ ἱεροῦ δηλαδὴ Γρηγορίου, ὅτι δῆθεν οὐκ ἔγραψεν ἡ μετριότης ἡμῶν πρὸς τὸ ἅγιον ὄρος τὸν Ἄθω ἵνα ἑορτάζηται, οὐδὲ γὰρ αὕτη ἑορτάζει τοῦτον ἐνταῦθα, διὸ καὶ οὐκ ἀφῆκε κριθῆναι τοῦτον συνοδικῶς μετὰ τῶν ἀποσταλέντων ἐκεῖθεν, τοῦ τε τιμιωτάτου ἱερομονάχου κὺρ Μαλαχίου, καὶ τοῦ τιμιωτάτου μοναχοῦ κὺρ Ἰώβ, περιποιουμένη τὴν τῆς ἱερᾶς λαύρας τιμήν, ἵνα μὴ ἀτιμωθῇ ὡς ἔξω τῶν κανόνων πράττουσα, διὰ ταῦτα δέον ἔκρινεν ἡ μετριότης ἡμῶν εἰπεῖν τι περὶ τούτου.

Εἴρηκεν οὖν, ὅτι τὸν ἅγιον ἐκεῖνον ἑγὼ καὶ θεοφόρον ἄνδρα, τὸν ἱερὸν λέγω Γρηγόριον, καὶ ἀπὸ τῆς αὐτοῦ πολιτείας τῆς θαυμαστῆς ἐκείνης καὶ ἰσαγγέλου, καὶ τῶν μεγάλων ἀγώνων οὓς ἠγωνίσατο κατά τε τῶν παθῶν καὶ τῶν δαιμόνων, ὅσα ἐμὲ εἰδέναι τὸν ἐκείνου πεπειραμένου μάλιστα, ἔτι τε καὶ ἀφ’ ὧν ὑπὲρ τῆς ἱερᾶς τοῦ Χριστοῦ Ἐκκλησίας γενναίως ἠγωνίσατο, καὶ ταύτης προέστη, καὶ συγγράμμασι καὶ λόγοις καὶ διαλέξεσι καὶ παντὶ τῷ δυναμένῳ στηρίξας αὐτήν, ἅγιον ἔχω τοῦτον, καὶ τῶν μεγάλων ἐκείνων διδασκάλων τῆς Ἐκκλησίας τῶν θεοφόρων Πατέρων κατ’ οὐδὲν ἐλλείποντα. Καὶ μαρτυροῦσι τῷ λόγῳ τὰ ἐμὰ πρὸς ἐκεῖνον ἐγκώμια, διά τε κανόνων καὶ ὕμνων ἐμοὶ πονηθέντα, καὶ ὅσα ὁ παρ’ ἐμοῦ συγγραφεὶς ἐκείνου βίος, καί τινων ἐγκωμίων μέρη. Μάλιστα δὲ ἀκριβῶς πεπληροφόρημαι τοῦτο καὶ στέργω καὶ τιμῶ τοῦτον ὡς ἅγιον ἀπὸ τῶν θαυμάτων αὐτοῦ, ἃ μετὰ τὴν ἐνθένδε πρὸς Θεὸν ἐκδημίαν εἰργάσατο, ἰαμάτων πηγὴν τὸν ἴδιον ἀναδείξας τάφον. Ἅπερ πληροφορηθῆναι βουλόμενος ἐγώ, οὐχ ὡς ἀμφιβάλλων περὶ τούτων, οἶδα γὰρ τὸν ἐκείνου βίον ἄξιον ὄντα τοιαῦτα ποιεῖν, ἀλλὰ διὰ τοὺς ἀμφιβάλλοντας καὶ τοὺς ἀπιστοῦντας αὐτοῖς, ἐμήνυσα τῷ ἐμῷ ἀδελφῷ τῷ μεγάλῳ οἰκονόμῳ τῆς Ἐκκλησίας ἐκείνης, ἵνα ἐξετάσῃ καὶ εὕρῃ τινὰ τῶν θαυμάτων ἐκείνου, καὶ γράψῃ μοι ταῦτα. Ὁ δὲ οὐ πρότερον ἠβουλήθη τοῦτο ποιῆσαι, πρὶν ἢ τοὺς ἰαθέντας αὐτούς, καὶ τῶν θαυμάτων ἀπολαύσαντας ἀμέσως θεάσηται, καὶ λάβῃ παρ’ αὐτῶν μαρτυρίαν, ὅτι ἀληθῆ εἰσι τὰ λεγόμενα, καὶ οὕτως ἔγραψε πρός με, καὶ ἀπέστειλε ταῦτα, λαβὼν ἀξιοπίστους μάρτυρας. Ἀλλὰ καὶ ὁ πρὸ ἐμοῦ πατριάρχης ἀκούων ταῦτα, ἔγραψε πρὸς τοὺς ἐπισκόπους τῆς Θεσσαλονίκης, καὶ πρὸς τοὺς ἐκκλησιαστικούς, ἵνα συναχθέντες ὁμοῦ εὕρωσι τὰ ὁμολογούμενα καὶ προφανῆ θαύματα καὶ γράψωσι, καὶ ὑπογράψωσι, καὶ ἀποστείλωσι πρὸς αὐτόν, οἵτινες καὶ αὐτοὶ ὁμοίως πεποιήκασι, συναχθέντες εἰδήσει καὶ ὁρισμῷ καὶ τῆς μακαρίτιδος ἐκείνης καὶ ἁγίας δεσποίνης τῆς μητρὸς τοῦ κρατίστου καὶ ἁγίου ἡμῶν αὐτοκράτορος, καὶ τοὺς ἰαθέντας αὐτοὺς προσκαλούμενοι, καὶ μετ’ ἀσφαλείας λαμβάνοντες παρ’ αὐτῶν τὴν μαρτυρίαν, ὅτι ἀληθῆ εἰσι τὰ περὶ τούτων λεγόμενα. Οἳ καὶ γράψαντες ταῦτα καὶ ὑπογράψαντες, πρὸς τὸν πρὸ ἐμοῦ πατριάρχην ἀπέστειλαν, ὡς καὶ τὰ γράμματα μαρτυρεῖ παρ’ ἡμῖν ἀρτίως. Διὰ τοῦτο καὶ ἐγὼ ἐν τῷ μοναστηρίῳ τοῦ Ἀκαταλήπτου καθήμενος, καὶ ἰδιάζων, περιφανῆ τινα καὶ μεγάλην ἑορτὴν ἐπετέλουν τῷ ἁγίῳ τούτῳ, καὶ τοὺς τῆς μεγάλης Ἐκκλησίας ταύτης μελῳδοὺς ἔχων μετ’ ἐμοῦ, καὶ πολλοὺς τῶν τοῦ κλήρου, καὶ νῦν πάλιν ἐπανελθὼν εἰς τὸν ὑψηλὸν τοῦτον θρόνον, ἐπεὶ οἱ λαυριῶται ἔγραψαν καὶ ἀνέφερον ἡμῖν περὶ τούτου, ἔγραψα πρὸς ἐκείνους, ἵνα πᾶς ὁ βουλόμενος ἑορτάζῃ τούτῳ κατ’ ἰδίαν. Καὶ νῦν τοῦτο λέγω, ὅτι πᾶς ὁ θέλων, ἑορτὴν ἀπιτελεῖν τούτῳ ἀκωλύτως ταύτην ποιείτω. Ἐν τῇ μεγάλῃ δὲ Ἐκκλησίᾳ οὐκ ἐποιοῦμεν τοῦτο, καὶ καθόλου ἐν ταῖς λοιπαῖς ἐκκλησίαις πανταχοῦ, ὅτι οὔπω περὶ τούτου τῇ ἱερᾷ συνόδῳ ἐκοινωσάμην. Νῦν δὲ ἀπόφασιν δεδώκαμεν καὶ γνώμην κοινήν, ἵνα ἑορτάζηται. Τοῦτο δὲ σύνηθές ἐστι γινόμενον ἐν τοῖς ἁγίοις οὓς ὁ Θεὸς δοξάζει· οἷον γέγονε καὶ ἐπὶ τῷ ἁγίῳ Ἀθανασίῳ τῷ οἰκουμενικῷ πατριάρχῃ. Ἐπεὶ γὰρ ὁ Θεὸς ἐκεῖνον ἐδόξασε διὰ τῶν θαυμάτων, καὶ μήπω τῆς Ἐκκλησίας ἀναστηλωσάσης αὐτόν, ἑορτὴν ἐπετέλουν περιφανῆ οἱ τοῦ μοναστηρίου αὐτοῦ μοναχοί, καὶ τὴν ἱερὰν αὐτοῦ εἰκόνα ἔφερον ἐν τῇ μεγάλῃ Ἐκκλησίᾳ κατὰ Κυριακὴν τῆς ὀρθοδοξίας, καὶ ἐν ταῖς λοιπαῖς λιτανείαις διὰ μέσης τῆς πόλεως ἐπὶ χρόνοις πολλοῖς, ὕστερον δὲ τῆς ἱερᾶς συνόδου τοῦτο εἰπούσης, καὶ ἐν τῇ μεγάλῃ Ἐκκλησίᾳ ἑορτάζεται, καὶ ἐπὶ ἄλλοις δὲ πολλοῖς γέγονεν ἁγίοις ἀνδράσι καὶ γυναιξίν, ὧν τὰ τίμια λείψανα κεῖνται ἐν πολλοῖς τῶν κατὰ τὴν βασιλίδα ταύτην τῶν πόλεων εὐαγῶν μοναστηρίων, καὶ ἑορτάζονται παρὰ τοῦ βουλομένου παντός, μήπω τῆς Ἐκκλησίας εἰπούσης τοῦτο οὐκ ἔτι. Τοιοῦτον οὖν γέγονε καὶ ἐπὶ τοῦ ἱεροῦ Γρηγορίου· πῶς γὰρ οὐκ ἂν ἔχοιμεν αὐτὸν ἅγιον καὶ θεοφόρον ὃν ὁ Θεὸς ἐδόξασεν οὕτω διὰ θαυμάτων, ὡς καὶ πολλοὺς ἑορτάζειν τούτῳ περιφανῶς ἐν ἑτέραις πόλεσι, καὶ μάλιστα ἐν τῇ Θεσσαλονίκῃ, καὶ ναὸν ἀνεγεῖραί τινα ἐπὶ τῷ τούτου ὀνόματι ἐν τῇ Καστορίᾳ, καὶ ἀλλαχοῦ πολλοὺς ἑορτὰς ἐκτελεῖν πανδήμους αὐτῷ; Ἅγιον οὖν ἔχω τοῦτον, καὶ τῆς Ἐκκλησίας διδάσκαλον, καὶ τῶν μεγάλων ἐκείνων θεοφόρων Πατέρων καὶ διδασκάλων ἕνα, ἅπερ ἡ θεία σύνοδος καὶ ἀπεδέξατο καὶ ἐπῄνεσεν. Οὕτως οὖν προβάσης τῆς ὑποθέσεως, καὶ ὑπὲρ τῶν αὐτοῦ συγγραμμάτων ἐνστάντος πολλὰ τοῦ Προχόρου, καὶ ἐπεκδικοῦντος αὐτὰ κατὰ κράτος, καὶ πολλὰ φιλονεικήσαντος, ἀνάγκην ἔσχεν ἡ ἱερὰ σύνοδος ἀποφήνασθαι τίνα γνώμην ἔχει περὶ αὐτοῦ. Καὶ ἐρωτηθέντες ἕκαστος τῶν ἱερωτάτων μητροπολιτῶν, καὶ τῶν θεοφιλέστατων ἐπισκόπων, πάντες εἶπον, ὅτι ἐπεὶ τὰ αὐτοῦ συγγράμματα, καὶ αὐτὸς δὲ οὖτος παρὼν φαίνεται πολλὰς δυσσεβείας καὶ παρανομίας ἔχων, καὶ φρονῶν, καὶ λέγων, καὶ συγγραφόμενος, καὶ μὴ μόνον ἑπόμενος ταῖς τοῦ Βαρλαὰμ καὶ Ἀκινδύνου πονηροτάταις δόξαις, ἀλλὰ καὶ ἕτερα, καὶ πατήρ, καὶ ἐφευρετὴς πολλῶν αἱρέσεων γεγονώς, εἰ μὲν μεταμεληθείη γνησίως, ἀναθεματίσας τὰ ἑαυτοῦ συγγράμματα, καὶ ἕτερα γράψας ὑπὲρ τῆς ὀρθῆς ἡμῶν πίστεως, δεχόμεθα αὐτὸν οὐχ ὡς ἱερέα, ἐπεὶ προστάτης ἐστὶ καὶ ἐφευρετὴς πολλῶν ἀτόπων αἱρέσεων, ἀλλ’ ἁπλῶς ὡς Χριστιανόν· ἀμεταμέλητον δὲ τυγχάνοντα καὶ ἀδιόρθωτον, καὶ καθηρημένον αὐτὸν ἔχομεν πάσης ἱεροπραξίας, καὶ τῷ ἀναθέματι καθυποβάλλομεν, κατὰ τὴν ἐπὶ τούτοις τοῦ συνοδικοῦ τόμου διάγνωσιν καὶ ἀπόφασιν. Πολλῷ γὰρ χείρω καὶ ἀτοπώτερα φαίνεται νοσῶν τοῦ Βαρλαὰμ καὶ Ἀκινδύνου, ὅσῳ καὶ τὰ οἰκεῖα συγγράμματα αὐτὸς ἀφ’ ἑαυτοῦ φέρων ἔδωκε τῇ Ἐκκλησίᾳ, οὐχ ὥστε καταλυθῆναι παρ’ αὐτῆς ἢ στερχθῆναι, ψευδῶς γὰρ ἔλεγε τοῦτο καὶ δολίως, ἀλλ’ ἀναισχυντῶν οὕτω κατὰ τῆς Ἐκκλησίας, καὶ διὰ τοῦτο μᾶλλον πλείονος ὀφείλει πειραθῆναι τῆς δίκης. Ἐπὶ τούτοις ἅπασιν ἡ μετριότης ἡμῶν, τὸ κῦρος τῆς ἀποφάσεως τῆς ἱερᾶς συνόδου ἐπαγαγεῖν ὀφείλουσα, τὰ αὐτὰ μὲν ἐφρόνει καὶ τότε κατ’ αὐτοῦ καὶ αὕτη, καὶ ἔλεγεν· ἔτι δὲ τὴν ἐπιστροφὴν αὐτοῦ καὶ διόρθωσιν βουλομένη, ἐπεὶ ἐρωτηθεὶς οὖτος παρ’ αὐτῆς, τί λέγει πρὸς τὰ παρὰ τῆς ἱερᾶς ἀποφανέντα συνόδου, ἐξῃτήσατο μιᾶς ὑπέρθεσιν ἡμέρας, ὥστε μετὰ σκέψεως ἀπολογίαν τῇ ἐπαύριον δοῦναι, πρόφαστν τοῦτο εἰπών, ἵνα τὴν σύνοδον ἐκφύγῃ, τότε μὲν τέως τὴν ἑαυτῆς οὐκ ἀπεφήνατο γνώμην, ἀλλ’ ἀπελθόντος ἐκείνου, πλατύτερον ὡμίλησε τῇ συνόδῳ περὶ τῆς ὀρθῆς ἡμῶν πίστεως, καὶ τῶν κακίστων ἐκείνου συγγραμμάτων· ὅτε καὶ περὶ ὧν λέγει ὅτι οὐκ ἐξ ἀποκαλύψεως ἔχομεν τὴν πίστιν, εἴρηκεν ἡ θεία σύνοδος, ὅτι Ἡμεῖς μὲν οὐκ ἀπεκαλύφθημεν τὴν πίστιν, ἀλλὰ μαθόντες ἔχομεν αὐτὴν παρὰ τῶν θείων Πατέρων καὶ διδασκάλων ἡμῶν, ἐχόντων αὐτὴν ἐξ ἀποκαλύψεως, καὶ διὰ ταύτης ἐλπίζομεν τῆς σωτηρίας τυχεῖν. Περὶ μέντοι τῶν Ἀριστοτελικῶν συλλογισμῶν, ἐφ’ οἷς ἐκεῖνος μέγα φρονεῖ, καὶ οὓς φῶς ὀνομάζει, οὐδὲ λόγου τινὸς οὐδὲ παρεισδύσεως αὐτοὺς ἀξιοῦμεν. Ἐπεὶ καὶ τῆς ἁγίας καὶ οἰκουμενικῆς καθημένης συνόδου, τῆς ἕκτης φημί, μόνον φανέντας, εὐθὺς τούτους ἀπήλασαν οἱ τὸν σύλλογον ἐκεῖνον συγκροτοῦντες θείοι Πατέρες, οὐδὲν κοινὸν εἰπόντες τούτοις καὶ τοῖς εὐαγγελικοῖς καὶ ἀποστολικοῖς λόγοις. Τῆς δὲ θείας καὶ ἱερᾶς διαλυθείσης τότε συνόδου, ἐπεὶ κατὰ τὴν ἐπιοῦσαν ὁ Πρόχορος οὐκ ᾖλθε κατὰ τὴν ὑπόσχεσιν, μετὰ τρίτην ἡμέραν μηνυθεὶς παρὰ τῆς ἡμῶν μετριότητος, διὰ τῶν ἐντιμοτάτων ἀρχόντων τῶν νοταρίων τῆς καθ’ ἡμᾶς ἁγιωτάτης τοῦ Θεοῦ Μεγάλης ἐκκλησίας, τοῦ τε κὺρ Γεωργίου τοῦ Ματζουκάτου, καὶ κὺρ Δημητρίου τοῦ Μεγιστοῦ, οὐ μόνον ἀπαντῆσαι οὐκ ἠβουλήθη, ἀλλὰ καὶ ὁμοίως ἦν ἀντιλέγων, ὥσπερ ἐν τῇ συνόδῳ, στέργων ἅπερ συνεγράψατο καὶ φρονῶν τὰ αὐτά, λέγων ὅτι Πᾶν ὅπερ ἂν βούλωνται ὁ πατριάρχης καὶ ἡ σύνοδος ποιῆσαι κατ’ ἐμοῦ, ποιησάτωσαν. Μετὰ δὲ ταῦτα συναχθείσης πάλιν τῆς ἱερᾶς συνόδου δι’ ἑτέραν ἐκκλησιαστικὴν δουλείαν, καὶ ζητηθείσης καὶ τῆς προκειμένης ὑποθέσεως, ἀνεγνώσθησαν καὶ ἅπερ κατὰ τῶν τῆς Ἐκκλησίας προστατῶν κακῶς συνεγράψατο, ἐν οἷς καπήλους αὐτοὺς καὶ μαγείρους λέγει ὁ ἀναιδὴς καὶ τὰ θεῖα λόγια καπηλεύων· ὅτε καὶ τὴν καθαίρεσιν ἐξήνεγκεν ἡ θεία σύνοδος κατ’ αὐτοῦ πάλιν, ὡς καὶ τὸ πρότερον, καὶ ἀνεθεμάτισεν αὐτόν, καὶ παῤῥησίᾳ ἐπ’ ἄμβωνος ἀναθεματίσαι ἠθέλησε. Τέως δὲ κατὰ μὲν τὸ πάρον ἀφῆκε τοῦτο, ἀπεφήνατο δέ, ὡς εἰ μὴ μεταμεληθείη ὕστερον, τότε καὶ τοῦτο γενήσεται. Καὶ ἡ μετριότης ἡμῶν σύμφωνον ἐξήνεγκε τὴν ψῆφον καὶ τὴν ἀπόφασιν κατ’ αὐτοῦ, ὡς ἀμετανοήτου καὶ ἀδιορθώτου. Καὶ ἀνεθεμάτισε καὶ αὕτη τοῦτον πολλάκις. Πάλιν δὲ προνοουμένη τῆς ἐκείνου μεταμελείας, ἐμήνυσεν ἐκείνῳ διὰ τοῦ τιμιώτατου μεγάλου σκευοφύλακος τῆς καθ’ ἡμᾶς ἁγιωτάτης τοῦ Θεοῦ Μεγάλης ἐκκλησίας καὶ δικαιοφύλακος, διακόνου κὺρ Γεωργίου τοῦ Περδίκη, τοῦ θεοφιλέστατου ἐπισκόπου Βορείας Ποταμίας, καὶ τοῦ τιμιωτάτου ἱερομονάχου κὺρ Γρηγορίου. Ὁ δὲ καὶ πάλιν τὰ αὐτὰ ἀντεμήνυσεν ἅπερ καὶ πρότερον. Διὰ ταῦτα οὖν ἡ μετριότης ἡμῶν ἅμα τῇ περὶ αὐτὴν ἱερᾷ καὶ μεγάλῃ συνόδῳ τῶν ἱερωτάτων μητροπολιτῶν, καὶ τῶν θεοφιλεστάτων ἐπισκόπων ἔχει αὐτὸν δὴ τὸν ῥηθέντα Πρόχορον ὡς διακείμενον οὐδὲν ἔλαττον τοῦ Βαρλαὰμ καὶ Ἀκινδύνου, ἀλλὰ καὶ τὰ αὐτὰ φρονοῦντα καὶ τὰ αὐτὰ συγγραφόμενον, μᾶλλον δὲ καὶ πολλῷ χείρω καὶ ἀτοπώτερα καὶ δυσσεβέστερα ἐκείνων, ἀργόν τε καὶ καθηρημένον εἰς τὸ διηνεκὲς πάσης ἱεροπραξίας, καὶ τῷ ἀναθέματι καθυποβάλλει κατὰ τὴν τοῦ ἱεροῦ συνοδικοῦ τόμου διάταξιν, οὕτω δαγορεύουσαν κατὰ ῥῆμα· Ἀλλὰ καὶ εἴ τις ἕτερος τῶν ἁπάντων τὰ αὐτά ποτε φωραθείη ἢ φρονῶν, ἢ λέγων, ἢ συγγραφόμενος κατὰ τοῦ ἱερωτάτου Θεσσαλονίκης, μᾶλλον δὲ κατὰ τῶν ἱερῶν θεολόγων καὶ τῆς Ἐκκλησίας αὐτῆς, τὰ αὐτὰ καὶ κατ’ αὐτοῦ ψηφιζόμεθα, καὶ τῇ αὐτῇ καταδίκῃ καὶ τῷ ἀναθέματι καθυποβάλλομεν, εἴτε τῶν ἱερωμένων εἴη τις, εἴτε τῶν λαϊκῶν. Κατὰ γοῦν τὴν τοιαύτην διάταξιν ἐπεὶ εὕρομεν αὐτὸν οὕτω διακείμενον, καθηρημένον αὐτὸν ἔχομεν, καὶ τῷ ἀναθέματι καθυποβάλλομεν καὶ αὐτόν, καὶ πάντας τοὺς ὁμόφρονας καὶ ὁμοδόξους αὐτῷ, καὶ τοὺς ἀκολουθήσοντας, ἢ καὶ ἀκολουθοῦντας αὐτῷ ἐφ’ οἷς βλασφημεῖ, καὶ τοὺς ἐπεκδικοῦντας αὐτόν τε καὶ τὰ αὐτοῦ συγγράμματα ἀκοινωνήτους ἔχομεν.

Εἰ μέντοι μεταμεληθεὶς γνησίως, ὡς εἴρηται, ἀνατρέψας ἑτέρῳ συγγράμματι τὰ ἑαυτοῦ κάκιστα συγγράμματα, καὶ ἀναθεματίσας αὐτά, ὡς ἱερέα μὲν οὐ παραδεχόμεθα, ὡς ἀρχηγὸν καὶ ἐφευρετὴν καινῶν καὶ ἀλλοκωτάτων αἱρέσεων, ὡς Χριστιανὸν δὲ τῆς ἡμετέρας ἀξιώσομεν κοινωνίας, κατὰ τὴν καὶ ἐν τούτῳ τοῦ ἱεροῦ τόμου διάταξιν. Αὐτὸν μέντοι τὸν ἱερὸν συνοδικὸν τόμον, ὃν ἀνατρέψαι δῆθεν ἐπιχειρήσας οὖτος, κατὰ τῆς ἑαυτοῦ μᾶλλον ἐχώρησε κεφαλῆς, στήλην ὀρθοδοξίας ἔχομεν, καὶ κανόνα ἄπταιστον τῶν ὑγιῶν τῆς ἱερᾶς ἡμῶν πίστεως δογμάτων, καὶ τῶν ἱερῶν Εὐαγγελίων καὶ τοῦ θείου συμβόλου ἀνάπτυξιν καὶ ἐξήγησιν, καὶ συναπελθεῖν εὐχόμεθα τοῖς ἐγκειμένοις αὐτῷ δόγμασι. Τοὺς μέντοι κατοικοῦντας ἐν τῷ ἁγίῳ ὄρει τῷ Ἄθω οὐ μόνον ἀνωτέρους ἔχομεν παντάπασι τῶν κατ’ αὐτῶν, μᾶλλον δὲ τῶν κατὰ τῆς τοῦ Χριστοῦ Ἐκκλησίας ἐρεσχελιῶν, ἀλλὰ καὶ ἀσφαλεστάτους τῆς Ἐκκλησίας καὶ τῆς εὐσεβείας προμάχους, καὶ προαγωνιστάς, καὶ βοηθοὺς ταύτης ἀποφαινόμεθα, καὶ τῶν αἱρετικῶν διώκτας, καὶ τὰ παρ’ αὐτῶν πρὸς ἡμᾶς γραφέντα καὶ ὑγιῆ καὶ ὀρθὰ κατὰ πάντα ἔχομεν. Πρὸς τούτοις οὖν ἅπασι παρακελεύεται συνοδικῶς ἡ μετριότης ἡμῶν μηδένα φωραθῆναί ποτε ἐπεκδικεῖν αὐτὸν τὸ σύνολον, μήτε γράμματα πέμπειν αὐτῷ ἔνθα ἂν τύχοι ὁ ἄγων, μήτε δέχεσθαι παρ’ αὐτοῦ· ὡς εἴ τις εὑρεθείη τῶν πάντων ἐν ὁποιῳδήποτε καταλόγῳ καὶ τάξει καὶ σχήματι τυγχάνων, εἴτε τῶν ἱερωμένων καὶ μοναχῶν, εἴτε τῶν λαϊκῶν, τὰ αὐτὰ καὶ φρονῶν καὶ λέγων καὶ συγγραφόμενος τούτῳ κατὰ τῶν Ἁγιωρειτῶν, μᾶλλον δὲ κατὰ τῆς Ἐκκλησίας αὐτῆς, καὶ τὰ αὐτὰ βλασφημῶν καὶ δοξάξων, ἢ καὶ ἐπεκδικῶν αὐτὸν ὅλως, καὶ παθαινόμενος τῇ αὐτοῦ καταδίκῃ οὐ διὰ τὸ φίλοικτον, ἀλλὰ διὰ τὸ συναπαχθῆναι ταῖς τούτου κακίσταις καὶ δυσσεβέσι δόξαις, τὰ αὐτὰ καὶ κατ’ αὐτοῦ ψηφιζόμεθα, καὶ τῇ αὐτοῦ καταδίκῃ καὶ τῷ ἀναθέματι καθυποβάλλομεν.

Αὐτὸν μέντοι τὸν πολλάκις ῥηθέντα Πρόχορον, οὕτω διακείμενον, καὶ οὕτω βλασφημήσαντα, ὡς καὶ μέχρι τοῦτο τολμῆσαι καὶ εἰπεῖν, μὴ ὁπωσοῦν εἶναι χωρὶς ἁμαρτίας τὴν σάρκα ἣν ὁ Θεὸς Λόγος ἀνελάβετο, μηδὲ τελείαν ἐξ αὐτῆς τῆς προσλήψεως, ἀλλὰ τελειωτήν, καὶ ἀποκήρυκτον ἔχομεν καθάπαξ ἀπὸ πάσης τῆς τῶν πιστῶν Ἐκκλησίας, ὡς αἱρέσεις καινὰς καὶ ἀλλοκότους γεννήσαντα, ἃς οὐδεὶς τῶν μετὰ τὴν ἔνσαρκον Χριστοῦ παρουσίαν αἱρετικῶν εἰπεῖν τετόλμηκε, δι’ ἃ καὶ ἀπὸ τούτων ἡ καταδίκη τούτῳ, εἰ μὴ ἄρα μεταμεληθείη ἐπεκυρώθη, καὶ τὰ συνοδικῶς ἡμῖν ἀρτίως διαγνωσθέντα τὸ ἀσφαλὲς ἐν πᾶσι καὶ βέβαιον ἕξει. Καὶ ὁ παρὼν τόμος σύμφωνος πάντως ὢν τοῖς πρὸ αὐτοῦ συνοδικοῖς τόμοις, τὸ κῦρος ἕξει καὶ βέβαιον. Καὶ ἡ ἔνθεσμος διὰ πάντων καὶ κανο­νικὴ αὕτη ψῆφος, γραφεῖσα καὶ ὑπογραφεῖσα ἀρτίως, ἀκίνητος εἰς αἰῶνα τὸν ἅπαντα διατηρηθήσεται τῇ πάντα δυναμένῃ ἐνεργείᾳ καὶ χάριτι τοῦ παντοδυ­νάμου, τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν, ἐν ἔτει ἑξακισχιλιοστῷ ὀκτακοσιοστῷ ἑβδομηκοστῷ ἕκτῳ, κατὰ μῆνα Ἀπρίλλιον τῆς νῦν τρεχούσης ἕκτης ἰνδικτιῶνος.

† Φιλόθεος ἐλέῳ Θεοῦ ἀρχιεπίσκοπος Κωνσταντι­νουπόλεως νέας Ῥώμης καὶ οἰκουμενικὸς πατρι­άρχης.

† Ὁ ταπεινὸς μητροπολίτης Καισαρείας Καππαδο­κίας, πανυπέρτιμος καὶ ἔξαρχος πάσης ἀνατολῆς, Μεθόδιος.

† Ὁ ταπεινὸς μητροπολίτης Ἐφέσου, ὑπέρτιμος καὶ ἔξαρχος πάσης Ἀσίας, Θεοδώρητος.

† Ὁ ταπεινὸς μητροπολίτης Κυζίκου, ὑπέρτιμος καὶ ἔξαρχος πάσης Ἑλλησπόντου Ἀρσένιος.

† Ὁ ταπεινὸς μητροπολίτης Χαλκηδόνος, ὑπέρτιμος καὶ ἔξαρχος πάσης Βιθυνίας, Ἰάκωβος.

† Ὁ ταπεινὸς μητροπολίτης Βιζύης, καὶ τὸν τόπον ἐπέχων τοῦ Σταυρουπόλεως, Νεόφυτος.

† Ὁ ταπεινὸς μητροπολίτης Βρύσεως, Θεοδώρητος.

† Ὁ ταπεινὸς ἐπίσκοπος Βορείας Ποταμίας, Θεο­φύλακτος.

† Ὁ ταπεινὸς ἐπίσκοπος Πανίου, Ἰγνάτιος.

† Ὁ ταπεινὸς ἐπίσκοπος Περιστάσεως, Διονύσιος.

Εἶχε καὶ ἀπὸ τοῦ ὄπισθεν μέρους τὰς τῶν δύο πατριαρχῶν ὑπογραφάς.

Ἡμεῖς εἰ καὶ ἐν τῇ βασιλίδι ταύτῃ τῶν πόλεων παρῆμεν, ἀλλ’ ἐπεὶ διά τινα περίστασιν καὶ ἐμποδισμὸν οὐ συμπαρῆμεν τῷ παναγιωτάτῳ δεσπότῃ τῷ οἰκουμενικῷ πατριάρχῃ, τῷ ἐν ἁγίῳ Πνεύματι ποθεινοτάτῳ ἀδελφῷ ἡμῶν καὶ συλλειτουργῷ, καὶ τῇ περὶ αὐτὸν ἱερᾷ καὶ μεγάλῃ συνόδῳ, ὅτε συνοδικῶς ἐλαλοῦντο τὰ ἐνταῦθα δηλούμενα, ὕστερον τὸν παρόντα τόμον γεγονότα παρ’ αὐτῶν καὶ ὑπογραφέντα ἰδόντες καὶ ἡμεῖς καὶ ἀναγνόντες ἀκριβῶς, καὶ ἰδόντες σύμφωνον ὄντα καὶ συνᾴδοντα τοῖς ὑγιαίνουσι δόγμασι τῆς τοῦ Χριστοῦ Ἐκκλησίας, καὶ τῷ σεπτῷ καὶ ἱερῷ συνοδικῷ τόμῳ τῷ προγεγονότι κατὰ τῶν αἱρέσεων τοῦ Βαρλαὰμ καὶ Ἀκινδύ­νου, ἐν ᾧ καὶ ἡμεῖς ὑπεγράψαμεν πρότερον, στέργομεν καὶ ἡμεῖς τοῦτον κατὰ πάντα ὅσα ἔχει, καὶ ἔχομεν αὐτὸν συνᾴδοντα τοῖς ὀρθοῖς δόγμασι τῆς Ἐκκλησίας, καὶ τῷ προτέρῳ συνοδικῷ τόμῳ, καὶ τὸν ἀποκηρυχθέντα παρ’ αὐτῶν αἱρετικὸν τὸν μονα­χὸν Πρόχορον τὸν Κυδώνην ἀργὸν ἔχομεν καὶ καθηρημένον διὰ βίου παντός, καὶ εἰ μὴ μεταμεληθείη, καὶ τῷ ἀναθέματι καθυποβάλλομεν. Διὰ τοῦτο καὶ ὑπογράφομεν τὸν παρόντα τόμον δι’ ἀσφάλειαν.

† Νήφων ἐλέῳ Θεοῦ πάπας καὶ πατριάρχης Ἀλεξανδρείας, Πενταπόλεως, Λιβύης, Αἰθιοπίας, καὶ κριτὴς τῆς οἰκουμένης.

† Λάζαρος ἐλέῳ Θεοῦ πατριάρχης Ἱεροσολύμων, ἁγίας Σιών, πάσης Παλαιστίνης, Συρίας, Ἀραβίας, πέραν Ἰορδάνου, καὶ Κανᾶ τῆς Γαλιλαίας.

Εἶχεν ἀπὸ τοῦ αὐτοῦ ὄπισθεν μέρους καὶ τῶν ἐκκλησιαστικῶν ἀρχόντων ταύτας τὰς ὑπογραφάς.

Ὁ μέγας σακελλάριος τῆς ἁγιωτάτης τοῦ Θεοῦ Μεγάλης ἐκκλησίας διδάσκαλος τῶν διδασκάλων, καὶ ἀρχιδιάκονος τοῦ εὐαγοῦς βασιλικοῦ κλήρου, Θεοδώρητος ὁ Μελητινιώτης.

Ὁ μέγας σκευοφύλαξ καὶ διαιοφύλαξ διάκονος Γεώργιος ὁ Περδίκης.

Ὁ μέγας ἐκκλησιάρχης καὶ δικαιοφύλαξ πρεσβύτερος Ἰωάννης ὁ χαρτοφύλαξ.

Ὁ πρωτέκδικος τῆς ἁγιωτάτης τοῦ Θεοῦ Μεγά­λης ἐκκλησίας Θεοδόσιος πρεσβύτερος ὁ Ματζουκάτος.

Εἶχε καὶ τὰς τῶν λοιπῶν ἐκκλησιαστικῶν ἀρχόν­των καθεξῆς ὑπογραφάς.


Источник: J. P. Migne, Patrologia Graeca, τ. 151, στ. 693-716.

Комментарии для сайта Cackle