Азбука веры Православная библиотека святитель Григорий Палама Исповедание веры 1351 г. [Γρηγορίου τοῦ Παλαμᾶ, Ὁμολογία Πίστεως (1351 μ.Χ.)]

Исповедание веры 1351 г. (Γρηγορίου του Παλαμά, Ομολογία Πίστεως (1351 μ.Χ.))

Источник

ΟΜΟΛΟΓΙΑ ΤΗΣ ΟΡΘΟΔΟΞΟΥ ΠΙΣΤΕΩΣ

ΕΚΤΕΘΕΙΣΑ ΠΑΡΑ ΤΟΥ ΙΕΡΩΤΑΤΟΥ ΜΗΤΡΟΠΟΛΙΤΟΥ ΘΕΣ/ΝΙΚΗΣ

ΚΥΡΙΟΥ ΓΡΗΓΟΡΙΟΥ ΠΑΛΑΜΑ

(1351 μ.Χ.)

Εἷς Θεὸς πρὸ πάντων καὶ ἐπὶ πάντων καὶ ἐν πᾶσι καὶ ὑπὲρ τὸ πᾶν, ἐν Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι παρ’ ἡμῶν προσκυνούμενός τε καὶ πιστευόμενος· μονὰς ἐν Τριάδι καὶ Τριὰς ἐν μονάδι ἀσυγχύτως ἑνουμένη καὶ ἀμερίστως διαιρουμένη, μονὰς ἡ αὐτὴ καὶ Τριὰς παντοδύναμος.

Πατὴρ ἄναρχος, οὐ μόνον ὡς ἄχρονος, ἀλλὰ καὶ ὡς κατὰ πάντα τρόπον ἀναίτιος· μόνος αἰτία καὶ ῥίζα καὶ πηγὴ τῆς ἐν Υἱῷ καὶ ἁγίῳ Πνεύματι θεωρουμένης θεότητος, μόνος αἰτία προκαταρκτικὴ τῶν γεγονότων, οὐ μό­νος δημιουργός, ἀλλὰ μόνος ἑνὸς Υἱοῦ Πατὴρ καὶ Πνεύματος ἑνὸς ἁγίου προβολεύς· ἀεὶ ὤν, καὶ ἀεὶ ὢν Πατήρ, καὶ ἀεὶ ὢν μόνος Πατήρ τε καὶ προβολεύς· μείζων Υἱοῦ καὶ Πνεύματος, τοῦτο μόνον ὡς αἴτιος, τἆλλα δὲ πάντα ὁ αὐτὸς αὐτοῖς καὶ ὁμότιμος.

Οὗ Υἱὸς εἷς, ἄναρχος μὲν ὡς ἄχρονος, οὐκ ἄναρχος δὲ ὡς ἀρχὴν καὶ ῥίζαν καὶ πηγὴν ἔχων τὸν Πατέρα, ἐξ οὗ μόνου πρὸ πάντων τῶν αἰώνων ἀσωμάτως, ἀρρεύστως, ἀπαθῶς, γεννητῶς προῆλθεν, ἀλλ’ οὐ διῃρέθη, Θεὸς ὢν ἐκ Θεοῦ· οὐκ ἄλλος μὲν καθ’ ὃ Θεός, ἄλλος δὲ καθ’ ὃ Υἱός· ἀεὶ ὤν, καὶ ἀεὶ ὢν Υἱὸς καὶ μόνον Υἱός, καὶ ἀεὶ πρὸς τὸν Θεὸν ἀσυγχύτως ὤν· οὐκ αἰτία καὶ ἀρχὴ τῆς ἐν Τριάδι νοουμένης θεότητος, ὡς ἐξ αἰτίας καὶ ἀρχῆς ὑπάρχων τοῦ Πατρός, ἀλλ’ αἰτία καὶ ἀρχὴ τῶν γεγονότων πάντων, ὡς δι’ αὐτοῦ πάντων γεγονότων.

«῝Ος ἐν μορφῇ Θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ’» ἐπὶ συντελείᾳ τῶν αἰώνων «ἑαυτὸν ἐκένωσε, μορφὴν» τὴν καθ’ ἡμᾶς δι’ ἡμᾶς λαβών, καὶ ἐκ τῆς ἀειπαρθένου Μαρίας, εὐδοκίᾳ τοῦ Πατρὸς καὶ συνεργείᾳ τοῦ ἁγίου Πνεύματος, κυηθείς τε νόμῳ φύσεως καὶ γεννηθείς, Θεὸς ὁμοῦ καὶ ἄνθρωπος, καὶ ὡς ἀληθῶς ἐνανθρω­πήσας γέγονεν ὅμοιος ἡμῖν κατὰ πάντα πλὴν ἁμαρτίας· μείνας ὅπερ ἦν, Θεὸς ἀληθινός, ἑνώσας ἀσυγχύτως καὶ ἀτρέπτως τὰς δύο φύσεις καὶ θελή­σεις καὶ ἐνεργείας, καὶ μείνας εἷς Υἱὸς ἐν μιᾷ ὑποστάσει καὶ μετὰ τὴν ἐνανθρώπησιν, ἐνεργῶν τὰ θεῖα πάντα ὡς Θεὸς καὶ τὰ ἀνθρώπινα πάντα ὡς ἄνθρωπος καὶ τοῖς ἀδιαβλήτοις ἀνθρωπίνοις ὑποκείμενος πάθεσιν.

Ἀπαθὴς μὲν καὶ ἀθάνατος ὢν καὶ διαμένων ὡς Θεός, ἑκὼν δὲ σαρκὶ παθὼν ὡς ἄνθρωπος· καὶ σταυρωθεὶς καὶ θανὼν καὶ ταφεὶς καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστάς, ὃς καὶ τοῖς μαθηταῖς μετὰ τὴν ἀνάστασιν ἐπιφανείς, καὶ τὴν ἐξ ὕψους δύναμιν ἐπαγγειλάμενος, καὶ παραγγείλας μαθητεύειν πάντα τὰ ἔθνη καὶ βαπτίζειν «εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος» καὶ τηρεῖν καὶ διδάσκειν ὅσα ἐνετείλατο· αὐτὸς ἀνελή­φθη εἰς τὸν οὐρανὸν καὶ ἐκάθισεν ἐκ δεξιῶν τοῦ Πατρός, ὁμότιμον καὶ ὁμό­θρονον ὡς ὁμόθεον ποιήσας τὸ ἡμέτερον φύραμα, μεθ’ οὗ πάλιν φυράματος ἥξειν μέλλει μετὰ δόξης, κρῖναι ζῶντας καὶ νεκροὺς καὶ ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.

Τότε δὲ πρὸς τὸν Πατέρα ἀνελθὼν ἔπεμψεν ἐπὶ τοὺς ἁγίους αὐτοῦ μαθητὰς καὶ ἀποστόλους τὸ Πνεῦμα τὸ ἅγιον, «ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται»· συνάναρχον μὲν ὂν τῷ Πατρὶ καὶ τῷ Υἱῷ ὡς ἄχρονον, οὐκ ἄναρχον δὲ ὡς καὶ αὐτὸ ῥίζαν καὶ πηγὴν καὶ αἰτίαν ἔχον τὸν Πατέρα, οὐχ ὡς γεννητὸν ἀλλ’ ὡς ἐκπορευτόν· ἐκ Πατρὸς γὰρ καὶ αὐτὸ πρὸ πάντων τῶν αἰώνων ἀρρεύστως καὶ ἀπαθῶς, οὐ γεννητῶς ἀλλ’ ἐκπορευτῶς προῆλθεν, ἀδιαίρετον ὂν τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ, ὡς ἐκ τοῦ Πατρὸς προερχόμενον καὶ ἐν Υἱῷ ἀναπαυόμενον, ἀσύγχυτον καὶ τὴν ἕνωσιν ἔχον καὶ ἀμέριστον τὴν διαίρεσιν.

Θεὸς ὂν καὶ αὐτὸ ἐκ τοῦ Θεοῦ, οὐκ ἄλλος μὲν καθ’ ὃ Θεός, ἄλλος δὲ καθ’ ὃ Παράκλητος, Πνεῦμα αὐθυπόστατον, ἐκ Πατρὸς ἐκπορευό­μενον καὶ δι’ Υἱοῦ πεμπόμενον, τουτέστι φανερούμενον· αἴτιον καὶ αὐτὸ τῶν γεγονότων πάντων, ὡς ἐν αὐτῷ τελεσιουργημένων, τὸ αὐτὸ καὶ ὁμότιμον Πατρί τε καὶ Υἱῷ, χωρὶς τῆς ἀγεννησίας καὶ τῆς γεννήσεως. Ἐπέμφθη δὲ παρὰ τοῦ Υἱοῦ πρὸς τοὺς οἰκείους μαθητάς, τουτέστι πεφανέρωται· πῶς γὰρ ἂν ἄλλως παρ’ αὐτοῦ πεμφθείη τὸ μὴ χωριζόμενον αὐτοῦ; πῶς δ’ ἂν ἄλλως ἔλθοι μοι τὸ ὑπάρχον πανταχοῦ; Δι’ ὃ μὴ μόνον παρὰ τοῦ Υἱοῦ, ἀλλὰ καὶ παρὰ τοῦ Πατρὸς καὶ διὰ τοῦ Υἱοῦ πέμπεται, καὶ παρ’ ἑαυτοῦ ἔρχεται φανερούμενον· κοινὸν γὰρ ἔργον ἡ ἀποστολή, δηλονότι ἡ φανέρω­σις, τοῦ Πνεύματος.

Φανεροῦται δὲ οὐ κατὰ τὴν οὐσίαν· οὐδεὶς γάρ ποτε Θεοῦ φύσιν ἢ εἶ­δεν ἢ ἐξηγόρευσεν, ἀλλὰ κατὰ τὴν χάριν καὶ τὴν δύναμιν καὶ τὴν ἐνέρ­γει­αν, ἥτις κοινή ἐστι Πατρὸς καὶ Υἱοῦ καὶ Πνεύματος. Ἴδιον μὲν γὰρ ἑκάστῳ τούτων ἡ ἑκάστου ὑπόστασις καὶ ὅσα τείνει πρὸς αὐτήν, κοινὰ δὲ οὐχ ἡ ὑπερούσιος οὐσία μόνον, ἡ παντάπασιν ἀνώνυμος καὶ ἀνέκφαντος καὶ ἀμέ­θεκτος, ὡς ὑπὲρ πᾶσαν ἐπωνυμίαν οὖσα καὶ ἔκφανσιν καὶ μετοχήν, ἀλλὰ καὶ ἡ χάρις καὶ ἡ δύναμις καὶ ἡ ἐνέργεια καὶ ἡ λαμπρότης καὶ ἡ βασιλεία καὶ ἡ ἀφθαρσία καὶ πάνθ’ ἁπλῶς καθ’ ἃ κοινωνεῖ καὶ κατὰ χάριν ἑνοῦται τοῖς ἁγίοις ἀγγέλοις τε καὶ ἀνθρώποις ὁ Θεός· μήτε διὰ τὸ μεριστὸν καὶ διάφορον τῶν ὑποστάσεων μήτε διὰ τὸ μεριστὸν καὶ ποικίλον τῶν δυνάμεών τε καὶ ἐνεργειῶν τῆς ἁπλότητος ἐκπίπτων. Οὕτως ἡμῖν εἷς ἐστι παντοδύναμος Θεὸς ἐν μιᾷ θεότητι· οὔτε γὰρ ἐξ ὑποστάσεων τελείων γένοιτ’ ἄν ποτε σύνθεσις, οὔτε τὸ δυνάμενον, ὅτι δύναμιν ἢ δυνάμεις ἔχει, δι’ αὐτὸ τὸ δύνασθαι σύνθετον ἀληθῶς ποτε λεχθείη ἄν.

Πρὸς τούτοις προσκυνοῦμεν σχετικῶς τὴν ἁγίαν εἰκόνα τοῦ περιγραφέντος, ὡς δι’ ἡμᾶς ἐνανθρωπήσαντος, Υἱοῦ τοῦ Θεοῦ, πρὸς τὸ πρωτότυπον ἀναφέροντες εὐσεβῶς τὴν προσκύνησιν, καὶ τὸ τίμιον τοῦ σταυροῦ ξύλον καὶ τὰ σύμβολα πάντα τῶν αὐτοῦ παθημάτων ὡς ὄντα τρόπαια θεῖα κατὰ τοῦ κοινοῦ πολεμίου τοῦ γένους ἡμῶν· πρὸς δὲ καὶ τὸν τύπον τοῦ τιμίου σταυροῦ ὡς ὅπλον σωτήριον, καὶ τοὺς θείους ναοὺς καὶ τόπους καὶ τὰ ἱερὰ σκεύη καὶ θεοπαράδοτὰ λόγια, διὰ τὸν <ἐν> αὐτοῖς ἐνοικοῦντα Θεόν. Ὡσαύτως προσκυνοῦμεν καὶ τὰς τῶν ἁγίων πάντων εἰκόνας, διὰ τὴν πρὸς αὐτοὺς ἀγάπην καὶ τὸν Θεὸν ὃν οὗτοι ἀληθῶς ἠγάπησάν τε καὶ ἐθεράπευσαν, ἐν τῇ προσκυνήσει πρὸς τὰς ἐκείνων μορφὰς ἀναφέροντες τὴν διάνοι­αν. Προσκυνοῦμεν καὶ αὐτὰς τὰς τῶν ἁγίων σορούς, ὡς τῆς ἁγιαστικῆς χάριτος τῶν αὐτῶν οὐκ ἀποπτάσης ἱερωτάτων ὀστῶν, ὥσπερ οὐδὲ τοῦ δεσποτικοῦ σώματος ἐν τῷ τριημέρῳ ἡ θεότης διῃρέθη θανάτῳ.

Κακὸν κατ’ οὐσίαν ἴσμεν οὐδέν, οὐδ’ εἶναι τοῦ κακοῦ ἀρχὴν ἑτέραν ἢ τὴν ἐκτροπὴν τῶν λογικῶν, κεχρημένων τῇ παρὰ τοῦ Θεοῦ δεδομένῃ αὐτεξουσιότητι κακῶς.

Στέργομεν πάσας τὰς ἐκκλησιαστικὰς παραδόσεις ἐγγράφους τε καὶ ἀγράφους, καὶ πρὸ πάντων τὴν μυστικωτάτην τε καὶ πανίερον τελετὴν καὶ κοινωνίαν καὶ σύναξιν, παρ’ ἧς καὶ ταῖς ἄλλαις τελεταῖς ἡ τελείωσις, καθ’ ἣν εἰς ἀνάμνησιν τοῦ κενώσαντος ἑαυτὸν ἀκενώτως καὶ σάρκα λαβόντος καὶ παθόντος ὑπὲρ ἡμῶν, κατὰ τὴν θεσπεσίαν ἐκείνου παραγγελίαν καὶ αὐτουργίαν, τὰ θειότατα ἱερουργεῖται καὶ θεουργεῖται, ὁ ἄρτος καὶ τὸ ποτήριον, καὶ αὐτὸ τὸ ζωαρχικὸν ἐκεῖνο τελεῖται σῶμα καὶ αἷμα, καὶ τὴν ἀπόρρητον αὐτῶν μετουσίαν καὶ κοινωνίαν τοῖς εὐαγῶς προσιοῦσι χαρίζε­ται.

Πάντας δὲ τοὺς μὴ ὁμολογοῦντας καὶ πιστεύοντας ὡς τὸ Πνεῦμα τὸ ἅγιον προεμήνυσε διὰ τῶν προφητῶν, ὡς ὁ Κύριος ἐθέσπισε διὰ σαρκὸς ἡμῖν ἐπιφανείς, ὡς οἱ ἀπόστολοι ἐκήρυξαν πεμφθέντες ὑπ’ αὐτοῦ, ὡς οἱ Πατέρες ἡμῶν καὶ διάδοχοι ἐκείνων ἐδίδαξαν ἡμᾶς, ἀλλ’ αἱρέσεως οἰκείας ἢ ἄρξαντας ἢ τοῖς κακῶν ἄρξασιν εἰς τέλος ἐπηκολουθηκότας, ἀποβαλλό­μεθα καὶ ἀναθέματι καθυποβάλλομεν.

Δεχόμεθα δὲ καὶ ἀσπαζόμεθα τὰς ἁγίας καὶ οἰκουμενικὰς Συνόδους. τὴν ἐν Νικαίᾳ τῶν τριακοσίων δέκα καὶ ὀκτὼ θεοφόρων Πατέρων κατὰ τοῦ θεομάχου Ἀρείου, κατασπῶντος ἀσεβῶς εἰς κτίσμα τὸν Υἱὸν τοῦ Θεοῦ καὶ κατατέμνοντος εἰς κτιστὰ καὶ ἄκτιστα τὴν ἐν Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι προσκυνουμένην <μίαν> θεότητα. Τὴν μετ’ αὐτὴν ἐν Κωνσταντινουπόλει τῶν ἑκατὸν πεντήκοντα Πατέρων κατὰ Μακεδονίου Κωνσταντι­νουπόλεως, ἀσεβῶς εἰς κτίσμα κατασπῶντος τὸ Πνεῦμα τὸ ἅγιον καὶ κατατέμνοντος μηδὲν ἧττον καὶ τούτου εἰς κτιστὰ καὶ ἄκτιστα τὴν μίαν θεότητα. Τὴν μετὰ ταύτην ἐν Ἐφέσῳ τῶν διακοσίων Πατέρων κατὰ Νεστορίου πατριάρχου Κωνσταντινουπόλεως, τὴν καθ’ ὑπόστασιν ἕνωσιν ἀθετοῦντος ἐπὶ Χριστοῦ τῆς αὐτοῦ θεότητος καὶ ἀνθρωπότητος, καὶ τὴν ὡς ἀληθῶς τεκοῦσαν τὸν Θεὸν παρθένον, Θεοτόκον καλεῖν μηδαμῶς βουλομένου. Καὶ τὴν τετάρτην τὴν ἐν Χαλκηδόνι τῶν ἑξακοσίων τριάκοντα Πατέ­ρων κατὰ Εὐτυχοῦς καὶ Διοσκόρου, μίαν φύσιν ἐπὶ Χριστοῦ δογματιζόντων κακῶς. Καὶ τὴν μετ’ αὐτὴν ἐν Κωνσταντινουπόλει τῶν ἑκατὸν ἑξήκοντα πέντε Πατέρων κατὰ Θεοδώρου καὶ Διοδώρου τὰ αὐτὰ τῷ Νεστορίῳ φρο­νούντων καὶ διὰ συγγραμμάτων τὰ ἐκείνου συνιστώντων, Ὠριγένους τε καὶ Διδύμου καὶ Εὐαγρίου τινός, τῶν παλαιῶν μὲν ὄντων, μυθώδη δέ τινα ἐν τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ παρεισάγειν ἐπιχειρούντων. Καὶ τὴν μετὰ ταύτην ἐν τῇ αὐτῇ πόλει τῶν ἑκατὸν ἑβδομήκοντα Πατέρων κατὰ Σεργίου, Πύρρου, Παύλου, Κωνσταντινουπόλεως ἀρξάντων, ἀθετούντων ἐπὶ Χριστοῦ τὰς καταλλήλους ταῖς δύο φύσεσι δύο ἐνεργείας καὶ δύο θελήματα. Καὶ τὴν ἐν Νικαίᾳ πάλιν τῶν ἑπτὰ καὶ ἑξήκοντα καὶ τριακοσίων Πατέρων κατὰ τῶν εἰκονομάχων.

Ἀσπαζόμεθα καὶ πάσας τὰς κατὰ Θεοῦ χάριν κατὰ καιρὸν ἢ τόπον πρὸς βεβαίωσιν εὐσεβείας καὶ εὐαγγελικῆς πολιτείας συναθροισθείσας ἁγί­ας Συνόδους, ὧν εἰσι καὶ αἱ συγκροτηθεῖσαι κατὰ τὴν μεγαλόπολιν ταύτην ἐν τῷ περιβοήτῳ ναῷ τῆς ἁγίας τοῦ Θεοῦ Σοφίας κατὰ τοῦ Καλαβροῦ Βαρλαὰμ καὶ τοῦ μετ’ ἐκεῖνον τὰ ἐκείνου φρονοῦντος καὶ δόλῳ σπεύδοντος ἐπεκδικεῖν Ἀκινδύνου· οἳ τὴν κοινὴν χάριν Πατρὸς Υἱοῦ καὶ Πνεύματος, καὶ τὸ φῶς τοῦ μέλλοντος αἰῶνος καθ’ ὃ καὶ οἱ δίκαιοι λάμψουσιν ὡς ὁ ἥλιος, ὡς καὶ ὁ Χριστὸς προϋπέδειξεν ἐπ’ ὄρους λάμψας, καὶ ἁπλῶς πᾶσαν δύ­ναμίν τε καὶ ἐνέργειαν τῆς τρισυποστάτου θεότητος, καὶ πᾶν τὸ διαφέρον ὁπωσοῦν τῆς θείας φύσεως κτιστὸν εἶναι δογματίζουσι, καὶ κατατέμνουσι καὶ οὗτοι δυσσεβῶς εἰς κτιστὰ καὶ ἄκτιστα τὴν μίαν θεότητα, καὶ τοὺς εὐσεβῶς ἄκτιστον τὸ θειότατον ἐκεῖνο φῶς καὶ πᾶσαν δύναμιν καὶ ἐνέρ­γειαν πρεσβεύοντας θείαν –ὡς μηδενὸς ὄντος προσφάτου τῶν τῷ Θεῷ προσόντων φυσικῶς– διθεΐτας ὀνομάζουσι καὶ πολυθέους, ὡς καὶ Ἰουδαῖοι σαβελλιανοί τε καὶ ἀρειανοὶ ὀνομάζουσιν ἡμᾶς. Ἀλλ’ ἡμεῖς τούτους τε κἀ­κείνους ὡς ὄντως ἀθέους τε καὶ πολυθεοὺς ἀποβαλλόμεθα καὶ τοῦ πληρώματος τῶν εὐσεβούντων, ὡς καὶ ἡ ἁγία τοῦ Χριστοῦ καθολικὴ καὶ ἀποστολικὴ Ἐκκλησία διὰ τοῦ Συνοδικοῦ Τόμου καὶ Ἁγιορειτικοῦ, τελείως ἐκκόπτομεν, πιστεύοντες εἰς μίαν θεότητα τρισυπόστατον καὶ παντοδύ­ναμον, οὐδαμῶς τοῦ ἑνιαίου καὶ τῆς ἁπλότητος ἐκπίπτουσαν διὰ τὰς δυνάμεις ἢ τὰς ὑποστάσεις.

Ἐπὶ τούτοις πᾶσι προσδοκῶμεν ἀνάστασιν νεκρῶν καὶ ζωὴν ἄληκτον τοῦ μέλλοντος αἰῶνος. Ἀμήν.


Источник: Ἰω. Καρμίρη, Τὰ Δογματικὰ καὶ Συμβολικὰ Μνημεῖα τῆς Ὀρθοδόξου Καθολικῆς Ἐκκλησίας, τ. Α΄, ἔκδ. β΄, ἐν Ἀθήναις 1960, σ. 407-410.

Комментарии для сайта Cackle