Азбука веры Православная библиотека святитель Филофей Коккин Богослужебное последование святителю Филофею Коккину (Ἀκολουθία τοῦ ἁγίου Φιλοθέου Κοκκίνου, Πατριάρχου Κωνσταντινουπόλεως)

Ακολουθια του εν αγιοισ πατροσ ημων Φιλοθεου Του Κοκκινου, Πατριαρχου Κωνσταντινουπολεωσ

Источник

Ψαλλόμενη τῇ ἐνδεκάτῇ μηνὸς Ὀκτωβρίου καὶ τῇ Ε´ Κυριακῇ τῶν Νηστειῶν.

Ποίημα Στυλιανοῦ Μακρῆ, τοῦ ἐν Ναούσῃ Πρωτοπρεσβυτέρου

ΝΑΟΥΣΑ, ΙΟΥΝΙΟΣ 2006

ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

Ἱστῶμεν στίχους δ´ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια

Ἦχος δ´. Ὡς γενναῖον ἐν μάρτυσι.

Ὡς τῆς πίστεως πρόμαχον, ὀρθοδόξου Φιλόθεε, καὶ τῆς οἰκουμένης θεῖον διδάσκαλον, ἡ Εκκλησία

ἐπαίνοις σέ, γεραίρει πανεύφημε, καὶ τὴν μνήμην σου σοφὲ, ἑορτάζει τὴν πάντιμον, ὡς γὰρ εὕρατο, σὲ τὸν λόγον γραφαῖς καὶ δίδαχαῖς σου, ἀληθείας τοῦ Κυρίου ὀρθοτομοῦντα θεσπέσιε.

Τῇ μεθέξει Φιλόθεε, ἐνεργείας τοῦ Πνεύματος ταύτην διετράνωσας ἐνυπόστατον, θεολογήσας τὸ

ἄκτιστον αὐτῆς καὶ ἀΐδιον, καὶ ἐν χρόνῳ μεθεκτόν, ὑπὸ κτίσεως πάνσοφε, ὅθεν γέγονας, τῆς θεώσεως κῆρυξ καὶ προστάτης, μυστικῆς θεολογίας, καὶ ἡσυχίας ὑπέρμαχος.

Τὸν ποιμένα καὶ πρόεδρον, βασιλίδος τῶν πόλεων, καὶ τῶν θεολόγων τὸ ἐγκαλλώπισμα, παρτιαρχῶν τὸ κεφὰλαιον, πιστῶν τε τὸ σέμνωμα, Ἐκκλησίας μὲν χρυσοῦν,καὶ πολύτιμον κόσμημα, καὶ τὸ καύχημα, ὀρθοδόξου δὲ πίστεως ἐν ὕμνοις, μακαρίσωμεν συντόνως, δεῦτε τὸν θεῖον Φιλόθεον.

Διανοίας τὸ ὄμμα σου, κατηυγάσθη Φιλόθεε, φωτίσμῷ ἀλήκτῳ τοῦ θείου Πνεύματος, ὅτε ἀκτίνων μετείληφας, σοφίας τῆς ἄνωθεν, δι´ ἀσκήσεως λαμπρᾶς, καὶ καθάρσεως πάντιμε, τῆς καρδίας σου, διὸ πᾶσι μετάδος φῶς τὸ θεῖον, ὅ φωτίζει καὶ λαμπρύνει, καὶ ἁγιάζει τὸν ἄνθρωπον.

Δόξα. Ἦχος β´.

Σήμερον ἡ τοῦ Χριστοῦ Ἐκκλησία, τὸν σεπτὸν Ἱεράρχην Φιλόθεον, ἐν ὕμνοις γεραίρει καὶ ᾠδαῖς πνευματικαῖς· οὗτος γὰρ θεοφιλῶς ἐξεμέτρησε τὸ ζῆν, ἀρεταῖς ποικίλαις κοσμηθείς, καὶ ὡς ἀστὴρ καινοφανής, ἐπέλαμψε τῇ οἰκουμένῃ. Ὅθεν οὖν τῶν εὐσεβῶν τὰ συστήματα, δεῦτε παρ´ αὐτοῦ αἰτησώμεθα, τῆς τρισσοφαοῦς θεότητας τὸ φέγγος, τὸ καθαῖρον τὰ πταίσματα, καὶ φωτίζον τὴν διάνοιαν, καὶ ἁγιάζον τὰς ψυχὰς ἡμῶν.

Και νυν. Θεοτοκίον.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Ἀπόστιχα

Ἦχος β´. Οἶκος τοῦ Ἐφραθᾶ.

Οἶκος θείου φωτός, καὶ χάριτος ἐφάνη, ἡ σὴ καρδία μάκαρ, σοὶ γὰρ ἡ τῆς Τριάδος, ἐνέργεια κατώκησεν.

Στίχος. Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.

Τόμῳ συνοδικῷ, ἐξήλεγξας τὸ ψεῦδος, καὶ πλάνην θρασυστόμων, ἀναδειχθεὶς θεόφρον, τῆς ἀληθείας πρόβολος.

Στίχος. Στόμα δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας.

Ἤρθης ἀπό τῆς γῆς, τρισμάκαρ εἰς τὰ ἄνω, ὅτε γενναιοφρόνως, ἐνήθλησας εἰς ὄρος, σοφὲ τὸ ἁγιώνυμον.

Δόξα. Τριαδικόν.

’Έλεος καὶ ἡμῖν, κατάπεμψον πλουσίως, Τριὰς ἡ Παναγία, εὐχαῖς τοῦ Ἱεράρχου, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.

Μῆτερ τοῦ Λυτρωτοῦ, καὶ τοῦ ἀδύτου φέγγους, πρέσβευε τῷ Υἱῷ σου, τῇ μετοχῇ τῆς θείας, χάριτος τοῦ σωθῆναί με.

Νῦν ἀπολύεις, τὸ Τρισάγιον τὸ Ἀπολυτίκιον ἐκ τοῦ Μεγάλου Ἑσπερινοῦ καὶ Ἀπόλυσις

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

Μετὰ τὸν Προοιμιακόν, τὸ Μακάριος ἀνήρ.

Εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ´ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια

Ἦχος α´. Τῶν οὐρανίων ταγμάτων.

Τῶν θεολόγων ἀκρότης, σοφὲ Φιλόθεε καὶ καύχημα ὑπάρχεις, ὀρθοδόξων καὶ σέβας, καὶ πίστεως πατρῴας Τόμος ἐν ᾧ, θεοφόρητα γράμματα, δογμάτων θείων ἐγράφησαν μυστικῶς, τῷ καλάμῳ πάτερ Πνεύματος.

Ἐν τῷ φωτὶ ἐρευνήσας, Χριστοῦ τὰ ἄνωθεν, μυστήρια εὐτέχνως, μεταδέδωκας πᾶσι, τὸν πλούτον τῆς σοφίας πάτερ τῆς σῆς, ἐν γραφαῖς καὶ τετήρηκας, πατροπαράδοτον πίστίν θεοφιλῶς, ἀδιαίρετον Φιλόθεε.

Συνοδικῶς διὰ Τόμων, ἤλεγξας ἅγιε, ἀσόφων φιλοσόφων, τὴν μωρίαν τρισμάκαρ, Προχόρου τοῦ Κυδώνη καὶ Γρηγορᾶ, Βαρλαὰμ Ἀκινδύνου τε, ὀρθοτομήσας τὸν λόγον τῆς τοῦ Χριστο ἀληθείας θεοτίμητε.

Τῆς ἀκραιφνοῦς ἀνεδείχθης, λόγοις καὶ πράξεσιν, θεολογίας πύργος, ὁ ἀνάλωτος ὄντως, φυλάξας εὐσεβείας πόλιν καλῶς, ὅτι βέλη τοῦ Πνεύματος, ἐξακοντίσας ἐξέσπασας μηχανάς, δυσσεβῶν πάτερ Φιλόθεε.

Τὴν κατ´ ἐνέργειαν πέμψιν, ἡμῖν τοῦ Πνεύματος καὶ οὐ τὴν κατ´ οὐσίαν, ἢ ὑπόστασιν Τούτου ἐδίδαξας γραφαῖς σου πάτερ σαφῶς, τῶν ἁγίων τοῖς ἴχνεσίν, ἀκολουθήσας πατέρων ὡς μετ´ αὐτῶν, ἔσχες πάντῃ τὸ ὁμόδοξον.

Ὡς παρθενευσας ὁ νοῦς σου, λαβὼν τοῦ Πνεύματος, τὸν ἐν ἀγνείᾳ πάτερ, μυστικὸν ἀρραβῶνα, τῆς ἀληθείας λόγον ὡς ἀπαθής, θεοπνεύστως ἐγέννησεν, ὃς οἰκουμένην φωτίσας αἱρετικῶν, τοὺς μοχλοὺς ὃλως συνέτριψεν.

Δόξα. Ἦχος πλ. β´.

Φιλόθεε θεσπέσιε, ὡς ὁ καλὸς Σαμαρείτης, ἐγνώσθης τῇ Ἐκκλησίᾳ τοῦ Χριστοῦ. Σὺ γὰρ τὴν δεινῶς περιπεσοῦσαν, εἰς τοὺς ληστὰς τῆς αἱρέσεως, ἐθεράπευσας θεογνωσίαν, καταδήσας τὰ ἐν αὐτῇ τραύματα, τοῖς σοῖς οἰκείοις λόγοις, ἐκχέας ἔλαιον καταλλαγῆς, καὶ τὸν γλυκύτατον τῆς σῆς σοφίας οἶνον. Ἐπιβιβάσας δὲ αὐτὴν εἰς τὸ ἴδιον κτῆνος, τὰ σὰ θεοφόρητα συγγράμματα, ἤγαγες αὐτὴν εἰς πανδοχεῖον συνόδου, ἥτις καὶ καλῶς ἐπεμελήθη αὐτῆς. Διὸ σὲ μεγαλύνοντες, πάντες θερμῶς βοῶμέν σοι· Γνώρισον καὶ ἡμῖν σοφέ, τὴν ὁδὸν τῆς θείας ἐπιγνώσεως, ἐν ᾗ πορευσόμεθα, καὶ πρέσβευε σωθῆναι τὰς ψυχάς ἡμῶν.

Καὶ νῦν. Ἦχος ὁ αὐτός.

Τίς μὴ μακαρίσῃ σέ, Παναγία Παρθένε, τίς μὴ ἀνυμνήσῃ σου τὸν ἀλόχευτον τόκον; Ὁ γὰρ ἀχρόνως ἐκ Πατρός, ἐκλάμψας Υἱὸς μονογενής, ὁ Αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι´ ἡμᾶς· οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ´ ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε Σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος, Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα

Παροιμιῶν τὸ Ἀνάγνωσμα (κεφ. 10, 7)

Μνήμη δικαίου μετ´ ἐκωμίων καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν aὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν καὶ θνητός, ὃς οἶδε σύνεσιν. Κρεῖσσον γὰρ aὐτὴν ἐμπορεύεσθαι ἢ χρυσίου καὶ ἀργυρίου θησαυρός. Τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον τοῦ οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα, σεμνὰ γὰρ ἐρῶ. Καὶ μακάριος ἄνθρωπος ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου ἔξοδοι ζωῆς καὶ ἐτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ Σοφία κατεσκεύασα βουλὴν καὶ γνῶσιν καὶ ἔννοιαν· ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ ἱσχύς. Ἐγὼ τοὺς ἐμὲ φίλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοί ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν, σεμνᾶ γὰρ ἐρῶ· καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον χείλη ψευδῆ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν καὶ πλησθήσεσθε Πνεύματος.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (κεφ. 4, 7)

Δίκαίος ἐὰν φθάσῇ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησίς ἀνθρώποις καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος τῷ Θεῷ γενόμενος ἠγαπήθη καὶ ζῶν μετὰ ἀμαρτωλῶν μετετέθη. Ἡρπάγη μὴ κακίαν ἀλλάξῃ σύνεσιν αὐτοῦ ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλὰ καὶ ῥεμβασμὸς ἐπίθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελείωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μάκρους· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (κεφ. 3, 1)

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτοῖς βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καὶ ἐλογίσθη κάκωσιν ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ´ ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων, ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσί καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ´ αὐτῷ συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Εἰς τὴν Λιτήν, Ἰδιόμελα.Ἦχος α´.

Ευφραίνου ἐν Κυρίῳ, ἡ βασιλὶς τῶν πόλεων, ὅτι διάδημα τίμιον ἐκ λίθων πολυτίμων, ἔθηκεν ἐπὶ τὴν κεφαλήν σου ὁ Ἀρχιποίμην Χριστός, τὸν Ἱεράρχην Φιλόθεον. Οὗτος γὰρ ἀνεδείχθη, φωστὴρ τῆς οἰκουμένης ἀπάσης, ὅτι κατέβαλεν στερρῶς, τῶν δυσσεβῶν τὰ φρυάγματα, καὶ κατεπαύσατο τῶν λύκων τὰ ὑλάγματα, τμήσας τῇ ἀξίνῇ τοῦ θείου λόγου, τὸ τῆς αἱρέσεως δύσχυμον δένδρον, καὶ ἐκρίζώσας τῇ μαχαίρᾳ τοῦ Πνεύματος, τὰ τῆς πλάνης πονηρὰ ζιζάνια. Διὸ καὶ χαίρου πάντοτε, ὅτι ἀπαύστως πρεσβεύει, ὑπὲρ σοῦ τῷ Κυρίῳ, καὶ ὑπὲρ τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν.

Ἦχος β´.

Σὲ τοῦ Πρωτοκλήτου τὸν διάδοχον, καὶ τῷ Γρηγορίῳ τὸν ὁμόλογον, τῷ δευτέρῳ Θεολογῳ, σήμερον τὰ πλήθη τῶν ὀρθοδόξων γεραίρει, ὅτι τὸν ἀποστολικὸν θρόνον τοῦ Βυζαντίου ἐκόσμησας, καὶ τὴν θεολογίαν τῆς Τριάδος εὐτέχνως διηκόνησας. Ὅθεν, τῆς φιλοθεΐας ἐπώνυμε, καὶ τοῖς ἁγίοις πατράσιν ὁμότιμε, Φιλόθεε Ἱεράρχα, πρέσβευε τῇ Παναγίᾳ Τριάδι, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἦχος γ´.

Πνεῦμα τὸ Πανάγιον Φιλόθεε, ἐπιφοιτῆσαν ἐπὶ σοὶ κατῴκησεν, καὶ Μονὴν παρὰ σοὶ ἐποίησεν, σὺν Πατρί τε καὶ Λόγῳ, ὅτε εἰς ἐνθρόνισιν προσήνεγκας, τὸ τριμερὲς τῆς σῆς ψυχῆς, τῇ τρισσοφαεῖ θεότητι. Διὸ καὶ γέγονας τεκμήριον, τοῦ ἀνεσπέρου καὶ ἀϊδίου φωτός, λάμψας ὡς ὑπέρφωτος λύχνος, τῇ Εκκλησίᾳ τοῦ Χρίστοῦ, Ὃν καθικέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἦχος δ´.

Εὐσθενῶς τὰ ῥέοντα κατέλιπες, εὐχερῶς τὰ ἄφθαρτα κατέλαβες, Φιλόθεε μακάρίε, τοῖς ἁγίοις ἐνάριθμε· ἐνεδύθης μὲν τὸ σχῆμα τῆς μετανοίας, ἠμφιέσθης δὲ τὴν στολὴν τῆς ἀφθαρσίας· μετήλλαξας τοὺς πόνους, τῆς σῆς λαμπρᾶς ἀσκήσεως, εἰς χαρὰν τῆς ἐν τῷ Παραδείσῳ μετοικήσεως· ἔζης ἐν γῇ, πρὸς τὰ ἄνω ῥέπων τοὺς ὀφθαλμούς, νῦν δ´ ἐκ τοῦ οὐρανοῦ, ἔπιδε ἐφ´ ἡμᾶς, ἱλέῳ ὄμματι· τὰς χεῖρας ἔσχες τεταμμένας, ὡς προσευχόμενος, νῦν τοῖς ἱκέταις σου, ἔκτεινον σὴν χεῖρα βοηθείας· οὐκ ἔπαυσας δεόμενος, ὑπὲρ τῆς καθάρσεως τῆς ψυχῆς σου, νῦν πρέσβευε Χριστῷ τῷ Θεῷ, ὑπὲρ τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν.

Ἦχος πλ. α´. Δόξα.

Ἀντλῆσαι ὕδωρ μετ´ εὐφροσύνης, καὶ πιεῖν τῇ Ἐκκλησίᾳ τοῦ Χριστοῦ δέδωκας, Φιλόθεε πανσέβάσμιε. Σὺ μὲν γὰρ φρέαρ τῆς θεολογίας, καὶ κρατὴρ τῆς ἀληθείας, ῥύαξ δὲ τῆς χάριτος, καὶ ποταμὸς σοφίας, ἐφάνης ἀπάσῃ τῇ οὐκουμένη. Διὸ καὶ τὴν καρδίαν θεοτίμητε, τὴν προστρέχουσαν ὡς ἔλαφον, ἐπὶ τὰς πηγὰς ἀναψύξεως, τῶν τιμώντων τὴν μνήμην σου πότισον, πρεσβεύων τῷ Κυρίῳ, ἐλεηθῆναι πάντας ἡμᾶς.

Ἦχος ὁ αὐτός. Καὶ νῦν.

Μακαρίζομέν σε, Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε, οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄρρηκτον, τὴν ἀρραγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια

Ἦχος πλ. α´. Χαίροις ἀσκητικῶν.

Χαίροις Πατρίαρχῶν καλλονή, θεολογίας τὸ ὑπέρμαχον βέλεμνον, ὁ θώραξ τῆς εὐσεβείας, ὁ διωκτὴρ ἀσεβῶν, τῆς Ὀρθοδοξίας πύργος ἄσειστος, αἱρέσεως σύντριμμα, καὶ πάσης πλάνης τὸ πρόσκομμα, τῆς γλωσσαλγίας, Γρηγορᾶ ἡ καθαίρεσις, Γρηγορίου τε, Παλαμᾶ καθιέρωσις, Πνεύματος ἐνδιαίτημα, καὶ χάριτος σκήνωμα, τῆς ἀϊδίου Τριάδος, ᾟ ἐπιμόνως Φιλόθεε, μὴ παύσῃ πρεσβεύων, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Στίχος. Οἱ ἱερεῖς Σου, Κύριε, ἐνδύσονται δικαίοσύνην...

Ῥώμῃ τῶν θεοπνεύστων γραφῶν, Ῥώμης ἀνεῖλες πρεσβυτέρας Φιλόθεε, ἐν πίστεως τῷ συμβόλῳ, τὴν καινοτόμον αὐτῆς, πονηρὰν προσθήκην καὶ ἐξήλεγξας, αὐτῆς τήν ἀναίδείαν, καὶ τὴν ψευδώνυμον ἕνωσιν, παρεμποδίσας, τὸ ὀρθόδοξον πλήρωμα, διεφύλαξας, καὶ τῆς πλάνης διέσωσας. Ὅθεν θεομακάριστε, τοὺς πόθῳ τιμῶντάς σε, πατροπαράδοτον σέβας περίφρουρῆσαι ἱκέτευε, ἀεὶ τῷ Κυρίῳ, τῷ παρέχοντι τῷ κόσμῳ, τὸ μέγα ἔλεος.

Στίχος. Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος...

Τόμῳ συνοδικῷ ἱερέ, τὸ ἀληθὲς τῆς σωτηρίας ἐπίστωσας, τὴν θέωσιν ἐν ἀκτίστῳ, καὶ ἀϊδίῳ φωτί, πανθομολογήσας καὶ οὐ πράγμασιν, κτιστοῖς ἁγίώτατε, καὶ οὕτως πάτερ σοφώτατε, τῆς Ἐκκλησίας, τὰ σωτήρια δόγματα, ἐχαράκωσας, ὡς θεόδμητον φρούριον. Ὅθεν τοὺς ὑπὲρ πίστεως, τίμῶμεν ἀγῶνάς σου, δι´ ὧν καλῶς ἐκομίσω παρὰ Χριστοῦ ἁγιότητα, ᾯ νῦν καὶ πρεσβεύεις, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Δόξα. Ἦχος πλ. δ´.

Τὸν ἐραστὴν τῆς παρθενίας, καὶ σύζυγον τῆς ἡσυχίας, τὸν φίλον τοῦ Θεοῦ Φιλόθεον, σήμερον ὑμνεῖ ἡ Ἐκκλησία τοῦ Χριστοῦ, καὶ πλέκουσα ἐγκώμιον, βοᾷ πρὸς αὐτόν· Ὦ θυμηδία καὶ χαρά, τοῦ Νυμφίου μου Χριστοῦ, ὦ κόσμημα καὶ δόξα, τῆς ἐμῆς θυγατρὸς θεολογίας, ὦ πάγχρυσον δοχεῖον, τοῦ ἐμὲ συγκροτοῦντος Πνεῦματος, ὦ τῶν ἐμῶν τεκνίων σέβας ἀγλαές, καὶ καύχημα τὸ ἐμόν, πρέσβευε τῇ Πανοικτίρμονι Τριάδι, ὑπὲρ σωτηρίας τῶν τιμώντων, τὴν ἀξιέπαινον μνήμην σου.

Καὶ νῦν. Ἦχος ὁ αὐτός. Θεοτοκίον.

Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μῆτερ Θεοῦ τοῦ Ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου, Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα, καθαρισμὸν τῶν πταισμάτων· νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Νῦν ἀπολύεις, τὸ Τρισάγιον καὶ τὸ Ἀπολυτίκιον.

Ἦχος πλ. α´. Τὸν Συνάναρχον Λόγον.

Ὡς θεώσεως κήρυκα καὶ διδάσκαλον, τῆς κατ´ ἐνέργειαν θείαν ἐν τῷ Θεῷ μετοχῆς, ἀνυμνοῦμέν σε λαμπρῶς, πάτερ Φιλόθεε, ὅτι μετείληφας φωτός, ἀϊδίου καθαρθείς, ἀσκήσει καὶ ἡγιάσθης, καὶ νῦν Τριάδι πρεσβεύεις, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον.

Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος· χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ· χαῖρε ἀχείμαστε λιμὴν καὶ ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν ποιητήν σου καὶ Θεόν. Πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν τόκον σου.

Ἀπόλυσις

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α´ Στιχολογίαν, Κάθισμα

Ἦχος α´. Τὸν τάφον Σου Σωτήρ.

Λαὸν τὸν εὐσεβῆ, ὡς θεόπυρος λύχνος, εἰς φῶς καταμυεῖς, τὸ ἀΐδιον πάτερ, ὁδὸν τὴν τῆς θεώσεως, φρυκτωρῶν ἁγιώτατε, καὶ πολίτευμα ἐν οὐρανοῖς προσημαῖνων, καὶ φανέρωσιν, τῆς βασιλείας Κυρίου, ποιῶν δαδουχίαις σου.

Δόξα. Ὅμοιον.

Νηὸς οἰακιστής, νοητῆς καὶ προβάτων Χριστοῦ τῶν λογικῶν, ποδηγέτης εὐθύφρων, Φιλόθεε πανθαύμαστε, ἀνεδείχθης φροντίδι σου, τὴν ἀκρίβειαν, τῶν ὀρθοδόξων δογμάτων, καὶ ἀλήθειαν, πατερικῶν διδαγμάτων, τηρήσας μακάριε.

Καὶ νῦν. Θεοτοκίον.

Ἀγγέλων ἡ χαρά, καὶ δαιμόνων ὁ θρῆνος, ἐλπὶς χριστιανῶν, Μητροπάρθενε Κόρη, ἰσχύϊ τῆς πρεσβείας σου, τὸν Υἱόν σου ἐξίλασαι, ὅπως ἅπαντες, τῆς αἰωνίου ῥυσθῶμεν, οἱ ἱκέται σου, καὶ ζοφερᾶς καταδίκης, Πανάχραντε Δέσποινα.

Μετὰ τὴν β´ Στιχολογίαν, Κάθισμα

Ἦχος δ´. Ταχὺ προκατάλαβε.

Ἐκπορευσιν Πνεύματος, πάτερ ἐκ μόνου Πατρός καὶ θείαν ἐνέργειαν, ἐκ τῆς ἀκτίστου σαφῶς, οὐσίας ἀπέδειξας, λόγοις σου καὶ κάθεῖλες, Γρήγορᾶ καὶ λατίνων, λήρους δαιμονοπνεύστους, γεγονὼς ὀρθοδόξων, ὑπέρμαχος δογμάτων φρουρᾷ, συνόδων Φιλόθεε.

Δόξα. Ὅμοιον.

Τὴν μάνδραν ἐποίμανας, τὴν ἱερὰν εὐπρεπῶς, Μεγίστης Φιλόθεε, Λαύρας ἐν Ἄθῳ σοφέ, ὡς ταύτης ἡγούμενος, ὅθεν παρὰ Κυρίου, σοὶ ἐδόθη ὁ οἴαξ, πάτερ τῆς ὀρθοδόξου, Ἐκκλησίας ἧς ῥύτωρ, ἐκ πλάνης θεοπνεύστοις γραφαῖς, ἐφάνης πανόλβιε.

Καὶ νῦν. Θεοτοκίον.

Ἀσπόρως συνέλαβες, τὸν ποιητὴν τοῦ παντός, ἐν μήτρᾳ σου Δέσποινα, ὅτε τὸ σῶμα τὸ σόν , ὡς πάναγνον γέγονεν, Πνεύματος ἐνεργείᾳ, ἐνδιαίτημα Λόγου, ἄρτου τε οὐρανίου, θεία τράπεζα Κόρη, διὸ καὶ εἰς ἀιῶνας Ἀγνή, πιστῶς σὲ γεραίρομεν.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα

Ἦχος δ´. Κατεπλάγη Ἰωσήφ.

Τών ἀγγέλων οί χοροί, ἣν ὑπεδέξαντο φαιδρῶς, φαεσφόρον σου ψυχήν, εἰς Παραδείσου τὰς μονάς, περιχαρῶς θεοτίμητε ἐξενάγησαν, συνέχαιραν δ´ αὐτῇ, αἱ τῶν δικαίων ψυχαί, καὶ ταύτῃ ἀσπασμόν, περίβαλοῦσαι θερμῶς, ὥσπερ βραβεῖον ἔδωκαν τρισμάκαρ, ὅτι τὸν κόσμον ἐνίκησας, ὡς ὁ Δεσπότης, ᾯ νῦν πρεσβεύεις, σῶσαι τὰς ψυχὰς ἡμῶν.

Δόξα. Ὅμοιον.

Τοῦ Κυρίου τὰς σεπτάς, πίστει τηρήσας ἐντολάς, καὶ ὁλκῆς διαφυγών, φιληδονίας τῶν παθῶν, τὴν ἀκατάφραστον εὕρες μακαριότητα, καὶ ῥήξας τὰ δεσμά, πάτερ τοῦ κόσμου φωτί, ηὐγάσθης ὡς λαμπρός, τῆς Ἐκκλησίας ἀστήρ, ὅθεν μὴ παύσῃ ἅγιε πρεσβεύων, ὑπὲρ αὐτῆς τῷ Παντάνακτι, Χριστῷ θεόφρον, καὶ ὑπὲρ πάντων, τῶν ὕμνοις τιμώντων σε.

Καὶ νῦν. Θεοτοκίον.

Ἰσχυρότερον Ἁγνή, οὐδὲν πρεσβείας σοῦ ἐστιν, ὅτι Μῆτερ ὑπ´ αὐτῆς, Θεοῦ ἡττᾶται ἡ ὀργή, δι´ ἀμαρτίας ἀνθρώπων ἡ δικαιοτάτη, διὸ καὶ συμπαθῶς, πρὸς τὸ σωθῆναι ἡμᾶς, αὐτῇ χρῆσαι τοῦ σοῦ, νῦν δεομένη Υἱοῦ, τὰ μητρικά σου σπλάχνα γὰρ Παρθένε, τῆς σωτηρίας ὑπάρχουσιν, τῆς ἡμετέρας, θεμελιώδης, αἰτία Πανάχραντε.

Τὸ α´ ἀντίφωναν τοῦ δ´ ἤχου καὶ τὸ Προκείμενον.

Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.

Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Εὐαγγέλιον τὸ ἐν τῷ Ὄρθρῳ τοῦ ἁγίου

Χρυσοστόμου.

Ὁ Ν´ Δόξα. Ταῖς τοῦ Ἱεράρχου.

Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου.

Ἰδιόμελον. Ἦχος πλ. β´.

᾽Ράβδῳ σιδηρᾷ, ποιμαντορικῇ σου Φιλόθεε, τὰ πράγματα διηύθυνας, τῆς Ἐκκλησίας παμμάκαρ, ὅτε ἐξεδίωξας, λύκους ἀπειλητηρίους, καὶ τὴν μάνδραν φυλάξας τοῦ Χριστοῦ, ἤγαγες τὰ πρόβατα Αὐτοῦ, εἰς σωτηρίους νομάς. Διὰ τοῦτο χρεωστικῶς, ὡς ὀρθοδόξων ὑπέρμαχον, καὶ διωκτῆρα τῆς πλάνης, τὴν ἀεισέβαστον καὶ ἀγλαῆ, τιμῶμεν μνήμην σου.

Εἶτα οἱ κανόνες τῆς Θεοτόκου καὶ τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς:

«Ἀκτῖνας πέμψον μοι φωτός σου, Φιλόθεε. Σ (τυλιανοῦ)».

ᾨδὴ α´. Ἦχος δ´. Ἀνοίξω τὸ στόμα μου.

Ἀνοίξω τὸ στόμα μου, καὶ ἀναπέμψω σοι ἅγιε, Φιλόθεε ἔνδοξε, τὴν ἐν ἐπαίνοις τιμήν, καὶ ἐγκώμιον, σοὶ πλέξας θεηγόρε, τὰ σὰ διηγήσομαι, πάτερ θαυμάσια.

Κτησάμενος ἄνωθεν, ἀναφαιρέτως τὴν ἄκτιστον, καὶ θείαν ἐνέργειαν, τοῦ Παρακλήτου χρυσοῦν, σκεῦος γέγονας, Αὐτοῦ καὶ ἡγιάσθης, διὸ καὶ τιμῶμέν σε, θεῖε Φιλόθεε.

Τοξεύσας τὸ βέλεμνον, κατ´ ἀσεβῶν πάτερ Πνεύματος, τὴν πίστιν ἐκράτυνας, τῶν ὀρθοδόξων στερρῶς, καὶ τὰ δόγματα, αὐτῆς ἀκαινοτόμως, τηρήσας αὐτόπιστα, ταῦτα κατέδειξας.

Θεοτοκίον.

Ἱλάσθητι Πάναγνε, τοῖς σοῖς οἰκέταις πορίσασα, ἡμῖν τὸ ἀμέτρητον, τοῦ σοῦ Υἱοῦ Ἀγαθή, θεῖον ἔλεος, ὡς ἂν ἐκ τῆς ζοφώδους, ῥυσθῶμεν κολάσεως, διὰ πρεσβείας σου.

ᾨδὴ γ´. Τοὺς σοὺς ὑμνολόγους.

Ναὸν Παρακλήτου ὡραΐσας, τὸ σῶμα σου πάτερ ἀγλαῶς, τὸν νοῦν ὡς θεία τράπεζα, ψυχὴν ὡς βῆμα ἅγιον, ὡς θρόνον τὴν καρδίαν σου, τῇ σῇ ἀσκήσει ηὐτρέπίσας.

Ἀσόφων φιμώσας φιλοσόφων, Προχόρου Κυδώνη Γρήγορᾶ, τὸ στόμα Ἀκίνδυνου τε, Φιλόθεε συνήγορος, τῆς ὀρθοδόξου γέγονας, θεολογίας καὶ στήριγμα.

Σκιὰς δυσορφναίων νοημάτων, διέλυσας πάτερ τῷ φωτί, τῷ νοῦν σου καταυγάσαντι, καὶ σὲ μεταμορφώσαντι, ὡς τὸν κλεινὸν Γρηγόρίον, τὸν Παλαμᾶ ἀξίάγαστε.

Θεοτοκίον.

Προρρήσεων τέλος θεολέκτων, δικαίων προσδόκημα Σεμνή, καὶ σωτηρίας ἔναρξιν, τῆς ἀνθρωπείας Ἄχραντε, καὶ ἀπαρχὴν σὲ εὕρομεν, τῶν θεουμένων, Θεόνυμφε.

Κάθίσμα

Ἦχος γ´. Ἡ Παρθένος σήμερον.

Τῆς θεολογίας σου, τὸ ἀνυπέρβατον κῦρος, καὶ θεοσεβείας σου, τὸ ζηλωτὸν μεγαλεῖου, ἅπασα, ἡ οἰκουμένη ὑπερθαυμάζει , ὕμνοις τε, καὶ ἐγκωμίοις πάτερ θεόφρον, τὸν πανέντιμόν σου βίον, καὶ μεγαλεῖα, τὰ σὰ γεραίρουσα.

Δόξα. Ὅμοίον.

Ἱεράρχα ἄριστε, καὶ ἱκανώτατε λόγῳ, καὶ ποιμὴν πολύβολε, καὶ ἐμπειρότατε ἔργῳ, ἤκουσας, Χρίστοῦ εὐκταίας φωνῆς λεγούσης, εἴσελθε, εἰς τὴν χαρὰν Παραδείσου δοῦλε, ἀγαθὲ ὃν ταῖς λιταῖς σου, ἀξιωθεῖμεν, οἰκῆσαι ἅγιε.

Καὶ νῦν. Θεοτοκίον.

Τίς ὑμνῆσαι δύναται, τῶν γηγενῶν ἐπαξίως, σοῦ τὰ ὑπερένδοξα, καὶ θαυμαστὰ μεγαλεῖα; Μήτηρ γάρ, Θεοῦ ὑπάρχεις καὶ παρθενεύεις, κάμπτεις τε, πρὸς ἱκεσίαν γόνυ Υἱῷ σου, εἰ καὶ πάντων βασιλεύεις, ὡς τῶν ἀγγέλων, καὶ κόσμου Ἄνασσα.

ᾨδὴ δ´. Ὁ καθήμενος ἐν δόξῃ.

Ἐναρμόνιον εὑρέθης, Παρακλήτου τὸ ὄργανον, τοῖς σεπτοῖς πατράσιν, πάτερ συνηχήσας Φιλόθεε, ἐν συμφωνίᾳ δογμάτων καὶ τῆς πίστεως, τέρψας ἅπαντας, τῇ μελῳδίᾳ τῶν λόγων σου.

Μακαρίσας Γρηγορίου, Παλαμᾶ τὸν πανάρετον, βίον τούτῳ ὤφθης, ὅμοιος Φιλόθεε ἅγιε, ἐν θεωρίᾳ καὶ πράξει ὡς ἰσόμοιρος, τούτου ἔνδοξε, κατὰ τὴν ἔλλαμψιν Πνεύματος.

Ψευδωνύμου Ἀκίνδύνου, Γρήγορᾶ καὶ Κυδώνη τε, Βαρλαὰμ ἐλέγξας, Τόμῳ τὸ δεινὸν παραλήρημα, τὴν πονηρὰν συμμορίαν κατεδίκασας, ἀναθέματι, τούτων ὡς φυλαξ τῆς πίστεως.

Θεοτοκίον.

Ὃν ἀσπόρως ἐν τῇ μήτρᾳ, τῇ πανάγνῳ σου ἔφερες, τῇ ἐπισκιάσει, Κόρη τῆς Ὑψίστου δυνάμεως,

τοῦ ἐλεῆσαι τὸν κόσμον καθικέτευε, σὺ γὰρ σώτειρα, αὐτοῦ ὑπάρχεις Πανάμωμε.

ᾨδὴ ε . Ἐξέστη τὰ συμπαντα.

Νεκρώσας τὰ μέλη σου, τὰ τῆς σαρκὸς ἀσκήσει σου, Παυλου Ἀποστόλου ὑπακούσας, παρακελεύσει, ἤρθης εἰς ὕψος σοφέ, οὐράνιον βλέψας τὸν ἐν σοί, ἄνθρωπον θεούμενον τῷ φωτὶ τῆς θεότητος.

Μεμψάμενοι ἄφρονες, ἐπὶ αἱρέσει ἅγιε, σὲ καὶ τὸν Γρηγόριον ποίμενα, Θεσσαλονίκης, τοῖς θεοπνεύστοις ὑμῶν, ᾐσχύνθησαν λόγοίς καὶ κακῶς, εἰς σκοτῶδες βάραθρον, ἀπωλείας συνέπεσον.

Ὀδόντας συνέτριψας, ἐπαιρομένου δράκοντος, παίσας τὸ αὐτοῦ δακνῶδες στόμα, καὶ καταβλάψαι, τὴν πρὸς Θεὸν ἀπλανῆ, Φιλόθεε ἄνοδον λαοῦ, ὀρθοδόξου λόγοις σου, τοῦτον ὅλως ἐκώλυσας.

Θεοτοκίον.

Ἱμείρων τὸ ἄκτιστον, φᾶος ἡλίου Δέσποινα, βλέψαι νοητοῦ ὅλως πτοοῦμαι, τούτου τὸ καῦμα, ὅτι σαρκὸς ἡδοναῖς, μεμόλυσμαι ὅθεν ἐν αὐτῷ, σπεῦσον μὲν, καθῆραί με, εἶτα δὲ καὶ φωτῖσαί με.

ᾨδὴ στ´. Τὴν θείαν ταύτην.

Φρονῶν τὰ ἄνω Φιλόθεε, φροντίδι ἐντολῶν τοῦ Δεσπότου σου, σωφρόνως ἅγιε, ἐπολιτεύθης ἐν βίῳ σου, διὸ καὶ νῦν τῷ θρόνῳ, Χριστοῦ παρίστασαι.

Ὠδῖσιν λόγος ὁ ἔνθεος, σοφὲ ἀσκητίκαῖς ἐν καρδίᾳ σου, ἐτέχθη ἔνδοξε, ὅτε δυνάμει τοῦ Πνεῦματος, καθηγιάσθης ὅλως, ψυχῇ καὶ σώματί.

Τὴν θείαν πάτερ ἐνέργειαν, καλῶς οὐχ ὑφειμένην θεότητα, ἐθεολόγησας, ἀλλ´ ἀϊδίως πηγάζουσαν, ἐκ τῆς κοινῆς οὐσίας, Τριάδος ἔδειξας.

Θεοτοκίον.

Ὁ ὢν ὁ ἢν καὶ ἐρχόμενος, καθίσας ̣ὥσπερ θρόνῳ μήτρᾳ σου, πάλιν ἐλεύσεται, ἔνθρονος κρῖναι τὰ σύμπαντα, ὅθεν Ἁγνή με ῥῦσαι, τότε κολάσεως.

Κάθισμα

Ἦχος πλ. δ´. Τῇ Ὑπερμάχῳ.

Ὡς Ἐκκλησίας θεολόγος ἀκατάβλητος, ἡσυχαζόντων τε ὑπέρμαχος καὶ πρόβολος, ἀπελαύνων τῶν αἱρέσεων τὰς ἀπάτας, καὶ ἐφόδους τῶν σχισμάτων θεοφόρητε, τὸν ὀρθόδοξον λαὸν ἐκ πλάνης φύλαττε, ἵνα κράζῃ σοι· Χαίροις πάτερ Φιλόθεε.

Ὁ Οἶκος

Ἄγγελοι μετὰ δόξης, τὴν ἁγίαν ψυχήν σου, φαιδρῶς παραλαβόντες τρισμάκαρ, προσήγαγον Νυμφίῳ Χριστῷ, Ὃς δεξάμενός σὲ τὴν στολὴν ἅγιε, ἐνέδυσεν τὴν ἄφθαρτον, βοᾶν σοι ἀξιώσας πάντας·

Χαῖρε δι´ οὗ Ἐκκλησία χαίρει·

Χαῖρε δι´ οὗ ὁ σατὰν λυπεῖται·

Χαῖρε θεοπνεύστων δογμάτων ὑπέρμαχε·

Χαῖρε θεηλάτων ῥημάτων ἀντίδικε·

Χαῖρε πίστεως ἀσφάλισμα ὀρθοδόξου κραταιόν·

Χαῖρε λόγου τὸ κραταίωμα ἀληθείας ἰσχυρόν·

Χαῖρε τῆς ἐνεργείας τῆς ἀκτίστου ὁ μύστης·

Χαῖρε τῆς εὐσεβείας τῆς πατρώας ὁ ῥύστης·

Χαῖρε παθῶν ὁ σβέσας τὴν πύρωσιν·

Χαῖρε πλανῶν ὁ παύσας τὴν ζόφωσιν·

Χαῖρε δι´ οὗ ἡσυχία φρουρεῖται·

Χαῖρε δι´ οὗ σωτηρία πιστοῦται·

Χαίροις πάτερ Φιλόθεε.

Συναξάριον

Τῇ ια´ τοῦ αὐτοῦ μηνὸς, μνήμη τοῦ ἐν Ἁγίοις

Πατρὸς ἡμῶν Φιλοθέου, Ἀρχιεπισκόπου

Κωνσταντινουπόλεως, τοῦ Κοκκίνου.

Ταῖς αὐτοῦ πρεσβείαις, Χριστὲ ὁ Θεός ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ´. Οὐκ ἐλάτρευσαν.

Συνεξέλαμψας, ἐν τῷ φωτὶ Φιλόθεε, Μεταμορφώσεως, τοῖς θεοφόροις σοφέ, πατράσιν ὡς ἥλιος, ὁ τηλαυγέστατος, καὶ ἐφώτισας, τοὺς ἐν σκοτίᾳ ἅγιε, τῶν παθῶν νυκτιποροῦντας.

Σοῦ τἡ κοίμησις, τοῖς δυσσεβέσιν κάκωσις, εἶναι μὲν ἔδοξεν, ὥσπερ φησὶ Σολομών, ἡμῖν δὲ μακάριε, τοῖς ἐπαινοῦσίν σε, ἀγαλλίασες, καὶ εὐλογία ἄνωθεν, καὶ χαρὰ καὶ εὐφροσύνη.

Οὐκ ἐν πνεύματι, λατῖνοι ταπεινώσεως, ἐθεολόγησαν, ἀλλὰ ἐπάρσει νοός, ὀρθῶς οὐκ ἐφρόνησαν,

περὶ τοῦ Πνεύματος, σὺ δὲ ἅγιε, Τοῦτο δοξάσας λόγοις σου, ὑπ´ Αὐτοῦ ἀντεδοξάσθης.

Θεοτοκίον.

Ὑπνουμένης μου, καρδίας οὐκ ἐγείρομαι, πρὸς τὴν μετάνοιαν, ψευδὲς γὰρ ὄναρ παθῶν, εἰς θάνατον ἄγει με, τὸν πονηρότατον, ὅθεν ἔγειρον, ἐξ ὕπνου μὲ κολάσεως, τῇ πρεσβείᾳ σου Παρθένε.

ᾨδὴ η´. Παῖδας εὐαγεῖς.

Φύσεως ἀκτίστου κοινωνῆσαι, οὐκ ἔξεστιν τοῖς ἀνθρώποις παναοίδιμε, τοῦτο γὰρ ἀπείρηται, ὡς σαφῶς ἐτράνωσας, ἀλλ´ ἐνεργείας ἅπαντες Θεοῦ μετέχουσιν, Φιλόθεε ἐν ἧ ἐθεώθης καθαρθεὶς ἀσκήσει, σοφὲ καὶ ἡγιάσθης.

Ἴκαρος πετόμενος ἡλίου, τὸ καῦμα οὐκ ἐδεδοίκει ὅθεν πέπτωκεν, ἅγιε δι´ ἔπαρσιν, σὺ δ´ ἐν ταπεινώσει σου, πρὸς οὐρανὸν ὑψούμενος πυρὸς μετείληφας, θεότητος ἀφλέκτως τρισμάκαρ, ἧ καὶ νῦν μὴ παύσῃ, πρεσβεύων ὑπὲρ κόσμου.

Λίθος ἐγενήθη εἰς γωνίας, Φιλόθεε κεφαλὴν ὁ θεοφόρητος, λόγος σου ὃν ἅγιε, οὐκ ἀπεδοκίμασεν, τῶν εὐσεβῶν τὸ πλήρωμα ὡς οἰκοδόμημα, θεόδμητον ἐστήριξεν ὅλως, ὅθεν καὶ γεραίρει, σὲ πάτερ κατὰ χρέος.

Θεοτοκίον.

Ὄμμα τοῦ νοός μου, Θεοτόκε, φωτὶ τῷ ἀληθινῷ Ἁγνὴ διάνοιξον, σὺ γὰρ Ἀγλαόδωρε, μήτηρ τούτου γέγονας, διὸ καὶ τὴν σκοτόμαιναν ἐξ ἀμαρτίας μου, διάλυσον εὐχαῖς Φιλοθέου, ἵνα σὲ θεῶμαι, ἐν δόξη εἰς αἰῶνας.

ᾨδὴ θ´. Ἅπας γηγενής.

Θάψας συνετῶς, τὸν νοῦν ἐν καρδίᾳ σου τοῦτον ἠξίωσας, βασιλείαν ἅγιε, εὑρεῖν ἐλλάμψει τοῦ θείου Πνεύματος, καὶ κατιδεῖν τὸ ἄκτιστον φῶς ἀξιάγαστε, δι´ οὗ πάτερ, φώτισον δεόμεθα, τὰς καρδίας τῶν πίστει τιμώντων σε.

Ἔχουσα κλυτόν, ἐν θρόνῳ σὲ πρόεδρον ἡ Βασιλεύουσα, χαίρει καὶ ἀγάλλεται, τῇ καλλικάρπῳ πατριαρχίᾳ σου, καὶ ἐν Κυρίῳ ἔνδοξε καυχᾶται λέγουσα, χαίροις στόμα, τοῦ Χριστοῦ καὶ Πνεύματος, ἐνδιαίτημα πάτερ Φιλόθεε.

Ἔρωτι Θεοῦ, ἐτρώθης μακάριε καὶ βδελυττόμενος, κόσμου τὴν τερπνότητα, ἀΰλων νόων ὤφθης ἐφάμιλλος, μεθ´ ὧν καὶ νῦν ἱκέτευε Τριάδι ἅπαντας, εἰσαχθῆναι, ἔνθα ἀκατάπαυστος, ἡδονὴ ἐν φωτὶ τῆς θεότητας.

Θεοτοκίον.

Σάρκα τῷ Θεῷ, δανείσασα Ἄχραντε Πνεῦμα Πανάγιον, πᾶσιν ἐξεπόρισας, τοῖς προσκυνοῦσιν τὸν θεῖον τόκον σου, σὲ γὰρ πηγὴν ἀκένωτον τὴν ἀναβλύζουσαν, θείαν χάριν, εὕρομεν Θεόνυμφε, καὶ κρουνὸν τῶν θαυμάτων Πανάμωμε.

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.

Ἐλλάμψει θείου Πνεύματος, φωτὸς ὁ λύχνος γέγονας, τοῦ Θαβωρίου φωτίζων, τὴν οἰκουμένην σοῖς λόγοις, διὸ Χριστὸς Φιλόθεε, ποιμένα καὶ διδάσκαλον, ἀνέδειξέ σε ἄριστον, ὡς οὐ τιθέασι λύχνον, ὑπὸ τὸν μόδιον εἶπεν.

Θεοτοκίον.

Τὸν ἐν Θαβώρ ἐκλάμψαντα, Υἱόν σου καθικέτευε, ἀδύτου φέγγους ἡ μήτηρ, πέμψαι Αὐτοῦ τὰς ἀκτῖνας, Ἁγνὴ τοῖς περιπίπτουσιν, δεινῶς ἐν παραπτώμασιν, καὶ καθημένους Ἄχραντε, σκιᾷ καὶ χώρᾳ θανάτου, εἰς σωτηρίαν φωτῖσαι.

Εἰς τοὺς Αἴνους

Ἦχος πλ. δ´. Ὢ τοῦ παραδόξου θαύματος.

Ὢ τῆς ὑπερόχου ἅγιε, θεολογίας τῆς σῆς, δι´ ἧς πᾶσιν ἐτράνωσας, ἄκτιστον ἐνέργειαν, τῆς Τριάδος Φιλόθεε, μετεχομένην ὑπό τῆς κτίσεως, ἀδιαστάτως καὶ οὕτως ὄλβιε κατὰ χάριν γέγονας καὶ μυστικῆς, πάτερ τελειώσεως, θεῖος διδάσκαλος.

Τίς τῶν δυσσεβῶν παράνοια, ὑπερκρατῆσαι τῆς σῆς μυστικῆς ἀναβάσεως, πρὸς τὸ ὕψος δύναται, οὐρανοῦ ὡς ἠρεύνησας, βάθη σοφίας Θεοῦ Φιλόθεε, καὶ κατοπτεύσας φῶς τὸ ἀπρόσιτον, πᾶσι μετέδωκας, φωτισμὸν τοῦ Πνεύματος καὶ γλυκασμόν, Παραδείσου ἅγιε, τοῖς ἐπαινοῦσί σε.

Δεὶπνῳ βασιλείας γέγονας, συνδαιτυμὼν ἐκλεκτός ὡς χιτῶνα τετήρηκας, τῆς ψυχῆς σου ἄσπιλον, θεομάκαρ Φιλόθεε, καὶ ἀρεταῖς σου θείαις ἐκόσμησας, τοῦτον ἀσκήσει λαμπρᾷ ἀοίδιμε, ὅθεν ἀπόλαυσιν, τὴν τοῦ μόσχου ἅγιε τοῦ σιτευτοῦ, καὶ ἡμῖν ἐκπόρισον, πάτερ πρεσβείαις σου.

Ποῦ νῦν Γρηγορᾶς ὁ δύστονος, ποῦ Βαρλαὰμ λυπρός, ποῦ ὁ τάλας Ἀκίνδυνος, ποῦ νῦν ἀντίθεος, καὶ δαιμόνιος σύλλογος; Οὗτοι μὲν πάντες κατεποντίσθησαν, εἰς ἀπωλείας ζοφῶδες βάραθρον, σὺ δὲ Φιλόθεε, ὡς ἀστὴρ πολύφωτος ἐν οὐρανῷ, τοῦ Χριστοῦ τὸ ποίμνιον, φωτίζεις πάντοτε.

Δόξα. Ἦχος ὁ αὐτός.

Εἴπατε λοιπόν, τῶν ἑτεροδόξων αἱ ἐκκλησίαι, καὶ αἱρετιζόντων οἱ σύλλογοι, ἐμοὶ τῇ ὀρθοδόξῳ Ἐκκλησίᾳ, καὶ μιᾷ νύμφῃ τοῦ Χριστοῦ, ἴνα τί μελετᾶτε κενά; Οὐχ ἑωράκατε θεούμενον, τὸν ἐμὸν Ἱεράρχην Φιλόθεον; Οὐκ ἐξητάκατε τὸ ὕψος, εἰς ὁ ἀνήρθη οὗτος; Ἐγὼ γὰρ αὐτὸν ἐδόξασα, ὑμεῖς δὲ οὐκ ἐπησχύνθητε, τοῦτον λοιδορῆσαι. Ἐγὼ αὐτὸν ἡγίασα, ὑμεῖς δὲ οὐ δεδοίκατε, τὸ πῦρ οὗ καὶ μετείληφεν. Ἵνα τί οὐκέτι πεποίθατε τοῖς λόγοις αὐτοῦ; Τί χρείαν ἄλλην ἔχετε μαρτύρων; ὅτι μύστης ὑπάρχει τοῦ Θεοῦ, καὶ θρόνῳ παρίσταται Χριστοῦ, καὶ φωτίζει τὴν οἰκουμένην, πρεσβεύων ἀπαύστως, ὑπὲρ τῆς σωτηρίας τοῦ κόσμου.

Καὶ νῦν. Θεοτοκίον.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Δοξολογία μεγάλη καὶ Ἀπόλυσις

ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Τὰ τυπικά, οἱ Μακαρισμοί.

Καὶ ἐκ τοῦ κανόνος τοῦ ἁγίου ἡ γ´ καὶ ἡ στ´ ᾠδή.

Ἀπόστολος καὶ Εὐαγγέλιον τῆς 13ης Νοεμβρίου. (ἁγίου Ἰωάννου Χρυσοστόμου)

Κοινωνικόν. Εἰς μνημόσυνον ἀιώνιον...

Μεγαλυνάριον.

Χαίροις ὦ Φιλόθεε ἱερέ, τῆς Ὀρθοδοξίας, ἀντιλήπτωρ καὶ ἀρωγός, καὶ τῆς ἀληθείας, ὑπέρμαχος καὶ πάσης, αἱρέσεως καὶ πλάνης, ὁ ἀντίκείμενος.

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟΝ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΕΡΑ ΗΜΩΝ

ΦΙΛΟΘΕΟΝ ΚΟΚΚΙΝΟΝ, ΠΑΤΡΙΑΡΧΗΝ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ,

ΥΠΕΡ ΕΝΩΣΕΩΣ ΤΩΝ ΕΚΚΛΗΣΙΩΝ,

ἤτοι ὑπὲρ ἐπιστροφῆς τῶν αἱρετικῶν εἰς τὴν μίαν, ἁγίαν, καθολικὴν καὶ ἀποστολικήν, ὀρθὸδοξον Ἐκκλησίαν.

Ποίημα Στυλιανοῦ Μακρῆ, τοῦ ἐν Ναούσῃ Πρωτοπρεσβυτέρου

ΝΑΟΥΣΑ, ΙΟΥΝΙΟΣ 2006

Εὐλόγησαντος τοῦ Ἱερέως, τὸ Κύριε εἰσάκουσον, μεθ´ ὃ τὸ Θεὸς Κύριος ὡς συνήθως καὶ τὰ ἑξής

τροπάρια.

Ἦχος δ´. Τῇ Θεοτόκῳ

Ὀρθοδοξίας σὲ θερμὸν ἀντίλήπτορα, καὶ τῶν αἱρέσεων δεινὸν πολέμήτορα, ἡ Ἐκκλησία͘ ἔγνωκε διὸ σοῦ πιστῶς, δέεται Φιλόθεε, ὅπως τὴν μὲν κρατύνῃς, τὰς δὲ τῶν ῥημάτων σου, κατάργησῃς δυνάμει, ἵνα λιταῖς σου πάτερ εἷς ποιμήν, καὶ μία ποίμνη, πανένδοξε γένηται.

Δόξα. Ἦχος πλ. α´. Τὸν Συνάναρχον Λόγον.

Ὡς θεώσεως κήρυκα καὶ διδάσκαλον, τῆς κατ´ ἐνέργειαν θείαν ἐν τῷ Θεῷ μετοχῆς, ἀνυμνοῦμέν σε λαμπρῶς, πάτερ Φιλόθεε, ὅτι μετείληφας φωτός, ἀϊδίου καθαρθείς, ἀσκήσει καὶ ἡγιάσθης, καὶ νῦν Τριάδι πρεσβεύεις, ἐλεηθῆναί τὰς ψυχάς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.

Οὐ σιωπήσωμεν ποτὲ Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων, τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν´ Ψαλμὸς καὶ ὁ κανών, οὗ ἡ ἀκροστιχίς: Εὔχου, ἅγιε, ὑπὲρ τῆς τῶν πάντων ἑνώσεως. Σ(τυλιανοῦ).

Στίχος: Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

ᾨδὴ α´. Ἦχος πλ. δ´. Ὑγρὰν διοδεύσας.

Ἑνώσεως πόθῳ οἱ εὐσεβεῖς, φλέγόμενοι πάτερ, σοὶ βοῶσιν μετὰ ψυχῆς, εὔχου ὑπὲρ ταύτης θεηγόρε, ἐν τῷ κοινῷ ποτηρίῳ τῆς πίστεως.

Ὑπέρμαχος πάτερ τῶν ἀληθῶν, δογμάτων ὑπάρχων, τὸν τῆς πίστεως θησαυρόν, ἄσυλον εὐχαῖς σου διατήρει, καὶ ἐκ χειρῶν θεομάχων ἀμόλυντον.

Χωρίσαι ἀνθρώπους ἀπὸ Θεοῦ, ὁ δαίμων τεχνάζεί, σὺ δὲ ἅγιε τὰ αὐτοῦ, κάθελε τεχνάσματα πρεσβεύων, τοῦ ἐνωθῆναί Χριστῷ πάντα ἄνθρωπον.

Θεοτοκίον.

Οὐνία ὡς λέων Ἁγνὴ ζητεῖ, τίνα καταπίῃ, ὅθεν φίμωσον τὸ αὐτῆς, στόμα ὀρθοδόξους ψευδωνύμου μετὰ λατίνων ἑνώσεως ῥύουσα.

ᾨδὴ γ´. Οὐρανίας ἀψῖδος.

Ὑφαρπάσασαι δόλῳ, τὰ λογικὰ πρόβατα, ἐκ τοῦ ὀρθοδόξου ποιμνίου εἰς τὴν ἀπώλειαν, ταῦτα

ὡδήγησαν, αἱ δαίμονόπνευστοι πλάναί, ὧν ταχὺ τὸ φρύαγμα, πάτερ κατάλυσον.

Ἀοράτου συνθλάσαι, τὴν κεφαλὴν ὄφεως, πλάνην τοῦ εἰσάγοντος κόσμῳ, μάκαρ Φιλόθεε, καὶ ἀδιαίρετον πίστιν τηρῆσαι λιταῖς σου, τὸ μικρὸν ἀξίωσον, ἅγιε ποίμνιον.

Γνῶσιν οὐχ ἱκανοῦνται, αἱρετικοὶ κτήσασθαι τοῦ Θεοῦ ὡς οὐ μυστηρίων, μεταλαμβάνουσιν, Σωτῆρος πάντιμε, διὸ αὐτοὺς ἐπιστρέψαι, πρέσβευε εἰς σῴζουσαν, μάνδραν ὀρθόδοξον.

Θεοτοκίον.

Ἵνα πάντες ἓν ὦσιν ὁ σὸς Υἱὸς Δέσποινα, τοῦ Ἐπουρανίου Παρθένε, Πατρὸς ἐδέετο, ᾯ οὖν καὶ πρέσβευε, τὴν μετ´ ἀλλήλων ἐν πίστει, καὶ ἀγάπῃ ἕνωσιν, τοῦ ἀπεργάσασθαι.

Διάσωσον, τὴν οἰκουμένην ἐκ πλάνης καὶ ταύτην μάκαρ, πρὸς τὴν μίαν καθολικὴν ἀγίαν ὀρθόδοξον, ὁδήγησον ἅγιε Ἐκκλησίαν.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα

Ἦχος β´. Πρεσβεία θερμή.

Ὡς λύχνος φωτός, ἀκτίστου φωταγώγησον, τὸν νοῦν τῶν πιστῶν, τῶν πόθῳ γεραιρόντων σε, καὶ ἡμῶν τὴν δέησιν, ὑπὲρ πάντων ἐνώσεως ἅγιε, προσαγαγὼν Τριάδι δυσσεβῶν, αἱρέσεων κλύδωνα κατεύνασαν.

ᾨδὴ δ´. Εἰσακήκοα Κύρίε.

Ἐπιστρέψαι τὰ πρόβατα, τὰ ἀπολωλότα Χριστοῦ δεήθητι, εἰς τὴν ποίμνην τὴν ὀρθόδοξον, ἔνθα σωτηρία τούτοις ἅγιε.

Ὑπὲρ πάντων ἐνώσεως, τῇ ὁμοφωνίᾳ δογμάτων ἅγιε, εὔχου μάκαρ καὶ τῆς πίστεως, ἵνα σὲ γεραίρωμεν Φιλόθεε.

Πολυκέφαλον δράκοντα, τὸν τῆς ἀληθείας πάτερ ἀντίδικον, καὶ αἱρέσεις τὸν ἐμπνέοντα, Πνεύματος μαχαίρᾳ καρατόμησον.

Θεοτοκίον.

Ἑνωθεῖσα θεότητι, ἀμα τῇ συλλήψει Λόγου ἐν μήτρᾳ σου, εἰς Αὐτοῦ τὸ Σῶμα Ἄχραντε, πάντας τῇ πρεσβείᾳ σου συνένωσον.

ᾨδὴ ε´. Φώτισον ἡμᾶς.

Ῥώμη παλαιά, τοῦ Χριστοῦ διεῖλε ἅγιε τὸν χιτῶνα οὗ τὰ μέρη σαῖς λιταῖς, ἐσαεὶ συνυφανθῆναι καταξίωσαν.

Τήρησον ἡμᾶς, ἀπειράστους διαιρέσεων, καὶ σχισμάτων Ἱεράρχα τοῦ Χριστοῦ, ὡς ἂν ὀρθοδόξως τελευτήσωμεν.

Ἦθος ἀληθοῦς, εὐσεβείας πατροδίδακτον, γνῶναι τοὺς ἑτεροδόξους θαυμαστέ, διὰ τῆς θεολογίας σου εὐδόκησον.

Θεοτοκίον.

Σύμπνοιαν Ἁγνή, ἐν τῇ πίστει καὶ ὁμόνοιαν, καὶ ἐνότητα τῷ γένει τῶν βροτῶν, ἐν Χριστῷ διὰ πρεσβείας σου ἐκπόρισον.

ᾨδὴ στ´. Τὴν δέησιν.

Τὴν δέησιν, Ἐκκλησίας ἅγιε, ἵνα πάντες ὦσιν ἓν μὴ βραδύνῃς, προσαγαγεῖν τῇ πανσέπτῳ Τριάδι, τῇ ἐν ἀγάπῃ τελείᾳ Φιλόθεε, ὅπως βροτῶν ὁμοίωθῇ, Ταύτῃ ἅπαν τὸ γένος πανεύφημε.

Ὠλίσθαινον, ἀνοήτοις πάθεσιν, οἱ ἡγέται τῶν αἱρέσεων πάτερ, καὶ ἀπωλείας ὀρύξαντες φρέαρ, συντετριμμένον εἰς τοῦτο συνέπεσον, ὅθεν λιταῖς σου τῆς αὐτῶν, ῥύου πάντας μερίδος Φιλόθεε.

Νοθεύσαντες, οἱ λατίνοι ἅγιε, ἀληθείας τὸν γλυκύτατον οἶνον, διὰ τοῦ ὄξους τῆς πλάνης τὴν θείαν, μετὰ Χρίστοῦ κοινωνίαν ἀπώλεσαν, εἰς Ὃν πρεσβείαις σου ταχύ, ἐπιστρέψαι αὐτοὺς σοῦ δεόμεθα.

Θεοτοκίον.

Παράδεισον, οὐκ οἰκοῦσιν ἕτεροι, πλὴν Ἀγνὴ τῶν ὀρθοδόξων ὡς πάντες, περὶ Θεοῦ μιᾷ γνώμῃ

φρονοῦσιν, μιᾷ καρδίᾳ τε Τοῦτον δοξάζουσιν, οὗ καὶ τυχεῖν χριίστιανούς, ὁμοδόξως φρονήσαντας

πρέσβευε.

Διάσωσον τὴν οἰκουμένην ἐκ πλάνης καὶ ταύτην μάκαρ, πρὸς τὴν μίαν καθολικὴν ἁγίαν ὀρθόδοξον ὁδήγησον ἅγιε Ἐκκλησίαν.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ´ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παρρησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον

Ἦχος β´ . Τοῖς τῶν αἱμάτων σου.

Ὡς θεοφόροις πατράσιν ὁμόφωνος, καὶ θεηλάτων δογμάτων ἀντίπαλος, τῶν ὀρθοδόξων τὴν πίστιν κραταίωσαν, τῷ στηριγμῷ τῆς ἀλήκτου πρεσβείας σου, Φιλόθεε ἅγιε δεόμεθα.

Προκείμενον

Οἱ Ἱερεῖς Σου, Κύριε, ἐνδύσονται δικαιοσύνην καὶ οἱ Ὅσιοί Σου ἀγαλλιάσονται.

Στίχος: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.

Εὐαγγέλιον

Ἐκ τοῦ κατὰ Ἰωάννην (Κεφ. 10, 9–16)

Εἶπεν ὁ Κύριος· Ἐγὼ εἰμὶ ἡ θύρα· δι´ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται· καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται καὶ νομὴν εὐρήσει...

Δόξα.

Ταῖς τοῦ Ἱεράρχου, πρεσβείαις ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.

Ταῖς τῆς Θεοτόκου, πρεσβείαις ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος: Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεος

Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Προσόμοιον

Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι.

Πνεύματος Φιλόθεε, θεοκινήτῳ σφενδόνῃ, καὶ θεολογίας σου, βέλει τῶν αἱρέσεων, πᾶσαν ἔφοδον, ἀπωθῶν ἅγιε, ὡς αἱρεσιμάχος, τὸ πατρῷον ῥύου πάντοτε, σέβας πρεσβείαις σου, ὡς τῶν ὀρθοδόξων ὑπέρμαχος, δογμάτων θεοφόρητε, καὶ τῶν εὐσεβῶν παραδόσεων, ὅπως οἰκουμένη, φωτὶ τῆς ἀληθείας σου σοφέ, καταυγασθεῖσα εἰς Κύριον, ἐπιστρέψῃ ἅπασα.

Σῶσον, ὁ Θεός, τὸν λαόν Σου.

ᾨδὴ ζ´ . Οἱ ἐκ τῆς Ἰουδαίος.

Ἀσυγχύτως ἀτρέπτως, ἀχωρίστως αἱ φύσεις ἀδιαιρέτως τε, ἡνώθησαν τοῦ Λογου, ἔν ὑποστάσει Τούτου, τῇ μιᾷ ᾯ καὶ πρέσβευε, οὕτως ἐνοῦσθαι ἡμᾶς παντας ἀλλήλοις πάτερ.

Ναυαγοὺς ἐν πελάγει, τῶν αἱρέσεων πατερ τοὺς κινδυνεύοντας, πνίγμῷ ἀπωλεσθῆναι, ἐκτείνας βοηθέιας, χεῖρα σὴν περισύλλεξον, ἐπιβιβάσας αὐτούς, εἰς ναῦν τῆς σωτηρίας.

Τεκμηρίοις πίστοῦται, ἡ τῶν ὄντων ἀλήθεια ὅθεν ἅγιε, τὴν ἕνωσιν τῶν πάντων, τὴν ἀληθῆ ἐν πίστει, εὔχου τεκμηριώσασθαι, αἱρετικῶν μὴ ψευδῇ, θεόφρον μετανοίᾳ.

Θεοτοκίον.

Ὦ θρυλούμενον θαῦμα, ὀρθοδόξων Ἁγνὴ τοὺς ἐξαμαρτάνοντας, δίαμαρτυρομένους, Παρθένε καὶ

λατίνους, ἐπιστρέψαι ἀξίωσον, εἰς τὴν ἁγίαν Σεμνή, ποίμνην Ὀρθοδοξίας.

ᾨδὴ η´ . Τὸν Βασιλέα.

Νόστιμον ἥμαρ, τῆς ἐπανόδου εἰς ποίμνην, ἀδιαίρετον μὴ παύσῃ Τριάδι, ἅγιε πρεσβεύων, ἐν κόσμῳ ἀνατεῖλαι.

Ἐκ τοῦ συμβόλου, πίστεως μὴ μόνον φθόγγους, δυσσεβείας ἀφελεῖν τοὺς λατίνους, πρέσβευε παμμάκαρ, ἀλλὰ καὶ μὴ δίδάσκείν.

Νῦν τοῦ θριάμβου, τῶν ὀρθοδόξων δογμάτων, ὦ Φιλόθεε ἐλήλυθεν ὥρα, ὧν φωτὶ τὸν κόσμον, λαμπρῦναι μὴ ἐλλίπῃς.

Θεοτοκίον.

Ὢ τῆς ἰσχύος, τῆς σῆς πρεσβείας Παρθένε, ὁμοιεῖς τὸ πρεσβεύειν τῷ σῴζειν, ὅθεν ὑπὲρ κόσμου, πρέσβευε τῷ Υἱῷ σου.

ᾨδὴ θ´. Κυρίως Θεοτόκον.

Σχισμάτων θεῖε πάτερ, τὸν λοιμὸν καθήρας, εἰς ἰατρεῖον τοὺς πίστιν νοσήσαντας, Ὀρθοδοξίας προνοίᾳ σου καθοδήγησον.

Ἐξ Αἵματος οὐκ Εὔας, συγγενεῖς οἱ πάντες, ἀλλὰ Σωτῆρος τοῦ δόντος ἀντίλυτρον, Τοῦτο ᾯ πάτερ τὸν κόσμον ἐνοῦσθαί πρέσβευε.

Ὧν ὄμμα ἐκακώθη, τῆς ψυχῆς ἐκ πλάνης, θεολογίας φωτὶ σου διάνοιξον, ἵνα σοφὲ ἐπίγνῶσιν πάντες τὴν δόξαν σου.

Δόξα. Τριαδικόν.

Σοὶ δόξαν, ἀναπέμψαι, ὦ Τριὰς Ἁγία, ἐν συμφωνίᾳ δογμάτων ἀξίωσον, τὴν οἰκουμένην πρεσβείαις τοῦ Ἱεράρχου σου.

Καὶ νῦν. Θεοτοκίον.

Σοῦ δέεται Παρθένε, ἐκτενῶς ὁ κλῆρος, καὶ ὁ λαὸς τοῦ Υἱοῦ σου Πανάμωμε, ὅπως κόσμον λυτρώσῃ ἐκ τῶν αἱρέσεων.

Τὸ Ἄξιόν ἐστι καὶ τὰ Μεγαλυνάρια.

Χαίροις ὦ Φιλόθεε ἱερέ, τῆς Ὀρθοδοξίας, ἀντιλήπτωρ καὶ ἀρωγός, καὶ τῆς ἀληθείας, ὑπέρμαχος καὶ πάσης, αἱρέσεως καὶ πλάνης, ὁ ἀντικείμενος.

Τῆς θεογνωσίας σου τῷ φωτί, λάμπρυνον τὴν κτίσιν, ἀξιώσας τοὺς γηγενεῖς, διὰ τῶν εὐχῶν σου, καλῶς ὁδηγηθῆναι, εἰς Ἐκκλησίαν πάντας, πάτερ ὀρθόδοξον.

Ἐκ βυθοῦ τῆς πλάνης λυτρωτικῶς, τοὺς περιπεσόντας, εἰς αἱρέσεις τῇ σῇ χειρί, πάτερ ἀναδύσας, καὶ εἰς τῆς σωτηρίας, τὴν ναῦν ἐπιβιβάσας, τούτους δίάσωσον.

Ὥσπερ κόρην ἅγιε ὁφθαλμοῦ, τὰ σεπτά τηρῆσαι, θεία δόγματα καὶ ἡμᾶς, ἀξιώσας πάντας, διάνοιξον τὸ ὄμμα, ψυχῆς ἑτεροδόξων, θεῖε Φιλόθεε.

Σπεῦσον ἀπεργάσασθαι ποθεινήν, ἔνωσιν τῶν πάντων, ἐν τῷ Σώματι τοῦ Χριστοῦ, ἵνα μετ´ ἀλλήλων, ἐν ὁμονοίᾳ πάντες, ζήσωμεν καὶ ἀγάπῃ, πάτερ θεσπέσιε.

Τὸ Τρισάγιον καὶ Ἀπολυτίκιον

Ἦχος πλ. α´. Τὸν Συνάναρχον Λόγον.

Ὡς θεώσεως κήρυκα καὶ διδάσκαλον, τῆς κατ´ ἐνέργειαν θείαν ἐν τῷ Θεῷ μετοχῆς, ἀνυμνοῦμέν σὲ λαμπρῶς, πάτερ Φιλόθεε, ὅτι μετείληφας φωτός, ἀϊδίου καθαρθείς, ἀσκήσει καὶ ἡγιάσθης, καὶ νῦν Τριάδι πρεσβεύεις, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ´ ἣν ψάλλομεν τὸ ἑξῆς

Ἦχος β´. Ὅτε ἐκ τοῦ ξύλου.

Ζόφον ἀγνωσίας τοῦ Θεοῦ, πλάνης τε σκοτόμαιναν πάτερ, φωτὶ διάλυσον, τῆς θεολογίας σου, ἑτεροδόξοις δεικνύς, ἀλλοθρήσκοις ἀθέοις τε, ὁδὸν σωτηρίας, μέσην τε Φιλόθεε, βασιλικὴν πρὸς Χριστόν, ἧς ἀφετηρία καὶ τέλος, ἡ τῶν ὀρθοδόξων ὑπάρχει, μόνη Ἐκκλησία ἡ ἀείφωτος.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπό πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι´εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,

Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς, ἐλέησον ἡμᾶς. Αμήν.


Источник: Ακολουθια του εν αγιοις πατρος ημων Φιλοθεου του Κοκκινου, Πατριαρχου Κωνσταντινουπολεως/ Πρωτοπρεσβύτερος Στυλιανός Μακρής. – Ναουσα : Ι.Μ.Μ. Βατοπαιδίου или Ιερά Μεγίστη Μονή Βατοπαιδίου, 2006. - 30 σ.

Комментарии для сайта Cackle